Loading...

ΑΠΑΝΤΑ

ΠΛΑΤΩΝΟΣ
ΠΕΡΙ ΔΙΚΑΙΟΥ

Ἅπαντα Πλάτωνος

Περὶ δικαίου

καὶ σὲ .pdf

Σωκράτης, Ἀνώνυμος Ἀθηναῖος

[372]

{Σωκράτης} Ἔχεις ἡμῖν εἰπεῖν ὅτι ἐστὶν τὸ δίκαιον; ἢ οὐκ ἄξιόν σοι δοκεῖ εἶναι λόγον περὶ αὐτοῦ ποιεῖσθαι;

{Ἀνώνυμος} Ἔμοιγε καὶ μάλα.

{Σωκράτης} Τί οὖν ἐστιν;

{Ἀνώνυμος} Τί γὰρ ἄλλο γε ἢ τὰ νομιζόμενα δίκια;

{Σωκράτης} Μή μοι οὕτως, ἀλλ᾿ ὥσπερ ἂν εἰ σύ μ᾿ ἔροιο τί ἐστιν ὀφθαλμός, εἴποιμ᾿ ἄν σοι ὅτι ᾧ ὁρῶμεν, ἐὰν δὲ καὶ δεῖξαί με κελεύῃς, δείξω σοι, καὶ ἐάν με ἔρῃ ὅτῳ ψυχὴ ὄνομα, ἐρῶ σοι ᾧ γιγνώσκομεν, ἐὰν δὲ ἔρῃ αὖ τί ἐστιν φωνή, ἀποκρινοῦμαί σοι ᾧ διαλεγόμεθα, καὶ σὺ οὕτω φράσον ὅτι δίκαιόν ἐστι ᾧ τί χρώμεθα, ὥσπερ ἃ νυνδὴ ἠρόμην.

{Ἀνώνυμος} Οὐ πάνυ ἔχω σοι οὕτως ἀποκρίνασθαι.

{Σωκράτης} Ἀλλ᾿ ἐπειδὴ οὐχ οὕτως ἔχεις, ἴσως τῇδέ πῃ ῥᾷον αὐτὸ εὕροιμεν ἄν; φέρε, τὰ μείζω καὶ τὰ ἐλάττω τίνι σκοποῦντες διαγιγνώσκομεν; ἆρα οὐ μέτρῳ;

{Ἀνώνυμος} Ναί.

{Σωκράτης} Μετὰ δὲ τοῦ μέτρου τίνι τέχνῃ; ἆρ᾿ οὐ μετρητικῇ;

{Ἀνώνυμος} Μετρητικῇ.

[373]

{Σωκράτης} Τί δὲ τὰ κοῦφα καὶ βαρέα; ἆρ᾿ οὐ σταθμῷ;

{Ἀνώνυμος} Ναί.

{Σωκράτης} Μετὰ δὲ τοῦ σταθμοῦ τίνι τέχνῃ; οὐ τῇ στατικῇ;

{Ἀνώνυμος} Πάνυ γε.

{Σωκράτης} Τί δὲ δή; τὰ δίκαια καὶ τἄδικα τίνι σκοποῦντες διαγιγνώσκομεν ὀργάνῳ, καὶ μετὰ τοῦ ὀργάνου τίνι τέχνῃ πρόσθεν; ἆρα οὐδ᾿ οὕτω πώς σοι καταφανές ἐστιν;

{Ἀνώνυμος} Οὔ.

{Σωκράτης} Ἀλλὰ πάλιν ὧδε· ὅταν ἀμφισβητῶμεν περὶ τῶν μειζόνων καὶ τῶν ἐλαττόνων, τίνες ἡμᾶς διακρινοῦσιν; οὐχ οἱ μετρηταί;

{Ἀνώνυμος} Ναί.

{Σωκράτης} Ὅταν δὲ περὶ τῶν πολλῶν καὶ ὀλίγων, τίνες οἱ διακρίνοντες; οὐχ οἱ ἀριθμηταί;

{Ἀνώνυμος} Ἀλλὰ τί;

{Σωκράτης} Ὅταν δὲ περὶ τῶν δικαίων καὶ ἀδίκων ἀμφισβητῶμεν ἀλλήλοις, ἐπὶ τίνας ἐρχόμεθα καὶ τίνες ἡμᾶς οἱ διακρίνοντές εἰσιν ἑκάστοτε; εἰπέ.

{Ἀνώνυμος} Ἆρά γε δικαστὰς λέγεις, ὦ Σώκρατες;

{Σωκράτης, Ἀνώνυμος} Εὖ γ᾿ ηὗρες. ἴθι δὴ καὶ τόδε πειράθητι εἰπεῖν. τί ποιοῦντες διακρίνουσιν οἱ μετρηταὶ περὶ τῶν μεγάλων καὶ σμικρῶν; ἆρ᾿ οὐ μετροῦντες;

{Ἀνώνυμος} Ναί.

{Σωκράτης} Τί δὲ περὶ τῶν βαρέων καὶ κούφων; οὐχ ἱστάντες;

{Ἀνώνυμος} Ἱστάντες μέντοι.

{Σωκράτης} Τί δὲ περὶ τῶν πολλῶν καὶ ὀλίγων; ἆρα οὐκ ἀριθμοῦντες;

{Ἀνώνυμος} Ναί.

{Σωκράτης} Τί δὲ δὴ περὶ τῶν δικαίων καὶ ἀδίκων ἄρα; ἀπόκριναι.

{Ἀνώνυμος} Οὐκ ἔχω.

{Σωκράτης} Λέγοντες, φάθι.

{Ἀνώνυμος} Ναί.

{Σωκράτης} Λέγοντες ἄρα ἡμᾶς διακρίνουσιν, ὅταν περὶ τῶν δικαίων καὶ ἀδίκων κρίνωσιν οἱ δικασταί;

{Ἀνώνυμος} Ναί.

{Σωκράτης} Μετροῦντες δέ γε περὶ τῶν σμικρῶν καὶ μεγάλων οἱ μετρητικοί· μέτρον γὰρ ἦν ᾧ ταῦτ᾿ ἐκρίνετο.

{Ἀνώνυμος} Οὕτως.

{Σωκράτης} Ἱστάντες δ᾿ αὖ περὶ τῶν βαρέων καὶ κούφων οἱ στατικοί· σταθμὸς γὰρ ἦν ᾧ ταῦτ᾿ ἐκρίνετο.

{Ἀνώνυμος} Ἦν γάρ.

{Σωκράτης} Ἀριθμοῦντες δ᾿ αὖ περὶ τῶν πολλῶν καὶ ὀλίγων οἱ ἀριθμητικοί· ἀριθμὸς γὰρ ἦν ᾧ ταῦτ᾿ ἐκρίνετο.

{Ἀνώνυμος} Οὕτως.

{Σωκράτης} Λέγοντες δέ γε, ὡς ἄρτι ὡμολογήσαμεν, περὶ τῶν δικαίων καὶ ἀδίκων κρίνουσιν ἡμᾶς οἱ δικασταί· λόγος γὰρ ἦν ᾧ ταῦτ᾿ ἐκρίνετο.

{Ἀνώνυμος} Εὖ λέγεις, ὦ Σώκρατες.

{Σωκράτης} Ἀληθῆ μὲν οὖν· καὶ λόγος ἐστίν, ὡς ἔοικεν, ᾧ τὰ δίκαια καὶ ἄδικα κρίνεται.

{Ἀνώνυμος} Φαίνεται γοῦν.

{Σωκράτης} Τί ποτε ὄντα τὰ δίκαια καὶ τἄδικα; ὥσπερ ἂν ἡμᾶς εἴ τις ἤρετο, ἐπειδὴ μέτρον καὶ μετρητικὴ καὶ μετρητικὸς τὸ μεῖζον καὶ τὸ ἔλαττον διακρίνει, τί ὂν τὸ μεῖζον καὶ τὸ ἔλαττον; εἴποιμεν ἂν αὐτῷ ὅτι τὸ μὲν μεῖζον ὑπερέχον, τὸ δὲ ἔλαττον ὑπερεχόμενον. ἐπειδὴ δὲ τὸ βαρὺ καὶ τὸ κοῦφον σταθμὸς καὶ στατικὴ καὶ στατικὸς διακρίνει, τί ὂν τό τε βαρὺ καὶ τὸ κοῦφον; εἴποιμεν ἂν αὐτῷ ὅτι τὸ μὲν κάτω ῥέπον ἐν τοῖς ζυγοῖς βαρύ, τὸ δὲ ἄνω κοῦφον. οὕτω δὴ εἰ καὶ ἔροιτο ἡμᾶς, ἐπειδὴ δὲ τὸ δίκαιον καὶ τὸ ἄδικον λόγος τε καὶ δικαστικὴ καὶ δικαστής ἐστιν ἡμῖν ὁ διακρίνων, τί ποτε ὂν τὸ δίκαιον καὶ τἄδικον; τί ἕξομεν αὐτῷ ἀποκρίνεσθαι; ἢ οὐδέπω ἔχομεν εἰπεῖν;

{Ἀνώνυμος} Οὐκ ἔχομεν.

[374]

{Σωκράτης} Πότερον δὲ ἑκόντας οἴει ἔχειν τοῦτο τὸ ἄδικον τοὺς ἀνθρώπους ἢ ἄκοντας; ὧδε δὲ λέγω. ἑκόντας οἴει ἀδικεῖν καὶ ἀδίκους εἶναι ἢ ἄκοντας;

{Ἀνώνυμος} Ἑκόντας ἔγωγε, ὦ Σώκρατες· πονηροὶ γάρ εἰσιν.

{Σωκράτης} Ἑκόντας ἄρα σὺ οἴει πονηροὺς εἶναι καὶ ἀδίκους ἀνθρώπους;

{Ἀνώνυμος} Ἔγωγε· σὺ δ᾿ οὔ;

{Σωκράτης} Οὔκ, εἴ γέ τι δεῖ τῷ ποιητῇ πείθεσθαι.

{Ἀνώνυμος} Ποίῳ ποιητῇ;

{Σωκράτης} Ὅστις εἶπενΣωκράτης, Ἀνώνυμος οὐδεὶς ἑκὼν πονηρὸς οὐδ᾿ ἄκων μάκαρ. Ἀλλά τοι, ὦ Σώκρατες, εὖ ἡ παλαιὰ παροιμία ἔχει, ὅτι πολλὰ ψεύδονται ἀοιδοί.

{Ἀνώνυμος} Θαυμάζοιμ᾿ ἂν εἰ τοῦτό γε ἐψεύσατο οὗτος ἀοιδός, ἐπεὶ εἴ σοι σχολή ἐστιν, ἐπισκεψώμεθα αὐτὸν εἴτε ψευδῆ εἴτε ἀληθῆ λέγει.

{Σωκράτης} Ἀλλὰ σχολή.

{Ἀνώνυμος} Φέρε δή, πότερον ἡγῇ δίκαιον εἶναι ψεύδεσθαι ἢ ἀληθῆ λέγειν;

{Σωκράτης} Ἀληθῆ ἔγωγε.

{Ἀνώνυμος} Ψεύδεσθαι ἄρα ἄδικον;

{Σωκράτης} Ναί.

{Ἀνώνυμος} Πότερον δ᾿ ἐξαπατᾶν ἢ μὴ ἐξαπατᾶν;

{Σωκράτης} Μὴ ἐξαπατᾶν δήπου.

{Ἀνώνυμος} Ἐξαπατᾶν ἄρα ἄδικον;

{Σωκράτης} Ναί.

{Ἀνώνυμος} Τί δέ; βλάπτειν δίκαιον ἢ ὠφελεῖν;

{Σωκράτης} Ὠφελεῖν.

{Ἀνώνυμος} Βλάπτειν ἄρα ἄδικον;

{Σωκράτης} Ναί.

{Ἀνώνυμος} Ἔστιν ἄρα ἀληθῆ μὲν λέγειν καὶ μὴ ἐξαπατᾶν καὶ ὠφελεῖν δίκαιον, ψεύδεσθαι δὲ καὶ βλάπτειν καὶ ἐξαπατᾶν ἄδικον.

{Σωκράτης} Ναὶ μὰ Δία σφόδρα γε.

{Ἀνώνυμος} Ἦ καὶ τοὺς πολεμίους;

{Σωκράτης} Οὐδαμῶς.

{Ἀνώνυμος} Ἀλλὰ βλάπτειν δίκαιον τοὺς πολεμίους, ὠφελεῖν δὲ ἄδικον;

{Σωκράτης} Ναί.

{Ἀνώνυμος} Οὐκοῦν καὶ ἐξαπατῶντας δίκαιον βλάπτειν τοὺς πολεμίους;

{Σωκράτης} Πῶς γὰρ οὔ;

{Ἀνώνυμος} Τί δὲ ψεύδεσθαι ἵνα ἐξαπατῶμεν καὶ βλάπτωμεν αὐτούς; οὐ δίκαιον;

{Σωκράτης} Ναί.

{Ἀνώνυμος} Τί δέ; τοὺς φίλους οὐκ ὠφελεῖν φῂς δίκαιον εἶναι;

{Σωκράτης} Ἔγωγε.

{Ἀνώνυμος} Πότερον μὴ ἐξαπατῶντας ἢ ἐξαπατῶντας ἐπ᾿ ὠφελίᾳ τῇ ἐκείνων;

{Σωκράτης} Καὶ ἐξαπατῶντας νὴ Δία.

{Ἀνώνυμος} Ἀλλ᾿ ἐξαπατῶντας μὲν δίκαιον ἄρα ὠφελεῖν, οὐ μέντοι ψευδομένους γε; ἢ καὶ ψευδομένους;

{Σωκράτης} Καὶ ψευδομένους δίκαιον.

{Ἀνώνυμος} Ἔστιν ἄρα, ὡς ἔοικεν, ψεύδεσθαί τε καὶ ἀληθῆ λέγειν δίκαιον καὶ ἄδικον.

{Σωκράτης} Ναί.

{Ἀνώνυμος} Καὶ μὴ ἐξαπατᾶν καὶ ἐξαπατᾶν δίκαιον καὶ ἄδικον.

{Σωκράτης} Ἔοικεν.

{Ἀνώνυμος} Καὶ βλάπτειν καὶ ὠφελεῖν δίκαιον καὶ ἄδικον;

{Σωκράτης} Ναί.

{Ἀνώνυμος} Ταὐτὰ δή, ὡς ἔοικεν, πάντα τὰ τοιαῦτα ὄντα καὶ δίκαια καὶ ἄδικά ἐστιν.

{Σωκράτης} Ἔμοιγε φαίνεται.

{Ἀνώνυμος} Ἄκουε δή. ὀφθαλμὸν ἐγὼ ἔχω δεξιὸν καὶ ἀριστερὸν ὥσπερ καὶ οἱ ἄλλοι ἄνθρωποι;

{Σωκράτης} Ναί.

{Ἀνώνυμος} Μυκτῆρα δεξιὸν καὶ ἀριστερόν;

{Σωκράτης} Πάνυ γε.

{Ἀνώνυμος} Καὶ χεῖρα δεξιὰν καὶ ἀριστεράν;

{Σωκράτης} Ναί.

{Ἀνώνυμος} Οὐκοῦν ἐπειδὴ τὰ αὐτὰ ὀνομάζων τὰ μὲν δεξιὰ φῂς εἶναι, τὰ δὲ ἀριστερὰ τῶν ἐμῶν, εἴ σε ἐγὼ ἐροίμην ὁπότερα, ἆρ᾿ ἂν ἔχοις εἰπεῖν ὅτι τὰ μὲν πρὸς τοῦ δεξιά ἐστιν, τὰ δὲ πρὸς τοῦ ἀριστερά;

{Σωκράτης} Ναί.

[375]

{Ἀνώνυμος} Ἴθι δὴ καὶ ἐκεῖ, ἐπειδὴ τὰ αὐτὰ ὀνομάζων τὰ μὲν δίκαια φῂς εἶναι, τὰ δὲ ἄδικα, ἔχεις εἰπεῖν ὁπότερα τὰ δίκαια καὶ ὁπότερα τὰ ἄδικα;

{Σωκράτης} Ἐμοὶ μὲν τοίνυν δοκεῖ ἐν μὲν τῷ δέοντι καὶ τῷ καιρῷ ἕκαστα τούτων γιγνόμενα δίκαια εἶναι, ἐν δὲ τῷ μὴ δέοντι ἄδικα.

{Ἀνώνυμος} Καλῶς γέ σοι δοκοῦν. ὁ μὲν ἄρα ἐν τῷ δέοντι ἕκαστα τούτων ποιῶν δίκαια ποιεῖ, ὁ δὲ μὴ ἐν τῷ δέοντι ἄδικα;

{Σωκράτης} Ναί.

{Ἀνώνυμος} Οὐκοῦν ὁ μὲν τὰ δίκαια ποιῶν δίκαιος, ὁ δὲ τἄδικα ἄδικος;

{Σωκράτης} Ἔστι ταῦτα.

{Ἀνώνυμος} Τίς οὖν ὁ ἐν τῷ δέοντι καὶ καιρῷ οἷός τε τέμνειν καὶ κάειν καὶ ἰσχναίνειν;

{Σωκράτης} Ὁ ἰατρός.

{Ἀνώνυμος} Ὅτι ἐπίσταται ἢ δι᾿ ἄλλο τι;

{Σωκράτης} Ὅτι ἐπίσταται.

{Σωκράτης} Τίς δ᾿ ἐν τῷ δέοντι σκάπτειν καὶ ἀροῦν καὶ φυτεύειν οἷός τε;

{Ἀνώνυμος} Ὁ γεωργός.

{Σωκράτης} Ὅτι ἐπίσταται, ἢ ὅτι οὔ;

{Ἀνώνυμος} Ὅτι ἐπίσταται.

{Σωκράτης} Οὐκοῦν καὶ τἆλλα οὕτως; ὁ μὲν ἐπιστάμενος οἷός τε τὰ δέοντα ποιεῖν ἐστιν καὶ ἐν τῷ δέοντι καὶ ἐν τῷ καιρῷ, ὁ δὲ μὴ ἐπιστάμενος οὔ;

{Ἀνώνυμος} Οὕτως.

{Σωκράτης} Καὶ ψεύδεσθαι ἄρα καὶ ἐξαπατᾶν καὶ ὠφελεῖν, ὁ μὲν ἐπιστάμενος οἷός τε ποιεῖν ἕκαστα τούτων ἐν τῷ δέοντι καὶ τῷ καιρῷ, ὁ δὲ μὴ ἐπιστάμενος οὔ;

{Ἀνώνυμος} Ἀληθῆ λέγεις.

{Σωκράτης} Ὁ δέ γε ταῦτα ποιῶν ἐν τῷ δέοντι δίκαιος;

{Ἀνώνυμος} Ναί.

{Σωκράτης} Δι᾿ ἐπιστήμην δέ γε ταῦτα ποιεῖ.

{Ἀνώνυμος} Πῶς δ᾿ οὔ;

{Σωκράτης} Δι᾿ ἐπιστήμην ἄρα δίκαιος ὁ δίκαιος.

{Ἀνώνυμος} Ναί.

{Σωκράτης} Οὐκοῦν ὁ ἄδικος διὰ τὸ ἐναντίον ἄδικός ἐστιν τῷ δικαίῳ;

{Ἀνώνυμος} Φαίνεται.

{Σωκράτης} Ὁ δὲ δίκαιος διὰ σοφίαν δίκαιος.

{Ἀνώνυμος} Ναί.

{Σωκράτης} Δι᾿ ἀμαθίαν ἄρα ὁ ἄδικος ἄδικος.

{Ἀνώνυμος} Ἔοικε.

{Σωκράτης} Κινδυνεύει ἄρα ὃ μὲν οἱ πρόγονοι ἡμῖν κατέλιπον σοφίαν δικαιοσύνη εἶναι, ὃ δὲ ἀμαθίαν, τοῦτο δὲ ἀδικία.

{Ἀνώνυμος} Ἔοικεν.

{Σωκράτης} Ἑκόντες δὲ ἀμαθεῖς εἰσιν οἱ ἄνθρωποι ἢ ἄκοντες;

{Ἀνώνυμος} Ἄκοντες.

{Σωκράτης} Ἄκοντες ἄρα καὶ ἄδικοι;

{Ἀνώνυμος} Φαίνεται.

{Σωκράτης} Οἱ δὲ ἄδικοι πονηροί;

{Ἀνώνυμος} Ναί.

{Σωκράτης} Ἄκοντες ἄρα πονηροὶ καὶ ἄδικοι;

{Ἀνώνυμος} Παντάπασι μὲν οὖν.

{Σωκράτης} Διὰ δὲ τὸ ἄδικοι εἶναι ἀδικοῦσιν;

{Ἀνώνυμος} Ναί.

{Σωκράτης} Διὰ τὸ ἀκούσιον ἄρα;

{Ἀνώνυμος} Πάνυ γε.

{Σωκράτης} Οὐ μὲν δὴ διὰ τὸ ἀκούσιόν γε τὸ ἑκούσιον γίγνεται.

{Ἀνώνυμος} Οὐ γὰρ οὖν.

{Σωκράτης} Διὰ δὲ τὸ ἄδικον εἶναι τὸ ἀδικεῖν γίγνεται.

{Ἀνώνυμος} Ναί.

{Σωκράτης} Τὸ δὲ ἄδικον ἀκούσιον.

{Ἀνώνυμος} Ἀκούσιον.

{Σωκράτης} Ἄκοντες ἄρα ἀδικοῦσιν καὶ ἄδικοί εἰσιν καὶ πονηροί.

{Ἀνώνυμος} Ἄκοντες, ὥς γε φαίνεται.

{Σωκράτης} Οὐκ ἄρα ἐψεύσατο τοῦτό γε ἀοιδός.

{Ἀνώνυμος} Οὐκ ἔοικεν.