Loading...
Στοιχεῖα Εὐκλείδου α΄
[Βιβλίον I]
Ὅροι κγ΄ 23
Αἰτήματα ε΄. [5]
Κοιναὶ Ἔννοιαι θ΄ [9].
α΄ [1].Τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα.
β΄ [2]. Καὶ ἐὰν ἴσοις ἴσα προστεθῇ, τὰ ὅλα ἐστὶν ἴσα.
γ΄ [3]. Καὶ ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλειπόμενά ἐστιν ἴσα.
δ΄ [4]. [Καὶ ἐὰν ἀνίσοις ἴσα προστεθῇ, τὰ ὅλα ἐστὶν ἄνισα.
ε΄ [5]. Καὶ τὰ τοῦ αὐτοῦ διπλάσια ἴσα ἀλλήλοις ἐστίν.
ς΄ [6]. Καὶ τὰ τοῦ αὐτοῦ ἡμίση ἴσα ἀλλήλοις ἐστίν.]
ζ΄ [7]. Καὶ τὰ ἐφαρμόζοντα ἐπ᾿ ἄλληλα ἴσα ἀλλήλοις ἐστίν.
η΄ [8]. Καὶ τὸ ὅλον τοῦ μέρους μεῖζον [ἐστιν].
θ΄ [9].Καὶ δύο εὐθεῖαι χωρίον οὐ περιέχουσιν.