Loading...

ΑΠΑΝΤΑ

ΠΛΑΤΩΝΟΣ
ΕΠΙΓΡΑΜΜΑΤΑ

Ἅπαντα Πλάτωνος

ΠΛΑΤΩΝΟΣ ΕΠΙΓΡΑΜΜΑΤΑ

καὶ σὲ .pdf

  1. Τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν ἔσχον·
    ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη.

  2. Τῷ μήλῳ βάλλω σε· σὺ δ᾿ εἰ μὲν ἑκοῦσα φιλεῖς με,
    δεξαμένη τῆς σῆς παρθενίης μετάδος.
    εἰ δ᾿ ἄρ᾿, ὃ μὴ γίγνοιτο, νοεῖς, τοῦτ᾿ αὐτὸ λαβοῦσα
    σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.

  3. Μῆλον ἐγώ· βάλλει με φιλῶν σέ τις. ἀλλ᾿ ἐπίνευσον,
    Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα.

  4. Ἡ σοβαρὸν γελάσασα καθ᾿ Ἑλλάδος, ἡ τὸν ἐραστῶν
    ἑσμὸν ἐνὶ προθύροις Λαῒς ἔχουσα νέων,
    τῇ Παφίῃ τὸ κάτοπτρον, ἐπεὶ τοίη μὲν ὁρᾶσθαι
    οὐκ ἐθέλω, οἵη δ᾿ ἦν πάρος, οὐ δύναμαι.

  5. Τὸν Νυμφῶν θεράποντα, φιλόμβριον, ὑγρὸν ἀοιδόν,
    τὸν λιβάσιν κούφαις τερπόμενον βάτραχον
    χαλκῷ μορφώσας τις ὁδοιπόρος εὖχος ἔθηκε,
    καύματος ἐχθροτάτην δίψαν ἀκεσσάμενος.
    πλαζομένῳ γὰρ ἔδειξεν ὕδωρ, εὔκαιρον ἀείσας
    κοιλάδος ἐκ δροσερῆς ἀμφιβίῳ στόματι·
    φωνὴν δ᾿ ἡγήτειραν ὁδοιπόρος οὐκ ἀπολείπων
    εὗρε πόσιν γλυκερῶν, ὧν ἐπόθει, λιβάδων.
    {ηὗρε πόσιν γλυκερῶν ὧν ἐπόθει ναμάτων.}

  6. Δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ
    Μοῖραι ἐπέκλωσαν δὴ τότε γεινομέναις·
    σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων
    δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν.
    κεῖσαι δ᾿ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς,
    ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.

  7. Νῦν, ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφ᾿ ὅτι καλός,
    ὦπται καὶ πάντῃ πᾶσι περιβλέπεται.
    θυμέ, τί μηνύεις κυσὶν ὀστέον; εἶτ᾿ ἀνιήσεις
    ὕστερον. οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;

  8. Οἵδε ποτ᾿ Αἰγαίοιο βαρύβρομον οἶδμα λιπόντες
    Ἐκβατάνων πεδίῳ κείμεθ᾿ ἐνὶ μεσάτῳ.
    χαῖρε, κλυτή ποτε πατρὶς Ἐρέτρια· χαίρετ᾿, Ἀθῆναι,
    γείτονες Εὐβοίης· χαῖρε, θάλασσα φίλη.

  9. Εὐβοίης γένος ἐσμὲν Ἐρετρικόν, ἄγχι δὲ Σούσων
    κείμεθα· θεῦ, γαίης ὅσσον ἀφ᾿ ἡμετέρης.

  10. Ναυηγοῦ τάφος εἰμί, ὁ δ᾿ ἀντίον ἐστὶ γεωργοῦ·
    ὡς ἁλὶ καὶ γαίῃ ξυνὸς ὕπεστ᾿ Ἀίδης.

  11. Ναυηγόν με δέδορκας· ὃν ἡ κτείνασα θάλασσα
    γυμνῶσαι πυμάτου φάρεος ᾐδέσατο,
    ἄνθρωπος παλάμῃσιν ἀταρβήτοις μ᾿ ἀπέδυσε,
    τόσσον ἄγος τόσσου κέρδεος ἀράμενος.
    κεῖνο καὶ ἐνδύσαιτο καὶ εἰς Ἀίδαο φέροιτο,
    καί μιν ἴδοι Μίνως τοὐμὸν ἔχοντα ῥάκος.

  12. Πλωτῆρες, σῴζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖαν·
    ἴστε δὲ ναυηγοῦ σῆμα παρερχόμενοι.

  13. Ἀστέρας εἰσαθρεῖς, Ἀστὴρ ἐμός· εἴθε γενοίμην
    οὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω.

  14. Ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζωοῖσιν Ἑῷος·
    νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις.

  15. Εἰνοδίην καρύην με παρερχομένοις ἐφύτευσαν
    παισὶ λιθοβλήτου παίγνιον εὐστοχίης·
    πάντας δ᾿ ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους
    κέκλασμαι πυκιναῖς χερμάσι βαλλομένη·
    δένδρεσιν εὐκάρποις οὐδὲν πλέον· ἦ γὰρ ἔγωγε
    δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν.

  16. Χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπε βρόχον· αὐτὰρ ὁ χρυσόν,
    ὃν λίπεν, οὐχ εὑρὼν ἧψεν, ὃν εὗρε, βρόχον.

  17. Χρυσὸν ἀνὴρ ὃ μὲν ηὗρεν, ὃ δ᾿ ὤλεσεν· ὧν ὁ μὲν εὑρών
    ῥῖψεν, ὁ δ᾿ οὐχ εὑρὼν λυγρὸν ἔδησε βρόχον.

  18. Αἰὼν πάντα φέρει· δολιχὸς χρόνος οἶδεν ἀμείβειν
    οὔνομα καὶ μορφὴν καὶ φύσιν ἠδὲ τύχην.

  19. Ἐννέα τὰς Μούσας φασίν τινες· ὡς ὀλιγώρως·
    ἠνίδε καὶ Σαπφὼ Λεσβόθεν ἡ δεκάτη.

  20. Ἁ Κύπρις Μούσαισι· «κοράσια, τὰν Ἀφροδίταν
    τιμᾶτ᾿ ἢ τὸν Ἔρωτ᾿ ὔμμιν ἐφοπλίσομαι.»

  21. αἱ Μοῦσαι ποτὶ Κύπριν· «Ἄρει τὰ στωμύλα ταῦτα·
    ἡμῖν οὐ πέτεται τοῦτο τὸ παιδάριον.»

  22. Αἱ Χάριτες τέμενός τι λαβεῖν ὅπερ οὐχὶ πεσεῖται
    ζηλοῦσαι, ψυχὴν ηὗρον Ἀριστοφάνους.

  23. Εἰκόνα πέντε βοῶν μικρὰ λίθος εἶχεν ἴασπις,
    ὡς ἤδη πάσας ἔμπνοα βοσκομένας.
    καὶ τάχα κἂν ἀπέφευγε τὰ βοίδια· νῦν δὲ κρατεῖται
    τῇ χρυσῇ μάνδρῃ τὸ βραχὺ βουκόλιον.

  24. Σιγάτω λάσιον Δρυάδων λέπας οἵ τ᾿ ἀπὸ πέτρας
    κρουνοὶ καὶ βληχὴ πουλυμιγὴς τοκάδων,
    αὐτὸς ἐπεὶ σύριγγι μελίσδεται εὐκελάδῳ Πάν,
    ὑγρὸν ἱεὶς ζευκτῶν χεῖλος ὑπὲρ καλάμων·
    αἱ δὲ πέριξ θαλεροῖσι χορὸν ποσὶν ἐστήσαντο
    Ὑδριάδες Νύμφαι, Νύμφαι Ἁμαδρυάδες.

  25. Ὑψίκομον παρὰ τάνδε καθίζεο φωνήεσσαν
    φρίσσουσαν πυκινοῖς κῶνον ὑπὸ ζεφύροις,
    καί σοι καχλάζουσιν ἐμοῖς παρὰ νάμασι σῦριγξ
    θελγομένῳ στάξει κῶμα κατὰ βλεφάρων.

  26. Ἡ Παφίη Κυθέρεια δι᾿ οἴδματος ἐς Κνίδον ἦλθε
    βουλομένη κατιδεῖν εἰκόνα τὴν ἰδίην.
    πάντῃ δ᾿ ἀθρήσασα περισκέπτῳ ἐνὶ χώρῳ
    φθέγξατο· «Ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;»
    Πραξιτέλης οὐκ εἶδεν, ἃ μὴ θέμις, ἀλλ᾿ ὁ σίδηρος
    ἔξεσεν, οἷά γ᾿ Ἄρης ἤθελε, τὴν Παφίην.

  27. Ἁ Κύπρις τὰν Κύπριν ἐνὶ Κνίδῳ εἶπεν ἰδοῦσα·
    «φεῦ, φεῦ, ποῦ γυμνὴν εἶδέ με Πραξιτέλης;»

  28. Οὔτε σε Πραξιτέλης τεχνάσατο οὔθ᾿ ὁ σίδαρος·
    ἀλλ᾿ οὕτως ἔστης ὥς ποτε κρινομένη.

  29. Ἄλσος δ᾿ ὡς ἱκόμεσθα βαθύσκιον, εὕρομεν ἔνδον
    πορφυρέοις μήλοισιν ἐοικότα παῖδα Κυθήρης.
    οὐ δ᾿ ἔχεν ἰοδόκον φαρέτρην, οὐ καμπύλα τόξα,
    ἀλλὰ τὰ μὲν δένδρεσσιν ὑπ᾿ εὐπετάλοισι κρέμαντο·
    αὐτὸς δ᾿ ἐν καλύκεσσι ῥόδων πεπεδημένος ὕπνῳ
    εὗδεν μειδιόων· ξουθαὶ δ᾿ ἐφύπερθε μέλισσαι,
    κηροχυτοῦσαι ᾿ντός, λαροῖς ἐπὶ χείλεσι βαῖνον.

  30. Σάτυρον Διόδωρος ἐκοίμισεν, οὐκ ἐτόρευσεν·
    ἢν νύξῃς, ἐγερεῖς· ἄργυρος ὕπνον ἔχει.

  31. Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίραν,
    ἧς καὶ ἐπὶ ῥυτίδων πικρὸς ἔπεστιν ἔρως.

  32. ἆ δειλοί, νεότητος ἀπαντήσαντες ἐκείνης
    πρωτοπλόου, δι᾿ ὅσης ἤλθετε πυρκαϊῆς.

  33. Ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς,
    Πίνδαρος, εὐφώνων Πιερίδων πρόπολος.

  34. Τὸν Βρομίου Σάτυρον τεχνήσατο δαιδαλέη χείρ
    μούνη θεσπεσίως πνεῦμα βαλοῦσα λίθῳ.

  35. εἰμὶ δὲ ταῖς Νύμφαισιν ὁμέψιος. ἀντὶ δὲ τοῦ πρίν
    πορφυρέου μέθυος λαρὸν ὕδωρ προχέω.
    εὔκηλον δ᾿ ἴθυνε φέρων πόδα, μὴ τάχα κοῦρον
    κινήσηις ἁπαλῷ κώματι θελγόμενον.

  36. Εἰμὶ μὲν εὐκεράοιο φίλος θεράπων Διονύσου,
    λείβω δ᾿ ἀργυρέων ὕδατα Ναϊάδων.
    θέλγω δ᾿ ἠρεμέοντα νέον περὶ κώματι παῖδα ...

  37. Ἀπόσπασμα

  38. ὀφρυόσκιον τὸν ὀφθαλμόν
    τὸ φαλάγγιον σηψιδακές
    τὸν μυελὸν ὀστογενές