Loading...

ΑΠΑΝΤΑ

ΠΛΑΤΩΝΟΣ
ΕΡΥΞΙΑΣ Η ΠΕΡΙ ΠΛΟΥΤΟΥ

Ἅπαντα Πλάτωνος

Ἐρυξίας ἢ περὶ πλούτου

καὶ σὲ .pdf

Σωκράτης, Ἐρυξίας, Ἐρασίστρατος, Κριτίας

[392]

{Σωκράτης} Ἐτυγχάνομεν περιπατοῦντες ἐν τῇ στοᾷ τοῦ Διὸς τοῦ ἐλευθερίου ἐγώ τε καὶ Ἐρυξίας ὁ Στειριεύς· εἶτα προσηλθέτην ἡμῖν Κριτίας τε καὶ Ἐρασίστρατος ὁ Φαίακος τοῦ Ἐρασιστράτου ἀδελφιδοῦς – ἐτύγχανεν δὲ τότε νεωστὶ παρὼν ἀπὸ Σικελίας καὶ τῶν τόπων τούτων ὁ Ἐρασίστρατος – προσελθὼν δ᾿ ἔφη,

{Ἐρασίστρατος}Χαῖρε, ὦ Σώκρατες.

{Σωκράτης} Καὶ σύ γε, ἦν δ᾿ ἐγώ. τί γάρ; καλόν τι ἀπὸ Σικελίας ἔχεις λέγειν ἡμῖν;

{Ἐρασίστρατος} Καὶ πάνυ. ἀλλὰ βούλεσθ᾿, ἔφη, πρῶτον καθιζώμεθα; κέκμηκα γὰρ χθὲς βαδίσας Μεγαρόθεν.

{Σωκράτης} Πάνυ γε, εἰ δοκεῖ.

{Ἐρασίστρατος} Τί οὖν, ἔφη, βούλεσθε πρῶτον ἀκούειν τῶν ἐκεῖ; πότερον περὶ αὐτῶν ἐκείνων ὅτι πράττουσιν, ἢ ὅπως πρὸς τὴν πόλιν ἔχουσιν τὴν ἡμετέραν; ἐκεῖνοι γὰρ ἐμοὶ δοκοῦσιν πεπονθέναι πρὸς ἡμᾶς οἷόνπερ οἱ σφῆκες. καὶ γὰρ τούτους ἐάν τις κατὰ σμικρὸν ἐρεθίζων ὀργίσῃ, ἄμαχοι γίγνονται, ἕως τις αὐτοὺς ἐπιθέμενος πανοικὶ ἐξέλῃ. οὕτως οὖν καὶ οἱ Συρακόσιοι, εἰ μή τις ἔργον ποιησάμενος σφόδρα μεγάλῳ στόλῳ ἥξει ἐκεῖσε, οὐκ ἔστιν ὅπως ἐκείνη ἡ πόλις ἔσται ποτὲ ἡμῖν ὑποχειρία, ὑπὸ δὲ τῶν σμικρῶν τούτων ἂν μᾶλλον ὀργίζοιντο, οὕτως ὡς ἂν μάλιστα χαλεπώτατοι εἴησαν. πεπόμφασι δὲ καὶ νῦν ὡς ἡμᾶς πρέσβεις, ὡς μὲν ἐμοὶ δοκεῖ, βουλόμενοί τι ἐξαπατῆσαι τὴν πόλιν.

{Σωκράτης} Μεταξὺ δὲ ἡμῶν διαλεγομένων ἐτυχέτην οἱ Συρακόσιοι πρέσβεις παριόντες. εἶπεν οὖν ὁ Ἐρασίστρατος, δείξας εἰς τὸν ἕνα τῶν πρέσβεων,

{Ἐρασίστρατος} Οὑτοσὶ μέντοι, ἔφη, ὦ Σώκρατες, πλουσιώτατός ἐστιν τῶν Σικελιωτῶν καὶ Ἰταλιωτῶν. πῶς δ᾿ οὐχί, ἔφη, ᾧ γε ὑπάρχει γῆ τε ἄφθονος οὕτως, ὥστε εὐπορίαν εἶναι, εἴ τις βούλοιτο, πάνυ πολλὴν γεωργεῖν; καὶ αὕτη μὲν τοιαύτη οἵα οὐχ ἑτέρα ἄλλη ἔν γε τοῖς Ἕλλησιν, ἔτι δὲ τἆλλα τὰ εἰς πλοῦτον ἥκοντα ἄπλετα, ἀνδράποδα καὶ ἵπποι καὶ χρυσὸς καὶ ἄργυρος.

[393]

{Σωκράτης} Ὁρῶν δ᾿ ἐγὼ αὐτὸν ἀναγόμενον, ὡς ἀδολεσχήσοντα περὶ τῆς οὐσίας τῆς τοῦ ἀνθρώπου, ἠρόμην, Τί δέ, ὦ Ἐρασίστρατε; ἀνὴρ ποῖός τις εἶναι δοκεῖ ἐν τῇ Σικελίᾳ;

{Ἐρασίστρατος} Οὗτος, ἔφη, Σικελιωτῶν καὶ Ἰταλιωτῶν καὶ δοκεῖ καὶ ἔστι πλέον πάντων πονηρότατος ἢ ὅσῳ πλουσιώτατος, οὕτως ὥστ᾿ εἴ τινα βούλει Σικελιωτῶν ἐρωτᾶν ὅντινα πονηρότατον νομίζει εἶναι καὶ πλουσιώτατον, οὐδεὶς ἂν φήσειεν ἄλλον ἢ τοῦτον.

{Σωκράτης} Οἰηθεὶς δ᾿ αὐτὸν ἐγὼ οὐ περὶ σμικρῶν τὸν λόγον ποιεῖσθαι, ἀλλὰ περὶ τῶν μεγίστων δοκούντων εἶναι, ἀρετῆς τε πέρι καὶ πλούτου, ἠρόμην πότερον ἂν φαίη πλουσιώτερον εἶναι ἄνθρωπον ὅτῳ ὄντα τυγχάνει τάλαντα ἀργυρίου, ἢ ὅτῳ ἀγρὸς ἄξιος δυοῖν ταλάντοιν.

{Ἐρασίστρατος} Οἶμαι μὲν ἐγώ, ἔφη, ὅτῳ ἀγρός.

{Σωκράτης} Οὐκοῦν, ἔφην ἐγώ, κατὰ τὸν αὐτὸν λόγον, καὶ εἰ τυγχάνοι τῳ ἱμάτια ὄντα ἢ στρώματα ἢ τἆλλα ἔτι πλέονος ἄξια ἢ ὅσου τῷ ξένῳ, οὗτος εἴη ἂν πλουσιώτερος.

{Ἐρασίστρατος} Συνέφη καὶ ταῦτα.

{Σωκράτης} Εἰ δέ τίς σοι διδοίη αἵρεσιν τούτοιν, πότερον ἂν βούλοιο;

{Ἐρασίστρατος} Ἐγὼ μὲν ἄν, ἔφη, τὸ πλείστου ἄξιον.

{Σωκράτης} Ποτέρως ἂν οἰόμενος πλουσιώτερος εἶναι;

{Ἐρασίστρατος} Οὕτω.

{Σωκράτης} Νυνὶ μὲν ἄρα φαίνεται οὗτος ἡμῖν ὢν πλουσιώτατος, ὅστις πλείστου ἄξια κέκτηται;

{Ἐρασίστρατος} Ναί, ἔφη.

{Σωκράτης} Οὐκοῦν, ἦν δ᾿ ἐγώ, οἱ ὑγιαίνοντες τῶν καμνόντων πλουσιώτεροι ἂν εἴησαν, εἴπερ ἡ ὑγίεια πλείονος ἄξιον κτῆμα ἢ τὰ τοῦ κάμνοντος χρήματα. οὐδείς γ᾿ ἂν οὖν ὅστις οὐχὶ προτιμήσειεν ὑγιαίνειν ὀλίγον κεκτημένος ἀργύριον μᾶλλον ἢ τὰ βασιλέως τοῦ μεγάλου χρήματα κεκτημένος νοσεῖν, δῆλον ὅτι πλείονος ἄξιον οἰόμενος εἶναι τὴν ὑγίειαν. οὐ γὰρ ἄν ποτε προῃρεῖτο, εἰ μὴ προτιμότερον ἡγεῖτο εἶναι τῶν χρημάτων.

{Ἐρασίστρατος} Οὐ γάρ.

{Σωκράτης} Οὐκοῦν καὶ εἴ τι ἄλλο φαίνοιτο πλείονος ἄξιον τῆς ὑγιείας, ὁ τοῦτο κεκτημένος, οὗτος ἂν πλουσιώτατος εἴη.

{Ἐρασίστρατος} Ναί.

{Σωκράτης} Εἰ δὲ δή τις ἡμᾶς νυνὶ προσελθὼν ἔροιτο, Ὦ Σώκρατες καὶ Ἐρυξία καὶ Ἐρασίστρατε, ἔχοιτ᾿ ἂν εἰπεῖν μοι τί ἐστιν ἀνθρώπῳ πλείστου ἄξιον κτῆμα; ἆρά γε τοῦτο ὃ κτησάμενος ἄνθρωπος ἄριστα βουλεύοιτο περὶ τούτου, ὅπως ἂν βέλτιστα διαπράττοιτο τά τε αὐτὸς αὑτοῦ πράγματα καὶ τὰ τῶν φίλων; τί ἂν εἶναι τοῦτο φήσαιμεν;

{Ἐρασίστρατος} Ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, εὐδαιμονία πλείστου ἄξιον ἀνθρώπῳ εἶναι.

{Σωκράτης} Καὶ οὐ κακῶς γ᾿, ἔφην ἐγώ· ἀλλ᾿ ἆρά γε τούτους ἂν τῶν ἀνθρώπων εὐδαιμονεστάτους ἡγησαίμεθα εἶναι, οἵτινες μάλιστα εὖ πράττοιεν;

{Ἐρασίστρατος} Ἐμοὶ γοῦν δοκοῦσιν.

{Σωκράτης} Οὐκοῦν ἂν οὗτοι ἄριστα πράττοιεν, ὅσοιπερ καὶ ἐλάχιστα ἐξαμαρτάνοιεν περὶ σφᾶς αὐτοὺς καὶ περὶ τοὺς ἄλλους ἀνθρώπους, τὰ δὲ πλεῖστα κατορθοῖεν;

{Ἐρασίστρατος} Πάνυ γε.

[394]

{Σωκράτης} Οὐκοῦν οἱ ἐπιστάμενοι τὰ κακὰ καὶ τὰ ἀγαθά, καὶ ὅσα πρακτέα καὶ ὅσα μή, οὗτοι ἂν ὀρθότατα πράττοιεν καὶ ἐλάχιστα ἐξαμαρτάνοιεν;

{Ἐρασίστρατος} Συνεδόκει καὶ ταῦτα.

{Σωκράτης} Νῦν ἄρα ἡμῖν φαίνονται οἱ αὐτοὶ ἄνδρες σοφώτατοί τε καὶ ἄριστα πράττοντες καὶ εὐδαιμονέστατοι καὶ πλουσιώτατοι, εἴπερ ἄρα ἡ σοφία τοῦ πλείστου ἄξιον κτῆμα φαίνεται.

Ναί.

{Ἐρασίστρατος} Ἀλλ᾿, ἔφη ὑπολαβὼν ὁ Ἐρυξίας, ὦ Σώκρατες, τί ἂν ὄφελος εἴη τῷ ἀνθρώπῳ, εἰ σοφώτερος μὲν εἴη τοῦ Νέστορος, τὰ δ᾿ ἐπιτήδεια τὰ πρὸς τὴν δίαιταν μὴ τυγχάνοι ἔχων, σιτία καὶ ποτὰ καὶ ἱμάτια καὶ εἴ τι ἄλλο τῶν τοιούτων ἐστίν; τί ἂν ἡ σοφία ὠφελοίη; ἢ πῶς ἂν οὗτος πλουσιώτατος εἴη, ὅν γε οὐδὲν κωλύει πτωχεύειν, μηδενός γ᾿ εὐποροῦντα τῶν ἐπιτηδείων;

Σφόδρα οὖν ἐδόκει καὶ οὗτος λέγειν τι.

{Σωκράτης} Ἀλλὰ πότερον, ἦν δ᾿ ἐγώ, ὁ μὲν τὴν σοφίαν κεκτημένος πάθοι ἂν τοῦτο, εἰ ἐνδεὴς γένοιτο τούτων· εἰ δέ τις τὴν Πουλυτίωνος οἰκίαν κεκτημένος εἴη καὶ πλήρης εἴη χρυσίου καὶ ἀργυρίου ἡ οἰκία, οὐκ ἂν δεηθείη οὐδενός;

{Ἐρασίστρατος} Ἀλλ᾿, ἔφη, τοῦτον μὲν οὐδὲν κωλύει αὐτίκα νῦν διαθέμενον τὰ κτήματα ἔχειν ἀντ᾿ αὐτῶν τούτων ὧνπερ καὶ τυγχάνει δεόμενος εἰς τὴν δίαιταν, ἢ καὶ νόμισμα ἀνθ᾿ ὅτου ταῦτα δυνήσεται πορίζεσθαι, καὶ ἁπάντων εὐπορεῖν παραχρῆμα.

{Σωκράτης} Εἴ γε τυγχάνοιεν, ἔφην ἐγώ, οἱ ὄντες ἄνθρωποι δεόμενοι τοιαύτην σφίσιν οἰκίαν γενέσθαι μᾶλλον ἤπερ τὴν ἐκείνου σοφίαν, ἐπεὶ εἴ γε τοιοῦτοι εἴησαν οἷοι τὴν τοῦ ἀνθρώπου σοφίαν περὶ πλείονος ἡγεῖσθαι καὶ τὰ ἀπὸ ταύτης γιγνόμενα, πολὺ μᾶλλον οὗτος ἔχοι διατίθεσθαι, εἴπερ τυγχάνοι τι δεόμενος καὶ βούλοιτο καὶ αὐτὴν καὶ τὰ ἔργα τὰ ἀπὸ ταύτης διατίθεσθαι. ἢ τῆς μὲν οἰκίας ἥ τε χρῆσις πολλὴ τυγχάνει οὖσα καὶ ἀναγκαία, καὶ μεγάλα τῷ ἀνθρώπῳ τὰ διαφέροντα τὰ πρὸς τὸν βίον ἐν τῇ τοιαύτῃ οἰκίᾳ οἰκεῖν μᾶλλον ἢ ἐν σμικρῷ καὶ φαύλῳ οἰκιδίῳ, τῆς δὲ σοφίας ἥ τε χρεία ὀλίγου ἀξία καὶ τὰ διαφέροντα σμικρὰ ἢ σοφῷ ἢ ἀμαθεῖ εἶναι περὶ τῶν μεγίστων; ἢ τούτου μὲν καταφρονεῖν τοὺς ἀνθρώπους καὶ μὴ εἶναι ὠνητάς, τῆς δὲ κυπαρίττου τῆς ἐν τῇ οἰκίᾳ καὶ Πεντελικῶν λίθων πολλοὺς τοὺς δεομένους τε καὶ βουλομένους πρίασθαι; οὔκουν ἂν εἴ γε σοφὸς εἴη κυβερνήτης οὐδὲ ἰατρὸς σοφὸς τὴν τέχνην, ἤ τιν᾿ ἄλλην τῶν τοιουτοτρόπων τεχνῶν εὖ καὶ καλῶς δύναιτο μεταχειρίζεσθαι, οὐδενὸς ὅτου οὐκ ἂν ἐντιμότερος εἴη τῶν κατὰ τὰς οὐσίας μεγίστων κτημάτων· ὁ δὲ δυνάμενος εὖ βουλεύεσθαι καὶ αὐτὸς αὑτοῦ πέρι καὶ ἑτέρου, ὅπως ἂν ἄριστα πράττοι, οὐκ ἂν ἄρα δύναιτο διατίθεσθαι, εἴπερ βούλοιτό γε τοῦτο πράττειν;

[395]

{Ἐρυξίας} Ὑπολαβὼν δὲ καὶ ὑποβλέψας ὁ Ἐρυξίας, ὥσπερ τι ἀδικούμενος, Σὺ γὰρ ἄν, ἔφη, ὦ Σώκρατες, εἰ δέοι σε τἀληθῆ λέγειν, φαίης ἂν εἶναι Καλλίου τοῦ Ἱππονίκου πλουσιώτερος; καίτοι οὐκ ἂν ἀμαθέστερός γε ὁμολογήσαις ἂν εἶναι περὶ οὐδενὸς τῶν μεγίστων, ἀλλὰ σοφώτερος· καὶ οὐδὲν μᾶλλον διὰ τοῦτο πλουσιώτερος εἶ.

{Σωκράτης} Ἴσως γάρ, ἦν δ᾿ ἐγώ, σὺ οἴει, ὦ Ἐρυξία, τουτουσὶ μὲν τοὺς λόγους, οὓς νυνὶ διαλεγόμεθα, εἶναι παιδιάν, ἐπεὶ οὐκ ἀληθῶς γε οὕτως ἔχειν, ἀλλ᾿ ὥσπερ ἐν τῇ πεττείᾳ εἶναι πεττούς, οὓς εἴ τις φέροιτο, δύναιτ᾿ ἂν τοὺς ἀντιπαίζοντας ποιεῖν ἡττᾶσθαι οὕτως ὥστε μὴ ἔχειν ὅτι πρὸς ταῦτα ἀντιφέρωσιν. ἴσως οὖν καὶ περὶ τῶν πλουσίων οἴει μὲν οὐδέν τι μᾶλλον οὕτως ἔχειν, λόγους δέ τινας εἶναι τοιούτους οὐδέν τι μᾶλλον ἀληθεῖς ἢ ψευδεῖς, οὓς λέγων ἄνθρωπος περιγίγνοιτ᾿ ἂν τῶν ἀντιλεγόντων, ὡς οἱ σοφώτατοι καὶ πλουσιώτατοι ἡμῖν εἰσιν, καὶ ταῦτα μέντοι αὐτὰ ψευδῆ λέγων ἀληθῆ λεγόντων. καὶ οὐδὲν μὲν ἴσως θαυμαστόν, ὁμοίως ὥσπερ εἰ δύ᾿ ἀνθρώπω περὶ γραμμάτων λεγοίτην, ὁ μὲν φάσκων τοῦ Σωκράτους ἄρχειν σῖγμα, ὁ δ᾿ ἕτερος ἄλφα, οὗτος ἂν εἴη κρείττων ὁ λόγος ὁ τοῦ λέγοντος ἄλφα ἢ τοῦ φάσκοντος σῖγμα ἄρχειν.

Περιβλέψας δὲ πρὸς τοὺς παρόντας ὁ Ἐρυξίας, ἅμα γελῶν τε καὶ ἐρυθριῶν, ὥσπερ οὐ παρὼν τοῖς ἔμπροσθεν λελεγμένοις,

{Ἐρυξίας} Ἐγὼ μέν, ἔφη, ὦ Σώκρατες, οὐ τοιούτους ᾤμην δεῖν τοὺς λόγους εἶναι οἷς μήτ᾿ ἂν πεῖσαι δύναιτό τις μηδένα τῶν παρόντων, μήτ᾿ ἂν ὠφεληθείη μηδὲν ἀπ᾿ αὐτῶν – τίς γὰρ ἂν ἀνθρώπων ποτὲ πεισθείη νοῦν ἔχων ὡς οἱ σοφώτατοι ἡμῖν πλουσιώτατοι; – ἀλλὰ μᾶλλον, ἐπειδὴ περὶ τοῦ πλουτεῖν, διαλέγεσθαι δεῖν ὁπόθεν καλόν ἐστι πλουτεῖν καὶ ὁπόθεν αἰσχρόν, καὶ αὐτὸ τὸ πλούσιον εἶναι ὁποῖόν τί ἐστιν, πότερον ἀγαθὸν ἢ κακόν.

{Σωκράτης} Εἶεν, ἔφην ἐγώ· τοιγαροῦν τὸ λοιπὸν δὴ φυλαξόμεθα· καλῶς δὲ καὶ σὺ ποιεῖς παραινῶν. ἀλλὰ τί οὐκ αὐτός, ἐπείπερ εἰσηγῇ τὸν λόγον, ἐπεχείρησας εἰπεῖν πότερον σοὶ δοκεῖ ἀγαθὸν εἶναι τὸ πλουτεῖν ἢ κακόν; ἐπειδήπερ οἵ γ᾿ ἔμπροσθεν λόγοι οὐ περὶ τούτου δοκοῦσί σοι εἰρῆσθαι.

{Ἐρυξίας} Ἐμοὶ μὲν τοίνυν δοκεῖ ἀγαθὸν εἶναι, ἔφη, τὸ πλουτεῖν.

{Κριτίας} Ἔτι δ᾿ αὐτοῦ τι βουλομένου λέγειν, ὑποκρούσας ὁ Κριτίας, Σὺ γὰρ εἰπέ μοι, ὦ Ἐρυξία, ἀγαθὸν ἡγῇ τὸ πλουτεῖν;

{Ἐρυξίας} Ἔγωγε νὴ Δία· ἦ γὰρ ἂν μαινοίμην. καὶ οὐδένα γε οἶμαι εἶναι ὅστις ἂν οὐχ ὁμολογήσειεν ταῦτα.

[396]

{Κριτίας} Καὶ μήν, ἔφη ὁ ἕτερος, καὶ ἐγὼ οἶμαι οὐδένα ὅντιν᾿ οὐκ ἂν ποιῆσαι ὁμολογεῖν ἐμοὶ ἐνίοις ἀνθρώποις κακὸν εἶναι τὸ πλουτεῖν. οὐκ ἂν οὖν, εἴπερ ἀγαθὸν ἦν, κακὸν ἡμῶν ἐνίοις ἐφαίνετο.

{Σωκράτης} Εἶπον οὖν αὐτοῖν ὅτι Ἐγώ τοι ὑμᾶς, εἰ μὲν ἐτυγχάνετε περὶ τούτου διαφερόμενοι, ὁπότερος ὑμῶν ἀληθέστερα λέγει περὶ ἱππασίας, ὅπως ἄν τις ἄριστα ἱππεύοι, εἰ μὲν αὐτὸς ἐτύγχανον ἱππικὸς ὤν, αὐτὸς ἂν ὑμᾶς ἐπειρώμην παύειν τῆς διαφορᾶς – ᾐσχυνόμην γὰρ ἂν εἰ παρὼν μὴ καθ᾿ ὅσον οἷός τ᾿ ἦν ἐκώλυον διαφερομένους – ἢ εἰ περὶ ἑτέρου οὑτινοσοῦν διαφερόμενοι μηδέν τι μᾶλλον ἐμέλλετε, εἰ μὴ ὁμολογοῖτε τουτί, μᾶλλον ἐχθρὼ ἀντὶ φίλων ἀπαλλαγῆναι· νῦν δέ, ἐπειδὴ τετυχήκατε περὶ τοιούτου πράγματος διαφερομένω, ᾧ ἀνάγκη προσχρῆσθαι παρ᾿ ὅλον τὸν βίον, καὶ μεγάλως διαφέρει πότερον ἐπιμελητέον ἐστὶν τούτου ὡς ὠφελίμου ὄντος ἢ οὔ, καὶ ταῦτα οὐ τῶν φαύλων ἀλλὰ τῶν μεγίστων δοκούντων εἶναι τοῖς Ἕλλησιν – οἱ γοῦν πατέρες τουτὶ πρῶτον τοῖς σφετέροις ὑέσιν παραινοῦσιν, ἐπειδὰν εἰς τὴν ἡλικίαν τάχιστα ἀφίκωνται τοῦ ἤδη φρονεῖν, ὡς δοκοῦσιν, σκοπεῖν ὁπόθεν πλούσιοι ἔσονται, ὡς, ἂν μέν τι ἔχῃς, ἄξιός του εἶ, ἐὰν δὲ μή, οὐδενός – εἰ οὖν σπουδάζεται μὲν οὑτωσὶ σφόδρα, ὑμεῖς δὲ τἆλλα συμφερομένω, περὶ τούτου οὑτωσὶ μεγάλου πράγματος διαφέρεσθε, ἔτι δ᾿ αὖ πρὸς τούτοις περὶ τοῦ πλουτεῖν διαφέρεσθε οὐχ ὁπότερον μέλαν ἢ λευκὸν οὐδὲ ὁπότερον κοῦφον ἢ βαρύ, ἀλλ᾿ ὁπότερον κακὸν ἢ ἀγαθόν, ὡς ἂν μάλιστα καὶ εἰς ἔχθραν καταστῆναι, εἰ τῶν κακῶν τε καὶ ἀγαθῶν πέρι διαφέρεσθε, καὶ ταῦτα μέντοι τὰ μάλιστα φίλω τε ὄντε καὶ συγγενεῖ – ἐγὼ οὖν, ὅσον ἂν ἐπ᾿ ἐμοὶ ᾖ, οὐ περιόψομαι ὑμᾶς αὐτοὺς αὑτοῖς διαφερομένους· ἀλλ᾿ εἰ μὲν αὐτὸς οἷός τ᾿ ἦ, φράσας ἂν ὑμῖν ὅπως ἔχει, ἔπαυσα τῆς διαφορᾶς· νυνὶ δ᾿ ἐπειδὴ αὐτὸς μὲν οὐ τυγχάνω οἷός τ᾿ ὤν, ὑμῶν δ᾿ ἑκάτερος οἴεται οἷός τ᾿ εἶναι ὁμολογεῖν ποιῆσαι τὸν ἕτερον, ἕτοιμός εἰμι συλλαμβάνειν καθ᾿ ὅσον ἂν δύνωμαι, ἵνα διομολογηθῇ ὑμῖν ὅπως ἔχει τοῦτο. σὺ οὖν, ἔφην, ὦ Κριτίς, ἐπιχείρει ποιῆσαι ἡμᾶς ὁμολογεῖν, ὥσπερ ὑπεδέξω.

{Κριτίας} Ἀλλ᾿, ἔφη, ἐγὼ μέν, ὥσπερ ἠρξάμην, Ἐρυξίαν τοῦτον ἡδέως ἐροίμην ἂν εἰ δοκοῦσιν αὐτῷ εἶναι ἄνθρωποι ἄδικοι καὶ δίκαιοι.

{Ἐρυξίας} Νὴ Δία, ἔφη ἐκεῖνος, καὶ σφόδρα μέντοι.

{Κριτίας} Τί δέ; τὸ ἀδικεῖν πότερον κακόν σοι δοκεῖ εἶναι ἢ ἀγαθόν;

{Ἐρυξίας} Κακὸν ἔμοιγε.

{Κριτίας} Δοκεῖ δ᾿ ἄν σοι ἄνθρωπος, εἰ μοιχεύοι τὰς τῶν πέλας γυναῖκας ἐπ᾿ ἀργυρίῳ, ἀδικεῖν ἂν ἢ οὔ; καὶ ταῦτα μέντοι καὶ τῆς πόλεως καὶ τῶν νόμων κωλυόντων;

{Ἐρυξίας} Ἀδικεῖν ἂν ἔμοιγε δοκεῖ.

[397]

{Κριτίας} Οὐκοῦν, ἔφη, εἰ μὲν πλούσιος τυγχάνοι ὢν καὶ ἀργύριον δυνατὸς ἀναλῶσαι ὁ ἄδικός τε ἄνθρωπος καὶ ὁ βουλόμενος, ἐξαμαρτάνοι ἄν· εἰ δέ γε μὴ ὑπάρχοι πλουσίῳ εἶναι τῷ ἀνθρώπῳ, οὐκ ἔχων ὁπόθεν ἀναλίσκοι, οὐδ᾿ ἂν διαπράττεσθαι δύναιτο ἃ βούλεται, ὥστ᾿ οὐκ ἂν οὐδὲ ἐξαμαρτάνοι. διὸ καὶ λυσιτελοῖ ἂν τῷ ἀνθρώπῳ μᾶλλον μὴ εἶναι πλουσίῳ, εἴπερ ἧττον διαπράξεται ἃ βούλεται, βούλεται δὲ μοχθηρά. καὶ πάλιν αὖ τὸ νοσεῖν πότερον ἂν φαίης κακὸν ἢ ἀγαθὸν εἶναι;

{Ἐρυξίας} Κακὸν ἔγωγε.

{Κριτίας} Τί δέ; δοκοῦσί τινές σοι ἀκρατεῖς εἶναι ἄνθρωποι;

{Ἐρυξίας} Ἔμοιγε.

{Κριτίας} Οὐκοῦν εἰ βέλτιον εἴη πρὸς ὑγίειαν τούτῳ τῷ ἀνθρώπῳ ἀπέχεσθαι σίτων καὶ ποτῶν καὶ τῶν ἄλλων τῶν ἡδέων δοκούντων εἶναι, ὁ δὲ μὴ οἷός τ᾿ εἴη δι᾿ ἀκράτειαν, βέλτιον ἂν εἴη τούτῳ τῷ ἀνθρώπῳ μὴ ὑπάρχειν ὁπόθεν ἐκποριεῖται ταῦτα, μᾶλλον ἢ πολλὴν περιουσίαν εἶναι τῶν ἐπιτηδείων; οὕτω γὰρ ἂν αὐτῷ οὐκ ἐξουσία εἴη ἐξαμαρτάνειν, οὐδ᾿ εἰ σφόδρα βούλοιτο.

{Σωκράτης} Ἐδόκει οὖν εὖ καὶ καλῶς διειλέχθαι ὁ Κριτίας οὕτως, ὥστ᾿ εἰ μὴ ᾐσχύνετο τοὺς παρόντας ὁ Ἐρυξίας, οὐδὲν αὐτὸν ἐκώλυεν ἀναστάντα τύπτειν τὸν Κριτίαν· οὕτως ᾤετο μεγάλου τινὸς ἐστερῆσθαι, ἐπεὶ αὐτῷ φανερὸν ἐγένετο ὅτι οὐκ ὀρθῶς τὸ πρότερον ἐδόξαζε περὶ τοῦ πλουτεῖν. καταμαθὼν δ᾿ ἐγὼ οὕτως ἔχοντα τὸν Ἐρυξίαν, καὶ εὐλαβούμενος μὴ ποῤῥωτέρω τις λοιδορία καὶ ἐναντίωσις γένοιτο, Τουτονὶ μὲν τὸν λόγον, ἔφην ἐγώ, πρῴην ἐν Λυκείῳ ἀνὴρ σοφὸς λέγων Πρόδικος ὁ Κεῖος ἐδόκει τοῖς παροῦσι φλυαρεῖν οὕτως, ὥστε μηδένα δύνασθαι πεῖσαι τῶν παρόντων ὡς ἀληθῆ λέγει. καὶ δῆτα καὶ μειράκιόν τι σφόδρα νέον προσελθὸν καὶ στωμύλον, προσκαθιζόμενον, κατεγέλα τε καὶ ἐχλεύαζεν καὶ ἔσειεν αὐτόν, βουλόμενον λόγον λαμβάνειν ὧν ἔλεγεν· καὶ μέντοι καὶ πολὺ μᾶλλον εὐδοκίμησε παρὰ τοῖς ἀκροωμένοις ἤπερ ὁ Πρόδικος.

{Ἐρασίστρατος} Ἆρ᾿ οὖν, ἔφη ὁ Ἐρασίστρατος, ἔχοις ἂν ἡμῖν ἀπαγγεῖλαι τὸν λόγον;

{Σωκράτης} Πάνυ μὲν οὖν, ἐὰν ἄρα ἀναμνησθῶ. ὡδὶ γάρ πως, ὡς ἐγᾦμαι, εἶχεν. Ἠρώτα γὰρ αὐτὸν τὸ μειράκιον πῶς οἴεται κακὸν εἶναι τὸ πλουτεῖν, καὶ ὅπως ἀγαθόν. ὁ δ᾿ ὑπολαβών, ὥσπερ καὶ σὺ νυνδή, ἔφη, Τοῖς μὲν καλοῖς κἀγαθοῖς τῶν ἀνθρώπων ἀγαθόν, καὶ τοῖς ἐπισταμένοις ὅπου δεῖ χρῆσθαι τοῖς χρήμασι, τούτοις μὲν ἀγαθόν, τοῖς δὲ μοχθηροῖς καὶ ἀνεπιστήμοσιν κακόν. ἔχει δ᾿, ἔφη, καὶ τἆλλα πράγματα οὕτω πάντα· ὁποῖοι γὰρ ἄν τινες ὦσιν οἱ χρώμενοι, τοιαῦτα καὶ τὰ πράγματα αὐτοῖς ἀνάγκη εἶναι. καλῶς δ᾿, ἔφη, δοκεῖ μοι καὶ τὸ τοῦ Ἀρχιλόχου πεποιῆσθαι –

καὶ φρονεῦσι τοῖ᾿ ὁκοίοις ἐγκυρέωσιν ἔργμασιν.

[398] Νῦν ἄρ᾿, ἔφη τὸ μειράκιον, εἴ τις ἐμὲ σοφὸν ποιοῖ ταύτην τὴν σοφίαν ἣν οἱ ἀγαθοὶ ἄνδρες σοφοί εἰσιν, ἅμα ἀνάγκη καὶ τὰ ἄλλα πράγματ᾿ αὐτὸν ἀγαθὰ ἐμοὶ ποιεῖν, πρὸς μὲν αὐτὰ ἐκεῖνα μηδὲν πραγματευσάμενον, ὅτι δέ με ἀντ᾿ ἀμαθοῦς σοφὸν πεποίηκεν ἄρα· ὥσπερ εἴ τις ἐμὲ νυνὶ γραμματικὸν ποιήσειεν, ἀνάγκη αὐτὸν καὶ τἆλλα πράγματα γραμματικὰ ἐμοὶ ποιεῖν, καὶ εἰ μουσικόν, μουσικά, ὥσπερ ὅταν ἀγαθὸν ἐμὲ ποιήσῃ, ἅμα ἀγαθὰ καὶ τὰ πράγματα πεποιηκέναι μοι. Οὐ μέντοι ταῦτά γε συνέφη ὁ Πρόδικος ἀλλ᾿ ἐκεῖνα μὲν ὡμολόγει.

Πότερον δέ σοι δοκεῖ, ἔφη, ὥσπερ οἰκίαν ποιεῖν ἀνθρώπου ἔργον εἶναι, οὕτω καὶ πράγματα ἀγαθὰ ποιεῖν; ἢ ἀνάγκη, ὁποῖ᾿ ἄττ᾿ ἂν τὴν ἀρχὴν γένωνται, εἴτε κακὰ εἴτε ἀγαθά, τοιαῦτα διατελεῖν ὄντα αὐτά; Ὑποπτεύσας δέ μοι δοκεῖ ὁ Πρόδικος ᾗ ἔμελλεν ὁ λόγος χωρήσεσθαι αὐτῶν, σφόδρα πανούργως, ἵνα μὴ πάντων τῶν παρόντων ἐναντίον φαίνοιτο ἐξελεγχόμενος ὑπὸ τοῦ μειρακίου – μόνῳ μὲν γὰρ αὑτῷ τοῦτο παθεῖν οὐδὲν ᾤετο διαφέρειν – ἔφη ἀνθρώπου ἔργον εἶναι.

Πότερον δέ σοι, ἔφη, δοκεῖ εἶναι διδακτὸν ἡ ἀρετὴ ἢ ἔμφυτον;

Διδακτόν, ἔφη, ἔμοιγε.

Οὐκοῦν, ἔφη, ἂν δοκεῖ σοι ἠλίθιος εἶναι εἴ τις οἴοιτο τοῖς θεοῖς εὐχόμενος γραμματικὸς ἂν γενέσθαι ἢ μουσικός, ἢ ἑτέραν τινὰ ἐπιστήμην λαβεῖν ἣν ἀνάγκη μαθόντα παρ᾿ ἑτέρου ἢ αὐτὸν ἐξευρόντα κτήσασθαι;

Συνέφη καὶ ταῦτα.

Οὐκοῦν, ἔφη τὸ μειράκιον, σύ, ὦ Πρόδικε, ὅταν εὔχῃ τοῖς θεοῖς εὖ πράττειν καὶ ἀγαθά σοι εἶναι, τότε οὐδὲν ἕτερον εὔχῃ ἢ καλὸς κἀγαθὸς γενέσθαι, εἴπερ γε τοῖς μὲν καλοῖς κἀγαθοῖς τῶν ἀνθρώπων καὶ τὰ πράγματα τυγχάνει ἀγαθὰ ὄντα, τοῖς δὲ φαύλοις μοχθηρά. εἴπερ οὖν τυγχάνει ἡ ἀρετὴ διδακτὸς οὖσα, οὐδὲν ἕτερον φαίνοιο ἂν εὐχόμενος ἢ διδαχθῆναι ἃ οὐκ ἐπίστασαι.

{Σωκράτης} Εἶπον οὖν ἐγὼ πρὸς τὸν Πρόδικον ὅτι μοι δοκεῖ οὐχὶ φαῦλον πρᾶγμα πεπονθέναι, εἰ τυγχάνει τούτου διημαρτηκώς, εἰ οἴεται ἡμῖν παρὰ τῶν θεῶν ἃ εὐχόμεθα γενέσθαι ἂν καὶ ἅμα· εἰ καὶ σὺ ἑκάστοτε σπουδῇ βαδίζων εἰς πόλιν, προσευχόμενος αἰτεῖς παρὰ τῶν θεῶν δοῦναί σοι ἀγαθά, οὐ μέντοι οἶσθα εἰ οἷοί τέ σοι ἐκεῖνοι ταῦτα δοῦναι ἃ σὺ τυγχάνεις αἰτούμενος, ὥσπερ ἂν εἰ πρὸς τὰς τοῦ γραμματιστοῦ φοιτῶν θύρας ἀντιβολοίης σοι δοῦναι γραμματικὴν ἐπιστήμην μηδὲν ἄλλο πραγματευσαμένῳ, ἀλλὰ ἥντινα λαβὼν παραχρῆμα καὶ δυνήσῃ πράττειν τὰ τοῦ γραμματιστοῦ ἔργα. [399] Ταῦτα ἐμοῦ λέγοντος ὁ Πρόδικος ἀντανήγετο πρὸς τὸ μειράκιον, ὡς ἀμυνούμενος καὶ ἐπιδείξων ταῦτα ἅπερ σὺ νυνδή, ἀγανακτῶν εἰ φαίνοιτο μάτην τοῖς θεοῖς εὐχόμενος. εἶτα προσελθὼν ὁ γυμνασίαρχος ἀπαλλάττεσθαι αὐτὸν ἐκ τοῦ γυμνασίου ἐκέλευεν ὡς οὐκ ἐπιτήδεια τοῖς νέοις διαλεγόμενον, εἰ δὲ μὴ ἐπιτήδεια, δῆλον ὅτι μοχθηρά. Τούτου δή σοι ἕνεκα ταῦτα διῆλθον, ἵνα θεάσαιο ὡς ἔχουσιν οἱ ἄνθρωποι πρὸς τὴν φιλοσοφίαν. εἰ μέν γε Πρόδικος παρῆν λέγων ταῦτα, μαίνεσθαι τοῖς παροῦσιν ἐδόκει ἂν οὕτως, ὥστε καὶ ἐκβληθῆναι ἐκ τοῦ γυμνασίου, σὺ δὲ νυνὶ οὕτω σφόδρα δοκεῖς εὖ διειλέχθαι, ὥστε οὐ μόνον τοὺς παρόντας πεῖσαι, ἀλλὰ καὶ τὸν ἀντιλέγοντα ποιῆσαι ὁμολογεῖν σοι· δῆλον ὅτι ὥσπερ ἐν τοῖς δικαστηρίοις, εἰ δύ᾿ ἄνθρωποι τύχοιεν τὴν αὐτὴν μαρτυρίαν μαρτυροῦντες, ὁ μὲν καλὸς κἀγαθὸς δοκῶν εἶναι, ὁ δὲ μοχθηρός, διὰ τὴν τοῦ μοχθηροῦ μαρτυρίαν οὐδὲν ἄν τι μᾶλλον οἱ δικασταὶ πεισθείησαν, ἀλλὰ τυχὸν καὶ τἀναντία ποιήσειαν· εἰ δ᾿ ὁ καλὸς κἀγαθὸς δοκῶν ταῦτα φήσειε, καὶ σφόδρ᾿ ἂν δοκοῖ ταῦτα ἀληθῆ εἶναι. ἴσως οὖν καὶ οἱ παρόντες τοιοῦτόν τι πεπόνθασιν πρὸς σὲ καὶ Πρόδικον· τὸν μὲν σοφιστὴν καὶ ἀλαζόνα ἡγοῦντο εἶναι, σὲ δὲ πολιτικόν τε καὶ ἄνδρα καὶ πολλοῦ ἄξιον. εἶτα οἴονται δεῖν μὴ αὐτὸν τὸν λόγον θεωρεῖν, ἀλλὰ τοὺς λέγοντας, ὁποῖοί τινες ἂν ὦσιν.

{Ἐρασίστρατος} Ἀλλὰ μέντοι, ἔφη ὁ Ἐρασίστρατος, ὦ Σώκρατες, εἰ καὶ σκώπτων λέγεις, φαίνεσθαι ἔμοιγε δοκεῖ ὁ Κριτίας λέγων τι.

{Σωκράτης} Ἀλλὰ μὰ Δί᾿, ἦν δ᾿ ἐγώ, οὐδ᾿ ὁπωστιοῦν. ἀλλὰ τί οὐκ, ἐπεὶ ταῦτα εὖ καὶ καλῶς διείλεχθον, οὐ καὶ τὰ λοιπὰ τοῦ λόγου ἐπετελεσάτην; δοκεῖ δέ μοι ὑμῖν ἐπίλοιπόν τι εἶναι τῆς σκέψεως, ἐπειδὴ τοῦτό γε ἐδόκει ὁμολογεῖσθαι, τοῖς μὲν ἀγαθὸν εἶναι, τοῖς δὲ κακόν· λοιπὸν δὴ σκέψασθαι τί ἐστιν αὐτὸ τὸ πλουτεῖν. εἰ γὰρ μὴ τοῦτο πρῶτον εἴσεσθε, οὐδ᾿ ἂν ὁπότερον κακόν ἐστιν ἢ ἀγαθὸν δύναισθε συνομολογῆσαι. ἕτοιμος δ᾿ ὑμῖν καὶ ἐγώ, καθ᾿ ὅσον οἷός τ᾿ ἂν ὦ, συνδιασκοπεῖσθαι. φρασάτω οὖν ἡμῖν ὁ φάσκων τὸ πλουτεῖν ἀγαθὸν εἶναι, τούτου πέρι ὅπως τυγχάνει ἔχων.

{Ἐρασίστρατος} Ἀλλ᾿ ἐγὼ μέν, ἔφη, ὦ Σώκρατες, οὐδέν τι περιττότερον τῶν ἄλλων ἀνθρώπων τὸ πλουτεῖν λέγω εἶναι· τὸ γὰρ χρήματα πολλὰ κεκτῆσθαι, τοῦτο εἶναι τὸ πλουτεῖν· οἶμαι δὲ καὶ Κριτίαν τοῦτον οὐχ ἕτερόν τι τὸ πλουτεῖν οἴεσθαι εἶναι.

[400]

{Σωκράτης} Ἔτι μὲν ἄρα, ἦν δ᾿ ἐγώ, κἂν οὕτως ὑπόλοιπον εἴη σκέψασθαι ὁποῖά ἐστι χρήματα, ἵνα μὴ ὀλίγον ὕστερον περὶ τούτου αὖ πάλιν φαίνησθον διαφερομένω. αὐτίκα γὰρ οὗτοι Καρχηδόνιοι νομίσματι χρῶνται τοιῷδε· ἐν δερματίῳ σμικρῷ ἀποδέδεται ὅσον γε στατῆρος τὸ μέγεθος μάλιστα, ὅτι δέ ἐστιν τὸ ἐναποδεδεμένον, οὐδεὶς γιγνώσκει, εἰ μὴ οἱ ποιοῦντες· εἶτα κατεσφραγισμένῳ τούτῳ νομίζουσιν, καὶ ὁ πλεῖστα τοιαῦτα κεκτημένος, οὗτος πλεῖστα δοκεῖ χρήματα κεκτῆσθαι καὶ πλουσιώτατος εἶναι. εἰ δέ τις παρ᾿ ἡμῖν πλεῖστα τοιαῦτα κεκτημένος εἴη, οὐδὲν ἂν μᾶλλον πλούσιος εἴη ἢ εἰ ψήφους πολλὰς τῶν ἐκ τοῦ ὄρους ἔχοι. ἐν δὲ Λακεδαίμονι σιδηρῷ σταθμῷ νομίζουσιν, καὶ ταῦτα μέντοι τῷ ἀχρείῳ τοῦ σιδήρου· καὶ ὁ πολὺν σταθμὸν σιδήρου τοῦ τοιούτου κεκτημένος πλούσιος δοκεῖ εἶναι, ἑτέρωθι δ᾿ οὐδενὸς ἄξιον τὸ κτῆμα. ἐν δὲ τῇ Αἰθιοπίᾳ λίθοις ἐγγεγλυμμένοις χρῶνται, οἷς οὐδὲν ἂν ἔχοι χρήσασθαι Λακωνικὸς ἀνήρ. ἐν δὲ Σκύθαις τοῖς νομάσιν εἴ τις τὴν Πουλυτίωνος οἰκίαν κεκτημένος εἴη, οὐδὲν ἂν πλουσιώτερος δοκοῖ εἶναι ἢ εἰ παρ᾿ ἡμῖν τὸν Λυκαβηττόν. δῆλον οὖν ὅτι οὐκ ἂν εἴη ἕκαστά γε τούτων κτήματα, εἴπερ ἔνιοι τῶν κεκτημένων μηδὲν διὰ τοῦτο πλουσιώτεροι φαίνονται. ἀλλ᾿ ἔστιν, ἔφην, ἕκαστα τούτων ὄντα τοῖς μὲν χρήματά τε καὶ πλούσιοι οἱ ταῦτα κεκτημένοι, τοῖς δὲ οὔτε χρήματα οὔτε πλουσιώτεροι διὰ τοῦτο, ὥσπερ γε οὐδὲ καλά τε καὶ αἰσχρὰ πᾶσιν τὰ αὐτά, ἀλλ᾿ ἕτερα ἑτέροις. εἰ δὴ βουλοίμεθα ἐπισκέψασθαι τί δή ποτε τοῖς μὲν Σκύθαις αἱ οἰκίαι οὐ χρήματά εἰσιν, ἡμῖν δέ, ἢ τοῖς Καρχηδονίοις μὲν τὰ δέρματα, ἡμῖν δ᾿ οὔ, ἢ τοῖς Λακεδαιμονίοις ὁ σίδηρος χρήματα, ἡμῖν δ᾿ οὔ, ἆρ᾿ ἂν οὑτωσὶ μάλιστα ἐξεύροιμεν; αὐτίκα εἴ τις Ἀθήνησι τούτων τῶν λίθων τῶν ἐν τῇ ἀγορᾷ, οἷς οὐδὲν χρώμεθα, κεκτημένος εἴη χίλια τάλαντα σταθμόν, ἔστιν ὅτι ἂν πλουσιώτερος νομίζοιτο εἶναι διὰ τοῦτο;

{Ἐρασίστρατος} Οὐκ ἔμοιγε φαίνεται.

{Σωκράτης} Ἀλλ᾿ εἰ τοῦ λυχνίτου λίθου κεκτημένος εἴη τὰ χίλια τάλαντα, καὶ σφόδρα πλούσιον φαίημεν εἶναι ἄν;

{Ἐρασίστρατος} Πάνυ γε.

{Σωκράτης} Ἆρά γε, ἔφην, διὰ τοῦτο, ὅτι τὸ μὲν χρήσιμον, τὸ δ᾿ ἀχρεῖον ἡμῖν ἐστι;

{Ἐρασίστρατος} Ναί.

{Σωκράτης} Ἐπεὶ καὶ ἐν τοῖς Σκύθαις τούτου ἕνεκα αὐτοῖς οἰκίαι οὐ χρήματά ἐστιν, ὅτι οὐδεμία αὐτοῖς χρεία οἰκίας ἐστίν· οὐδ᾿ ἂν προτιμήσειεν Σκύθης ἀνὴρ οἰκίαν αὑτῷ τὴν καλλίστην εἶναι μᾶλλον ἤπερ σίσυραν δερματίνην, ὅτι τὸ μὲν χρήσιμον, τὸ δ᾿ ἀχρεῖον αὐτῷ ἐστιν. αὖθις αὖ ἡμῖν τὸ Καρχηδόνιον νόμισμα οὐκ οἰόμεθα χρήματα εἶναι· οὐ γὰρ ἔστιν ὅτι ἂν αὐτοῦ κομισαίμεθα ὅσων δεόμεθα, ὥσπερ τῷ ἀργυρίῳ, ὥστ᾿ ἀχρεῖον ἂν ἡμῖν εἴη.

{Ἐρασίστρατος} Εἰκός γε.

{Σωκράτης} Ὅσα μὲν ἄρα τυγχάνει χρήσιμα ὄντα ἡμῖν, ταῦτα χρήματα· καὶ ὅσα δ᾿ ἀχρεῖα, ταῦτα δ᾿ οὐ χρήματα.

[401]

{Ἐρυξίας} Πῶς οὖν, ἔφη ὁ Ἐρυξίας ὑπολαβών, ὦ Σώκρατες; ἦ ἔστιν ὅτι χρώμεθα πρὸς ἀλλήλους τῷ διαλέγεσθαι καὶ τῷ βλάπτειν καὶ ἑτέροις πολλοῖς; ἆρα ἡμῖν ταῦτ᾿ ἂν εἴη τὰ χρήματα; καὶ μὴν χρήσιμά γε φαίνεται ὄντα. οὐκ αὖ οὐδ᾿ οὕτως ἐφαίνετο ἡμῖν ὅτι ποτ᾿ ἔστιν τὰ χρήματα. ὅτι μὲν γὰρ ἀνάγκη χρήσιμα εἶναι, ἐάνπερ μέλλῃ χρήματα ἔσεσθαι, τοῦτο μὲν ἐκ πάντων ὡμολογεῖτο σχεδόν τι· ἀλλὰ ποῖα δὴ τῶν χρησίμων, ἐπειδή γε οὐ πάντα;

{Σωκράτης} φέρε δή, εἰ πάλιν ὧδε μετίοιμεν, ἆρα μᾶλλόν τι εὑρεθείη ὃ ζητοῦμεν, τί ποτ᾿ ἐστὶν ὃ χρώμεθα χρήμασιν, καὶ πρὸς τί ηὕρηται ἡ τῶν χρημάτων κτῆσις, ὥσπερ τὰ φάρμακα πρὸς τὸ τὰς νόσους ἀπαλλάττειν; ἴσως γὰρ ἂν ἡμῖν οὕτως μᾶλλον φανερὸν γένοιτο. ἐπειδὴ ἀναγκαῖον μὲν φαίνεται, ὅσαπερ τυγχάνει χρήματα ὄντα, ταῦτα καὶ χρήσιμα εἶναι, τῶν δὲ χρησίμων γένος τι ὃ καλοῦμεν χρήματα, λοιπὸν ἂν εἴη σκέψασθαι τὰ πρὸς τίνα χρείαν χρήσιμα χρῆσθαι χρήματά ἐστιν. πάντα μὲν γὰρ ἴσως χρήσιμα, ὅσοισπερ πρὸς τὴν ἐργασίαν χρώμεθα, ὥσπερ γε πάντα μὲν τὰ ψυχὴν ἔχοντα ζῷα, τῶν δὲ ζῴων γένος τι καλοῦμεν ἄνθρωπον. εἰ δή τις ἡμᾶς ἔροιτο τίνος ἂν ἡμῖν ἐκποδὼν γενομένου οὐδὲν δεοίμεθα ἰατρικῆς οὐδὲ τῶν ταύτης ἐργαλείων, ἔχοιμεν ἂν εἰπεῖν ὅτι εἰ αἱ νόσοι ἀπαλλαγείησαν ἐκ τῶν σωμάτων καὶ μὴ γίγνοιντο παντάπασιν, ἢ γιγνόμεναι παραχρῆμα ἀπαλλάττοιντο. ἔστιν ἄρα, ὡς ἔοικεν, ἡ ἰατρικὴ τῶν ἐπιστημῶν ἡ πρὸς τοῦτο χρησίμη, πρὸς τὸ νόσους ἀπαλλάττειν. εἰ δέ τις ἡμᾶς πάλιν ἔροιτο τίνος ἂν ἡμῖν ἀπαλλαγέντος οὐδὲν δεοίμεθα χρημάτων, ἆρ᾿ ἂν ἔχοιμεν εἰπεῖν; εἰ δὲ μή, πάλιν ὡδὶ σκοπώμεθα· φέρε, εἰ οἷός τε εἴη ζῆν ἄνθρωπος ἄνευ σίτων καὶ ποτῶν, καὶ μὴ πεινῷ μηδὲ διψῷ, ἔσθ᾿ ὅτι ἂν ἢ αὐτῶν τούτων δέοιτο ἢ ἀργυρίου ἢ ἑτέρου τινὸς ἵνα ταῦτα ἐκπορίζηται;

{Ἐρυξίας} Οὐκ ἔμοιγε δοκεῖ.

{Σωκράτης} Οὐκοῦν καὶ τἆλλα κατὰ τὸν αὐτὸν τρόπον· εἰ μὴ δεοίμεθα πρὸς τὴν τοῦ σώματος θεραπείαν ὧν νῦν ἐνδεεῖς ἐσμεν, καὶ ἀλέας καὶ ψύχους ἐνίοτε, καὶ τῶν ἄλλων ὅσων τὸ σῶμα ἐνδεὲς γιγνόμενον προσδεῖται, ἄχρηστ᾿ ἂν ἡμῖν εἴη τὰ καλούμενα χρήματα, εἰ μηδείς γε παντάπασιν μηδενὸς δέοιτο τούτων ὧν ἕνεκεν νυνὶ βουλόμεθα χρήματα ἡμῖν εἶναι, ἵνα ἐξικοίμεθα πρὸς τὰς ἐπιθυμίας καὶ τὰς ἐνδείας τοῦ σώματος, ὧν ἂν ἑκάστοτε δεώμεθα. εἰ δ᾿ ἔστιν ἄρα πρὸς τοῦτο χρήσιμον ἡ τῶν χρημάτων κτῆσις, πρὸς τὴν τοῦ σώματος θεραπείαν τῶν ἐνδειῶν, εἰ γοῦν ἡμῖν τοῦτο ἐκ μέσου ἀναιρεθείη, οὐδὲν ἂν δεοίμεθα χρημάτων, ἴσως δ᾿ ἂν οὐδ᾿ εἴη παντάπασιν χρήματα.

{Ἐρυξίας} Φαίνεται.

{Σωκράτης} Φαίνεται ἄρα ἡμῖν, ὡς ἔοικεν, τὰ πρὸς ταύτην τὴν πραγματείαν χρήσιμα τῶν πραγμάτων ταῦτα εἶναι χρήματα.

{Ἐρυξίας} Συνέφη μὲν ταῦτα εἶναι χρήματα, οὐ μὴν ἀλλ᾿ ἐτάραττέ γε αὐτὸν σφόδρα τὸ λογίδιον.

[402]

{Σωκράτης} Τί δὲ τὰ τοιάδε; πότερον ἂν φήσαιμεν οἷόν τε εἶναι ταὐτὸν πρᾶγμα πρὸς τὴν αὐτὴν ἐργασίαν τοτὲ μὲν χρήσιμον εἶναι, τοτὲ δὲ ἀχρεῖον;

{Ἐρυξίας} Οὐκ ἔγωγ᾿ ἂν φαίην, ἀλλ᾿ εἴ τι δεοίμεθα τούτου πρὸς τὴν αὐτὴν ἐργασίαν, καὶ χρήσιμόν μοι δοκεῖ εἶναι· εἰ δὲ μή, οὔ.

{Σωκράτης} Οὐκοῦν εἰ ἄνευ πυρὸς οἷοί τε εἶμεν ἀνδριάντα χαλκοῦν ἐργάσασθαι, οὐδὲν ἂν δεοίμεθα πυρὸς πρός γε τὴν τούτου ἐργασίαν· εἰ δὲ μὴ δεοίμεθα, οὐδ᾿ ἂν χρήσιμον ἡμῖν εἴη. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ τῶν ἄλλων.

{Ἐρυξίας} Φαίνεται.

{Σωκράτης} Οὐκοῦν ὅσων ἄνευ οἷόν τε γίγνεσθαί τι, οὐδὲν ἂν τούτων ἡμῖν οὐδὲ χρήσιμον φαίνοιτο πρός γε τοῦτο.

{Ἐρυξίας} Οὐ γάρ.

{Σωκράτης} Οὐκοῦν εἴ ποτε φαινοίμεθα οἷοί τε ὄντες ἄνευ ἀργυρίου καὶ χρυσίου καὶ τῶν ἄλλων τῶν τοιούτων, οἷς μὴ αὐτοῖς χρώμεθα πρὸς τὸ σῶμα, ὥσπερ σιτίοις καὶ ποτοῖς καὶ ἱματίοις καὶ στρώμασιν καὶ οἰκίαις, παύειν τὰς τοῦ σώματος ἐνδείας, ὥστε μηκέτι δεῖσθαι, οὐκ ἂν ἡμῖν οὐδὲ χρήσιμα φαίνοιτο πρός γε τοῦτο ἀργύριόν τε καὶ χρυσίον καὶ τἆλλα τὰ τοιαῦτα, εἴπερ ποτὲ καὶ ἄνευ τούτων οἷόν τε γίγνεσθαι.

{Ἐρυξίας} Οὐ γάρ.

{Σωκράτης} Οὐκ ἂν ἄρα οὐδὲ χρήματα ἡμῖν ταῦτα φανείη, εἰ μηδὲν χρήσιμα· ἀλλὰ ταῦτ᾿ ἂν εἴη οἷς τὰ χρήσιμα οἷοί τ᾿ ἐσμὲν ἐκπορίζεσθαι.

{Ἐρυξίας} Ὦ Σώκρατες, οὐκ ἄν ποτε δυναίμην τοῦτο πεισθῆναι, ὡς τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τἆλλα τὰ τοιαῦτα οὐκ ἄρα χρήματα ἡμῖν ἐστιν. ἐκεῖνο μὲν γὰρ σφόδρα πέπεισμαι, ὡς τά γε ἀχρεῖα ἡμῖν ὄντα οὐδὲ χρήματά ἐστιν, καὶ ὅτι τῶν χρησιμωτάτων ἐστὶν πρὸς τοῦτο χρήματα τὰ χρήσιμα· οὐ μὴν τοῦτό γε, ὡς ταῦτα οὐ χρήσιμα ἡμῖν τυγχάνει ὄντα πρὸς τὸν βίον, εἴπερ γε τούτοις τὰ ἐπιτήδεια ἐκποριζοίμεθα.

{Σωκράτης} Φέρε δή, πῶς ἂν τὰ τοιαῦτα φήσαιμεν; ἆρ᾿ εἰσίν τινες ἄνθρωποι οἵτινες μουσικὴν παιδεύουσιν ἢ γράμματα ἢ ἑτέραν τινὰ ἐπιστήμην, οἳ ἀντὶ τούτων σφίσιν αὐτοῖς τὰ ἐπιτήδεια ἐκπορίζονται, τούτων μισθὸν πραττόμενοι;

{Ἐρυξίας} Εἰσὶ γάρ.

{Σωκράτης} Οὐκοῦν οὗτοι οἱ ἄνθρωποι ταύτῃ τῇ ἐπιστήμῃ ἂν ἐκπορίζοιντο τὰ ἐπιτήδεια, ἀντὶ ταύτης ἀλλαττόμενοι, ὥσπερ ἡμεῖς ἀντὶ τοῦ χρυσίου καὶ ἀργυρίου.

{Ἐρυξίας} Φημί.

{Σωκράτης} Οὐκοῦν εἴπερ τούτῳ ἐκπορίζονται οἷς πρὸς τὸν βίον χρῶνται, κἂν αὐτὸ χρήσιμον εἴη πρὸς τὸν βίον. καὶ γὰρ τἀργύριον τούτου ἕνεκα χρήσιμον ἔφαμεν εἶναι, ὅτι οἷοί τ᾿ ἦμεν αὐτῷ τἀναγκαῖα πρὸς τὸ σῶμα ἐκπορίζεσθαι.

{Ἐρυξίας} Οὕτως, ἔφη.

[403]

{Σωκράτης} Οὐκοῦν εἴπερ αὗται αἱ ἐπιστῆμαι τῶν χρησίμων πρὸς τοῦτο, φαίνονται ἡμῖν αἱ ἐπιστῆμαι χρήματα οὖσαι διὰ τὴν αὐτὴν αἰτίαν δι᾿ ἥνπερ τὸ χρυσίον τε καὶ τὸ ἀργύριον. δῆλον δὲ ὅτι καὶ οἱ ταύτας κεκτημένοι πλουσιώτεροι. ὀλίγον δὲ πρότερον οὕτω χαλεπῶς ἀπεδεχόμεθα τὸν λόγον, εἰ οὗτοι πλουσιώτατοι. ἀναγκαῖον δ᾿ ἂν εἴη καὶ ἐκ τοῦ νῦν ὡμολογημένου τοῦτο συμβαίνειν, ἐνίοτε τοὺς ἐπιστημονεστέρους πλουσιωτέρους εἶναι. εἰ γάρ τις ἡμᾶς ἔροιτο ἆρα παντὶ ἀνθρώπῳ οἰόμεθα χρήσιμον εἶναι ἵππον, ἆρα φαίης ἄν; ἢ τοῖς μὲν ἐπιστήμοσιν ὅπως δεῖ ἵππῳ χρῆσθαι χρήσιμον ἂν εἴη, τοῖς ἀνεπιστήμοσι δ᾿ οὔ;

{Ἐρυξίας} Φαίην ἄν.

{Σωκράτης} Οὐκοῦν, ἔφην, κατὰ τὸν αὐτὸν λόγον οὐδὲ φάρμακον παντὶ ἀνθρώπῳ χρήσιμον εἶναι, ἀλλὰ τούτῳ ὅστις τυγχάνει εἰδὼς ὡς δεῖ χρήσασθαι αὐτῷ;

{Ἐρυξίας} Φημί.

{Σωκράτης} Οὐκοῦν καὶ τἆλλα πάντα ὁμοίως;

{Ἐρυξίας} Ἔοικεν.

{Σωκράτης} Χρυσίον ἄρα καὶ ἀργύριον καὶ τἆλλα τὰ δοκοῦντα χρήματα εἶναι τούτῳ ἂν μόνῳ χρήσιμα εἴη, ὅστις τυγχάνει ἐπιστάμενος ὡς χρηστέον αὐτοῖς.

{Ἐρυξίας} Οὕτως.

{Σωκράτης} Οὐκοῦν πρότερον ἐδόκει τοῦ καλοῦ κἀγαθοῦ ἀνθρώπου εἶναι εἰδέναι ὅπου τε καὶ ὅπως τούτων ἑκάστοις χρηστέον ἐστίν;

{Ἐρυξίας} Φημί.

{Σωκράτης} Τοῖς ἄρα καλοῖς κἀγαθοῖς τῶν ἀνθρώπων, τούτοις ἂν μόνοις καὶ χρήσιμα ταῦτ᾿ εἴη, εἴπερ γε οὗτοι ἐπιστήμονες ὡς χρηστέον. εἰ δὲ τούτοις μόνον χρήσιμον, τούτοις ἂν μόνοις καὶ χρήματα εἶναι ταῦτα φαίνοιτο. ἀτάρ, ὡς ἔοικε, καὶ τὸν ἀνεπιστήμονα ἱππικῆς, κεκτημένον δὲ ἵππους οἳ τυγχάνουσιν αὐτῷ ἀχρεῖοι ὄντες, εἴ τις τοῦτον ἱππικὸν ποιήσειεν, ἆρα ἂν ἅμα καὶ πλουσιώτερον πεποιηκὼς εἴη, εἴπερ γε αὐτῷ ἃ ἐτύγχανεν πρόσθεν ἀχρεῖα ὄντα, χρήσιμα πεποίηκεν· ἐπιστήμην γάρ τινα παραδιδοὺς τῷ ἀνθρώπῳ ἅμα καὶ πλούσιον αὐτὸν πεποίηκεν.

{Ἐρυξίας} Φαίνεταί γε.

{Σωκράτης} Ὅμως δέ μοι κἂν διομόσασθαι δοκῶ ὑπὲρ Κριτίου, ὑπὸ μηδενὸς τούτων τῶν λόγων πεπεῖσθαι.

{Κριτίας} Νὴ Δία· καὶ γάρ, ἔφη, μαινοίμην ἄν, εἰ ταῦτα πειθοίμην. ἀλλὰ τί οὐκ ἐκεῖνον τὸν λόγον διετέλεσας, ὡς τὰ δοκοῦντα οὐκ ἔστιν χρήματα, χρυσίον καὶ ἀργύριον καὶ τἆλλα τὰ τοιαῦτα; ὡς ἐγὼ πάνυ σφόδρα τούτους τοὺς λόγους ἀκροώμενος, οὓς καὶ σὺ νῦν τυγχάνεις δὴ διεξιών, ἄγαμαι.

{Σωκράτης} Εἶπον οὖν ἐγὼ ὅτι μοι δοκεῖς σύ, ὦ Κριτία, οὕτως ἐμοῦ χαίρειν ἀκροώμενος, ὥσπερ τῶν ῥαψῳδῶν οἳ τὰ Ὁμήρου ἔπη ᾄδουσιν, ἐπεὶ οὐδείς γέ σοι δοκεῖ τούτων τῶν λόγων ἀληθὴς εἶναι. ὅμως δὲ φέρε, πῶς ἂν τὰ τοιαῦτα φήσαιμεν; ἆρά γε τοῖς γε οἰκοδομικοῖς τῶν ἀνθρώπων φαίης ἂν ἄττα εἶναι χρήσιμα πρὸς τὸ οἰκίαν ἐργάσασθαι;

{Κριτίας} Ἔμοιγε δοκεῖ.

{Σωκράτης} Πότερον οὖν ταῦτα φήσαιμεν ἂν χρήσιμα εἶναι οἷς αὐτῶν κατεχρῶντο εἰς τὴν οἰκοδομίαν, λίθους καὶ πλίνθους καὶ ξύλα καὶ εἴ τι ἕτερον τοιοῦτον; ἢ καὶ τὰ ἐργαλεῖα οἷς αὐτοὶ τὴν οἰκίαν ἐργάζοιντο, καὶ οἷς ταῦτα ἐκπορίζοιντο, τὰ ξύλα καὶ τοὺς λίθους, καὶ πάλιν τὰ τούτων ἐργαλεῖα;

{Κριτίας} Ἔμοιγ᾿, ἔφη, δοκεῖ πάντα ταῦτα χρήσιμα εἶναι πρὸς ἐκεῖνα.

{Σωκράτης} Οὐκοῦν, ἦν δ᾿ ἐγώ, καὶ ἐπὶ τῶν ἄλλων ἐργασιῶν, οὐ μόνον αὐτοῖς οἷς καταχρώμεθα πρὸς ἕκαστον τῶν ἔργων, ἀλλὰ καὶ οἷς ταῦτα ἐκποριζόμεθα καὶ ὧν ἄνευ οὐκ ἂν γένοιτο;

{Κριτίας} Πάνυ γε οὕτω.

[404]

{Σωκράτης} Οὐκοῦν πάλιν καὶ οἷς ταῦτα, καὶ εἴ τι ἀνωτέρω τούτων, καὶ οἷς πάλιν ἐκεῖνα καὶ ἔτι μάλα τὰ ἄνω, ὥστε καὶ εἰς ἄπειρόν τι πλῆθος τελευτῶντα ἀνάγκη πάντα ταῦτα πρὸς τὴν αὐτῶν ἐργασίαν χρήσιμα φαίνεσθαι;

{Κριτίας} Καὶ οὐδέν γε, ἔφη, ταῦτα οὕτω κωλύει ἔχειν.

{Σωκράτης} Τί δ᾿ εἰ ὑπάρχοι τῷ ἀνθρώπῳ σιτία καὶ ποτὰ καὶ ἱμάτια καὶ τἆλλα οἷς αὐτὸς πρὸς τὸ σῶμα μέλλοι χρῆσθαι, ἆρ᾿ ἄν τι προσδέοιτο χρυσίου ἢ ἀργυρίου ἢ ἄλλου του, οἷς ταῦτα ποριεῖται ἅ γε δὴ ὑπάρχοι;

{Κριτίας} Οὐκ ἔμοιγε δοκεῖ.

{Σωκράτης} Οὐκοῦν φαίνοιτο ἂν ἡμῖν ἔστιν ὅτε ἄνθρωπος οὐδενὸς τούτων δεόμενος πρὸς τὴν τοῦ σώματος χρείαν;

{Κριτίας} Οὐ γάρ.

Οὐκοῦν εἰ ταῦτα ἀχρεῖα φαίνοιτο πρὸς ταύτην τὴν ἐργασίαν, οὐκ ἄν ποτε πάλιν δέοι χρήσιμα φανῆναι; ὑπέκειτο γὰρ μὴ οἷόν τε εἶναι πρὸς τὴν αὐτὴν ἐργασίαν τοτὲ μὲν χρήσιμα, τοτὲ δὲ ἀχρεῖα εἶναι.

Ἀλλ᾿ οὕτω γ᾿ ἄν, ἔφη, ὁ αὐτὸς λόγος σοὶ καὶ ἐμοὶ γίγνοιτο· εἰ γάρ ποτε ταῦτα χρήσιμα γίγνοιτο πρὸς τοῦτο, οὐκ ἄν ποτε συμβαίνοι πάλιν ἀχρεῖα εἶναι· νῦν δὲ πρός τινας ἐργασίας πραγμάτων μοχθηρῶν, τὰς δὲ χρηστῶν.

{Κριτίας} Ἔγωγ᾿ ἂν φαίην.

{Σωκράτης} Ἆρ᾿ οὖν οἷόν τε μοχθηρόν τι πρᾶγμα πρὸς ἀγαθοῦ τινος ἐργασίαν χρήσιμον εἶναι;

{Κριτίας} Οὐκ ἔμοιγε φαίνεται.

{Σωκράτης} Ἀγαθὰ δὲ πράγματα ἆρ᾿ ἂν ταῦτα φαίημεν εἶναι, ἃ δι᾿ ἀρετὴν ἄνθρωπος πράττει;

{Κριτίας} Φημί.

{Σωκράτης} Ἆρ᾿ οὖν οἷόν τε ἄνθρωπον μαθεῖν τι τούτων ὅσα διὰ λόγου διδάσκεται, εἰ παντάπασιν ἀπεστερημένος εἴη τοῦ ἀκούειν, ἢ ἑτέρου τινός;

{Κριτίας} Μὰ Δί᾿ οὐκ ἔμοιγε δοκεῖ.

{Σωκράτης} Οὐκοῦν τῶν χρησίμων φαίνοιτο ἂν ἡμῖν πρὸς ἀρετὴν τὸ ἀκούειν, εἴπερ διδακτός γε ἡ ἀρετὴ τῷ ἀκούειν καὶ αὐτῷ καταχρώμεθα πρὸς τὰς μαθήσεις;

{Κριτίας} Φαίνεται.

{Σωκράτης} Οὐκοῦν εἴπερ ἡ ἰατρικὴ οἵα τέ ἐστιν τὸν νοσοῦντα παύειν, φαίνοιτο ἂν ἡμῖν ἐνίοτε καὶ ἡ ἰατρικὴ τῶν χρησίμων οὖσα πρὸς τὴν ἀρετήν, εἴπερ διὰ τῆς ἰατρικῆς τὸ ἀκούειν πορισθείη;

{Κριτίας} Καὶ οὐδέν γε κωλύει.

{Σωκράτης} Ἆρ᾿ οὖν πάλιν καὶ εἰ τὴν ἰατρικὴν ἀντὶ χρημάτων πορισαίμεθα, φαίνοιτο ἂν ἡμῖν καὶ τὰ χρήματα χρήσιμα ὄντα πρὸς ἀρετήν;

{Κριτίας} Καὶ γὰρ ἔστιν, ἔφη, τοῦτό γε.

{Σωκράτης} Οὐκοῦν πάλιν ὁμοίως καὶ δι᾿ οὗ τὰ χρήματα πορισαίμεθα;

{Κριτίας} Παντάπασι μὲν οὖν πάντα.

{Σωκράτης} Ἆρ᾿ οὖν ἄν σοι δοκεῖ ἄνθρωπος ἀπὸ μοχθηρῶν τε καὶ αἰσχρῶν πραγμάτων ἀργύριον αὑτῷ πορίσασθαι, ἀνθ᾿ ὅτου τὴν ἰατρικὴν ἐπιστήμην κτήσαιτο, ᾗ δύναιτο ἀκούειν, ἐκ τοῦ μὴ οἵου τε; τῷ δ᾿ αὐτῷ ἐκείνῳ καταχρῆσθαι πρὸς ἀρετὴν ἢ ἕτερ᾿ ἄττα τῶν τοιούτων;

{Κριτίας} Πάνυ μὲν οὖν ἔμοιγε δοκεῖ.

{Σωκράτης} Οὐκοῦν οὐκ ἂν τό γε μοχθηρὸν χρήσιμον ἂν εἴη πρὸς ἀρετήν;

{Κριτίας} Οὐ γάρ.

[405]

{Σωκράτης} Οὐκ ἄρα ἀναγκαῖόν ἐστι, δι᾿ ὧν ἂν ἐκπορισαίμεθα τὰ πρὸς ἕκαστα χρήσιμα, καὶ ταῦτα πρὸς τὰ αὐτὰ χρήσιμα εἶναι· φαίνοιτο γὰρ ἂν ἐνίοτε μοχθηρὰ πράγματα πρὸς ἀγαθόν τι χρήσιμον εἶναι. ἔτι δὲ μᾶλλον καὶ ἐπὶ τούτου ἂν φανερὰ γένοιτο. εἴπερ γὰρ ταῦτα χρήσιμά ἐστι πρὸς ἕκαστα, ὧν ἄνευ οὐκ ἂν γένοιτο, εἰ μὴ ταῦτα προϋπάρχοι, φέρε, πῶς ἂν τὰ τοιαῦτα φήσαις; ἆρ᾿ οἷόν τε ἀμαθίαν πρὸς ἐπιστήμην χρήσιμον εἶναι, ἢ νόσον πρὸς ὑγίειαν, ἢ κακίαν πρὸς ἀρετήν;

{Κριτίας} Οὐκ ἂν ἔγωγε φαίην.

{Σωκράτης} Καὶ μὴν τόδε γ᾿ ἂν ὁμολογήσαιμεν ἀδύνατον εἶναι, ἐπιστήμην ἐγγενέσθαι ὅτῳ μὴ ἀμαθία πρότερον ὑπάρξαι, καὶ ὑγίειαν, ὅτῳ μὴ νόσος, οὐδὲ ἀρετήν, ὅτῳ μὴ κακία.

{Κριτίας} Ἔφη γὰρ οὕτως, ὡς ἐμοὶ δοκεῖ.

{Σωκράτης} Οὐκ ἂν ἄρα φαίνοιτο ἀναγκαῖον εἶναι, ὅσων ἄνευ μὴ οἷόν τε γίγνεσθαι, ταῦτα καὶ χρήσιμα εἶναι πρὸς τοῦτο. φαίνοιτο γὰρ ἂν ἡμῖν ἡ ἀμαθία πρὸς ἐπιστήμην χρήσιμος οὖσα, καὶ ἡ νόσος πρὸς ὑγίειαν, καὶ ἡ κακία πρὸς ἀρετήν.

{Κριτίας} Σφόδρα δυσπείστως εἶχεν καὶ πρὸς τούτους τοὺς λόγους, εἰ μὴ πάντα ταῦτα χρήματα ἔσται.

{Σωκράτης} Καταμαθὼν δ᾿ αὐτὸν ἐγὼ ὅτι ἴσον εἴη πεῖσαι, ὅπερ ἂν τὸ λεγόμενον λίθον ἑψῆσαι, Ἀλλὰ τούτους μὲν τοὺς λόγους, ἦν δ᾿ ἐγώ, ἐάσωμεν χαίρειν, ἐπειδήπερ οὐ δυνατοί ἐσμεν ὁμολογῆσαι ὁπότερον ταὐτὰ χρήσιμά τ᾿ ἐστὶν καὶ χρήματα ἢ οὔ· ἐκείνου δὲ πέρι πῶς ἂν φαίημεν; πότερον ἂν εὐδαιμονέστερόν τε καὶ βελτίω ἡγησαίμεθα εἶναι ἄνθρωπον, εἰ ὡς πλείστων δέοιτο πρὸς τὸ σῶμά τε καὶ τὴν δίαιταν ἐπιτηδείων, ἢ εἰ ὡς ἐλαχίστων τε καὶ φαυλοτάτων; μάλιστα δ᾿ ἂν ἴσως καὶ τοῦτο ὧδε θεωρηθείη, εἴ τις αὐτὸν πρὸς αὑτὸν τὸν ἄνθρωπον παραβάλλων σκοποῖτο ὁποτέρα τῶν ἕξεων βελτίων, πότερον ὅταν τύχῃ νοσῶν ἢ ὅταν ὑγιαίνων.

{Κριτίας} Ἀλλὰ τοῦτό γ᾿, ἔφη, οὐ πολλῆς τινος τῆς σκέψεως δεῖται.

{Σωκράτης} Ἴσως γάρ, ἦν δ᾿ ἐγώ, παντὶ ἀνθρώπῳ εὔπορον γνῶναι ὅτι ἡ τοῦ ὑγιαίνοντος ἕξις κρείττων ἐστὶν τῆς τοῦ κάμνοντος. τί δέ; ποτέρως τυγχάνομεν πλειόνων τε καὶ μᾶλλον παντοδαπῶν δεόμενοι; ὅταν κάμνωμεν ἢ ὅταν ὑγιαίνωμεν;

{Κριτίας} Ὅταν κάμνωμεν.

{Σωκράτης} Ὅταν ἄρα αὐτοὶ αὑτῶν τυγχάνωμεν φαυλότατα διακείμενοι, τότε σφόδρα τε καὶ πλείστων, τὰ πρὸς ἡδονὰς τὰς διὰ τοῦ σώματος, ἐν ἐπιθυμίαις τε καὶ δεήσεσίν ἐσμεν;

{Κριτίας} Οὕτως.

{Σωκράτης} Οὐκοῦν κατὰ τὸν αὐτὸν λόγον ὥσπερ αὐτὸς αὑτοῦ τότε φαίνεται βέλτιστα ἔχων, ὅταν ἐλαχίστων τῶν τοιούτων δέηται, οὕτω πάλιν καὶ δυοῖν ὄντοιν, εἰ ὁ μὲν τυγχάνοι σφόδρα τε καὶ πολλῶν ἐν ἐπιθυμίᾳ τε καὶ δεήσει ὤν, ὁ δὲ ὀλίγων τε καὶ ἡσύχως; οἷον τὰ τοιάδε· ὅσοι τῶν ἀνθρώπων τυγχάνουσιν κυβευταὶ ὄντες, οἱ δὲ οἰνόφλυγες, ἕτεροι δὲ γαστρίμαργοι, – ἅπαντα γὰρ ταῦτα οὐδὲν ἕτερον τυγχάνει ὄντα ἢ ἐπιθυμίαι.

{Κριτίας} Σφόδρα γε.

{Σωκράτης} Αἱ δ᾿ ἐπιθυμίαι πᾶσαι οὐδὲν ἕτερον ἢ ἔνδειαί τινων. οἱ οὖν πλεῖστα τούτων πεπονθότες ἄνθρωποι ἐν μοχθηροτέρᾳ ἕξει εἰσὶν τῶν μηδὲν ἢ ὡς ἐλάχιστα τοιαῦτα πεπονθότων.

[406]

{Κριτίας} Πάνυ μὲν οὖν ἔγωγε καὶ σφόδρα μοχθηροὺς τοὺς τοιούτους ὑπολαμβάνω εἶναι· καὶ ὅσῳ ἂν μᾶλλον τοιούτους, τοσούτῳ καὶ μοχθηροτέρους.

{Σωκράτης} Οὐκοῦν δοκεῖ ἡμῖν οὐχ οἷόν τε χρήσιμα εἶναι ταῦτα πρὸς τοῦτο, εἰ μὴ τυγχάνοιμεν καὶ δεόμενοι τούτων πρὸς τοῦτο;

{Κριτίας} Φημί.

{Σωκράτης} Ἀναγκαῖον ἄρα, εἴπερ μέλλει ἡμῖν χρήσιμα εἶναι ταῦτα πρὸς τὰς τοῦ σώματος θεραπείας τῶν ἐνδειῶν, ἅμα καὶ δεῖσθαι ἡμᾶς τούτων πρὸς τοῦτο;

{Κριτίας} Ἔμοιγε δοκεῖ.

{Σωκράτης} Οὐκοῦν ὅτῳ τυγχάνει πλεῖστα χρήσιμα ὄντα πρὸς τοῦτο, οὗτος ἂν φαίνοιτο καὶ πλείστων δεόμενος πρὸς τοῦτο, εἴπερ ἀνάγκη τῶν χρησίμων πάντων προσδεῖσθαι.

{Κριτίας} Ἔμοιγε δοκεῖ οὕτω φαίνεσθαι.

{Σωκράτης} Ἀναγκαῖον ἄρα φαίνεται κατά γε τοῦτον τὸν λόγον, οἷς τυγχάνει πολλὰ χρήματα ὄντα, τούτοις καὶ πολλῶν δεῖσθαι τῶν πρὸς τὴν τοῦ σώματος θεραπείαν ἐπιτηδείων· τὰ γὰρ πρὸς τοῦτο χρήσιμα ὄντα χρήματα ἐφαίνετο. ὥστε ἐξ ἀνάγκης ἂν ἡμῖν φαίνοιντο οἱ πλουσιώτατοι μοχθηρότατα διακείμενοι, εἴπερ γε καὶ πλείστων τοιούτων ἐνδεεῖς ὄντες.