Φιλιππίδης καὶ ὌΧΙ Φειδιππίδης
Φιλιππίδης καὶ ὌΧΙ Φειδιππίδης, εἶναι τὸ ὄνομα τοῦ γνωστοῦ ἀρχαίου Ἀθηναίου ἡμεροδρόμου, ὁ ὁποῖος διάνυσε τὴν ἀπόσταση «Ἀθηνῶν - Σπάρτης - Ἀθηνῶν» τρέχοντας σὲ δύο ἡμέρες, καὶ πρὸς τιμὴ του ἔχει καθιερωθεῖ ὁ ἐτήσιος ὑπερμαραθώνιος ἀγῶνας δρόμου «Σπάρταθλον»
Τὴν ἐπιστολὴ συνυπογράφει καὶ ὁ ἀείμνηστος Καθηγητής Κώστας Στεφανῆς
Ἰούλιος 2004
«Ἀξιότιμοι Κύριοι,
Μελετῶντας τοὺς ἀρχαίους Ἕλληνες συγγραφεῖς, διαπιστώσαμε ὅτι σὲ ὅλους τοὺς Ἱστορικούς ἀναφέρεται ὁ Ἀθηναῖος ἡμεροδρόμος μὲ τὸ ὄνομα Φιλιππίδης καί ὄχι Φειδιππίδης, ὅπως ἔχει ἐπικρατήσει νὰ λέγεται σήμερα.
Ἀπὸ τὴν πληθώρα τῶν ἀναφορῶν πού ἔχουμε βρεῖ, σὲ ὅλες ἀναφέρεται ὡς Φιλιππίδης καὶ σὲ καμία ὡς Φειδιππίδης. Τό ἴδιο συμβαίνει καί μέ τὰ μεταφρασμένα σέ ἄλλες γλῶσσες ἀρχαῖα κείμενα.
Σᾶς παραθέτουμε κατωτέρω, ἀποσπάσματα κειμένων τῶν πλέον καταξιωμένων Ἱστορικῶν, τρία λήμματα τοῦ Λεξικοῦ Σουΐδα, τοῦ ἀρχαίου κειμένου τοῦ Ἡροδότου καὶ τοῦ Παυσανίου μεταφρασμένων στὰ ἀγγλικὰ ὅπως μπορεῖτε νὰ τὰ δεῖτε στὸ Internet.
Σᾶς παρακαλοῦμε νὰ κάνετε ὅτι εἶναι δυνατόν γιὰ τὴν ἀποκατάσταση τῆς Ἱστορικῆς Ἀλήθειας.
Μέ ἐκτίμηση»
Κώστας Στεφανής Αναπλ. Καθηγητής Ε.Μ.Π.
∆ημήτριος Μούρμουρας E. ∆ιδακτικό Προσωπικό Ε.Μ.Π.
Οἱ ἀναφορὲς τῶν Ἀρχαίων κειμένων
Herodotus Hist.,
Book 6, section 105, line 4
Τῷ δή, ὡς αὐτός τε ἔλεγε Φιλιππίδης καὶ Ἀθηναίοισι
ἀπήγγελλε, περὶ τὸ Παρθένιον ὄρος τὸ ὑπὲρ Τεγέης ὁ
Πὰν περιπίπτει· βώσαντα δὲ τὸ οὔνομα τοῦ Φιλιππίδεω
τὸν Πᾶνα Ἀθηναίοισι κελεῦσαι ἀπαγγεῖλαι δι' ὅ τι ἑωυτοῦ
οὐδεμίαν ἐπιμελείην ποιεῦνται, ἐόντος εὐνόου Ἀθηναίοισι
καὶ πολλαχῇ γενομένου σφι ἤδη χρησίμου, τὰ δ' ἔτι καὶ
ἐσομένου.
Herodotus Hist., Historiae
Book 6, section 106, line 1
Τότε δὲ πεμφθεὶς ὑπὸ τῶν στρατηγῶν ὁ Φιλιππίδης
οὗτος, ὅτε πέρ οἱ ἔφη καὶ τὸν Πᾶνα φανῆναι, δευτεραῖος
ἐκ τοῦ Ἀθηναίων ἄστεος ἦν ἐν Σπάρτῃ, ἀπικόμενος δὲ
ἐπὶ τοὺς ἄρχοντας ἔλεγε· «Ὦ Λακεδαιμόνιοι, Ἀθηναῖοι
ὑμέων δέονται σφίσι βοηθῆσαι καὶ μὴ περιιδεῖν πόλιν
ἀρχαιοτάτην ἐν τοῖσι Ἕλλησι δουλοσύνῃ περιπεσοῦσαν
πρὸς ἀνδρῶν βαρβάρων· καὶ γὰρ νῦν Ἐρέτριά τε ἠνδραπόδισται καὶ πόλι λογίμῳ ἡ Ἑλλὰς γέγονε ἀσθενεστέρη.
Lucianus Soph., vol. 6,
Section 3, line 1
Πρῶτος δ' αὐτὸ Φιλιππίδης ὁ ἡμεροδρομήσας
λέγεται ἀπὸ Μαραθῶνος ἀγγέλλων τὴν νίκην
εἰπεῖν πρὸς τοὺς ἄρχοντας καθημένους καὶ πεφροντικότας ὑπὲρ τοῦ τέλους τῆς μάχης, Χαίρετε,
νικῶμεν, καὶ τοῦτο εἰπὼν συναποθανεῖν τῇ ἀγγελίᾳ
καὶ τῷ χαίρειν συνεκπνεῦσαι.
Pausanias Perieg.,
Book 1, chapter 28, section 4, line 5
ὡς πεμφθείη Φιλιππίδης ἐς Λακεδαίμονα ἄγγελος ἀποβεβηκότων Μήδων ἐς τὴν γῆν, ἐπανήκων δὲ Λακεδαιμονίους ὑπερβαλέσθαι φαίη τὴν ἔξοδον, εἶναι γὰρ δὴ
νόμον αὐτοῖς μὴ πρότερον μαχουμένους ἐξιέναι πρὶν ἢ
πλήρη τὸν κύκλον τῆς σελήνης γενέσθαι· τὸν δὲ Πᾶνα
ὁ Φιλιππίδης ἔλεγε περὶ τὸ ὄρος ἐντυχόντα οἱ τὸ Παρθένιον φάναι τε ὡς εὔνους Ἀθηναίοις εἴη καὶ ὅτι ἐς
Μαραθῶνα ἥξει συμμαχήσων.
Julius Pollux Gr
Book 3, section 148, line 4
καὶ δρόμοι ξυστοὶ ἐν οἷς αἱ
ἀσκήσεις, καὶ Φιλιππίδης ὁ ἡμεροδρόμος, καὶ ὑποδραμεῖν τὸ κολακεῦσαι.
Libanius
Progymnasma 10, section 5, subsection 21, line 4
Ἔστι μὲν οὖν εὐδαιμονέστατον θεὸν ἰδεῖν καὶ
θεῷ συγγενέσθαι, τούτου δὲ ἐν ἀγρῷ τις ἂν μᾶλλον
ἢ ἐν πόλει τύχοι, ἐπεὶ καὶ Ἡσίοδος ποιμαίνων ταῖς
Μούσαις ἐνέτυχε καὶ Φιλιππίδης ὕστερον πολλοῖς
χρόνοις τῷ Πανὶ περὶ τὸ Παρθένιον.
Scholia In Aelium Aristidem,
Epigram 172,9, line 5
τὸ
δὲ κατὰ τὸν Πᾶνα ἔστι τοῦτο· ἀπεστάλη Φιλιππίδης τις
ὑπὸ Ἀθηναίων, ἡμεροδρόμος ὢν, ἐν τοῖς Περσικοῖς, συμμαχίαν αἰτῆσαι παρὰ Λακεδαιμονίοις.
Scholia In Aelium Aristidem,Epigram 172,9, line 14
[τὸν Πᾶνα] Φιλιππίδης τις ἀπεστάλη ὑπὸ Ἀθηναίων
ἡμεροδρόμος εἰς Λακεδαίμονα, συμμαχίαν αἰτήσων παρὰ
Λακεδαιμονίων.
Scholia In Aeschinem,
Oration 2, scholion 130, line 4
δρομοκήρυκες δὲ οἱ λεγόμενοι
ἡμεροδρόμοι, ὧν γέγονεν ἐπιφανέστατος Φιλιππίδης Ἀθηναῖος.
Scholia In Clementem Alexandrinum,
[Φιλιππίδην] οὗτος ὁ Φιλιππίδης ἡμεροδρόμος ἦν, ὥς φησιν
Ἡρόδοτος· εἶτα Ξέρξου ἐκστρατεύσαντος ἐπὶ τὴν Ἑλλάδα Φιλιππίδης
οὗτος ἀπαγγεῖλαι πορευθεὶς Λάκωσι τὴν ἔφοδον τοῦ βαρβάρου, περὶ
τὸ Παρθένιον ὄρος ὁρᾷ τε φάσμα τὸ τοῦ Πανὸς πρὸς τῷ τόπῳ καὶ
ἀκούει, οὗτινός τε εἴη δαίμονος τὸ ὁραθὲν καὶ ὅτι σύμμαχος Ἕλλησιν
ἥκοι, καὶ τὸ ἀπὸ τοῦδε θεὸς Ἀθηναίοις ἐνομίσθη Πάν, καὶ τὸ καθύπερθεν σπήλαιον τοῦ Ἀρείου πάγου τεμενίσαντες αὐτῷ ἔνορχιν τράγον ὅσα ἔτη ἔθυον αὐτῷ.
Suda, Lexicon
Alphabetic letter phi, entry 347, line 1
[Φιλιππίδης], Ἀθηναῖος, ἡμεροδρόμος· ὃς χίλια πεντακόσια
στάδια ἤνυσε διὰ μιᾶς νυκτὸς καὶ ἡμέρας, πρὸς Λακεδαιμονίους ἀφικόμενος.