Ὁ Ἡρόδικος ὁ Σηλυμβριανός
Τὸ Περιπατεῖν τὸ Θεραπεύειν
Ὁ Ἡρόδικος ὁ Σηλυβριανός, καταγωγὴ Μεγαρεύς, ὁ δάσκαλος τοῦ Ἱπποκράτη (καὶ ἴσως ἀδελφὸς τοῦ Γοργία) θεωρεῖται ὁ πατέρας τῆς Γυμναστικῆς καὶ τῆς Διαιτητικῆς. Ἔζησε καὶ ἔδρασε στὴν Σηλυβρία (σημερινή πόλη: Silivri) τὴν ἀρχαία πόλη τῆς Ἀνατολικῆς Θράκης ἐπὶ τῆς Προποντίδας.
Ὁ Ἡρόδικος λοιπὸν, ὁ δάσκαλος τοῦ μεγάλου Ἱπποκράτους μᾶς προτρέπει στὶς πορεῖες γιὰ θεραπευτικοὺς σκοπούς. Ἐπίσης καὶ γενικῶς μᾶς συνιστᾶ περπάτημα, θερμὰ λουτρά, ἄσκηση, κατάλληλη δίαιτα γιὰ τὴν διατήρηση καὶ τὴν ἀποκατάσταση τῆς ὑγείας.
Τὸν ἀναφέρει ὁ Πλάτωνας στὸν Φαῖδρο (227 d) ὅπου διὰ στόματος Σωκράτους λέγει: «ὥστ' ἐὰν βαδίζων ποιῇ τὸν περίπατον Μέγαράδε καὶ κατὰ Ἡρόδικον προσβὰς τῷ τείχει πάλιν ἀπίῃς, οὐ μή σου ἀπολειφθῶ.» δηλαδὴ «ἐὰν βαδίζων ποιῇ τὸν περίπατον Μέγαράδε» ἐὰν βαδίζων μέχρι Μέγαρα, «κατὰ Ἡρόδικον προσβὰς τῷ τείχει πάλιν ἀπίῃς» καὶ σύμφωνα μὲ τὸν Ἡρόδικον ἀφοῦ φτάσεις στὰ τείχη νὰ ξαναγυρίσεις!!
Τὸ πῶς καὶ τὸ γιατί «Τὸ περιπατεῖν θεραπεύειν» εἶναι δύσκολο νὰ περιγραφεῖ ἐπιστημονικά (ἀναλυτικά). Ἡ ἱστορία ὅμως καὶ ἡ πρακτικὴ τὸ ἀποδεικνύουν χωρὶς ἀμφισβητήσεις.
Οἱ ἀσθένειες τοῦ σημερινοῦ πολιτισμοῦ εἶναι οἱ τοῦ καθίσματος. Ἐκεῖνο ποὺ χαρακτηρίζει τὸν σημερινὸ πολιτισμὸ ὡς πρὸς τὸν τρόπο ζωῆς τοῦ ἀνθρώπου εἶναι τὸ «κάθισμα». Σχεδόν τὰ πάντα πού σοῦ προσφέρει ὁ σημερινός πολιτισμός τά κάνεις καθιστός. Δουλειά, διασκέδαση, φαγητό, ποτό, σινεμά, τηλεόραση, διαδίκτυο, ὅλα γίνονται σὲ καρέκλες, καναπέδες, κερκίδες, τραπεζάκια, γραφεῖα, πλοῖα, ἀεροπλάνα, αὐτοκίνητα, μηχανάκια, ποδήλατα, ὅπου παντοῦ ὁ σημερινὸς ἄνθρωπος κάθεται. Τὰ εἴδη τῶν καθισμάτων τέλος οὐκ ἔχουσιν.
Οἱ γιατροὶ ὅλων τῶν εἰδικοτήτων προτρέπουν τοὺς ἀσθενεῖς των νὰ σηκωθοῦν καὶ νὰ ἀρχίσουν νὰ περπατοῦν, νὰ κινοῦνται καὶ νὰ γυμνάζονται.
Ὅλες οἱ ἀναφορὲς τῶν ἀρχαίων συγγραφέων γιὰ τὸν Ἡρόδικον
Ἡρόδικος ὁ Σηλυβριανός 5ος π.Χ. (ἀναφορές)
Plutarchus Biogr., Phil., De sera numinis vindicta (548a-568a) Stephanus page 554, section C, line 4
ὥσπερ γὰρ Ἡρόδικον τὸν Σηλυμβριανὸν εἰς φθίσιν, ἀνήκεστον πάθος, ἐμπεσόντα καὶ μίξαντα πρῶτον ἀνθρώπων γυμναστικὴν ἰατρικῇ φησὶν ὁ Πλάτων (Resp. 406a b) μακρὸν ποιῆσαι τὸν θάνατον αὑτῷ καὶ τοῖς ὁμοίως νοσοῦσιν, οὕτως καὶ τῶν πονηρῶν ὅσοι τὴν παραυτίκα πληγὴν ἐκφυγεῖν ἔδοξαν, οὐ μετὰ πλείονα χρόνον ἀλλ' ἐν πλείονι χρόνῳ τιμωρίαν μακροτέραν οὐ βραδυτέραν τίνουσιν, οὐδὲ γηράσαντες ἐκολάσθησαν ἀλλ' ἐγήρασαν κολαζόμενοι.
Athenaeus Soph., Deipnosophistae Book 5, Kaibel paragraph 65, line 10
ταῦτα τοῦ Οὐλπιανοῦ εἰπόντος ἐπιμαρτυρῶν ὁ Λαρήνσιος καὶ συγκατατιθέμενος τῷ λόγῳ ἔφη τὸν Μάριον τῶν ζῴων τούτων δορὰς εἰς τὴν Ῥώμην ἀναπεπομφέναι, ἃς μηδένα εἰκάσαι δεδυνῆσθαι τίνος εἰσὶ διὰ τὸ παράδοξον τῆς ὄψεως· ἀνατεθεῖσθαί τε τὰς δορὰς ταύτας ἐν τῷ τοῦ Ἡρακλέους ἱερῷ, ἐν ᾧ οἱ τοὺς θριάμβους κατάγοντες στρατηγοὶ ἑστιῶσι τοὺς πολίτας, καθάπερ πολλοὶ τῶν ἡμεδαπῶν ποιηταὶ καὶ συγγραφεῖς εἰρήκασιν· ‘ὑμεῖς οὖν, ὦ γραμματικοί, κατὰ τὸν Βαβυλώνιον Ἡρόδικον, μηδὲν τῶν τοιούτων ἱστοροῦντες, φεύγετ', Ἀριστάρχειοι, ἐπ᾿ εὐρέα νῶτα θαλάττης Ἑλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος, γωνιοβόμβυκες, μονοσύλλαβοι, οἷσι μέμηλε τὸ σφὶν καὶ σφῶιν καὶ τὸ μὶν ἠδὲ τὸ νίν.
Athenaeus Soph., Deipnosophistae Book 5, Kaibel paragraph 18, line 39
φησὶ δὲ καὶ μετὰ τοῦτο τοὺς μὲν δύο νυστάζειν, καταδαρθεῖν δὲ πρότερον τὸν Ἀριστοφάνη, ἤδη δὲ ἡμέρας ὑποφαινούσης τὸν Ἀγάθωνα· καὶ τὸν Σωκράτη κατακοιμήσαντα ἐκείνους ἀναστάντα ἀπιέναι εἰς τὸ Λύκειον, ἐξόν, φησὶν ὁ Ἡρόδικος, εἰς τοὺς Ὁμήρου Λαιστρυγόνας (κ 84), ἔνθα κ' ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς.
Athenaeus Soph., Deipnosophistae Book 5, Kaibel paragraph 55, line 30
εἰ γὰρ καὶ τὸ Δήλιον ᾑρήκει Σωκράτης, ὡς ἱστορεῖ Ἡρόδικος ὁ Κρατήτειος ἐν τοῖς πρὸς τὸν Φιλοσωκράτην, ἅμα τοῖς πολλοῖς ἀσχημόνως ἂν ἔφυγε, Παγώνδου (Thuc. IV 96) δύο τέλη περιπέμψαντος τῶν ἱππέων ἐκ τοῦ ἀφανοῦς περὶ τὸν λόφον.
Athenaeus Soph., Deipnosophistae Book 5, Kaibel paragraph 61, line 12
Ἀσπασία μέντοι ἡ σοφὴ τοῦ Σωκράτους διδάσκαλος τῶν ῥητορικῶν λόγων ἐν τοῖς φερομένοις ὡς αὐτῆς ἔπεσιν, ἅπερ Ἡρόδικος ὁ Κρατήτειος παρέθετο, φησὶν οὕτως (cf. Bergk PL II 288)· Σώκρατες, οὐκ ἔλαθές με πόθῳ δηχθεὶς φρένα τὴν σὴν παιδὸς Δεινομάχης καὶ Κλεινίου.
Athenaeus Soph., Deipnosophistae Book 6, Kaibel paragraph 26, line 9
Πολέμων γοῦν (ὁ εἴτε Σάμιος ἢ Σικυώνιος εἴτ' Ἀθηναῖος ὀνομαζόμενος χαίρει, ὡς ὁ Μοψεάτης Ἡρακλείδης λέγει καταριθμούμενος αὐτὸν καὶ ἀπ' ἄλλων πόλεων· ἐπεκαλεῖτο δὲ καὶ στηλοκόπας, ὡς Ἡρόδικος ὁ Κρατήτειος εἴρηκε) γράψας περὶ παρασίτων φησὶν οὕτως (fr. 78 Pr.)· ‘τὸ τοῦ παρασίτου ὄνομα νῦν μὲν ἄδοξόν ἐστι, παρὰ δὲ τοῖς ἀρχαίοις εὑρίσκομεν τὸν παράσιτον ἱερόν τι χρῆμα καὶ τῷ συνθοίνῳ παρόμοιον.
Athenaeus Soph., Deipnosophistae Book 8, Kaibel paragraph 24, line 49
τὸν πατέρα κατήσθιεν. Ἡρόδικος δ' ὁ Κρατήτειος ἐν τοῖς συμμίκτοις ὑπομνήμασι τοῦ Καλλιμέδοντος υἱὸν ὄντα ἀπέδειξε τὸν Ἀγύῤῥιον.
Athenaeus Soph., Deipnosophistae Book 13, Kaibel paragraph 50, line 5
καὶ περὶ μὲν τῆς Σινώπης Ἡρόδικος ὁ Κρατήτειος ἐν ϛʹ Κωμῳδουμένων φησὶν ὅτι Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι.
Athenaeus Soph., Deipnosophistae Book 13, Kaibel paragraph 60, line 4
Ἀπολλόδωρος δ' ἐν τῷ περὶ Ἑταιρῶν δύο ἀναγράφει Φρύνας γεγονέναι, ὧν τὴν μὲν ἐπικαλεῖσθαι Κλαυσιγέλωτα, τὴν δὲ Σαπέρδιον. Ἡρόδικος δὲ ἐν ἕκτῳ Κωμῳδουμένων τὴν μὲν παρὰ τοῖς ῥήτορσί φησιν ὀνομαζομένην Σηστὸν καλεῖσθαι διὰ τὸ ἀποσήθειν καὶ ἀποδύειν τοὺς συνόντας αὐτῇ, τὴν δὲ Θεσπικήν.
Athenaeus Soph., Deipnosophistae (epitome) Volume 2,1, page 68, line 17
Σωκράτης γὰρ οὐδὲ τοῦ συμποσίου ἀποστῆναι θέλει καίτοι Ἐρυξιμάχου καὶ Φαίδρου καὶ ἄλλων τινῶν ἀποστάντων, ἀλλ' ἐγρηγόρε μετ' Ἀγάθωνος καὶ Ἀριστοφάνους καὶ πίνει ἐξ ἀργυροῦ φρέατος, καλῶς γάρ τις τὰ μεγάλα ποτήρια οὕτως ὠνόμασε, πίνει δ' ἐκ τῆς φιάλης ἐπιδεξία εἶτά φησι τοὺς μὲν δύο νυστάζειν, καταδαρθεῖν δὲ πρότερον τὸν Ἀριστοφάνην, ἤδη δὲ ἡμέρας ὑποφαινούσης τὸν Ἀγαθῶνα· καὶ τὸν Σωκράτην κατακοιμήσαντα ἐκείνους, ἀναστάντα ἀπιέναι εἰς τὸ Λύκειον, ἔξον, φησὶν ὁ Ἡρόδικος, εἰς τοὺς Ὁμήρου Λαιστρυγόνας, ἔνθα κ' ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς.
Athenaeus Soph., Deipnosophistae (epitome) Volume 2,1, page 83, line 32
τί δὲ περὶ τούτων ἱστόρηται, ζήτει εἰς τὸ περὶ ζῴων ἰδιότητος Αἰλιάνου· φησὶν Ἡρόδικος ὁ Βαβυλώνιος· φεύγετ' Ἀριστάρχειοι ἐπ᾿ εὐρέα νῶτα θαλάσσης Ἑλλάδα, τῆς ξουθῆς δειλότεροι κεμάδος, γωνιοβόμβικες, μονοσύλλαβοι, οἷσι μέμηλε τὸ σφῖν καὶ τὸ μὶν ἠδὲ τὸ νίν.
Athenaeus Soph., Deipnosophistae (epitome) Volume 2,1, page 91, line 2
τοῦ παρασίτου ὄνομά φησιν Ἡρόδικος νῦν μὲν ἄδοξόν ἐστι, παρὰ δὲ τοῖς ἀρχαίοις εὑρίσκομεν τὸν παράσιτον ἱερόν τι χρῆμα καὶ τῷ συνθοίνῳ παρόμοιον.
Athenaeus Soph., Deipnosophistae (epitome) Volume 2,2, page 115, line 19
ὅτι Σινώπη ἧς Δημοσθένης ἐν τῷ κατ' Ἀνδροτίωνος μέμνηται Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι, φησὶν Ἡρόδικος.
Athenaeus Soph., Deipnosophistae (epitome) Volume 2,2, page 118, line 10
Ἀπολλόδωρος δὲ δύο ἀναγράφει Φρύνας, ὧν τὴν μὲν ἐπικαλεῖσθαι Κλαυσιγέλωτα, τὴν δὲ Σαπέρδιον. Ἡρόδικος δὲ τὴν μέν φησι καλεῖσθαι Σηστὸν διὰ τὸ ἀποσήθειν καὶ ἀποδύειν τοὺς συνόντας αὐτῇ, τὴν δὲ Θεσπικήν.
Galenus Med., De rebus boni malique suci Kühn volume 6, page 775, line 9
τὸ δὲ τῆς γυναικὸς γάλα, ὡς ἂν οἰκεῖόν τε καὶ τῆς αὐτῆς φύσεως ὑπάρχον ἡμῖν, ἐπαινοῦσι πρὸ τῶν ἄλλων εἰς τὰ φθινώδη πάθη καὶ ἄλλοι μέν τινες ἰατροί, μάλιστα δ' <Εύρυφῶν> τε καὶ <Ἡρόδικος3>, ἀξιοῦσί τε θηλάζειν, ὥσπερ τὰ παιδία τὴν γυναῖκα, τοὺς οὕτως ἔχοντας· ἐκπεσὸν γὰρ τῶν τιτθῶν εὐθέως ἀποβάλλειν τι τῆς οἰκείας ἀρετῆς.
Galenus Med., De marcore liber Volume 7, page 701, line 11
ἐμοὶ μὲν δὴ βέλτιον οὐδὲν εἰς τὰ τοιαῦτα γάλακτος εἶναι δοκεῖ, μάλιστα μὲν εἴτις αὐτὸ ὑπομένει βδάλλειν ἐντιθέμενος τῷ στόματι γυναικεῖον τιτθὸν, ὥσπερ Εὐρυφῶν τε καὶ Ἡρόδικος ἐπὶ τῶν φθινόντων ἀξιοῦσιν· εἰ δὲ μὴ, ἀλλὰ τό γε τῆς ὄνου λαμβάνειν ἔτι θερμὸν, ἐλαχίστῳ χρόνῳ ὡμιληκὸς τῷ περιέχοντι.
Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi Kühn volume 17b, page 100, line 1
διὰ τί δὲ μέμφεται τὸν <Ἡρόδικον>, | αὐτὸς ἐδήλωσεν εἰπὼν <τὸ πυρετῶδες πολέμιον> εἶναι <περιόδοισιν> ἢ <λιμῷ>, δῆλον δ' ὅτι καὶ τοῖς ἄλλοις ἃ κατέλεξε, καὶ γὰρ ταῖς <πάλαις> καὶ τῇ <πυρίᾳ> καὶ τῇ <ἀνατρίψει> τὸ <πυρετῶδες> ἐναντίον ἐστίν.
Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi Kühn volume 17b, page 98, line 13
ἐπὶ τῶν ἑξῆς οὖν ῥήσεων αὐτὸ ποιήσω μήκους φειδόμενος. <Ἡρόδικος3 τοὺς πυρεταίνοντας ἔκτεινε δρόμοισι, πάλῃσι, πυρίῃσι, κακόν, τὸ πυρετῶδες πολέμιον λιμῷ, περιό|δοισι, πάλῃσι, δρόμοισιν, ἀνατρίψει, πόνον πόνῳ αὐτοῖσι.
Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi Kühn volume 17b, page 100, line 12
ὅτι δὲ βλάπτει τοὺς πυρέττοντας καὶ περίπατος καὶ δρόμος καὶ πυρία καὶ πάλη, πάντοθεν τὴν ἐν τῷ σώματι θερμασίαν αὐξάνοντα, οὐδεὶς ἀγνοεῖ τῶν ὡμιληκότων τοῖς ἔργοις τῆς τέχνης. <Ἡρόδικος3> δ' ἔοικεν οὐ μόνον λογικὴν εὕρεσιν βοηθημάτων ἀγνοεῖν, ἀλλὰ καὶ τήρησιν ἐμπειρικήν.
Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi Kühn volume 17b, page 99, line 9
καὶ <Πλάτων> μὲν μέμνηται τοῦ <Ἡροδίκου> ὡς πολλοῖς περιπάτοις χρωμένου.
Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi Kühn volume 17b, page 99, line 10
τίνος δὲ νῦν <Ἡροδίκου> μνημονεύει, πότερον τοῦ <Λεοντίνου> ἢ τοῦ <Σηλυμβριανοῦ> περιττὸν ζητεῖν.
Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi Kühn volume 17b, page 102, line 4
|> Εἶπον ὅτι τὸ κατὰ τὴν τελευτὴν τῆς προειρημένης ῥήσεως “αὐτοῖσι” προτάττεσθαι δύναται ταύτης, ἵν' ὁ λόγος ᾖ τοιοῦτος· αὐτοῖς οἷς προεῖπον (ἦσαν δὲ οἱ πυρεταίνοντες μὲν οὐκ ὀρθῶς [δὲ] ὑπὸ <τοῦ> <Ἡροδίκου> πρὸς κινήσεις ὑγιαίνουσιν οἰκείας ἀγόμενοι) συμβαίνει ταῦτ' ἴσχειν ἃ νῦν εἶπεν, οὐχ ἅπαντα δηλονότι καθ᾿ ἕκαστον ἄνθρωπον.
Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi Kühn volume 17b, page 103, line 7
> Ἕν τι τῶν εἰς ἀνάμνησιν ἄγειν δυναμένων τῆς ὅλης ἐπὶ τῶν πυρεττόντων ἀγωγῆς ἔγραψεν ὁ <Ἱπποκράτης> τοῦτο δυνάμενον ἐνδείκνυσθαι καὶ αὐτὸ τὴν μοχθηρίαν τῆς <Ἡροδίκου> προνοίας <τῶν> πυρεττόντων.
Plato Phil., Phaedrus Stephanus page 227, section d, line 4
ἔγωγ' οὖν οὕτως ἐπιτεθύμηκα ἀκοῦσαι, ὥστ' ἐὰν βαδίζων ποιῇ τὸν περίπατον Μέγαράδε καὶ κατὰ Ἡρόδικον προσβὰς τῷ τείχει πάλιν ἀπίῃς, οὐ μή σου ἀπολειφθῶ.
Plato Phil., Protagoras Stephanus page 316, section e, line 1
ἐγὼ δὲ τὴν σοφιστικὴν τέχνην φημὶ μὲν εἶναι παλαιάν, τοὺς δὲ μεταχειριζομένους αὐτὴν τῶν παλαιῶν ἀνδρῶν, φοβουμένους τὸ ἐπαχθὲς αὐτῆς, πρόσχημα ποιεῖσθαι καὶ προκαλύπτεσθαι, τοὺς μὲν ποίησιν, οἷον Ὅμηρόν τε καὶ Ἡσίοδον καὶ Σιμωνίδην, τοὺς δὲ αὖ τελετάς τε καὶ χρησμῳδίας, τοὺς ἀμφί τε Ὀρφέα καὶ Μουσαῖον· ἐνίους δέ τινας ᾔσθημαι καὶ γυμναστικήν, οἷον Ἴκκος τε ὁ Ταραντῖνος καὶ ὁ νῦν ἔτι ὢν οὐδενὸς ἥττων σοφιστὴς Ἡρόδικος ὁ Σηλυμβριανός, τὸ δὲ ἀρχαῖον Μεγαρεύς· μουσικὴν δὲ Ἀγαθοκλῆς τε ὁ ὑμέτερος πρόσχημα ἐποιήσατο, μέγας ὢν σοφιστής, καὶ Πυθοκλείδης ὁ Κεῖος καὶ ἄλλοι πολλοί.
Plato Phil., Gorgias Stephanus page 448, section b, line 5
εἰ ἐτύγχανε Γοργίας ἐπιστήμων ὢν τῆς τέχνης ἧσπερ ὁ ἀδελφὸς αὐτοῦ Ἡρόδικος, τί ἂν αὐτὸν ὠνομάζομεν δικαίως;
Plato Phil., Respublica Stephanus page 406, section a, line 7
Οὔκ, εἴ γ' ἐννοεῖς, εἶπον, ὅτι τῇ παιδαγωγικῇ τῶν νοσημάτων ταύτῃ τῇ νῦν ἰατρικῇ πρὸ τοῦ Ἀσκληπιάδαι οὐκ ἐχρῶντο, ὥς φασι, πρὶν Ἡρόδικον γενέσθαι· Ἡρόδικος δὲ παιδοτρίβης ὢν καὶ νοσώδης γενόμενος, μείξας γυμναστικὴν ἰατρικῇ, ἀπέκναισε πρῶτον μὲν καὶ μάλιστα ἑαυτόν, ἔπειτ' ἄλλους ὕστερον πολλούς.
Lucianus Soph., Quomodo historia conscribenda sit Section 35, line 4
οἷόν τι ἀμέλει καὶ Ἴκκος καὶ Ἡρόδικος καὶ Θέων καὶ εἴ τις ἄλλος γυμναστὴς ὑπόσχοιντο ἄν σοι οὐ τὸν Περδίκκαν παραλαβόντες – εἰ δὴ οὗτός ἐστιν ὁ τῆς μητρυιᾶς ἐρασθεὶς καὶ διὰ ταῦτα κατεσκληκώς, ἀλλὰ μὴ Ἀντίοχος ὁ τοῦ Σελεύκου – ἀποφαίνειν Ὀλυμπιονίκην καὶ Θεαγένει τῷ Θασίῳ ἢ Πολυδάμαντι τῷ Σκοτουσσαίῳ ἀντίπαλον, ἀλλὰ τὴν δοθεῖσαν ὑπόθεσιν εὐφυᾶ πρὸς ὑποδοχὴν τῆς γυμναστικῆς παρὰ πολὺ ἀμείνω ἀποφαίνειν μετὰ τῆς τέχνης.
Aristoteles et Corpus Aristotelicum Phil., Ethica Eudemia Bekker page 1243b, line 23
ὃ μὲν γὰρ διώκει ὡς [τὸν] ἡδὺν ἐπὶ τὸ συζῆν, ὃ δ' ἐκεῖνον ἐνίοτε ὡς χρήσιμον· ὅταν δὲ παύσηται τοῦ ἐρᾶν, ἄλλου γινομένου ἄλλος γίνεται, καὶ τότε λογίζονται παντί τινος, καὶ ὡς Πύθων καὶ Παμμένης διεφέροντο καὶ ὡς διδάσκαλος καὶ μαθητής (ἐπιστήμη γὰρ καὶ χρήματα οὐχ ἑνὶ μετρεῖται), καὶ ὡς Ἡρόδικος ὁ ἰατρὸς πρὸς τὸν ἀποδιδόντα μικρὸν τὸν μισθόν, καὶ ὡς ὁ κιθαρῳδὸς καὶ ὁ βασιλεύς.
Aristoteles et Corpus Aristotelicum Phil., Rhetorica Bekker page 1361b, line 5
σώματος δὲ ἀρετὴ ὑγίεια, αὕτη δὲ οὕτως ὥστε ἀνόσους εἶναι χρωμένους τοῖς σώμασιν· πολλοὶ γὰρ ὑγιαίνουσιν, ὥσπερ Ἡρόδικος λέγεται, οὓς οὐδεὶς ἂν εὐδαιμονίσειε τῆς ὑγιείας διὰ τὸ πάντων ἀπέχεσθαι τῶν ἀνθρωπίνων ἢ τῶν πλείστων.
Aristoteles et Corpus Aristotelicum Phil., Rhetorica Bekker page 1400b, line 20
ἄλλος ἀπὸ τοῦ ὀνόματος, οἷον ὡς ὁ Σοφοκλῆς σαφῶς σιδήρῳ καὶ φοροῦσα τοὔνομα, καὶ ὡς ἐν τοῖς τῶν θεῶν ἐπαίνοις εἰώθασι λέγειν, καὶ ὡς Κόνων Θρασύβουλον θρασύβουλον ἐκάλει, καὶ Ἡρόδικος Θρασύ μαχον “ἀεὶ θρασύμαχος εἶ”, καὶ Πῶλον “ἀεὶ σὺ πῶλος εἶ”, καὶ Δράκοντα τὸν νομοθέτην, ὅτι οὐκ [ἂν] ἀνθρώπου οἱ νόμοι ἀλλὰ δράκοντος (χαλεποὶ γάρ)· καὶ ὡς ἡ Εὐριπίδου Ἑκάβη εἰς τὴν Ἀφροδίτην “καὶ τοὔνομ' ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς”, καὶ ὡς Χαιρήμων Πενθεὺς ἐσομένης συμφορᾶς ἐπώνυμος.
Aelius Herodianus et Pseudo-Herodianus Gramm., Rhet., Περὶ Ἰλιακῆς προσῳδίας Part+volume 3,2, page 84, line 1
A. 29. <γηθοσύνη:> Ἡρόδικος τὴν <θος> συλλαβὴν ὀξύνει, ἵνα ᾖ τὸ πλῆρες γηθόσυνα, εἶτα ἡ δὲ θάλασσα· ὁ δὲ Ἀρίσταρχος γηθοσύνη δὲ θάλασσα, ἀντὶ τοῦ γηθόσυνος, χαίρουσα.
Aelius Herodianus et Pseudo-Herodianus Gramm., Rhet., Περὶ Ἰλιακῆς προσῳδίας Part+volume 3,2, page 112, line 23
A. 53. <θεῶν ἐπὶ Καλλικολώνῃ:> Ἡρόδικος βαρέως ἀνεγίνωσκεν ὡς τρέχων, μετοχὴν ποιῶν· ὁ μέντοι Ἀρίσταρχος περιέσπα, λέγων οὕτως καλεῖσθαι τὸν τόπον θεῶν Καλλικολώνη, ὥσπερ καὶ Ἀχαιῶν λιμήν.
Aelius Herodianus et Pseudo-Herodianus Gramm., Rhet., Περὶ Ἰλιακῆς προσῳδίας Part+volume 3,2, page 112, line 26
οὕτως δὲ ἐχούσης τῆς ἱστορίας περισσὴ ἡ τοῦ Ἡροδίκου ἀνάγνωσις.
Aelius Herodianus et Pseudo-Herodianus Gramm., Rhet., Περὶ παθῶν Part+volume 3,2, page 169, line 4
εἴρηται ἄνευ τοῦ <α> σφάραγος παρὰ τὸ σφαραγεῖν, ὅ ἐστιν ἠχεῖν, δι' αὐτοῦ γὰρ ἡ φωνὴ φέρεται. Ἡρόδικος δέ φησι πλεονασμῷ τοῦ <α> καὶ τοῦ <σ> εἶναι ἀσφάραγον ἀντὶ τοῦ φάρυγγα.
Aelius Herodianus et Pseudo-Herodianus Gramm., Rhet., Περὶ ὀρθογραφίας Part+volume 3,2, page 409, line 1
εἴρηται ἄνευ τοῦ <α> σφάραγος παρὰ τὸ σφαραγεῖν ὅ ἐστιν ἠχεῖν, δι' αὐτοῦ γὰρ ἡ φωνὴ φέρεται: Ἡρόδικος δέ φησι πλεονασμῷ τοῦ <α> καὶ τοῦ <σ> εἶναι ἀσφάραγον ἀντὶ τοῦ φάρυγγα.
Soranus Med., Vita Hippocratis Section 2, line 2
μαθητὴς δὲ γέγονεν Ἡρακλείδα τοῦ [ἰδίου] πατρός, εἶτα Ἡροδίκου, κατὰ δέ <τινας> καὶ Γοργίου τοῦ Λεοντίνου ῥήτορος, φιλοσόφου δὲ Δημοκρίτου Ἀβδηρίτου.
Orphica, Testimonia Fragment 1, line 14
<Εἰς Ἅιδου κατάβασιν·> ταῦτα Ἡροδίκου τοῦ Περινθίου [vgl. c. 15].
Polemon Perieg., Fragmenta Fragment 78, line 6
Πολέμων γοῦν – ὁ εἴτε Σάμιος ἢ Σικυώνιος εἴτ' Ἀθηναῖος ὀνομαζόμενος χαίρει, ὡς ὁ Μοψεάτης Ἡρακλείδης λέγει καταριθμούμενος αὐτὸν καὶ ἀπ' ἄλλων πόλεων· ἐπεκαλεῖτο δὲ καὶ Στηλοκόπας, ὡς Ἡρόδικος ὁ Κρατήτειος εἴρηκε – γράψας περὶ παρασίτων φησὶν οὕτως· «Τὸ τοῦ παρασίτου ὄνομα νῦν μὲν ἄδοξόν ἐστι, παρὰ δὲ τοῖς ἀρχαίοις εὑρίσκομεν τὸν παράσιτον ἱερόν τι χρῆμα καὶ τῷ συνθοίνῳ παρόμοιον.
Gorgias Rhet., Soph., Testimonia Fragment 2a, line 2
PLATO Gorg. 448 B εἰ ἐτύγχανε Γοργίας ἐπιστήμων ὢν τῆς τέχνης ἧσπερ ὁ ἀδελφὸς αὐτοῦ Ἡρόδικος, τί ἂν αὐτὸν ὠνομάζομεν δικαίως;
Gorgias Rhet., Soph., Testimonia Fragment 2, line 4
SUID. Γοργίας Χαρμαντίδου Λεοντῖνος, ῥήτωρ, μαθητὴς Ἐμπεδοκλέους, διδάσκαλος Πώλου Ἀκραγαντίνου καὶ Περικλέους καὶ Ἰσοκράτους καὶ Ἀλκιδάμαντος τοῦ Ἐλαΐτου, ὃς αὐτοῦ καὶ τὴν σχολὴν διεδέξατο· ἀδελφὸς δὲ ἦν τοῦ ἰατροῦ Ἡροδίκου [A 2a]. Πορφύριος δὲ αὐτὸν ἐπὶ τῆς <π> ὀλυμπιάδος [460 – 457] τίθησιν· ἀλλὰ χρὴ νοεῖν πρεσβύτερον αὐτὸν εἶναι.
Hippocrates et Corpus Hippocraticum Med., De morbis popularibus (= Epidemiae) Book 6, chapter 3, section 18, line 1
Κλεῖς περιφανέες, φλέβες διαφανέες. Ἡρόδικος τοὺς πυρεταίνοντας ἔκτεινε δρόμοισι, πάλῃσι πολλῇσι, πυρίῃσι, κακὸν, τὸ πυρετῶδες πολέμιον πάλῃσι, περιόδοισι, δρόμοισιν, ἀνατρίψει, πόνος πόνῳ αὐτοῖσιν, ὄγκοι φλεβῶν, ἔρευθος, πελίωσις, χλωρότης, πλευρέων ὀδύναι λαπαραί.
Anonymus Londinensis Med., Iatrica (fort. auctore Menone) (Brit. Mus. inv. 137) Section 4, line 40
* Εὐρ[υ]φ̣ῶ̣ν [γ(άρ)]τοι ⌈ὁ Κνίδιος⌋ οἴεται τὰς νόσους ἀποτελε̣ῖ̣[σθ]α̣ι̣ τρόπωι τοιούτωι· ’ὅτ̣α̣ν ἡ κοιλ̣ί̣α, φ(ησίν), τ̣ὴν ληφθεῖσαν τροφὴν μ̣ὴ ἐκπέμπ̣ῃ, ἀπογεννᾶται περισσώματα, ἃ δὴ ἀνενεχθέντ⌈α⌋ ὡς τοὺς κ(ατὰ) τ̣ὴν κεφαλὴν τόπους ἀποτελεῖ τὰ[ς νός]ους· ὅταν μ(έν)τοι γε λεπτὴ καὶ καθα̣ρ̣[ὰ] ὑ(πάρχῃ) ἡ κοιλία, δεόντως γίνεται ἡ πέψις· [ὅτ]α̣ν δὲ μὴ ᾖ τοιαύτη, ⸐συ[μβα]ί̣νει τ̣ὰ προκείμενα γί(νεσθαι)’. * Ἡρόδικος δὲ ὁ Κν[ίδ]ι[ος] λ[έγ]ων περὶ τῆς τ(ῶν) νόσων αἰ(τίας) καὶ αὐτὸς κατ[ὰ] μ(έν) [τι ς]υναγορεύε̣ι̣ τῶι Εὐρυφῶντι, κ(ατὰ) δέ τι διαφέρει· καθ᾿ ὃ μ(ὲν) γ(ὰρ) καὶ αὐτὸς τὰ περισσώματα αἴτια λέγει τῆς νόσου (εἶναι), συμφέρεται· καθ᾿ ὃ δέ φ(ησιν) μὴ διὰ <τὸ> τὴν κοιλίαν καθαρὰν εἶναι ἢ λεπτ[ήν], διαλλάσσει χρώμενος αἰ(τίᾳ) τοιαύτῃ· ὅταν γ(ὰρ) ἀκεινη<τή>σαντες οἱ ἄνθρωποι προσενέγκωνται τροφήν, συμβαίνει
Anonymus Londinensis Med., Iatrica (fort. auctore Menone) (Brit. Mus. inv. 137) Section 9, line 20
[..]εν ὅταν [......................] [τ]ὸ σῶμα ὑγ[ιαίνει (?) .................] τως νόσοι [........................] ται τὰ σώμα[τα .....................] ρα[.]π̣ροσενεχ̣[θέντα (?) ................] πλ̣[ή]θη, ἀλ(λὰ) ⌈α̣ἷς⌋περ [...............] καὶ τὰς νός[ους .................. δυς-] κρ[ό]τως ἐχ[.......................] μετρία̣ν νόσο̣[ν ......................] ⸐καὶ κατάψυξιν [......................] Ἡρόδικος δὲ [ὁ Σηλυμβριανὸς οἴεται] τὰς νόσους [γί(νεσθαι) ἀπὸ τῆς διαίτης· ταύ-] την δὲ (εἶναι) κατ[ὰ φύσιν, ὅταν πόνοι προσῶσιν] καὶ ἄλγη δ' ὅσα [δεῖ, καὶ οὕτως πέψιν μὲν] ἔχῃ ἡ τροφή, ἐπ̣ί̣[δοσιν δὲ ἀεὶ λαμβάνῃ] τὰ σώματα ἀν̣[αδιδομ(έν)ης τῆς τροφῆς κατὰ] φύσιν.
Anonymus Londinensis Med., Iatrica (fort. auctore Menone) (Brit. Mus. inv. 137) Section 5, line 34
⸐καὶ ἐν τούτοις ἡ τοῦ Ἡροδίκου δόξα.
Palladius Med., Commentarii in Hippocratis librum sextum de morbis popularibus Volume 2, page 126, line 10
ἐπὶ νοσούντων δὲ οὐκ ἔλεγε γυμνάσια, ὁ διὰ ταῦτα πολλὰ λοιδωρήσας Ἡρόδικον.
Palladius Med., Commentarii in Hippocratis librum sextum de morbis popularibus Volume 2, page 96, line 34
εἰ μὲν γὰρ διὰ τὸ γάλα, οὐκ ἔστι τοῦτο τῆς παρούσης θεωρίας· εἰ δὲ συμπάσχουσι τῷ παντὶ σώματι, ἅτε ἔπασχε τὸ πᾶν σῶμα, τοῦτο καὶ οἱ μαζοί. καʹ. Ἡρόδικος τοὺς πυρεταίνοντας ἔκτεινε δρόμοισι, πάλῃσι, πυρίῃ, κακὸν, τὸ πυρετῶδες πολέμιον περιόδοισι, δρόμοισιν, ἀνατρίψει, πόνος πόνον αὐτοῖσιν ὅτε φλεβῶν ἔρυθος, πελίδνωσις, χλωρότης, πλευρέων ὀδύναι λαπαραί· ὅτε ἐχρῆν ἄδιψον συνέχειν στόμα, εἰσάγειν ἄνεμον, ἐν τόπῳ ψυχρῷ εἰσάγειν.
Palladius Med., Commentarii in Hippocratis librum sextum de morbis popularibus Volume 2, page 97, line 10
ὁ δὲ Ἡρόδικος κίνησιν αὐτοῖς ἐπέταττεν διὰ δρόμων, διὰ πάλης, καὶ ἐπὶ πυρὶ πῦρ ἀνῆπτεν.
Palladius Med., Commentarii in Hippocratis librum sextum de morbis popularibus Volume 2, page 97, line 22
διὸ θάνατον ἐποίει ὁ Ἡρόδικος.
Palladius Med., Commentarii in Hippocratis librum sextum de morbis popularibus Volume 2, page 97, line 26
κακῶς μὲν οὖν ἐχρήσατο ὁ Ἡρόδικος, ἀλλὰ βουλήσει τῆς προνοίας οὐ τέθνηκεν ὁ γυμναστής.
Palladius Med., Commentarii in Hippocratis librum sextum de morbis popularibus Volume 2, page 98, line 1
εἰ δὲ μηδὲ τοῦτο, ὕδωρ ποιήσομεν ψυχρὸν εἰσφέρεσθαι εἰς τὸν οἶκον, καὶ ῥαίνεσθαι τῷ ἐδάφει φύλλα ῥόδων χαμαὶ, ἵνα πανταχόθεν ψύχωμεν. Ἡρόδικος δὲ τοὺς πυρεταίνοντας ἔκτεινεν, οὗ ἡμεῖς τὸ ὄνομα οἴδαμεν, ὅτι Πρόδικος λέγεται.
Palladius Med., Commentarii in Hippocratis librum sextum de morbis popularibus Volume 2, page 98, line 3
Ἡρόδικος δὲ τοὺς πυρεταίνοντας ἔκτεινεν, οὗ ἡμεῖς τὸ ὄνομα οἴδαμεν, ὅτι Πρόδικος λέγεται. Ἡρόδικος δὲ τῆς ἰατρικῆς, καὶ συνεπαινεῖ αὐτῷ ὁ Ἱπποκράτης, καὶ οὐ περὶ τούτου αὐτῷ μάχεται, ἀλλ' ὅτι κακῶς ποιῶν, ἐν πυρετῷ οὑτωτρόπως ἐκέχρητο.
Democritus Phil., Testimonia Fragment 10, line 2
.. οὗτος μαθητὴς γέγονε τὸ μὲν πρῶτον τοῦ πατρός, μετὰ δὲ ταῦτα Ἡροδίκου τοῦ Σηλυβριανοῦ καὶ Γοργίου τοῦ Λεοντίνου ῥήτορος καὶ φιλοσόφου, ὡς δέ τινες, Δημοκρίτου τοῦ Ἀβδηρίτου· ἐπιβαλεῖν γὰρ αὐτὸν νέωι πρεσβύτην· ὡς δέ τινες καὶ Προδίκου.
Harpocration Gramm., Lexicon in decem oratores Atticos Page 273, line 5
8Σινώπη: Δημοσθένης ὑπὲρ Κτησιφῶντος. Ἡρόδικος ἐν ϛʹ Κωμῳδουμένων φησὶν ὅτι Σινώπη ἡ ἑταίρα Ἄβυδος ἐλέγετο διὰ τὸ γραῦς εἶναι.
Heraclitus Phil., Allegoriae (= Quaestiones Homericae) Chapter 11, section 2, line 2
σφόδρα γοῦν πιθανῶς Ἡρόδικος ἀποφαίνεται μηδ' ὅλην τὴν δεκαετίαν ἐν Ἰλίῳ μεμενηκέναι τοὺς Ἕλληνας, ἀλλ' ἐπὶ τέλει τοῦ καθειμαρμένου χρόνου τῆς ἁλώσεως ἐληλυθέναι.
Thrasymachus Rhet., Soph., Testimonia Fragment 6, line 2
– – B 23. 1400b 19 ὡς Κόνων Θρασύβουλον θρασύβουλον ἐκάλει καὶ Ἡρόδικος Θρασύμαχον ‘ἀεὶ θρασύμαχος εἶ’ καὶ Πῶλον ‘ἀεὶ σὺ πῶλος εἶ’.
Themistius Phil., Rhet., Σοφιστής Harduin page 290, section a, line 2
τούτου οὐδὲ Ἴκκον τὸν γυμναστὴν τὸν Ταραντῖνον οὐδὲ Ἡρόδικον τὸν Σηλυμβριανὸν παιδοτρίβην ἀφίησι τοῦ ὀνόματος, ἀλλὰ παραπετάσματα μέν φησι ποιεῖσθαι τὼ ἄνδρε ἐκείνω τὰς τέχνας, τῇ δὲ ἀληθείᾳ σοφιστὰς ἱκανῶς εἶναι, ὅτι ἐχρηματίζοντο ἀπὸ τῶν νέων.
Gregorius Nyssenus Theol., Contra fatum Page 50, line 3
πολλοῖς δέ, εἶπον, νοσωδέστερον διακειμένοις τὰ σώματα καὶ ὅσον οὐδέπω προσδοκωμένοις τεθνήξεσθαι πρὸς τὸ ἔμπαλιν ἐξ ἰατρικῆς ἀνεκλώσθη τῆς τοιαύτης εἱμαρμένης τὰ νήματα· οἷον δὴ καὶ τὸν παιδοτρίβην Ἡρόδικον ὁ Πλάτωνος ἱστόρησε λόγος, ὅτι διὰ γυμναστικῆς ἐμπειρίας εἰς παντελῆ μὲν ὑγιείαν ἐπιθανατίου τοῦ νοσήματος ὄντος ἐπαναγαγεῖν τὸ σῶμα οὐχ οἶός τε ἦν, ἀεὶ δὲ παρόντα τὸν θάνατον δι' ἐπινοίας ὑπερτιθέμενος, οὐχὶ ζωῆς ἀσφάλειαν, ἀλλὰ θανάτου παράτασιν ἑαυτῷ παρεσκεύαζεν.
Porphyrius Phil., Quaestionum Homericarum ad Iliadem pertinentium reliquiae Iliad book 9, section 453sqq, line 35
ἀγαθοὶ δὲ διδάσκαλοι οἱ ἐν παθημάτων πείρᾳ γενόμενοι· καὶ Χείρωνα γάρ φησι τρωθέντα τὴν χεῖρα τὴν περὶ βοτανῶν ἐπιτηδεῦσαι ἰατρικήν, τὴν δὲ περὶ τὰς διαίτας τὸν Σηλυβριανὸν Ἡρόδικον, ὃς ἐμπεσὼν διὰ τοὺς πόνους εἰς φθόην ἐπιπόνως τὴν τέχνην ταύτην ἐμελέτησεν.
Porphyrius Phil., Quaestionum Homericarum ad Iliadem pertinentium reliquiae Iliad book 11, section 515, line 4
οἱ μὲν οὖν φασιν ὅτι τὸ χειρουργικὸν καὶ τὸ φαρμακευτικὸν εὕρητο παρὰ τοῖς παλαιοῖς· τοῦ γὰρ διαιτητικοῦ Ἡρόδικος μὲν ἤρξατο, συνετέλεσε δὲ καὶ Ἱπποκράτης, Πραξαγόρας, Χρύσιππος.
Iccus Phil., Testimonia Fragment 1, line 6
PLATO Protag. 316 D ἐγὼ δὲ τὴν σοφιστικὴν τέχνην φημὶ μὲν εἶναι παλαιάν, τοὺς δὲ μεταχειριζομένους αὐτὴν τῶν παλαιῶν ἀνδρῶν φοβουμένους τὸ ἐπαχθὲς αὐτῆς πρόσχημα ποιεῖσθαι καὶ προκαλύπτεσθαι, τοὺς μὲν ποίησιν οἷον Ὅμηρόν τε καὶ Ἡσίοδον καὶ Σιμωνίδην, τοὺς δὲ αὖ τελετάς τε καὶ χρησμωιδίας τοὺς ἀμφί τε Ὀρφέα καὶ Μουσαῖον, ἐνίους δέ τινας ἤισθημαι καὶ γυμναστικὴν οἷον Ἴκκος τε ὁ Ταραντῖνος καὶ ὁ νῦν ἔτι ὢν οὐδενὸς ἥττων σοφιστὴς Ἡρόδικος ὁ Σηλυμβριανός.
Hermias Phil., In Platonis Phaedrum scholia Page 24, line 25
– Ὁ δὲ Ἡρόδικος ὁ Σηλυμβριανὸς ἰατρὸς ἦν καὶ τὰ γυμνάσια ἔξω τείχους ἐποιεῖτο, ἀρχόμενος ἀπό τινος διαστήματος οὐ μακροῦ ἀλλὰ συμμέτρου ἄχρι τοῦ τείχους, καὶ ἀναστρέφων, καὶ τοῦτο πολλάκις ποιῶν ἐγυμνάζετο.
Hermias Phil., In Platonis Phaedrum scholia Page 24, line 28
Ὅπερ οὖν ὁ Ἡρόδικος ἐποίει ἔξω τοῦ τείχους, ἐὰν σὺ τοῦτο ἄχρι Μεγάρων πολλάκις ποιῇς, <οὐ μή σου ἀπολειφθῶ.
Orion Gramm., Etymologicum (excerpta e cod. regio Paris. 2630) Page 186, line 29
καὶ ἡ σύνθεσις τοῦ ὀνόματος τοῦτο ἀπαιτεῖ· τὰ γὰρ παρὰ τὴν Ἥραν ὀνόματα σύνθετα διὰ τοῦ <ο> λέγει· Ἡρόδοτος, Ἡρόδικος.
Pseudo-Zonaras Lexicogr., Lexicon Alphabetic letter eta, page 1003, line 3
(Ἀρσενικόν.)
<Ἡράκλειτος· Ἡρόδικος· Ἡρόστρατος· Ἡρόδοτος>.
Olympiodorus Phil., In Platonis Gorgiam commentaria Chapter 2, section 13, line 5
ἰστέον δὲ ὅτι δύο Ἡροδίκους οἶδεν ὁ Πλά των, ἕνα τὸν ἀδελφὸν Γοργίου τὸν Λεοντῖνον καὶ ἄλλον Ἡρόδικον τὸν Σηλυμβριανόν· μὴ οὖν εὑρίσκοντες ἐν τοῖς διαλόγοις νομίσητε ἕνα εἶναι καὶ ταραχθῆτε.
Olympiodorus Phil., In Platonis Gorgiam commentaria Chapter 2, section 13, line 2
<Εἰ ἐτύγχανε Γοργίας ἐπιστήμων ὢν τῆς τέχνης ἧσπερ ὁ ἀδελφὸς αὐτοῦ Ἡρόδικος> [448 b 4 – 5]: ἄρχεται ἐρωτᾶν.
Olympiodorus Phil., In Platonis Gorgiam commentaria Chapter 3, section 8, line 6
ὥσπερ οὖν ἔμπροσθεν συντόμως ἀπεκρίνου τῷ Χαιρεφῶντι ὅτι ἀπὸ τῆς ἰατρικῆς ἰατρὸς καλεῖται ὁ Ἡρόδικος καὶ ἀπὸ τῆς ζωγραφικῆς ὁ ζωγράφος, οὕτως καὶ νῦν εἰπὲ τίς ἡ τέχνη Γοργίου’.
Olympiodorus Phil., In Platonis Gorgiam commentaria Chapter 2, section 13, line 8
ἐνταῦθα τοίνυν περὶ τοῦ Λεοντίνου φησίν· λέγει οὖν ὅτι ‘εἰ ἐπιστήμων ἦν ὁ Γοργίας τῆς τέχνης τοῦ Ἡροδίκου τοῦ ἀδελφοῦ αὐτοῦ’ (ὅ ἐστι τῆς ἰατρικῆς, ἰατρὸς γὰρ ἦν), ‘τί ἂν αὐτὸν ὠνομάζομεν;
Olympiodorus Phil., In Platonis Gorgiam commentaria Chapter 6, section 11, line 17
ἀμέλει αὐτὸς ὁ Γοργίας λέγει ὅτι ‘καὶ ἰατρῶν ἰατρικώτερός εἰμι, τοῦ γὰρ ἀδελφοῦ μου Ἡροδίκου μὴ δυνηθέντος πεῖσαι τὸν κάμνοντα δέξασθαι φάρμακον, ἐγὼ ἔπεισα’.
Olympiodorus Phil., In Platonis Gorgiam commentaria Chapter 9, section 2, line 25
οἷόν τι λέγω· εἶπεν ὁ Γοργίας ὅτι ‘ἐν πλήθει λέγω’ καὶ ὅτι ‘καὶ τῶν καθέκαστα τεχνιτῶν μείζων εἰμί· οὕτω γοῦν τοῦ ἀδελφοῦ μοῦ Ἡροδίκου μὴ πείσαντος τὸν κάμνοντα λαβεῖν φάρμακον ἐγὼ ἔπεισα’.
Anonymi In Aristotelis Artem Rhetoricam Rhet., In Aristotelis artem rhetoricam commentarium Page 18, line 28
[b3] <ὑγεία> δὲ τὸ ἀρίστως ἔχειν καὶ καύσωνα ὑπομένειν καὶ ψῦχος καὶ πυγμὰς καὶ τρώσεις, ἀλλὰ μὴ καθάπερ <Ἡρόδικος> ἀεὶ νοσαζόμενος καὶ ἰατροῖς προσανέχων καὶ καθ᾿ ἑκάστην ἀλεξιτηρίοις τισὶ καὶ φαρμάκοις ἐπιβοηθῶν τῷ σώματι.
Anonymi In Aristotelis Artem Rhetoricam Rhet., In Aristotelis artem rhetoricam commentarium Page 146, line 24
[b19] ὁ δὲ Ἡρόδικος Ἀθηναῖος ἱστορικός.
Eustathius Philol., Scr. Eccl., Commentarii ad Homeri Iliadem Volume 2, page 757, line 19
Καὶ Χείρωνα γάρ φασι τρωθέντα ποτὲ τὴν χεῖρα τὴν διὰ βοτανῶν ἐπινοήσασθαι ἰατρικήν, καὶ τὸν Σηλυβριανὸν παιδοτρίβην Ἡρόδικον διὰ πόνους ἐμπεσόντα φθόῃ μελετῆσαι τὰ περὶ δίαιταν.
Eustathius Philol., Scr. Eccl., Commentarii ad Homeri Iliadem Volume 3, page 243, line 28
Φασὶ γὰρ τὸ χειρουργικὸν καὶ φαρμακευτικὸν οὔπω εὑρῆσθαι παρὰ τοῖς παλαιοῖς, τοῦ δὲ διαιτητικοῦ Ἱπποκράτην μὲν κατάρξαι, Ἡρόδικον δὲ συντελέσαι καὶ Πραξαγόραν καὶ Χρύσιππον.
Eustathius Philol., Scr. Eccl., Commentarii ad Homeri Iliadem Volume 3, page 903, line 16
ἱστορεῖται δὲ κληθῆναί ποτε Ἑλλάδα καὶ πᾶσαν σχεδὸν τὴν κατὰ τὴν Ἰταλίαν μετοίκησιν. Ἡρόδικος δὲ ὁ Βαβυλώνιος εὐξάμενος τὸ «Ἡροδίκῳ», τουτέστιν ἐμοί, «Ἑλλὰς ἀεὶ μίμνοι καὶ θεόπαις Βαβυλών», ἄδηλον περὶ ποίας Ἑλλάδος ποιεῖται τὴν εὐχήν.
Georgius Choeroboscus Gramm., Prolegomena et scholia in Theodosii Alexandrini canones isagogicos de flexione nominum Page 186, line 14
Ἀλλ' ἔστιν εἰπεῖν πρὸς τούτους καὶ ἀντιθεῖναι, ὅτι τὸ <α> ἔχει φύσει μακρὸν τὸ Ἥρα, τὸ δὲ Ἡρακλῆς σύνθετον μὲν ὂν ἔχει τὸ <α> βραχὺ ἤγουν θέσει μακρόν, ὡς παρὰ Θεοκρίτῳ <24, 1> <Ἡρακλέα δεκάμηνον ἐόντα>· ὤφειλεν οὖν εἰ ἐγένετο ἀπὸ τοῦ Ἥρα ἢ τρέψαι τὸ <α> εἰς τὸ <ο>, ὡς ἐν τῷ Ἡρόδοτος Ἡρόφιλος Ἡρόδικος (ταῦτα γὰρ ἀπὸ τοῦ Ἥρα ἐγένοντο καὶ ἔτρεψαν τὸ <α> εἰς τὸ <ο>), ἢ φυλάξαν τὸ <α> ὤφειλεν ἐκτεταμένον αὐτὸ φυλάξαι· ἀλλὰ μὴν οὔτε ἔτρεψε τὸ <α> εἰς τὸ <ο> οὔτε ἐφύλαξεν αὐτὸ ἐκτεταμένον, οὐκ ἄρα ἐστὶν ἐξ αὐτοῦ ἡ σύνθεσις.
Georgius Choeroboscus Gramm., Prolegomena et scholia in Theodosii Alexandrini canones isagogicos de flexione nominum Page 188, line 34
Ἄλλοι δὲ λέγουσιν, ὅτι ἀπὸ τοῦ Ἥρα τοῦ σημαίνοντος τὴν δαίμονα ἐγένετο Ἡροκλέης κατὰ τροπὴν τοῦ <α> εἰς τὸ <ο>, ὥσπερ Ἡρόδοτος Ἡρόδικος Ἡρόφιλος, καὶ ἀπὸ τοῦ Ἡροκλέης ἐγένετο Ἡρακλέης μεταβληθέντος τοῦ <ο> εἰς τὸ <α> βραχύ, ὥσπερ κυνόμυια κυνάμυια, ποδονίπτρα ποδανίπτρα.
Joannes Rhet., Commentarium in Hermogenis librum περὶ ἰδεῶν 6, Page 473, line 29
κοὶ, ταπεινὸν τὸ διακόπτειν· καταβάλλει γὰρ τὴ λαμπρότητα καὶ σεμνότητα ἡ διακοπὴ, ὥσπερ ἵππον εὔτακτα θέοντα καὶ κατὰ χρείαν ἀναχαιτίζων ἱππεὺς ἀμαθὴς, εἰ δὲ συγκροτεῖ τοῖς ἄλλοις εἴδεσιν, ὥσπερ τοῦ στεφάνου καὶ ὁ συντακτήριος, καλὸν τὸ διακόπτειν· ἀλλ' οὐδ' ἐπὶ τοῦτον ἀεὶ καιρός, εἰ μὴ ὅταν τις κατὰ βαρύτητα λέγῃ, ἐφ' οἷς παρὰ τὸ δέον κρίνεται· εἰ γὰρ διέκοψεν ὁ θεολόγος ἐπὶ ταύτης τῆς περιόδου, αὕτη γίνεται τῆς τοῦ βασιλέως φιλανθρωπίας περὶ ἡμᾶς ἀρχὴ καὶ κατάστασις πρώτη, οὐκ ἂν διέφερεν Ἡροδίκου, ἀλλα χοῦ δὲ διέκοψε· τὸ γὰρ, <καὶ μάλιστα ἂν τύχωσιν ἐννοίας τινὸς,> διακοπὴν ἔχει προφανῆ· οὕτω γοῦν κὰν τῷ συντακτηρίῳ· δικανικοὶ γὰρ οἱ λόγοι καὶ δυσανασχετοῦντες ταῖς τῶν καθολικωτέρων ἐπιμοναῖς, καὶ τῶν πολιτικῶν ὑπερεκπίπτουσιν μερικωτέρων ὄντων· τὰ γὰρ ἄφετα καὶ ἐλεύθερα καὶ σύντονα καὶ εὔτονα καὶ συνεστραμμένα καὶ διλήμματα φιλεῖ ὁ θεολογικὸς λόγος, ὥς που καὶ αὐτός φησι· φθέγξομαι οὐ μαλακόν τι καὶ ἀναβεβλημένον, ἀλλὰ καὶ λίαν ἀνδρικόν τε καὶ σύντονον· τοιοῦτος γὰρ ὁ
Scholia In Aristophanem, Scholia in ranas (scholia vetera) Argumentum-scholion sch ran, verse 1028, line 13
πρὸς ὅν ἐστιν εἰπεῖν ὅτι ἐν τῷ δράματι [297] λέγεται Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος. Ἡρόδικος δέ φησι διττὰς γεγονέναι τὰς καθέσεις, καὶ τὴν τραγῳδίαν ταύτην περιέχειν τὴν ἐν Πλαταιαῖς μάχην.
Scholia In Homerum, Scholia in Iliadem (scholia vetera) Book of Iliad 9, verse 453b, line of scholion 11
b(BCE3 E4)T ἀγαθοὶ δὲ διδάσκαλοι, οἳ ἐν πείρᾳ παθημάτων γεγόνασιν· καὶ Χείρωνα γάρ φασι τρωθέντα τὴν χεῖρα τὴν περὶ βοτανῶν ἐπιτηδεῦσαι ἰατρικήν, τὴν δὲ περὶ τὰς διαίτας τὸν Σηλυμβριανὸν Ἡρόδικον τὸν παιδοτρίβην, ὃς ἐμπεσὼν διὰ τοὺς πόνους εἰς φθόην ἐμελέτησε τὴν τέχνην.
Scholia In Homerum, Scholia in Iliadem (scholia vetera) Book of Iliad 22, verse 385b, line of scholion 2
T ex. ἄλλως· <ἀλλὰ τίη μοι ταῦτα< – θυμός>:> οἱ περὶ Ἡρόδικόν φασι προφασίζεσθαι αὐτὸν <διὰ> τὸν περὶ τὰς Σκαιὰς πόλεμον.
Scholia In Homerum, Scholia in Iliadem (scholia vetera) Book of Iliad 4, verse 476, line of scholion 2
A ex. <μῆλα ἰδέσθαι:> μῆλα ὁ ποιητὴς τὰ πρόβατα καὶ τὰς αἶγας, †Ἡρόδικος† δὲ τὰ τετράποδα πάντα.
Scholia In Homerum, Scholia in Iliadem (scholia vetera) Book of Iliad 11, verse 515c, line of scholion 5
T ex. <ἰούς τ' ἐκτάμνειν <ἐπί τ' ἤπια φάρμακα πάςσειν>:> ἐμείωσε, φασί, τὸν ἔπαινον, μερικὴν αὐτῷ προσθεὶς τὴν εἴδησιν· καίτοι φησίν· “ὅς ῥά τε πάσης / εὖ εἰδῇ σοφίας” (Ο 411 – 2). οἱ μὲν οὖν φασιν ὅτι τὸ χειρουργικὸν καὶ τὸ φαρμακευτικὸν εὕρητο παρὰ τοῖς παλαιοῖς· τοῦ γὰρ διαιτητικοῦ Ἡρόδικος μὲν ἤρξατο, συνετέλεσε δὲ Ἱπποκράτης, Πραξαγόρας (fr. 36 St.), Χρύσιππος (sc. medicus), b(BCE3E4)T ὅτι δὲ οὐκ ἴσασι τὸ διαιτητικόν, “νοῦσον δ' οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι” (ι 411), “ἀσπασίως δ' ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν” (ε 397).
Scholia In Homerum, Scholia in Iliadem (scholia vetera) Book of Iliad 13, verse 29b, line of scholion 1
Aim Hrd. <γηθοσύνη δὲ θάλασσα:> Ἡρόδικος τὴν <θοσ> συλλαβὴν ὀξύνει, ἵνα ᾖ τὸ πλῆρες “γηθόσυνα”, εἶτα “ἡ δὲ θάλασσα”· ὁ δὲ Ἀρίσταρχος <γηθοσύνη δὲ θάλασσα> ἀντὶ τοῦ γηθόσυνος, χαίρουσα.
Scholia In Homerum, Scholia in Iliadem (scholia vetera) Book of Iliad 20, verse 53b1, line of scholion 1
A Hrd. <θεῶν ἐπὶ Καλλικολώνῃ:> Ἡρόδικος βαρέως ἀνεγίνωσκεν ὡς τρέχων, μετοχὴν ποιῶν.
Scholia In Homerum, Scholia in Iliadem (scholia vetera) Book of Iliad 20, verse 53b1, line of scholion 5
οὕτως δὲ ἐχούσης τῆς ἱστορίας περισσὴ ἡ τοῦ Ἡροδίκου ἀνάγνωσις.
Scholia In Platonem, Scholia in Platonem (scholia vetera) Dialogue Phdr, Stephanus page 227d, line 1
χαριστέον. τὸ χαριστέον ἐστὶν ἢ τὸ διδόναι τί τινι χωρὶς ἀντιδόσεως, ἢ τὸ ἐν λόγοις τινὶ ὑποκλίνεσθαι, ἢ ὡς νῦν, τὸ πρὸς ἀφροδίσιον ἑαυτὸν συνουσίαν ἐπιδιδόναι τινί. Ἡρόδικον. ὁ Ἡρόδικος Σηλυμβριανὸς ἰατρὸς ἦν καὶ τὰ γυμνάσια ἔξω τείχους ἐποιεῖτο, ἀρχόμενος ἀπό τινος διαστήματος οὐ μακροῦ ἀλλὰ συμμέτρου, ἄχρι τοῦ τείχους, καὶ ἀναστρέφων.
Scholia In Platonem, Scholia in Platonem (scholia vetera) Dialogue R, Stephanus page 406a, line 1
τινὲς δὲ ἐπειδὴ ἐν Πράμνῳ πρῶτον ἄμπελος ἐφυτεύθη τῇ ἐν Ἰκάρῳ. Ἡρόδικον. τὸν Σιλυμβριανόν (l. Σηλυμβριανόν) φησιν ἰατρόν.
Scholia In Platonem, Scholia in Platonem (scholia vetera) Dialogue Phdr, Stephanus page 227d, line 2
Ἡρόδικον. ὁ Ἡρόδικος Σηλυμβριανὸς ἰατρὸς ἦν καὶ τὰ γυμνάσια ἔξω τείχους ἐποιεῖτο, ἀρχόμενος ἀπό τινος διαστήματος οὐ μακροῦ ἀλλὰ συμμέτρου, ἄχρι τοῦ τείχους, καὶ ἀναστρέφων.
Scholia In Platonem, Scholia in Platonem (scholia vetera) Dialogue Grg, Stephanus page 448b, line 1
πολλῶν ἐτῶν. Ἀττικὸν τὸ σχῆμα· δηλοῖ δὲ τὸ ἐπὶ πολὺν χρόνον. Ἡρόδικος. οὗτος οὐχ ὁ Σηλυμβριανός ἐστιν ὁ Ἡρόδικος, ἀλλ' ὁ Λεοντῖνος, Γοργίου ἀδελφός.
Scholia In Platonem, Scholia in Platonem (scholia vetera) Dialogue Grg, Stephanus page 448b, line 2
Ἡρόδικος. οὗτος οὐχ ὁ Σηλυμβριανός ἐστιν ὁ Ἡρόδικος, ἀλλ' ὁ Λεοντῖνος, Γοργίου ἀδελφός.
Scholia In Platonem, Scholia in Platonem (scholia vetera) Dialogue R, Stephanus page 405d, line 3
νοσήμασιν ὀνόματα τίθεσθαι κτλ. περὶ τοῦ διαιτητικοῦ τῆς ἰατρικῆς μέρους, καὶ ὅτι οὐκ ἦν ἐπὶ τῶν ἡρωϊκῶν χρόνων, ἀλλ' ἤρξατο ἀπὸ Ἡροδίκου τοῖς Ἕλλησιν.
Scholia In Platonem, Scholia in Platonem (scholia recentiora Arethae) Dialogue Grg, Stephanus page 448b, line 1
λείπει δὲ τὸ πεπόνθαμεν, ἵν' ᾖ τοιοῦτο· ἀλλ' ὄντως τὸ λεγόμενον πεπόνθαμεν ὅπερ οἱ κατόπιν ἑορτῆς παραγινόμενοι καὶ τῆς ἐν τῇ ἑορτῇ θυμηδίας ὑστεροῦντες. Ἡρόδικος. ἄλλος Ἡρόδικος Σιλυμβριανὸς (sic) ἐν Πολιτείᾳ (406 a).
Scholia In Platonem, Scholia in Platonem (scholia recentiora Arethae) Dialogue Grg, Stephanus page 448b, line 2
Ἡρόδικος. ἄλλος Ἡρόδικος Σιλυμβριανὸς (sic) ἐν Πολιτείᾳ (406 a).
Suda, Lexicon Alphabetic letter eta, entry 535, line 1
ἀπὸ τῆς μουσικῆς τὸ ἡρμοττόμην. <Ἡρόδικος:> ὄνομα κύριον.
Suda, Lexicon Alphabetic letter gamma, entry 388, line 4
<Γοργίας,> Χαρμαντίδου, Λεοντῖνος, ῥήτωρ, μαθητὴς Ἐμπεδοκλέους, διδάσκαλος Πώλου Ἀκραγαντίνου καὶ Περικλέους καὶ Ἰσοκράτους καὶ Ἀλκιδάμαντος τοῦ Ἐλεάτου, ὃς αὐτοῦ καὶ τὴν σχολὴν διεδέξατο· ἀδελφὸς δὲ ἦν τοῦ ἰατροῦ Ἡροδίκου.
Suda, Lexicon Alphabetic letter iota, entry 564, line 6
οὗτος μαθητὴς γέγονε τὸ μὲν πρῶτον τοῦ πατρός, μετὰ δὲ ταῦτα Ἡροδίκου τοῦ Σηλυβριανοῦ καὶ Γοργίου τοῦ Λεοντίνου, ῥήτορος καὶ φιλοσόφου· ὡς δέ τινες Δημοκρίτου τοῦ Ἀβδηρίτου, ἐπιβαλεῖν γὰρ αὐτὸν νέῳ πρεσβύτην· ὡς δέ τινες καὶ Προδίκου.
Suda, Lexicon Alphabetic letter omicron, entry 654, line 15
ἔγραψε Τριασμούς· λέγονται δὲ εἶναι Ἴωνος τοῦ τραγικοῦ· ἐν δὲ τούτοις τὰ Ἱεροστολικὰ καλούμενα· Κλήσεις κοσμικαί· Νεοτευκτικά· Ἱεροὺς λόγους ἐν ῥαψῳδίαις κδʹ· λέγονται δὲ εἶναι Θεογνήτου τοῦ Θεσσαλοῦ, οἱ δὲ Κέρκωπος τοῦ Πυθαγορείου· Χρησμούς, οἳ ἀναφέρονται εἰς Ὀνομάκριτον· Τελετάς· ὁμοίως δέ φασι καὶ ταύτας Ὀνομακρίτου· ἐν τούτοις δ' ἐστὶ περὶ λίθων γλυφῆς, ἥτις Ὀγδοηκοντάλιθος ἐπιγράφεται· Σωτήρια· ταῦτα Τιμοκλέους τοῦ Συρακουσίου λέγεται ἢ Περσίνου τοῦ Μιλησίου· Κρατῆρας· ταῦτα Ζωπύρου φασί· Θρονισμοὺς Μητρῴους καὶ Βακχικά· ταῦτα Νικίου τοῦ Ἐλεάτου φασὶν εἶναι· Εἰς ᾅδου κατάβασιν· ταῦτα Ἡροδίκου τοῦ Περινθίου· Πέπλον καὶ Δίκτυον· καὶ ταῦτα Ζωπύρου τοῦ Ἡρακλεώτου, οἱ δὲ Βροτίνου· Ὀνομαστικὸν ἔπη ͵ασʹ, Θεογονίαν ἔπη ͵ασʹ, Ἀστρονομίαν, Ἀμοκοπία, Θυηπολικόν, ᾨοθυτικὰ ἢ ᾨοσκοπικά, ἐπικῶς· Καταζωστικόν, Ὕμνους· Κορυβαντικόν· καὶ Φυσικά, ἃ Βροτίνου φασίν.
Stephanus Gramm., In artem rhetoricam commentaria Page 271, line 12
[1361 b 3] <Ὥστε ἀνόσους εἶναι χρωμένους τοῖς σώμασιν>· εἰσὶ γάρ τινες ὑγιαίνοντες μέν, οὐ χρώμενοι δὲ τοῖς σώμασιν, ἀλλὰ καὶ παρ' ἄλλων λουόμενοι, οὐδὲ βαδίζοντες, ἀλλ' ἐπὶ σκίμποδος ἢ θρόνου φερόμενοι· οἷος ἦν καὶ ὁ <Ἡρόδικος>, ὃς ὑγιὴς μὲν ἦν, ἀλλ' οὔποτε τῷ σώματι πρὸς ὑπηρεσίαν ἐχρᾶτο, ἀλλὰ παρ' ἄλλων τῷ στόματι αὐτοῦ ἡ τροφὴ ἐδίδοτο, φοράδην ἐφέρετο, οὐδὲ τὴν ἀμίδα ὥστε οὐρῆσαι ταῖς οἰκείαις χερσὶ κατεῖχεν, ἀλλ' ἄλλοις καὶ αὐτὴ ὑπεκρατεῖτο.