Ἅπαντα Πλάτωνος
Σίσυφος
καὶ σὲ .pdf
Σωκράτης, Σίσυφος
[387]{Σωκράτης} Ἡμεῖς δὲ καὶ χθές σε πολὺν χρόνον ἀνεμείναμεν, ὦ Σίσυφε, ἐπὶ τῇ Στρατονίκου ἐπιδείξει, ὅπως ἂν συνηκροῶ ἡμῖν ἀνδρὸς σοφοῦ πολλά τε καὶ καλὰ ἐπιδεικνυμένου πράγματα καὶ λόγῳ καὶ ἔργῳ, καὶ ἐπεὶ σὲ οὐκέτι ᾠόμεθα παρέσεσθαι, αὐτοὶ ἤδη ἠκροώμεθα τἀνδρός.
{Σίσυφος} Ναὶ μὰ τὸν Δία· ἀσχολία γάρ μοί τις ἐγένετο ἀναγκαιοτέρα, ὥστε μὴ παραμελῆσαι αὐτῆς. οἱ γὰρ ἄρχοντες ἡμῶν ἐβουλεύοντο χθές· συμβουλεύειν οὖν αὑτοῖς ἠνάγκαζόν με. ἡμῖν δὲ τοῖς Φαρσαλίοις καὶ νόμος ἐστὶ τοῖς ἄρχουσι πείθεσθαι, ἂν κελεύωσι συμβουλεύειν τινὰ ἡμῶν αὐτοῖς.
{Σωκράτης} Ἀλλὰ καλὸν τό τε τῷ νόμῳ πείθεσθαι, τό τε ὑπὸ τῶν πολιτῶν δεδοξάσθαι εὔβουλον εἶναι, ὥσπερ καὶ σὺ δεδόξασαι εὔβουλος εἶναι εἷς τῶν Φαρσαλίων. ἀτάρ, ὦ Σίσυφε, ἐγὼ γὰρ οὔπω περὶ τοῦ εὖ βουλεύεσθαι τοὺς λόγους ἂν δυναίμην ποιήσασθαι πρὸς σέ, ἡγούμενος καὶ σχολῆς εἶναι πολλῆς καὶ λόγου μακροῦ, ἀλλὰ περὶ αὐτοῦ τοῦ βουλεύεσθαι πρῶτον, ὅτι ἔστιν, ἐγχειρήσαιμ᾿ ἂν διαλεχθῆναί σοι. ἆρ᾿ οὖν ἔχοις ἄν μοι εἰπεῖν αὐτὸ τὸ βουλεύεσθαι ὅτι ποτ᾿ ἔστιν; μή μοι ἢ τὸ εὖ ἢ κακῶς ἢ τὸ καλῶς πως, ἀλλ᾿ αὐτὸ μόνον τὸ βουλεύεσθαι, ὁποῖόν τί ἐστιν. ἢ καὶ πάνυ ῥᾳδίως, αὐτός γε οὕτως εὔβουλος ὤν; ἀλλὰ μὴ ἐμὴ περιεργία ᾖ καὶ τὸ ἐρωτῆσαί σε περὶ τούτου;
{Σίσυφος} Ἦ σοι γὰρ ἄγνωστόν ἐστιν ὅτι τὸ βουλεύεσθαί ἐστιν;
{Σωκράτης} Ἔμοιγε, ὦ Σίσυφε, εἴ γέ τι ἄλλο ἐστὶν ἢ ὅπερ τὸ μὴ ἐπιστάμενόν τινα περὶ ὧν ἂν δέῃ τι πράττειν, διαμαντευόμενον καὶ σχεδιάζοντα λέγειν ὅτι ἂν τύχῃ, εἰκάζοντα καὶ κατὰ ταὐτὰ αὑτῷ, ὥσπερ καὶ οἱ ἀρτιάζοντες τῶν ἀνθρώπων, οὐδὲν ἐπιστάμενοι δήπου περὶ τῶν ἀρτίων τε καὶ περιττῶν ὧν ἂν ἐν ταῖς χερσὶν ταῖς αὑτῶν ἔχωσιν, ὅμως ἐπιτυγχάνουσι λέγοντες περὶ τῶν αὐτῶν τἀληθῆ. [388] πολλάκις μὲν οὖν τοιοῦτόν τι καὶ τὸ βουλεύεσθαί ἐστιν, οἷον μηδὲν ἐπιστάμενον περὶ ὧν ἂν βουλεύηταί τις, ἀπὸ τύχης εἰπόντα ἐπιτυγχάνειν τἀληθῆ. εἰ μὲν οὖν τοιοῦτόν ἐστιν, γιγνώσκω δὴ οἷον τὸ βουλεύεσθαί ἐστιν· εἰ μέντοι γε μὴ τοιοῦτόν ἐστιν, οὐκ ἄν πω ἐπισταίμην αὐτό.
{Σίσυφος} Οὐ τοίνυν τοιοῦτόν ἐστιν ὅπερ τὸ μὴ ἐπίστασθαι κομιδῇ μηδέ τι, ἀλλ᾿ οἷον τὸ μὲν εἰδέναι τι τοῦ πράγματος ἤδη, τὸ δὲ μηδέπω ἐπίστασθαι.
{Σωκράτης} Ἆρα τοιόνδε τι λέγεις τὸ βουλεύεσθαι πρὸς τοῦ Διός – ὥσπερ γὰρ ἂν καὶ αὐτὸς ὑπομαντεύεσθαί μοι δοκῶ τὴν διάνοιάν σου περὶ τοῦ εὖ βουλεύεσθαι – οἷον τὸ ζητεῖν τὰ βέλτιστα ἐξευρεῖν τινα ἑαυτῷ διαπράξασθαι, μηδέπω δὲ ἐπίστασθαι σαφῶς, ἀλλ᾿ ὥσπερ ἐν νοήσει τινὰ εἶναι; τοῦτο οὐχ οὕτω πως λέγεις;
{Σίσυφος} Ἔγωγε.
{Σωκράτης} Ζητοῦσι δ᾿ οἱ ἄνθρωποι πότερον ἃ ἂν ἐπιστῶνται τῶν πραγμάτων, ἢ καὶ ἃ ἂν μὴ ἐπιστῶνται;
{Σίσυφος} Ἀμφότερα.
{Σωκράτης} Ἆρ᾿ οὖν καὶ τοῦθ᾿ οὕτως πως λέγεις, τὸ ζητεῖν ἀμφότερα τοὺς ἀνθρώπους, ἃ ἄν τε ἐπιστῶνται καὶ ἃ ἂν μὴ ἐπιστῶνται, ὅμοιον ὥσπερ εἴ τις Καλλίστρατον γιγνώσκοι μὲν ὅστις ὁ Καλλίστρατος, μὴ μέντοι ἐπίσταιτο ὅπου εἴη ἐξευρεῖν, οὐχ ὅστις εἴη ὁ Καλλίστρατος. ἆρ᾿ οὕτω πως λέγεις τὸ ζητεῖν εἶναι ἀμφότερα;
{Σίσυφος} Ἔγωγε.
{Σωκράτης} Οὐκοῦν ἐκεῖνο μὲν οὐκ ἂν ζητοίη, τὸν Καλλίστρατον εἰδέναι, ὅ γε εἰδώς;
{Σίσυφος} Οὐ γάρ.
{Σωκράτης} Ὅπου δέ γε εἴη, ζητοίη ἂν αὐτόν.
{Σίσυφος} Ἔμοιγε δοκεῖ.
{Σωκράτης} Οὐκοῦν οὐδὲ τοῦτο ἐζήτει, ὅπου ἦν ἐξευρεῖν αὐτόν, εἰ ᾔδει· ἀλλ᾿ ἐξηῦρεν ἂν εὐθέως;
{Σίσυφος} Ναί.
{Σωκράτης} Οὐκ ἄρα ταῦτά γε δὴ ζητοῦσιν ἅττα ἂν ἐπιστῶνται οἱ ἄνθρωποι, ἀλλὰ ἃ ἂν μὴ ἐπιστῶνται, ὡς ἔοικεν. εἰ δέ σοι οὗτος ὁ λόγος ἐριστικὸς εἶναι δοκεῖ, ὦ Σίσυφε, καὶ μὴ τοῦ πράγματος ἕνεκα λέγεσθαι ἀλλ᾿ αὐτοῦ τοῦ διαλέγεσθαι μόνον, σκόπει δὲ καὶ ὧδε ἐὰν δοκῇ σοι οὕτως ἔχειν ὥσπερ καὶ νῦν λέγεται. ἆρα γὰρ οὐκ ἐν τῇ γεωμετρίᾳ οἶσθα τοῦτο γιγνόμενον· ἀγνοουμένην τὴν διάμετρον τοῖς γεωμέτραις, οὐκ εἰ διάμετρός ἐστιν ἢ μή – οὐδὲ γὰρ οὐδὲ ζητεῖται τοῦτο ὑπ᾿ αὐτῶν εὑρεθῆναι – ἀλλ᾿ ὁπόση τίς ἐστιν μέτρῳ πρὸς τὰς πλευρὰς τῶν χωρίων ὧν ἂν διατέμνῃ; ἆρ᾿ οὐ τοῦτό ἐστιν αὐτὸ τὸ ζητούμενον περὶ αὐτῆς;
{Σίσυφος} Ἔμοιγε δοκεῖ.
{Σωκράτης} Ὅπερ καὶ ἀγνοεῖται. ἦ γάρ;
{Σίσυφος} Πάνυ γε.
{Σωκράτης} Τί δέ; ὁ τοῦ κύβου διπλασιασμὸς οὐκ οἶσθ᾿ ὅτι ζητεῖται τοῖς γεωμέτραις ὁπόσος τίς ἐστιν εὑρεθῆναι λόγῳ; αὐτὸς δὲ ὁ κύβος οὐ ζητεῖται αὐτοῖς εἰ κύβος ἐστὶν ἢ μή, ἀλλ᾿ ἐπίστανται τοῦτό γε. ἦ γάρ;
{Σίσυφος} Ναί.
[389]{Σωκράτης} Οὐκοῦν καὶ περὶ τοῦ ἀέρος Ἀναξαγόραν τε καὶ Ἐμπεδοκλέα καὶ τοὺς ἄλλους τοὺς μεταρσιολέσχας ἅπαντας οἶσθα ζητοῦντας πότερον ἄπειρός ἐστιν ἢ πέρας ἔχων;
{Σίσυφος} Ναί.
{Σωκράτης} Ἀλλ᾿ οὐκ ἐκεῖνο, εἰ ἀήρ ἐστιν. ἦ γάρ;
{Σίσυφος} Οὐ δῆτα.
{Σωκράτης} Συγχωρήσαις ἂν οὖν μοι καὶ κατὰ τῶν ἄλλων πάντων οὕτως ἔχειν ἤδη, μηδὲν μηδενὶ εἶναι ζητεῖν τῶν ἀνθρώπων ὧν ἂν ἐπίστηταί τις, ἀλλὰ μᾶλλον ὧν ἂν μὴ ἐπίστηται;
{Σίσυφος} Ἔγωγε.
{Σωκράτης} Οὐκοῦν καὶ τὸ βουλεύεσθαι τοῦτο ἐδόκει ἡμῖν εἶναι αὐτό, τὸ ζητεῖν τὰ βέλτιστά τινα ἐξευρεῖν περὶ ὧν ἂν δέοιτο διαπράττεσθαι αὐτῷ;
{Σίσυφος} Ναί.
{Σωκράτης} Τὸ δὲ ζητεῖν γε ὅπερ τὸ βουλεύεσθαι ἦν περὶ τῶν πραγμάτων. ἦ γάρ;
{Σίσυφος} Πάνυ μὲν οὖν.
{Σωκράτης} Οὐκοῦν σκεπτέον ἡμῖν ἐστι νῦν ἤδη τί ἐστιν ἐμποδὼν τοῖς ζητοῦσιν περὶ ὧν ἂν τὴν ζήτησιν ποιῶνται εἰς τὸ ἐξευρεῖν.
{Σίσυφος} Ἔμοιγε δοκεῖ.
{Σωκράτης} Ἆρ᾿ οὖν ἄλλο τι φαίημεν ἂν αὐτοῖς ἐμποδὼν εἶναι ἢ τὴν ἀνεπιστημοσύνην;
{Σίσυφος} Σκοπῶμεν νὴ Δία.
{Σωκράτης} Ὑπερφυῶς μὲν οὖν, τὸ λεγόμενόν γε, πάντα κάλων ἐφέντες καὶ πᾶσαν φωνὴν ἀφιέντες. ἄθρει δὲ δὴ μετ᾿ ἐμοῦ τόδε· ἆρά γε νομίζεις οἷόν τέ τι εἶναι ἀνθρώπῳ περὶ μουσικῆς βουλεύεσθαι, μήτε ἐπισταμένῳ περὶ μουσικῆς, μηδὲ ὅπως ἢ κιθαριστέον εἴη αὐτῷ ἢ ἄλλο τι τῶν κατὰ μουσικὴν ποιητέον;
{Σίσυφος} Οὐκ ἔγωγε.
{Σωκράτης} Τί δὲ περὶ στρατηγίας ἢ κυβερνητικῆς; τὸν μὴ ἐπιστάμενον μηδέτερα τούτων οἴει ἔχειν ἄν τι βουλεύεσθαι περὶ τούτων τοῦ ἑτέρου ὅτι ποιητέον εἴη αὐτῷ; ὅπως ἢ στρατηγητέον ἢ κυβερνητέον ἐκείνῳ αὐτῷ τῷ μὴ ἐπισταμένῳ μήτε στρατηγεῖν μήτε κυβερνᾶν;
{Σίσυφος} Οὐχί.
{Σωκράτης} Ἦ καὶ περὶ τῶν ἄλλων οὖν ἁπάντων οὕτως ἀξιοῖς ἔχειν, περὶ ὧν ἂν μὴ ἐπίστηταί τις, μὴ εἰδέναι μηδὲ βουλεύεσθαί πω δυνατὸν τῷ μὴ ἐπισταμένῳ περὶ αὐτῶν;
{Σίσυφος} Ἔγωγε.
{Σωκράτης} Ἀλλὰ ζητεῖν περὶ ὧν ἄν τις μὴ ἐπιστήμων ᾖ. ἦ γάρ;
{Σίσυφος} Πάνυ μὲν οὖν.
{Σωκράτης} Τὸ μὲν αὐτὸ ἄρα οὐκ ἂν ἔτι εἴη τὸ ζητεῖν τῷ βουλεύεσθαι.{Σίσυφος} Πῶς δή;
{Σωκράτης} Ὅτι τὸ μὲν ζητεῖν ἐστι δήπου ἐπὶ τούτοις οἷς ἂν μὴ ἐπίστηταί τις, τὸ δὲ βουλεύεσθαι οὐχ οἷόν τ᾿ εἶναι δοκεῖ περὶ ταῦτα ἀνθρώπῳ, περὶ ἃ ἄν τις μὴ ἐπιστήμων ᾖ. ἢ οὐχ οὕτως ἐλέχθη;
{Σίσυφος} Πάνυ γε.
{Σωκράτης} Οὐκοῦν ὑμεῖς χθὲς ἐζητεῖτε τὰ βέλτιστα ἐξευρεῖν τῇ πόλει, οὐκ ἠπίστασθε δὲ αὐτά; εἰ γὰρ ἠπίστασθε, οὐκ ἂν ἔτι δήπου ἐζητεῖτε αὐτά, ὥσπερ οὐδὲ ἄλλο οὐδὲν ὧν ἂν ἐπιστώμεθα ζητοῦμεν. ἦ γάρ;
{Σίσυφος} Οὐ γὰρ οὖν.
{Σωκράτης} Πότερον οὖν σοι δοκεῖ χρῆναι, ὦ Σίσυφε, ἂν μὴ ἐπίστηταί τις, ζητεῖν ἢ μανθάνειν;
{Σίσυφος} Μανθάνειν ἔμοιγε νὴ Δία.
[390]{Σωκράτης} Ὀρθῶς γέ σοι δοκεῖ. ἀλλ᾿ ἆρά γε καὶ διὰ τοῦτό σοι δοκεῖ χρῆναι μανθάνειν μᾶλλον ἢ ζητεῖν, διότι θᾶττον ἂν καὶ ῥᾷον ἐξεύροι τις, εἰ παρὰ τῶν ἐπισταμένων μανθάνοι, ἢ εἰ αὐτὸς ὁ μὴ εἰδὼς ζητοίη; ἢ δι᾿ ἄλλο τι;
{Σίσυφος} Οὐκ, ἀλλὰ διὰ τοῦτο.
{Σωκράτης} Τί οὖν οὐκ ἀμελήσαντες χθὲς ὑμεῖς τοῦ βουλεύεσθαι περὶ ὧν ἂν μὴ ἐπίστασθε, καὶ τοῦ ζητεῖν τὰ βέλτιστα διαπράττεσθαι ἐν τῇ πόλει, ἐμανθάνετε παρὰ τῶν ἐπισταμένων τινός, ὅπως ἂν ἐδύνασθε τὰ βέλτιστα διαπράττεσθαι τῇ πόλει; ἀλλ᾿ ἐδοκεῖτέ μοι τὴν ἡμέραν ὅλην τὴν χθὲς αὐτοσχεδιάζοντες καὶ διαμαντευόμενοι καθῆσθαι περὶ ὧν οὐκ ἠπίστασθε, ἀμελήσαντες μανθάνειν, οἵ τε ἄρχοντες τῆς πόλεως καὶ σὺ μετὰ τούτων. ἴσως δ᾿ ἂν φαίης ταῦτα ἐμοί τε εἶναι πεπαιγμένα πρὸς σὲ τοῦ διαλεχθῆναι μόνον εἵνεκα, σοί τε οὐκ ἐσπουδασμένως ἀποδεδεῖχθαι. ἀλλὰ τοῦτό γε πρὸς Διός, ὦ Σίσυφε, σκόπει νῦν σπουδῇ· εἰ δοθείη τὸ βουλεύσασθαί τι εἶναι, καὶ μὴ ὥσπερ νῦν οὐδὲν ἐξευρίσκεται ἀλλοῖον ἢ ὅπερ ἐπιστήμη τε καὶ εἰκασία καὶ σχεδιασμός, ὀνόματι σεμνοτέρῳ μόνον κεχρημένον τούτῳ, ἄλλῳ δ᾿ οὐδενί, ἆρ᾿ ἂν οἴει αὐτῷ διενεγκεῖν τι ἑτέρους ἑτέρων πρὸς τὸ εὖ βουλεύεσθαί τε καὶ εὐβούλους εἶναι, ὥσπερ καὶ ἐν ταῖς ἄλλαις ἐπιστήμαις ἁπάσαις διαφέρουσιν ἕτεροι ἑτέρων, τέκτονες τεκτόνων ἰατροί τε ἰατρῶν αὐληταί τε αὐλητῶν, οἵ τε ἄλλοι δημιουργοὶ ἅπαντες, αὐτοί τε αὑτῶν διαφέρουσιν, ὥσπερ καὶ οὗτοι οἱ ἐν ταύταις ταῖς τέχναις; ἦ οὕτως καὶ ἐν τῷ βουλεύεσθαι οἴει ἄν τι διενεγκεῖν ἑτέρους ἑτέρων;
{Σίσυφος} Ἔγωγε.
{Σωκράτης} Εἰπὲ δή μοι· οὐχ ἅπαντες οἵ τε εὖ βουλευόμενοι καὶ οἱ κακῶς περὶ μελλόντων τινῶν ἔσεσθαι βουλεύονται;
{Σίσυφος} Πάνυ γε.
{Σωκράτης} Ἄλλο τι οὖν ἢ τὰ μέλλοντα οὔπω ἐστίν;
{Σίσυφος} Οὐ γὰρ δή.
{Σωκράτης} Εἰ γὰρ εἴη, οὐκ ἂν ἔτι δήπου μέλλοι ἔσεσθαι, ἀλλ᾿ εἴη ἂν ἤδη. ἦ γάρ;
{Σίσυφος} Ναί.
{Σωκράτης} Οὐκοῦν εἰ μήπω ἐστίν, οὕτως οὐδὲ γέγονε τὰ μὴ ὄντα;
{Σίσυφος} Οὐ γάρ.
{Σωκράτης} Οὐκοῦν εἰ μήπω μηδὲ γέγονεν, οὔπω οὐδὲ φύσιν ἔχει οὐδεμίαν αὐτῶν;
{Σίσυφος} Οὐ γὰρ οὖν.
{Σωκράτης} Ἄλλο τι οὖν ἢ οἵ τε εὖ βουλευόμενοι καὶ οἱ κακῶς ἅπαντες βουλεύονται περὶ πραγμάτων οὔτε ὄντων οὔτε γεγενημένων οὔτε φύσιν οὐδεμίαν ἐχόντων, ὅταν περὶ τῶν μελλόντων βουλεύωνται;
{Σίσυφος} Φαίνονταί γε.
{Σωκράτης} Δοκεῖ οὖν σοι δυνατὸν εἶναι τοῦ μὴ ὄντος τυχεῖν τινι ἢ εὖ ἢ κακῶς;
{Σίσυφος} Πῶς τοῦτο λέγεις;
[391]{Σωκράτης} Ἐγώ σοι φράσω ὅ γε βούλομαι εἰπεῖν. σκόπει γάρ. πῶς ἂν τοξοτῶν πολλῶν διαγνοίης τόν τε χρηστὸν καὶ τὸν πονηρὸν ὅστις εἴη αὐτῶν; ἢ τοῦτο μὲν οὐ χαλεπὸν εἰδέναι; ἴσως γὰρ ἂν κελεύοις αὐτοὺς ἐπὶ σκοποῦ τινος τοξεύειν. ἦ γάρ;
{Σίσυφος} Πάνυ μὲν οὖν.
{Σωκράτης} Οὐκοῦν καὶ τὸν πλειστάκις βάλλοντα τοῦ σκοποῦ κατ᾿ ὀρθὸν κρίνοις ἂν νικᾶν;
{Σίσυφος} Ἔγωγε.
{Σωκράτης} Εἰ δὲ σκοπὸς μηδεὶς εἴη κείμενος αὐτοῖς τοῦ τοξεύειν, ἀλλ᾿ ἕκαστος βάλλοι ὅπως βούλοιτο, πῶς ἂν διαγνοίης τὸν εὖ ἢ κακῶς τοξεύοντα αὐτῶν;
{Σίσυφος} Οὐδαμῶς.
{Σωκράτης} Οὐκοῦν καὶ τοὺς βουλευομένους ἢ εὖ ἢ κακῶς, εἰ μὴ ἐπίσταιντο περὶ ὅτου βουλεύοιντο, ἀπορήσειας ἂν διαγνῶναι;
{Σίσυφος} Ἔγωγε.
{Σωκράτης} Οὐκοῦν εἰ περὶ μελλόντων πραγμάτων βουλεύονται οἱ βουλευόμενοι, περὶ τῶν οὐκ ὄντων βουλεύονται;
{Σίσυφος} Πάνυ γε.
{Σωκράτης} Οὐκοῦν τοῦ γε μὴ ὄντος οὐχ οἷόν τ᾿ οὐδενὶ τυχεῖν ἐστιν; πῶς γὰρ ἄν τίς σοι δοκεῖ τοῦ μὴ ὄντος δύνασθαι τυχεῖν;
{Σίσυφος} Οὐδαμῶς.
{Σωκράτης} Οὐκοῦν ἐπειδὴ οὐκ ἔστιν τοῦ μὴ ὄντος τυγχάνειν οἷόν τε, οὐδεὶς ἂν ἔτι περὶ τῶν μὴ ὄντων βουλευόμενος τυγχάνοι; τὰ γὰρ μέλλοντα τῶν οὐκ ὄντων ἐστίν. ἦ γάρ;
{Σίσυφος} Ἔμοιγε δοκεῖ.
{Σωκράτης} Οὐκοῦν οὐδ᾿ ὁ μὴ τυγχάνων τῶν μελλόντων, οὐδεὶς ἂν οὔτ᾿ εὔβουλος οὔτε κακόβουλος εἴη ἀνθρώπων ἔτι;
{Σίσυφος} Οὐ φαίνεται.
{Σωκράτης} Οὐδέ γε εὐβουλότερος οὐδὲ κακοβουλότερος ἕτερος ἑτέρου εἶναι, εἰ καὶ μὴ ἐπιτυχέστερος καὶ ἀποτυχέστερος εἴη τοῦ μὴ ὄντος.
{Σίσυφος} Οὐ γὰρ οὖν.
{Σωκράτης} Πρὸς τί οὖν ποτε ἀποβλέποντες ἄνθρωποι πρᾶγμα, ἀποκαλοῦσιν ἀνθρώπους εὐβούλους τε καὶ κακοβούλους εἶναί τινας; ἆρά γε ἄξιόν ἐστιν καὶ αὖθίς ποτε περὶ αὐτοῦ ἐνθυμηθῆναι, ὦ Σίσυφε;