Loading...

ΑΠΑΝΤΑ

ΙΠΠΟΚΡΑΤΟΥΣ
ΠΕΡΙΕΧΟΜΕΝΑ

Ἱπποκράτους ἅπαντα σὲ μία ἱστοσελίδα

Περιεχόμενα

  1. Περὶ Ἀρχαίης Ἰατρικῆς (De prisca medicina)
  2. Περί Ἀέρων, Ὑδάτων, Τόπων (De aëre aquis et locis)
  3. Προγνωστικόν (Prognosticon)
  4. Περὶ Διαίτης Ὀξέων Νοσημάτων (De diaeta in morbis acutis)
  5. Περὶ Διαίτης Ὀξέων Νοσημάτων, Νόθα (De diaeta acutorum sp)
  6. Περὶ Ἐπιδημιῶν 1 (De morbis popularibus Liber I)
  7. Περὶ Ἐπιδημιῶν 2 (De morbis popularibus Liber II)
  8. Περὶ Ἐπιδημιῶν 3 (De morbis popularibus Liber III)
  9. Περὶ Ἐπιδημιῶν 4 (De morbis popularibus Liber IV)
  10. Περὶ Ἐπιδημιῶν 5 (De morbis popularibus Liber V)
  11. Περὶ Ἐπιδημιῶν 6 (De morbis popularibus Liber VI)
  12. Περὶ Ἐπιδημιῶν 7 (De morbis popularibus Liber VII)
  13. Περὶ τῶν ἐν τῇ Κεφαλῇ Τραυμάτων (De capitis vulneribus)
  14. Κατ᾿ Ἰατρεῖον (De officina medici)
  15. Περὶ Ἀγμῶν (καταγμάτων) (De fracturis)
  16. Περὶ Ἄρθρων (De articulis)
  17. Μοχλικός (Vectiarius)
  18. Ἀφορισμοί (Aphorismi)
  19. ὁ Ὄρκος (Jusjurandum)
  20. ὁ Νόμος (Lex)
  21. Περὶ Χυμῶν (De humoribus)
  22. Προρρητικός Α (περὶ τοῦ προλέγειν τὰς νόσους ἐκ τῶν συμπτωμάτων Α)(Prorrheticon Liber I)
  23. Προρρητικός Β (περὶ τοῦ προλέγειν τὰς νόσους ἐκ τῶν συμπτωμάτων Β) (Prorrheticon Liber II)
  24. Περὶ Τέχνης (De arte)
  25. Κῳακαὶ προγνώσεις (ἀπὸ τὴν Κῶ) (Coa praesagia)
  26. Περὶ φύσιος Ἀνθρώπου (De natura hominis)
  27. Περὶ Διαίτης Ὑγιεινῆς (De diaeta salubri)
  28. Περὶ Φυσῶν (De flatibus)
  29. Περὶ Ὑγρῶν Χρήσιος (De humidorum usu)
  30. Περὶ Νόσων I (De morbis IIII Liber I)
  31. Περὶ Νόσων II (De morbis IIII Liber II)
  32. Περὶ Νόσων III (De morbis IIII Liber III)
  33. Περὶ Γονῆς, Περὶ Φύσεως Παιδίου, Περὶ Νόσων IV (De semine, de natura pueri, morbis IV)
  34. Περὶ Παθῶν (De affectionibus)
  35. Περὶ Τόπων τῶν κατ᾿ Ἄνθρωπον (De locis in homine)
  36. Περὶ τῆς Ἱερῆς Νόσου (De morbo sacro)
  37. Περὶ Ἐλκῶν (De ulceribus)
  38. Περὶ Αἰμοροΐδων (De haemorrhoidibus)
  39. Περὶ Συρίγγων (De fistulis)
  40. Περὶ Διαίτης Α᾿ (De diaeta I)
  41. Περὶ Διαίτης Β᾿ (De diaeta II)
  42. Περὶ Διαίτης Γ᾿ (De diaeta III)
  43. Περὶ Διαίτης Δ᾿ (De diaeta IV)
  44. Περὶ τῶν Ἐντὸς Παθῶν (De affectionibus interioribus)
  45. Περὶ Γυναικείας Φύσεως (De natura muliebri)
  46. Περὶ Ἑπταμήνου (De septimestri partu)
  47. Περὶ Ἑπταμήνου (Νόθο) (De septimestri partu [sp.])
  48. Περὶ Ὀκταμήνου (De octimestri partu)
  49. Περὶ Γυναικείων Α᾿ (De mulierum affectibusI)
  50. Περὶ Γυναικείων Β᾿ (De mulierum affectibus II)
  51. Περὶ Γυναικείων Γ᾿ Περὶ Ἀφόρων (De mulierum affectibus III)
  52. Περὶ Παρθενίων (De virginum morbis)
  53. Περὶ Ἐπικυήσιος (De superfetatione)
  54. Περὶ Ἐγκατατομῆς Ἐμβρύου (De exsectione foetus)
  55. Περὶ Ἀνατομῆς (De anatome)
  56. Περὶ Ὀδοντοφυΐης (De dentitione)
  57. Περὶ Ἀδένων (De glandulis)
  58. Περὶ Σαρκῶν (De carnibus)
  59. Περὶ Ἑβδομάδων (De septimanis)
  60. Περὶ Καρδίης (De corde)
  61. Περὶ Τροφῆς (De alimento)
  62. Περὶ Ὄψιος (De visu)
  63. Περὶ Ὀστέων Φύσιος (De ossium natura)
  64. Περὶ Ἰητροῦ (De medico)
  65. Περὶ Εὐσχημοσύνης (De decente habitu)
  66. Παραγγελίαι (Praeceptiones)
  67. Περὶ Κρίσεων (De judicationibus)
  68. Περὶ Κρισίμων (De diebus judicatoriis)
  69. Ἐκ τοῦ περὶ φαρμάκων (De purgantibus)
  70. Ἐπιστολαί, Δόγμα, Ἐπιβώμιος, Πρεσβευτικός (Epistulae)
  71. ὄμνυμι (Jusjurandu mmetricum)
  72. Βιογραφία Ἱπποκράτους κατὰ Σωρανόν

Περὶ Ἀρχαίης Ἰατρικῆς

[1] Ὁκόσοι ἐπεχείρησαν περὶ ἰητρικῆς λέγειν ἢ γράφειν, ὑπόθεσιν σφίσιν αὐτέοισιν ὑποθέμενοι τῷ λόγῳ, θερμὸν, ἢ ψυχρὸν, ἢ ὑγρὸν, ἢ ξηρὸν, ἢ ἄλλ᾿ ὅ τι ἂν ἐθέλωσιν, ἐς βραχὺ ἄγοντες, τὴν ἀρχὴν τῆς αἰτίης τοῖσιν ἀνθρώποισι τῶν νούσων τε καὶ τοῦ θανάτου, καὶ πᾶσι τὴν αὐτέην, ἓν ἢ δύο προθέμενοι, ἐν πολλοῖσι μὲν καὶ οἷσι λέγουσι καταφανέες εἰσὶν ἁμαρτάνοντες· μάλιστα δὲ ἄξιον μέμψασθαι, ὅτι ἀμφὶ τέχνης ἐούσης, ᾗ χρέονταί τε πάντες ἐπὶ τοῖσι μεγίστοισι καὶ τιμῶσι μάλιστα τοὺς ἀγαθοὺς χειροτέχνας καὶ δημιουργούς. Εἰσὶ δὲ δημιουργοὶ, οἱ μὲν φλαῦροι, οἱ δὲ πολλὸν διαφέροντες· ὅπερ, εἰ μὴ ἦν ἰητρικὴ ὅλως, μηδ᾿ ἐν αὐτέῃ ἔσκεπτο, μηδ᾿ εὕροιτο μηδὲν, οὐκ ἂν ἦν, ἀλλὰ πάντες ἂν ὁμοίως αὐτέης ἄπειροί τε καὶ ἀνεπιστήμονες ἦσαν, καὶ τύχῃ ἂν πάντα τὰ τῶν καμνόντων διῳκέετο. Νῦν δ᾿ οὐχ οὕτως ἔχει, ἀλλ᾿ ὥσπερ καὶ τῶν ἄλλων τεχνέων πασέων οἱ δημιουργοὶ πολλὸν ἀλλήλων διαφέρουσι κατὰ χεῖρα καὶ κατὰ γνώμην, οὕτω δὴ καὶ ἐπὶ ἰητρικῆς. Διὸ οὐκ ἠξίουν ἔγωγε κενῆς αὐτέην ὑποθέσιος δέεσθαι, ὥσπερ τὰ ἀφανέα τε καὶ ἀπορεόμενα· περὶ ὧν ἀνάγκη, ἤν τις ἐπιχειροίη λέγειν, ὑποθέσει χρέεσθαι· οἷον περὶ τῶν μετεώρων ἢ τῶν ὑπὸ γῆν εἰ λέγοι τις καὶ γινώσκοι ὡς ἔχει, οὔτ᾿ ἂν αὐτέῳ τῷ λέγοντι οὔτε τοῖσιν ἀκούουσι δῆλα ἂν εἴη, εἴ τε ἀληθέα ἐστὶν εἴτε μή· οὐ γὰρ ἔστι πρὸς ὅ τι χρὴ ἐπανενέγκαντα εἰδέναι τὸ σαφές.

[2] Ἰητρικῇ δὲ πάντα πάλαι ὑπάρχει, καὶ ἀρχὴ καὶ ὁδὸς εὑρημένη, καθ᾿ ἣν καὶ τὰ εὑρημένα πολλά τε καὶ καλῶς ἔχοντα εὕρηται ἐν πολλῷ χρόνῳ, καὶ τὰ λοιπὰ εὑρεθήσεται, ἤν τις ἱκανός τε ἐὼν καὶ τὰ εὑρημένα εἰδὼς, ἐκ τουτέων ὁρμώμενος ζητέῃ. Ὅστις δὲ ταῦτα ἀποβαλὼν καὶ ἀποδοκιμάσας πάντα, ἑτέρῃ ὁδῷ καὶ ἑτέρῳ σχήματι ἐπιχειρέει ζητέειν, καὶ φήσει τι εὑρηκέναι, ἐξηπάτηται καὶ ἐξαπατᾶται· ἀδύνατον γάρ. Δι᾿ ἃς δὲ ἀνάγκας ἀδύνατον, ἐγὼ πειρήσομαι ἐπιδεῖξαι, λέγων καὶ δεικνὺς τὴν τέχνην ὅ τι ἐστίν. Ἐκ δὲ τουτέου καταφανὲς ἔσται ἀδύνατα ἐόντα ἄλλως πως τουτέων εὑρίσκεθαι. Μάλιστα δέ μοι δοκέει περὶ ταύτης δεῖν λέγοντα τῆς τέχνης γνωστὰ λέγειν τοῖσι δημότῃσιν. Οὐ γὰρ περὶ ἄλλου τινὸς οὔτε ζητέειν προσήκει οὔτε λέγειν ἢ περὶ τῶν παθημάτων ὧν αὐτοὶ οὗτοι νοσέουσί τε καὶ πονέουσιν· αὐτοὺς μὲν οὖν τὰ σφέων αὐτέων παθήματα καταμαθεῖν, ὡς γίνεται καὶ παύεται, καὶ δι᾿ οἵας προφάσιας αὔξεταί τε καὶ φθίνει, δημότας ἐόντας, οὐ ῥηΐδιον· ὑπ᾿ ἄλλου δ᾿ εὑρημένα καὶ λεγόμενα εὐπετές. Οὐδὲν γὰρ ἕτερον ἢ ἀναμιμνήσκεται ἕκαστος ἀκούων τῶν ἑωυτῷ ξυμβαινόντων. Εἰ δέ τις τῶν ἰδιωτέων γνώμης ἀποτεύξεται, καὶ μὴ διαθήσει τοὺς ἀκούοντας οὕτως, τοῦ ἐόντος ἀποτεύξεται. Καὶ διὰ ταῦτα οὖν οὐδὲν δέεται ὑποθέσιος.

[3] Τὴν γὰρ ἀρχὴν οὔτ᾿ ἂν εὑρέθη ἡ τέχνη ἡ ἰητρικὴ, οὔτ᾿ ἂν ἐζητήθη (οὐδὲν γὰρ αὐτέης ἔδει), εἰ τοῖσι κάμνουσι τῶν ἀνθρώπων, τὰ αὐτὰ διαιτωμένοισί τε καὶ προσφερομένοισιν, ἅπερ οἱ ὑγιαίνοντες ἐσθίουσί τε καὶ πίνουσι καὶ τἄλλα διαιτέονται, ξυνέφερε, καὶ εἰ μὴ ἦν ἕτερα τουτέων βελτίω. Νῦν δ᾿ αὐτὴ ἡ ἀνάγκη ἰητρικὴν ἐποίησε ζητηθῆναί τε καὶ εὑρεθῆναι ἀνθρώποισιν· ὅτι κάμνουσι ταὐτὰ προσφερομένοισιν, ἅπερ οἱ ὑγιαίνοντες, οὐ ξυνέφερεν, ὡς οὐδὲ νῦν ξυμφέρει. Ἔτι δ᾿ ἄνωθεν ἔγωγε ἀξιῶ οὐδ᾿ ἂν τῶν ὑγιαινόντων δίαιτάν τε καὶ τροφὴν, ᾗ νῦν χρέονται, εὑρεθῆναι, εἰ ἐξήρκεε τῷ ἀνθρώπῳ ταὐτὰ ἐσθίοντι καὶ πίνοντι βοΐ τε καὶ ἵππῳ καὶ πᾶσιν ἐκτὸς ἀνθρώπου, οἷον τὰ ἐκ τῆς γῆς φυόμενα, καρπούς τε καὶ ὕλην καὶ χόρτον· ἀπὸ τουτέων γὰρ καὶ αὔξονται καὶ ἄπονοι διάγουσιν, οὐδὲν προσδεόμενοι ἄλλης διαίτης. Καί τοι τὴν ἀρχὴν ἔγωγε ἀξιῶ καὶ τὸν ἄνθρωπον τοιαύτῃ τροφῇ κεχρῆσθαι. Τὰ δέ γε νῦν διαιτήματα εὑρημένα καὶ τετεχνημένα ἐν πολλῷ χρόνῳ γεγενῆσθαί μοι δοκέει. Ὡς γὰρ ἔπασχον πολλά τε καὶ δεινὰ ἀπὸ ἰσχυρῆς τε καὶ θηριώδεος διαίτης, ὠμά τε καὶ ἄκρητα καὶ μεγάλας δυνάμιας ἔχοντα ἐσφερόμενοι, οἷά περ ἂν καὶ νῦν ὑπ᾿ αὐτέων πάσχοιεν, πόνοισί τε ἰσχυροῖσι καὶ νούσοισι περιπίπτοντες, καὶ διὰ ταχέος θανάτοισιν. Ἧσσον μὲν οὖν ταῦτα τότε εἰκὸς ἦν πάσχειν διὰ τὴν συνήθειαν· ἰσχυρῶς δὲ καὶ τότε· καὶ τοὺς μὲν πλείστους τε καὶ ἀσθενεστέρην φύσιν ἔχοντας ἀπόλλυσθαι εἰκὸς, τοὺς δὲ τουτέων ὑπερέχοντας πλείω χρόνον ἀντέχειν· ὥσπερ καὶ νῦν ἐκ τῶν ἰσχυρῶν βρωμάτων· οἱ μὲν γὰρ ῥηϊδίως ἀπαλλάσσονται, οἱ δὲ μετὰ πολλῶν πόνων τε καὶ κακῶν. Διὰ δὴ ταύτην τὴν χρείην καὶ οὗτοί μοι δοκέουσι ζητῆσαι τροφὴν ἁρμόζουσαν τῇ φύσει, καὶ εὑρεῖν ταύτην, ᾗ νῦν χρεόμεθα· ἐκ μὲν οὖν τῶν πυρῶν, βρέξαντες καὶ πτίσαντες καὶ καταλέσαντες πάντα, καὶ διασήσαντες, καὶ φορύξαντες, καὶ ὀπτήσαντες, ἀπετέλεσαν ἄρτον· ἐκ δέ γε τῶν κριθέων μᾶζαν, ἄλλα τε συχνὰ περὶ ταύτην πρηγματευσάμενοι, ἥψησάν τε καὶ ὤπτησαν, καὶ ἔμιξαν, καὶ ἐκέρασαν τὰ ἰσχυρά τε καὶ ἄκρητα τοῖσιν ἀσθενεστέροισι, πλάσσοντες πάντα πρὸς τὴν τοῦ ἀνθρώπου φύσιν τε καὶ δύναμιν, ἡγεύμενοι, ὅτι ὅσα μὲν ἂν ἰσχυρότερα ᾖ, οὐ δυνήσεται κρατέειν ἡ φύσις, ἢν ἐσβάληται, ἀπὸ τουτέων δ᾿ αὐτέων πόνους τε καὶ νούσους καὶ θανάτους ἔσεσθαι· ὅσων δ᾿ ἂν δύνηται ἐπικρατέειν, ἀπὸ τουτέων τροφήν τε καὶ αὔξησιν καὶ ὑγιείην. Τῷ δ᾿ εὑρήματι τούτῳ καὶ ζητήματι τί ἄν τις οὔνομα δικαιότερον ἢ προσῆκον μᾶλλον θείη ἢ ἰητρικήν; ὅτι γε εὕρηται ἐπὶ τῇ τοῦ ἀνθρώπου ὑγιείῃ τε καὶ τροφῇ καὶ σωτηρίῃ, ἄλλαγμα κείνης τῆς διαίτης, ἐξ ἧς οἱ πόνοι καὶ νοῦσοι καὶ θάνατοι ἐγίνοντο.

[4] Εἰ δὲ μὴ τέχνη αὐτὴ νομίζεται εἶναι, οὐκ ἀπεικός· ἧς γὰρ μηδείς ἐστιν ἰδιώτης, ἀλλὰ πάντες ἐπιστήμονες διὰ τὴν χρῆσίν τε καὶ ἀνάγκην, οὐ προσήκει ταύτης οὐδένα τεχνίτην καλέεσθαι· ἐπεὶ τό γε εὕρημα καὶ μέγα καὶ πολλῆς τέχνης τε καὶ σκέψιος. Ἔτι γοῦν καὶ νῦν οἱ τῶν γυμνασίων τε καὶ ἀσκησίων ἐπιμελόμενοι αἰεί τι προσεξευρίσκουσι, κατὰ τὴν αὐτέην ὁδὸν ζητέοντες ὅ τι ἔδων τε καὶ πίνων ἐπικρατήσει τε αὐτέων μάλιστα, καὶ ἰσχυρότερος αὐτὸς ἑωυτοῦ ἔσται.

[5] Σκεψώμεθα γοῦν καὶ τὴν ὁμολογουμένως ἰητρικὴν, τὴν ἀμφὶ τοὺς κάμνοντας εὑρημένην, ἣ καὶ οὔνομα καὶ τεχνίτας ἔχει, εἰ κρατέειν καὶ αὐτὴ τῶν αὐτέων ἐθέλει, καὶ ὁπόθεν ποτὲ ἦρκται. Ἐμοὶ μὲν γὰρ, ὅπερ ἐν ἀρχῇ εἶπον, οὐδ᾿ ἂν ζητῆσαι δοκέοι ἰητρικὴν οὐδεὶς, εἰ ταὐτὰ διαιτήματα τοῖσί τε κάμνουσι καὶ τοῖσιν ὑγιαίνουσιν ἥρμοζεν. Ἔτι γοῦν καὶ νῦν ὅσοι ἰητρικῇ μὴ χρέονται, οἵ τε βάρβαροι καὶ τῶν Ἑλλήνων ἔνιοι τὸν αὐτὸν τρόπον, ὅν περ οἱ ὑγιαίνοντες, διαιτέονται πρὸς ἡδονὴν, καὶ οὔτ᾿ ἂν ἀπόσχοιντο οὐδενὸς ὧν ἐπιθυμέουσιν, οὔθ᾿ ὑποστείλαιντο ἄν. Οἱ δὲ ζητήσαντές τε καὶ εὑρόντες ἰητρικὴν, τὴν αὐτέην κείνοισι διάνοιαν ἔχοντες περὶ ὧν μοι ὁ πρότερος λόγος εἴρηται, πρῶτον μὲν, οἶμαι, ὑφεῖλον τοῦ πλήθεος τῶν σιτίων αὐτέων τουτέων, καὶ ἀντὶ πλεόνων ὀλίγα ἐποίησαν· ἐπεὶ δ᾿ αὐτέοισι τοῦτό ἐστι μὲν ὅτε πρός τινας τῶν καμνόντων ἤρκεσε, καὶ φανερὸν ἐγένετο ὠφελῆσαν, οὐ μέντοι πᾶσί γε· ἀλλ᾿ ἦσάν τινες οὕτως ἔχοντες, ὡς μὴ ὀλίγων σιτίων δύνασθαι ἐπικρατέειν· ἀσθενεστέρου δὲ δή τινος οἱ τοιοίδε ἐδόκεον δέεσθαι, εὗρον τὰ ῥοφήματα, μίξαντες ὀλίγα τῶν ἰσχυρῶν πολλῷ τῷ ὕδατι, καὶ ἀφαιρεόμενοι τὸ ἰσχυρὸν τῇ κρήσει τε καὶ ἑψήσει. Ὁκόσοι δὲ μηδὲ τῶν ῥοφημάτων ἐδύναντο ὑποκρατέειν, ἀφεῖλον καὶ ταῦτα, καὶ ἀφίκοντο ἐς πόματα, καὶ ταῦτα τῇσί τε κρήσεσι καὶ τῷ πλήθεϊ διαφυλάσσοντες ὡς μετρίως ἔχῃ, μήτε πλείω τῶν δεόντων μήτε ἀκρητέστερα προσφερόμενοι, μηδ᾿ ἐνδεέστερα.

[6] Εὖ δὲ χρὴ τοῦτο εἰδέναι, ὅτι τισὶ τὰ ῥοφήματα ἐν τῇσι νούσοισιν οὐ ξυμφέρει, ἀλλ᾿ ἄντικρυς, ὅταν ταῦτα προσαίρωνται, παροξύνονται σφίσιν οἵ τε πυρετοὶ καὶ τὰ ἀλγήματα· καὶ δῆλον τὸ προσενεχθὲν τῇ μὲν νούσῳ τροφή τε καὶ αὔξησις γενόμενον, τῷ δὲ σώματι φθίσις τε καὶ ἀρρωστίη. Ὁκόσοι δ᾿ ἂν τῶν ἀνθρώπων ἐν ταύτῃ τῇ διαθέσει ἐόντες προσενέγκωνται ξηρὸν σιτίον, ἢ μᾶζαν, ἢ ἄρτον, καὶ πάνυ σμικρὸν, δεκαπλασίως ἂν μᾶλλον καὶ ἐπιφανέστερον κακωθεῖεν ἢ ῥοφέοντες, δι᾿ οὐδὲν ἄλλο ἢ διὰ τὴν ἰσχὺν τοῦ βρώματος πρὸς τὴν διάθεσιν· καὶ ὅτῳ ῥοφέειν ξυμφέρει, ἐσθίειν δ᾿ οὒ, εἰ πλείω φάγοι, πολὺ ἂν μᾶλλον κακωθείη ἢ ὀλίγα· καὶ εἰ ὀλίγα δὲ, πονήσειεν ἄν. Πάντα δὴ τὰ αἴτια τοῦ πόνου ἐς τὸ αὐτὸ ἀνάγεται, τὰ ἰσχυρότατα μάλιστά τε καὶ ἐπιφανέστατα λυμαίνεσθαι τὸν ἄνθρωπον, καὶ τὸν ὑγιέα ἐόντα, καὶ τὸν νοσέοντα.

[7] Τί οὖν φαίνεται ἑτεροῖον διανοηθεὶς ὁ καλεύμενος ἰητρὸς καὶ ὁμολογημένως χειροτέχνης, ὃς ἐξεῦρε τὴν ἀμφὶ τοὺς κάμνοντας δίαιτάν τε καὶ τροφὴν, ἢ κεῖνος ὁ ἀπ᾿ ἀρχῆς τοῖσι πᾶσιν ἀνθρώποισι τροφὴν, ᾗ νῦν χρεόμεθα, ἐξ ἐκείνης τῆς ἀγρίης καὶ θηριώδεος εὑρών τε καὶ παρασκευάσας διαίτης; ἐμοὶ μὲν γὰρ φαίνεται ὡυτὸς τρόπος, καὶ ἕν τι καὶ ὅμοιον τὸ εὕρημα. Ὁ μὲν, ὅσων μὴ ἠδύνατο ἡ φύσις ἡ ἀνθρωπίνη ἐπικρατέειν ὑγιαίνουσα ἐμπιπτόντων, διὰ ἀγριότητά τε καὶ ἀκρησίην, ὁ δὲ, ὅσων ἡ διάθεσις, ἐν οἵῃ ἂν ἑκάστοτε ἕκαστος τύχῃ διακείμενος, μὴ ἦν δυνατὸς ἐπικρατέειν, ταῦτα ἐζήτησεν ἀφελεῖν. Τί δὴ τοῦτ᾿ ἐκείνου διαφέρει ἀλλ᾿ ἢ πλέον τό γε εἶδος, καὶ ὅτι ποικιλώτερον, καὶ πλέονος πραγματείης, ἀρχὴ δὲ κείνη ἡ πρότερον γενομένη;

[8] Εἰ δέ τις σκέπτοιτο τὴν τῶν καμνόντων δίαιταν πρὸς τὴν τῶν ὑγιαινόντων, εὕροι ἂν οὐ βλαβερωτέρην ἤ περ τὴν τῶν ὑγιαινόντων πρὸς τὴν τῶν θηρίων τε καὶ πρὸς τὴν τῶν ἄλλων ζώων. Ἀνὴρ γὰρ κάμνων νουσήματι μήτε τῶν χαλεπῶν τε καὶ ἀφόρων, μήτ᾿ αὖ τῶν παντάπασιν εὐηθέων, ἀλλ᾿ ἢ αὐτέῳ ἐξαμαρτάνοντι μέλλει ἐπίδηλον ἔσεσθαι, εἰ ἐθέλει καταφαγεῖν ἄρτον, καὶ κρέας, ἢ ἄλλο τι ὧν οἱ ὑγιαίνοντες ἐσθίοντες ὠφελέονται, μὴ πολλὸν, ἀλλὰ πολλῷ ἔλασσον, ἢ ὑγιαίνων ἂν ἠδύνατο· ἄλλος τε τῶν ὑγιαινόντων φύσιν ἔχων μήτε παντάπασιν ἀσθενέα, μήτ᾿ αὖ ἰσχυρὴν, φαγών τι ὧν βοῦς ἢ ἵππος φαγὼν ὠφελέοιτό τε καὶ ἰσχύοι, ὀρόβους, ἢ κριθὰς, ἢ ἄλλο τι τῶν τοιουτέων μὴ πολὺ, ἀλλὰ πολλῷ μεῖον ἢ δύναιτο· οὐκ ἂν ἧσσον ὁ ὑγιαίνων τοῦτο ποιήσας πονήσειέ τε καὶ κινδυνεύσειε κείνου τοῦ νοσέοντος, ὃς τὸν ἄρτον ἢ τὴν μᾶζαν ἀκαίρως προσηνέγκατο. Ταῦτα δὴ πάντα τεκμήρια, ὅτι αὕτη ἡ τέχνη πᾶσα ἡ ἰητρικὴ τῇ αὐτέῃ ὁδῷ ζετεομένη εὑρίσκοιτο ἄν.

[9] Καὶ εἰ μὲν ἦν ἁπλῶς, ὥσπερ ὑφηγέεται, ὅσα μὲν ἦν ἰσχυρότερα ἔβλαπτεν, ὅσα δ᾿ ἦν ἀσθενέστερα ὠφέλεέ τε καὶ ἔτρεφε τὸν κάμνοντα καὶ τὸν ὑγιαίνοντα, εὐπετὲς ἂν ἦν τὸ πρῆγμα· πολλὸν γὰρ τοῦ ἀσφαλέος ἂν ἔδει περιλαμβάνοντας ἄγειν ἐπὶ τὸ ἀσθενέστατον. Νῦν δὲ οὐκ ἔλασσον ἁμάρτημα, οὐδὲ ἧσσον λυμαίνεται τὸν ἄνθρωπον, ἢν ἐλάσσονα καὶ ἐνδεέστερα τῶν ἱκανῶν προσφέρηται· τὸ γὰρ τοῦ λιμοῦ μέρος δύναται ἰσχυρῶς ἐν τῇ φύσει τοῦ ἀνθρώπου καὶ γυιῶσαι καὶ ἀσθενέα ποιῆσαι καὶ ἀποκτεῖναι. Πολλὰ δὲ καὶ ἄλλα κακὰ, ἑτεροῖα μὲν τῶν ἀπὸ πληρώσιος, οὐχ ἧσσον δὲ ἅμα δεινὰ καὶ ἀπὸ κενώσιος· δι᾿ ὧν πολλὸν ποικιλώτερά τε καὶ διὰ πλέονος ἀκριβίης ἐστί. Δεῖ γὰρ μέτρου τινὸς στοχάσασθαι· μέτρον δὲ, οὐδὲ σταθμὸν, οὐδὲ ἀριθμὸν οὐδένα ἄλλον, πρὸς ὃ ἀναφέρων εἴσῃ τὸ ἀκριβὲς, οὐκ ἂν εὑροίης ἄλλ᾿ ἢ τοῦ σώματος τὴν αἴσθησιν· διὸ ἔργον οὕτω καταμαθεῖν ἀκριβέως, ὥστε σμικρὰ ἁμαρτάνειν ἔνθα ἢ ἔνθα· κἂν ἐγὼ τοῦτον τὸν ἰητρὸν ἰσχυρῶς ἐπαινέοιμι τὸν σμικρὰ ἁμαρτάνοντα. Τὸ δ᾿ ἀκριβὲς ὀλιγάκις ἐστὶ κατιδεῖν· ἐπεὶ οἱ πολλοί γε τῶν ἰητρῶν ταὐτά μοι δοκέουσι τοῖσι κακοῖσι κυβερνήτῃσι πάσχειν· καὶ γὰρ ἐκεῖνοι ὅταν ἐν γαλήνῃ κυβερνῶντες ἁμαρτάνωσιν, οὐ καταφανέες εἰσίν· ὅταν δὲ αὐτοὺς κατάσχῃ χειμών τε μέγας καὶ ἄνεμος ἐξώστης, φανερῶς ἤδη πᾶσιν ἀνθρώποισι δι᾿ ἀγνωσίην καὶ ἁμαρτίην δῆλοί εἰσιν ἀπολέσαντες τὴν ναῦν. Οὕτω δὴ καὶ οἱ κακοί τε καὶ πλεῖστοι ἰητροὶ, ὅταν μὲν θεραπεύωσιν ἀνθρώπους μηδὲν δεινὸν ἔχοντας, ἐς οὓς ἄν τις καὶ τὰ μέγιστα ἁμαρτάνων οὐδὲν δεινὸν ἐργάσαιτο, πολλὰ δὲ τὰ τοιαῦτα νουσήματα καὶ πολὺ πλέον τῶν δεινῶν ἀνθρώποισι ξυμβαίνει, ἐν μὲν δὴ τοῖσι τοιούτοισιν ἁμαρτάνοντες οὐ καταφανέες εἰσὶ τοῖσιν ἰδιώτῃσιν. Ὁκόταν δ᾿ ἐντύχωσι μεγάλῳ τε καὶ ἰσχυρῷ καὶ ἐπισφαλεῖ νουσήματι, τότε σφέων τὰ ἁμαρτήματα καὶ ἡ ἀτεχνίη πᾶσι καταφανής ἐστιν· οὐ γὰρ ἐς μακρὸν αὐτέων ἑκατέρου αἱ τιμωρίαι, ἀλλὰ διὰ ταχέος πάρεισιν.

[10] Ὅτι δὲ οὐδὲν ἐλάσσους ἀπὸ κενώσιος ἀκαίρου κακοπάθειαι γίνονται τῷ ἀνθρώπῳ ἢ καὶ ἀπὸ πληρώσιος, καταμανθάνειν καλῶς ἔχει ἐπαναφέροντας ἐπὶ τοὺς ὑγιαίνοντας. Ἔστι γὰρ οἷσιν αὐτέων ξυμφέρει μονοσιτέειν, καὶ τοῦτο διὰ τὸ ξυμφέρον οὕτως αὐτοὶ συνετάξαντο· ἄλλοισι δὲ ἀριστῇν, διὰ τὴν αὐτὴν ἀνάγκην· οὕτω γὰρ αὐτέοισι ξυμφέρει, καὶ μὴ τούτοισιν, οἳ δι᾿ ἡδονὴν ἢ δι᾿ ἄλλην τινὰ ξυγκυρίην ἐπετήδευσαν ὁπότερον αὐτέων· τοῖσι μὲν γὰρ πλείστοισι τῶν ἀνθρώπων οὐδὲν διαφέρει πότερον ἂν ἐπιτηδεύσωσιν, εἴτε μονοσιτέειν, εἴτε ἀριστῇν, τουτέῳ τῷ ἔθεϊ χρέεσθαι. Εἰσὶ δέ τινες οἳ οὐκ ἂν δύναιντο, ἔξω τοῦ ξυμφέροντος ποιέοντες, ῥηϊδίως ἀπαλλάσσειν, ἀλλὰ ξυμβαίνει αὐτέων ἑκατέροισι παρ᾿ ἡμέρην μίην, καὶ ταύτην οὐχ ὅλην μεταβάλλουσιν, ὑπερφυὴς κακοπαθείη. Οἱ μὲν γὰρ ἢν ἀριστήσωσι μὴ ξυμφέροντος αὐτέοισιν, εὐθὺς βαρέες καὶ νωθροὶ τὸ σῶμα καὶ τὴν γνώμην, χάσμης τε καὶ νυσταγμοῦ καὶ δίψης πλήρεες· ἢν δὲ ἐπιδειπνήσωσι, καὶ φῦσα καὶ στρόφος καὶ ἡ κοιλίη καταρρήγνυται· καὶ πολλοῖσιν ἀρχὴ νούσου αὕτη μεγάλης ἐγένετο, ἢν τὰ αὐτὰ σιτία, ἃ μεμαθήκεσαν ἅπαξ ἀναλίσκειν, δὶς προσενέγκηται, καὶ μηδὲν ἔτι πλέον. Τοῦτο δὲ, ἢν ἀριστῇν μεμαθηκώς τις, καὶ οὕτως αὐτέῳ ξυμφέρον, μὴ ἀριστήσῃ, ὅταν τάχιστα παρέλθῃ ἡ ὥρη, εὐθὺς ἀδυναμίη δεινὴ, τρόμος, ἀψυχίη· ἐπὶ τούτοισιν ὀφθαλμοὶ χλωρότεροι, οὖρον παχὺ καὶ θερμὸν, στόμα πικρὸν, καὶ τὰ σπλάγχνα οἱ δοκέει κρεμᾶσθαι, σκοτοδινίη, δυσθυμίη, δυσεργίη· ταῦτα δὲ πάντα, καὶ ὅταν δειπνέειν ἐπιχειρήσῃ, ἀηδέστερος μὲν ὁ σῖτος, ἀναλίσκειν δὲ οὐ δύναται ὅσα ἀριστιζόμενος πρότερον ἐδείπνεε· ταῦτα δὲ αὐτὰ μετὰ στρόφου τε καὶ ψόφου καταβαίνοντα ξυγκαίει τὴν κοιλίην, δυσκοιτέουσί τε καὶ ἐνυπνιάζονται τεταραγμένα καὶ θορυβώδεα· πολλοῖσι δὲ καὶ τουτέων αὕτη ἀρχὴ νούσου ἐγένετο.

[11] Σκέψασθαι δὲ χρὴ διὰ τίνας προφάσιας αὐτέοισι ταῦτα ξυνέβη· τῷ μὲν, οἶμαι, μεμαθηκότι μονοσιτέειν, ὅτι οὐκ ἀνέμεινε τὸν χρόνον τὸν ἱκανὸν μέχρις αὐτέου ἡ κοιλίη τῶν τῇ προτεραίῃ προσενηνεγμένων σιτίων ἀπολαύσῃ τελέως, καὶ ἐπικρατήσῃ, καὶ λαπαχθῇ τε καὶ ἡσυχάσῃ, ἀλλ᾿ ἐπιζέουσάν τε καὶ ἐζυμωμένην καινὰ ἐπεσηνέγκατο· αἱ δὲ τοιαῦται κοιλίαι πολλῷ τε βραδύτερον πέσσουσι, καὶ πλέονος δέονται ἀναπαύσιός τε καὶ ἡσυχίης. Ὁ δὲ μεμαθηκὼς ἀριστίζεσθαι, ὅτι οὐκ, ἐπειδὴ τάχιστα ἐδεήθη τροφῆς τὸ σῶμα, καὶ τὰ πρότερα κατανάλωτο, καὶ οὐκ εἶχεν οὐδεμίην ἀπόλαυσιν, εὐθέως αὐτέῳ παρεγένετο καινὴ τροφὴ, φθίνει δὴ καὶ ξυντήκεται ὑπὸ λιμοῦ. Πάντα γὰρ, ἃ λέγω πάσχειν τὸν τοιοῦτον ἄνθρωπον, λιμῷ ἀνατίθημι. Φημὶ δὲ καὶ τοὺς ἄλλους ἀνθρώπους ἅπαντας, οἵ τινες ἂν ὑγιαίνοντες ἄσιτοι δύο ἢ τρεῖς ἡμέρας γένωνται, ταῦτα πείσεσθαι οἷα περὶ τῶν ἀναρίστων γενομένων εἴρηκα.

[12] Τὰς δὲ τοιαύτας φύσιας ἔγωγέ φημι, τὰς ταχέως τε καὶ ἰσχυρῶς τῶν ἁμαρτημάτων ἀπολαυούσας, ἀσθενεστέρας εἶναι τῶν ἑτέρων· ἐγγύτατα δὲ τοῦ ἀσθενέοντός ἐστιν ὁ ἀσθενής· ἔστι δὲ ἀσθενέστερος ὁ ἀσθενέων, καὶ μᾶλλον αὐτέῳ προσήκει ὅ τι ἂν τοῦ καιροῦ ἀποτυγχάνῃ, πονέειν. Χαλεπὸν, μὴ τοιαύτης ἀκριβίης ἐούσης περὶ τὴν τέχνην, τυγχάνειν αἰεὶ τοῦ ἀτρεκεστάτου· πολλὰ δὲ εἴδεα κατ᾿ ἰητρικὴν ἐς τοσαύτην ἀκριβίην ἥκει, περὶ ὧν εἰρήσεται. Οὐ φημὶ δὴ διὰ τοῦτο δεῖν τὴν τέχνην ὡς οὐκ ἐοῦσαν οὐδὲ καλῶς ζητεομένην τὴν ἀρχαίην ἀποβαλέσθαι, εἰ μὴ ἔχει περὶ πάντα ἀκριβίην, ἀλλὰ πολὺ μᾶλλον, διὰ τὸ ἐγγὺς, οἶμαι, τοῦ ἀτρεκεστάτου ὁμοῦ δύνασθαι ἥκειν λογισμῷ, προσίεσθαι, καὶ ἐκ πολλῆς ἀγνωσίης θαυμάζειν τὰ ἐξευρημένα, ὡς καλῶς καὶ ὀρθῶς ἐξεύρηται, καὶ οὐκ ἀπὸ τύχης.

[13] Ἐπὶ δὲ τῶν τὸν καινὸν τρόπον τὴν τέχνην ἐξ ὑποθέσιος ζητεόντων λόγον ἐπανελθεῖν βούλομαι. Εἰ γάρ ἐστι θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν τὸ λυμαινόμενον τὸν ἄνθρωπον, καὶ δεῖ τὸν ὀρθῶς ἰητρεύοντα βοηθέειν τῷ μὲν θερμῷ ἐπὶ τὸ ψυχρὸν, τῷ δὲ ψυχρῷ ἐπὶ τὸ θερμὸν, τῷ δὲ ξηρῷ ἐπὶ τὸ ὑγρὸν, τῷ δ᾿ ὑγρῷ ἐπὶ τὸ ξηρόν· ἔστω μοι ἄνθρωπος μὴ τῶν ἰσχυρῶν φύσει, ἀλλὰ τῶν ἀσθενεστέρων· οὗτος δὲ πυροὺς ἐσθιέτω οὓς ἂν ἀπὸ τῆς ἅλω ἀνέλῃ, ὠμοὺς καὶ ἀργοὺς, καὶ κρέα ὠμὰ, καὶ πινέτω ὕδωρ. Ταύτῃ χρεόμενος τῇ διαίτῃ, εὖ οἶδ᾿ ὅτι πείσεται πολλὰ καὶ δεινά· καὶ γὰρ πόνους πονήσει, καὶ τὸ σῶμα ἀσθενὲς ἔσται, καὶ ἡ κοιλίη φθαρήσεται, καὶ ζῇν πουλὺν χρόνον οὐ δυνήσεται. Τί δεῖ τοιγαροῦν βοήθημα παρασκευάσασθαι ὧδ᾿ ἔχοντι; θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρόν; δῆλον γὰρ ὅτι τουτέων τι. Εἰ γὰρ τὸ λυμαινόμενόν ἐστι τουτέων τὸ ἕτερον, τῷ ὑπεναντίῳ προσήκει λῦσαι, ὡς ὁ ἐκείνων λόγος ἔχει. Τὸ μὲν γὰρ βεβαιότατόν τε καὶ προφανέστατον φάρμακον, ἀφελόντα τὰ διαιτήματα οἷσιν ἐχρῶτο, ἀντὶ μὲν τῶν πυρῶν ἄρτον διδόναι, ἀντὶ δὲ τῶν ὠμῶν κρεῶν ἑφθὰ, πιεῖν τε ἐπὶ τούτοισιν οἴνου· ταῦτα μεταβάλλοντα οὐχ οἷόν τε μὴ ὑγιέα γενέσθαι, ἤν γε μὴ παντάπασιν ᾖ διεφθαρμένος ὑπὸ χρόνου τε καὶ τῆς διαίτης. Τί δὴ φήσομεν; πότερον αὐτέῳ ὑπὸ ψυχροῦ κακοπαθέοντι θερμὰ ταῦτα προσενέγκαντες ὠφέλησαν, ἢ τἀναντία; οἶμαι γὰρ ἔγωγε πολλὴν ἀπορίην ἐρωτηθέντι παρασχεῖν· ὁ γὰρ τὸν ἄρτον σκευάζων τῶν πυρῶν τὸ θερμὸν, ἢ τὸ ψυχρὸν, ἢ τὸ ξηρὸν, ἢ τὸ ὑγρὸν ἀφείλατο; οὗτος γὰρ καὶ πυρὶ καὶ ὕδατι δίδοται, καὶ πολλοῖσιν εἴργασται, ὧν ἕκαστον ἰδίην δύναμιν καὶ φύσιν ἔχει, καὶ τὰ μὲν τῶν ὑπαρχόντων ἀποβέβληκεν, ἄλλοισι δὲ κέκρηται καὶ μέμικται.

[14] Οἶδα μὲν γὰρ καὶ τάδε δήπου, ὅτι διαφέρει ἐς τὸ σῶμα τοῦ ἀνθρώπου καθαρὸς ἄρτος ἢ ξυγκομιστὸς, ἢ ἀπτίστων πυρῶν ἢ ἐπτισμένων, ἢ πολλῷ ὕδατι πεφυρημένος, ἢ ὀλίγῳ, ἰσχυρῶς πεφυρημένος ἢ ἀφύρητος, ἢ ἔξοπτος, ἢ ἔνωμος, ἄλλα τε πρὸς τουτέοισι μυρία· ὡς δ᾿ αὔτως καὶ περὶ μάζης· καὶ αἱ δυνάμιες μεγάλαι τε ἑκάστου, καὶ οὐδὲν ἡ ἑτέρη τῇ ἑτέρῃ ἐοικυῖα. Ὅστις δὲ ταῦτα οὐκ ἐπέσκεπται, ἢ σκεπτόμενος οὐκ οἶδε, πῶς ἄν τι οὗτος δύναιτο τῶν κατὰ τὸν ἄνθρωπον παθημάτων εἰδέναι; ὑπὸ γὰρ ἑνὸς ἑκάστου τουτέων πάσχει τε καὶ ἑτεροιοῦται ὁ ἄνθρωπος ἢ τοῖον ἢ τοῖον· καὶ διὰ τουτέων πᾶς ὁ βίος καὶ ὑγιαίνοντι, καὶ ἐκ νούσου ἀνατρεφομένῳ, καὶ κάμνοντι. Οὐκ ἂν οὖν ἕτερα τουτέων χρησιμώτερα, οὐδ᾿ ἀναγκαιότερα ἔῃ εἰδέναι δήπου. Ὥστε καλῶς καὶ λογισμῷ προσήκοντι ζητήσαντες πρὸς τὴν τοῦ ἀνθρώπου φύσιν εὗρον αὐτὰ οἱ πρῶτοι εὑρόντες, καὶ ᾠήθησαν ἀξίην τὴν τέχνην θεῷ προσθεῖναι, ὡς καὶ νομίζεται. Οὐ γὰρ τὸ ξηρὸν, οὐδὲ τὸ ὑγρὸν, οὐδὲ τὸ θερμὸν, οὐδὲ τὸ ψυχρὸν, οὐδ᾿ ἄλλο τουτέων οὐδὲν ἡγησάμενοι οὔτε λυμαίνεσθαι οὔτε προσδέεσθαι οὐδενὸς τουτέων τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἰσχυρὸν ἑκάστου καὶ τὸ κρέσσον τῆς φύσιος τῆς ἀνθρωπίνης· οὗ μὴ ἠδύνατο κρατέειν, τοῦτο βλάπτειν ἡγήσαντο, καὶ τοῦτο ἐζήτησαν ἀφελέειν. Ἰσχυρότατον δέ ἐστι τοῦ μὲν γλυκέος τὸ γλυκύτατον, τοῦ δὲ πικροῦ τὸ πικρότατον, τοῦ δὲ ὀξέος τὸ ὀξύτατον, ἑκάστου δὲ πάντων τῶν ἐόντων ἡ ἀκμή· ταῦτα γὰρ ἑώρων καὶ τῷ ἀνθρώπῳ ἐνεόντα καὶ λυμαινόμενα τὸν ἄνθρωπον. Ἔνι γὰρ ἀνθρώπῳ καὶ πικρὸν καὶ ἁλμυρὸν, καὶ γλυκὺ καὶ ὀξὺ, καὶ στρυφνὸν καὶ πλαδαρὸν, καὶ ἄλλα μυρία, παντοίας δυνάμιας ἔχοντα, πλῆθός τε καὶ ἰσχύν. Ταῦτα μὲν μεμιγμένα καὶ κεκρημένα ἀλλήλοισιν οὔτε φανερά ἐστιν, οὔτε λυπέει τὸν ἄνθρωπον· ὅταν δέ τι τουτέων ἀποκριθῇ, καὶ αὐτὸ ἐφ᾿ ἑωυτοῦ γένηται, τότε καὶ φανερόν ἐστι καὶ λυπέει τὸν ἄνθρωπον. Τοῦτο δὲ, τῶν βρωμάτων ὅσα ἡμῖν ἀνεπιτήδειά ἐστι καὶ λυμαίνεται τὸν ἄνθρωπον ἐμπεσόντα, τουτέων ἕκαστον ἢ πικρόν τι καὶ ἄκρητόν ἐστιν, ἢ ἁλμυρὸν ἢ ὀξὺ, ἢ ἄλλο τι ἄκρητόν τε καὶ ἰσχυρὸν, καὶ διὰ τοῦτο ταρασσόμεθα ὑπ᾿ αὐτέων, ὥσπερ καὶ ὑπὸ τῶν ἐν τῷ σώματι ἀποκρινομένων. Πάντα δὲ ὅσα ἄνθρωπος ἐσθίει ἢ πίνει, τὰ τοιαῦτα βρώματα ἥκιστα τουτέου χυμοῦ ἀκρήτου τε καὶ διαφέροντος δῆλα ἔσται μετέχοντα, οἷον ἄρτος τε καὶ μᾶζα καὶ τὰ ἑπόμενα τουτέοισιν οἷσιν εἴθισται ὥνθρωπος πλείστοισί τε καὶ αἰεὶ χρέεσθαι, ἔξω τῶν πρὸς ἡδονήν τε καὶ κόρον ἠρτυμένων τε καὶ ἐσκευασμένων· καὶ ἀπὸ τουτέων πλείστων ἐσιόντων ἐς τὸν ἄνθρωπον ταραχή τε καὶ ἀπόκρισις τῶν ἀμφὶ τὸ σῶμα δυναμίων ἥκιστα γίνεται, ἰσχὺς δὲ, καὶ αὔξησις, καὶ τροφὴ μάλιστα, δι᾿ οὐδὲν ἕτερον γίνεται, ἢ ὅτι εὖ τε ξυγκέκρηται, καὶ οὐδὲν ἔχει ἄκρητον, οὐδὲ ἰσχυρὸν, ἀλλ᾿ ὅλον ἕν τε γέγονε καὶ ἁπλόον καὶ μὴ ἰσχυρόν.

[15] Ἀπορέω δ᾿ ἔγωγε, οἱ τὸν λόγον ἐκεῖνον λέγοντες, καὶ ἀπάγοντες ἐκ ταύτης τῆς ὁδοῦ ἐπὶ ὑπόθεσιν τὴν τέχνην, τίνα ποτὲ τρόπον θεραπεύσουσι τοὺς ἀνθρώπους, ὥσπερ ὑποτίθενται. Οὐ γάρ ἐστιν αὐτέοισιν, ὡς ἐγὼ οἶμαι, ἐξευρημένον αὐτό τι ἐφ᾿ ἑωυτοῦ θερμὸν, ἢ ψυχρὸν, ἢ ξηρὸν, ἢ ὑγρὸν, μηδενὶ ἄλλῳ εἴδεϊ κοινωνέον, ἀλλ᾿ οἶμαι ἔγωγε ταῦτα πόματα καὶ βρώματα αὐτέοισιν ὑπάρχειν οἷσι πάντες χρεόμεθα. Προστιθέασι δὲ τῷ μὲν εἶναι θερμῷ, τῷ δὲ ψυχρῷ, τῷ δὲ ξηρῷ, τῷ δὲ ὑγρῷ. Ἐπεὶ ἐκεῖνό γε ἄπορον προστάξαι τῷ κάμνοντι, θερμόν τι προσενέγκασθαι· εὐθὺς γὰρ ἐρωτήσει, τί ἐστιν; ὥστε ληρέειν ἀνάγκη, ἢ ἐς τουτέων τι τῶν γινωσκομένων καταφεύγειν. Εἰ δὲ δὴ τυγχάνει τὸ μὲν θερμὸν ἐὸν στριφνὸν, ἄλλο δὲ θερμὸν ἐὸν πλαδαρὸν, ἄλλο δὲ θερμὸν, ἄραδον ἔχον (ἔστι γὰρ καὶ ἄλλα πολλὰ θερμὰ καὶ ἄλλας πολλὰς δυνάμιας ὑπεναντίας ἑωυτοῖσιν ἔχοντα), δεήσει δέ τι αὐτέων προσενεγκεῖν, ἢ τὸ θερμὸν καὶ στριφνὸν, ἢ τὸ θερμὸν καὶ πλαδαρὸν, ἢ ἅμα τὸ ψυχρὸν καὶ στριφνὸν (ἔστι γὰρ καὶ τοῦτο), καὶ τὸ ψυχρόν τε καὶ πλαδαρόν· ὡς μὲν γὰρ ἔγωγε οἶδα, πᾶν τοὐναντίον ἀφ᾿ ἑκατέρου αὐτέων ἀποβαίνει, καὶ οὐ μόνον ἐν ἀνθρώπῳ, ἀλλὰ καὶ ἐν σκύτεϊ καὶ ἐν ξύλῳ καὶ ἐν ἄλλοισι πολλοῖσιν ἅ ἐστιν ἀνθρώπου ἀναισθητότερα· οὐ γὰρ τὸ θερμόν ἐστι τὸ τὴν μεγάλην δύναμιν ἔχον, ἀλλὰ τὸ στρυφνὸν καὶ τὸ πλαδαρὸν, καὶ τἆλλα ὅσα μοι εἴρηται, καὶ ἐν τῷ ἀνθρώπῳ, καὶ ἔξω τοῦ ἀνθρώπου, καὶ ἐσθιόμενα καὶ πινόμενα καὶ ἔξωθεν ἐπιχριόμενά τε καί πως πλασσόμενα.

[16] Ψυχρότητα δ᾿ ἔγωγε καὶ θερμότητα πασέων ἥκιστα τῶν δυναμίων νομίζω δυναστεύειν ἐν τῷ σώματι διὰ τάσδε τὰς προφάσιας· ὃν μὲν ἂν δήπου χρόνον μεμιγμένα αὐτὰ αὐτέοισιν, ἅμα τὸ ψυχρόν τε καὶ θερμὸν ἔῃ, οὐ λυπέει· κρῆσις γὰρ καὶ μετριότης τῷ μὲν ψυχρῷ γίνεται ἀπὸ τοῦ θερμοῦ, τῷ δὲ θερμῷ ἀπὸ τοῦ ψυχροῦ· ὅταν δὲ ἀποκριθείη χωρὶς ἑκάτερον, τότε λυπέει· ἐν δὲ δὴ τουτέῳ τῷ καιρῷ, ὅταν τὸ ψυχρὸν ἐπιγένηται καί τι λυπήσῃ τὸν ἄνθρωπον, διὰ ταχέος πρῶτον δι᾿ αὐτὸ τοῦτο πάρεστι τὸ θερμὸν αὐτόθεν ἐκ τοῦ ἀνθρώπου, οὐδεμιῆς βοηθείης οὐδὲ παρασκευῆς δεόμενον· καὶ ταῦτα καὶ ἐν ὑγιαίνουσι τοῖσιν ἀνθρώποισιν ἀπεργάζεται, καὶ ἐν κάμνουσιν. Τοῦτο μὲν, εἴ τις θέλει ὑγιαίνων χειμῶνος διαψῦξαι τὸ σῶμα, ἢ λουσάμενος ψυχρῷ, ἢ ἄλλῳ τῳ τρόπῳ, ὅσῳ ἂν αὐτὸ ἐπιπλέον ποιήσῃ, καὶ ἤν γε μὴ παντάπασι παγῇ τὸ σῶμα, ὅταν εἵματα λάβῃ καὶ ἔλθῃ ἐς τὴν σκέπην, μᾶλλον καὶ ἐπὶ πλέον θερμαίνεται τὸ σῶμα. Τοῦτο δὲ, εἰ θέλοι ἐκθερμανθῆναι στερεῶς ἢ λουτρῷ θερμῷ, ἢ πολλῷ πυρὶ, ἐκ δὲ τουτέου τὸ ωὐτὸ εἷμα ἔχων ἐν τῷ αὐτέῳ χωρίῳ τὴν διατριβὴν ποιέεσθαι, ὥσπερ διεψυγμένος, πολὺ φανεῖται καὶ ψυχρότερος καὶ ἄλλως φρικαλεώτερος. Εἰ ῥιπιζόμενός τις ὑπὸ πνίγεος καὶ παρασκευαζόμενος αὐτὸς ἑωυτῷ ψύχος ἐκ τοιούτου ἂν τρόπου, διαπαύσαιτο τοῦτο ποιέων, δεκαπλάσιον ἔσται τὸ καῦμα καὶ τὸ πνῖγος ἢ τῷ μηδὲν τουτέων ποιέοντι. Τὰ δὲ δὴ καὶ πουλὺ μείζω, ὅσοι ἂν διὰ χιόνος ἢ ἄλλης ψύξιος βαδίσαντες ῥιγώσωσι διαφερόντως πόδας, ἢ χεῖρας, ἢ κεφαλὴν, οἷα πάσχουσιν ἐς τὴν νύκτα, ὅταν περισταλέωσί τε καὶ ἐν ἀλέῃ γένωνται, ὑπὸ καύματος καὶ κνησμοῦ· καὶ ἔστιν οἷσι φλυκταῖναι ἀνίστανται ὡς ἀπὸ πυρὸς κατακεκαυμένοισι· καὶ οὐ πρότερον τοῦτο πάσχουσιν πρὶν ἢ θερμανθῶσιν. Οὕτως ἑτοίμως ἑκάτερον αὐτέων ἐπὶ θάτερα παραγίνεται. Μυρία δ᾿ ἂν καὶ ἕτερα ἔχοιμι εἰπεῖν. Τὰ δὲ κατὰ τοὺς νοσέοντας, οὐχ οἷσιν ἂν ῥῖγος γένηται, τουτέοισιν ὀξύτατος ὁ πυρετὸς ἐκλάμπει; καὶ οὐχ οὕτως ἰσχυρῶς, ἀλλὰ καὶ παυόμενος, δι᾿ ὀλίγου, καὶ ἄλλως τὰ πολλὰ ἀσινής· καὶ ὅσον ἂν χρόνον παρέῃ, διάθερμος, καὶ διεξιὼν διὰ παντὸς, τελευτᾷ ἐς τοὺς πόδας μάλιστα, οὗπερ τὸ ῥῖγος καὶ ἡ ψύξις νεηνικωτάτη καὶ ἐπὶ πλέον ἐχρόνισεν· πάλιν δὲ ὅταν ἱδρώσῃ καὶ ἀπαλλαγῇ ὁ πυρετὸς, πολὺ μᾶλλον ἔψυξεν ἢ εἰ μὴ ἔλαβε τὴν ἀρχήν. ᾯ οὖν διαταχέος οὕτω παραγίνεται τὸ ἐναντιώτατόν τε καὶ ἀφελόμενον τὴν δύναμιν ἀπὸ ταυτομάτου, τί ἂν ἀπὸ τουτέου μέγα ἢ δεινὸν γένοιτο; ἢ τίνος δεῖ πολλῆς ἐπὶ τουτέῳ βοηθείης;

[17] Εἴποι ἄν τις, ἀλλ᾿ οἱ πυρεταίνοντες τοῖσι καύσοισί τε καὶ περιπλευμονίῃσι καὶ ἄλλοισιν ἰσχυροῖσι νουσήμασιν οὐ ταχέως ἐκ τῆς θέρμης ἀπαλλάσσονται, οὐδὲ πάρεστιν ἐνταῦθα ἔτι τὸ θερμὸν ἢ τὸ ψυχρόν. Ἐγὼ δὲ τοῦτό μοι μέγιστον τεκμήριον ἡγεῦμαι εἶναι, ὅτι οὐ διὰ τὸ θερμὸν ἁπλῶς πυρεταίνουσιν οἱ ἄνθρωποι, οὐδὲ τοῦτο εἴη τὸ αἴτιον τῆς κακώσιος μοῦνον, ἀλλ᾿ ἔστι καὶ πικρὸν καὶ θερμὸν τὸ αὐτὸ, καὶ θερμὸν καὶ ὀξὺ, καὶ ἁλμυρὸν καὶ θερμὸν, καὶ ἄλλα μυρία, καὶ πάλιν γε ψυχρὸν μετὰ δυναμίων ἑτέρων. Τὰ μὲν οὖν λυμαινόμενα ταῦτά ἐστι· ξυμπάρεστι δὲ καὶ τὸ θερμὸν, ῥώμης μετέχον, ὡς ἂν τὸ ἡγεύμενον καὶ παροξυνόμενον καὶ αὐξανόμενον ἅμα κείνῳ, δύναμιν δὲ οὐδεμίην πλείω τῆς προσηκούσης.

[18] Δῆλα δὲ ταῦτα ὅτι ὧδε ἔχει ἐπὶ τῶνδε τῶν σημείων· πρῶτον μέν ἐστι φανερώτατα ὧν πάντες ἔμπειροι πολλάκις ἤδη ἐσμέν τε καὶ ἐσόμεθα. Τοῦτο μὲν, ὅσοισιν ἂν ἡμέων κόρυζα ἐγγένηται καὶ ῥεῦμα κινηθῇ διὰ τῶν ῥινέων, τοῦτο ὡς πολὺ δριμύτερον τοῦ πρότερον γινομένου τε καὶ ἰόντος ἐκ τῶν ῥινέων καθ᾿ ἑκάστην ἡμέρην, καὶ οἰδέειν μὲν ποιέει τὴν ῥῖνα, καὶ ξυγκαίει θερμήν τε καὶ διάπυρον ἐσχάτως· ἢν δὲ τὴν χεῖρα προσφέρῃς καὶ πλείω χρόνον παρέῃ, καὶ ἐξελκοῦται τὸ χωρίον, ἄσαρκόν τε καὶ σκληρὸν ἐόν. Παύεται δέ πως τό γε καῦμα ἐκ τῆς ῥινὸς, οὐχ ὅταν τὸ ῥεῦμα γίνηται καὶ ἡ φλεγμονὴ ἔῃ· ἀλλ᾿ ἐπειδὰν παχύτερόν τε καὶ ἧσσον δριμὺ ῥέῃ πέπον τε καὶ μεμιγμένον μᾶλλον τῷ πρότερον γινομένῳ, τότ᾿ ἤδη καὶ τὸ καῦμα πέπαυται· ἀλλ᾿ οἷσι δὲ ὑπὸ ψύχεος φανερῶς αὐτέου μούνου γίνεται, μηδενὸς ἄλλου ξυμπαραγενομένου, πᾶσιν αὕτη ἡ ἀπαλλαγὴ, ἐκ μὲν τῆς ψύξιος διαθερμανθῆναι, ἐκ δὲ τοῦ καύματος διαψυχθῆναι, καὶ ταῦτα ταχέως παραγίνεται καὶ πέψιος οὐδεμιῆς προσδέεται. Τὰ δ᾿ ἄλλα πάντα ὅσα διὰ χυμῶν δριμύτητας καὶ ἀκρησίας φημὶ ἔγωγε γίνεσθαι, τὸν αὐτὸν τρόπον ἀποκαθίσταται κρηθέντα καὶ πεφθέντα.

[19] Ὅσα τ᾿ αὖ ἐπὶ τοὺς ὀφθαλμοὺς τρέπεται τῶν ῥευμάτων, ὡς ἰσχυρὰς καὶ παντοίας δριμύτητας ἔχοντα, ἑλκοῖ μὲν βλέφαρα, κατεσθίει δὲ ἐνίων γνάθους τε καὶ τὰ ὑπὸ τοῖσιν ὀφθαλμοῖσιν, ἐφ᾿ ὅ τι ἂν ἐπιρρυῇ, ῥήγνυσί τε καὶ διεσθίει τὸν ἀμφὶ τὴν ὄψιν χιτῶνα. Ὀδύναι δὲ καὶ καῦμα καὶ φλογμὸς ἔσχατος κατέχει μέχρι τινὸς, μέχρις ἂν τὰ ῥεύματα πεφθῇ καὶ γένηται παχύτερα, καὶ λήμη ἀπ᾿ αὐτέων ἴῃ· τὸ δὲ πεφθῆναι γίνεται ἐκ τοῦ μιχθῆναι, κρηθῆναί τε ἀλλήλοισι καὶ ξυνεψηθῆναι. Τοῦτο δ᾿, ὅσα ἐς τὴν φάρυγγα ἀφ᾿ ὧν βράγχοι γίνονται, κυνάγκαι, ἐρυσιπέλατα, περιπλευμονίαι, πάντα ταῦτα τὸ μὲν πρῶτον ἁλμυρά τε καὶ ὑγρὰ καὶ δριμέα ἀφίει· καὶ ἐν τοῖσι τουτέοισιν ἔρρωται τὰ νουσήματα. Ὅταν δὲ παχύτερα καὶ πεπαίτερα γένηται καὶ πάσης δριμύτητος ἀπηλλαγμένα, τότ᾿ ἤδη καὶ οἱ πυρετοὶ λύονται καὶ τἄλλα τὰ λυπέοντα τὸν ἄνθρωπον· Δεῖ δὲ δήπου ταῦτα αἴτια ἑκάστου ἡγέεσθαι, ὧν παρεόντων μὲν τοιοῦτον τρόπον ἀνάγκη γίνεσθαι, μεταβαλλόντων δὲ ἐς ἄλλην κρῆσιν παύεσθαι. Ὁκόσα οὖν ἀπὸ αὐτέης τῆς θερμῆς εἰλικρινέος ἢ ψύξιος γίνηται, καὶ μὴ μετέχῃ ἄλλης δυνάμιος μηδεμιῆς, οὕτω παύοιτ᾿ ἂν, ὅταν μεταβάλλῃ ἐκ τοῦ ψυχροῦ ἐς τὸ θερμὸν, καὶ ἐκ τοῦ θερμοῦ ἐς τὸ ψυχρόν· μεταβάλλει δ᾿ ὅν μοι προείρηται τρόπον. Ἔτι τοίνυν τἄλλα ὅσα κακοπαθέει ἄνθρωπος, πάντα ἀπὸ δυναμίων γίνεται. Τοῦτο μὲν, ὅταν πικρότης τις ἀποχυθῇ, ἣν δὴ χολὴν ξανθὴν καλέομεν, οἷαι ἄσαι καὶ καῦμα καὶ ἀδυναμίαι κατέχουσιν· ἀπαλλασσόμενοί τε τουτέου ἐνίοτε καὶ καθαιρόμενοι, ἢ αὐτόματοι, ἢ ὑπὸ φαρμάκου, ἢν ἐν καιρῷ τι αὐτέων γένηται, φανερῶς καὶ τῶν πόνων καὶ τῆς θέρμης ἀπαλλάσσονται· ὅσον δ᾿ αὖ χρόνον ταῦτα μετεώρα ἔῃ καὶ ἄπεπτα καὶ ἄκρητα, μηχανὴ οὐδεμίη οὔτε τῶν πόνων παύσασθαι οὔτε τῶν πυρετῶν. Καὶ οἷσι μὲν ὀξύτητες προσίστανται δριμεῖαί τε καὶ ἰώδεες, οἷαι λύσσαι, καὶ δήξιες σπλάγχνων καὶ θώρηκος, καὶ ἀπορίη· οὐ παύεται τουτέου πρότερον πρὶν ἢ ἀποκαθαρθῇ τε καὶ καταστορεσθῇ, καὶ μιχθῇ τοῖσιν ἄλλοισιν. Πέσσεσθαι δὲ καὶ μεταβάλλειν καὶ λεπτύνεσθαι καὶ παχύνεσθαι ἐς χυμῶν εἶδος διὰ πολλῶν εἰδέων καὶ παντοίων (διὸ καὶ αἱ κρίσιες καὶ οἱ ἀριθμοὶ τῶν χρόνων ἐν τοῖσι τουτέοισι μέγα δύνανται), πάντων δὴ τουτέων ἥκιστα προσήκει θερμῷ ἢ ψυχρῷ πάσχειν, οὔτε γὰρ ἂν τοῦτό γε σαπῇ, οὔτε παχυνθῇ. Τί δ᾿ ἂν αὐτὸ φαίημεν εἶναι; Κρήσιας αὐτέων, ἄλλην πρὸς ἄλληλα ἐχούσας δύναμιν. Ἐπεὶ ἄλλῳ γε οὐδενὶ τὸ θερμὸν μιχθὲν παύσεται τῆς θέρμης ἢ τῷ ψυχρῷ, οὐδέ γε πάλιν τὸ ψυχρὸν ἢ τῷ θερμῷ. Τὰ δ᾿ ἄλλα πάντα περὶ τὸν ἄνθρωπον, ὅσῳ ἂν πλέοσι μίσγηται, τοσούτῳ ἠπιώτερα καὶ βελτίονα. Πάντων δὲ ἄριστα διάκειται ὥνθρωπος, ὅταν πέσσηται καὶ ἐν ἡσυχίῃ ἔῃ, μηδεμίην δύναμιν ἰδίην ἀποδεικνύμενος. Περὶ μὲν οὖν τουτέων ἱκανῶς μοι ἡγεῦμαι ἐπιδεδεῖχθαι.

[20] Λέγουσι δέ τινες καὶ ἰητροὶ καὶ σοφισταὶ ὡς οὐκ ἔνι δυνατὸν ἰητρικὴν εἰδέναι ὅστις μὴ οἶδεν ὅ τί ἐστιν ἄνθρωπος· ἀλλὰ τοῦτο δεῖ καταμαθεῖν τὸν μέλλοντα ὀρθῶς θεραπεύσειν τοὺς ἀνθρώπους. Τείνει δὲ αὐτέοισιν ὁ λόγος ἐς φιλοσοφίην, καθάπερ Ἐμπεδοκλῆς ἢ ἄλλοι οἳ περὶ φύσιος γεγράφασιν ἐξ ἀρχῆς ὅ τί ἐστιν ἄνθρωπος, καὶ ὅπως ἐγένετο πρῶτον καὶ ὅπως ξυνεπάγη. Ἐγὼ δὲ τουτέων μὲν ὅσα τινὶ εἴρηται σοφιστῇ ἢ ἰητρῷ, ἢ γέγραπται περὶ φύσιος, ἧσσον νομίζω τῇ ἰητρικῇ τέχνῃ προσήκειν ἢ τῇ γραφικῇ. Νομίζω δὲ περὶ φύσιος γνῶναί τι σαφὲς οὐδαμόθεν ἄλλοθεν εἶναι ἢ ἐξ ἰητρικῆς. Τοῦτο δὲ, οἷόν τε καταμαθεῖν, ὅταν αὐτέην τις τὴν ἰητρικὴν ὀρθῶς πᾶσαν περιλάβῃ· μέχρι δὲ τουτέου πολλοῦ μοι δοκέει δεῖν· λέγω δὲ τὴν ἱστορίην ταύτην εἰδέναι ἄνθρωπος τί ἐστι, καὶ δι᾿ οἵας αἰτίας γίνεται, καὶ τἄλλα ἀκριβέως. Ἐπεί τοί γέ μοι δοκέει ἀναγκαῖον εἶναι παντὶ ἰητρῷ περὶ φύσιος εἰδέναι, καὶ πάνυ σπουδάσαι ὡς εἴσεται, εἴπερ τι μέλλει τῶν δεόντων ποιήσειν, ὅ τί ἐστιν ἄνθρωπος πρὸς τὰ ἐσθιόμενα καὶ πινόμενα, καὶ ὅ τι πρὸς τὰ ἄλλα ἐπιτηδεύματα, καὶ ὅ τι ἀφ᾿ ἑκάστου ἑκάστῳ ξυμβήσεται. Καὶ μὴ ἁπλῶς οὕτω δοκέειν ὅτι πονηρὸν βρῶμα τυρός· πόνον γὰρ φέρει τῷ πληρωθέντι αὐτέου, ἀλλὰ τίνα τε πόνον καὶ διὰ τί καὶ τίνι τῶν ἐν τῷ ἀνθρώπῳ ἐνεόντων ἀνεπιτήδειον. Ἔστι γὰρ καὶ ἄλλα πολλὰ βρώματα καὶ πόματα φύσει πονηρὰ, καὶ διατίθησι τὸν ἄνθρωπον οὐ τὸν αὐτὸν τρόπον. Οὕτως οὖν μοι ἔστω τῷ λόγῳ οἷον οἶνος ἄκρητος πολὺς ποθεὶς, διατίθησί πως τὸν ἄνθρωπον ἀσθενέα· καὶ ἅπαντες ἂν ἰδόντες τοῦτο γνοίησαν, ὅτι αὕτη ἡ δύναμις οἴνου καὶ αὐτός ἐστιν αἴτιος· καὶ οἷσί γε τῶν ἐν τῷ ἀνθρώπῳ τοῦτο μάλιστά γε δύναται, οἴδαμεν. Τοιαύτην δὴ βούλομαι ἀληθείην καὶ περὶ τῶν ἄλλων φανῆναι. Τυρὸς γὰρ, ἐπειδὴ τουτέῳ σημείῳ ἐχρησάμην, οὐ πάντας ἀνθρώπους ὁμοίως λυμαίνεται, ἀλλ᾿ εἰσὶν οἵτινες αὐτέου πληρεύμενοι οὐδ᾿ ὁτιοῦν βλάπτονται· ἀλλὰ καὶ ἰσχὺν, οἷσιν ἂν ξυμφέρῃ, θαυμασίως παρέχεται· εἰσὶ δὲ οἳ χαλεπῶς ἀπαλλάσσουσι· διαφέρουσι δὲ τουτέων αἱ φύσιες· διαφέρουσι δὲ κατὰ τοῦτο· ὅπερ ἐν τῷ σώματι ἔνεστι πολέμιον τυρῷ, ὑπὸ τοιουτέου ἐγείρεταί τε καὶ κινέεται· οἷσιν ὁ τοιοῦτος χυμὸς τυγχάνει πλέον ἐνεὼν καὶ μᾶλλον ἐνδυναστεύων ἐν τῷ σώματι, τουτέους μᾶλλον καὶ κακοπαθέειν εἰκός. Εἰ δὲ πάσῃ τῇ ἀνθρωπίνῃ φύσει ἦν κακὸν, πάντας ἂν ἐλυμαίνετο. Ταῦτα δὲ εἴ τις εἰδοίη, οὐκ ἂν πάσχοι.

[21] Τὰ δ᾿ ἐν τῇσιν ἀνακομιδῇσι τῇσιν ἐκ τῶν νούσων, ἔτι δὲ καὶ ἐν τῇσι νούσοισι τῇσι μακρῇσι γίνονται πολλαὶ ξυνταράξιες, αἱ μὲν ἀπὸ ταυτομάτου, αἱ δὲ καὶ ἀπὸ τῶν προσενεχθέντων τῶν τυχόντων. Οἶδα δὲ τοὺς ἰητροὺς τοὺς πολλοὺς, ὡς τοὺς ἰδιώτας, ἢν τύχωσι περὶ τὴν ἡμέρην ταύτην τι κεκαινουργηκότες, ὡς λουσάμενοι, ἢ περιπατήσαντες, ἢ φαγόντες τι ἑτεροῖον, ταῦτα δὲ πάντα βελτίω προσενηνεγμένα ἢ μὴ, οὐδενὸς ἧσσον τὴν αἰτίην τουτέων τινὶ ἀνατιθέντας, τὸ μὲν αἴτιον ἀγνοεῦντας, τὸ δὲ ξυμφορώτατον, ἢν οὕτω τύχῃ, ἀφανίσαντας. Δεῖ δὲ οὔ· ἀλλ᾿ εἰδέναι τί λουτρὸν ἀκαίρως προσγενόμενον ἐργάσεται, καὶ τί κόπος. Οὐδέποτε γὰρ ἡ αὐτὴ κακοπαθίη τουτέων, οὐδ᾿ ἑτέρου, οὐδέ γε ἀπὸ πληρώσιος, οὐδέ γε ἀπὸ βρώματος τοίου ἢ τοίου. Ὅστις οὖν ταῦτα μὴ εἴσεται ὡς ἕκαστα ἔχει πρὸς τὸν ἄνθρωπον, οὔτε γινώσκειν τὰ γινόμενα ἀπ᾿ αὐτέων δυνήσεται, οὔτε χρέεσθαι ὀρθῶς.

[22] Δεῖν δέ μοι δοκέει καὶ ταῦτ᾿ εἰδέναι, ὅσα τῷ ἀνθρώπῳ παθήματα ἀπὸ δυναμίων ἔρχεται, καὶ ὅσα ἀπὸ σχημάτων. Λέγω δὲ τί τοῦτο; Δύναμιν μὲν εἶναι τῶν χυμῶν τὰς ἀκρότητάς τε καὶ ἰσχῦς· σχήματα δὲ λέγω ὅσα ἔνεστιν ἐν τῷ ἀνθρώπῳ. Τὰ μὲν γὰρ κοῖλά τε καὶ ἐξ εὐρέος ἐς στενόν ἐστι συνηγμένα, τὰ δὲ καὶ ἐκπεπταμένα, τὰ δὲ στερεά τε καὶ στρογγύλα, τὰ δὲ πλατέα καὶ ἐπικρεμάμενα, τὰ δὲ διατεταμένα, τὰ δὲ μακρὰ, τὰ δὲ πυκνὰ, τὰ δὲ μανά τε καὶ τεθηλότα, τὰ δὲ σπογγοειδέα καὶ ἀραιά. Τοῦτο μὲν, ἑλκύσαι ἐφ᾿ ἑωυτὸ καὶ ἐπισπάσασθαι ὑγρότητα ἐκ τοῦ ἄλλου σώματος, πότερον τὰ κοῖλά τε καὶ ἐκπεπταμένα, ἢ τὰ στερεά τε καὶ στρογγύλα, ἢ τὰ κοῖλά τε καὶ ἐς στενὸν ἐξ εὐρέος συνηγμένα, δύναιτ᾿ ἂν μάλιστα; Οἶμαι μέντοι τὰ τοιαῦτα ἐς στενὸν συνηγμένα ἐκ κοίλου τε καὶ εὐρέος. Καταμανθάνειν δὲ δεῖ αὐτὰ ἔξωθεν ἐκ τῶν φανερῶν. Τοῦτο μὲν γὰρ, τῷ στόματι κεχηνὼς ὑγρὸν οὐδὲν ἀνασπάσαις· προμυλλήνας δὲ καὶ συστείλας, πιέσας τε τὰ χείλεα, ἔτι τε αὐλὸν προσθέμενος, ῥηϊδίως ἀνασπάσαις ἂν ὅ τι θέλοις. Τοῦτο δὲ, αἱ σικύαι προσβαλλόμεναι ἐξ εὐρέος ἐς στενώτερον ἐστενωμέναι πρὸς τοῦτο τετεχνέαται, πρὸς τὸ ἕλκειν ἀπὸ τῆς σαρκὸς καὶ ἐπισπᾶσθαι, ἄλλα τε πολλὰ τοιουτότροπα. Τῶν δ᾿ ἔσω τοῦ ἀνθρώπου φύσις καὶ σχῆμα τοιοῦτον· κύστις τε καὶ κεφαλὴ, καὶ ὑστέρα γυναιξί· καὶ φανερῶς ταῦτα μάλιστα ἕλκει, καὶ πλήρεά ἐστιν ἐπάκτου ὑγρότητος αἰεί. Τὰ δὲ κοῖλα καὶ ἐκπεπταμένα ἐπιῤῥυεῖσαν μὲν ἂν ὑγρότητα μάλιστα δέξαιτο πάντων, ἐπισπάσαιτο δ᾿ ἂν οὐχ ὁμοίως. Τὰ δέ γε στερεὰ καὶ στρογγύλα οὔτ᾿ ἂν ἐπισπάσαιτο οὔτ᾿ ἂν ἐπιῤῥυεῖσαν δέξαιτο· περιολισθάνοι τε γὰρ ἂν, καὶ οὐκ ἔχοι ἕδρην ἐφ᾿ ἧς μένοι. Τὰ δὲ σπογγοειδέα τε καὶ ἀραιὰ, οἷον σπλὴν, πλεύμων καὶ μαζοὶ, προσκαθεζόμενα μάλιστα ἀναπίοι καὶ σκληρυνθείη καὶ αὐξηθείη, ὑγρότητος προσγενομένης, ταῦτα μάλιστα. Οὐ γὰρ ἂν ἐν σπληνὶ, ὥσπερ ἐν κοιλίῃ ἐν ᾗ τὸ ὑγρὸν, ἔξω τε περιέχοι αὕτη ἡ κοιλίη καὶ ἐξαλίζοιτ᾿ ἂν καθ᾿ ἑκάστην ἡμέρην· ἀλλ᾿ ὅταν πίῃ καὶ δέξηται αὐτὸς ἐς ἑωυτὸν τὸ ὑγρὸν, τὰ κενὰ καὶ ἀραιὰ ἐπληρώθη, καὶ τὰ σμικρὰ πάντα, καὶ ἀντὶ ἀραιοῦ τε καὶ μαλθακοῦ σκληρός τε καὶ πυκνὸς ἐγένετο, καὶ οὔτ᾿ ἐκπέσσει οὔτ᾿ ἀφίησι· ταῦτα δὲ πάσχει διὰ τὴν φύσιν τοῦ σχήματος. Ὅσα δὲ φῦσάν τε καὶ ἀνειλήματα ἐνεργάζονται ἐν τῷ σώματι, προσήκει ἐν μὲν τοῖσι κοίλοισί τε καὶ εὐρυχώροισιν, οἷον κοιλίῃ τε καὶ θώρηκι, ψόφον τε καὶ πάταγον ἐμποιέειν. Ὅτε γὰρ ἂν μὴ ἀποπληρώσῃ οὕτως ὥστε στῆναι, ἀλλ᾿ ἔχῃ μεταβολάς τε καὶ κινήσιας, ἀνάγκη ὑπ᾿ αὐτέων καὶ ψόφον καὶ καταφανέας κινήσιας γίνεσθαι. Ὅσα δὲ σαρκώδεά τε καὶ μαλθακὰ, ἐν τοῖσι τοιούτοισι νάρκαι τε καὶ πληρώματα, οἷα ἐν τοῖσιν ἀποπληγεῖσι γίνεται· ὅταν δ᾿ ἐγκύρσῃ πλατέϊ τε καὶ ἀντικειμένῳ, καὶ πρὸς αὐτὸ ἀντιπαίσῃ, καὶ φύσει τοῦτο τύχῃ, μήτε ἰσχυρὸν ἐὸν, ὥστε δύνασθαι ἀντέχεσθαι τῆς βίης καὶ μηδὲν κακὸν παθεῖν, μήτε μαλθακόν τε καὶ ἀραιὸν, ὥστ᾿ ἐκδέξασθαί τε καὶ ὑπεῖξαι, ἁπαλὸν δὲ καὶ τεθηλὸς καὶ ἔναιμον καὶ πυκνὸν, οἷον ἧπαρ, διὰ μὲν τὴν πυκνότητα καὶ πλατύτητα ἀνθέστηκέ τε καὶ οὐχ ὑπείκει. Φῦσα δὲ ἐπιχεομένη αὔξεταί τε καὶ ἰσχυροτέρη γίνεται, καὶ ὁρμᾷ μάλιστα πρὸς τὸ ἀντιπαῖον. Διὰ δὲ τὴν ἁπαλότητα καὶ τὴν ἐναιμότητα οὐ δύναται ἄνευ πόνων εἶναι, καὶ διὰ ταύτας τὰς προφάσιας ὀδύναι τε ὀξύταται καὶ πυκνόταται πρὸς τοῦτο τὸ χωρίον γίνονται, ἐκπυήματά τε καὶ φύματα πλεῖστα. Γίνεται δὲ καὶ ὑπὸ φρένας ἰσχυρῶς, ἧσσον δὲ πολλόν· διάτασις μὲν γὰρ φρενῶν πλατείη καὶ ἀντικειμένη, φύσις δὲ νευρωδεστέρη τε καὶ ἰσχυροτέρη, διὸ ἧσσον ἐπώδυνά ἐστι. Γίνονται δὲ καὶ περὶ ταῦτα καὶ πόνοι καὶ φύματα.

[23] Πολλὰ δὲ καὶ ἄλλα καὶ ἔσω καὶ ἔξω τοῦ σώματος εἴδεα σχημάτων, ἃ μεγάλα ἀλλήλων διαφέρει πρὸς τὰ παθήματα καὶ νοσέοντι καὶ ὑγιαίνοντι, οἷον κεφαλαὶ σμικραὶ ἢ μεγάλαι, τράχηλοι λεπτοὶ ἢ παχέες, μακροὶ ἢ βραχέες, κοιλίαι μακραὶ ἢ στρογγύλαι, θώρηκος καὶ πλευρέων πλατύτητες ἢ στενότητες, καὶ ἄλλα μυρία, ἃ δεῖ πάντα εἰδέναι ᾗ διαφέρει, ὅπως, τὰ αἴτια ἑκάστων εἰδὼς, ὀρθῶς τηροίης.

[24] Περὶ δὲ δυναμίων χυμῶν, αὐτέων τε ἕκαστος ὅ τι δύναται ποιέειν τὸν ἄνθρωπον ἐσκέφθαι, καὶ πρότερον εἴρηται, καὶ τὰς ξυγγενείας ὡς ἔχουσι πρὸς ἀλλήλους. Λέγω δὲ τὸ τοιοῦτον· εἰ γλυκὺς χυμὸς μεταβάλλοι ἐς ἄλλο εἶδος, μὴ ἀπὸ ξυγκρήσιος, ἀλλ᾿ αὐτὸς ἐξιστάμενος, ποῖός τις πρῶτος γένοιτο, πικρὸς, ἢ ἁλμυρὸς, ἢ στρυφνὸς, ἢ ὀξύς; Οἶμαι μὲν, ὀξύς. Ὁ ἄρα ὀξὺς χυμὸς ἀνεπιτήδειος προσφόρων ἂν τῶν λοιπῶν μάλιστα εἴη, εἴπερ ὁ γλυκύς γε πάντων ἐπιτηδειότατος. Οὕτως, εἴ τις δύναιτο ζητέων ἔξωθεν ἐπιτυγχάνειν, δύναιτ᾿ ἂν πάντων ἐκλέγεσθαι αἰεὶ τὸ βέλτιστον· βέλτιστον δέ ἐστι τὸ προσωτάτω τοῦ ἀνεπιτηδείου ἀπέχον.


Περί Ἀέρων, Ὑδάτων, Τόπων

[1] Ἰητρικὴν ὅστις βούλεται ὀρθῶς ζητέειν, τάδε χρὴ ποιέειν· πρῶτον μὲν ἐνθυμέεσθαι τὰς ὥρας τοῦ ἔτεος, ὅ τι δύναται ἀπεργάζεσθαι ἑκάστη· οὐ γὰρ ἐοίκασιν οὐδὲν, ἀλλὰ πουλὺ διαφέρουσιν αὐταί τε ἑωυτέων καὶ ἐν τῇσι μεταβολῇσιν· ἔπειτα δὲ τὰ πνεύματα τὰ θερμά τε καὶ τὰ ψυχρά· μάλιστα μὲν τὰ κοινὰ πᾶσιν ἀνθρώποισιν, ἔπειτα δὲ καὶ τὰ ἐν ἑκάστῃ χώρῃ ἐπιχώρια ἐόντα. Δεῖ δὲ καὶ τῶν ὑδάτων ἐνθυμέεσθαι τὰς δυνάμιας· ὥσπερ γὰρ ἐν τῷ στόματι διαφέρουσι καὶ ἐν τῷ σταθμῷ, οὕτω καὶ ἡ δύναμις διαφέρει πουλὺ ἑκάστου. Ὥστε, ἐς πόλιν ἐπειδὰν ἀφίκηταί τις ἧς ἄπειρός ἐστι, διαφροντίσαι χρὴ τὴν θέσιν αὐτέης, ὅκως κέεται καὶ πρὸς τὰ πνεύματα καὶ πρὸς τὰς ἀνατολὰς τοῦ ἡλίου· οὐ γὰρ τωὐτὸ δύναται ἥτις πρὸς βορέην κέεται, καὶ ἥτις πρὸς νότον, οὐδ᾿ ἥτις πρὸς ἥλιον ἀνίσχοντα, οὐδ᾿ ἥτις πρὸς δύνοντα. Ταῦτα δὲ ἐνθυμέεσθαι ὡς κάλλιστα· καὶ τῶν ὑδάτων πέρι ὡς ἔχουσι, καὶ πότερον ἑλώδεσι χρέονται καὶ μαλακοῖσιν, ἢ σκληροῖσί τε καὶ ἐκ μετεώρων καὶ ἐκ πετρωδέων, εἴτε ἁλυκοῖσι καὶ ἀτεράμνοισιν· καὶ τὴν γῆν, πότερον ψιλή τε καὶ ἄνυδρος, ἢ δασεῖα καὶ ἔφυδρος, καὶ εἴτε ἐν κοίλῳ ἐστὶ καὶ πνιγηρὴ, εἴτε μετέωρος καὶ ψυχρή· καὶ τὴν δίαιταν τῶν ἀνθρώπων, ὁκοίῃ ἥδονται, πότερον φιλοπόται καὶ ἀριστηταὶ καὶ ἀταλαίπωροι, ἢ φιλογυμνασταί τε καὶ φιλόπονοι, καὶ ἐδωδοὶ καὶ ἄποτοι.

[2] Καὶ ἀπὸ τουτέων χρὴ ἐνθυμέεσθαι ἕκαστα. Εἰ γὰρ ταῦτα εἰδείη τις καλῶς, μάλιστα μὲν πάντα, εἰ δὲ μὴ, τά γε πλεῖστα, οὐκ ἂν αὐτὸν λανθάνοι ἐς πόλιν ἀφικνεόμενον, ἧς ἂν ἄπειρος ᾖ, οὔτε νουσήματα ἐπιχώρια, οὔτε τῶν κοινῶν ἡ φύσις ὁκοίη τίς ἐστιν· ὥστε μὴ ἀπορέεσθαι ἐν τῇ θεραπείῃ τῶν νούσων, μηδὲ διαμαρτάνειν, ἃ εἰκός ἐστι γίγνεσθαι, ἢν μή τις ταῦτα πρότερον εἰδὼς προφροντίσῃ. Περὶ ἑκάστου δὲ, χρόνου προϊόντος καὶ τοῦ ἐνιαυτοῦ, λέγοι ἂν ὁκόσα τε νουσήματα μέλλει πάγκοινα τὴν πόλιν κατασχήσειν ἢ θέρεος ἢ χειμῶνος, ὁκόσα τε ἴδια ἑκάστῳ κίνδυνος γίγνεσθαι ἐκ μεταβολῆς τῆς διαίτης. Εἰδὼς γὰρ τῶν ὡρέων τὰς μεταβολὰς καὶ τῶν ἄστρων ἐπιτολάς τε καὶ δύσιας, καθότι ἕκαστον τουτέων γίγνεται, προειδείη ἂν τὸ ἔτος ὁκοῖόν τι μέλλει γίγνεσθαι. Οὕτως ἄν τις ἐρευνώμενος καὶ προγιγνώσκων τοὺς καιροὺς, μάλιστ᾿ ἂν εἰδείη περὶ ἑκάστου, καὶ τὰ πλεῖστα τυγχάνοι τῆς ὑγιείης, καὶ κατ᾿ ὀρθὸν φέροιτο οὐκ ἐλάχιστα ἐν τῇ τέχνῃ. Εἰ δὲ δοκέοι τις ταῦτα μετεωρολόγα εἶναι, εἰ μετασταίη τῆς γνώμης, μάθοι ἂν ὅτι οὐκ ἐλάχιστον μέρος ξυμβάλλεται ἀστρονομίη ἐς ἰητρικὴν, ἀλλὰ πάνυ πλεῖστον. Ἅμα γὰρ τῇσιν ὥρῃσι καὶ αἱ κοιλίαι μεταβάλλουσι τοῖσιν ἀνθρώποισιν.

[3] Ὅκως δὲ χρὴ ἕκαστα τῶν προειρημένων σκοπέειν καὶ βασανίζειν, ἐγὼ φράσω σαφέως. Ἥτις μὲν πόλις πρὸς τὰ πνεύματα κέεται τὰ θερμά· ταῦτα δ᾿ ἔσται μεταξὺ τῆς τε χειμερινῆς ἀνατολῆς τοῦ ἡλίου καὶ τῶν δυσμέων τῶν χειμερινῶν· καὶ αὐτέῃ ταῦτα τὰ πνεύματά ἐστι ξύννομα, τῶν δὲ ἀπὸ τῶν ἄρκτων πνευμάτων σκέπη· ἐν ταύτῃ τῇ πόλει ἐστὶ τά τε ὕδατα πολλὰ καὶ ὕφαλα, καὶ ἀνάγκη εἶναι μετέωρα, τοῦ μὲν θέρεος θερμὰ, τοῦ δὲ χειμῶνος ψυχρά· τούς τε ἀνθρώπους τὰς κεφαλὰς ὑγρὰς ἔχειν καὶ φλεγματώδεας, τάς τε κοιλίας αὐτέων πυκνὰ ἐκταράσσεσθαι, ἀπὸ τῆς κεφαλῆς τοῦ φλέγματος ἐπικαταῤῥέοντος· τά τε εἴδεα ἐπὶ τὸ πλῆθος αὐτέων ἀτονώτερα εἶναι· ἐσθίειν δ᾿ οὐκ ἀγαθοὺς εἶναι οὐδὲ πίνειν· ὁκόσοι μὲν γὰρ κεφαλὰς ἀσθενέας ἔχουσιν, οὐκ ἂν εἴησαν ἀγαθοὶ πίνειν· ἡ γὰρ κραιπάλη μᾶλλον πιέζει· νουσήματά τε τάδε ἐπιχώρια εἶναι· πρῶτον μὲν τὰς γυναῖκας νοσερὰς καὶ ῥοώδεας εἶναι· ἔπειτα πολλὰς ἀτόκους ὑπὸ νούσου, καὶ οὐ φύσει, ἐκτιτρώσκεσθαι τε πυκνά· τοῖσί τε παιδίοισιν ἐπιπίπτειν σπασμοὺς καὶ ἄσθματα ἃ νομίζουσι τὸ παιδίον ποιέειν, καὶ ἱερὴν νοῦσον εἶναι· τοῖσι δὲ ἀνδράσι δυσεντερίας καὶ διαῤῥοίας καὶ ἠπιάλους καὶ πυρετοὺς πολυχρονίους χειμερινοὺς καὶ ἐπινυκτίδας πολλὰς καὶ αἱμοῤῥοΐδας ἐν τῇ ἕδρῃ. Πλευρίτιδες δὲ καὶ περιπλευμονίαι καὶ καῦσοι καὶ ὁκόσα ὀξέα νουσήματα νομίζονται, οὐκ ἐγγίγνονται πολλά· οὐ γὰρ οἷόν τε, ὅκου ἂν κοιλίαι ὑγραὶ ἔωσι, τὰς νούσους ταύτας ἰσχύειν. Ὀφθαλμίαι τε ἐγγίγνονται ὑγραὶ, καὶ οὐ χαλεπαὶ, ὀλιγοχρόνιοι, ἢν μή τι κατάσχῃ νούσημα πάγκοινον ἐκ μεταβολῆς. Καὶ ὁκόταν τὰ πεντήκοντα ἔτεα ὑπερβάλλωσι, κατάῤῥοοι ἐπιγενόμενοι ἐκ τοῦ ἐγκεφάλου παραπληκτικοὺς ποιέουσι τοὺς ἀνθρώπους, ὁκόταν ἐξαίφνης ἡλιωθέωσι τὴν κεφαλὴν, ἢ ῥιγώσωσιν. Ταῦτα μὲν τὰ νουσήματα αὐτέοισιν ἐπιχώριά ἐστιν· χωρὶς δὲ, ἤν τι πάγκοινον κατάσχῃ νούσημα ἐκ μεταβολῆς τῶν ὡρέων, καὶ τουτέου μετέχουσιν.

[4] Ὁκόσαι δ᾿ ἀντικέονται τουτέων πρὸς τὰ πνεύματα τὰ ψυχρὰ, μεταξὺ τῶν δυσμέων τῶν θερινῶν τοῦ ἡλίου καὶ τῆς ἀνατολῆς τῆς θερινῆς, καὶ αὐτέῃσι ταῦτα τὰ πνεύματα ἐπιχώριά ἐστιν, τοῦ δὲ νότου καὶ τῶν θερμῶν πνευμάτων σκέπη, ὧδε ἔχει περὶ τῶν πολίων τουτέων. Πρῶτον μὲν τὰ ὕδατα σκληρά τε καὶ ψυχρὰ ὡς ἐπὶ τὸ πλῆθος ἐγγίγνεται. Τοὺς δὲ ἀνθρώπους ἐντόνους τε καὶ σκελιφροὺς ἀνάγκη εἶναι, τούς τε πλείους τὰς κοιλίας ἀτεράμνους ἔχειν καὶ σκληρὰς τὰς κάτω, τὰς δὲ ἄνω εὐροωτέρας· χολώδεάς τε μᾶλλον ἢ φλεγματίας εἶναι. Τὰς δὲ κεφαλὰς ὑγιηρὰς ἔχουσι καὶ σκληράς· ῥηγματίαι τε εἰσὶν ἐπὶ τὸ πλῆθος. Νοσεύματα δὲ αὐτέοισιν ἐπιδημέει ταῦτα, πλευρίτιδές τε πολλαὶ, αἵ τε ὀξεῖαι νομιζόμεναι νοῦσοι. Ἀνάγκη δὲ ὧδε ἔχειν, ὁκόταν κοιλίαι σκληραὶ ἔωσιν· ἔμπυοί τε πολλοὶ γίγνονται ἀπὸ πάσης προφάσιος· τουτέου δὲ αἴτιόν ἐστι τοῦ σώματος ἡ ἔντασις, καὶ ἡ σκληρότης τῆς κοιλίης· ἡ γὰρ ξηρότης ῥηγματίας ποιέει εἶναι, καὶ τοῦ ὕδατος ἡ ψυχρότης. Ἐδωδοὺς δὲ ἀνάγκη τὰς τοιαύτας φύσιας εἶναι, καὶ οὐ πολυπότας· οὐ γὰρ οἷόν τε ἅμα πολυβόρους τε εἶναι καὶ πολυπότας· ὀφθαλμίας τε γίγνεσθαι μὲν διὰ χρόνου, γίγνεσθαι δὲ σκληρὰς καὶ ἰσχυρὰς, καὶ εὐθέως ῥήγνυσθαι τὰ ὄμματα· αἱμοῤῥοίας δὲ ἐκ τῶν ῥινέων τοῖσι νεωτέροισι τριήκοντα ἐτέων γίγνεσθαι ἰσχυρὰς τοῦ θέρεος· τά τε ἱερὰ νοσεύματα καλεύμενα, ὀλίγα μὲν ταῦτα, ἰσχυρὰ δέ. Μακροβίους δὲ τοὺς ἀνθρώπους τουτέους μᾶλλον εἰκὸς εἶναι ἑτέρων· τά τε ἕλκεα οὐ φλεγματώδεα ἐγγίγνεσθαι, οὐδὲ ἀγριοῦσθαι· τά τε ἤθεα ἀγριώτερα ἢ ἡμερώτερα. Τοῖσι μὲν ἀνδράσι ταῦτα τὰ νουσήματα ἐπιχώριά ἐστιν· καὶ χωρὶς, ἤν τι πάγκοινον κατάσχῃ ἐκ μεταβολῆς τῶν ὡρέων· τῇσι δὲ γυναιξὶ, πρῶτον μὲν στρυφναὶ πολλαὶ γίγνονται διὰ τὰ ὕδατα ἐόντα σκληρά τε καὶ ἀτέραμνα καὶ ψυχρά· αἱ γὰρ καθάρσιες οὐκ ἐπιγίγνονται τῶν ἐπιμηνίων ἐπιτήδειαι, ἀλλὰ ὀλίγαι καὶ πονηραί. Ἔπειτα τίκτουσι χαλεπῶς· ἐκτιτρώσκουσί τε οὐ σφόδρα. Ὁκόταν δὲ τέκωσι, τὰ παιδία ἀδύνατοι τρέφειν εἰσίν· τὸ γὰρ γάλα ἀποσβέννυται ἀπὸ τῶν ὑδάτων τῆς σκληρότητος καὶ ἀτεραμνίης· φθίσιές τε γίγνονται συχναὶ ἀπὸ τῶν τοκετῶν· ὑπὸ γὰρ βίης ῥήγματα ἴσχουσι καὶ σπάσματα. Τοῖσι δὲ παιδίοισιν ὕδρωπες ἐγγίγνονται ἐν τοῖσιν ὄρχεσιν, ἕως σμικρὰ ᾖ· ἔπειτα, προϊούσης τῆς ἡλικίης, ἀφανίζονται· ἡβῶσί τε ὀψὲ ἐν ταύτῃ τῇ πόλει. Περὶ μὲν οὖν τῶν θερμῶν πνευμάτων καὶ τῶν ψυχρῶν καὶ τῶν πολίων τουτέων ὧδε ἔχει ὡς προείρηται.

[5] Ὁκόσαι δὲ κέονται πρὸς τὰ πνεύματα τὰ μεταξὺ τῶν θερινῶν ἀνατολέων τοῦ ἡλίου καὶ τῶν χειμερινῶν, καὶ ὁκόσαι τὸ ἐναντίον τουτέων, ὧδε ἔχει περὶ αὐτέων. Ὁκόσαι μὲν πρὸς τὰς ἀνατολὰς τοῦ ἡλίου κέονται, ταύτας εἰκὸς εἶναι ὑγιεινοτέρας τῶν πρὸς τὰς ἄρκτους ἐστραμμένων, καὶ τῶν πρὸς τὰ θερμὰ, ἢν καὶ στάδιον τὸ μεταξὺ ᾖ. Πρότερον μὲν γὰρ μετριώτερον ἔχει τὸ θερμὸν καὶ τὸ ψυχρόν. Ἔπειτα τὰ ὕδατα ὁκόσα πρὸς τὰς τοῦ ἡλίου ἀνατολάς ἐστι, ταῦτα λαμπρά τε εἶναι ἀνάγκη καὶ εὐώδεα καὶ μαλακὰ καὶ ἐρατεινὰ ἐγγίγνεσθαι ἐν ταύτῃ τῇ πόλει. Ὁ γὰρ ἥλιος κωλύει ἀνίσχων καὶ καταλάμπων· τὸ γὰρ ἑωθινὸν ἑκάστοτε αὐτὸς ὁ ἠὴρ ἐπέχει ὡς ἐπὶ τὸ πουλύ. Τά τε εἴδεα τῶν ἀνθρώπων εὔχροά τε καὶ ἀνθηρὰ ἐστὶ μᾶλλον, ἢν μή τις νοῦσος κωλύῃ. Λαμπρόφωνοί τε οἱ ἄνθρωποι, ὀργήν τε καὶ ξύνεσιν βελτίους εἰσὶ τῶν πρὸς βορέην, ᾗπερ καὶ τὰ ἄλλα τὰ ἐμφυόμενα ἀμείνω ἐστίν. Ἔοικέ τε μάλιστα ἡ οὕτω κειμένη πόλις ἦρι κατὰ τὴν μετριότητα τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ· τά τε νοσεύματα ἐλάσσω μὲν γίγνεται καὶ ἀσθενέστερα, ἔοικε δὲ τοῖσιν ἐν τῇσι πόλεσι γιγνομένοισι νοσεύμασι, τῇσι πρὸς τὰ θερμὰ τὰ πνεύματα ἐστραμμένῃσιν. Αἵ τε γυναῖκες αὐτόθι ἀρικύμονές εἰσι σφόδρα, καὶ τίκτουσι ῥηϊδίως. Περὶ μὲν τουτέων ὧδε ἔχει.

[6] Ὁκόσαι δὲ πρὸς τὰς δύσιας κέονται, καὶ αὐτέῃσίν ἐστι σκέπη τῶν πνευμάτων τῶν ἀπὸ τῆς ἠοῦς πνεόντων, τά τε θερμὰ πνεύματα παραῤῥέει καὶ τὰ ψυχρὰ ἀπὸ τῶν ἄρκτων, ἀνάγκη ταύτας τὰς πόλιας θέσιν κέεσθαι νοσερωτάτην· πρῶτον μὲν γὰρ τὰ ὕδατα οὐ λαμπρά· αἴτιον δὲ, ὅτι ὁ ἠὴρ τὸ ἑωθινὸν κατέχει ὡς ἐπὶ τὸ πουλὺ, ὅστις τῷ ὕδατι ἐγκαταμιγνύμενος τὸ λαμπρὸν ἀφανίζει· ὁ γὰρ ἥλιος πρὶν ἄνω ἀρθῆναι οὐκ ἐπιλάμπει. Τοῦ δὲ θέρεος, ἕωθεν μὲν αὖραι ψυχραὶ πνέουσι, καὶ δρόσοι πίπτουσιν· τὸ δὲ λοιπὸν ἥλιος ἐγκαταδύνων ὥστε μάλιστα διέψει τοὺς ἀνθρώπους, διὸ καὶ ἀχρόους τε εἰκὸς εἶναι καὶ ἀῤῥώστους, τῶν τε νοσευμάτων πάντων μετέχειν μέρος τῶν προειρημένων· οὐδὲν αὐτέοισιν ἀποκέκριται. Βαρυφώνους τε εἰκὸς εἶναι καὶ βραγχώδεας διὰ τὸν ἠέρα, ὅτι ἀκάθαρτος ὡς ἐπὶ τὸ πουλὺ αὐτόθι γίγνεται καὶ νοσώδης· οὔτε γὰρ ὑπὸ τῶν βορείων ἐκκρίνεται σφόδρα· οὐ γὰρ προσέχουσι τὰ πνεύματα· ἅ τε προσέχουσιν αὐτέοισι καὶ προσκέονται, ὑδατεινότατά ἐστιν· ἐπεὶ τοιαῦτα τὰ ἐπὶ τῆς ἑσπέρης πνεύματα· ἔοικέ τε μετοπώρῳ μάλιστα ἡ θέσις ἡ τοιαύτη τῆς πόλιος κατὰ τὰς τῆς ἡμέρης μεταβολὰς, ὅτι πουλὺ τὸ μέσον γίγνεται τοῦ τε ἑωθινοῦ καὶ τοῦ πρὸς τὴν δείλην. Περὶ μὲν πνευμάτων, ἅ τέ ἐστιν ἐπιτήδεια καὶ ἀνεπιτήδεια, ὧδε ἔχει.

[7] Περὶ δὲ τῶν λοιπῶν ὑδάτων βούλομαι διηγήσασθαι, ἅ τέ ἐστι νοσώδεα, καὶ ἃ ὑγιεινότατα, καὶ ὁκόσα ἀφ᾿ ὕδατος κακὰ εἰκὸς γίγνεσθαι, καὶ ὅσα ἀγαθά· πλεῖστον γὰρ μέρος ξυμβάλλεται ἐς τὴν ὑγιείην. Ὁκόσα μὲν οὖν ἐστιν ἑλώδεα καὶ στάσιμα καὶ λιμναῖα, ταῦτα ἀνάγκη τοῦ μὲν θέρεος εἶναι θερμὰ καὶ παχέα καὶ ὀδμὴν ἔχοντα, ἅτε οὐκ ἀπόῤῥυτα ἐόντα· ἀλλὰ τοῦ τε ὀμβρίου ὕδατος ἐπιτρεφομένου αἰεὶ νέου, τοῦ τε ἡλίου καίοντος, ἀνάγκη ἄχροά τε εἶναι καὶ πονηρὰ καὶ χολώδεα· τοῦ δὲ χειμῶνος, παγετώδεά τε καὶ ψυχρὰ καὶ τεθολωμένα ὑπό τε χιόνος καὶ παγετῶν, ὥστε φλεγματωδέστατα εἶναι καὶ βραγχωδέστατα· τοῖσι δὲ πίνουσι σπλῆνας μὲν αἰεὶ μεγάλους εἶναι καὶ μεμυωμένους, καὶ τὰς γαστέρας σκληράς τε καὶ λεπτὰς καὶ θερμὰς, τοὺς δὲ ὤμους καὶ τὰς κληῗδας καὶ τὸ πρόσωπον καταλελεπτύσθαι· ἐς γὰρ τὸν σπλῆνα αἱ σάρκες ξυντήκονται, διότι ἰσχνοί εἰσιν· ἐδωδούς τε εἶναι τοὺς τοιουτέους καὶ διψηρούς· τάς τε κοιλίας ξηροτάτας καὶ τὰς ἄνω καὶ τὰς κάτω ἔχειν, ὥστε τῶν φαρμάκων ἰσχυροτέρων δέεσθαι. Τοῦτο μὲν τὸ νούσημα αὐτέοισι ξύντροφόν ἐστι καὶ θέρεος καὶ χειμῶνος. Πρὸς δὲ τουτέοισιν οἱ ὕδρωπες πλεῖστοί τε γίγνονται καὶ θανατωδέστατοι· τοῦ γὰρ θέρεος δυσεντερίαι τε πολλαὶ ἐμπίπτουσι καὶ διάῤῥοιαι καὶ πυρετοὶ τεταρταῖοι πολυχρόνιοι· ταῦτα δὲ τὰ νοσεύματα μηκυνθέντα τὰς τοιαύτας φύσιας ἐς ὕδρωπας καθίστησι καὶ ἀποκτείνει. Ταῦτα μὲν αὐτέοισι τοῦ θέρεος γίγνεται· τοῦ δὲ χειμῶνος, τοῖσι νεωτέροισι μὲν περιπλευμονίαι τε καὶ μανιώδεα νοσεύματα· τοῖσι δὲ πρεσβυτέροισι καῦσοι, διὰ τὴν τῆς κοιλίης σκληρότητα. Τῇσι δὲ γυναιξὶν οἰδήματα ἐγγίγνεται καὶ φλέγμα λευκόν· καὶ ἐν γαστρὶ ἴσχουσι μόλις, καὶ τίκτουσι χαλεπῶς· μεγάλα τε τὰ ἔμβρυα καὶ οἰδέοντα· ἔπειτα ἐν τῇσι τροφῇσι φθινώδεά τε καὶ πονηρὰ γίγνεται· ἥ τε κάθαρσις τῇσι γυναιξὶν οὐκ ἐπιγίγνεται χρηστὴ μετὰ τὸν τόκον. Τοῖσι δὲ παιδίοισι κῆλαι ἐπιγίγνονται μάλιστα, καὶ τοῖσιν ἀνδράσι κίρσοι καὶ ἕλκεα ἐν τῇσι κνήμῃσιν, ὥστε τὰς τοιαύτας φύσιας οὐχ οἷόν τε μακροβίους εἶναι, ἀλλὰ προγηράσκειν τοῦ χρόνου τοῦ ἱκνευμένου. Ἔτι δὲ αἱ γυναῖκες δοκέουσιν ἔχειν ἐν γαστρὶ, καὶ ὁκόταν ὁ τόκος, ᾖ, ἀφανίζεται τὸ πλήρωμα τῆς γαστρός· τοῦτο δὲ γίγνεται ὁκόταν ὑδροπιήσωσιν αἱ ὑστέραι. Τὰ μὲν τοιαῦτα ὕδατα νομίζω μοχθηρὰ εἶναι πρὸς ἅπαν χρῆμα· δεύτερα δὲ, ὅσων εἶεν αἱ πηγαὶ ἐκ πετρέων· σκληρὰ γὰρ ἀνάγκη εἶναι· ἢ ἐκ γῆς ὅκου θερμὰ ὕδατά ἐστιν, ἢ σίδηρος γίγνεται, ἢ χαλκὸς, ἢ ἄργυρος, ἢ χρυσὸς, ἢ θεῖον, ἢ στυπτηρίη, ἢ ἄσφαλτον, ἢ νίτρον· ταῦτα γὰρ πάντα ὑπὸ βίης γίγνονται τοῦ θερμοῦ. Οὐ τοίνυν οἷόν τε ἐκ τοιαύτης γῆς ὕδατα ἀγαθὰ γίγνεσθαι, ἀλλὰ σκληρά τε καὶ καυσώδεα, διουρέεσθαί τε χαλεπὰ καὶ πρὸς τὴν διαχώρησιν ἐναντία εἶναι. Ἄριστα δὲ, ὁκόσα ἐκ μετεώρων χωρίων ῥέει καὶ λόφων γεηρῶν· αὐτά τε γάρ ἐστι γλυκέα καὶ λευκὰ, καὶ τὸν οἶνον φέρειν ὀλίγον οἷά τέ ἐστι· τοῦ δὲ χειμῶνος θερμὰ γίγνεται, τοῦ δὲ θέρεος ψυχρά· οὕτω γὰρ ἂν εἴη ἐκ βαθυτάτων πηγέων. Μάλιστα δὲ ἐπαινέειν, ὧν τὰ ῥεύματα πρὸς τὰς ἀνατολὰς τοῦ ἡλίου ἐῤῥώγασι, καὶ μᾶλλον πρὸς τὰς θερινάς· ἀνάγκη γὰρ λαμπρότερα εἶναι καὶ εὐώδεα καὶ κοῦφα. Ὁκόσα δέ ἐστιν ἁλυκὰ καὶ ἀτέραμνα καὶ σκληρὰ, ταῦτα μὲν πάντα πίνειν οὐκ ἀγαθά. Εἰσὶ δ᾿ ἔνιαι φύσιες καὶ νοσεύματα, ἐς ἃ ἐπιτήδειά ἐστι τὰ τοιαῦτα ὕδατα πινόμενα, περὶ ὧν φράσω αὐτίκα. Ἔχει δὲ καὶ περὶ τουτέων ὧδε· ὁκόσων μὲν αἱ πηγαὶ πρὸς τὰς ἀνατολὰς ἔχουσι, ταῦτα μὲν ἄριστα αὐτὰ ἑωυτέων ἐστίν· δεύτερα δὲ τὰ μεταξὺ τῶν θερινῶν ἀνατολέων ἐστὶ τοῦ ἡλίου καὶ δυσίων, καὶ μᾶλλον τὰ πρὸς τὰς ἀνατολάς· τρίτα δὲ τὰ μεταξὺ τῶν δυσμέων τῶν θερινῶν καὶ τῶν χειμερινῶν· φαυλότατα δὲ τὰ πρὸς τὸν νότον καὶ τὰ μεταξὺ χειμερινῆς ἀνατολῆς καὶ δύσιος, καὶ ταῦτα τοῖσι μὲν νοτίοισι πάνυ πονηρὰ, τοῖσι δὲ βορείοισιν ἀμείνω. Τουτέοισι δὲ πρέπει ὧδε χρέεσθαι· ὅστις μὲν ὑγιαίνει τε καὶ ἔῤῥωται, μηδὲν διακρίνειν, ἀλλὰ πίνειν αἰεὶ τὸ παρεόν. Ὅστις δὲ νούσου εἵνεκα βούλεται τὸ ἐπιτηδειότατον πίνειν, ὧδε ἂν ποιέων μάλιστα τυγχάνοι τῆς ὑγιείης· ὁκόσων μὲν αἱ κοιλίαι σκληραί εἰσι, καὶ ξυγκαίειν ἀγαθαὶ, τουτέοισι μὲν τὰ γλυκύτατα ξυμφέρει καὶ κουφότατα καὶ λαμπρότατα· ὁκόσων δὲ μαλθακαὶ αἱ νηδύες καὶ ὑγραί εἰσι καὶ φλεγματώδεες, τουτέοισι δὲ τὰ σκληρότατα καὶ ἀτεραμνότατα καὶ τὰ ὑφαλικά· οὕτω γὰρ ἂν ξηραίνοιτο μάλιστα· ὁκόσα γὰρ ὕδατά ἐστιν ἕψειν ἄριστα καὶ τακερώτατα, ταῦτα καὶ τὴν κοιλίην διαλύειν εἰκὸς μάλιστα καὶ διατήκειν· ὁκόσα δέ ἐστιν ἀτέραμνα καὶ σκληρὰ καὶ ἥκιστα ἕψειν ἀγαθὰ, ταῦτα δὲ ξυνίστησι μᾶλλον τὰς κοιλίας καὶ ξηραίνει. Ἀλλὰ γὰρ ψευσάμενοί εἰσιν οἱ ἄνθρωποι τῶν ἁλμυρῶν ὑδάτων πέρι δι᾿ ἀπειρίην, καὶ ὅτι νομίζεται διαχωρητικά· τὰ δὲ ἐναντιώτατά ἐστι πρὸς τὴν διαχώρησιν· ἀτέραμνα γὰρ καὶ ἀνέψανα, ὥστε καὶ τὴν κοιλίην ὑπ᾿ αὐτέων στύφεσθαι μᾶλλον ἢ τήκεσθαι. Καὶ περὶ μὲν τῶν πηγαίων ὑδάτων ὧδε ἔχει.

[8] Περὶ δὲ τῶν ὀμβρίων, καὶ ὁκόσα ἀπὸ χιόνος, φράσω ὅκως ἔχει. Τὰ μὲν οὖν ὄμβρια κουφότατα καὶ γλυκύτατά ἐστι καὶ λεπτότατα καὶ λαμπρότατα· τήν τε γὰρ ἀρχὴν, ὁ ἥλιος ἀνάγει καὶ ἀναρπάζει τοῦ ὕδατος τό τε λεπτότατον καὶ κουφότατον· δῆλον δὲ οἱ ἅλες ποιέουσιν· τὸ μὲν γὰρ ἁλμυρὸν λείπεται αὐτέου ὑπὸ πάχεος καὶ βάρεος, καὶ γίγνεται ἅλες· τὸ δὲ λεπτότατον ὁ ἥλιος ἀναρπάζει ὑπὸ κουφότητος· ἀνάγει δὲ τὸ τοιοῦτο οὐκ ἀπὸ τῶν ὑδάτων μοῦνον τῶν λιμναίων, ἀλλὰ καὶ ἀπὸ τῆς θαλάσσης, καὶ ἐξ ἁπάντων ἐν ὁκόσοισιν ὑγρόν τέ ἐστιν· ἔνεστι δὲ ἐν παντὶ χρήματι· καὶ ἐξ αὐτέων τῶν ἀνθρώπων ἄγει τὸ λεπτότατον τῆς ἰκμάδος καὶ κουφότατον. Τεκμήριον δὲ μέγιστον, ὅταν ἄνθρωπος ἐν ἡλίῳ βαδίζῃ, ἢ καθίζῃ ἱμάτιον ἔχων· ὁκόσα μὲν τοῦ χρωτὸς ὁ ἥλιος ἐφορᾷ, οὐχ ἱδρῴη ἄν· ὁ γὰρ ἥλιος ἀναρπάζει τὸ προφαινόμενον τοῦ ἱδρῶτος· ὁκόσα δὲ ὑπὸ τοῦ ἱματίου ἐσκέπασται, ἢ ὑπ᾿ ἄλλου του, ἱδροῖ· ἐξάγεται μὲν γὰρ ὑπὸ τοῦ ἡλίου καὶ βιάζεται· σώζεται δὲ ὑπὸ τῆς σκέπης, ὥστε μὴ ἀφανίζεσθαι ὑπὸ τοῦ ἡλίου· ὁκόταν δὲ ἐς σκιὴν ἀφίκηται, ἅπαν τὸ σῶμα ὁμοίως διιεῖ· οὐ γὰρ ἔτι ὁ ἥλιος ἐπιλάμπει. Διὰ ταῦτα δὲ καὶ σήπεται τῶν ὑδάτων τάχιστα ταῦτα καὶ ὀδμὴν ἴσχει πονηρὴν τὸ ὄμβριον, ὅτι ἀπὸ πλείστων ξυνῆκται καὶ ξυμμέμικται, ὥστε σήπεσθαι τάχιστα. Ἔτι δὲ πρὸς τουτέοισιν, ἐπειδὰν ἁρπασθῇ καὶ μετεωρισθῇ περιφερόμενον καὶ καταμεμιγμένον ἐς τὸν ἠέρα, τὸ μὲν θολερὸν αὐτέου καὶ νυκτοειδὲς ἐκκρίνεται καὶ ἐξίσταται καὶ γίγνεται ἠὴρ καὶ ὀμίχλη· τὸ δὲ λεπτότατον καὶ κουφότατον αὐτέου λείπεται, καὶ γλυκαίνεται ὑπὸ τοῦ ἡλίου καιόμενόν τε καὶ ἑψόμενον· γίγνεται δὲ καὶ τἄλλα πάντα τὰ ἑψόμενα αἰεὶ γλυκέα. Ἕως μὲν οὖν διεσκεδασμένον ᾖ καὶ μή πω ξυνεστήκῃ, φέρεται μετέωρον. Ὁκόταν δέ κου ἀθροισθῇ καὶ ξυστραφῇ ἐς τὸ αὐτὸ ὑπὸ ἀνέμων ἀλλήλοισιν ἐναντιωθέντων ἐξαίφνης, τότε καταῤῥήγνυται ᾗ ἂν τύχῃ πλεῖστον ξυστραφέν. Τότε γὰρ ἐοικὸς τοῦτο μᾶλλον γίγνεσθαι, ὁκόταν τὰ νέφεα, μὴ ὑπὸ ἀνέμου στάσιν ἔχοντος ὡρμημένα ἐόντα καὶ χωρέοντα, ἐξαίφνης ἀντικόψῃ πνεῦμα ἐναντίον καὶ ἕτερα νέφεα. Ἐνταῦθα μὲν πρῶτον αὐτέου ξυστρέφεται· τὰ δὲ ὄπισθεν ἐπιφέρεταί τε καὶ οὕτω παχύνεται, καὶ μελαίνεται, καὶ ξυστρέφεται ἐς τὸ αὐτὸ, καὶ ὑπὸ βάρεος καταῤῥήγνυται, καὶ ὄμβροι γίγνονται. Ταῦτα μέν ἐστιν ἄριστα κατὰ τὸ εἰκός· δέεται δὲ ἀφέψεσθαι, καὶ ἀποσήπεσθαι· εἰ δὲ μὴ, ὀδμὴν ἴσχει πονηρὴν, καὶ βράγχος καὶ βαρυφωνίη τοῖσι πίνουσι προσίσταται. Τὰ δὲ ἀπὸ χιόνος καὶ κρυστάλλων πονηρὰ πάντα· ὁκόταν γὰρ ἅπαξ παγῇ, οὐκ ἔτι ἐς τὴν ἀρχαίην φύσιν καθίσταται, ἀλλὰ τὸ μὲν αὐτέου λαμπρὸν καὶ κοῦφον καὶ γλυκὺ ἐκκρίνεται καὶ ἀφανίζεται, τὸ δὲ θολωδέστατον καὶ σταθμωδέστατον λείπεται. Γνοίης δ᾿ ἂν ὧδε· εἰ γὰρ βούλει, ὅταν ᾖ χειμὼν, ἐς ἀγγεῖον μέτρῳ ἐγχέας ὕδωρ, θεῖναι ἐς τὴν αἰθρίην, ἵνα πήξεται μάλιστα, ἔπειτα τῇ ὑστεραίῃ ἐσενεγκὼν ἐς ἀλέην, ὅκου χαλάσει μάλιστα ὁ παγετὸς, ὁκόταν δὲ λυθῇ, ἀναμετρέειν τὸ ὕδωρ, εὑρήσεις ἔλασσον συχνῷ. Τοῦτο τεκμήριον, ὅτι ὑπὸ τῆς πήξιος ἀφανίζεται καὶ ἀναξηραίνεται τὸ κουφότατον καὶ λεπτότατον, οὐ τὸ βαρύτατον καὶ παχύτατον· οὐ γὰρ ἂν δύναιτο. Ταύτῃ οὖν νομίζω πονηρότατα ταῦτα τὰ ὕδατα εἶναι τὰ ἀπὸ χιόνος καὶ κρυστάλλου, καὶ τὰ τουτέοισιν ἑπόμενα, πρὸς ἅπαντα χρήματα. Περὶ μὲν οὖν ὀμβρίων ὑδάτων καὶ τῶν ἀπὸ χιόνος καὶ κρυστάλλων οὕτως ἔχει.

[9] Λιθιῶσι δὲ μάλιστα ἄνθρωποι, καὶ ὑπὸ νεφριτίδων καὶ στραγγουρίης ἁλίσκονται καὶ ἰσχιάδων, καὶ κῆλαι γίγνονται, ὅκου ὕδατα πίνουσι παντοδαπώτατα καὶ ἀπὸ ποταμῶν μεγάλων, ἐς οὓς ποταμοὶ ἕτεροι ἐμβάλλουσι, καὶ ἀπὸ λίμνης, ἐς ἣν ῥεύματα πολλὰ καὶ παντοδαπὰ ἀφικνεῦνται, καὶ ὁκόσοι ὕδασιν ἐπακτοῖσι χρέονται διὰ μακροῦ ἀγομένοισι, καὶ μὴ ἐκ βραχέος. Οὐ γὰρ οἷόν τε ἕτερον ἑτέρῳ ἐοικέναι ὕδωρ, ἀλλὰ τὰ μὲν γλυκέα εἶναι, τὰ δὲ ἁλυκά τε καὶ στυπτηριώδεα, τὰ δὲ ἀπὸ θερμῶν ῥέειν· ξυμμισγόμενα δὲ ταῦτα ἐς ταὐτὸν ἀλλήλοισι στασιάζει, καὶ κρατέει αἰεὶ τὸ ἰσχυρότατον· ἰσχύει δὲ οὐκ αἰεὶ τὠυτὸ, ἀλλ᾿ ἄλλοτε ἄλλο κατὰ τὰ πνεύματα· τῷ μὲν γὰρ βορέης τὴν ἰσχὺν παρέχεται, τῷ δὲ ὁ νότος, καὶ τῶν λοιπῶν πέρι ὠυτὸς λόγος. Ὑφίστασθαι οὖν τοῖσι τοιουτέοισιν ἀνάγκη ἐν τοῖσιν ἀγγείοισιν ἰλὺν καὶ ψάμμον· καὶ ἀπὸ τουτέων πινευμένων τὰ νουσήματα γίγνεται τὰ προειρημένα· ὅτι δὲ οὐχ ἅπασιν, ἑξῆς φράσω. Ὁκόσων μὲν ἥ τε κοιλίη εὔροός τε καὶ ὑγιηρής ἐστι, καὶ ἡ κύστις μὴ πυρετώδης, μηδὲ ὁ στόμαχος τῆς κύστιος ξυμπέφρακται λίην, οὗτοι μὲν διουρεῦσι ῥηϊδίως, καὶ ἐν τῇ κύστει οὐδὲν ξυστρέφεται· ὁκόσων δὲ ἂν ἡ κοιλίη πυρετώδης ᾖ, ἀνάγκη καὶ τὴν κύστιν τὠυτὸ πάσχειν· ὁκόταν γὰρ θερμανθῇ μᾶλλον τῆς φύσιος, ἐφλέγμηνεν αὐτέης ὁ στόμαχος· ὁκόταν δὲ ταῦτα πάθῃ, τὸ οὖρον οὐκ ἀφίησιν, ἀλλ᾿ ἐν ἑωυτέῳ ξυνέψει καὶ ξυγκαίει. Καὶ τὸ μὲν λεπτότατον αὐτέου ἀποκρίνεται καὶ τὸ καθαρώτατον διιεῖ καὶ ἐξουρέεται, τὸ δὲ παχύτατον καὶ θολωδέστατον ξυστρέφεται καὶ ξυμπήγνυται· τὸ μὲν πρῶτον σμικρὸν, ἔπειτα μεῖζον γίγνεται· κυλινδεύμενον γὰρ ὑπὸ τοῦ οὔρου, ὅ τι ἂν ξυνίστηται παχὺ, ξυναρμόζει πρὸς ἑωυτό· καὶ οὕτως αὔξεταί τε καὶ πωροῦται. Καὶ ὁκόταν οὐρέῃ, πρὸς τὸν στόμαχον τῆς κύστιος προσπίπτει ὑπὸ τοῦ οὔρου βιαζόμενον, καὶ κωλύει οὐρέειν, καὶ ὀδύνην παρέχει ἰσχυρήν· ὥστε τὰ αἰδοῖα τρίβουσι καὶ ἕλκουσι τὰ παιδία τὰ λιθιῶντα· δοκέει γὰρ αὐτέοισι τὸ αἴτιον ἐνταῦθα εἶναι τῆς οὐρήσιος. Τεκμήριον δὲ, ὅτι οὕτως ἔχει· τὸ γὰρ οὖρον λαμπρότατον οὐρέουσιν οἱ λιθιῶντες, ὅτι τὸ παχύτατον καὶ θολωδέστατον αὐτέου μένει καὶ ξυστρέφεται· τὰ μὲν πλεῖστα οὕτω λιθιᾷ. Γίγνεται δὲ παισὶ καὶ ἀπὸ τοῦ γάλακτος, ἢν μὴ ὑγιηρὸν ᾖ, ἀλλὰ θερμόν τε λίην καὶ χολῶδες· τὴν γὰρ κοιλίην διαθερμαίνει καὶ τὴν κύστιν, ὥστε τὸ οὖρον ξυγκαιόμενον ταῦτα πάσχειν. Καὶ φημὶ ἄμεινον εἶναι τοῖσι παιδίοισι τὸν οἶνον ὡς ὑδαρέστατον διδόναι· ἧσσον γὰρ τὰς φλέβας ξυγκαίει καὶ ξυναυαίνει. Τοῖσι δὲ θήλεσι λίθοι οὐ γίγνονται ὁμοίως· ὁ γὰρ οὐρητὴρ βραχύς ἐστιν ὁ τῆς κύστιος καὶ εὐρὺς, ὥστε βιάζεσθαι τὸ οὖρον ῥηϊδίως· οὔτε γὰρ τῇ χειρὶ τρίβει τὸ αἰδοῖον ὥσπερ τὸ ἄρσεν, οὔτε ἅπτεται τοῦ οὐρητῆρος· ἐς γὰρ τὰ αἰδοῖα ξυντέτρηνται (οἱ δὲ ἄνδρες οὐκ εὐθὺ τέτρηνται, καὶ διότι οἱ οὐρητῆρες εἰσιν οὐκ εὐρέες)· καὶ πίνουσι πλεῖον ἢ οἱ παῖδες. Περὶ μὲν οὖν τουτέων ὧδε ἔχει, ἢ ὅτι τουτέων ἐγγύτατα.

[10] Περὶ δὲ ἐτέων ὧδε ἄν τις ἐνθυμεύμενος διαγιγνώσκοι ὁκοῖόν τι μέλλει ἔσεσθαι τὸ ἔτος, εἴτε νοσερὸν, εἴτε ὑγιηρόν. Ἢν μὲν γὰρ κατὰ λόγον γένηται τὰ σημεῖα ἐπὶ τοῖσι ἄστροισι δύνουσί τε καὶ ἐπιτέλλουσιν, ἔν τε τῷ μετοπώρῳ ὕδατα γένηται, καὶ ὁ χειμὼν μέτριος, καὶ μήτε λίην εὔδιος, μήτε ὑπερβάλλων τὸν καιρὸν τῷ ψύχει, ἔν τε τῷ ἦρι ὕδατα γένηται ὡραῖα, καὶ ἐν τῷ θέρει, οὕτω τὸ ἔτος ὑγιεινότατον εἰκὸς εἶναι. Ἢν δὲ ὁ μὲν χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἦρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τὸ θέρος πυρετῶδες γίγνεσθαι καὶ ὀφθαλμίας καὶ δυσεντερίας ἐμποιέειν. Ὁκόταν γὰρ τὸ πνῖγος ἐπιγένηται ἐξαίφνης, τῆς τε γῆς ὑγρῆς ἐούσης ὑπὸ τῶν ὄμβρων τῶν ἐαρινῶν καὶ ὑπὸ τοῦ νότου, ἀνάγκη διπλόον τὸ καῦμα εἶναι ὑπό τε τῆς γῆς διαβρόχου ἐούσης καὶ θερμῆς καὶ ὑπὸ τοῦ ἡλίου καίοντος, τῶν τε κοιλιῶν μὴ ξυνεστηκυιῶν τοῖσιν ἀνθρώποισι, μήτε τοῦ ἐγκεφάλου ἀνεξηρασμένου· οὐ γὰρ οἷόν τε, τοῦ ἦρος τοιουτέου ἐόντος, μὴ οὐ πλαδᾷν τὸ σῶμα καὶ τὴν σάρκα· ὥστε τοὺς πυρετοὺς ἐπιπίπτειν ὀξυτάτους ἅπασι, μάλιστα δὲ τοῖσι φλεγματίῃσιν. Καὶ δυσεντερίας εἰκός ἐστι γίγνεσθαι καὶ τῇσι γυναιξὶ καὶ τοῖσιν εἴδεσι τοῖσιν ὑγροτάτοισιν. Καὶ ἢν μὲν ἐπὶ κυνὸς ἐπιτολῇ ὕδωρ ἐπιγένηται καὶ χειμὼν, καὶ οἱ ἐτησίαι πνεύσωσιν, ἐλπὶς παύσασθαι, καὶ τὸ μετόπωρον ὑγιηρὸν γενέσθαι· ἢν δὲ μὴ, κίνδυνος θανάτους τε γενέσθαι τοῖσι παιδίοισι καὶ τῇσι γυναιξὶ, τοῖσι δὲ πρεσβύτῃσιν ἥκιστα, τούς τε περιγενομένους ἐς τεταρταίους ἀποτελευτᾷν, καὶ ἐκ τῶν τεταρταίων ἐς ὕδρωπας· ἢν δ᾿ ὁ χειμὼν νότιος γένηται καὶ ἔπομβρος καὶ εὔδιος, τὸ δὲ ἦρ βόρειόν τε καὶ αὐχμηρὸν καὶ χειμέριον, πρῶτον μὲν τὰς γυναῖκας, ὁκόσαι ἂν τύχωσιν ἐν γαστρὶ ἔχουσαι, καὶ ὁ τόκος αὐτέῃσιν ᾖ πρὸς τῷ ἦρι, ἐκτιτρώσκεσθαι· ὁκόσαι δ᾿ ἂν καὶ τέκωσιν, ἀκρατέα τὰ παιδία τίκτειν καὶ νοσώδεα, ὥστε ἢ αὐτίκα ἀπόλλυσθαι, ἢ ζῶσι λεπτά τε ἐόντα καὶ ἀσθενέα καὶ νοσώδεα. Ταῦτα μὲν τῇσι γυναιξίν. Τοῖσι δὲ λοιποῖσι δυσεντερίας, καὶ ὀφθαλμίας ξηράς· καὶ ἐνίοισι κατάῤῥους ἀπὸ τῆς κεφαλῆς ἐπὶ τὸν πλεύμονα. Τοῖσι μὲν οὖν φλεγματίῃσι τὰς δυσεντερίας εἰκὸς γίγνεσθαι, καὶ τῇσι γυναιξὶ, φλέγματος ἐπικαταῤῥυέντος ἀπὸ τοῦ ἐγκεφάλου, διὰ τὴν ὑγρότητα τῆς φύσιος· τοῖσι δὲ χολώδεσιν ὀφθαλμίας ξηρὰς, διὰ τὴν θερμότητα καὶ ξηρότητα τῆς σαρκός· τοῖσι δὲ πρεσβύτῃσι κατάῤῥους, διὰ τὴν ἀραιότητα καὶ τὴν ἔκτηξιν τῶν φλεβῶν, ὥστε ἐξαίφνης τοὺς μὲν ἀπόλλυσθαι, τοὺς δὲ παραπλήκτους γίγνεσθαι τὰ δεξιὰ ἢ τὰ ἀριστερά. Ὁκόταν γὰρ, τοῦ χειμῶνος ἐόντος νοτίου, καὶ θερμοῦ τοῦ σώματος, μὴ ξυνίστηται αἷμα μηδὲ φλέβες, τοῦ ἦρος ἐπιγενομένου βορείου καὶ αὐχμηροῦ καὶ ψυχροῦ, ὁ ἐγκέφαλος, ὁπηνίκα αὐτὸν ἔδει ἅμα καὶ τῷ ἦρι διαλύεσθαι καὶ καθαίρεσθαι ὑπό τε κορύζης καὶ βράγχων, τηνικαῦτα πήγνυταί τε καὶ ξυνίσταται, ὥστε ἐξαίφνης τοῦ θέρεος ἐπιγενομένου καὶ τοῦ καύματος, καὶ τῆς μεταβολῆς ἐπιγενομένης, ταῦτα τὰ νοσεύματα ἐπιπίπτειν. Καὶ ὁκόσαι μὲν τῶν πολίων κέονταί γε καλῶς τοῦ ἡλίου καὶ τῶν πνευμάτων, ὕδασί τε χρέονται ἀγαθοῖσιν, αὗται μὲν ἧσσον αἰσθάνονται τῶν τοιουτέων μεταβολέων· ὁκόσαι δὲ ὕδασί τε ἑλείοισι χρέονται καὶ λιμνώδεσι, κέονταί τε μὴ καλῶς τῶν πνευμάτων καὶ τοῦ ἡλίου, αὗται δὲ μᾶλλον. Κἢν μὲν τὸ θέρος αὐχμηρὸν γένηται, θᾶσσον παύονται αἱ νοῦσοι· ἢν δὲ ἔπομβρον, πολυχρόνιοι γίγνονται· καὶ φαγεδαίνας κίνδυνος ἐγγίγνεσθαι ἀπὸ πάσης προφάσιος, ἢν ἕλκος ἐγγένηται· καὶ λειεντερίαι καὶ ὕδρωπες τελευτῶσι τοῖσι νοσεύμασιν ἐπιγίγνονται· οὐ γὰρ ἀποξηραίνονται αἱ κοιλίαι ῥηϊδίως. Ἢν δὲ τὸ θέρος ἔπομβρον γένηται καὶ νότιον καὶ τὸ μετόπωρον, χειμῶνα ἀνάγκη νοσερὸν εἶναι, καὶ τοῖσι φλεγματίῃσι καὶ τοῖσι γεραιτέροισι τεσσαράκοντα ἐτέων καύσους γίγνεσθαι εἰκὸς, τοῖσι δὲ χολώδεσι πλευρίτιδας καὶ περιπλευμονίας. Ἢν δὲ τὸ θέρος αὐχμηρὸν γένηται καὶ βόρειον, τὸ δὲ μετόπωρον ἔπομβρον καὶ νότιον, κεφαλαλγίας ἐς τὸν χειμῶνα καὶ σφακέλους τοῦ ἐγκεφάλου εἰκὸς γίγνεσθαι, καὶ προσέτι βράγχους καὶ κορύζας καὶ βῆχας, ἐνίοισι δὲ καὶ φθίσιας. Ἢν δὲ βόρειόν τε ᾖ καὶ ἄνυδρον, καὶ μήτε ὑπὸ κύνα ἔπομβρον, μήτε ἐπὶ τῷ ἀρκτούρῳ, τοῖσι μὲν φλεγματίῃσι φύσει ξυμφέρει μάλιστα, καὶ τοῖσιν ὑγροῖσι τὰς φύσιας, καὶ τῇσι γυναιξίν· τοῖσι δὲ χολώδεσι τοῦτο πολεμιώτατον γίγνεται· λίην γὰρ ἀναξηραίνονται, καὶ ὀφθαλμίαι αὐτέοισιν ἐπιγίγνονται ξηραὶ, καὶ πυρετοὶ ὀξέες καὶ πολυχρόνιοι, ἐνίοισι δὲ καὶ μελαγχολίαι. Τῆς γὰρ χολῆς τὸ μὲν ὑγρότατον καὶ ὑδαρέστατον ἀναλοῦται, τὸ δὲ παχύτατον καὶ δριμύτατον λείπεται, καὶ τοῦ αἵματος κατὰ τὸν αὐτὸν λόγον, ἀφ᾿ ὧν ταῦτα τὰ νοσεύματα αὐτέοισι γίγνεται. Τοῖσι δὲ φλεγματίῃσι πάντα ταῦτα ἀρωγά ἐστιν· ἀποξηραίνονται γὰρ, καὶ ἐς τὸν χειμῶνα ἀφικνεόνται, οὐ πλαδῶντες, ἀλλὰ ἀνεξηρασμένοι.

[11] Κατὰ ταῦτά τις ἐννοεύμενος καὶ σκοπεύμενος προειδείη ἂν τὰ πλεῖστα τῶν μελλόντων ἔσεσθαι ἀπὸ τῶν μεταβολέων. Φυλάσσεσθαι δὲ χρὴ μάλιστα τὰς μεταβολὰς τῶν ὡρέων τὰς μεγίστας, καὶ μήτε φάρμακον διδόναι ἑκόντα, μήτε καίειν ὅ τι ἐς κοιλίην, μήτε τάμνειν, πρὶν παρέλθωσιν ἡμέραι δέκα ἢ καὶ πλείονες· μέγισται δέ εἰσιν αἵδε καὶ ἐπικινδυνόταται, ἡλίου τροπαὶ ἀμφότεραι καὶ μᾶλλον αἱ θεριναί· καὶ ἰσημερίαι νομιζόμεναι εἶναι ἀμφότεραι, μᾶλλον δὲ αἱ μετοπωριναί. Δεῖ δὲ καὶ τῶν ἄστρων τὰς ἐπιτολὰς φυλάσσεσθαι, καὶ μάλιστα τοῦ κυνὸς, ἔπειτα ἀρκτούρου, καὶ ἔτι πληϊάδων δύσιν· τά τε γὰρ νοσεύματα μάλιστα ἐν ταύτῃσι τῇσιν ἡμέρῃσι κρίνεται· καὶ τὰ μὲν ἀποφθίνει, τὰ δὲ λήγει, τὰ δὲ ἄλλα πάντα μεθίσταται ἐς ἕτερον εἶδος καὶ ἑτέρην κατάστασιν. Περὶ μὲν τουτέων οὕτως ἔχει.

[12] Βούλομαι δὲ περὶ τῆς Ἀσίης καὶ τῆς Εὐρώπης δεῖξαι ὁκόσον διαφέρουσιν ἀλλήλων ἐς τὰ πάντα, καὶ περὶ τῶν ἐθνέων τῆς μορφῆς, ὅτι διαλλάσσει καὶ μηδὲν ἔοικεν ἀλλήλοισιν. Περὶ μὲν οὖν ἁπάντων πολὺς ἂν εἴη λόγος, περὶ δὲ τῶν μεγίστων καὶ πλεῖστον διαφερόντων ἐρέω ὥς μοι δοκέει ἔχειν. Τὴν Ἀσίην πλεῖστον διαφέρειν φημὶ τῆς Εὐρώπης ἐς τὰς φύσιας τῶν ξυμπάντων, τῶν τε ἐκ τῆς γῆς φυομένων καὶ τῶν ἀνθρώπων· πολὺ γὰρ καλλίονα καὶ μείζονα πάντα γίγνεται ἐν τῇ Ἀσίῃ· ἥ τε χώρη τῆς χώρης ἡμερωτέρη, καὶ τὰ ἤθεα τῶν ἀνθρώπων ἠπιώτερα καὶ εὐοργητότερα. Τὸ δὲ αἴτιον τουτέων ἡ κρῆσις τῶν ὡρέων, ὅτι τοῦ ἡλίου ἐν μέσῳ τῶν ἀνατολέων κέεται πρὸς τὴν ἠῶ, τοῦ τε ψυχροῦ ποῤῥωτέρω· τὴν δὲ αὔξησιν καὶ ἡμερότητα παρέχει πλεῖστον ἁπάντων, ὁκόταν μηδὲν ᾖ ἐπικρατέον βιαίως, ἀλλὰ παντὸς ἰσομοιρίη δυναστεύῃ. Ἔχει δὲ κατὰ τὴν Ἀσίην οὐ πανταχῆ ὁμοίως, ἀλλ᾿ ὅση μὲν τῆς χώρης ἐν μέσῳ κέεται τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, αὕτη μὲν εὐκαρποτάτη ἐστὶ καὶ εὐδενδροτάτη καὶ εὐδιεστάτη, καὶ ὕδασι καλλίστοισι κέχρηται τοῖσί τε οὐρανίοισι καὶ τοῖσιν ἐκ τῆς γῆς. Οὔτε γὰρ ὑπὸ τοῦ θερμοῦ ἐκκέκαυται λίην, οὔτε ὑπὸ αὐχμῶν καὶ ἀνυδρίης ἀναξηραίνεται, οὔτε ὑπὸ ψύχεος βεβιασμένη· ἐπεὶ δὲ καὶ διάβροχός ἐστιν ὑπό τε ὄμβρων πολλῶν καὶ χιόνος, τά τε ὡραῖα αὐτόθι πολλὰ ἐοικὸς γίγνεσθαι, ὁκόσα τε ἀπὸ σπερμάτων, καὶ ὁκόσα αὐτὴ ἡ γῆ ἀναδιδοῖ φυτά· ὧν τοῖσι καρποῖσι χρέονται ἄνθρωποι, ἡμεροῦντες ἐξ ἀγρίων, καὶ ἐς ἐπιτήδειον μεταφυτέοντες· τά τε ἐντρεφόμενα κτήνεα εὐθηνέειν εἰκὸς, καὶ μάλιστα τίκτειν τε πυκνότατα καὶ ἐκτρέφειν κάλλιστα· τούς τε ἀνθρώπους εὐτραφέας εἶναι, καὶ τὰ εἴδεα καλλίστους, καὶ μεγέθεα μεγίστους, καὶ ἥκιστα διαφόρους ἐς τά τε εἴδεα αὐτέων καὶ τὰ μεγέθεα· εἰκός τε τὴν χώρην ταύτην τοῦ ἦρος ἐγγύτατα εἶναι κατὰ τὴν φύσιν καὶ τὴν μετριότητα τῶν ὡρέων. Τὸ δὲ ἀνδρεῖον καὶ τὸ ταλαίπωρον καὶ τὸ ἔμπονον καὶ τὸ θυμοειδὲς οὐκ ἂν δύναιτο ἐν τοιαύτῃ φύσει ἐγγίγνεσθαι οὔτε ὁμοφύλου οὔτε ἀλλοφύλου, ἀλλὰ τὴν ἡδονὴν ἀνάγκη κρατέειν ... Διότι πολύμορφα γίγνεται τὰ ἐν τοῖσι θηρίοισιν. Περὶ μὲν οὖν Αἰγυπτίων καὶ Λιβύων οὕτως ἔχειν μοι δοκέει.

[13] Περὶ δὲ τῶν ἐν δεξιῇ τοῦ ἡλίου τῶν ἀνατολέων τῶν θερινῶν μέχρι Μαιώτιδος λίμνης (οὗτος γὰρ ὅρος τῆς Εὐρώπης καὶ τῆς Ἀσίης) ὧδε ἔχει περὶ αὐτέων· τὰ δὲ ἔθνεα ταῦτα ταύτῃ διάφορα αὐτὰ ἑωυτέων μᾶλλόν ἐστι τῶν προδιηγημένων, διὰ τὰς μεταβολὰς τῶν ὡρέων καὶ τῆς χώρης τὴν φύσιν. Ἔχει δὲ καὶ κατὰ τὴν γῆν ὁμοίως ἅπερ καὶ κατὰ τοὺς ἄλλους ἀνθρώπους. Ὅκου γὰρ αἱ ὧραι μεγίστας μεταβολὰς ποιέονται καὶ πυκνοτάτας, ἐκεῖ καὶ ἡ χώρη ἀγριωτάτη καὶ ἀνωμαλωτάτη ἐστίν· καὶ εὑρήσεις ὄρεά τε πλεῖστα καὶ δασέα, καὶ πεδία, καὶ λειμῶνας ἐόντας· ὅκου δὲ αἱ ὧραι μὴ μέγα ἀλλάσσουσιν, ἐκεῖ ἡ χώρη ὁμαλωτάτη ἐστίν. Οὕτω δὲ ἔχει καὶ περὶ τῶν ἀνθρώπων, εἴ τις βούλεται ἐνθυμέεσθαι. Εἰσὶ γὰρ φύσιες, αἱ μὲν ὄρεσιν ἐοικυῖαι δενδρώδεσί τε καὶ ἐφύδροισιν, αἱ δὲ λεπτοῖσί τε καὶ ἀνύδροισιν, αἱ δὲ λειμακεστέροισί τε καὶ ἑλώδεσιν, αἱ δὲ πεδίῳ τε καὶ ψιλῇ καὶ ξηρῇ γῇ. Αἱ γὰρ ὧραι αἱ μεταλλάσσουσαι τῆς μορφῆς τὴν φύσιν εἰσὶ διάφοροι· ἢν δὲ διάφοροι ἔωσι μετὰ σφέων αὐτέων, διαφοραὶ καὶ πλείονες γίγνονται τοῖσιν εἴδεσιν.

[14] Καὶ ὁκόσα μὲν ὀλίγον διαφέρει τῶν ἐθνέων παραλείψω· ὁκόσα δὲ μεγάλα ἢ φύσει ἢ νόμῳ, ἐρέω περὶ αὐτέων ὡς ἔχει. Καὶ πρῶτον περὶ τῶν Μακροκεφάλων. Τουτέων γὰρ οὐκ ἔστιν ἄλλο ἔθνος ὁμοίως τὰς κεφαλὰς ἔχον οὐδέν. Τὴν μὲν γὰρ ἀρχὴν ὁ νόμος αἰτιώτατος ἐγένετο τοῦ μήκεος τῆς κεφαλῆς, νῦν δὲ καὶ ἡ φύσις ξυμβάλλεται τῷ νόμῳ· τοὺς γὰρ μακροτάτην ἔχοντας τὴν κεφαλὴν γενναιοτάτους ἡγέονται. Ἔχει δὲ περὶ νόμου ὧδε· τὸ παιδίον ὁκόταν γένηται τάχιστα, τὴν κεφαλὴν αὐτέου ἔτι ἁπαλὴν ἐοῦσαν, μαλακοῦ ἐόντος, ἀναπλήσσουσι τῇσι χερσὶ, καὶ ἀναγκάζουσιν ἐς τὸ μῆκος αὔξεσθαι, δεσμά τε προσφέροντες καὶ τεχνήματα ἐπιτήδεια, ὑφ᾿ ὧν τὸ μὲν σφαιροειδὲς τῆς κεφαλῆς κακοῦται, τὸ δὲ μῆκος αὔξεται. Οὕτω τὴν ἀρχὴν ὁ νόμος κατειργάσατο, ὥστε ὑπὸ βίης τοιαύτην τὴν φύσιν γενέσθαι· τοῦ δὲ χρόνου προϊόντος, ἐν φύσει ἐγένετο, ὥστε τὸν νόμον μηκέτι ἀναγκάζειν. Ὁ γὰρ γόνος πανταχόθεν ἔρχεται τοῦ σώματος, ἀπό τε τῶν ὑγιηρῶν ὑγιηρὸς, ἀπό τε τῶν νοσερῶν νοσερός. Εἰ οὖν γίγνονται ἔκ τε τῶν φαλακρῶν φαλακροὶ, καὶ ἐκ γλαυκῶν γλαυκοὶ, καὶ ἐκ διεστραμμένων στρεβλοὶ, ὡς ἐπὶ τὸ πλῆθος, καὶ περὶ τῆς ἄλλης μορφῆς ὁ αὐτὸς λόγος, τί κωλύει καὶ ἐκ μακροκεφάλου μακροκέφαλον γενέσθαι; Νῦν δὲ ὁμοίως οὐκ ἔτι γίγνονται ὡς πρότερον· ὁ γὰρ νόμος οὐκ ἔτι ἰσχύει διὰ τὴν ὁμιλίην τῶν ἀνθρώπων. Περὶ μὲν οὖν τουτέων οὕτω μοι δοκέει.

[15] Περὶ δὲ τῶν ἐν Φάσει, ἡ χώρη ἐκείνη ἑλώδης ἐστὶ καὶ θερμὴ καὶ ὑδατεινὴ καὶ δασεῖα· ὄμβροι τε αὐτόθι γίγνονται πᾶσαν ὥρην πολλοί τε καὶ ἰσχυροί· ἥ τε δίαιτα τοῖσιν ἀνθρώποισιν ἐν τοῖσιν ἕλεσίν ἐστιν· τά τε οἰκήματα ξύλινα καὶ καλάμινα ἐν τοῖσιν ὕδασι μεμηχανημένα· ὀλίγῃ τε χρέονται βαδίσει κατὰ τὴν πόλιν καὶ τὸ ἐμπόριον, ἀλλὰ μονοξύλοισι διαπλέουσιν ἄνω καὶ κάτω· διώρυγες γὰρ πολλαί εἰσιν. Τὰ δὲ ὕδατα θερμὰ καὶ στάσιμα πίνουσιν, ὑπό τε τοῦ ἡλίου σηπόμενα, καὶ ὑπὸ τῶν ὄμβρων ἐπαυξανόμενα. Αὐτός τε ὁ Φάσις στασιμώτατος πάντων τῶν ποταμῶν καὶ ῥέων ἠπιώτατα· οἵ τε καρποὶ γιγνόμενοι αὐτόθι πάντες ἀναλδέες εἰσὶ, καὶ τεθηλυσμένοι, καὶ ἀτελέες, ὑπὸ πολυπληθείης τοῦ ὕδατος· διὸ καὶ οὐ πεπαίνονται· ἠήρ τε πουλὺς κατέχει τὴν χώρην ἀπὸ τῶν ὑδάτων. Διὰ ταύτας δὴ τὰς προφάσιας τὰ εἴδεα ἀπηλλαγμένα τῶν λοιπῶν ἀνθρώπων ἔχουσιν οἱ Φασιηνοί· τά τε γὰρ μεγέθεα μεγάλοι, τὰ πάχεα δ᾿ ὑπερπαχέες· ἄρθρον τε κατάδηλον οὐδὲν, οὐδὲ φλέψ· τήν τε χροιὴν ὠχρὴν ἔχουσιν, ὥσπερ ὑπὸ ἰκτέρου ἐχόμενοι· φθέγγονταί τε βαρύτατον ἀνθρώπων, τῷ ἠέρι χρεόμενοι οὐ λαμπρῷ, ἀλλὰ χνοώδει τε καὶ διερῷ· πρός τε τὸ ταλαιπωρέειν τὸ σῶμα ἀργότεροι πεφύκασιν· αἵ τε ὧραι οὐ πολὺ μεταλλάσσουσιν, οὔτε πρὸς τὸ πνῖγος, οὔτε πρὸς τὸ ψύχος· τά τε πνεύματα τὰ πολλὰ νότια, πλὴν αὔρης μιῆς ἐπιχωρίης· αὕτη δὲ πνέει ἐνίοτε βίαιος, καὶ χαλεπὴ, καὶ θερμὴ, καὶ Κέγχρονα ὀνομάζουσι τοῦτο τὸ πνεῦμα. Ὁ δὲ βορέης οὐ σφόδρα ἀφικνέεται· ὁκόταν δὲ πνέῃ, ἀσθενὴς καὶ βληχρός. Περὶ μὲν τῆς φύσιος τῆς διαφορῆς καὶ τῆς μορφῆς τῶν ἐν τῇ Ἀσίῃ καὶ τῇ Εὐρώπῃ οὕτως ἔχει.

[16] Περὶ δὲ τῆς ἀθυμίης τῶν ἀνθρώπων καὶ τῆς ἀνανδρείης, ὅτι ἀπολεμώτεροί εἰσι τῶν Εὐρωπαίων οἱ Ἀσιηνοὶ, καὶ ἡμερώτεροι τὰ ἤθεα, αἱ ὧραι αἴτιαι μάλιστα, οὐ μεγάλας τὰς μεταβολὰς ποιεύμεναι, οὔτε ἐπὶ τὸ θερμὸν, οὔτε ἐπὶ τὸ ψυχρὸν, ἀλλὰ παραπλησίως. Οὐ γὰρ γίγνονται ἐκπλήξιες τῆς γνώμης, οὔτε μετάστασις ἰσχυρὴ τοῦ σώματος, ἀφ᾿ ὅτων εἰκὸς τὴν ὀργὴν ἀγριοῦσθαί τε, καὶ τοῦ ἀγνώμονος καὶ θυμοειδέος μετέχειν μᾶλλον ἢ ἐν τῷ αὐτέῳ αἰεὶ ἐόντα. Αἱ γὰρ μεταβολαί εἰσι τῶν πάντων, αἵ τε ἐγείρουσαι τὴν γνώμην τῶν ἀνθρώπων, καὶ οὐκ ἐῶσαι ἀτρεμίζειν. Διὰ ταύτας ἐμοὶ δοκέει τὰς προφάσιας ἄναλκες εἶναι τὸ γένος τὸ Ἀσιηνόν· καὶ προσέτι διὰ τοὺς νόμους. Τῆς γὰρ Ἀσίης τὰ πολλὰ βασιλεύεται. Ὅκου δὲ μὴ αὐτοὶ ἑωυτέων εἰσὶ καρτεροὶ ἄνθρωποι μηδὲ αὐτόνομοι, ἀλλὰ δεσπόζονται, οὐ περὶ τουτέου αὐτέοισιν ὁ λόγος ἐστὶν, ὅκως τὰ πολέμια ἀσκήσωσιν, ἀλλ᾿ ὅκως μὴ δόξωσι μάχιμοι εἶναι. Οἱ γὰρ κίνδυνοι οὐχ ὅμοιοι εἰσίν· τοὺς μὲν γὰρ στρατεύεσθαι εἰκὸς καὶ ταλαιπωρέειν καὶ ἀποθνήσκειν ἐξ ἀνάγκης ὑπὲρ τῶν δεσποτέων, ἄπο τε παιδίων καὶ γυναικὸς ἐόντας καὶ τῶν λοιπῶν φίλων· καὶ ὁκόσα μὲν ἂν χρηστὰ καὶ ἀνδρεῖα ἐργάσωνται, οἱ δεσπόται ἀπ᾿ αὐτέων αὔξονταί τε καὶ ἐκφύονται· τοὺς δὲ κινδύνους καὶ θανάτους αὐτοὶ καρποῦνται· ἔτι δὲ πρὸς τούτοισι τῶν τοιούτων ἀνθρώπων ἀνάγκη ἐρημοῦσθαι τὴν γῆν ὑπό τε πολεμίων καὶ ἀργίης· ὥστε, καὶ εἴ τις φύσει πέφυκεν ἀνδρεῖος καὶ εὔψυχος, ἀποτρέπεσθαι τὴν γνώμην ἀπὸ τῶν νόμων. Μέγα δὲ τεκμήριον τουτέων· ὁκόσοι γὰρ ἐν τῇ Ἀσίῃ Ἕλληνες ἢ βάρβαροι μὴ δεσπόζονται, ἀλλ᾿ αὐτόνομοί εἰσι καὶ ἑωυτέοισι ταλαιπωρεῦσιν, οὗτοι μαχιμώτατοί εἰσι πάντων· τοὺς γὰρ κινδύνους ἑωυτέων πέρι κινδυνεύουσιν, καὶ τῆς ἀνδρείης αὐτέοι τὰ ἆθλα φέρονται, καὶ τῆς δειλίης τὴν ζημίην ὡσαύτως. Εὑρήσεις δὲ καὶ τοὺς Ἀσιηνοὺς διαφέροντας αὐτοὺς ἑωυτέων, τοὺς μὲν βελτίονας, τοὺς δὲ φαυλοτέρους ἐόντας· τουτέων δὲ αἱ μεταβολαὶ αἴτιαι τῶν ὡρέων, ὥσπερ μοι εἴρηται ἐν τοῖσι προτέροισιν. Καὶ περὶ μὲν τῶν ἐν τῇ Ἀσίῃ οὕτως ἔχει.

[17] Ἐν δὲ τῇ Εὐρώπῃ ἐστὶν ἔθνος Σκυθικὸν, ὃ περὶ τὴν λίμνην οἰκέει τὴν Μαιῶτιν, διαφέρον τῶν ἐθνέων τῶν ἄλλων, Σαυρομάται καλεῦνται. Τουτέων αἱ γυναῖκες ἱππάζονταί τε καὶ τοξεύουσι, καὶ ἀκοντίζουσιν ἀπὸ τῶν ἵππων, καὶ μάχονται τοῖσι πολεμίοισιν, ἕως ἂν παρθένοι ἔωσιν. Οὐκ ἀποπαρθενεύονται δὲ μέχρις ἂν τῶν πολεμίων τρεῖς ἀποκτείνωσι, καὶ οὐ πρότερον ξυνοικέουσιν ἤπερ τὰ ἱερὰ θύουσαι τὰ ἐν νόμῳ. Ἣ δ᾿ ἂν ἄνδρα ἑωυτῇ ἄρηται, παύεται ἱππαζομένη, ἕως ἂν μὴ ἀνάγκη καταλάβῃ παγκοίνου στρατείης. Τὸν δεξιὸν δὲ μαζὸν οὐκ ἔχουσιν. Παιδίοισι γὰρ ἐοῦσιν ἔτι νηπίοισιν αἱ μητέρες χαλκεῖον τετεχνημένον ἐπ᾿ αὐτέῳ τουτέῳ διάπυρον ποιέουσαι, πρὸς τὸν μαζὸν τιθέασι τὸν δεξιὸν, καὶ ἐπικαίεται, ὥστε τὴν αὔξησιν φθείρεσθαι, ἐς δὲ τὸν δεξιὸν ὦμον καὶ βραχίονα πᾶσαν τὴν ἰσχὺν καὶ τὸ πλῆθος ἐκδιδόναι.

[18] Περὶ δὲ τῶν λοιπῶν Σκυθέων τῆς μορφῆς, ὅτι αὐτοὶ ἑωυτοῖσιν ἐοίκασι, καὶ οὐδαμῶς ἄλλοισιν, ὠυτὸς λόγος καὶ περὶ τῶν Αἰγυπτίων, πλὴν, ὅτι οἱ μὲν ὑπὸ τοῦ θερμοῦ εἰσι βεβιασμένοι, οἱ δ᾿ ὑπὸ τοῦ ψυχροῦ. Ἡ δὲ Σκυθέων ἐρημίη καλευμένη πεδιάς ἐστι καὶ λειμακώδης καὶ ὑψηλὴ, καὶ ἔνυδρος μετρίως· ποταμοὶ γάρ εἰσι μεγάλοι οἳ ἐξοχετεύουσι τὸ ὕδωρ ἐκ τῶν πεδίων. Ἐνταῦθα καὶ οἱ Σκύθαι διαιτεῦνται, Νομάδες δὲ καλεῦνται, ὅτι οὐκ ἔστιν οἰκήματα, ἀλλ᾿ ἐν ἁμάξῃσιν οἰκεῦσιν. Αἱ δὲ ἅμαξαί εἰσιν, αἱ μὲν ἐλάχισται, τετράκυκλοι, αἱ δὲ ἑξάκυκλοι· αὗται δὲ πίλοισι περιπεφραγμέναι· εἰσὶ δὲ καὶ τετεχνασμέναι ὥσπερ οἰκήματα, τὰ μὲν ἁπλᾶ, τὰ δὲ τριπλᾶ· ταῦτα δὲ καὶ στεγνὰ πρὸς ὕδωρ, καὶ πρὸς χιόνα, καὶ πρὸς τὰ πνεύματα. Τὰς δὲ ἁμάξας ἕλκουσι ζεύγεα, τὰς μὲν δύο, τὰς δὲ τρία βοῶν, κέρως ἄτερ· οὐ γὰρ ἔχουσι κέρατα ὑπὸ ψύχεος. Ἐν ταύτῃσι μὲν οὖν τῇσιν ἁμάξῃσιν αἱ γυναῖκες διαιτεῦνται· αὐτοὶ δ᾿ ἐφ᾿ ἵππων ὀχεῦνται οἱ ἄνδρες· ἕπονται δὲ αὐτέοισι καὶ τὰ πρόβατα ἐόντα καὶ αἱ βόες καὶ οἱ ἵπποι· μένουσι δ᾿ ἐν τῷ αὐτέῳ τοσοῦτον χρόνον, ὅσον ἂν ἀπόχρη ωὐτέοισι τοῖσι κτήνεσιν ὁ χόρτος· ὁκόταν δὲ μηκέτι, ἐς ἑτέρην χώρην μετέρχονται. Αὐτοὶ δ᾿ ἐσθίουσι κρέα ἑφθὰ, καὶ πίνουσι γάλα ἵππων, καὶ ἱππάκην τρώγουσιν· τοῦτο δ᾿ ἐστὶ τυρὸς ἵππων. Τὰ μὲν ἐς τὴν δίαιταν αὐτέων οὕτως ἔχει καὶ τοὺς νόμους.

[19] Περὶ δὲ τῶν ὡρέων καὶ τῆς μορφῆς, ὅτι πολὺ ἀπήλλακται τῶν λοιπῶν ἀνθρώπων τὸ Σκυθικὸν γένος, καὶ ἔοικεν αὐτὸ ἑωυτέῳ, ὥσπερ τὸ Αἰγύπτιον, καὶ ἥκιστα πολύγονόν ἐστιν· καὶ ἡ χώρη ἐλάχιστα θηρία τρέφει κατὰ μέγεθος καὶ πλῆθος. Κέεται γὰρ ὑπ᾿ αὐτῇσι τῇσιν ἄρκτοισι καὶ τοῖσιν ὄρεσι τοῖσι Ῥιπαίοισιν, ὅθεν ὁ βορέης πνέει· ὅ τε ἥλιος τελευτῶν ἐγγύτατα γίγνεται, ὁκόταν ἐπὶ τὰς θερινὰς ἔλθῃ περιόδους, καὶ τότε ὀλίγον χρόνον θερμαίνει, καὶ οὐ σφόδρα· τὰ δὲ πνεύματα τὰ ἀπὸ τῶν θερμῶν πνέοντα οὐκ ἀφικνέεται, ἢν μὴ ὀλιγάκις καὶ ἀσθενέα, ἀλλ᾿ ἀπὸ τῶν ἄρκτων αἰεὶ πνέουσι πνεύματα ψυχρὰ ἀπό τε χιόνος καὶ κρυστάλλων καὶ ὑδάτων πολλῶν· οὐδέποτε δὲ τὰ ὄρεα ἐκλείπει· ἀπὸ τουτέων δὲ δυσοίκητά ἐστιν. Ἠήρ τε κατέχει πουλὺς τῆς ἡμέρης τὰ πεδία, καὶ ἐν αὐτέοισι διαιτεῦνται· ὥστε τὸν μὲν χειμῶνα αἰεὶ εἶναι, τὸ δὲ θέρος ὀλίγας ἡμέρας, καὶ ταύτας μὴ λίην. Μετέωρα γὰρ τὰ πεδία καὶ ψιλὰ, καὶ οὐκ ἐστεφάνωνται ὄρεσιν, ἀλλ᾿ ἀνάντεα ὑπὸ τῶν ἄρκτων. Αὐτόθι καὶ τὰ θηρία οὐ γίγνεται μεγάλα, ἀλλ᾿ οἷά τέ ἐστιν ὑπὸ γῆν σκεπάζεσθαι ὁ γὰρ χειμὼν κωλύει καὶ τῆς γῆς ἡ ψιλότης, καὶ ὅτι οὐκ ἔστιν ἀλέη οὐδὲ σκέπη. Αἱ γὰρ μεταβολαὶ τῶν ὡρέων οὐκ εἰσὶ μεγάλαι οὐδὲ ἰσχυραὶ, ἀλλ᾿ ὅμοιαι καὶ ὀλίγον μεταβάλλουσαι· διότι καὶ τὰ εἴδεα ὅμοια αὐτὰ ἑωυτέοισίν εἰσιν· σίτῳ τε χρέονται αἰεὶ ὁμοίως, ἐσθῆτί τε τῇ αὐτέῃ καὶ θέρεος καὶ χειμῶνος, τόν τε ἠέρα ὑδατεινὸν ἕλκοντες καὶ παχὺν, τά τε ὕδατα πίνοντες ἀπὸ χιόνος καὶ παγετῶν, τοῦ τε ταλαιπώρου ἀπεόντος· οὐ γὰρ οἷόν τε τὸ σῶμα ταλαιπωρέεσθαι, οὐδὲ τὴν ψυχὴν, ὅκου μεταβολαὶ μὴ γίγνονται ἰσχυραί. Διὰ ταύτας τὰς ἀνάγκας τὰ εἴδεα αὐτέων παχέα ἐστὶ καὶ σαρκώδεα, καὶ ἄναρθρα καὶ ὑγρὰ καὶ ἄτονα· αἵ τε κοιλίαι ὑγρόταται, πασέων κοιλιῶν αἱ κάτω· οὐ γὰρ οἷόν τε νηδὺν ἀναξηραίνεσθαι ἐν τοιαύτῃ χώρῃ καὶ φύσει καὶ ὥρης καταστάσει· ἀλλὰ διὰ πιμελήν τε καὶ ψιλὴν τὴν σάρκα, τά τε εἴδεα ἔοικεν ἀλλήλοισι, τά τε ἄρσενα τοῖσιν ἄρσεσι, καὶ τὰ θήλεα τοῖσι θήλεσιν. Τῶν γὰρ ὡρέων παραπλησίων ἐουσέων, φθοραὶ οὐκ ἐγγίγνονται οὐδὲ κακώσιες ἐν τῇ τοῦ γόνου ξυμπήξει, ἢν μή τινος ἀνάγκης βιαίου τύχῃ ἢ νούσου.

[20] Μέγα δὲ τεκμήριον ἐς τὴν ὑγρότητα παρέξομαι. Σκυθέων γὰρ τοὺς πολλοὺς, ἅπαντας ὅσοι Νομάδες, εὑρήσεις κεκαυμένους τούς τε ὤμους καὶ τοὺς βραχίονας καὶ τοὺς καρποὺς τῶν χειρέων, καὶ τὰ στήθεα, καὶ τὰ ἰσχία καὶ τὴν ὀσφὺν, δι᾿ ἄλλ᾿ οὐδὲν ἢ διὰ τὴν ὑγρότητα τῆς φύσιος καὶ τὴν μαλακίην· οὐ γὰρ δύνανται οὔτε τοῖσι τόξοισι ξυντείνειν, οὔτε τῷ ἀκοντίῳ ἐμπίπτειν τῷ ὤμῳ ὑπὸ ὑγρότητος καὶ ἀτονίης· ὁκόταν δὲ καυθῶσιν, ἀναξηραίνεται ἐκ τῶν ἄρθρων τὸ πολὺ τοῦ ὑγροῦ, καὶ ἐντονώτερα μᾶλλον γίγνεται, καὶ τροφιμώτερα, καὶ ἠρθρωμένα τὰ σώματα μᾶλλον. Ῥοϊκὰ δὲ γίγνεται καὶ πλατέα· πρῶτον μὲν ὅτι οὐ σπαργανοῦνται ὥσπερ ἐν Αἰγύπτῳ, οὐδὲ νομίζουσι διὰ τὴν ἱππασίην, ὅκως ἂν εὔεδροι ἔωσιν· ἔπειτα δὲ διὰ τὴν ἕδρην· τά τε γὰρ ἄρσενα, ἕως ἂν οὐχ οἷά τε ἐφ᾿ ἵππου ὀχέεσθαι, τὸ πολὺ τοῦ χρόνου κάθηται ἐν τῇ ἁμάξῃ, καὶ βραχὺ τῇ βαδίσει χρέονται, διὰ τὰς μεταναστάσιας καὶ περιελάσιας· τὰ δὲ θήλεα θαυμαστὸν οἷον ῥοϊκὰ καὶ βραδέα εἶναι τὰ εἴδεα. Πυῤῥὸν δὲ τὸ γένος ἐστὶ τὸ Σκυθικὸν διὰ τὸ ψύχος, οὐκ ἐπιγιγνομένου ὀξέως τοῦ ἡλίου· ὑπὸ δὲ τοῦ ψύχεος ἡ λευκότης ἐπικαίεται καὶ γίγνεται πυῤῥή.

[21] Πολύγονον δὲ οὐχ οἷόν τε εἶναι φύσιν τοιαύτην· οὔτε γὰρ τῷ ἀνδρὶ ἡ ἐπιθυμίη τῆς μίξιος γίγνεται πολλὴ διὰ τὴν ὑγρότητα τῆς φύσιος καὶ τῆς κοιλίης τὴν μαλθακότητά τε καὶ τὴν ψυχρότητα, ἀπὸ τῶν ἥκιστα εἰκὸς εἶναι ἄνδρα οἷόν τε λαγνεύειν· καὶ ἔτι ὑπὸ τῶν ἵππων αἰεὶ κοπτόμενοι, ἀσθενέες γίγνονται ἐς τὴν μίξιν. Τοῖσι μὲν ἀνδράσιν αὗται αἱ προφάσιες γίγνονται· τῇσι δὲ γυναιξὶν ἥ τε πιότης τῆς σαρκὸς καὶ ὑγρότης· οὐ γὰρ δύνανται ἔτι ξυναρπάζειν αἱ μῆτραι τὸν γόνον· οὔτε γὰρ ἐπιμήνιος κάθαρσις αὐτέῃσι γίγνεται ὡς χρεών ἐστιν, ἀλλ᾿ ὀλίγον καὶ διὰ χρόνου· τό τε στόμα τῶν μητρέων ὑπὸ πιμελῆς ξυγκλείεται, καὶ οὐχ ὑποδέχεται τὸν γόνον· αὐταί τε ἀταλαίπωροι καὶ πίεραι, καὶ αἱ κοιλίαι ψυχραὶ καὶ μαλακαί. Καὶ ὑπὸ τουτέων τῶν ἀναγκέων οὐ πολύγονόν ἐστι τὸ γένος τὸ Σκυθικόν. Μέγα δὲ τεκμήριον αἱ οἰκέτιδες ποιέουσιν· οὐ γὰρ φθάνουσι παρὰ ἄνδρα ἀφικνεύμεναι, καὶ ἐν γαστρὶ ἴσχουσι διὰ τὴν ταλαιπωρίην καὶ ἰσχνότητα τῆς σαρκός.

[22] Ἔτι τε πρὸς τουτέοισιν εὐνουχίαι γίγνονται οἱ πλεῖστοι ἐν Σκύθῃσι, καὶ γυναικεῖα ἐργάζονται, καὶ ὡς αἱ γυναῖκες διαλέγονται ὁμοίως· καλεῦνταί τε οἱ τοιοῦτοι ἀνανδριεῖς. Οἱ μὲν ἐπιχώριοι τὴν αἰτίην προστιθέασι θεῷ, καὶ σέβονται τουτέους τοὺς ἀνθρώπους καὶ προσκυνέουσι, δεδοικότες περὶ ἑωυτέων ἕκαστοι. Ἐμοὶ δὲ καὶ αὐτέῳ δοκέει ταῦτα τὰ πάθεα θεῖα εἶναι καὶ τἄλλα πάντα, καὶ οὐδὲν ἕτερον ἑτέρου θειότερον οὐδὲ ἀνθρωπινώτερον, ἀλλὰ πάντα ὅμοια καὶ πάντα θεῖα· ἕκαστον δὲ ἔχει φύσιν τῶν τοιουτέων, καὶ οὐδὲν ἄνευ φύσιος γίγνεται. Καὶ τοῦτο τὸ πάθος, ὥς μοι δοκέει γίγνεσθαι, φράσω· ὑπὸ τῆς ἱππασίης αὐτέους κέδματα λαμβάνει, ἅτε αἰεὶ κρεμαμένων ἀπὸ τῶν ἵππων τοῖσι ποσίν· ἔπειτα ἀποχωλοῦνται καὶ ἕλκονται τὰ ἰσχία οἳ ἂν σφόδρα νοσήσωσιν. Ἰῶνται δὲ σφᾶς αὐτέους τρόπῳ τοιῷδε· ὁκόταν ἄρχηται ἡ νοῦσος, ὄπισθεν τοῦ ὠτὸς ἑκατέρην φλέβα τάμνουσιν· ὅταν δὲ ἀποῤῥυῇ τὸ αἷμα, ὕπνος ὑπολαμβάνει ὑπὸ ἀσθενείης, καὶ καθεύδουσιν· ἔπειτα ἀνεγείρονται, οἱ μέν τινες ὑγιέες ἐόντες, οἱ δ᾿ οὔ. Ἐμοὶ μὲν οὖν δοκέει ἐν ταύτῃ τῇ ἰήσει διαφθείρεσθαι ὁ γόνος· εἰσὶ γὰρ παρὰ τὰ ὦτα φλέβες, ἃς ἐάν τις ἐπιτάμῃ, ἄγονοι γίγνονται οἱ ἐπιτμηθέντες· ταύτας τοίνυν μοι δοκέουσι τὰς φλέβας ἐπιτάμνειν. Οἱ δὲ μετὰ ταῦτα, ἐπειδὰν ἀφίκωνται παρὰ γυναῖκας, καὶ μὴ οἷοί τε ἔωσι χρέεσθαι σφίσιν, τὸ πρῶτον οὐκ ἐνθυμεῦνται, ἀλλ᾿ ἡσυχίην ἔχουσιν· ὁκόταν δὲ δὶς καὶ τρὶς καὶ πλεονάκις αὐτέοισι πειρωμένοισι μηδὲν ἀλλοιότερον ἀποβαίνῃ, νομίσαντές τι ἡμαρτηκέναι τῷ θεῷ ὃν ἐπαιτιῶνται, ἐνδύονται στολὴν γυναικείην, καταγνόντες ἑωυτέων ἀνανδρείην· γυναικίζουσί τε καὶ ἐργάζονται μετὰ τῶν γυναικῶν ἃ καὶ ἐκεῖναι. Τοῦτο δὲ πάσχουσι Σκυθέων οἱ πλούσιοι, οὐχ οἱ κάκιστοι, ἀλλ᾿ οἱ εὐγενέστατοι καὶ ἰσχὺν πλείστην κεκτημένοι, διὰ τὴν ἱππασίην· οἱ δὲ πένητες ἧσσον· οὐ γὰρ ἱππάζονται. Καίτοι ἐχρῆν, ἐπεὶ θειότερον τοῦτο τὸ νόσευμα τῶν λοιπῶν ἐστιν, οὐ τοῖσι γενναιοτάτοισι τῶν Σκυθέων καὶ τοῖσι πλουσιωτάτοισι προσπίπτειν μούνοισι, ἀλλὰ τοῖσιν ἅπασιν ὁμοίως, καὶ μᾶλλον τοῖσιν ὀλίγα κεκτημένοισιν, οὐ τιμωμένοισιν ἤδη, εἰ χαίρουσιν οἱ θεοὶ καὶ θαυμαζόμενοι ὑπ᾿ ἀνθρώπων, καὶ ἀντὶ τουτέων χάριτας ἀποδιδόασιν. Εἰκὸς γὰρ τοὺς μὲν πλουσίους θύειν πολλὰ τοῖσι θεοῖσι, καὶ ἀνατιθέναι ἀναθήματα, ἐόντων χρημάτων, καὶ τιμᾷν, τοὺς δὲ πένητας ἧσσον, διὰ τὸ μὴ ἔχειν, ἔπειτα καὶ ἐπιμεμφομένους ὅτι οὐ διδόασι χρήματα αὐτέοισιν· ὥστε τῶν τοιουτέων ἁμαρτιῶν τὰς ζημίας τοὺς ὀλίγα κεκτημένους φέρειν μᾶλλον ἢ τοὺς πλουσίους. Ἀλλὰ γὰρ, ὥσπερ καὶ πρότερον ἔλεξα, θεῖα μὲν καὶ ταῦτά ἐστιν ὁμοίως τοῖσιν ἄλλοισιν· γίγνεται δὲ κατὰ φύσιν ἕκαστα· καὶ ἡ τοιαύτη νοῦσος ἀπὸ τοιαύτης προφάσιος τοῖσι Σκύθῃσι γίγνεται οἵην εἴρηκα. Ἔχει δὲ καὶ κατὰ τοὺς λοιποὺς ἀνθρώπους ὁμοίως. Ὅκου γὰρ ἱππάζονται μάλιστα καὶ πυκνότατα, ἐκεῖ πλεῖστοι ὑπὸ κεδμάτων καὶ ἰσχιάδων καὶ ποδαγριῶν ἁλίσκονται, καὶ λαγνεύειν κάκιστοί εἰσιν. Ταῦτα δὲ τοῖσί τε Σκύθῃσι πρόσεστι, καὶ εὐνουχοειδέστατοί εἰσιν ἀνθρώπων διὰ τὰς προειρημένας προφάσιας, καὶ ὅτι ἀναξυρίδας ἔχουσιν αἰεὶ, καὶ εἰσὶν ἐπὶ τῶν ἵππων τὸ πλεῖστον τοῦ χρόνου, ὥστε μήτε χειρὶ ἅπτεσθαι τοῦ αἰδοίου, ὑπό τε τοῦ ψύχεος καὶ τοῦ κόπου ἐπιλαθέσθαι τοῦ ἱμέρου καὶ τῆς μίξιος, καὶ μηδὲν παρακινέειν πρότερον ἢ ἀνανδρωθῆναι. Περὶ μὲν οὖν τῶν Σκυθέων οὕτως ἔχει τοῦ γένεος.

[23] Τὸ δὲ λοιπὸν γένος τὸ ἐν τῇ Εὐρώπῃ διάφορον αὐτὸ ἑωυτέῳ ἐστι, καὶ κατὰ τὸ μέγεθος καὶ κατὰ τὰς μορφὰς, διὰ τὰς μεταλλαγὰς τῶν ὡρέων, ὅτι μεγάλαι γίγνονται καὶ πυκναὶ, καὶ θάλπεά τε ἰσχυρὰ καὶ χειμῶνες καρτεροὶ, καὶ ὄμβροι πολλοὶ, καὶ αὖθις αὐχμοὶ πολυχρόνιοι, καὶ πνεύματα, ἐξ ὧν μεταβολαὶ πολλαὶ καὶ παντοδαπαί. Ἀπὸ τουτέων εἰκὸς αἰσθάνεσθαι καὶ τὴν γένεσιν ἐν τῇ ξυμπήξει τοῦ γόνου ἄλλην καὶ μὴ τῷ αὐτέῳ τὴν αὐτέην γίγνεσθαι, ἔν τε τῷ θέρει καὶ τῷ χειμῶνι, μηδὲ ἐν ἐπομβρίῃ καὶ αὐχμῷ· διότι τὰ εἴδεα διηλλάχθαι νομίζω τῶν Εὐρωπαίων μᾶλλον ἢ τῶν Ἀσιηνῶν· καὶ τὰ μεγέθεα διαφορώτατα αὐτὰ ἑωυτοῖσιν εἶναι κατὰ πόλιν ἑκάστην· αἱ γὰρ φθοραὶ πλείονες ἐγγίγνονται τοῦ γόνου ἐν τῇ ξυμπήξει ἐν τῇσι μεταλλαγῇσι τῶν ὡρέων πυκνῇσιν ἐούσῃσιν ἢ ἐν τῇσι παραπλησίῃσι καὶ ὁμοίῃσιν. Περί τε τῶν ἠθέων ὁ αὐτὸς λόγος· τό τε ἄγριον καὶ τὸ ἄμικτον καὶ τὸ θυμοειδὲς ἐν τῇ τοιαύτῃ φύσει ἐγγίγνεται· αἱ γὰρ ἐκπλήξιες πυκναὶ γιγνόμεναι τῆς γνώμης τὴν ἀγριότητα ἐντιθέασιν· τὸ δὲ ἥμερόν τε καὶ ἤπιον ἀμαυροῦσιν· διότι εὐψυχοτέρους νομίζω τοὺς τὴν Εὐρώπην οἰκέοντας εἶναι ἢ τοὺς τὴν Ἀσίην· ἐν μὲν γὰρ τῷ αἰεὶ παραπλησίῳ αἱ ῥᾳθυμίαι ἔνεισιν, ἐν δὲ τῷ μεταβαλλομένῳ αἱ ταλαιπωρίαι τῷ σώματι καὶ τῇ ψυχῇ· καὶ ἀπὸ μὲν ἡσυχίης καὶ ῥᾳθυμίης ἡ δειλίη αὔξεται, ἀπὸ δὲ τῆς ταλαιπωρίης καὶ τῶν πόνων αἱ ἀνδρεῖαι. Διὰ τοῦτό εἰσι μαχιμώτεροι οἱ τὴν Εὐρώπην οἰκέοντες, καὶ διὰ τοὺς νόμους, ὅτι οὐ βασιλεύονται ὥσπερ οἱ Ἀσιηνοί· ὅκου γὰρ βασιλεύονται, ἐκεῖ ἀνάγκη δειλοτάτους εἶναι· εἴρηται δέ μοι καὶ πρότερον. Αἱ γὰρ ψυχαὶ δεδούλωνται καὶ, οὐ βούλονται παρακινδυνεύειν ἑκόντες εἰκῆ ὑπὲρ ἀλλοτρίης δυνάμιος. Ὅσοι δὲ αὐτόνομοι, ὑπὲρ ἑωυτέων γὰρ τοὺς κινδύνους αἱρεῦνται καὶ οὐκ ἄλλων, προθυμεῦνται ἑκόντες καὶ ἐς τὸ δεινὸν ἔρχονται· τὰ γὰρ ἀριστεῖα τῆς νίκης αὐτοὶ φέρονται· οὕτως οἱ νόμοι οὐχ ἥκιστα τὴν εὐψυχίην ἐργάζονται. Τὸ μὲν οὖν ὅλον καὶ τὸ ἅπαν οὕτως ἔχει περί τε τῆς Εὐρώπης καὶ τῆς Ἀσίης.

[24] Ἔνεισι δὲ καὶ ἐν τῇ Εὐρώπῃ φῦλα διάφορα ἕτερα ἑτέροισι καὶ τὰ μεγέθεα καὶ τὰς μορφὰς καὶ τὰς ἀνδρείας· τὰ δὲ διαλλάσσοντα ταῦτά ἐστιν, ἃ καὶ ἐπὶ τῶν πρότερον εἴρηται· ἔτι δὲ σαφέστερον φράσω. Ὁκόσοι μὲν χώρην ὀρεινήν τε οἰκέουσι καὶ τρηχείην καὶ ὑψηλὴν καὶ ἔνυδρον, καὶ αἱ μεταβολαὶ αὐτέοισι γίγνονται τῶν ὡρέων μέγα διάφοροι, ἐνταῦθα εἰκὸς εἴδεα μεγάλα εἶναι, καὶ πρὸς τὸ ταλαίπωρον καὶ τὸ ἀνδρεῖον εὖ πεφυκότα· καὶ τό τε ἄγριον καὶ τὸ θηριῶδες αἱ τοιαῦται φύσιες οὐχ ἥκιστα ἔχουσιν· ὁκόσοι δὲ κοῖλα χωρία καὶ λειμακώδεα καὶ πνιγηρὰ, καὶ τῶν θερμῶν πνευμάτων πλέον μέρος μετέχουσιν ἢ τῶν ψυχρῶν, ὕδασί τε χρέονται θερμοῖσιν, οὗτοι μεγάλοι μὲν οὐκ ἂν εἴησαν οὐδὲ κανονίαι· ἐς εὖρος δὲ πεφυκότες καὶ σαρκώδεες καὶ μελανότριχες· καὶ αὐτοὶ μέλανες μᾶλλον ἢ λευκότεροι, φλεγματίαι τε ἧσσον ἢ χολώδεες· τὸ δὲ ἀνδρεῖον καὶ τὸ ταλαίπωρον ἐν τῇ ψυχῇ, φύσει μὲν οὐκ ἂν ὁμοίως ἐνείη, νόμος δὲ προσγενόμενος ἀπεργάσοιτ᾿ ἄν. Καὶ εἰ μὲν ποταμοὶ ἐνείησαν ἐν τῇ χώρῃ, οἵτινες ἐκ τῆς χώρης ἐξοχετεύουσι τό τε στάσιμον καὶ τὸ ὄμβριον, οὗτοι ἂν ὑγιηροί τε εἴησαν καὶ λαμπροί· εἰ μέντοι ποταμοὶ μὲν μὴ εἴησαν, τὰ δὲ ὕδατα κρηναῖά τε καὶ στάσιμα πίνοιεν καὶ ἑλώδεα, ἀνάγκη τὰ τοιαῦτα εἴδεα προγαστρότερα εἶναι καὶ σπληνώδεα. Ὁκόσοι δὲ ὑψηλὴν οἰκέουσι χώρην καὶ λείην καὶ ἀνεμώδεα καὶ ἔνυδρον, εἶεν ἂν εἴδεα μεγάλοι καὶ ἑωυτέοισι παραπλήσιοι· ἀνανδρότεραι δὲ καὶ ἡμερώτεραι τουτέων αἱ γνῶμαι· ὁκόσοι δὲ λεπτά τε καὶ ἄνυδρα καὶ ψιλὰ, τῇσι δὲ μεταβολῇσι τῶν ὡρέων οὐκ εὔκρητα, ἐν ταύτῃ τῇ χώρῃ τὰ εἴδεα εἰκὸς σκληρά τε εἶναι καὶ ἔντονα, καὶ ξανθότερα ἢ μελάντερα, καὶ τὰ ἤθεα καὶ τὰς ὀργὰς αὐθάδεάς τε καὶ ἰδιογνώμονας. Ὅκου γὰρ μεταβολαί εἰσι πυκνόταται τῶν ὡρέων καὶ πλεῖστον διάφοροι αὐταὶ ἑωυτέῃσιν, ἐκεῖ καὶ τὰ εἴδεα καὶ τὰ ἤθεα καὶ τὰς φύσιας εὑρήσεις πλεῖστον διαφερούσας. Μέγισται μὲν οὖν εἰσιν αὗται τῆς φύσιος αἱ διαλλαγαί· ἔπειτα δὲ καὶ ἡ χώρη ἐν ᾗ ἄν τις τρέφηται, καὶ τὰ ὕδατα· εὑρήσεις γὰρ ἐπὶ τὸ πλῆθος τῆς χώρης τῇ φύσει ἀκολουθέοντα καὶ τὰ εἴδεα τῶν ἀνθρώπων καὶ τοὺς τρόπους. Ὅκου μὲν γὰρ ἡ γῆ πίειρα καὶ μαλθακὴ καὶ ἔνυδρος, καὶ τὰ ὕδατα κάρτα μετέωρα ἔχουσα, ὥστε θερμὰ εἶναι τοῦ θέρεος, καὶ τοῦ χειμῶνος ψυχρὰ, καὶ τῶν ὡρέων καλῶς κέεται, ἐνταῦθα καὶ οἱ ἄνθρωποι σαρκώδεές εἰσι καὶ ἄναρθροι καὶ ὑγροὶ, καὶ ἀταλαίπωροι, καὶ τὴν ψυχὴν κακοὶ ὡς ἐπὶ τὸ πουλύ· τό τε ῥᾴθυμον καὶ τὸ ὑπνηρόν ἐστιν ἐν αὐτέοισιν ἰδεῖν· ἔς τε τὰς τέχνας παχέες καὶ οὐ λεπτοὶ οὐδ᾿ ὀξέες. Ὅκου δ᾿ ἐστὶν ἡ χώρη ψιλή τε καὶ ἀνώχυρος καὶ τρηχείη, καὶ ὑπὸ τοῦ χειμῶνος πιεζομένη, καὶ ὑπὸ τοῦ ἡλίου κεκαυμένη, ἐνταῦθα δὲ σκληρούς τε καὶ ἰσχνοὺς καὶ διηρθρωμένους καὶ ἐντόνους καὶ δασέας ἂν ἴδοις· τό τε ἐργατικὸν ὀξὺ ἐνεὸν ἐν τῇ φύσει τῇ τοιαύτῃ καὶ τὸ ἄγρυπνον, τά τε ἤθεα καὶ τὰς ὀργὰς αὐθάδεας καὶ ἰδιογνώμονας, τοῦ τε ἀγρίου μᾶλλον μετέχοντας ἢ τοῦ ἡμέρου, ἔς τε τὰς τέχνας ὀξυτέρους τε καὶ ξυνετωτέρους καὶ τὰ πολέμια ἀμείνους εὑρήσεις· καὶ τἄλλα τὰ ἐν τῇ γῇ φυόμενα πάντα ἀκόλουθα ἐόντα τῇ γῇ. Αἱ μὲν ἐναντιώταται φύσιές τε καὶ ἰδέαι ἔχουσιν οὕτως· ἀπὸ δὲ τουτέων τεκμαιρόμενος τὸ λοιπὰ ἐνθυμέεσθαι, καὶ οὐχ ἁμαρτήσῃ.


Προγνωστικόν

[1] Τὸν ἰητρὸν δοκέει μοι ἄριστον εἶναι πρόνοιαν ἐπιτηδεύειν· προγιγνώσκων γὰρ καὶ προλέγων παρὰ τοῖσι νοσέουσι τά τε παρεόντα καὶ τὰ προγεγονότα καὶ τὰ μέλλοντα ἔσεσθαι, ὁκόσα τε παραλείπουσιν οἱ ἀσθενέοντες ἐκδιηγεύμενος, πιστεύοιτ᾿ ἂν μᾶλλον γιγνώσκειν τὰ τῶν νοσεόντων πρήγματα, ὥστε τολμᾷν ἐπιτρέπειν τοὺς ἀνθρώπους σφέας ἑωυτοὺς τῷ ἰητρῷ. Τὴν δὲ θεραπείην ἄριστα ἂν ποιέοιτο, προειδὼς τὰ ἐσόμενα ἐκ τῶν παρεόντων παθημάτων. Ὑγιέας μὲν γὰρ ποιέειν ἅπαντας τοὺς ἀσθενέοντας ἀδύνατον· τοῦτο γὰρ τοῦ προγιγνώσκειν τὰ μέλλοντα ἀποβήσεσθαι κρέσσον ἂν ἦν· ἐπειδὴ δὲ οἱ ἄνθρωποι ἀποθνήσκουσιν, οἱ μὲν πρὶν ἢ καλέσαι τὸν ἰητρὸν, ὑπὸ τῆς ἰσχύος τῆς νούσου, οἱ δὲ καὶ ἐσκαλεσάμενοι παραχρῆμα ἐτελεύτησαν, οἱ μὲν ἡμέρην μίην ζήσαντες, οἱ δὲ ὀλίγῳ πλέονα χρόνον, πρὶν ἢ τὸν ἰητρὸν τῇ τέχνῃ πρὸς ἕκαστον νούσημα ἀνταγωνίσασθαι· γνῶναι οὖν χρὴ τῶν παθέων τῶν τοιουτέων τὰς φύσιας, ὁκόσον ὑπὲρ τὴν δύναμίν εἰσι τῶν σωμάτων, ἅμα δὲ καὶ εἴ τι θεῖον ἔνεστιν ἐν τῇσι νούσοισι, καὶ τουτέου τὴν πρόνοιαν ἐκμανθάνειν. Οὕτω γὰρ ἂν θαυμάζοιτό τε δικαίως, καὶ ἰητρὸς ἀγαθὸς ἂν εἴη· καὶ γὰρ οὓς οἷόν τε περιγίγνεσθαι, τούτους ἔτι μᾶλλον δύναιτ᾿ ἂν ὀρθῶς διαφυλάσσειν, ἐκ πλείονος χρόνου προβουλευόμενος πρὸς ἕκαστα, καὶ τοὺς ἀποθανουμένους τε καὶ σωθησομένους προγιγνώσκων καὶ προαγορεύων ἀναίτιος ἂν εἴη.

[2] Σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖσιν ὀξέσι νουσήμασι· πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος, εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δὲ, εἰ αὐτὸ ἑωυτέῳ. Οὕτω γὰρ ἂν εἴη ἄριστον, τὸ δ᾿ ἐναντιώτατον τοῦ ὁμοίου, δεινότατον. Εἴη δ᾿ ἂν τὸ τοιόνδε· ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι ξυμπεπτωκότες, ὦτα ψυχρὰ καὶ ξυνεσταλμένα, καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπεστραμμένοι, καὶ τὸ δέρμα τὸ περὶ τὸ μέτωπον σκληρόν τε καὶ περιτεταμένον καὶ καρφαλέον ἐόν. Καὶ τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου χλωρόν τε ἢ καὶ μέλαν ἐὸν, καὶ πελιὸν, ἢ μολιβδῶδες. Ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νούσου τὸ πρόσωπον τοιοῦτον ᾖ, καὶ μήπω οἷόν τε ᾖ τοῖσιν ἄλλοισι σημείοισι ξυντεκμαίρεσθαι, ἐπανερέσθαι χρὴ, μὴ ἠγρύπνησεν ὁ νοσέων, ἢ τὰ τῆς κοιλίης ἐξυγρασμένα ᾖ ἰσχυρῶς, ἢ λιμῶδές τι ἔχῃ αὐτόν· κἢν μέν τι τουτέων ὁμολογέῃ, ἧσσον νομίζειν δεινὸν εἶναι· κρίνεται δὲ τὰ τοιαῦτα ἐν ἡμέρῃ τε καὶ νυκτὶ, ἢν διὰ ταύτας τὰς προφάσιας τὸ πρόσωπον τοιοῦτον ᾖ. Ἢν δὲ μηδὲν τουτέων φῇ εἶναι, μηδὲ ἐν τῷ χρόνῳ τῷ προειρημένῳ καταστῇ, εἰδέναι χρὴ ἐγγὺς ἐόντα τοῦ θανάτου. Ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νουσήματος, ἢ τριταίου ἢ τεταρταίου, τὸ πρόσωπον τοιοῦτον ᾖ, περὶ τουτέων ἐπανερέσθαι, περὶ ὧν καὶ πρότερον ἐκέλευσα, καὶ τἄλλα σημεῖα σκέπτεσθαι, τά τε ἐν τῷ ξύμπαντι προσώπῳ, τά τε ἐν τῷ σώματι, καὶ τὰ ἐν τοῖσιν ὀφθαλμοῖσιν. Ἢν γὰρ τὴν αὐγὴν φεύγωσιν, ἢ δακρύωσιν ἀπροαιρέτως, ἢ διαστρέφωνται, ἢ ὁ ἕτερος τοῦ ἑτέρου ἐλάσσων γίγνηται, ἢ τὰ λευκὰ ἐρυθρὰ ἴσχωσιν, ἢ πελιὰ, ἢ φλέβια μέλανα ἐν ἑωυτέοισιν ἔχωσιν, ἢ λῆμαι φαίνωνται περὶ τὰς ὄψιας, ἢ καὶ ἐναιωρεύμενοι, ἢ ἐξίσχοντες, ἢ ἔγκοιλοι ἰσχυρῶς γιγνόμενοι, ἢ αἱ ὄψιες αὐχμῶσαι καὶ ἀλαμπέες, ἢ τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου ἠλλοιωμένον ᾖ, ταῦτα πάντα κακὰ νομίζειν καὶ ὀλέθρια εἶναι. Σκοπέειν δὲ χρὴ καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖσιν ὕπνοισιν· ἢν γάρ τι ὑποφαίνηται τοῦ λευκοῦ, τῶν βλεφάρων μὴ ξυμβαλλομένων, μὴ ἐκ διαῤῥοίης ἢ φαρμακοποσίης ἐόντι, ἢ μὴ εἰθισμένῳ οὕτω καθεύδειν, φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες λίην. Ἢν δὲ καμπύλον γένηται, ἢ πελιὸν, ἢ ὠχρὸν βλέφαρον, ἢ χεῖλος, ἢ ῥὶς, μετά τινος τῶν ἄλλων σημείων, εἰδέναι χρὴ ἐγγὺς ἐόντα θανάτου· θανατῶδες δὲ καὶ χείλεα ἀπολυόμενα, καὶ κρεμάμενα, καὶ ψυχρὰ, καὶ ἔκλευκα γιγνόμενα.

[3] Κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα ὑπὸ τοῦ ἰητροῦ ἐπὶ τὸ πλευρὸν τὸ δεξιὸν, ἢ τὸ ἀριστερὸν, καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα ὀλίγον ἐπικεκαμμένα ἔχοντα, καὶ τὸ ξύμπαν σῶμα ὑγρὸν κείμενον· οὕτω γὰρ καὶ οἱ πλεῖστοι τῶν ὑγιαινόντων κατακλίνονται· ἄρισται δέ εἰσι τῶν κατακλισίων αἱ ὅμοιαι τῇσι τῶν ὑγιαινόντων. Ὕπτιον δὲ κέεσθαι καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα ἐκτεταμένα ἔχοντα, ἧσσον ἀγαθόν. Εἰ δὲ καὶ προπετὴς γένοιτο, καὶ καταῤῥέοι ἐπὶ τῆς κλίνης ἐπὶ τοὺς πόδας, δεινότερόν ἐστιν. Εἰ δὲ καὶ γυμνοὺς τοὺς πόδας εὑρίσκοιτο ἔχων, μὴ θερμοὺς κάρτα ἐόντας, καὶ τὰς χεῖρας, καὶ τὸν τράχηλον, καὶ τὰ σκέλεα ἀνωμάλως διεῤῥιμμένα καὶ γυμνὰ, κακόν· ἀλυσμὸν γὰρ σημαίνει. Θανατῶδες δὲ καὶ τὸ κεχηνότα καθεύδειν αἰεὶ, καὶ τὰ σκέλεα ὑπτίου κειμένου ξυγκεκαμμένα εἶναι ἰσχυρῶς, καὶ διαπεπλιγμένα. Ἐπὶ γαστέρα δὲ κέεσθαι ᾧ μὴ ξύνηθές ἐστι καὶ ὑγιαίνοντι οὕτω κοιμᾶσθαι, παραφροσύνην τινὰ σημαίνει, ἢ ὀδύνην τῶν ἀμφὶ τὴν κοιλίην τόπων. Ἀνακαθίζειν δὲ βούλεσθαι τὸν νοσέοντα, τῆς νούσου ἀκμαζούσης, πονηρὸν μὲν ἐν πᾶσι τοῖσιν ὀξέσι νουσήμασι, κάκιστον δὲ ἐν τοῖσι περιπλευμονικοῖσιν. Ὀδόντας δὲ πρίειν ἐν πυρετοῖσιν, ὁκόσοισι μὴ ξύνηθές ἐστιν ἀπὸ παίδων, μανικὸν καὶ θανατῶδες, ἀλλὰ προλέγειν ἀπ᾿ ἀμφοῖν κίνδυνον ἐσόμενον· ἢν δὲ καὶ παραφρονέων τοῦτο ποιέῃ, ὀλέθριον γίγνεται κάρτα ἤδη. Ἕλκος δὲ ἤν τε καὶ προγεγονὸς τύχῃ ἔχων, ἤν τε καὶ ἐν τῇ νούσῳ γένηται, καταμανθάνειν δεῖ· ἢν γὰρ μέλλῃ ἀπόλλυσθαι ὁ ἄνθρωπος, πρὸ τοῦ θανάτου πελιδνόν τε καὶ ξηρὸν ἔσται, ἢ ὠχρόν τε καὶ ξηρόν.

[4] Περὶ δὲ χειρῶν φορῆς τάδε γιγνώσκω· ὁκόσοισιν ἐν πυρετοῖσιν ὀξέσιν, ἢ ἐν περιπλευμονίῃσιν, ἢ ἐν φρενίτισιν, ἢ ἐν κεφαλαλγίῃσι, πρὸ τοῦ προσώπου φερομένας καὶ θηρευούσας διὰ κενῆς, καὶ ἀποκαρφολογεούσας, καὶ κροκίδας ἀπὸ τῶν ἱματίων ἀποτιλλούσας, καὶ ἀπὸ τοῦ τοίχου ἄχυρα ἀποσπώσας, πάσας εἶναι κακὰς καὶ θανατώδεας.

[5] Πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισι· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην δηλοῖ· ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται. Εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίην ἐν ἅπασι τοῖσιν ὀξέσι νουσήμασιν, ὅσα ξὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται.

[6] Οἱ δὲ ἱδρῶτες ἄριστοι μέν εἰσιν ἐν πᾶσι τοῖσιν ὀξέσι νουσήμασιν, ὁκόσοι ἐν ἡμέρῃσί τε κρισίμοισι γίγνονται καὶ τελείως τὸν πυρετὸν ἀπαλλάσσουσιν. Ἀγαθοὶ δὲ καὶ ὁκόσοι διὰ παντὸς τοῦ σώματος γιγνόμενοι ἀπέδειξαν τὸν ἄνθρωπον εὐπετέστερον φέροντα τὸ νούσημα. Οἳ δ᾿ ἂν μὴ τοιοῦτόν τι ἐξεργάσωνται, οὐ λυσιτελέες. Κάκιστοι δὲ οἱ ψυχροί τε καὶ μοῦνον περὶ τὴν κεφαλήν τε καὶ τὸ πρόσωπον γιγνόμενοι καὶ τὸν αὐχένα· οὗτοι γὰρ ξὺν μὲν ὀξεῖ πυρετῷ θάνατον προσημαίνουσι, ξὺν δὲ πρηϋτέρῳ, μῆκος νούσου. Καὶ οἱ κατὰ πᾶν τὸ σῶμα ὡσαύτως γιγνόμενοι τοῖσι περὶ τὴν κεφαλήν· οἱ δὲ κεγχροειδέες καὶ μοῦνον περὶ τὸν τράχηλον γιγνόμενοι πονηροί. Οἱ δὲ μετὰ σταλαγμῶν καὶ ἀτμίζοντες, ἀγαθοί. Κατανοέειν δὲ χρὴ τὸ ξύνολον τῶν ἱδρώτων. Γίγνονται γὰρ οἱ μὲν δι᾿ ἔκλυσιν σωμάτων, οἱ δὲ διὰ ξυντονίην φλεγμονῆς.

[7] Ὑποχόνδριον δὲ ἄριστον μὲν ἀνώδυνόν τε ἐὸν καὶ μαλθακὸν καὶ ὁμαλὸν, καὶ ἐπὶ δεξιὰ καὶ ἐπ᾿ ἀριστερά. Φλεγμαῖνον δὲ, ἢ ὀδύνην παρέχον, ἢ ἐντεταμένον, ἢ ἀνωμάλως διακείμενα τὰ δεξιὰ πρὸς τὰ ἀριστερὰ, ταῦτα πάντα φυλάσσεσθαι χρή. Εἰ δὲ καὶ σφυγμὸς ἐνείη ἐν τῷ ὑποχονδρίῳ, θόρυβον σημαίνει, ἢ παραφροσύνην· ἀλλὰ τοὺς ὀφθαλμοὺς ἐπικατιδεῖν τῶν τοιουτέων· ἢν γὰρ αἱ ὄψιες πυκνὰ κινέωνται, μανῆναι τούτους ἐλπίς. Οἴδημα δὲ ἐν τῷ ὑποχονδρίῳ σκληρόν τε ἐὸν καὶ ἐπώδυνον, κάκιστον μὲν, εἰ παρ᾿ ἅπαν εἴη τὸ ὑποχόνδριον· εἰ δὲ καὶ εἴη ἐν τῷ ἑτέρῳ μέρει, ἀκινδυνότερόν ἐστιν ἐν τῷ ἐπ᾿ ἀριστερά. Σημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν θάνατον ὀλιγοχρόνιον ἔσεσθαι· ἢν δὲ ὑπερβάλλη εἴκοσιν ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἐς διαπύησιν τρέπεται. Γίγνεται δὲ τουτέοισιν ἐν τῇ πρώτῃ περιόδῳ καὶ αἵματος ῥῆξις ἐκ τῶν ῥινῶν, καὶ κάρτα ὠφελέει· ἀλλ᾿ ἐπανερωτᾷν χρὴ, εἰ τὴν κεφαλὴν ἀλγέουσιν, ἢ ἀμβλυωπέουσιν· ἢν γάρ τι τοιοῦτον εἴη, ἐνταῦθα ἂν ῥέποι. Μᾶλλον δὲ τοῖσι νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων, τὴν τοῦ αἵματος ῥῆξιν προσδέχεσθαι χρή. Τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ ὑπείκοντα χρονιωτέρας τὰς κρίσιας ποιέεται, καὶ ἧσσον ἐκείνων δεινότερά ἐστιν. Εἰ δὲ ὑπερβάλλοι ἑξήκοντα ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἔμπυον ἔσεσθαι σημαίνει· καὶ τοῦτο, καὶ τὸ ἐν τῇ ἄλλῃ κοιλίῃ κατὰ τωὐτό. Ὁκόσα μὲν οὖν ἐπώδυνά τέ ἐστι καὶ σκληρὰ καὶ μεγάλα, σημαίνει κίνδυνον θανάτου ὀλιγοχρονίου· ὁκόσα δὲ μαλθακά τε καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζόμενα ὑπείκει, χρονιώτερα ἐκείνων. Τὰς δὲ ἀποστάσιας ἧσσον τὰ ἐν τῇ γαστρὶ οἰδήματα ποιέεται τῶν ἐν τοῖσιν ὑποχονδρίοισιν, ἥκιστα δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ ἐς ἐπιπύησιν τρέπεται· αἵματος δὲ ῥῆξιν ἐκ τῶν ἄνω τόπων μάλιστα προσδέχεσθαι. Ἁπάντων δὲ χρὴ τῶν οἰδημάτων χρονιζόντων περὶ ταῦτα τὰ χωρία ὑποσκέπτεσθαι τὰς ἐκπυήσιας. Τὰ δὲ διαπυήματα ὧδε δεῖ σκέπτεσθαι τὰ ἐντεῦθεν· ὁκόσα μὲν ἔξω τρέπεται, ἄριστά ἐστι, μικρά τε ἐόντα, καὶ ὡς μάλιστα ἐκκλίνοντα ἔξω, καὶ ἐς ὀξὺ ἀποκυρτούμενα· τὰ δὲ μεγάλα τε ἐόντα καὶ πλατέα, καὶ ἥκιστα ἐς ὀξὺ ἀποκορυφούμενα, κάκιστα· ὅσα δὲ ἔσω ῥήγνυται, ἄριστά ἐστιν, ἃ μηδὲν τῷ ἔξω χωρίῳ ἐπικοινωνέει, ἀλλ᾿ ἔστι προσεσταλμένα τε καὶ ἀνώδυνα· καὶ πᾶν τὸ ἔξω χωρίον ὁμόχροον φαίνεται. Τὸ δὲ πῦον ἄριστον λευκόν τε εἶναι καὶ ὁμαλὸν καὶ λεῖον καὶ ὡς ἥκιστα δυσῶδες· τὸ δὲ ἐναντίον τουτέου κάκιστον.

[8] Οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νουσημάτων πάντες κακοί· οὔτε γὰρ τοῦ πυρὸς ἀπαλλάσσουσιν, ἐπώδυνοί τέ εἰσι κάρτα καὶ θανατώδεες. Ἄρχονται δὲ οἱ πλεῖστοι μὲν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οἱ δὲ ἀπὸ τοῦ ἥπατος· οἷσι μὲν οὖν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος αἱ ἀρχαὶ γίγνονται, οἵ τε πόδες οἰδέουσι, καὶ διάῤῥοιαι πολυχρόνιοι ἔχουσιν, οὔτε τὰς ὀδύνας λύουσαι τὰς ἐκ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οὔτε τὴν γαστέρα λαπάσσουσαι· ὁκόσοισι δὲ ἀπὸ τοῦ ἥπατος ὕδρωπες γίγνονται, βῆξαί τε θυμὸς τούτοισιν ἐγγίγνεται, καὶ οὐδέν τι ἀποπτύουσιν ἄξιον λόγου, καὶ οἱ πόδες οἰδέουσι, καὶ ἡ γαστὴρ οὐ διαχωρέει, εἰ μὴ σκληρά τε καὶ πρὸς ἀνάγκην, καὶ περὶ τὴν κοιλίην γίγνεται οἰδήματα, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ᾿ ἐπ᾿ ἀριστερὰ, ἱστάμενά τε καὶ καταπαυόμενα.

[9] Κεφαλὴ δὲ καὶ χεῖρες καὶ πόδες ψυχρὰ ἐόντα κακὸν, τῆς τε κοιλίης καὶ τῶν πλευρῶν θερμῶν ἐόντων. Ἄριστον δὲ καὶ ὅλον τὸ σῶμα θερμόν τε ἐὸν καὶ μαλθακὸν ὁμαλῶς. Στρέφεσθαι δὲ χρὴ ῥηϊδίως τὸν ἀλγεῦντα, καὶ ἐν τοῖσι μετεωρισμοῖσιν ἐλαφρὸν εἶναι· εἰ δὲ βαρὺς ἐὼν φαίνοιτο καὶ τὸ ἄλλο σῶμα καὶ τὰς χεῖρας καὶ τοὺς πόδας, ἐπικινδυνότερον. Εἰ δὲ πρὸς τῷ βάρει καὶ οἱ ὄνυχες καὶ οἱ δάκτυλοι πελιδνοὶ γίγνονται, προσδόκιμος ὁ θάνατος παραυτίκα· μελαινόμενοι δὲ παντελῶς οἱ δάκτυλοι καὶ οἱ πόδες ἧσσον ὀλέθριοι τῶν πελιδνῶν εἰσιν· ἀλλὰ καὶ τἄλλα σημεῖα σκέπτεσθαι χρή· ἢν γὰρ εὐπετέως φέρων φαίνηται τὸ κακὸν, καὶ ἄλλο τι τῶν περιεστικῶν πρὸς τουτέοισι τοῖσι σημείοισιν ὑποδεικνύῃ, τὸ νούσημα ἐς ἀπόστασιν τραπῆναι ἐλπὶς, ὥστε τὸν μὲν ἄνθρωπον περιγενέσθαι, τὰ δὲ μελανθέντα τοῦ σώματος ἀποπεσεῖν. Ὄρχιες δὲ καὶ αἰδοῖα ἀνεσπασμένα πόνους ἰσχυροὺς σημαίνει καὶ κίνδυνον θανατώδεα.

[10] Περὶ δὲ ὕπνων, ὥσπερ κατὰ φύσιν ξύνηθες ἡμῖν ἐστι, τὴν μὲν ἡμέρην ἐγρηγορέναι χρὴ, τὴν δὲ νύκτα καθεύδειν. Ἢν δὲ εἴη τοῦτο μεταβεβλημένον, κάκιον· ἥκιστα δ᾿ ἂν λυπέοιτο, εἰ κοιμῷτο τὸ πρωῒ ἐς τὸ τρίτον μέρος τῆς ἡμέρης· οἱ δὲ ἀπὸ τουτέου τοῦ χρόνου ὕπνοι πονηρότεροί εἰσι· κάκιστον δὲ μὴ κοιμᾶσθαι, μήτε τῆς νυκτὸς, μήτε τῆς ἡμέρης· ἢ γὰρ ὑπὸ ὀδύνης τε καὶ πόνων ἀγρυπνέειν ἢ παραφρονήσειν ἕπεται ἀπὸ τουτέου τοῦ σημείου.

[11] Διαχώρημα δέ ἐστιν ἄριστον τὸ μαλθακόν τε καὶ ξυνεστηκὸς, καὶ τὴν ὥρην ἥνπερ καὶ ὑγιαίνοντι ὑπεχώρεε, πλῆθος δὲ πρὸς λόγον τῶν ἐσιόντων· τοιαύτης γὰρ ἐούσης τῆς διεξόδου, ἡ κάτω κοιλίη ὑγιαίνοι ἄν. Εἰ δὲ εἴη ὑγρὸν τὸ διαχώρημα, ξυμφέρει μήτε τρύζειν, μήτε πυκνόν τι εἶναι, καὶ κατ᾿ ὀλίγον ὑποχωρέειν· κοπιῶν γὰρ ὁ ἄνθρωπος ὑπὸ τῆς ξυνεχέος ἐξαναστάσιος ἀγρυπνοίη ἄν· εἰ δὲ ἀθρόον πολλάκις διαχωρέει, κίνδυνος λειποθυμῆσαι. Ἀλλὰ χρὴ κατὰ τὸ πλῆθος τῶν ἐσιόντων ἢ δὶς ἢ τρὶς τῆς ἡμέρης ὑποχωρέειν, καὶ τῆς νυκτὸς ἅπαξ, πλείονα δ᾿ ἐπὶ τὸ πρωῒ, ὥσπερ ξύνηθές ἐστι τῷ ἀνθρώπῳ. Παχύνεσθαι δὲ χρὴ τὸ διαχώρημα, ἰούσης πρὸς κρίσιν τῆς νούσου. Ὑπόπυῤῥον δὲ ἔστω καὶ μὴ λίην δυσῶδες. Ἐπιτήδειον δὲ καὶ ἕλμινθας στρογγύλας διεξιέναι μετὰ τοῦ διαχωρήματος, πρὸς κρίσιν ἰούσης τῆς νούσου. Δεῖ δὲ ἐν παντὶ τῷ νουσήματι λαπαρὴν τὴν κοιλίην εἶναι καὶ εὔογκον. Ὑδαρὲς δὲ κάρτα, ἢ λευκὸν, ἢ χλωρὸν, ἢ ἐρυθρὸν ἰσχυρῶς, ἢ ἀφρῶδες διαχωρέειν, πονηρὰ ταῦτα πάντα. Ἔτι δὲ πονηρὸν, καὶ σμικρόν τε ἐὸν, καὶ γλισχρὸν, καὶ λευκὸν, καὶ ὑπόχλωρον, καὶ λεῖον. Τουτέων δὲ θανατωδέστερα ἂν εἴη τὰ μέλανα, ἢ λιπαρὰ, ἢ πελιὰ, ἢ ἰώδεα, ἢ κάκοδμα. Τὰ δὲ ποικίλα, χρονιώτερα μὲν τουτέων, ὀλέθρια δὲ οὐδὲν ἧσσον· ἔστι δὲ τὰ τοιαῦτα ξυσματώδεα, καὶ χολώδεα, καὶ πρασοειδέα, καὶ μέλανα, ποτὲ μὲν ὁμοῦ διεξερχόμενα ἀλλήλοισι, ποτὲ δὲ κατὰ μέρος. Φῦσαν δὲ ἄνευ ψόφου καὶ περδήσιος διεξιέναι ἄριστον· κρέσσον δὲ καὶ ξὺν ψόφῳ διελθεῖν ἢ αὐτοῦ ἀνειλέεσθαι· καὶ οὕτω διελθοῦσα σημαίνει ἢ πονέειν τι τὸν ἄνθρωπον, ἢ παραφρονέειν, ἢν μὴ ἑκὼν ὁ ἄνθρωπος οὕτω τὴν ἄφεσιν τῆς φύσης ποιήσηται. Τοὺς δὲ ἐκ τῶν ὑποχονδρίων πόνους τε καὶ κυρτώματα, ἢν ᾖ νεαρὰ καὶ μὴ ξὺν φλεγμονῇ, λύει βορβορυγμὸς ἐγγενόμενος ἐν τῷ ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεξιὼν ξὺν κόπρῳ τε καὶ οὔρῳ καὶ φύσῃ, ἢν δὲ μὴ, καὶ αὐτὸς δὴ περαιωθεὶς ὠφελέει· ὠφελέει δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία.

[12] Τὸ δὲ οὖρον ἄριστόν ἐστιν, ὅταν ᾖ λευκή τε ἡ ὑπόστασις, καὶ λείη, καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔστ᾿ ἂν κριθῇ ἡ νοῦσος· σημαίνει γὰρ ἀσφάλειάν τε καὶ νούσημα ὀλιγοχρόνιον ἔσεσθαι. Εἰ δὲ διαλείποι, καὶ ποτὲ μὲν καθαρὸν οὐρέοιτο, ποτὲ δὲ ὑφίσταται τὸ λευκὸν καὶ λεῖον, χρονιωτέρη γίγνεται ἡ νοῦσος καὶ ἧσσον ἀσφαλής. Εἰ δὲ εἴη τό τε οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόστασις αὐτέου ὁμοίη καὶ λείη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ πρώτου γίγνεται, σωτήριον δὲ κάρτα. Κριμνώδεες δὲ ἐν τοῖσιν οὔροισιν αἱ ὑποστάσιες, πονηραί· τουτέων δέ εἰσι κακίους αἱ πεταλώδεες· αἱ λευκαὶ δὲ καὶ λεπταὶ, κάρτα φλαῦραι· τουτέων δ᾿ ἔτι κακίους εἰσὶν αἱ πιτυρώδεες. Νεφέλαι δὲ ἐμφερόμεναι τοῖσιν οὔροισι, λευκαὶ μὲν ἀγαθαὶ, μέλαιναι δὲ φλαῦραι. Ἔστ᾿ ἂν δὲ πυῤῥόν τε εἴη τὸ οὖρον καὶ λεπτὸν, σημαίνει τὸ νούσημα ἄπεπτον εἶναι· ἢν δὲ καὶ πουλυχρόνιον εἴη τοιοῦτον ἐὸν, κίνδυνος μὴ οὐ δυνήσεται ὁ ἄνθρωπος διαρκέσαι, ἔστ᾿ ἂν πεπανθῇ ἡ νοῦσος. Θανατωδέστερα δὲ τῶν οὔρων τά τε δυσώδεα καὶ ὑδατώδεα καὶ μέλανα καὶ παχέα· ἔστι δὲ τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶ τὰ μέλανα τῶν οὔρων κάκιστα, τοῖσι δὲ παιδίοισι τὰ ὑδατώδεα. Ὁκόσοι δ᾿ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πουλὺν χρόνον, ἢν τἄλλα ὡς περιεσομένοισι σημεῖα ᾖ, τουτέοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν φρενῶν χωρία. Καὶ τὰς λιπαρότητας δὲ τὰς ἄνω ἐφισταμένας ἀραχνοειδέας μέμφεσθαι· ξυντήξιος γὰρ σημεῖα. Σκοπέειν δὲ χρὴ τῶν οὔρων, ἐν οἷσιν αἱ νεφέλαι, ἤν τε ἄνω, ἤν τε κάτω ἔωσι, καὶ τὰ χρώματα ὁκοῖα ἴσχουσι, καὶ τὰς μὲν κάτω φερομένας ξὺν τοῖσι χρώμασιν, οἷσιν εἴρηται, ἀγαθὰς εἶναι νομίζειν καὶ ἐπαινέειν, τὰς δὲ ἄνω ξὺν τοῖσι χρώμασιν, οἷσιν εἴρηται, κακὰς εἶναι, καὶ μέμφεσθαι. Μὴ ἐξαπατάτω δέ σε, ἤν γε ἡ κύστις τι νούσημα ἔχουσα τῶν οὔρων τὰ τοιαῦτα ἀποδιδῷ· οὐ γὰρ τοῦ ὅλου σώματος σημεῖόν ἐστιν, ἀλλ᾿ αὐτῆς καθ᾿ ἑωυτῆς.

[13] Ἔμετος δὲ ὠφελιμώτατος ὁ φλέγματος καὶ χολῆς ξυμμεμιγμένων ὅτι μάλιστα· καὶ μὴ παχὺς κάρτα, μηδὲ πολὺς ἐμεέσθω· οἱ γὰρ ἀκρητέστεροι κακίους εἰσίν. Εἰ δὲ εἴη τὸ ἐμεύμενον πρασοειδὲς, ἢ πελιὸν, ἢ μέλαν, ὅ τι ἂν ᾖ τουτέων τῶν χρωμάτων, νομίζειν χρὴ πονηρὸν εἶναι· εἰ δὲ καὶ πάντα τὰ χρώματα ὁ ωὐτὸς ἄνθρωπος ἐμέοι, κάρτα ὀλέθριον τοῦτο γίγνεται· τάχιστον δὲ θάνατον σημαίνει τὸ πελιὸν τῶν ἐμεσμάτων, εἰ ὄζει δυσῶδες. Πᾶσαι δὲ αἱ ὑπόσαπροι καὶ δυσώδεες ὀσμαὶ κακαὶ ἐπὶ πᾶσι τοῖσιν ἐμεομένοισιν.

[14] Πτύελον χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖσι περὶ τὸν πλεύμονα καὶ τὰς πλευρὰς ταχέως τε ἀναπτύεσθαι καὶ εὐπετέως, ξυμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς τῷ πτυέλῳ. Εἰ γὰρ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀναπτύοιτο, ξανθὸν ἐὸν, ἢ πυῤῥὸν, ἢ πολλὴν βῆχα παρέχον, ἢ μὴ ἰσχυρῶς ξυμμεμιγμένον, κάκιον γίγνεται· τό τε γὰρ ξανθὸν ἄκρητον ἐὸν κινδυνῶδες, τὸ δὲ λευκὸν καὶ γλίσχρον καὶ στρογγύλον ἀλυσιτελές. Κακὸν δὲ καὶ τὸ χλωρὸν ἐὸν κάρτα καὶ τὸ ἀφρῶδες· εἰ δὲ εἴη οὕτως ἄκρητον ὥστε καὶ μέλαν φαίνεσθαι, δεινότερόν ἐστι τοῦτο ἐκείνων· κακὸν δὲ καὶ ἢν μηδὲν ἀνακαθαίρηται, μηδὲ προΐῃ ὁ πλεύμων, ἀλλὰ πλήρης ἐὼν ζέῃ ἐν τῇ φάρυγγι. Κορύζας δὲ καὶ πταρμοὺς ἐπὶ πᾶσι τοῖσι περὶ τὸν πλεύμονα νουσήμασι προγεγονέναι, ἢ ἐπιγενέσθαι, κακόν· ἀλλ᾿ ἐν τοῖσιν ἄλλοισι νουσήμασι τοῖσι θανατωδεστάτοισιν οἱ πταρμοὶ λυσιτελέουσιν. Αἵματι δὲ ξυμμεμιγμένον μὴ πολλῷ πτύελον ξανθὸν ἐν τοῖσι περιπλευμονικοῖσιν, ἐν ἀρχῇ μὲν τῆς νούσου πτυόμενον, περιεστικὸν καὶ κάρτα ὠφελέει· ἑβδομαίῳ δὲ ἐόντι καὶ παλαιοτέρῳ ἧσσον ἀσφαλές. Πάντα δὲ πτύελα πονηρά ἐστιν ὁκόσα ἂν τὴν ὀδύνην μὴ παύῃ. Κάκιστα δὲ τὰ μέλανα, ὡς διαγέγραπται. Τὰ δὲ παύοντα ὀδύνην, πάντων ἀμείνω ἀναπτυόμενα.

[15] Ὁκόσα δὲ τῶν ἀλγημάτων ἐκ τουτέων τῶν χωρίων μὴ παύηται, μήτε πρὸς τὰς τῶν πτυέλων καθάρσιας, μήτε πρὸς τὴν τῆς κοιλίης ἐκκόπρωσιν, μήτε πρὸς τὰς φλεβοτομίας τε καὶ φαρμακείας καὶ διαίτας, εἰδέναι δεῖ ἐκπυήσοντα. Τῶν δὲ ἐκπυημάτων ὁκόσα μὲν ἔτι χολώδεος ἐόντος τοῦ πτυέλου ἐκπυΐσκεται, ὀλέθρια κάρτα, ἤν τε ἐν μέρει τὸ χολῶδες τῷ πύῳ ἀναπτύοιτο, ἤν τε ὁμοῦ· μάλιστα δὲ, ἢν ἄρξηται χωρέειν τὸ ἐμπύημα ἀπὸ τουτέου τοῦ πτυέλου, ἑβδομαίου ἐόντος τοῦ νουσήματος. Ἐλπὶς δὲ τὸν τὰ τοιαῦτα πτύοντα ἀποθανεῖσθαι τεσσαρεσκαιδεκαταῖον, ἢν μή τι αὐτέῳ ἐπιγένηται ἀγαθόν. Ἔστι δὲ τὰ μὲν ἀγαθὰ τάδε· εὐπετέως φέρειν τὸ νούσημα, εὔπνοον εἶναι, τῆς ὀδύνης ἀπηλλάχθαι, τό τε πτύελον ῥηϊδίως ἀναβήσσειν, τό τε σῶμα ὁμαλῶς φαίνεσθαι θερμόν τε εἶναι καὶ μαλθακὸν, καὶ δίψαν μὴ ἔχειν, οὖρά τε καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται ἕκαστα εἶναι ἀγαθὰ, ἐπιγίγνεσθαι· οὕτω μὲν γὰρ ἁπάντων τουτέων ἐπιγιγνομένων, οὐκ ἂν ἀποθάνοι ὁ ἄνθρωπος· ἢν δὲ τὰ μὲν αὐτέων ἐπιγίγνοιτο, τὰ δὲ μὴ, οὐ πλείονα χρόνον ζήσας ἢ τεσσαρεσκαίδεκα ἡμέρας, ἀπόλοιτ᾿ ἂν ὁ ἄνθρωπος. Κακὰ δὲ τὰ ἐναντία τουτέων, ἤγουν δυσπετέως φέρειν τὴν νοῦσον, πνεῦμα μέγα καὶ πυκνὸν εἶναι, τὴν ὀδύνην μὴ παύεσθαι, τὸ πτύελον μόλις ἀναβήσσειν, διψῇν κάρτα, τό τε σῶμα ὑπὸ πυρὸς ἀνωμάλως ἔχεσθαι, καὶ τὴν μὲν κοιλίην καὶ τὰς πλευρὰς θερμὰς εἶναι ἰσχυρῶς, τὸ δὲ μέτωπον καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ψυχροὺς, οὖρα δὲ καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται ἕκαστα εἶναι κακὰ, ἐπιγίγνεσθαι· οὕτω γὰρ εἰ ἐπιγένοιτό τι τῷ πτυέλῳ τουτέῳ, ἀπόλοιτο ἂν ὁ ἄνθρωπος πρὶν ἢ ἐς τὰς τεσσαρεσκαίδεκα ἡμέρας ἀφικέσθαι, ἢ ἐναταῖος, ἢ ἑνδεκαταῖος. Οὕτως οὖν ξυμβάλλεσθαι χρὴ, ὡς τοῦ πτυέλου τουτέου θανατώδεος ἐόντος μάλα, καὶ οὐ φθάνοντος ἐς τὰς τεσσαρεσκαίδεκα ἡμέρας. Τὰ δὲ ἐπιγενόμενα κακά τε καὶ ἀγαθὰ ξυλλογιζόμενον ἐκ τουτέων χρὴ τὰς προῤῥήσιας προλέγειν· οὕτω γὰρ ἄν τις ἀληθεύοι μάλιστα. Αἱ δὲ ἄλλαι ἐκπυήσιες ῥήγνυνται αἱ πλεῖσται, αἱ μὲν εἰκοσταῖαι, αἱ δὲ τριηκοσταῖαι, αἱ δὲ τεσσαρακονθήμεροι, αἱ δὲ πρὸς τὰς ἑξήκοντα ἡμέρας ἀφικνέονται.

[16] Ἐπισκέπτεσθαι δὲ χρὴ τὴν ἀρχὴν τοῦ ἐμπυήματος ἔσεσθαι λογιζόμενον ἀπὸ τῆς ἡμέρης ἧς τὸ πρῶτον ὁ ἄνθρωπος ἐπύρεξεν, ἢ εἴ ποτε αὐτὸν ῥῖγος ἔλαβε, καὶ εἰ φαίη ἀντὶ τῆς ὀδύνης αὐτέῳ βάρος γεγενῆσθαι ἐν τῷ τόπῳ ἐν ᾧ ἤλγεεν· ταῦτα γὰρ ἐν ἀρχῇσι γίγνεται τῶν ἐμπυημάτων. Ἐξ οὖν τουτέων τῶν χρόνων τὴν ῥῆξιν χρὴ προσδέχεσθαι τῶν ἐμπυημάτων ἔσεσθαι ἐς τοὺς χρόνους τοὺς προειρημένους. Εἰ δὲ εἴη τὸ ἐμπύημα ἐπὶ θάτερα μοῦνον, στρέφειν τε καὶ καταμανθάνειν χρὴ ἐπὶ τουτέοισι, μή τι ἔχῃ ἄλγημα ἐν τῷ ἑτέρῳ πλευρῷ· καὶ ἢν θερμότερον ᾖ τὸ ἕτερον τοῦ ἑτέρου, κατακλινομένου ἐπὶ τὸ ὑγιαῖνον πλευρὸν, ἐρωτᾷν εἴ τι αὐτέῳ δοκέει βαρὺ ἀποκρέμασθαι ἐκ τοῦ ἄνωθεν. Εἰ γὰρ εἴη τοῦτο, ἐπὶ θάτερόν ἐστι τὸ ἐμπύημα, ἐπὶ ὁκοῖον ἂν πλευρὸν τὸ βάρος γίγνηται.

[17] Τοὺς δὲ ξύμπαντας ἐμπύους γιγνώσκειν χρὴ τοισίδε τοῖσι σημείοισι. Πρῶτον μὲν, ὁ πυρετὸς οὐκ ἀφίησιν, ἀλλὰ τὴν μὲν ἡμέρην λεπτὸς ἴσχει, τὴν δὲ νύκτα πλείων, καὶ ἱδρῶτες πολλοὶ ἐπιγίγνονται, βῆξαί τε θυμὸς ἐγγίγνεται αὐτέοισιν, καὶ ἀποπτύουσιν οὐδὲν ἄξιον λόγου, καὶ οἱ μὲν ὀφθαλμοὶ ἔγκοιλοι γίγνονται, αἱ δὲ γνάθοι ἐρυθήματα ἴσχουσι, καὶ οἱ μὲν ὄνυχες τῶν χειρῶν γρυποῦνται, οἱ δὲ δάκτυλοι θερμαίνονται, καὶ μάλιστα οἱ ἄκροι, καὶ ἐν τοῖσι ποσὶν οἰδήματα γίγνεται, καὶ σιτίων οὐκ ἐπιθυμέουσι, καὶ φλύκταιναι γίγνονται ἀνὰ τὸ σῶμα. Ὁκόσα μὲν οὖν ἐγχρονίζει τῶν ἐμπυημάτων, ἔχει τὰ σημεῖα ταῦτα, καὶ πιστεύειν αὐτέοισι χρὴ κάρτα· ὁκόσα δὲ ὀλιγοχρόνιά ἐστι, τουτέοισιν ἐπισημαίνεται, ἤν τι ἐπιφαίνηται, οἷα καὶ τοῖσιν ἐν ἀρχῇσι γιγνομένοισιν, ἅμα δὲ καὶ ἤν τι δυσπνούστερος ᾖ ὁ ἄνθρωπος. Τὰ δὲ ταχύτερον αὐτέων καὶ βραδύτερον ῥηγνύμενα τοισίδε γιγνώσκειν χρή· ἢν μὲν ὁ πόνος ἐν ἀρχῇσι γίγνηται, καὶ ἡ δύσπνοια καὶ ἡ βὴξ καὶ ὁ πτυαλισμὸς διατείνῃ, ἐς τὰς εἴκοσιν ἡμέρας προσδέχεσθαι τὴν ῥῆξιν, ἢ καὶ ἔτι πρόσθεν· ἢν δὲ ἡσυχαίτερος ὁ πόνος ᾖ, καὶ τἄλλα πάντα κατὰ λόγον, τουτέοισι προσδέχεσθαι τὴν ῥῆξιν ἐς ὕστερον· γίγνεσθαι δὲ ἀνάγκη καὶ πόνον καὶ δύσπνοιαν καὶ πτυαλισμὸν πρὸ τῆς τοῦ πύου ῥήξιος. Περιγίγνονται δὲ τουτέων μάλιστα μὲν οὓς ἂν ἀφῇ ὁ πυρετὸς αὐθημερὸν μετὰ τὴν ῥῆξιν, καὶ σιτίων ταχέως ἐπιθυμέωσι, καὶ δίψης ἀπηλλαγμένοι ἔωσι, καὶ ἡ γαστὴρ σμικρά τε καὶ ξυνεστηκότα ὑποχωρέῃ, καὶ τὸ πῦον λευκόν τε καὶ λεῖον καὶ ὁμόχροον ᾖ καὶ φλέγματος ἀπηλλαγμένον, καὶ ἄτερ πόνου τε καὶ βηχὸς ἰσχυρῆς ἀνακαθαίρηται. Ἄριστα μὲν οὕτω καὶ τάχιστα ἀπαλλάσσουσιν· ἢν δὲ μὴ, οἷσιν ἂν ἐγγυτάτω τουτέων γίγνηται. Ἀπόλλυνται δὲ οὓς ἂν ὅ τε πυρετὸς μὴ ἀφῇ, ἢ δοκέων αὐτέους ἀφιέναι, αὖθις φαίνηται ἀναθερμαινόμενος, καὶ δίψαν μὲν ἔχωσι, σιτίων δὲ μὴ ἐπιθυμέωσι, καὶ ἡ κοιλίη ὑγρὴ ᾖ, καὶ τὸ πῦον χλωρὸν ἢ πελιὸν, ἢ φλεγματῶδες καὶ ἀφρῶδες· ἢν ταῦτα πάντα γίγνηται, ἀπόλλυνται· ὁκόσοισι δ᾿ ἂν τουτέων τὰ μὲν ἐπιγένηται, τὰ δὲ μὴ, οἱ μὲν αὐτέων ἀπόλλυνται, οἱ δὲ ἐν πολλῷ χρόνῳ περιγίγνονται. Ἀλλ᾿ ἐκ πάντων τῶν τεκμηρίων τῶν ἐόντων ἐν τουτέοισι σημαίνεσθαι, καὶ τοῖσιν ἄλλοισι πᾶσιν.

[18] Ὁκόσοισι δὲ ἀποστάσιες γίγνονται ἐκ τῶν περιπλευμονικῶν νουσημάτων παρὰ τὰ ὦτα, καὶ ἐκπυέουσιν, ἢ ἐς τὰ κάτω χωρία, καὶ συριγγοῦνται, οὗτοι περιγίγνονται. Ἐπισκέπτεσθαι δὲ χρὴ τὰ τοιαῦτα ὧδε· ἢν ὅ τε πυρετὸς ἔχῃ, καὶ ἡ ὀδύνη μὴ παύηται, καὶ τὸ πτύελον μὴ ἐκχωρέῃ κατὰ λόγον, μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες, μηδὲ εὔλυτοί τε καὶ ἄκρητοι γίγνοιντο, καὶ μηδὲ τὸ οὖρον πουλύ τε κάρτα καὶ πολλὴν ὑπόστασιν ἔχον, ὑπηρετέηται δὲ περιεστικῶς ὑπὸ τῶν λοιπῶν πάντων τῶν περιεστικῶν σημείων, τουτέοισι χρὴ τὰς τοιαύτας ἀποστάσιας ἐλπίζειν ἔσεσθαι. Γίγνονται δὲ αἱ μὲν ἐς τὰ κάτω χωρία, οἷσιν ἂν περὶ τὰ ὑποχόνδρια τοῦ φλέγματός τι ἐγγένηται· αἱ δὲ ἄνω, οἷσι τὸ ὑποχόνδριον λαπαρόν τε καὶ ἀνώδυνον διατελέῃ, δύσπνοος δέ τινα χρόνον γενόμενος παύσηται, ἄτερ φανερῆς προφάσιος ἄλλης. Αἱ δὲ ἀποστάσιες αἱ ἐς τὰ σκέλεα ἐν τῇσι περιπλευμονίῃσι τῇσιν ἰσχυρῇσί τε καὶ ἐπικινδύνοισι λυσιτελέες μὲν πᾶσαι, ἄρισται δὲ αἱ τοῦ πτυέλου ἐν μεταβολῇ ἐόντος γιγνόμεναι· εἰ γὰρ τὸ οἴδημα καὶ ἡ ὀδύνη γίγνοιτο, τοῦ πτυέλου ἀντὶ ξανθοῦ πυώδεος γενομένου καὶ ἐκχωρέοντος ἔξω, οὕτως ἂν ἀσφαλέστατα ὅ τε ἄνθρωπος περιγίγνοιτο, καὶ ἡ ἀπόστασις ἀνώδυνος τάχιστα παύσαιτο· εἰ δὲ τὸ πτύελον μὴ ἐκχωρέοι καλῶς, μηδὲ τὸ οὖρον ὑπόστασιν ἀγαθὴν ἔχον φαίνοιτο, κίνδυνος χωλὸν γενέσθαι τὸ ἄρθρον ἢ πολλὰ πρήγματα παρασχεῖν. Ἢν δὲ ἀφανίζωνται καὶ παλινδρομέωσιν αἱ ἀποστάσιες, τοῦ πτυέλου μὴ ἐκχωρέοντος, καὶ τοῦ πυρετοῦ ἔχοντος, δεινόν· κίνδυνος γὰρ μὴ παραφρονήσῃ καὶ ἀποθάνῃ ὁ ἄνθρωπος. Τῶν δὲ ἐμπύων τῶν ἐκ τῶν περιπλευμονικῶν οἱ γεραίτεροι μᾶλλον ἀπόλλυνται· ἐκ δὲ τῶν ἄλλων ἐμπυημάτων οἱ νεώτεροι μᾶλλον ἀποθνήσκουσι. Ὁκόσοι δὲ τῶν ἐμπύων καίονται ἢ τέμνονται, οἷσιν ἂν καθαρὸν μὲν τὸ πῦον ᾖ καὶ λευκὸν καὶ μὴ δυσῶδες, σώζονται· οἷσι δὲ ὕφαιμόν τε καὶ βορβορῶδες, ἀπόλλυνται.

[19] Αἱ δὲ ξὺν πυρετῷ γιγνόμεναι ὀδύναι περὶ τὴν ὀσφύν τε καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτωνται, τὰ κάτω ἐκλείπουσαι, ὀλέθριαι κάρτα. Προσέχειν οὖν δεῖ τὸν νόον τοῖσιν ἄλλοισι σημείοισιν, ὡς ἤν τι καὶ τῶν ἄλλων σημείων ἐπιφαίνηται πονηρὸν, ἀνέλπιστος ὁ ἄνθρωπος· ἢν δὲ, ἀναΐσσοντος τοῦ νουσήματος ὡς πρὸς τὰς φρένας, τἄλλα σημεῖα μὴ πονηρὰ ἐπιγίγνηται, ἔμπυον ἔσεσθαι τοῦτον πολλαὶ ἐλπίδες. Κύστιες δὲ σκληραί τε καὶ ἐπώδυνοι δειναὶ μὲν παντελῶς καὶ ὀλέθριαι· ὀλεθριώτεραι δὲ ὁκόσαι ξὺν πυρετῷ ξυνεχεῖ γίγνονται· καὶ γὰρ οἱ ἀπ᾿ αὐτέων τῶν κυστίων πόνοι ἱκανοὶ ἀποκτεῖναι· καὶ αἱ κοιλίαι οὐ διαχωρέουσιν ἐν τουτέῳ τῷ χρόνῳ, εἰ μὴ σκληρά τε καὶ πρὸς ἀνάγκην· λύει δὲ οὖρον πυῶδες οὐρηθὲν, λευκὴν καὶ λείην ἔχον τὴν ὑπόστασιν. Ἢν δὲ μήτε τὸ οὖρον μηδὲν ἐνδιδοίη, μήτε ἡ κύστις μαλάσσοιτο, ὅ τε πυρετὸς ξυνεχὴς ᾖ, ἐν τῇσι πρώτῃσι περιόδοισι τοῦ νουσήματος ἐλπὶς τὸν ἀλγέοντα ἀπολέσθαι. Ὁ δὲ τρόπος οὗτος ἅπτεται τῶν παιδίων μάλιστα τῶν ἑπταετέων, ἕως ἂν ἐς τὰ πεντεκαίδεκα ἔτεα γένωνται.

[20] Οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε περιγίγνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. Οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες τεταρταῖοι παύονται, ἢ πρόσθεν· οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γιγνόμενοι τεταρταῖοι κτείνουσιν, ἢ πρόσθεν. Ἡ μὲν οὖν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ· ἡ δὲ δευτέρη ἐς τὴν ἑβδόμην περιάγεται· ἡ δὲ τρίτη ἐς τὴν ἑνδεκάτην· ἡ δὲ τετάρτη ἐς τὴν τεσσαρεσκαιδεκάτην· ἡ δὲ πέμπτη ἐς τὴν ἑπτακαιδεκάτην· ἡ δὲ ἕκτη ἐς τὴν εἰκοστήν. Αὗται μὲν οὖν ἐκ τῶν ὀξυτάτων νουσημάτων διὰ τεσσάρων ἐς τὰς εἴκοσιν ἐκ προσθέσιος τελευτῶσιν. Οὐ δύναται δὲ ὅλῃσιν ἡμέρῃσιν οὐδὲν τουτέων ἀριθμέεσθαι ἀτρεκέως· οὐδὲ γὰρ ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν ἡμέρῃσι πεφύκασιν ἀριθμέεσθαι. Μετὰ δὲ ταῦτα ἐν τῷ αὐτέῳ τρόπῳ κατὰ τὴν αὐτέην πρόσθεσιν ἡ πρώτη περίοδος τεσσάρων καὶ τριήκονθ᾿ ἡμερέων, ἡ δὲ δευτέρη τεσσαράκοντα ἡμερέων, ἡ δὲ τρίτη ἑξήκονθ᾿ ἡμερέων. Τουτέων δ᾿ ἐν ἀρχῇσίν ἐστι χαλεπώτατον διαγιγνώσκειν τὰ μέλλοντα ἐν πλείστῳ χρόνῳ κρίνεσθαι· ὁμοιόταται γὰρ αἱ ἀρχαί εἰσιν αὐτέων· ἀλλὰ χρὴ ἀπὸ τῆς πρώτης ἡμέρης ἐνθυμέεσθαι, καὶ καθ᾿ ἑκάστην τετράδα προστιθεμένην σκέπτεσθαι· καὶ οὐ λήσεται ὅπη τρέψεται τὸ νούσημα. Γίγνεται δὲ ἡ τῶν τεταρταίων κατάστασις ἐκ τοῦ τοιούτου κόσμου. Τὰ δὲ ἐν ἑλαχίστῳ χρόνῳ μέλλοντα κρίνεσθαι, εὐπετέστερα γιγνώσκεσθαι· μέγιστα γὰρ τὰ διαφέροντα ἀπ᾿ ἀρχῆς αὐτέων ἐστίν· οἱ μὲν γὰρ περιεσόμενοι εὔπνοοί τε καὶ ἀνώδυνοί εἰσι, καὶ κοιμῶνται τὰς νύκτας, τά τε ἄλλα σημεῖα ἔχουσιν ἀσφαλέστατα· οἱ δὲ ἀπολούμενοι δύσπνοοι γίγνονται, ἀλλοφάσσοντες, ἀγρυπνέοντες, τά τε ἄλλα σημεῖα κάκιστα ἔχοντες. Ὡς οὖν τουτέων οὕτω γιγνομένων ξυμβάλλεσθαι χρὴ, κατά τε τὸν χρόνον, κατά τε τὴν πρόσθεσιν ἑκάστην ἐπὶ τὴν κρίσιν ἰόντων τῶν νουσημάτων. Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τῇσι γυναιξὶν αἱ κρίσιες ἐκ τῶν τόκων γίγνονται.

[21] Κεφαλῆς δὲ ὀδύναι ἰσχυραί τε καὶ ξυνεχέες ξὺν πυρετῷ· ἢν μέν τι τῶν θανατωδέων σημείων προσγίγνοιτο, ὀλέθριον κάρτα. Εἰ δὲ ἄτερ τῶν τοιούτων σημείων ἡ ὀδύνη ὑπερβάλλοι εἴκοσιν ἡμέρας, ὅ τε πυρετὸς ἔχοι, ὑποσκέπτεσθαι χρὴ αἵματος ῥῆξιν διὰ ῥινῶν, ἢ ἄλλην τινὰ ἀπόστασιν ἐς τὰ κάτω χωρία· ἔστ᾿ ἂν δὲ ἡ ὀδύνη ᾖ νεαρὰ, προσδέχεσθαι χρὴ ὡσαύτως αἵματος ῥῆξιν διὰ ῥινῶν, ἢ ἐκπύησιν, ἄλλως τε ἢν ἡ ὀδύνη περὶ τοὺς κροτάφους καὶ τὸ μέτωπον ᾖ· μᾶλλον δὲ χρὴ προσδέχεσθαι τοῦ μὲν αἵματος τὴν ῥῆξιν τοῖσι νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων, τοῖσι δὲ γεραιτέροισι τὴν ἐκπύησιν.

[22] Ὠτὸς δὲ ὀξείη ὀδύνη ξὺν πυρετῷ ξυνεχεῖ τε καὶ ἰσχυρῷ δεινόν· κίνδυνος γὰρ παραφρονῆσαι τὸν ἄνθρωπον καὶ ἀπολέσθαι. Ὡς οὖν τουτέου τοῦ τόπου σφαλεροῦ ἐόντος, ταχέως δεῖ προσέχειν τὸν νόον τοῖσι σημείοισι πᾶσιν ἀπὸ τῆς πρώτης ἡμέρης. Ἀπόλλυνται δὲ οἱ μὲν νεώτεροι τῶν ἀνθρώπων ἑβδομαῖοι καὶ ἔτι θᾶσσον ὑπὸ τουτέου τοῦ νουσήματος· οἱ δὲ γέροντες πολλῷ βραδύτερον· οἵ τε γὰρ πυρετοὶ καὶ αἱ παραφροσύναι ἧσσον αὐτέοισιν ἐπιγίγνονται, καὶ τὰ ὦτα διὰ τοῦτο φθάνει ἐκπυΐσκεσθαι· ἀλλὰ ταύτῃσι μὲν τῇσιν ἡλικίῃσιν ὑποστροφαὶ τοῦ νουσήματος ἐπιγιγνόμεναι ἀποκτείνουσι τοὺς πλείστους. Οἱ δὲ νεώτεροι, πρὶν ἐκπυῆσαι τὸ οὖς, ἀπόλλυνται· πλὴν ἀλλ᾿ ἤν γε ῥυῇ πῦον λευκὸν ἐκ τοῦ ὠτὸς, ἐλπὶς τῷ νεωτέρῳ περιγενέσθαι, ἤν γε καὶ ἄλλο τι αὐτέῳ ἐπιγένηται χρηστὸν σημεῖον.

[23] Φάρυγξ δὲ ἑλκουμένη ξὺν πυρετῷ δεινόν· ἀλλ᾿ ἤν τι καὶ ἄλλο σημεῖον γένηται τῶν προκεκριμένων πονηρῶν εἶναι, προλέγειν δεῖ ὡς ἐν κινδύνῳ ἐόντος τοῦ ἀνθρώπου. Αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι, καὶ τάχιστα ἀναιρέουσιν, ὁκόσαι μήτε ἐν τῇ φάρυγγι μηδὲν ἔκδηλον ποιέουσι, μήτε ἐν τῷ αὐχένι, πλεῖστον δὲ πόνον παρέχουσι καὶ ὀρθόπνοιαν· αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσι, καὶ δευτεραῖαι, καὶ τριταῖαι, καὶ τεταρταῖαι. Ὅσαι δὲ τὰ μὲν ἄλλα παραπλησίως πόνον παρέχουσιν, ἐπαίρονται δὲ, καὶ ἐρυθήματα ἐν τῇ φάρυγγι ποιέουσιν, ὀλέθριαι μὲν κάρτα, χρονιώτεραι δὲ μᾶλλον τῶν πρόσθεν, ἢν τὸ ἐρύθημα μέγα γίγνηται. Ὁκόσοισι δὲ ξυνεξερευθείη ἡ φάρυγξ καὶ ὁ αὐχὴν, αὗται δὴ χρονιώτεραι, καὶ μάλιστα ἐξ αὐτέων τινὲς περιφεύγουσιν, ἢν ὅ τε αὐχὴν καὶ τὸ στῆθος ἐρύθημα ἔχῃ, καὶ μὴ παλινδρομέῃ τὸ ἐρυσίπελας ἔσω. Ἢν δὲ μήτε ἐν ἡμέρῃσι κρισίμῃσιν ἀφανίζηται τὸ ἐρυσίπελας, μήτε φύματος ξυστραφέντος ἐν τῷ ἔξω χωρίῳ, μήτε πῦον ἀποβήσσῃ, ῥηϊδίως τε καὶ ἀπόνως ἔχειν δοκέῃ, θάνατον σημαίνει, ἢ ὑποστροφὴν τοῦ ἐρυθήματος. Ἀσφαλέστερον δὲ τὸ οἴδημα καὶ τὸ ἐρύθημα ὡς μάλιστα ἔξω τρέπεσθαι· ἢν δὲ ἐς τὸν πλεύμονα τραπείη, παράνοιάν τε ποιέει, καὶ ἔμπυοι ἐξ αὐτέων τινὲς ὡς τὰ πολλὰ γίγνονται. Οἱ δὲ γαργαρεῶνες ἐπικίνδυνοι καὶ ἀποτάμνεσθαι καὶ ἀποσχάζεσθαι, ἔστ᾿ ἂν ἐρυθροί τε ἔωσι καὶ μεγάλοι· καὶ γὰρ φλεγμοναὶ ἐπιγίγνονται τουτέοισι καὶ αἱμοῤῥαγίαι· ἀλλὰ χρὴ τὰ τοιαῦτα τοῖσιν ἄλλοισι μηχανήμασι πειρῆσθαι κατισχναίνειν ἐν τουτέῳ τῷ χρόνῳ. Ὁκόταν δὲ ἀποκριθῇ πᾶν, ὃ δὴ σταφυλὴν καλέουσι, καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν τε καὶ περιφερὲς, τὸ δὲ ἀνωτέρω λεπτότερον, ἐν τουτέῳ τῷ καιρῷ ἀσφαλὲς διαχειρίζειν. Ἄμεινον δὲ καὶ τὴν κοιλίην ὑποκενώσαντα τῇ χειρουργίῃ χρέεσθαι, ἢν ὅ τε χρόνος ξυγχωρέῃ, καὶ μὴ ἀποπνίγηται ὁ ἄνθρωπος.

[24] Ὁκόσοισι δ᾿ ἂν οἱ πυρετοὶ παύωνται, μήτε σημείων γενομένων λυτηρίων, μήτε ἐν ἡμέρῃσι κρισίμῃσιν, ὑποστροφὴν προσδέχεσθαι χρὴ τουτέοισιν. Ὅστις δ᾿ ἂν τῶν πυρετῶν μηκύνῃ περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου, μηκέτι ὀδύνης ἐχούσης διὰ φλεγμονήν τινα, μήτε διὰ πρόφασιν ἄλλην μηδεμίην ἐμφανέα, τουτέῳ προσδέχεσθαι ἀπόστασιν μετ᾿ οἰδήματός τε καὶ ὀδύνης ἔς τι τῶν ἄρθρων, καὶ οὐχ ἧσσον ἐκ τῶν κάτω. Μᾶλλον δὲ γίγνονται καὶ ἐν ἐλάσσονι χρόνῳ αἱ τοιαῦται ἀποστάσιες τοῖσι νεωτέροισι τριήκοντα ἐτέων· ὑποσκέπτεσθαι δὲ χρὴ εὐθέως τὰ περὶ τῆς ἀποστάσιος, ἢν εἴκοσιν ἡμέρας ὁ πυρετὸς ἔχων ὑπερβάλλῃ· τοῖσι δὲ γεραιτέροισιν ἧσσον γίγνεται, πολυχρονιωτέρου ἐόντος τοῦ πυρετοῦ. Χρὴ δὲ τὴν μὲν τοιαύτην ἀπόστασιν προσδέχεσθαι, ξυνεχέος ἐόντος τοῦ πυρετοῦ, ἐς δὲ τεταρταῖον καταστήσεσθαι, ἢν διαλείπῃ τε καὶ καταλαμβάνῃ πεπλανημένον τρόπον, καὶ ταῦτα ποιέων τῷ φθινοπώρῳ προσπελάσῃ. Ὥσπερ δὲ τοῖσι νεωτέροισι τῶν τριήκοντα ἐτέων αἱ ἀποστάσιες γίγνονται, οὕτως οἱ τεταρταῖοι μᾶλλον τοῖσι τριήκοντα ἐτέων καὶ γεραιτέροισιν. Τὰς δὲ ἀποστάσιας εἰδέναι χρὴ τοῦ χειμῶνος μᾶλλον γιγνομένας χρονιώτερόν τε παυομένας, ἧσσον δὲ παλινδρομεύσας. Ὅστις δ᾿ ἂν ἐν πυρετῷ μὴ θανατώδει φῇ τὴν κεφαλὴν ἀλγέειν, ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, ἢ καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται· ἢν δὲ καὶ ῥῖγος ἐπιλάβῃ, καὶ τὰ κάτω μέρεα τοῦ ὑποχονδρίου ψυχρὰ ᾖ, καὶ θᾶσσον ἔτι ὁ ἔμετος παρέσται· ἢν δέ τι πίῃ ἢ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα τοῦτο ταχέως ἐμέεται. Τουτέων δὲ οἷσιν ἂν ἄρξηται ὁ πόνος τῇ πρώτῃ ἡμέρῃ γίγνεσθαι, τεταρταῖοι πιεζεῦνται μάλιστα καὶ πεμπταῖοι· ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται· οἱ μέντοι πλείονες αὐτέων ἄρχονται μὲν πονέεσθαι τριταῖοι, χειμάζονται δὲ μάλιστα πεμπταῖοι, ἀπαλλάσσονται δὲ ἐναταῖοι ἢ ἑνδεκαταῖοι· οἳ δ᾿ ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι, καὶ τἄλλα κατὰ λόγον αὐτέοισι γίγνηται, ἐς τὴν τεσσαρεσκαιδεκάτην κρίνεται ἡ νοῦσος. Γίγνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν ἐν τοῖσι τριταίοισι μάλιστα· τοῖσι δὲ νεωτέροισι γίγνεται μὲν καὶ ἐν τουτέοισι, μᾶλλον δὲ ἐν τοῖσι ξυνεχεστέροισι πυρετοῖσι, καὶ ἐν τοῖσι γνησίοισι τριταίοισιν. Οἷσι δ᾿ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, ἀμβλυωγμὸς γίγνεται, ἢ μαρμαρυγαὶ προφαίνονται, ἀντὶ δὲ τοῦ καρδιώσσειν, ἐν τῷ ὑποχονδρίῳ ἐπὶ δεξιὰ ἢ ἐπ᾿ ἀριστερὰ ξυντείνεταί τι μήτε ξὺν ὀδύνῃ μήτε ξὺν φλεγμονῇ, αἷμα διὰ τῶν ῥινῶν τουτέοισι ῥυῆναι προσδόκιμον ἀντὶ τοῦ ἐμέτου. Μᾶλλον δὲ καὶ ἐνταῦθα τοῖσι νέοισι τοῦ αἵματος τὴν ῥῆξιν προσδέχεσθαι· τοῖσι δὲ πέντε καὶ τριήκοντα ἔτεσι καὶ γεραιτέροισιν ἧσσον, ἀλλὰ τοὺς ἐμέτους τουτέοισι προσδέχεσθαι. Τοῖσι δὲ παιδίοισι σπασμοὶ γίγνονται, ἢν ὁ πυρετὸς ὀξὺς ᾖ, καὶ ἡ γαστὴρ μὴ διαχωρέῃ, καὶ ἀγρυπνέωσί τε καὶ ἐκπλαγέωσι, καὶ κλαυθμυρίζωσι, καὶ τὸ χρῶμα μεταβάλλωσι, καὶ χλωρὸν ἢ πελιὸν ἢ ἐρυθρὸν ἴσχωσιν. Γίγνεται δὲ ταῦτα ἐξ ἑτοιμοτάτου μὲν τοῖσι παιδίοισι τοῖσι νεωτάτοισιν ἐς τὰ ἑπτὰ ἔτεα· τὰ δὲ πρεσβύτερα τῶν παιδίων καὶ οἱ ἄνδρες οὐκ ἔτι ἐν τοῖσι πυρετοῖσιν ὑπὸ τῶν σπασμῶν ἁλίσκονται, ἢν μή τι τῶν σημείων προσγένηται τῶν ἰσχυροτάτων τε καὶ κακίστων, οἷά περ ἐν τῇσι φρενίτισι γίγνεται. Τοὺς δ᾿ ἀπολουμένους τε καὶ περιεσομένους τῶν παιδίων τε καὶ τῶν ἄλλων τεκμαίρεσθαι τοῖσι ξύμπασι σημείοισιν, ὡς ἐφ᾿ ἑκάστοισιν ἕκαστα διαγέγραπται. Ταῦτα δὲ λέγω περί τε τῶν ὀξέων νουσημάτων καὶ ὅσα ἐκ τουτέων γίγνεται.

[25] Χρὴ δὲ τὸν μέλλοντα ὀρθῶς προγιγνώσκειν τοὺς περιεσομένους καὶ τοὺς ἀποθανουμένους, ὅσοισί τε ἂν μέλλῃ πλέονας ἡμέρας παραμένειν τὸ νούσημα καὶ ὅσοισιν ἂν ἐλάσσους, τὰ σημεῖα ἐκμανθάνοντα πάντα δύνασθαι κρίνειν, λογιζόμενον τὰς δυνάμιας αὐτέων πρὸς ἀλλήλας, ὥσπερ διαγέγραπται περί τε τῶν ἄλλων καὶ τῶν οὔρων καὶ τῶν πτυέλων, ὅταν ὁμοῦ πῦόν τε ἀναβήσσῃ καὶ χολήν. Χρὴ δὲ καὶ τὰς φορὰς τῶν νουσημάτων αἰεὶ ἐπιδημεύντων ταχέως ἐνθυμέεσθαι, τήν τε τῆς ὥρης κατάστασιν. Εὖ μέντοι χρὴ εἰδέναι περὶ τῶν τεκμηρίων καὶ τῶν ἄλλων σημείων, καὶ μὴ λανθάνειν ὅτι ἐν παντὶ ἔτει καὶ πάσῃ ὥρῃ τά τε κακὰ κακὸν σημαίνει, καὶ τὰ χρηστὰ ἀγαθὸν, ἐπεὶ καὶ ἐν Λιβύῃ καὶ ἐν Δήλῳ καὶ ἐν Σκυθίῃ φαίνεται τὰ προγεγραμμένα ἀληθεύοντα σημεῖα. Ἐξ ὧν χρὴ εἰδέναι ὅτι ἔν γε τοῖσιν αὐτέοισι χωρίοισιν οὐδὲν δεινὸν τὸ μὴ οὐ τὰ πολλαπλάσια αὐτέων ἐπιτυγχάνειν, ἢν ἐκμαθών τις αὐτὰ κρίνειν τε καὶ λογίζεσθαι ὀρθῶς ἐπίστηται. Ποθέειν δὲ χρὴ οὐδενὸς νουσήματος οὔνομα, ὅ τι μὴ τυγχάνῃ ἐνθάδε γεγραμμένον· πάντα γὰρ ὁκόσα ἐν τοῖσι χρόνοισι τοῖσι προειρημένοισι κρίνεται, γνώσῃ τοῖσιν αὐτέοισι σημείοισιν.


Περὶ Διαίτης Ὀξέων Νοσημάτων

[1] Οἱ ξυγγράψαντες τὰς Κνιδίας καλεομένας γνώμας, ὁκοῖα μὲν πάσχουσιν οἱ κάμνοντες ἐν ἑκάστοισι τῶν νουσημάτων ὀρθῶς ἔγραψαν, καὶ ὁκοίως ἔνια ἀπέβαινεν αὐτέων· καὶ ἄχρι μὲν τουτέου καὶ μὴ ἰητρὸς δύναιτο τις ἂν ὀρθῶς ξυγγράψαι, εἰ εὖ παρὰ τῶν καμνόντων ἕκαστον πύθοιτο ὁκοῖα πάσχουσιν. Ὁκόσα δὲ προκαταμαθεῖν χρὴ τὸν ἰητρὸν, μὴ λέγοντος τοῦ κάμνοντος, τουτέων τὰ πολλὰ παρεῖται, ἄλλα ἐν ἄλλοισι, καὶ ἐπίκαιρα ἔνια ἐόντα ἐς τέκμαρσιν. Ὁκόταν δὲ ἐς τέκμαρσιν λέγηται ὡς χρὴ ἕκαστα ἰητρεύειν, ἐν τουτέοισι πολλὰ ἑτεροίως γιγνώσκω ἢ ὡς ἐκεῖνοι ἐπεξῄεσαν· καὶ οὐ μοῦνον διὰ τοῦτο οὐκ ἐπαινέω, ἀλλ᾿ ὅτι καὶ ὀλίγοισι τὸν ἀριθμὸν τοῖσιν ἀκέεσιν ἐχρέοντο· τὰ γὰρ πλεῖστα αὐτέοισιν εἰρέαται πλὴν τῶν ὀξειῶν νούσων, φάρμακα ἐλατήρια διδόναι καὶ ὀῤῥὸν καὶ γάλα ἐς τὴν ὥρην πιπίσκειν. Εἰ μὲν οὖν ταῦτα ἀγαθὰ ἦν καὶ ἁρμόζοντα τοῖσι νουσήμασιν, ἐφ᾿ οἷσι παρῄνεον διδόναι, ἔτι ἂν ἀξιώτερα ἐπαίνου ἦν, ὅτι, ὀλίγα ἐόντα, αὐτάρκεά ἐστιν· νῦν δὲ οὐχ οὕτως ἔχει. Οἱ μέν τοι ὕστερον ἐπιδιασκευάσαντες, ἰητρικώτερον δή τι ἐπῆλθον περὶ τῶν προσοιστέων ἑκάστοισιν· ἀτὰρ οὐδὲ περὶ διαίτης οἱ ἀρχαῖοι ξυνέγραψαν οὐδὲν ἄξιον λόγου, καίτοι μέγα τοῦτο παρῆκαν. Τὰς μέντοι πολυτροπίας τὰς ἐν ἑκάστῃ τῶν νούσων καὶ τὴν πολυσχιδίην αὐτέων οὐκ ἠγνόεον ἔνιοι· τοὺς δὲ ἀριθμοὺς ἑκάστου τῶν νουσημάτων σάφα φράζειν ἐθέλοντες, οὐκ ὀρθῶς ἔγραψαν· μὴ γὰρ οὐκ εὐαρίθμητον εἴη, εἰ τουτέῳ τις σημανεῖται τὴν τῶν καμνόντων νοῦσον, τῷ ἕτερον ἑτέρου διαφέρειν τι, καὶ, ἢν μὴ τωὐτὸ νούσημα δοκέῃ εἶναι, μὴ τωὐτὸ οὔνομα ἔχειν.

[2] Ἐμοὶ δ᾿ ἁνδάνει μὲν ἐν πάσῃ τῇ τέχνῃ προσέχειν τὸν νόον· καὶ γὰρ ὁκόσα ἔργα καλῶς ἔχει ἢ ὀρθῶς, καλῶς ἕκαστα χρὴ ποιέειν καὶ ὀρθῶς, καὶ ὁκόσα ταχέως ἔργα, ταχέως, καὶ ὁκόσα καθαρίως, καθαρίως, καὶ ὁκόσα ἀνωδύνως διαχειρίζεσθαι, ὡς ἀνωδυνώτατα ποιέειν, καὶ τἄλλα πάντα τὰ τοιουτότροπα διαφερόντως τῶν πέλας ἐπὶ τὸ βέλτιον ποιέειν χρή. Μάλιστα δ᾿ ἂν ἐπαινέσαιμι ἰητρὸν, ὅστις ἐν τοῖσιν ὀξέσι νουσήμασιν, ἃ τοὺς πλείστους τῶν ἀνθρώπων κτείνει, ἐν τουτέοισι διαφέρων τι τῶν ἄλλων εἴη ἐπὶ τὸ βέλτιον. Ἔστι δὲ ταῦτα ὀξέα, ὁκοῖα ὠνόμασαν οἱ ἀρχαῖοι πλευρῖτιν, καὶ περιπλευμονίην, καὶ φρενῖτιν, καὶ λήθαργον, καὶ καῦσον, καὶ τἄλλα νουσήματα ὁκόσα τουτέων ἐχόμενά ἐστιν, ὧν οἱ πυρετοὶ τὸ ἐπίπαν ξυνεχέες. Ὅταν γὰρ μὴ λοιμώδεος νούσου τρόπος τις κοινὸς ἐπιδημήσῃ, ἀλλὰ σποράδεες ἔωσιν αἱ νοῦσοι καὶ παραπλήσιοι, ὑπὸ τουτέων τῶν νουσημάτων ἀποθνήσκουσι μᾶλλον ἢ ὑπὸ τῶν ἄλλων τῶν ξυμπάντων. Οἱ μὲν οὖν ἰδιῶται οὐ κάρτα γιγνώσκουσι τοὺς ἐς ταῦτα διαφέροντας τῶν πέλας, ἑτεροίων τε μᾶλλον ἰημάτων ἐπαινέται καὶ ψέκται εἰσίν. Ἔπειτα μέγα σημεῖον τόδε, ὅτι οἱ δημόται ἀξυνετώτατοι αὐτοὶ ἑωυτῶν περὶ τουτέων τῶν νουσημάτων εἰσὶν ὡς μελετητέα εἶναι· οἱ γὰρ μὴ ἰητροὶ ἰητροὶ δοκέουσιν εἶναι μάλιστα διὰ ταύτας τὰς νούσους ῥηΐδιον γὰρ τὰ ὀνόματα ἐκμανθάνειν, ὁκοῖα νενόμισται προσφέρεσθαι πρὸς τοὺς τὰ τοιαῦτα κάμνοντας. Ἢν γὰρ ὀνομάσῃ τις πτισάνης τε χυλὸν καὶ οἶνον τοῖον ἢ τοῖον καὶ μελίκρητον, ἅπαντα τοῖσι δημότῃσι δοκέουσιν οἱ ἰητροὶ ταῦτα λέγειν, οἵ τε βελτίους καὶ οἱ χείρους· τὰ δὲ οὐχ οὕτως ἔχει, ἀλλ᾿ ἐν τουτέοισι δὴ καὶ πάνυ μέγα διαφέρουσιν ἕτεροι ἑτέρων.

[3] Δοκέει δέ μοι ἄξια γραφῆς εἶναι ταῦτα μάλιστα, ὁκόσα τε ἀκαταμάθητά ἐστι τοῖσιν ἰητροῖσιν, ἐπίκαιρα ἐόντα εἰδέναι, καὶ ὁκόσα μεγάλας ὠφελείας φέρει ἢ μεγάλας βλάβας. Ἀκαταμάθητα μὲν οὖν τάδε ἐστί· διὰ τί ἄρα ἐν τῇσιν ὀξείῃσι νούσοισιν οἱ μὲν τῶν ἰητρῶν ἅπαντα τὸν αἰῶνα διατελεῦσι πτισάνας διδόντες ἀδιηθήτους, καὶ νομίζουσιν ὀρθῶς ἰητρεύειν, οἱ δέ τινες περὶ παντὸς ποιέονται ὅκως κριθὴν μηδεμίην καταπίῃ ὁ κάμνων (μεγάλην γὰρ βλάβην ἡγεῦνται εἶναι), ἀλλὰ δι᾿ ὀθονίου διηθεῦντες τὸν χυλὸν διδόασιν· οἱ δ᾿ αὖ τινες αὐτέων οὔτ᾿ ἂν πτισάνην παχείην δοῖεν, οὔτε χυλόν· οἱ μὲν μέχρις ἂν ἑβδομαῖος γένηται ὁ κάμνων, οἱ δὲ καὶ διὰ τέλεος ἄχρις ἂν κριθῇ ἡ νοῦσος. Μάλα μὲν οὖν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήματα εἰθισμένοι εἰσὶν οἱ ἰητροί· ἴσως δὲ οὐδὲ προβαλλόμενα εὑρίσκεται· καίτοι διαβολήν γε ἔχει ὅλη ἡ τέχνη πρὸς τῶν δημοτέων μεγάλην, ὡς μηδὲ δοκέειν ὅλως ἰητρικὴν εἶναι· ἔν γε τοῖσιν ὀξέσι τῶν νουσημάτων τοσόνδε διοίσουσιν ἀλλήλων οἱ χειρωνάκται, ὥστε ἃ ὁ ἕτερος προσφέρει ἡγεύμενος ἄριστα εἶναι, ταῦτα νομίζειν ἤδη τὸν ἕτερον κακὰ εἶναι· καὶ σχεδὸν ἂν κατά γε τὸ τοιόνδε τὴν τέχνην φαῖεν ὡμοιῶσθαι τῇ μαντικῇ, ὅτι οἱ μάντιες τὸν αὐτὸν ὄρνιθα, εἰ μὲν ἀριστερὸς εἴη, ἀγαθὸν νομίζουσιν εἶναι, εἰ δὲ δεξιὸς, κακόν· καὶ ἐν ἱεροσκοπίῃ τὰ τοιάδε εὕροι τις ἂν ἄλλα ἐπ᾿ ἄλλοισιν· ἀλλ᾿ ἔνιοι τῶν μαντίων τἀναντία τουτέων. Φημὶ δὴ πάγκαλον εἶναι τοῦτο τὸ σκέμμα καὶ ἠδελφισμένον τοῖσι πλείστοισι τῶν ἐν τῇ τέχνῃ καὶ ἐπικαιροτάτοισιν· καὶ γὰρ τοῖσι νοσέουσι πᾶσιν ἐς ὑγείην μέγα τι δύνασθαι, καὶ τοῖσιν ὑγιαίνουσιν ἐς ἀσφαλείην, καὶ τοῖσιν ἀσκέουσιν ἐς εὐεξίην, καὶ ἐς ὅ τι ἂν ἕκαστος ἐθέλῃ.

[4] Πτισάνη μὲν οὖν μοι δοκέει ὀρθῶς προκεκρίσθαι τῶν σιτηρῶν γευμάτων ἐν τουτέοισι τοῖσι νουσήμασι, καὶ ἐπαινέω γε τοὺς προκρίναντας. Τὸ γὰρ γλίσχρασμα αὐτέης λεῖον καὶ ξυνεχὲς καὶ προσηνές ἐστι καὶ ὀλισθηρὸν καὶ πλαδαρὸν μετρίως καὶ ἄδιψον καὶ εὐέκπλυτον, εἴ τι καὶ τουτέου προσδέοι, καὶ οὔτε στύψιν ἔχον, οὔτε ἄραδον κακὸν, οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίῃ· ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήσει ὁκόσον πλεῖστον ἐπεφύκει διογκοῦσθαι. Ὁκόσοι μὲν οὖν πτισάνῃσι χρέονται, ἐν τουτέοισι τοῖσι νουσήμασιν οὐδεμιῇ ἡμέρῃ κενεαγγητέον, ὡς ἔπος εἰρῆσθαι, ἀλλὰ χρηστέον, καὶ οὐ διαλειπτέον, ἢν μή τι δέῃ ἢ διὰ φαρμακίην ἢ κλύσιν διαλιπεῖν. Καὶ τοῖσι μέν γε εἰθισμένοισι δὶς σιτέεσθαι τῆς ἡμέρης, δὶς δοτέον· τοῖσι δὲ μονοσιτέειν εἰθισμένοισιν, ἅπαξ δοτέον τὴν πρώτην, ἐκ προσαγωγῆς δὲ, ἢν ἐνδέχηται, καὶ τουτέοισι δὶς δοτέον, ἤν τι δοκέῃ προσδεῖν. Πλῆθος δὲ ἀρκέει κατ᾿ ἀρχὰς διδόναι μὴ πουλὺ, μηδὲ ὑπέρπαχυ, ἀλλ᾿ ὁκόσον ἕνεκεν τοῦ ἔθεος ἐσιέναι τι, καὶ κενεαγγίην μὴ γίγνεσθαι πολλήν. Περὶ δὲ τῆς ἐπιδόσιος ἐς πλῆθος τοῦ ῥοφήματος, ἢν μὲν ξηρότερον ᾖ τὸ νούσημα ἢ ὡς ἄν τις οἴοιτο, οὐ χρὴ ἐπὶ πλέον διδόναι, ἀλλὰ προπίνειν πρὸ τοῦ ῥοφήματος ἢ μελίκρητον, ἢ οἶνον, ὁκότερον ἂν ἁρμόζῃ· τὸ δ᾿ ἁρμόζον ἐφ᾿ ἑκάστοισι τῶν τρόπων εἰρήσεται. Ἢν δὲ ὑγραίνηται τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πλεύμονος εἴη ὁκοῖα δεῖ, ἐπιδιδόναι χρὴ ἐς πλῆθος τοῦ ῥοφήματος, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι· τὰ μὲν γὰρ θᾶσσον καὶ μᾶλλον πλαδῶντα ταχυτῆτα κρίσιος σημαίνει, τὰ δὲ βραδύτερον καὶ ἧσσον βραδυτέρην σημαίνει τὴν κρίσιν. Καὶ ταῦτα αὐτὰ μὲν καθ᾿ ἑωυτὰ τοιάδε τὸ ἐπίπαν ἐστίν· πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα παρεῖται οἷσι προσημαίνεσθαι δεῖ, ἃ εἰρήσεται ὕστερον. Καὶ ὁκόσῳ ἂν πλείων ἡ κάθαρσις γίγνηται, τοσῷδε χρὴ πλέον ἐπιδιδόναι ἄχρι κρίσιος· μάλιστα δὲ κρίσιος ὑπερβολῆς δύο ἡμερέων, οἷσί γε ἢ πεμπταίοισιν ἢ ἑβδομαίοισιν ἢ ἐναταίοισι δοκέει κρίνεσθαι, ὡς καὶ τὸ ἄρτιον καὶ τὸ περισσὸν προμηθήσῃ· μετὰ δὲ τοῦτο, τῷ μὲν ῥοφήματι τὸ πρωῒ χρηστέον, ὀψὲ δὲ ἐς σιτία μεταβάλλειν. Ξυμφέρει δὲ τὰ τοιάδε ὡς ἐπιτοπουλὺ τοῖσιν ὅλῃσι πτισάνῃσιν αὐτίκα χρεομένοισιν. Αἵ τε γὰρ ὀδύναι ἐν τοῖσι πλευριτικοῖσιν αὐτίκα αὐτόματοι παύονται, ὅταν ἄρξωνται πτύειν τι ἄξιον λόγου καὶ ἐκκαθαίρεσθαι, αἵ τε καθάρσιες πολλῷ τελεώτεραί εἰσι, καὶ ἔμπυοι ἧσσον γίγνονται ἢ εἰ ἀλλοίως τις διαιτῴη, καὶ αἱ κρίσιες ἁπλούστεραι καὶ εὐκριτώτεραι καὶ ἧσσον ὑποστροφώδεες.

[5] Τὰς δὲ πτισάνας χρὴ ἐκ κριθέων τε ὡς βελτίστων εἶναι καὶ κάλλιστα ἡψῆσθαι, καὶ ἄλλως ἢν μὴ τῷ χυλῷ μούνῳ μέλλῃς χρέεσθαι. Μετὰ γὰρ τῆς ἄλλης ἀρετῆς τῆς πτισάνης τὸ ὀλισθηρὸν τὴν κριθὴν καταπινομένην ποιέει μὴ βλάπτειν· οὐδαμοῦ γὰρ προσίσχει, οὐδὲ μένει κατὰ τὴν τοῦ θώρηκος ἴξιν. Ὀλισθηροτάτη τε καὶ ἀδιψοτάτη καὶ εὐπεπτοτάτη καὶ ἀσθενεστάτη ἐστὶν ἡ κάλλιστα ἑφθὴ, ὧν πάντων δεῖ. Ἢν οὖν μὴ προστιμωρήσῃ τις ὁκόσων δέεται αὐτάρκης εἶναι ὁ τρόπος τῆς τοιαύτης πτισανοῤῥοφίης, πολλαχῆ βεβλάψεται. Ὁκόσοισι γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας τὸ ῥόφημα δώῃ, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν, καὶ μὴ ἐνεοῦσαν εὐθὺς ἐμποιήσειεν ἂν, καὶ πνεῦμα πυκνότερον γένοιτ᾿ ἄν· κακὸν δὲ τοῦτό ἐστιν· ξηραντικὸν γὰρ πλεύμονος, καὶ κοπῶδες ὑποχονδρίων καὶ ἤτρου καὶ φρενῶν. Τοῦτο δὲ, ἢν ἔτι τῆς ὀδύνης τοῦ πλευροῦ ξυνεχέος ἐούσης, καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης, καὶ τοῦ πτυέλου μὴ ἀνιόντος, ἀλλὰ καταγλισχραινομένου ἀσαπέως, ἢν μὴ λύσῃ τις τὴν ὀδύνην, ἢ κοιλίην μαλθάξας, ἢ φλέβα ταμὼν, ὁκότερον ἂν τουτέων ξυμφέρῃ, τὰς δὲ πτισάνας ἢν οὕτως ἔχουσι διδῷ, ταχέες οἱ θάνατοι τῶν τοιουτέων γίγνονται. Διὰ ταύτας οὖν τὰς προφάσιας καὶ ἑτέρας τοιαύτας ἔτι μᾶλλον, οἱ ὅλῃσι τῇσι πτισάνῃσι χρεόμενοι, ἑβδομαῖοι καὶ ὀλιγημερώτεροι θνήσκουσιν· οἱ μέν τοι καὶ τὴν γνώμην βλαβέντες, οἱ δὲ ὑπὸ τῆς ὀρθοπνοίης τε καὶ τοῦ ῥέγχεος ἀποπνιγέντες. Μάλα δὲ τοὺς τοιουτέους οἱ ἀρχαῖοι βλητοὺς ἐνόμιζον εἶναι διὰ τόδε μάλιστα· οὐχ ἥκιστα δὲ, ὅτι καὶ ἀποθανόντων αὐτέων ἡ πλευρὴ πελιὴ εὑρίσκεται ἴκελόν τι πληγῇ. Αἴτιον δὲ τουτέου τόδε ἐστὶν, ὅτι, πρὶν λυθῆναι τὴν ὀδύνην, θνήσκουσιν· ταχέως γὰρ πνευματίαι γίγνονται· ὑπὸ δὲ τοῦ πολλοῦ καὶ πυκνοῦ πνεύματος, ὡς ἤδη εἴρηται, καταγλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίγνεσθαι, ἀλλὰ τὴν ῥέγξιν ποιέει ἐνισχόμενον ἐν τοῖσι βρογχίοισι τοῦ πλεύμονος. Καὶ ὁκόταν ἐς τοῦτο ἔλθῃ, θανατῶδες ἤδη ὡς ἐπιτοπουλὺ ἐστίν· καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνισχόμενον κωλύει μὲν τὸ πνεῦμα ἔσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι· καὶ οὕτως ἐς τὸ κακὸν ἀλλήλοισι τιμωρέουσι· τό τε γὰρ πτύελον ἐνισχόμενον πυκνὸν τὸ πνεῦμα ποιέει, τό τε πνεῦμα πυκνὸν ἐὸν ἐπιγλισχραίνει τὸ πτύελον, καὶ κωλύει ἀπολισθαίνειν. Καταλαμβάνει δὲ ταῦτα, οὐ μοῦνον ἢν πτισάνῃ ἀκαίρως χρέωνται, ἀλλὰ πουλὺ μᾶλλον ἤν τι ἄλλο φάγωσιν ἢ πίωσι πτισάνης ἀνεπιτηδειότερον.

[6] Μάλα μὲν οὖν τὰ πλεῖστα παραπλήσιαί εἰσιν αἱ τιμωρίαι τοῖσί τε ὅλῃσι τῇσι πτισάνῃσι χρεομένοισι, τοῖσί τε τῷ χυλῷ αὐτέῳ· τοῖσι δὲ μηδετέρῳ τουτέων, ἀλλὰ ποτῷ μοῦνον, ἔστιν ὅπη καὶ διαφερόντως τιμωρητέον. Χρὴ δὲ τό γε πάμπαν οὕτω ποιέειν· ἢν νεοβρῶτι ἐόντι αὐτέῳ καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται ὁ πυρετὸς, ἤν τε ξὺν ὀδύνῃ, ἤν τε ἄνευ ὀδύνης, ἐπισχεῖν τὴν δόσιν τοῦ ῥοφήματος, ἔστ᾿ ἂν οἴηται κεχωρηκέναι ἐς τὸ κάτω μέρος τοῦ ἐντέρου τὸ σιτίον. Χρέεσθαι δὲ ποτῷ, ἢν μὲν ἄλγημά τι ἔχῃ, ὀξυμέλιτι χειμῶνος μὲν θερμῷ, θέρεος δὲ, ψυχρῷ· ἢν δὲ πολλὴ δίψα ᾖ, μελικρήτῳ καὶ ὕδατι. Ἔπειτα, ἢν μὲν ἄλγημά τι ἐνῇ, ἢ τῶν ἐπικινδύνων τι ἐμφαίνηται, διδόναι τὸ ῥόφημα μήτε πουλὺ μήτε παχὺ, μετὰ δὲ τὴν ἑβδόμην, ἢν ἰσχύῃ. Ἢν δὲ μὴ ὑπεληλύθῃ ὁ παλαιότερος σῖτος νεοβρῶτι ἐόντι, ἢν μὲν ἰσχύῃ τε καὶ ἀκμάζῃ τῇ ἡλικίῃ, κλύσαι· ἢν δὲ ἀσθενέστερος ᾖ, βαλάνῳ προσχρήσασθαι, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς. Καιρὸν δὲ τῆς δόσιος τοῦ ῥοφήματος τόνδε μάλιστα φυλάσσεσθαι, κατ᾿ ἀρχὰς καὶ διὰ παντὸς τοῦ νουσήματος· ὅταν μὲν οἱ πόδες ψυχροὶ ἔωσιν, ἐπισχεῖν χρὴ τοῦ ῥοφήματος τὴν δόσιν, μάλιστα δὲ καὶ τοῦ ποτοῦ ἀπέχεσθαι· ὁκόταν δὲ ἡ θέρμη καταβῇ ἐς τοὺς πόδας, τότε διδόναι, καὶ νομίζειν μέγα δύνασθαι τὸν καιρὸν τοῦτον ἐν πάσῃσι τῇσι νούσοισιν· οὐχ ἥκιστα δὲ ἐν τῇσιν ὀξείῃσι, μάλιστα δὲ ἐν τῇσι μᾶλλον πυρετώδεσι καὶ ἐπικινδυνοτάτῃσιν. Χρέεσθαι δὲ πρῶτον μάλιστα μὲν χυλῷ, ἔπειτα δὲ πτισάνῃ, κατὰ τὰ τεκμήρια τὰ προγεγραμμένα ἀκριβέως θεωρέων.

[7] Ὀδύνη δὲ πλευροῦ ἤν τε κατ᾿ ἀρχὰς γένηται, ἤν τε ἐς ὕστερον, θερμάσμασι μὲν πρῶτον οὐκ ἀπὸ τρόπου ἐστὶ χρησάμενον πειρηθῆναι διαλῦσαι τὴν ὀδύνην. Θερμασμάτων δὲ κράτιστον μὲν ὕδωρ θερμὸν ἐν ἀσκῷ, ἢ ἐν κύστει, ἢ ἐν χαλκῷ ἀγγείῳ, ἢ ἐν ὀστρακίνῳ· προϋποτιθέναι δὲ χρὴ μαλθακόν τι πρὸς τὴν πλευρὴν, προσηνείης εἵνεκεν. Ἀγαθὸν δὲ καὶ σπόγγος μαλθακὸς, μέγας, ἐξ ὕδατος θερμοῦ ἐκπεπιεσμένος προστίθεσθαι· περιστέγειν τε ἄνω τὴν θάλψιν χρή· πλείω τε γὰρ χρόνον διαρκέσει καὶ παραμενεῖ, καὶ ἅμα ὡς μὴ ἡ ἀτμὶς πρὸς τὸ πνεῦμα τοῦ κάμνοντος προσφέρηται, ἢν ἄρα μὴ δοκέῃ καὶ τοῦτο χρήσιμον πρός τι εἶναι· ἔστι γὰρ ὅτε δεῖ πρός τι. Ἔτι δὲ καὶ κριθαὶ ἢ ὄροβοι· ἐν ὄξει κεκρημένῳ σμικρῷ ὀξύτερον, ἢ ὡς ἄν τις πίοι, διέντα καὶ ἀναζέσαντα, ἐς μαρσίππια καταῤῥάψαντα προστιθέναι· καὶ πίτυρα τὸν αὐτὸν τρόπον. Πυρίη δὲ ξηρὴ, ἅλες, κέγχροι πεφρυγμένοι ἐν εἰρινέοισι μαρσιππίοισιν ἐπιτηδειότατοι· καὶ γὰρ κοῦφον καὶ προσηνὲς ὁ κέγχρος· λύει δὲ μάλθαξις ἡ τοιήδε καὶ τὰς πρὸς κληῗδα περαιούσας ἀλγηδόνας. Τομὴ μέντοι γε οὐχ ὁμοίως λύει ὀδύνην, ἢν μὴ πρὸς τὴν κληῗδα περαίνῃ ἡ ὀδύνη. Ἢν δὲ μὴ λύηται πρὸς τὰ θερμάσματα ὁ πόνος, οὐ χρὴ πολὺν χρόνον θερμαίνειν· καὶ γὰρ ξηραντικὸν τοῦ πλεύμονος τοῦτό ἐστι, καὶ ἐμπυητικόν· ἀλλ᾿ ἢν μὲν σημαίνῃ ἡ ὀδύνη ἐς τὴν κληῗδα ἢ ἐς τὸν βραχίονα βάρος ἢ περὶ μαζὸν ἢ ὑπὲρ τῶν φρενῶν, τάμνειν χρὴ τὴν ἐν τῷ ἀγκῶνι φλέβα τὴν ἔσω, καὶ μὴ ὀκνέειν συχνὸν ἀφαιρέειν τὸ αἷμα ἕως ἂν ἐρυθρότερον πολλῷ ῥυῇ, ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ πελιόν· ἀμφότερα γὰρ γίγνεται. Ἢν δὲ ὑπὸ τὰς φρένας ᾖ τὸ ἄλγημα, ἐς δὲ τὴν κληῗδα μὴ σημαίνῃ, μαλθάσσειν δεῖ τὴν κοιλίην, ἢ μέλανι ἐλλεβόρῳ ἢ πεπλίῳ, μέλανι μὲν δαῦκον ἢ σέσελι ἢ κύμινον ἢ ἄννησον ἢ ἄλλο τι τῶν εὐωδέων μίσγοντα, πεπλίῳ δὲ ὀπὸν σιλφίου· ἀτὰρ καὶ μισγόμενα ἀλλήλοισιν ὁμοιότροπα ταῦτά ἐστιν. Ἄγει δὲ μέλας μὲν καλλίω καὶ κρισιμώτερα πεπλίου, πέπλιον δὲ μέλανος μᾶλλον φυσέων καταῤῥηκτικόν ἐστιν· ἄμφω δὲ ταῦτα ὀδύνην παύει· παύει δὲ καὶ ἄλλα πολλὰ τῶν ὑπηλάτων· κράτιστα δὲ ταῦτα ὧν ἐγὼ οἶδα ἐστίν. Ἐπεὶ καὶ τὰ ἐν τοῖσι ῥοφήμασι διδόμενα ὑπήλατα ἀρήγει, ὁκόσα μὴ ἄγαν ἐστὶν ἀηδέα ἢ διὰ πικρότητα ἢ δι᾿ ἄλλην τινὰ ἀηδίην, ἢ διὰ πλῆθος ἢ χροιὴν ἢ ὑποψίην τινά. Τῆς μὲν πτισάνης, ὁκόταν πίη τὸ φάρμακον, ἐπιῤῥοφῇν αὐτίκα χρὴ διδόναι μηδὲν ἔλασσον ἀξίως λόγου ἢ ὁκόσον εἴθιστο· ἐπεὶ καὶ κατὰ λόγον ἐστὶ μεσηγὺ τῆς καθάρσιος μὴ διδόναι ῥοφῇν· ὁκόταν δὲ λήξῃ ἡ κάθαρσις, τότε ἔλασσον ῥοφεέτω ἢ ὁκόσον εἴθιστο· μετὰ δὲ τοῦτο, ἀναγέτω αἰεὶ ἐπὶ τὸ πλεῖον, ἢν ἥ τε ὀδύνη πεπαυμένη ᾖ, καὶ μηδὲν ἄλλο ἐναντιῶται. Ωὑτὸς δέ μοι λόγος ἐστὶ, καὶ ἢν χυλῷ πτισάνης δέῃ χρέεσθαι (φημὶ γὰρ ἄμεινον εἶναι αὐτίκα ἄρξασθαι ῥοφῇν τὸ ἐπίπαν μᾶλλον, ἢ προκενεαγγήσαντα ἄρξασθαι τοῦ ῥοφήματος, ἢ τριταῖον, ἢ τεταρταῖον, ἢ πεμπταῖον, ἢ ἑκταῖον, ἢ ἑβδομαῖον, ἤν γε μὴ προκριθῇ ἡ νοῦσος ἐν τουτέῳ τῷ χρόνῳ)· αἱ δὲ προπαρασκευαὶ καὶ ἐπὶ τουτέοισι παραπλήσιοι ποιητέαι, ὁκοῖαι εἴρηνται.

[8] Περὶ μὲν οὖν ῥοφήματος προσάρσιος οὕτω γιγνώσκω· ἀτὰρ καὶ περὶ ποτοῦ, ὁκοῖον ἄν τις μέλλῃ πίνειν τῶν γραφησομένων, ωὑτός μοι λόγος ὡς ἐπίπαν ἐστίν. Οἶδα δὲ τοὺς ἰητροὺς τὰ ἐναντιώτατα ἢ ὡς δεῖ ποιέοντας· βούλονται γὰρ πάντες, ὑπὸ τὰς ἀρχὰς τῶν νούσων προταριχεύσαντες τοὺς ἀνθρώπους ἢ δύο ἢ τρεῖς ἢ καὶ πλείονας ἡμέρας, οὕτω προσφέρειν τὰ ῥοφήματα καὶ τὰ ποτά· καὶ ἴσως τι καὶ εἰκὸς δοκέει αὐτέοισιν εἶναι, μεγάλης μεταβολῆς γενομένης τῷ σώματι, μέγα τι κάρτα καὶ ἀντιμεταβάλλειν. Τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ ὀλίγον· ὀρθῶς μέντοι ποιητέα καὶ βεβαίως ἡ μεταβολὴ, καὶ ἔκ γε τῆς μεταβολῆς ἡ πρόσαρσις τῶν γευμάτων ἔτι μᾶλλον. Μάλιστα μὲν οὖν βλάπτοιντο ἂν, εἰ μὴ ὀρθῶς μεταβάλλοιεν, οἱ ὅλῃσι τῇσι πτισάνῃσι χρεόμενοι· βλάπτοιντο δ᾿ ἂν καὶ οἱ μούνῳ τῷ χυλῷ χρεόμενοι· βλάπτοιντο δ᾿ ἂν καὶ οἱ μούνῳ τῷ ποτῷ χρεόμενοι, ἥκιστα δ᾿ ἂν οὗτοι.

[9] Χρὴ δὲ καὶ τὰ μαθήματα ποιέεσθαι ἐν τῇ διαίτῃ τῶν ἀνθρώπων ἔτι ὑγιαινόντων, οἷα ξυμφέρει· εἰ γὰρ δὴ τοῖσί γε ὑγιαίνουσι φαίνεται διαφέροντα μεγάλα τὰ τοῖα ἢ τοῖα διαιτήματα καὶ ἐν ἄλλῳ τινί που καὶ ἐν τῇσι μεταβολῇσι, πῶς οὐχὶ καὶ ἔν γε τῇσι νούσοισι διαφέρει μεγάλα, καὶ τουτέων ἐν τῇσιν ὀξυτάτῃσι μέγιστα; Ἀλλὰ μὴν εὐκαταμάθητόν γε ἐστὶν, ὅτι φαύλη δίαιτα βρώσιος καὶ πόσιος αὐτὴ ἑωυτῇ ἐμφερὴς αἰεὶ, ἀσφαλεστέρη ἐστὶ τὸ ἐπίπαν ἐς ὑγείην, ἢ εἴ τις ἐξαπίνης μέγα μεταβάλλοι ἐς ἄλλο. Ἐπεὶ καὶ τοῖσι δὶς σιτεομένοισι τῆς ἡμέρης καὶ τοῖσι μονοσιτέουσιν αἱ ἐξαπιναῖοι μεταβολαὶ βλαβὰς καὶ ἀῤῥωστίην παρέχουσιν. Καὶ τοὺς μέν γε μὴ μεμαθηκότας ἀριστᾷν, εἰ ἀριστήσουσιν, εὐθέως ἀῤῥώστους ποιέει, καὶ βαρέας ὅλον τὸ σῶμα, καὶ ἀσθενέας καὶ ὀκνηρούς· ἢν δὲ καὶ ἐπιδειπνήσωσιν, ὀξυρεγμιώδεας· ἐνίοισι δὲ καὶ σπατίλη γένοιτο ἂν, ὅτι παρὰ τὸ ἐωθὸς ἠχθοφόρηκεν ἡ κοιλίη εἰθισμένη ἐπιξηραίνεσθαι, καὶ μὴ δὶς διογκοῦσθαι, μήτε δὶς ἕψειν τὰ σιτία. Ἀρήγει οὖν τουτέοισιν ἀνασηκῶσαι τὴν μεταβολήν· ἐγκοιμηθῆναι γὰρ χρὴ, ὥσπερ νύκτα ἀγαγόντα μετὰ τὸ δεῖπνον, τοῦ μὲν χειμῶνος ἀῤῥιγέως, τοῦ δὲ θέρεος ἀθαλπέως· ἢν δὲ μὴ δύνηται καθεύδειν, βραδείην, συχνὴν περίοδον, πλανηθέντα, μὴ στασίμως, δειπνῆσαι μηδὲν, ἢ ὀλίγα καὶ μὴ βλαβερά· ἔτι δὲ ἔλασσον πιεῖν καὶ μὴ ὑδαρές. Ἔτι δ᾿ ἂν μᾶλλον πονήσειεν ὁ τοιοῦτος, εἰ τρὶς σιτέοιτο τῆς ἡμέρης ἐς κόρον· ἔτι δὲ μᾶλλον, εἰ πλεονάκις· καίτοι γε πολλοί εἰσιν, οἳ εὐφόρως φέρουσι τρὶς σιτεόμενοι τῆς ἡμέρης ἐς πλῆθος, οἳ ἂν οὕτως ἐθισθῶσιν. Ἀλλὰ μὴν καὶ οἱ μεμαθηκότες δὶς σιτέεσθαι τῆς ἡμέρης, ἢν μὴ ἀριστήσωσιν, ἀσθενέες καὶ ἄῤῥωστοί εἰσι, καὶ δειλοὶ ἐς πᾶν ἔργον, καὶ καρδιαλγέες· κρεμᾶσθαι γὰρ δοκέει τὰ σπλάγχνα αὐτέοισι, καὶ οὐρέουσι θερμὸν καὶ χλωρὸν, καὶ ἡ ἄφοδος ξυγκαίεται· ἔστι δ᾿ οἷσι καὶ τὸ στόμα πικραίνεται, καὶ οἱ ὀφθαλμοὶ κοιλαίνονται, καὶ οἱ κρόταφοι πάλλονται, καὶ τὰ ἄκρα διαψύχονται· καὶ οἱ μὲν πλεῖστοι τῶν ἀνηριστηκότων οὐ δύνανται κατεσθίειν τὸ δεῖπνον· δειπνήσαντες δὲ βαρύνουσι τὴν κοιλίην, καὶ δυσκοιτέουσι πουλὺ μᾶλλον ἢ εἰ προηριστήκεσαν. Ὁκότε οὖν ταῦτα τοιαῦτα γίγνεται τοῖσιν ὑγιαίνουσιν εἵνεκεν ἡμίσεος ἡμέρης διαίτης μεταβολῆς παρὰ τὸ ἔθος, οὔτε προσθεῖναι λυσιτελέειν φαίνεται, οὔτε ἀφελέειν. Εἰ τοίνυν οὗτος ὁ παρὰ τὸ ἔθος μονοσιτήσας, ὅλην ἡμέρην κενεαγγήσας, δειπνήσειεν ὁκόσον εἴθιστο, δειπνήσας δὲ, τότε βαρὺς ἦν, εἰκὸς αὐτὸν, εἰ, ὅτι ἀνάριστος ἐὼν ἐπόνεε καὶ ἠῤῥώστει, δειπνήσειε πλείω ἢ ὁκόσον εἴθιστο, πουλὺ μᾶλλον βαρύνεσθαι· εἰ δέ γε ἐπὶ πλείω χρόνον κενεαγγήσας ἐξαπίνης μεταδειπνήσειεν, ἔτι μᾶλλον ἂν βαρύνοιτο. Τὸν οὖν παρὰ τὸ ἔθος κενεαγγήσαντα ξυμφέρει ταύτην τὴν ἡμέρην ἀντισηκῶσαι ὧδε· ἀῤῥιγέως καὶ ἀθαλπέως καὶ ἀταλαιπώρως, ταῦτα γὰρ πάντα βαρέως ἂν ἐνέγκοι· τὸ δὲ δεῖπνον συχνῷ ἔλασσον ποιήσασθαι ἢ ὅσον εἴθιστο, καὶ μὴ ξηρὸν, ἀλλὰ τοῦ πλαδαρωτέρου τρόπου· καὶ πιεῖν μὴ ὑδαρὲς, μηδ᾿ ἔλασσον ἢ κατὰ λόγον βρώματος· καὶ τῇ ὑστεραίῃ ὀλίγα ἀριστῆσαι, ὡς ἐκ προσαγωγῆς ἀφίκηται ἐς τὸ ἔθος. Αὐτοὶ μέντοι σφῶν αὐτῶν δυσφορώτερον δὴ τὰ τοιαῦτα φέρουσιν οἱ πικρόχολοι τὰ ἄνω· τὴν δέ γε ἀσιτίην τὴν παρὰ τὸ ἔθος οἱ φλεγματίαι τὰ ἄνω εὐφορώτερον φέρουσι τὸ ἐπίπαν, ὥστε καὶ τὴν μονοσιτίην τὴν παρὰ τὸ ἔθος εὐφορώτερον ἂν οὗτοι ἐνέγκοιεν. Ἱκανὸν μὲν οὖν καὶ τοῦτο σημήϊον, ὅτι αἱ μέγισται μεταβολαὶ τῶν περὶ τὰς φύσιας ἡμῶν καὶ τὰς ἕξιας ξυμβαινόντων μάλιστα νοσοποιέουσιν· οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδρὰς τὰς κενεαγγείας ποιέειν, οὔτε ἀκμαζόντων τῶν νουσημάτων καὶ ἐν φλεγμασίῃ ἐόντων προσφέρειν, οὔτε ἐξαπίνης οἷόν τε ὅλῳ τῷ πρήγματι μεταβάλλειν οὔτε ἐπὶ τὰ οὔτε ἐπὶ τά.

[10] Πολλὰ δ᾿ ἄν τις ἠδελφισμένα τουτέοισι τῶν ἐς κοιλίην καὶ ἄλλα εἴποι, ὡς εὐφόρως μὲν φέρουσι τὰ βρώματα, ἃ εἰθισμένοι εἰσὶν, ἢν καὶ μὴ ἀγαθὰ ᾖ φύσει, ὡσαύτως δὲ καὶ τὰ ποτά· δυσφόρως δὲ φέρουσι τὰ βρώματα, ἃ μὴ εἰθισμένοι εἰσὶν, κἢν μὴ κακὰ ᾖ, ὡσαύτως δὲ καὶ τὰ ποτά. Καὶ ὁκόσα μὲν κρεηφαγίη πολλὴ παρὰ τὸ ἔθος βρωθεῖσα ποιέει, ἢ σκόροδα, ἢ σίλφιον ἢ ὀπὸς ἢ καυλὸς, ἢ ἄλλα ὁκόσα τοιουτότροπα μεγάλας δυνάμιας ἔχοντα ἰδίας, ἧσσον ἄν τις θαυμάσειεν, εἰ τὰ τοιαῦτα πόνους ἐμποιέει τῇσι κοιλίῃσι μᾶλλον τῶν ἄλλων· ἀλλ᾿ εἰ καταμάθοις ὁκόσον μᾶζα ὄχλον καὶ ὄγκον καὶ φῦσαν καὶ στρόφον τῇ κοιλίῃ παρέχει παρὰ τὸ ἔθος βρωθεῖσα τῷ μὴ μαζοφαγέειν εἰθισμένῳ, ἢ ὁκοῖον ἄρτος βάρος καὶ τάσιν κοιλίης τῷ μαζοφαγέειν εἰθισμένῳ· ἢ αὐτός τε ὁ ἄρτος θερμὸς βρωθεὶς οἵην δίψαν παρέχει, καὶ ἐξαπιναίην πληθώρην διὰ τὸ ξηραντικόν τε καὶ βραδύπορον· καὶ οἱ ἄγαν καθαροί τε καὶ ξυγκομιστοὶ παρὰ τὸ ἔθος βρωθέντες οἷα διαφέροντα ἀλλήλων ποιεῦσι· καὶ μᾶζά τε ξηρὴ παρὰ τὸ ἔθος, ἢ ὑγρὴ, ἢ γλίσχρη· καὶ τὰ ἄλφιτα οἷόν τι ποιέει τὰ ποταίνια τοῖσι μὴ εἰωθόσι, καὶ τὰ ἑτεροῖα τοῖσι τὰ ποταίνια εἰωθόσι· καὶ οἰνοποσίη καὶ ὑδροποσίη παρὰ τὸ ἔθος ἐς θάτερα μεταβληθέντα ἐξαπίνης, καὶ ὑδαρής τε οἶνος καὶ ἄκρητος παρὰ τὸ ἔθος ἐξαπίνης ποθείς· ὁ μὲν γὰρ πλάδον τε ἐν τῇ ἄνω κοιλίῃ ἐμποιήσει καὶ φῦσαν ἐν τῇ κάτω· ὁ δὲ παλμόν τε φλεβῶν καὶ καρηβαρίην καὶ δίψαν· καὶ λευκός τε καὶ μέλας οἶνος παρὰ τὸ ἔθος μεταβάλλοντι, εἰ καὶ ἄμφω οἰνώδεες εἶεν, ὅμως πολλὰ ἂν ἑτεροιώσειαν κατὰ τὸ σῶμα, ὡς δὴ γλυκύν τε καὶ οἰνώδεα οἶνον ἧσσον ἄν τις φαίη θαυμαστὸν εἶναι μὴ τωὐτὸ δύνασθαι ἐξαπίνης μεταβληθέντα.

[11] Τιμωρητέον δὲ τοιόνδε τι μέρος τῷ ἐναντίῳ λόγῳ· μεταβολὴ τῆς διαίτης τουτέοισιν ἐγένετο, οὐ μεταβάλλοντος τοῦ σώματος οὔτε ἐπὶ τὴν ῥώμην, ὥστε προσθέσθαι δεῖν σιτία, οὔτε ἐπὶ τὴν ἀῤῥωστίην, ὥστε ἀφαιρεθῆναι· προστεκμαρτέα δὴ καὶ ἡ ἰσχὺς καὶ ὁ τρόπος τοῦ νουσήματος ἑκάστου, καὶ τῆς φύσιος τοῦ ἀνθρώπου, καὶ τοῦ ἔθεος τῆς διαίτης τοῦ κάμνοντος, οὐ μοῦνον σιτίων, ἀλλὰ καὶ ποτῶν. Πολλῷ δὲ ἧσσον ἐπὶ τὴν πρόσθεσιν ἰτέον· ἐπεὶ τήν γε ἀφαίρεσιν ὅλως ἀφελεῖν πολλαχοῦ λυσιτελέει, ὅκου διαρκέειν μέλλει ὁ κάμνων, μέχρις ἂν τῆς νούσου ἡ ἀκμὴ πεπανθῇ· ἐν ὁκοίοισι δὲ τὸ τοιόνδε ποιητέον γεγράψεται. Πολλὰ δ᾿ ἄν τις καὶ ἄλλα ἠδελφισμένα τοῖσιν εἰρημένοισι γράφοι· τὸ δέ γε μὴν κρέσσον μαρτύριον· οὐ γὰρ ἠδελφισμένον ἐστὶ τῷ πρήγματι, περὶ οὗ μοι ὁ πλεῖστος λόγος εἴρηται, ἀλλ᾿ αὐτὸ τὸ πρῆγμα ἐπικαιρότατόν ἐστι διδακτήριον· οἱ γὰρ ἀρχόμενοι τῶν ὀξέων νουσημάτων ἔστιν ὅτε οἱ μὲν σιτία ἔφαγον αὐθημερὸν ἠργμένοι ἤδη, οἱ δὲ καὶ τῇ ὑστεραίῃ, οἱ δὲ καὶ ἐῤῥόφεον τὸ προστυχὸν, οἱ δὲ καὶ κυκεῶνα ἐῤῥόφεον· ἅπαντα δὲ ταῦτα κακίω μέν ἐστιν ἢ εἰ ἑτεροίως τις διαιτηθείη· πολλῷ μέντοι ἐλάσσω βλάβην φέρει ἐν τουτέῳ τῷ χρόνῳ ἁμαρτηθέντα, ἢ εἴ τις τὰς μὲν πρώτας ἡμέρας δύο ἢ τρεῖς κενεαγγήσειε τελείως, τεταρταῖος δὲ ἐὼν τοιάδε διαιτηθείη, ἢ καὶ πεμπταῖος· ἔτι μέντοι κάκιον, εἰ ταύτας πάσας τὰς ἡμέρας προκενεαγγήσας, ἐν τῇσιν ὕστερον ἡμέρῃσιν οὕτω διαιτηθείη, πρὶν ἢ πέπειρον γενέσθαι τὴν νοῦσον· οὕτω μὲν γὰρ θάνατον φέρει φανερῶς τοῖσι πλείστοισιν, εἰ μὴ παντάπασιν εὐήθης ἡ νοῦσος εἴη. Αἱ δὲ κατ᾿ ἀρχὰς ἁμαρτάδες οὐχ ὁμοίως ταύτῃσιν ἀνήκεστοί εἰσιν, ἀλλὰ πολλῷ εὐακεστότεραι. Τοῦτο οὖν ἡγεῦμαι μέγιστον διδακτήριον, ὅτι οὐ στερητέαι αἱ πρῶται ἡμέραι τοῦ ῥοφήματος ἢ τοίου ἢ τοίου τοῖσι μέλλουσιν ὀλίγον ὕστερον ῥοφήμασιν ἢ τοίοισιν ἢ τοίοισι χρέεσθαι. Πυθμενόθεν μὲν οὖν οὐκ ἴσασιν οὔθ᾿ οἱ τῇσι κριθώδεσι πτισάνῃσι χρεόμενοι, ὅτι αὐτέῃσι κακοῦνται, ὁκόταν ῥοφέειν ἄρξωνται, ἢν προκενεαγγήσωσι δύο ἢ τρεῖς ἡμέρας ἢ πλείους, οὔτ᾿ αὖ οἱ τῷ χυλῷ χρεόμενοι γιγνώσκουσιν ὅτι αὐτέῃσι βλάπτονται ῥοφέοντες, ὅταν μὴ ὀρθῶς ἄρξωνται τοῦ ῥοφήματος. Τόδε γε μὴν καὶ φυλάσσουσι καὶ γιγνώσκουσιν, ὅτι μεγάλην τὴν βλάβην φέρει, ἢν, πρὶν πέπειρον τὴν νοῦσον γενέσθαι, κριθώδεα πτισάνην ῥοφήσῃ ὁ κάμνων, εἰθισμένος χυλῷ χρέεσθαι. Πάντα οὖν ταῦτα μεγάλα μαρτύρια, ὅτι οὐκ ὀρθῶς ἄγουσιν ἐς τὰ διαιτήματα οἱ ἰητροὶ τοὺς κάμνοντας· ἀλλ᾿ ἐν ᾗσί τε νούσοισιν οὐ χρὴ κενεαγγέειν τοὺς μέλλοντας ῥοφήμασι διαιτᾶσθαι, κενεαγγέουσιν· ἐν ᾗσί τε οὐ χρὴ μεταβάλλειν ἐκ κενεαγγείης ἐς ῥοφήματα, ἐν ταύτῃσι μεταβάλλουσι· καὶ ὡς ἐπιτοπολὺ ἀπαρτὶ ἐν τοῖσι τοιούτοισι καιροῖσι μεταβάλλουσιν ἐς τὰ ῥοφήματα ἐκ τῆς κενεαγγείης, ἐν οἷσι πολλάκις ἀρήγει ἐκ τῶν ῥοφημάτων πλησιάζειν τῇ κενεαγγείῃ, ἢν οὕτω τύχῃ παροξυνομένη ἡ νοῦσος. Ἐνίοτε δὲ καὶ ὠμὰ ἐπισπῶνται ἀπὸ τῆς κεφαλῆς καὶ τοῦ περὶ τὸν θώρηκα τόπου χολώδεα· ἀγρυπνίαι τε ξυνεμπίπτουσιν αὐτέοισι, δι᾿ ἃς οὐ πέσσεται ἡ νοῦσος, περίλυποί τε καὶ πικροὶ γίγνονται, καὶ παραφρονέουσι, καὶ μαρμαρυγώδεα σφέων τὰ ὄμματα, καὶ αἱ ἀκοαὶ ἤχου μεσταὶ, καὶ τὰ ἀκρωτήρια κατεψυγμένα, καὶ οὖρα ἄπεπτα, καὶ πτύσματα λεπτὰ καὶ ἁλυκὰ καὶ κεχρωσμένα ἀκρήτῳ χρώματι σμικρὰ, καὶ ἱδρῶτες περὶ τὸν τράχηλον, καὶ διαπορήματα, καὶ πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ πυκνὸν ἢ μέγα λίην, ὀφρύες δεινώσιος μετέχουσαι, λειποψυχώδεα πονηρὰ, καὶ τῶν ἱματίων ἀποῤῥίψιες ἀπὸ τοῦ στήθεος, καὶ χεῖρες τρομώδεες, ἐνίοτε δὲ καὶ χεῖλος τὸ κάτω σείεται. Ταῦτα δὲ ἐν ἀρχῇσιν ἐπιφαινόμενα παραφροσύνης δηλωτικά ἐστι σφοδρῆς, καὶ ὡς ἐπιτοπολὺ ἀποθνήσκουσιν· οἱ δὲ διαφεύγοντες, ἢ μετὰ ἀποστήματος, ἢ αἵματος ῥύσιος ἐκ τῆς ῥινὸς, ἢ πῦον παχὺ πτύσαντες διαφεύγουσιν, ἄλλως δὲ οὔ. Οὐδὲ γὰρ τῶν τοιουτέων ὁρέω ἐμπείρους τοὺς ἰητροὺς, ὡς χρὴ διαγιγνώσκειν τὰς ἀσθενείας ἐν τῇσι νούσοισιν, αἵ τε διὰ κενεαγγείην ἀσθενεῦνται, αἵ τε δι᾿ ἄλλον τινὰ ἐρεθισμὸν, αἵ τε διὰ πόνον καὶ ὑπὸ ὀξύτητος τῆς νούσου, ὁκόσα τε ἡμέων ἡ φύσις καὶ ἡ ἕξις ἑκάστοισιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα· καίτοι σωτηρίην ἢ θάνατον φέρει γιγνωσκόμενα ἢ ἀγνοούμενα τὰ τοιαῦτα. Μέζον μὲν γὰρ κακόν ἐστιν, ἢν διὰ τὸν πόνον καὶ τὴν ὀξύτητα τῆς νούσου ἀσθενέοντι προσφέρῃ τις ποτὸν ἢ ῥόφημα πλεῖον ἢ σιτίον, οἰόμενος διὰ κενεαγγείην ἀσθενέειν. Ἀεικὲς δὲ καὶ διὰ κενεαγγείην ἀσθενέοντα μὴ γνῶναι καὶ πιέζειν τῇ διαίτῃ· φέρει μὲν γάρ τινα κίνδυνον καὶ αὕτη ἡ ἁμαρτὰς, πολλῷ δὲ ἥσσονα τῆς ἑτέρης· καταγελαστοτέρη δὲ πολλῷ αὕτη μᾶλλον ἡ ἁμαρτὰς τῆς ἑτέρης· εἰ γὰρ ἄλλος ἰητρὸς ἢ καὶ ἰδιώτης ἐσελθὼν, καὶ γνοὺς τὰ ξυμβεβηκότα, δῴη καὶ φαγεῖν καὶ πιεῖν, ἃ ὁ ἕτερος ἐκώλυεν, ἐπιδήλως ἂν δοκοίη ὠφεληκέναι. Τὰ δὲ τοιαῦτα μάλιστα καθυβρίζεται τῶν χειρωνακτέων ὑπὸ τῶν ἀνθρώπων· δοκέει γὰρ αὐτέοισιν ὁ ἐσελθὼν ἰητρὸς ἢ ἰδιώτης ὡσπερεὶ τεθνεῶτα ἀναστῆσαι. Γεγράψεται οὖν καὶ περὶ τουτέου σημήϊα οἷσι δεῖ ἕκαστα τουτέων διαγιγνώσκειν.

[12] Παραπλήσια μέντοι τοῖσι κατὰ κοιλίην ἐστὶ καὶ ταῦτα· καὶ γὰρ ἢν ὅλον τὸ σῶμα ἀναπαύσηται πουλὺ παρὰ τὸ ἔθος, οὐκ αὐτίκα ἔῤῥωται μᾶλλον· ἢν δὲ δὴ καὶ πλείω χρόνον διελινύσαν ἐξαπίνης ἐς τοὺς πόνους ἔλθῃ, φλαῦρόν τι πρήξειεν ἐπιδήλως. Οὕτω δὲ καὶ ἓν ἕκαστον τοῦ σώματος· καὶ γὰρ οἱ πόδες τοιόνδε τι πρήξειαν, καὶ τὰ ἄλλα ἄρθρα μὴ εἰθισμένα πονέειν, ἢν διὰ χρόνου ἐξαπίνης πρὸς τὸ πονέειν ἔλθῃ. Ταῦτα δ᾿ ἂν καὶ οἱ ὀδόντες καὶ οἱ ὀφθαλμοὶ πάθοιεν, καὶ πᾶν ὁτιοῦν. Ἐπεὶ καὶ κοίτη παρὰ τὸ ἔθος μαλθακὴ πόνον ἐμποιέει, καὶ σκληρὴ παρὰ τὸ ἔθος, καὶ ὕπαιθρος εὐνὴ παρὰ τὸ ἔθος σκληρύνει τὸ σῶμα. Ἀτὰρ καὶ τὰ τῶν τοιῶνδε πάντων ἀρκέει παραδείγματα γράψαι. Εἰ γάρ τις ἕλκος λαβὼν ἐν κνήμῃ μήτε λίην ἐπίκαιρον μήτε λίην εὔηθες, μήτε ἄγαν εὐελκὴς ἐὼν, μήτε ἄγαν δυσελκὴς, αὐτίκα ἀρξάμενος ἐκ πρώτης κατακείμενος ἰητρεύοιτο, καὶ μηδαμῆ μετεωρίζοι τὸ σκέλος, ἀφλέγμαντος μὲν ἂν οὕτως εἴη μᾶλλον, καὶ ὑγιὴς πολλῷ θᾶσσον ἂν γένοιτο, ἢ εἰ πλανώμενος ἰητρεύοιτο· εἰ μέντοι πεμπταῖος ἢ ἑκταῖος ἐὼν ἢ καὶ ἔτι ἀνωτέρω, ἀναστὰς ἐθέλοι προβαίνειν, μᾶλλον ἂν πονέοι τότε ἢ εἰ αὐτίκα ἐξ ἀρχῆς πλανώμενος ἰητρεύοιτο· εἰ δὲ καὶ πολλὰ ταλαιπωρήσειεν ἐξαπίνης, πολλῷ ἂν μᾶλλον πονήσειεν ἢ εἰ ἐκείνως ἰητρευόμενος τὰ αὐτὰ ταῦτα ταλαιπωρήσειεν ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν. Διὰ τέλεος οὖν μαρτυρέει ταῦτα πάντα ἀλλήλοισιν, ὅτι πάντα ἐξαπίνης μέζω πολλῷ τοῦ μετρίου μεταβαλλόμενα ἐπὶ τὰ, καὶ ἐπὶ τὰ, βλάπτει. Πολλαπλασίη μὲν οὖν κατὰ κοιλίην ἡ βλάβη ἐστὶν, ἢν ἐκ πολλῆς κενεαγγείης ἐξαπίνης πλέον τοῦ μετρίου προσαίρηται (ἀτὰρ καὶ κατὰ τὸ ἄλλο σῶμα, ἢν ἐκ πολλῆς ἡσυχίης ἐξαίφνης ἐς πλείω πόνον ἔλθοι, πουλὺ πλείω βλαβείη), ἢ εἰ ἐκ πολλῆς ἐδωδῆς ἐς κενεαγγείην μεταβάλλοι· δεῖ μέντοι καὶ τὸ σῶμα τουτέοισιν ἐλινύειν· καὶ ἢν ἐκ πολλῆς ταλαιπωρίης ἐξαπίνης ἐς σχολήν τε καὶ ῥᾳθυμίην ἐμπέσῃ, δεῖ δὲ καὶ τουτέοισι τὴν κοιλίην ἐλινύειν ἐκ πλήθεος βρώμης· ἢν δὲ μὴ, πόνον ἐν τῷ σώματι ἐμποιήσει καὶ βάρος ὅλου τοῦ σώματος.

[13] Ὁ δὴ οὖν πλεῖστός μοι λόγος γέγονε περὶ τῆς μεταβολῆς τῆς ἐπὶ τὰ καὶ ἐπὶ τά· ἐς πάντα μὲν οὖν εὔχρηστον ταῦτα εἰδέναι· ἀτὰρ καὶ περὶ οὗ ὁ λόγος ἦν, ὅτι ἐν τῇσιν ὀξείῃσι νούσοισιν ἐς τὰ ῥοφήματα μεταβάλλουσιν ἐκ τῆς κενεαγγείης· μεταβλητέον γὰρ ὡς ἐγὼ κελεύω· ἔπειτα οὐ χρηστέον ῥοφήμασι πρὶν ἡ νοῦσος πεπανθῇ, ἢ ἄλλο τι σημεῖον φανῇ, ἢ κατ᾿ ἔντερον κενεαγγικὸν, ἢ ἐρεθιστικὸν, ἢ κατὰ τὰ ὑποχόνδρια, ὁκοῖα γεγράψεται. Ἀγρυπνίη ἰσχυρὴ πόμα καὶ σιτίον ἀπεπτότερα ποιέει, καὶ ἡ ἐπὶ τὰ ἕτερα αὖ μεταβολὴ διαλύει σῶμα, καὶ ἑφθότητα καὶ καρηβαρίην ἐμποιέει.

[14] Γλυκὺν δὲ οἶνον καὶ οἰνώδεα καὶ λευκὸν καὶ μέλανα, καὶ μελίκρητον, καὶ ὕδωρ, καὶ ὀξύμελι, τοισίδε σημαινόμενον χρὴ διορίζειν ἐν τῇσιν ὀξείῃσι νούσοισιν. Ὁ μὲν γλυκὺς ἧσσόν ἐστι καρηβαρικὸς τοῦ οἰνώδεος, καὶ ἧσσον φρενῶν ἁπτόμενος, καὶ διαχωρητικώτερος δή τι τοῦ ἑτέρου κατ᾿ ἔντερον, μεγαλόσπλαγχνος δὲ σπληνὸς καὶ ἥπατος· οὐκ ἐπιτήδειος δὲ οὐδὲ τοῖσι πικροχόλοισι· καὶ γὰρ οὖν διψώδης τοῖσί γε τοιουτέοισίν ἐστιν· ἀτὰρ καὶ φυσώδης τοῦ ἐντέρου τοῦ ἄνω· οὐ μὴν πολέμιός γε τῷ ἐντέρῳ τῷ κάτω, ὡς κατὰ λόγον τῆς φύσης· καίτοι γε οὐ πάνυ πορίμη ἐστὶν ἡ ἀπὸ τοῦ γλυκέος οἴνου φῦσα, ἀλλ᾿ ἐγχρονίζει περὶ ὑποχόνδρια. Καὶ γὰρ οὖν οὗτος ἧσσον διουρητικὸς γίγνεται τὸ ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ· πτυάλου δὲ μᾶλλον ἀναγωγός ἐστι τοῦ ἑτέρου ὁ γλυκύς. Καὶ οἷσι μὲν διψώδης ἐστὶ πινόμενος, ἧσσον ἂν τούτοισιν ἀνάγοι ἢ ὁ ἕτερος οἶνος, οἷσι δὲ μὴ διψώδης, μᾶλλον ἀνάγοι ἂν τοῦ ἑτέρου. Ὁ δὲ λευκὸς οἰνώδης οἶνος ἐπῄνηται μὲν καὶ ἔψεκται τὰ πλεῖστα καὶ τὰ μέγιστα ἤδη ἐν τῇ τοῦ γλυκέος οἴνου διηγήσει· ἐς δὲ κύστιν μᾶλλον πόριμος ἐὼν τοῦ ἑτέρου καὶ διουρητικὸς καὶ καταῤῥηκτικὸς, αἰεὶ πολλὰ προσωφελέοι ἂν ἐν ταύτῃσι τῇσι νούσοισι· καὶ γὰρ εἰ πρὸς ἄλλα ἀνεπιτηδειότερος τοῦ ἑτέρου πέφυκεν, ἀλλ᾿ ὅμως ἡ κατὰ κύστιν κάθαρσις ὑπ᾿ αὐτέου γιγνομένη ῥύεται, ἢν προτρέπηται ὁκοῖον δεῖ. Καλὰ δὲ ταῦτα τεκμήριά ἐστι τὰ περὶ οἴνου ὠφελίης καὶ βλάβης, ὁκόσα ἀκαταμάθητα ἦν τοῖσιν ἐμεῦ γεραιτέροισιν. Κιῤῥῷ δὲ οἴνῳ καὶ μέλανι αὐστηρῷ ἐν ταύτῃσι τῇσι νούσοισιν ἐς τάδε ἂν χρήσαιο· εἰ καρηβαρίη μὲν μὴ ἐνείη, μηδὲ φρενῶν ἅψις, μηδὲ τὸ πτύελον κωλύοιτο τῆς ἀνόδου, μηδὲ τὸ οὖρον ἴσχοιτο, τὰ διαχωρήματα δὲ πλαδαρώτερα καὶ ξυσματωδέστερα εἴη, ἐν δὴ τοῖσι τοιουτέοισι πρέποι ἂν μάλιστα μεταβάλλειν ἐκ τοῦ λευκοῦ, καὶ ὁκόσα τουτέοισιν ἐμφερέα. Προσξυνιέναι δὲ δεῖ, ὅτι τὰ μὲν ἄνω πάντα καὶ τὰ κατὰ κύστιν ἧσσον βλάψει, ἢν ὑδαρέστερος ᾖ, τὰ δὲ κατ᾿ ἔντερον μᾶλλον ὀνήσει, ἢν ἀκρητέστερος ᾖ.

[15] Μελίκρητον δὲ πινόμενον διὰ πάσης τῆς νούσου ἐν τῇσιν ὀξείῃσι νούσοισι τὸ ἐπίπαν μὲν τοῖσι πικροχόλοισι καὶ μεγαλοσπλάγχνοισιν ἧσσον ἐπιτήδειον ἢ τοῖσι μὴ τοιούτοισίν ἐστιν· διψῶδές γε μὴν ἧσσον τοῦ γλυκέος οἴνου· πλεύμονός τε γὰρ μαλθακτικόν ἐστι, καὶ πτυέλου ἀναγωγὸν μετρίως, καὶ βηχὸς παρηγορικόν· ἔχει γὰρ σμηγματῶδές τι, ὃ μᾶλλον τοῦ μετρίου καταγλισχραίνει τὸ πτύελον. Ἔστι δὲ καὶ οὐρητικὸν μελίκρητον ἱκανῶς, ἢν μή τι τῶν ἀπὸ σπλάγχνων κωλύῃ. Καὶ διαχωρητικώτερον δὲ κάτω χολωδέων, ἔστι μὲν ὅτε καλῶν, ἔστι δ᾿ ὅτε κατακορεστέρων μᾶλλον τοῦ καιροῦ, καὶ ἀφρωδεστέρων· μᾶλλον δὲ τὸ τοιοῦτο τοῖσι χολώδεσί τε καὶ μεγαλοσπλάγχνοισι γίγνεται. Πτυάλου μὲν οὖν ἀναγωγὴν καὶ πλεύμονος μάλθαξιν τὸ ὑδαρέστερον μελίκρητον ποιέει μᾶλλον· τὰ μέντοι ἀφρώδεα διαχωρήματα καὶ μᾶλλον τοῦ καιροῦ κατακορέως χολώδεα, καὶ μᾶλλον θερμὰ, τὸ ἄκρητον μᾶλλον τοῦ ὑδαρέος ἄγει· τὸ δὲ τοιόνδε διαχώρημα ἔχει μὲν καὶ ἄλλα σίνεα μεγάλα· οὔτε γὰρ ἐξ ὑποχονδρίων καῦμα σβεννύει, ἀλλὰ ὁρμᾷ, δυσφορίην τε καὶ ῥιπτασμὸν τῶν μελέων ποιέει, ἑλκῶδές τέ ἐστι καὶ ἐντέρου καὶ ἕδρης· ἀλεξητήρια δὲ τουτέων γεγράψεται. Ἄνευ μὲν οὖν ῥοφημάτων μελικρήτῳ χρεόμενος ἀντ᾿ ἄλλου ποτοῦ ἐν ταύτῃσι τῇσι νούσοισι πολλὰ ἂν εὐτυχοίης, καὶ οὐκ ἂν πολλὰ ἀτυχοίης· οἷσι δὲ δοτέον, καὶ οἷσιν οὐ δοτέον, τὰ μέγιστα εἴρηται, καὶ δι᾿ ἃ οὐ δοτέον. Κατέγνωσται δὲ μελίκρητον ὑπὸ τῶν ἀνθρώπων, ὡς καταγυιοῖ τοὺς πίνοντας, καὶ διὰ τοῦτο ταχυθάνατον εἶναι νενόμισται· ἐκλήθη δὲ τοῦτο διὰ τοὺς ἀποκαρτερέοντας· ἔνιοι γὰρ μελικρήτῳ μούνῳ χρέονται ποτῷ, ὡς τοιούτῳ δῆθεν ἐόντι· τὸ δὲ οὐ παντάπασιν ὧδε ἔχει· ἀλλ᾿ ὕδατος μὲν πολλῷ ἰσχυρότερόν ἐστι πινόμενον μοῦνον, εἰ μὴ ταράσσοι τὴν κοιλίην· ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου ᾗ μὲν ἰσχυρότερον, ᾗ δὲ ἀσθενέστερον. Μέγα μὴν διαφέρει καὶ οἴνου καὶ μέλιτος ἀκρητότης· ἐς ἰσχὺν ἀμφοτέρων δ᾿ ὅμως τούτων, εἰ διπλάσιον μέτρον οἴνου ἀκρήτου πίνοι τις ἢ ὁκόσον μέλι ἐκλείχοι, πολλῷ ἂν δήπου ἰσχυρότερος εἴη ὑπὸ τοῦ μέλιτος, εἰ μοῦνον μὴ ταράσσοι τὴν κοιλίην· πολλαπλάσιον γὰρ καὶ τὸ κόπριον διεξίοι ἂν αὐτέῳ. Εἰ μέντοι ῥοφήματι χρέοιτο πτισάνῃ, ἐπιπίνοι δὲ μελίκρητον, ἄγαν πλησμονῶδες ἂν εἴη καὶ φυσῶδες, καὶ τοῖσι κατὰ τὰ ὑποχόνδρια σπλάγχνοισιν ἀξύμφορον· προπινόμενον μέντοι πρὸ ῥοφήματος μελίκρητον οὐ βλάπτει ὡς μεταπινόμενον, ἀλλά τι καὶ ὠφελέει. Ἑφθὸν δὲ μελίκρητον ἐσιδεῖν μὲν πολλῷ κάλλιον τοῦ ὠμοῦ· λαμπρὸν γὰρ καὶ λεπτὸν καὶ λευκὸν καὶ διαφανὲς γίγνεται· ἀρετὴν δὲ ἥντινα αὐτέῳ προσθέω διαφέρουσάν τι τοῦ ὠμοῦ οὐκ ἔχω· οὐδὲ γὰρ ἥδιόν ἐστι τοῦ ὠμοῦ, ἢν τυγχάνῃ γε τὸ μέλι καλὸν ἐόν· ἀσθενέστερον μέντοι γε τοῦ ὠμοῦ καὶ ἀκοπρωδέστερόν ἐστιν· ὧν οὐδετέρης τιμωρίης προσδέεται μελίκρητον. Ἄγχιστα δὲ χρηστέον αὐτέῳ τοιῷδε ἐόντι, εἰ τὸ μέλι τυγχάνοι πονηρὸν ἐὸν καὶ ἀκάθαρτον καὶ μέλαν καὶ μὴ εὐῶδες· ἀφέλοιτο γὰρ ἂν ἡ ἕψησις τῶν κακοτήτων αὐτέου τὰ πλείονα τοῦ αἴσχεος.

[16] Τὸ δὲ ὀξύμελι καλεύμενον ποτὸν πολλαχοῦ μὲν εὔχρηστον ἐν ταύτῃσι τῇσι νούσοισιν εὑρήσεις ἐόν· καὶ γὰρ πτυάλου ἀναγωγόν ἐστι, καὶ εὔπνοον. Καιροὺς μέντοι τοιούσδε ἔχει· τὸ μὲν γὰρ κάρτα ὀξὺ οὐδὲν ἂν μέσον ποιήσειε πρὸς τὰ πτύελα τὰ μὴ ῥηϊδίως ἀνιόντα· εἰ γὰρ ἀνάγοι μὲν τὰ ἐγκέρχνοντα, καὶ ὄλισθον ἐμποιήσειε, καὶ ὥσπερ διαπτερώσειε τὸν βρόγχον, παρηγορήσειεν ἂν τὸν πλεύμονα· μαλθακτικὸν γὰρ αὐτέου· καὶ εἰ μὲν ταῦτα ξυγκυρήσειε, μεγάλην ἂν ὠφελείην ποιήσειεν. Ἔστι δ᾿ ὅτε τὸ κάρτα ὀξὺ οὐκ ἐκράτησε τῆς ἀναγωγῆς τοῦ πτυέλου, ἀλλὰ προσεγλίσχρηνέ τε καὶ ἔβλαψεν· μάλιστα δὲ τοῦτο πάσχουσιν οἵπερ καὶ ἄλλως ὀλέθριοί εἰσι, καὶ ἀδύνατοι βήσσειν τε καὶ ἀποχρέμπτεσθαι τὰ ἐνεχόμενα. Ἐς μὲν οὖν τόδε προστεκμαίρεσθαι χρὴ τὴν ῥώμην τοῦ κάμνοντος, κἢν ἐλπίδα ἔχῃ, διδόναι· διδόναι δὲ, ἢν διδῷς, ἀκροχλίαρον καὶ κατ᾿ ὀλίγον τὸ τοιόνδε, καὶ μὴ λάβρως. Τὸ μέντοι ὀλίγον ἔποξυ ὑγραίνει μὲν τὸ στόμα καὶ φάρυγγα· ἀναγωγὸν δὲ πτυέλου ἐστὶ καὶ ἄδιψον· ὑποχονδρίῳ δὲ καὶ σπλάγχνοισι καὶ ταύτῃ εὐμενές· καὶ τὰς ἀπὸ μέλιτος βλάβας κωλύει· τὸ γὰρ χολῶδες ἐν μέλιτι κολάζεται. Ἔστι δὲ καὶ φυσέων καταῤῥηκτικὸν, καὶ ἐς οὔρησιν προτρεπτικόν· ἐντέρου μέντοι τῷ κάτω μέρει πλαδαρώτερον, καὶ ξύσματα ἐμποιέει· ἔστι δ᾿ ὅτε καὶ φλαῦρον τοῦτο ἐν τῇσιν ὀξείῃσι νούσοισι γίγνεται, μάλιστα μὲν ὅτι φῦσαν κωλύει περαιοῦσθαι, ἀλλὰ παλινδρομέειν ποιέει· ἔτι δὲ καὶ ἄλλως γυιοῖ καὶ τὰ ἀκρωτήρια ψύχει· ταύτην καὶ οἶδα μούνην δι᾿ ὀξυμέλιτος γιγνομένην βλάβην, ἥτις καὶ ἀξίη γραφῆς. Ὀλίγον δὲ τὸ τοιόνδε ποτὸν νυκτὸς μὲν καὶ νήστει πρὸ ῥοφήματος ἐπιτήδειον προπίνεσθαι· ἀτὰρ καὶ ὁκόταν πουλὺ μετὰ ῥόφημα ᾖ, οὐδὲν κωλύει πίνειν. Τοῖσι δὲ ποτῷ μοῦνον διαιτωμένοισιν ἄνευ ῥοφημάτων διὰ τόδε οὐκ ἐπιτήδειόν ἐστιν αἰεὶ καὶ διὰ παντὸς χρέεσθαι τούτῳ, μάλιστα μὲν διὰ ξύσιν ἢ τρηχυσμὸν τοῦ ἐντέρου (ἀκόπρῳ γὰρ ἐόντι μᾶλλον ἐμποιέοι ἂν, καὶ ταῦτα κενεαγγείης παρεούσης)· ἔπειτα δὲ καὶ τὸ μελίκρητον τῆς ἰσχύος ἀφαιρέοιτο ἄν. Ἢν μέντοι ἀρήγειν φαίνηται πρὸς τὴν ξύμπασαν νοῦσον, πολλῷ ποτῷ τούτῳ χρέεσθαι, ὀλίγον χρὴ τὸ ὄξος παραχέειν, ὅσον μοῦνον γιγνώσκεσθαι· οὕτω γὰρ καὶ ἃ φιλέει βλάπτειν, ἥκιστα ἂν βλάπτοι, καὶ ἃ δεῖται προσωφελέειν, προσωφελοίη ἄν. Ἐν κεφαλαίῳ δ᾿ εἴρησθαι, αἱ ἀπὸ ὀξέος ὀξύτητες πικροχόλοισι μᾶλλον ἢ μελαγχολικοῖσι ξυμφέρουσι· τὰ μὲν γὰρ πικρὰ διαλύεται καὶ ἐκφλεγματοῦται, μετεωριζόμενα ὑπ᾿ αὐτέου· τὰ δὲ μέλανα ζυμοῦται καὶ μετεωρίζεται καὶ πολλαπλασιοῦται· ἀναγωγὸν γὰρ μελάνων, ὄξος. Γυναιξὶ δὲ τὸ ἐπίπαν πολεμιώτερον ἢ ἀνδράσιν ὄξος· ὑστεραλγὲς γάρ ἐστιν.

[17] Ὕδατι δὲ ποτῷ ἐν τῇσιν ὀξείῃσι νούσοισιν ἄλλο μὲν οὐδὲν ἔχω ἔργον ὅ τι προσθέω· οὔτε γὰρ βηχὸς παρηγορικόν ἐστιν ἐν τοῖσι περιπλευμονικοῖσιν, οὔτε πτυέλου ἀναγωγὸν, ἀλλ᾿ ἧσσον τῶν ἄλλων, εἴ τις διὰ παντὸς ὕδατι ποτῷ χρέοιτο. Μεσηγὺ μέντοι ὀξυμέλιτος καὶ μελικρήτου ὕδωρ ἐπιῤῥοφεόμενον ὀλίγον πτυέλου ἀναγωγόν ἐστι διὰ τὴν μεταβολὴν τῆς ποιότητος τῶν ποτῶν· πλημμυρίδα γάρ τινα ἐμποιέει. Ἄλλως δὲ οὔτε δίψαν παύει, ἀλλ᾿ ἐπιπικραίνει· χολῶδες γὰρ φύσει χολώδει, καὶ ὑποχονδρίῳ κακόν· καὶ κάκιστον ἑωυτοῦ καὶ χολωδέστατον καὶ φιλαδυναμώτατον, ὅταν ἐς κενεότητα ἐσέλθῃ· καὶ σπληνὸς δὲ αὐξητικὸν καὶ ἥπατός ἐστιν, ὁκόταν πεπυρωμένον ᾖ· καὶ ἐγκλυδαστικόν τε καὶ ἐπιπολαστικόν· βραδύπορόν τε γάρ ἐστι διὰ τὸ ὑπόψυχρον καὶ ἄπεπτον εἶναι· καὶ οὔτε διαχωρητικὸν, οὔτε διουρητικόν· προσβλάπτει δέ τι καὶ διὰ τόδε, ὅτι ἄκοπρόν ἐστι φύσει· ἢν δὲ δὴ καὶ ποδῶν ψυχρῶν ποτε ἐόντων ποθῇ, πάντα ταῦτα πολλαπλασίως βλάπτει, ἐς ὅ τι ἂν αὐτέων ὁρμήσῃ. Ὑποπτεύσαντι μέντοι ἐν ταύτῃσι τῇσι νούσοισιν ἢ καρηβαρίην ἰσχυρὴν ἢ φρενῶν ἅψιν, παντάπασιν οἴνου ἀποσχετέον· ὕδατι δὲ ἐν τῷ τοιῷδε χρηστέον, ἢ ὑδαρέα καὶ κιῤῥὸν παντελῶς δοτέον οἶνον καὶ ἄοσμον παντάπασι, καὶ μετὰ τὴν πόσιν αὐτοῦ ὕδωρ μεταποτέον ὀλίγον· οὕτω γὰρ ἂν ἧσσον τὸ ἀπὸ τοῦ οἴνου μένος ἅπτοιτο τῆς κεφαλῆς καὶ γνώμης· ἐν οἷσι δὲ μάλιστα αὐτέων ὕδατι ποτῷ χρηστέον, καὶ ὁκότε πολλῷ κάρτα, καὶ ὅκου μετρίῳ, καὶ ὅκου ψυχρῷ, καὶ ὅκου θερμῷ, τὰ μέν που πρόσθεν εἰρέαται, τὰ δὲ ἐν αὐτέοισι τοῖσι καιροῖσι ῥηθήσεται. Κατὰ ταῦτα δὲ καὶ περὶ τῶν ἄλλων ποτῶν, οἷον τὸ κρίθινον, καὶ τὰ ἀπὸ χλοίης ποιεύμενα, καὶ τὰ ἀπὸ σταφίδος καὶ στεμφύλων καὶ πυρῶν καὶ κνήκου καὶ μύρτων καὶ ῥοιῆς καὶ τῶν ἄλλων, ὅταν τινὸς αὐτέων καιρὸς ᾖ χρέεσθαι, γεγράψεται παρ᾿ αὐτέῳ τῷ νουσήματι, ὅκως περ καὶ τἄλλα τῶν ξυνθέτων φαρμάκων.

[18] Λουτρὸν δὲ συχνοῖσι τῶν νουσημάτων ἀρήγοι ἂν χρεομένοισιν, ἐς τὰ μὲν ξυνεχέως, ἐς τὰ δ᾿ οὔ. Ἔστι δὲ ὅτε ἧσσον χρηστέον διὰ τὴν ἀπαρασκευασίην τῶν ἀνθρώπων· ἐν ὀλίγῃσι γὰρ οἰκίῃσι παρεσκεύασται τὰ ἄρμενα καὶ οἱ θεραπεύοντες ὡς δεῖ· εἰ δὲ μὴ παγκάλως λούοιτο, βλάπτοιτ᾿ ἂν οὐ σμικρά· καὶ γὰρ σκέπης ἀκάπνου δεῖ, καὶ ὕδατος δαψιλέος, καὶ τοῦ λουτροῦ συχνοῦ καὶ μὴ λίην λάβρου, ἤν γε μὴ οὕτω δέῃ. Καὶ μᾶλλον μὲν μὴ σμήχεσθαι· ἢν δὲ σμήχηται, θερμῷ χρέεσθαι αὐτέῳ καὶ πολλαπλασίῳ ἢ ὡς νομίζεται σμήγματι, καὶ προσκαταχέεσθαι μὴ ὀλίγῳ, καὶ ταχέως μετακαταχέεσθαι. Δεῖ δὲ καὶ τῆς ὁδοῦ βραχείης ἐς τὴν πύελον, καὶ ἐς εὐέμβατον καὶ ἐς εὐέκβατον· εἶναι δὲ καὶ τὸν λουόμενον κόσμιον καὶ σιγηλὸν, καὶ μηδὲν αὐτὸν προσεξεργάζεσθαι, ἀλλ᾿ ἄλλους καὶ καταχέειν καὶ σμήχειν· καὶ μετακέρασμα πολλὸν ἡτοιμᾶσθαι, καὶ τὰς ἐπαντλήσιας ταχείας ποιέεσθαι· καὶ σπόγγοισι χρέεσθαι ἀντὶ στλεγγίδος, καὶ μὴ ἄγαν ξηρὸν χρίεσθαι τὸ σῶμα. Κεφαλὴν μέντοι ἀνεξηράνθαι χρὴ ὡς οἷόν τε μάλιστα ὑπὸ σπόγγου ἐκμασσομένην, καὶ μὴ διαψύχεσθαι τὰ ἄκρεα, μήτε τὴν κεφαλὴν, μήτε τὸ ἄλλο σῶμα· καὶ μήτε νεοῤῥόφητον μήτε νεόποτον λούεσθαι, μηδὲ ῥοφέειν, μηδὲ πίνειν ταχὺ μετὰ τὸ λουτρόν. Μέγα μὲν δὴ μέρος χρὴ νέμειν τῷ κάμνοντι, ἢν ὑγιαίνων ᾖ φιλόλουτρος ἄγαν καὶ εἰθισμένος λούεσθαι· καὶ γὰρ ποθέουσι μᾶλλον οἱ τοιοίδε, καὶ ὠφελέονται λουσάμενοι, καὶ βλάπτονται μὴ λουσάμενοι. Ἁρμόζει δὲ ἐν περιπλευμονίῃσι μᾶλλον ἢ ἐν καύσοισι τὸ ἐπίπαν· καὶ γὰρ ὀδύνης τῆς κατὰ πλευρὴν καὶ στήθεα καὶ μετάφρενον παρηγορικόν ἐστι τὸ λουτρὸν, καὶ πτυέλου πεπαντικὸν καὶ ἀναγωγὸν, καὶ εὔπνοον καὶ ἄκοπον· μαλθακτικὸν γὰρ καὶ ἄρθρων καὶ τοῦ ἐπιπολαίου δέρματος· καὶ οὐρητικὸν δὲ, καὶ καρηβαρίην λύει, καὶ ῥῖνας ὑγραίνει. Ἀγαθὰ μὲν οὖν λουτρῷ τοσαῦτα πάρεστιν, ὧν πάντων δεῖ· ἢν μέντοι τῆς παρασκευῆς ἔνδειά τις ᾖ ἑνὸς ἢ πλειόνων, κίνδυνος μὴ λυσιτελέειν τὸ λουτρὸν, ἀλλὰ μᾶλλον βλάπτειν· ἓν γὰρ ἕκαστον αὐτέων μεγάλην φέρει τὴν βλάβην, μὴ παρασκευασθὲν ὑπὸ τῶν ὑπουργῶν ὡς δεῖ. Ἥκιστα δὲ λούειν καιρὸς τούτους οἷσιν ἡ κοιλίη ὑγροτέρη τοῦ καιροῦ ἐν τῇσι νούσοισιν· ἀτὰρ οὐδὲ οἷσιν ἕστηκε μᾶλλον τοῦ καιροῦ καὶ μὴ προδιελήλυθεν· οὐδὲ δὴ τοὺς γεγυιωμένους χρὴ λούειν, οὐδὲ τοὺς ἀσώδεας ἢ ἐμετικοὺς, οὐδὲ τοὺς ἐπανερευγομένους χολῶδες, οὐδὲ τοὺς ἐκ ῥινῶν αἱμοῤῥαγέοντας, εἰ μὴ ἔλασσον τοῦ καιροῦ ῥέοι· τοὺς δὲ καιροὺς οἶδας· ἢν δὲ ἔλασσον τοῦ καιροῦ ῥέοι, λούειν, ἤν τε ὅλον τὸ σῶμα πρὸς τὰ ἄλλα ἀρήγῃ, ἤν τε τὴν κεφαλὴν μοῦνον. Ἢν οὖν αἵ τε παρασκευαὶ ἔωσιν ἐπιτήδειοι καὶ ὁ κάμνων μέλλῃ εὖ δέξασθαι τὸ λουτρὸν, λούειν χρὴ ἑκάστης ἡμέρης· τοὺς δὲ φιλολουτρέοντας οὐδ᾿ εἰ δὶς τῆς ἡμέρης λούοις, οὐδὲν ἂν βλάπτοις. Χρέεσθαι δὲ λουτροῖσι τοῖσιν ὅλῃσι πτισάνῃσι χρεομένοισι παραπουλὺ μᾶλλον ἐνδέχεται, ἢ τοῖσι χυλῷ μοῦνον χρεομένοισιν· ἐνδέχεται δὲ καὶ τουτέοισιν ἐνίοτε· ἥκιστα δὲ καὶ τοῖσι ποτῷ μοῦνον χρεομένοισιν· ἔστι δὲ καὶ οἷσι τουτέων ἐνδέχεται· τεκμαίρεσθαι δὲ χρὴ τοῖσι προγεγραμμένοισιν οὕς τε μέλλει λουτρὸν ὠφελέειν ἐν ἑκάστοισι τῶν τρόπων τῆς διαίτης, οὕς τε μή. Οἷοι μὲν γὰρ προσδέεταί τινος κάρτα τουτέων, ὁκόσα λουτρὸν ἀγαθὰ ποιέει, καὶ πρόσεστιν αὐτέοισιν ὅσα ἂν λουτρῷ ὠφελέηται, δεῖ λούειν· οἷσι δὲ τουτέων μηδενὸς προσδεῖ, καὶ πρόσεστιν αὐτέοισι τῶν σημείων ἐφ᾿ οἷσι λούεσθαι οὐ ξυμφέρει, οὐ δεῖ λούειν.


Περὶ Διαίτης Ὀξέων Νοσημάτων, Νόθα

[1] Καῦσος γίγνεται, ὁκόταν ἀναξηρανθέντα τὰ φλέβια ἐν θερινῇ ὥρῃ ἐπισπάσηται δριμέας καὶ χολώδεας ἰχῶρας ἐς ἑωυτά· καὶ πυρετὸς πολὺς ἴσχει, τό τε σῶμα ὡς ὑπὸ κόπου ἐχόμενον κοπιᾷ καὶ ἀλγέει. Γίγνεται δὲ ὡς ἐπιτοπουλὺ καὶ ἐκ πορείης μακρῆς καὶ δίψεος μακροῦ, ὁκόταν ἀναξηρανθέντα τὰ φλέβια δριμέα καὶ θερμὰ ῥεύματα ἐπισπάσηται. Γίγνεται δὲ ἡ γλῶσσα τρηχείη καὶ ξηρὴ καὶ μέλαινα κάρτα· καὶ τὰ περὶ τὴν νηδὺν δακνόμενος ἀλγέει· τά τε ὑποχωρήματα ἔξυγρα καὶ ὠχρὰ γίγνεται, καὶ δίψαι σφοδραὶ ἔνεισι, καὶ ἀγρυπνίη, ἐνίοτε δὲ καὶ παραλλάξιες φρενῶν. Τῷ τοιῷδε δίδου πίνειν ὕδωρ τε καὶ μελίκρητον ἑφθὸν ὑδαρὲς ὁκόσον ἐθέλει· κἂν πικρὸν τὸ στόμα γίγνηται, ἐμέειν ξυμφέρει, καὶ τὴν κοιλίην ὑποκλύσαι· ἢν δὲ μὴ πρὸς ταῦτα λύηται, γάλα ὄνου ἑψήσας κάθαιρε. Ἁλμυρὸν δὲ μηδὲν μηδὲ δριμὺ προσφέρειν, οὐ γὰρ ὑποίσει· ῥοφήματα δὲ, ἕως ἂν ἔξω τῶν κρισίμων γένηται, μὴ δίδου. Κἢν αἷμα ἐκ τῶν ῥινῶν ῥυῇ, λύεται τὸ πάθος, κἢν ἱδρῶτες ἐπιγένωνται κριτικοὶ γνήσιοι μετ᾿ οὔρων λευκῶν καὶ παχέων καὶ λείων ὑφισταμένων, κἢν ἀπόστημά που γένηται· ἢν δ᾿ ἄνευ τούτων λυθῇ, ὑποστροφὴ πάλιν ἔσται τῆς ἀῤῥωστίης, ἢ ἰσχίων ἢ σκελέων ἄλγημα ξυμβήσεται, καὶ πτύσεται παχέα, ἢν μέλλῃ ὑγιὴς ἔσεσθαι. Καύσου γένος ἄλλο. Κοιλίη ὑπάγουσα, δίψης μεστὴ, γλῶσσα τρηχείη, ξηρὴ, ἁλυκώδης· οὔρων ἀπόληψις· ἀγρυπνίη· ἀκρωτήρια ἐψυγμένα. Τῷ τοιούτῳ ἢν μὴ αἷμα ἐκ ῥινῶν ῥυῇ, ἢ ἀπόστημα περὶ τράχηλον γένηται, ἢ σκελέων ἄλγημα, καὶ πτύσματα παχέα πτύσῃ (ταῦτα δὲ ξυστάσης τῆς κοιλίης γίγνεται, ἢ ἰσχίου ὀδύνη, ἢ αἰδοίου πελίωμα), οὐ κρίνεται· καὶ ὄρχις ἐνταθεὶς κριτικόν. Ῥοφήματα ἐπισπαστικὰ δίδου.

[2] Τὰ δ᾿ ὀξέα πάθεα, φλεβοτομήσεις, ἢν ἰσχυρὸν φαίνηται τὸ νούσημα, καὶ οἱ ἔχοντες ἀκμάζωσι τῇ ἡλικίῃ, καὶ ῥώμη παρῇ αὐτέοισιν. Ἢν μὲν οὖν σύναγχος ᾖ, ἐκλεικτοῖσιν ἀνακάθαιρε, εἴτ᾿ ἄλλο τι τῶν πλευριτικῶν· ἢν δὲ ἀσθενέστεροι φαίνωνται, ἢ καὶ πλείω τοῦ αἵματος ἀφέλῃς, κλυσμῷ κατὰ τὴν κοιλίην χρέεσθαι διὰ τρίτης ἡμέρης, ἕως ἂν ἐν ἀσφαλείῃ γένοιτο ὁ νοσέων, καὶ λιμῷ, εἰ χρῄζοι.

[3] Φλεγμαίνοντα ὑποχόνδρια μὴ πνευμάτων ἀπολήψει, φρενῶν ἐντάσιες, ἢ πνευμάτων προστάσιες, ὀρθοπνοίης ξηρῆς, οἷσι μὴ πῦον ὕπεστιν, ἀλλὰ ὑπὸ πνεύματος ἀπολήψιος τὰ παθήματα ταῦτα ὑπογίγνεται, μάλιστα δὲ ἥπατος περιωδυνίαι, καὶ σπληνὸς βαρέα, καὶ ἄλλαι φλεγμασίαι τε καὶ ὑπὲρ φρενῶν περιωδυνίαι, καὶ ξυστροφαὶ νουσημάτων, οὐ δύνανται λύεσθαι, ἤν τις πρῶτον ἐπιχειρέῃ φαρμακεύειν· ἀλλὰ φλεβοτομίη τῶν τοιῶνδε ἡγεμονικόν ἐστιν· ἔπειτα δὲ ἐπὶ κλυσμὸν, ἢν μὴ μέγα καὶ ἰσχυρὸν τὸ νούσημα ᾖ· εἰ δὲ μὴ, καὶ ὕστερον φαρμακείης δεῖ· δέεται δὲ ἀσφαλείης καὶ μετριότητος μετὰ φαρμακείης φλεβοτομίη. Ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῶν νούσων εὐθέως ἐπιχειρέουσι λύειν φαρμακείῃ, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντος οὐδὲν ἀφαιρέουσιν· οὐ γὰρ ἐνδιδοῖ ὠμὸν ἐὸν τὸ πάθος· τὰ δὲ ἀντέχοντα τῷ νουσήματι καὶ ὑγιεινὰ ξυντήκουσιν· ἀσθενέος δὲ τοῦ σώματος γενομένου, τὸ νούσημα ἐπικρατέει· ὁκόταν δὲ τὸ νούσημα ἐπικρατήσῃ τοῦ σώματος, τὸ τοιόνδε ἀνιήτως ἔχει.

[4] Τὸ δὲ ἄφωνον τινὰ ἐξαίφνης γενέσθαι, φλεβῶν ἀπολήψιες λυπέουσιν, ἢν ὑγιαίνοντι τόδε ξυμβῇ ἄνευ προφάσιος ἢ ἄλλης αἰτίης ἰσχυρῆς· φλεβοτομέειν οὖν χρὴ τὸν βραχίονα τὸν δεξιὸν τὴν ἔσω φλέβα, καὶ ἀφαιρέειν τοῦ αἵματος, κατὰ τὴν ἕξιν καὶ τὴν ἡλικίην διαλογιζόμενον τὸ πλεῖον καὶ τὸ ἔλασσον. Ξυμπίπτει δὲ τοῖσι πλείστοισιν αὐτέων τοιάδε· ἐρυθήματα προσώπου, ὀμμάτων στάσιες, χειρῶν διαστάσιες, ὀδόντων τρισμοὶ, σφυγμοὶ, σιηγόνων ξυναγωγὴ, καὶ κατάψυξις ἀκρωτηρίων, πνευμάτων ἀπολήψιες ἀνὰ τὰς φλέβας.

[5] Ὁκόταν ἀλγήματα προγένηται, μελαίνης χολῆς καὶ δριμέων ῥευμάτων ἐπιῤῥύσιες γίγνονται· ἀλγέει δὲ τὰ ἐντὸς δακνόμενος· δηχθεῖσαι δὲ καὶ λίην ξηραὶ γενόμεναι αἱ φλέβες ἐντείνονταί τε καὶ φλεγμαίνουσαι ἐπισπῶνται τὰ ἐπιῤῥέοντα· ὅθεν διαφθαρέντος τοῦ αἵματος, καὶ τῶν πνευμάτων οὐ δυναμένων ἐν αὐτῷ τὰς κατὰ φύσιν ὁδοὺς βαδίζειν, καταψύξιές τε γίγνονται ὑπὸ τῆς στάσιος, καὶ σκοτώσιες, καὶ ἀφωνίη, καὶ καρηβαρίη, καὶ σπασμοὶ, ἢν ἤδη ἐπὶ τὴν καρδίην ἢ τὸ ἧπαρ ἢ ἐπὶ τὴν φλέβα ἔλθῃ· ἔνθεν ἐπίληπτοι γίγνονται ἢ παραπλῆγες, ἢν ἐς τοὺς περιέχοντας τόπους ἐμπέσῃ τὰ ῥεύματα, καὶ ὑπὸ τῶν πνευμάτων οὐ δυναμένων διεξιέναι καταξηρανθῇ. Ἀλλὰ χρὴ τοὺς τοιούτους προπυριῶντα φλεβοτομέειν ἐν ἀρχῇσιν εὐθέως, μετεώρων ἐόντων πάντων τῶν λυπεόντων πνευμάτων καὶ ῥευμάτων· εὐβοηθητότερα γάρ ἐστιν· καὶ ἀναλαμβάνοντα, καὶ τὰς κρίσιας ἐπιθεωρέοντα, φαρμακεύειν, ἢν μὴ κουφίζηται, ἄνω· τὴν δὲ κάτω κοιλίην, ἢν μὴ ὑποχωρέῃ κλυσμῷ, ὄνου γάλα ἑφθὸν δίδου, καὶ πινέτω μὴ ἔλασσον δώδεκα κοτυλῶν· ἢν δὲ ῥώμη περιέχῃ, πλεῖον ἑκκαίδεκα.

[6] Σύναγχος δὲ γίνεται, ὁκόταν ἐκ τῆς κεφαλῆς ῥεῦμα πουλὺ καὶ κολλῶδες ὥρην χειμερινὴν ἢ ἐαρινὴν ἐς τὰς σφαγίτιδας φλέβας ἐπιῤῥυῇ, καὶ τὸ ῥεῦμα πλεῖον διὰ τὴν εὐρύτητα ἐπισπάσωνται· ὁκόταν δὲ ψυχρόν τε ἐὸν καὶ κολλῶδες ἐμφράξηται, τοῦ πνεύματος τὰς διεξόδους καὶ τοῦ αἵματος ἀποφράσσον, πήγνυσι τὰ ξύνεγγυς τοῦ αἵματος, καὶ ἀκίνητον καὶ στάσιμον ποιέει, φύσει ψυχρὸν ἐὸν καὶ ἐμφρακτικόν. Διὰ τοῦτο πνίγονται, τῆς γλώσσης ἀποπελιουμένης καὶ στρογγυλουμένης καὶ ἀνακαμπτομένης διὰ τὰς φλέβας τὰς ὑπὸ τὴν γλῶσσαν· τῆς γὰρ ὑποταμνομένης σταφυλῆς, ἣν δὴ κιονίδα καλεῦσιν, ἑκατέρωθεν φλὲψ παχείη. Ὁκόταν οὖν πλήρεες αὗται ἐοῦσαι ἐς τὴν γλῶσσαν ἐναποστηρίζωνται ἀραιὴν ἐοῦσαν καὶ σπογγοειδέα, διὰ τὴν ξηρασίην ὑπὸ βίης τὸ ἐκ τῶν φλεβῶν δεχομένη ὑγρὸν, ἐκ πλατείης μὲν στρογγύλη γίνεται, ἐξ εὐχρόου δὲ πελιδνὴ, ἐκ μαλθακῆς δὲ σκληρὴ, ἐξ εὐκάμπτου δὲ ἄκαμπτος, ὥστε ταχέως ἀποπνίγεσθαι, ἢν μή τις ὀξέως βοηθῇ. Φλεβοτομίην τε ποιεύμενος ἀπὸ βραχιόνων, καὶ τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας ὑποτάμνων, καὶ φαρμακεύων τοῖσιν ἐκλεικτοῖσι, καὶ ἀναγαργαρίζων θερμοῖσι, καὶ κεφαλὴν ὑποξυρῶν, καὶ κήρωμα κεφαλῇ καὶ τραχήλῳ περιτιθέναι, καὶ εἰρίοισι περιελίσσειν, καὶ σπόγγοισι μαλθακοῖσιν, ἐν ὕδατι θερμῷ ἐκπιεζεῦντα, πυριῇν· πίνειν τε ὕδωρ καὶ μελίκρητον μὴ ψυχρά· χυλὸν δὲ προσφέρειν, ὁκόταν ἐκ κρίσιος ἐν ἀσφαλείῃ ἤδη ᾖ. Ὁκόταν ἐν θερινῇ ἢ μετοπωρινῇ ὥρῃ ἐκ κεφαλῆς θερμὸν τὸ ῥεῦμα καταῤῥυῇ, καὶ νιτρῶδες ᾖ, ἅτε ὑπὸ τῆς ὥρης δριμὺ καὶ θερμὸν γεγενημένον, δάκνει τοιόνδε ἐὸν, καὶ ἑλκοῖ, καὶ πνεύματος ἐμπίπλησι, καὶ ὀρθοπνοίη παραγίγνεται καὶ ξηρασίη πολλὴ, καὶ τὰ θεωρεύμενα ἰσχνὰ φαίνεται, καὶ τοὺς ὄπισθεν τένοντας ἐν τῷ τραχήλῳ ξυντείνεται, καὶ δοκέει οἱ τέτανος ἐντετάσθαι, καὶ ἡ φωνὴ ἀπέῤῥωγε, καὶ τὸ πνεῦμα σμικρὸν, καὶ ἡ ἀντίσπασις τοῦ πνεύματος πυκνὴ καὶ βιαίη παραγίγνεται. Οἱ τοιοίδε τὴν ἀρτηρίην ἑλκοῦνται, καὶ τὸν πλεύμονα πίμπρανται, οὐ δυνάμενοι τὸ ἔξωθεν πνεῦμα ἐπάγεσθαι. Τοῖσι τοιουτέοισι δὲ ἢν μὴ ἐς τὰ ἔξω μέρεα τοῦ τραχήλου ἑκουσίῃ ἀποφέρηται, δεινότερα καὶ ἀφυκτότερα ἐστὶ, καὶ διὰ τὴν ὥρην, καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων.

[7] Ἢν πυρετὸς λάβῃ παλαιῆς κόπρου ὑπεούσης, νεοβρῶτι ἐόντι, ἤν τε ξὺν ὀδύνῃ πλευροῦ, ἤν τε μὴ, ἡσυχίην ἄγειν μέχρις οὗ καταβῇ τὰ σιτία πρῶτον ἐς τὴν κάτω κοιλίην· πόματι δὲ χρεέσθω ὀξυμέλιτι· ὁκόταν δὲ ἐς τὴν ὀσφὺν βάρος ἥκῃ, κάτω κλύσαι κλυσμῷ, ἢ καθᾶραι φαρμάκῳ· ὁκόταν δὲ καθαρθῇ, διαιτᾷν ῥοφήματι πρῶτον καὶ πόματι μελικρήτῳ· ἔπειτα σιτίοισι καὶ ἰχθύσιν ἑφθοῖσι καὶ οἴνῳ ὑδαρεῖ, ἐς νύκτα ὀλίγῳ· ἡμέρῃ δὲ ὑδαρὲς μελίκρητον. Ὁκόταν δὲ αἱ φῦσαι δυσώδεες ἔωσιν, οὕτως ἢ βαλάνῳ ἢ κλυσμῷ· εἰ δὲ μὴ, ἐπισχεῖν ὀξύμελι πίνοντα, ἕως ἂν καταβῇ ἐς τὴν κάτω κοιλίην, εἶθ᾿ οὕτω κλυσμῷ ὑπαγαγεῖν. Ἢν δὲ λαπαρῷ ἐόντι καῦσος ἐπιγένηται, ἤν σοι δοκέῃ φαρμακεύειν ἐπιτηδείως ἔχειν, ἔσω τριῶν ἡμερέων μὴ φαρμακεύειν, ἀλλ᾿ ἢ τεταρταῖον. Ὁκόταν δὲ φαρμακεύσῃς, τοῖσι ῥοφήμασι χρῶ, διαφυλάσσων τοὺς παροξυσμοὺς τῶν πυρετῶν, ὅκως μηδέποτε προσοίσεις μελλόντων ἔσεσθαι τῶν πυρετῶν, ἀλλὰ ληγόντων, ἀλλὰ παυσαμένων, καὶ ὡς ποῤῥωτάτω ἀπὸ τῆς ἀρχῆς. Ποδῶν δὲ ψυχρῶν ἐόντων, μήτε ποτὸν μήτε ῥόφημα μήτ᾿ ἄλλο μηδὲν δίδου τοιόνδε, ἀλλὰ μέγιστον ἡγοῖο τοῦτ᾿ εἶναι διαφυλάσσεσθαι, ἕως ἂν διάθερμοι σφόδρα γένωνται· εἶθ᾿ οὕτω τὸ ξυμφέρον πρόσφερε. Ὡς γὰρ ἐπιτοπουλὺ σημεῖόν ἐστι μέλλοντος παροξύνεσθαι τοῦ πυρετοῦ ψύξις ποδῶν· εἰ δ᾿ ἐν τοιούτῳ καιρῷ προσοίσεις, ἅπαντα τὰ μέγιστα ἐξαμαρτήσεις· τὸ γὰρ νούσημα αὐξήσεις οὐ σμικρῶς. Ὁκόταν δὲ ὁ πυρετὸς λήγῃ, τοὐναντίον οἱ πόδες θερμότεροι γίγνονται τοῦ ἄλλου σώματος· αὔξεται μὲν γὰρ ψύχων τοὺς πόδας, ἐξαπτόμενος ἐκ τοῦ θώρηκος, ἐς τὴν κεφαλὴν ἀναπέμπων τὴν φλόγα· ξυνδεδραμηκότος δὲ ἅλες τοῦ θερμοῦ ἅπαντος ἄνω, καὶ ἀναθυμιωμένου ἐς τὴν κεφαλὴν, εἰκότως οἱ πόδες ψυχροὶ γίγνονται, ἄσαρκες καὶ νευρώδεες φύσει ἐόντες· ἔτι δὲ πουλὺ ἀπέχοντες τῶν θερμοτάτων τόπων ψύχονται, ξυναθροιζομένου τοῦ θερμοῦ ἐς τὸν θώρηκα· καὶ πάλιν ἀνάλογον, λυομένου τοῦ πυρετοῦ καὶ κατακερματιζομένου, ἐς τοὺς πόδας καταβαίνει· κατὰ δὲ τὸν χρόνον τοῦτον ἡ κεφαλὴ καὶ ὁ θώρηξ κατέψυκται. Τοῦ δ᾿ εἵνεκα προσεκτέον, ὅτι, ὁκόταν οἱ πόδες ψυχροὶ ἔωσι, θερμὴν ἀνάγκη τὴν κοιλίην εἶναι καὶ πολλῆς ἄσης μεστὴν, καὶ ὑποχόνδριον ἐντεταμένον, καὶ ῥιπτασμὸν τοῦ σώματος διὰ τὴν ἔνδον ταραχὴν, καὶ μετεωρισμὸν γνώμης, καὶ ἀλγήματα· καὶ ἕλκεται, καὶ ἐμέειν ἐθέλει, καὶ ἢν πονηρὰ ἐμέῃ, ὀδυνῆται· θέρμης δὲ καταβάσης ἐς τοὺς πόδας, καὶ οὔρου διελθόντος, κἢν μὴ ἱδρώσῃ, πάντα λωφᾷ· κατὰ τόνδε οὖν τὸν καιρὸν δεῖ τὸ ῥόφημα διδόναι· τότε δὲ ὄλεθρος.

[8] Ὁκόσοισι δὲ διὰ τέλεος ἡ κοιλίη ἐν τοῖσι πυρετοῖσιν ὑγρὴ, τουτέοισι διαφερόντως τοὺς πόδας θερμαίνων, καὶ περιστέλλων κηρώμασι, καὶ ταινιδίοισι περιελίσσων πρόσεχε, ὅκως μὴ ἔσονται ψυχρότεροι τοῦ ἄλλου σώματος· θερμοῖσι δὲ ἐοῦσι θέρμασμα μηδὲν πρόσφερε, ἀλλὰ παρατήρει ὅκως μὴ ψυχθήσονται· πόματι δὲ χρέεσθαι ὡς ἐλαχίστῳ ὕδατι ψυχρῷ ἢ μελικρήτῳ. Ὁκόσοισι δὲ ἐν πυρετοῖσι κοιλίη ὑγρὴ καὶ γνώμη τεταραγμένη, οἱ πολλοὶ τῶν τοιουτέων τὰς κροκύδας ἀφαιρέουσι, καὶ τὰς ῥῖνας σκάλλουσι, καὶ κατὰ βραχὺ μὲν ἀποκρίνονται τὸ ἐρωτώμενον, αὐτοὶ δὲ ἀφ᾿ ἑωυτῶν οὐδὲν λέγουσι κατηρτημένον· δοκέει οὖν μοι τὰ τοιάδε μελαγχολικὰ εἶναι· ἢν δὲ τοιῶνδε ἐόντων ἡ κοιλίη ὑγρὴ ᾖ καὶ ξυντήκῃ, δοκέει μοι τὰ ῥοφήματα ψυχρότερα καὶ παχύτερα προσφέρειν, καὶ τὰ πόματα στατικὰ καὶ οἰνωδέστερα ἢ καὶ στυπτικώτερα. Ὁκόσοισι δὲ τῶν πυρετῶν δῖνοί τε ἀπ᾿ ἀρχῆς καὶ σφυγμοὶ κεφαλῆς εἰσι καὶ οὖρα λεπτὰ, τουτέοισι προσδέχεσθαι πρὸς τὰς κρίσιας παροξυνθησόμενον τὸν πυρετόν· οὐ θαυμάσαιμι δ᾿ ἂν οὐδ᾿ εἰ παραφρονήσειαν. Οἷσι δὲ ἐν ἀρχῇ τὰ οὖρα νεφελοειδέα καὶ παχέα, τοὺς τοιούσδε ὑποκαθαίρειν, ἢν καὶ τὰ ἄλλα ξυμφέρῃ· ὁκόσοισι δὲ ἐν ἀρχῇ τὰ οὖρα λεπτὰ, μὴ φαρμάκευε τοὺς τοιούτους, ἀλλ᾿ ἢν δοκέῃ, κλύσαι· τούτους ξυμφέρει οὕτω θεραπεύεσθαι, τῷ σώματι ἡσυχίην ἄγοντας, ἀλείφοντά τε καὶ περιστέλλοντα ὁμαλῶς· ποτῷ δὲ χρέεσθαι μελικρήτῳ ὑδαρεῖ, καὶ ῥοφήματι χυλῷ πτισάνης ἐς ἑσπέρην· κοιλίην δὲ ὕπαγε κατ᾿ ἀρχὰς κλυσμῷ· φάρμακα δὲ μὴ πρόσαγε τούτοισιν· ἢν γάρ τι κινήσῃς κατὰ κοιλίην, τὸ οὖρον οὐ πεπαίνεται, ἀλλ᾿ ἄνιδρός τε καὶ ἄκριτος ὁ πυρετὸς ἐπὶ πολὺν χρόνον ἔσται. Τὰ δὲ ῥοφήματα, ὁκόταν ἐγγὺς τῶν κρισίων ᾖ, μὴ δίδου, ἢν θορυβῆται, ἢν δ᾿ ἀνῇ καὶ ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον· φυλάσσεσθαι δὲ χρὴ καὶ τῶν ἄλλων πυρετῶν τὰς κρίσιας, καὶ ἀφαιρέειν τὰ ῥοφήματα κατὰ τοῦτον τὸν καιρόν. Μεμαθήκασι δὲ μακροὶ οἱ πυρετοὶ οἵδε γίγνεσθαι, καὶ ἀποσκήμματα ἴσχειν, ἢν μὲν τὰ κάτω ψυχρὰ ᾖ, περὶ ὦτα καὶ τράχηλον· ἢν δὲ μὴ ψυχρὰ ᾖ, ἄλλας ἴσχειν μεταβολάς· ῥέει δὲ καὶ αἷμα ἐκ ῥινῶν, καὶ αἱ κοιλίαι τοῖσι τοιουτέοισιν ἐκταράσσονται. Ὁκόσοισι δὲ πυρετοὶ ἀσώδεές εἰσι, καὶ ὑποχόνδρια ξυντείνουσι, καὶ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτέῳ, καὶ τὰ ἄκρεα ψύχονται πάντα, πλείστης ἐπιμελείης καὶ φυλακῆς δέονται· διάγειν δὲ τούτοισι προσφέροντας μηδὲν ἄλλο ἢ ὀξύμελι ὑδαρές· ῥόφημα δὲ μὴ πρόσφερε, ἕως ἂν λήξῃ, καὶ τὸ οὖρον πεπανθῇ· κατακλίνειν δὲ ἐς ζοφερὰ οἰκήματα, καὶ κατακεκλίσθαι ὡς ἐπὶ μαλθακωτάτοισι στρώμασι, πολὺν χρόνον ἐπὶ τὰ αὐτὰ καρτερέοντα, καὶ ὡς ἥκιστα ῥιπτάζειν· μάλιστα γὰρ τοῦτο τοὺς τοιούτους ὠφελέει. Ἐπὶ δὲ τὸ ὑποχόνδριον λίνου σπέρμα ἐγχρίων ἐπιτίθει, φυλασσόμενος ὅκως μὴ φρίξῃ προστιθέμενος· ἔστω δὲ ἀκροχλίαρον, ἑφθὸν ἐν ὕδατι καὶ ἐλαίῳ. Τεκμαίρεσθαι δὲ ἐκ τῶν οὔρων τὸ μέλλον ἔσεσθαι· ἢν μὲν γὰρ παχύτερα καὶ ὠχρότερα ᾖ, βελτίω· ἢν δὲ λεπτότερα καὶ μελάντερα, πονηρότερα· ἢν δὲ μεταβολὰς ἔχῃ, χρόνον τε σημαίνει, καὶ ἀνάγκη τῷ νοσέοντι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ τὰ βελτίω τὴν ἀνωμαλίην. Τοὺς δὲ ἀκαταστάτους τῶν πυρετῶν ἐᾷν, μέχρις ἂν στῶσιν, ὁκόταν δὲ στῶσιν, ἀπαντῆσαι διαίτῃ καὶ θεραπείῃ τῇ προσηκούσῃ, κατὰ φύσιν θεωρέων.

[9] Εἰσὶ δὲ ὄψιες πολλαὶ τῶν καμνόντων· διὸ προσεκτέον τῷ ἰωμένῳ, ὅκως μὴ διαλήσεται τῶν προφασίων, μήτε τῶν κατὰ λογισμὸν, μήτε ὁκόσα ἐς ἀριθμὸν ἄρτιον ἢ περισσὸν δεῖ φανῆναι· μάλιστα μὲν οὖν δεῖ τὸν περισσὸν ἀριθμὸν εὐλαβέεσθαι, ὡς αὗται αἱ ἡμέραι ἑτεροῤῥοπέας ποιέουσι τοὺς κάμνοντας. Φυλάσσεσθαι οὖν δεῖ τὴν πρώτην ἡμέρην, ᾗ ἦρκται ἀσθενέειν ὁ κάμνων, ἰδόντα τὴν ἀρχὴν ἐξ ὅτου καὶ διότι· ἡγέεται γὰρ τοῦτο πρῶτον εἰδῆσαι. Ὁκόταν δὲ ἔρῃ αὐτὸν καὶ διασκέψῃ ταῦτα πάντα, πρῶτον μὲν κεφαλὴν ὅκως ἔχει, εἰ ἀνάλγητος καὶ μὴ βάρος ἔχει ἐν ἑωυτῇ· ἔπειτα ὑποχόνδρια καὶ πλευρὰ, εἰ ἀνάλγητα· ὑποχόνδριον μὲν γὰρ, εἰ ἐπίπονόν ἐστιν ἢ ἐπηρμένον ἢ ἔχει τινὰ σκολιότητα ἢ κόρον, ἢ πλευροῦ ἀλγηδὼν ἐνείη, καὶ ἅμα τῷ ἀλγήματι ἢ βηχίον ἢ στρόφος ἢ πόνος κοιλίης· ὅταν δέ τι τουτέων παρῇ, ἐν ὑποχονδρίῳ μὲν μάλιστα, λύειν τὴν κοιλίην κλυσμοῖσιν· πινέτω δὲ μελίκρητον θερμὸν ἀφηψημένον. Καταμανθάνειν δὲ καὶ ἐν τῇσιν ἐξαναστάσεσιν εἰ λειποθυμέει, καὶ εἰ τοῦ πνεύματος εὐφορίη αὐτὸν ἔχει, ἰδεῖν τε τὴν διαχώρησιν, μή τι μέλαν διεχώρησεν ἰσχυρῶς χρῶμα, καὶ εἰ καθαρὸν, ὁκοῖα ὑγιαίνοντος ἂν εἴη διαχωρήματα, καὶ ὁ πυρετὸς ἐς τὴν τρίτην ἐπιπαροξυνόμενος· κατιδὼν δὲ εὖ μάλα τοὺς τοιούσδε ἐν ταύτῃσι τῇσι νούσοισι τριταίους, πρὸς ταύτην ἤδη καὶ τὰ ἄλλα συνορῇν· καὶ ἢν ἡ τετάρτη τῇ τρίτῃ ἡμέρῃ ὅμοιον ἔχῃ τι τῶν αὐτῶν τουτέων, κινδυνώδης ὁ κάμνων γίγνεται. Τὰ δὲ σημεῖα· ἡ μὲν μέλαινα διαχώρησις θάνατον σημαίνει, ἡ δὲ ὁμοίη τῷ ὑγιαίνοντι ὁκόταν πάσας τὰς ἡμέρας φαίνηται, σωτήριον· ὁκόταν δὲ μὴ ὑπακούῃ τῇ βαλάνῳ, ἐνῇ δὲ τοῦ πνεύματος εὐφορίη, διαναστὰς ἐπὶ τὸν θρόνον ἢ αὐτοῦ ἐν τῇ κλίνῃ, ἢν ἀψυχίη ἐγγένηται, ταῦτα ὁκόταν προσῇ τῷ κάμνοντι ἢ τῇ καμνούσῃ κατ᾿ ἀρχὰς, παραφροσύνην οἴου ἐσομένην. Προσέχειν δὲ χρὴ καὶ τῇσι χερσίν· ἢν γὰρ τρομεραὶ ἔωσι, προσδέχου τῷ τοιῷδε ἀπόσταξιν αἵματος ἐκ ῥινῶν ἐσομένην· ὁρῇν δὲ χρὴ καὶ τοὺς μυκτῆρας· ἢν ὁμοίως τὸ πνεῦμα δι᾿ ἀμφοτέρων ἕλκηται, καὶ ἢν πουλὺ φέρηται ἐκ τῶν μυκτήρων, φιλέει γίγνεσθαι σπασμός· ἢν δὲ σπασμὸς γένηται τῷ τοιῷδε, θάνατος προσδόκιμος, καὶ καλῶς ἔχει προλέγειν.

[10] Ἢν δὲ ἐν πυρετῷ χειμερινῷ ἡ γλῶσσα τρηχείη γένηται καὶ ἀψυχίαι ἐνέωσι, φιλέει τῷ τοιῷδε καὶ ἐπάνεσις εἶναι τοῦ πυρετοῦ· ἀλλ᾿ ὅμως τὸν τοιόνδε παραφυλάσσειν τῇ λιμοκτονίῃ καὶ ὑδατοποσίῃ καὶ μελικρήτου πόσει· καὶ χυλοῖσι παραφύλασσε, μηδὲν πιστεύων τῇ ἀνέσει τῶν πυρετῶν, ὡς οἱ τοιάδε ἔχοντες σημεῖα, ἐπικίνδυνοί εἰσι θνήσκειν· ὁκόταν δὲ ταῦτα συνειδῇς, οὕτω προλέγειν, ἤν σοι ἀρέσκῃ, θεωρήσας εὖ μάλα. Ὁκόταν δὲ πυρετοῖσι φοβερόν τι γένηται πεμπταίοισιν ἐοῦσιν, ἡ κοιλίη ἐξαίφνης ὑγρὰ διαχωρήσῃ, καὶ ἀψυχίη γένηται, ἢ ἀφωνίη ἐπιλάβῃ, ἢ σπασμώδης γένηται ἢ λυγμώδης, ἐπὶ τούτοισιν ἀσώδεα φιλέει γίγνεσθαι, καὶ περὶ ὑποῤῥίνιον καὶ μέτωπον ἱδρῶτες καὶ αὐχένα ὄπισθεν τῆς κεφαλῆς· οἱ δὲ ταῦτα πάσχοντες θνήσκουσιν οὐκ ἐς μακρὸν πνευματωθέντες. Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ σκέλεα γίγνεται φυματώδεα, καὶ ἐγχρονιζόμενα μὴ ἐκπεπαίνεται ἔτι ἐόντων ἐν πυρετοῖσιν, ἢν καὶ προσπέσῃ πνιγμὸς ἐν φάρυγγι, ἰσχνῶν ἐόντων τῶν περὶ φάρυγγα, καὶ μὴ πεπαίνηται, ἀλλὰ σβεσθῇ, φιλέει τῷ τοιῷδε αἷμα ἐκ τῶν ῥινῶν ῥέειν· κἢν μὲν πουλὺ ῥυῇ, λύσιν σημαίνει τῆς νούσου· ἢν δὲ μὴ, μακρήν· ὁκόσῳ δ᾿ ἂν ἔλασσον ῥυῇ, τοσῷδε χεῖρον καὶ ἐπίμηκες· ἢν δὲ τἄλλα ῥήϊστα γένηται, προσδέχεσθαι τῷ τοιῷδε ἐς πόδας ἀλγήματα· ἢν δὲ ἅψηται τοῦ ποδὸς, καὶ ἐπώδυνος γενόμενος παραμένῃ πυριφλεγὴς γενόμενος, καὶ μὴ λυθῇ, κατὰ σμικρὸν ἥξει καὶ ἐς αὐχένα ἀλγήματα καὶ ἐς κληῗδα καὶ ἐς ὦμον καὶ ἐς στῆθος καὶ ἐς ἄρθρον, καὶ τοῦτο δεήσει φυματῶδες γενέσθαι· σβεννυμένων δὲ τουτέων, ἢν αἱ χεῖρες ἐφέλκωνται ἢ τρομεραὶ γένωνται, σπασμὸς τὸν τοιόνδε ἐπιλαμβάνει καὶ παραφροσύνη· ἀτὰρ καὶ φλυζάκια ἐπὶ τὴν ὀφρὺν, καὶ ἐρυθήματα ἴσχει, καὶ τὸ βλέφαρον τὸ ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνει, καὶ σκληρὴ φλεγμονὴ κατέχει, καὶ οἰδέει ἰσχυρῶς ὁ ὀφθαλμὸς, καὶ ἡ παραφροσύνη μέγα ἐπιδιδοῖ· αἱ δὲ νύκτες μᾶλλον σημαίνουσιν ἢ αἱ ἡμέραι τὰ περὶ τὴν παραφροσύνην. Τὰ δὲ σημεῖα μάλιστα γίγνεται πολλὰ ἐπὶ τὸν περισσὸν ἀριθμὸν ἢ ἐπὶ τὸν ἄρτιον· ὁκοτέρῳ δ᾿ ἂν τούτων τῶν ἀριθμῶν γίγνηται, ὄλεθροι ἐπιγίγνονται. Τοὺς τοιούτους δὲ ἢν μὲν ἐξ ἀρχῆς φαρμακεύειν προαιρῇ, πρὸ τῆς πέμπτης, ἢν βορβορύζῃ ἡ κοιλίη· εἰ δὲ μὴ, ἐᾷν ἀφαρμακεύτους εἶναι· ἢν δὲ διαβορβορύζῃ, καὶ τὰ ὑποχωρήματα χολώδεα ᾖ, σκαμμωνίῳ ὑποκάθαιρε μετρίως· τῇ δὲ ἄλλῃ θεραπείῃ, ὡς ἐλάχιστα προσφέρειν πόματα καὶ ῥοφήματα, ἵνα βελτιόνως ἔχῃ, ἢν μὴ ὑπερβῶσι τὴν τεσσαρεσκαιδεκάτην ἐπανέντες. Ὁκόταν πυρέσσοντι τεσσαρεσκαιδεκαταίῳ ἐόντι ἀφωνίη προσγένηται, οὐ φιλέει ἥκειν λύσις ταχείη, οὐδ᾿ ἀπαλλαγὴ τοῦ νουσήματος γίγνεσθαι, ἀλλὰ χρόνον τῷ τοιῷδε σημαίνει· ὁκόταν δὲ φανῇ ἐπὶ τῇ ἡμέρῃ ταύτῃ, μακρότερον ξυμπίπτει. Ὁκόταν δὲ πυρέσσοντι τεταρταίῳ ἡ γλῶσσα ἐκτεταραγμένα διαλέγηται, καὶ ἡ κοιλίη χολώδεα ὑποχωρέῃ ὑγρὰ, φιλέει παραληρέειν ὁ τοιόσδε· ἀλλὰ χρὴ παραφυλάσσειν παρεπόμενον τοῖσιν ἀποβαίνουσιν. Θερινῆς καὶ μετοπωρινῆς ὥρης ἐπὶ τῶν ὀξέων αἵματος ἀπόσταξις ἐξαπίνης ξυντονίην καὶ πολλὴν θεραπείην κατὰ τὰς φλέβας δηλοῖ, καὶ ἐς τὴν ὑστεραίην λεπτῶν οὔρων ἐπιφάσιας· καὶ ἢν ἀκμάζῃ τῇ ἡλικίῃ καὶ τὸ σῶμα ἐκ γυμνασίων ἢ εὐσαρκώσιος ἔχῃ, ἢ μελαγχολικὸς ᾖ, ἢ ἐκ πόσιος χεῖρες τρομεραὶ, καλῶς ἔχει παραφροσύνην προειπεῖν ἢ σπασμόν· κἢν μὲν ἐν ἀρτίῃσιν ἐπιγένηται, βέλτιον, ἐν κρισίμῃσι δὲ ὀλέθριον· ἢν μὲν πουλὺ ἀλὲς ἀποσυθὲν αἷμα ἐξόδους ποιήσηται, τῆς πλεονεξίης κατὰ ῥῖνας, ἢ κατὰ ἕδρην ἐμπλησθείσης, ἀπόστασιν, ἢ πόνους ἐν ὑποχονδρίῳ, ἢ ἐς ὄρχιας, ἢ ἐς σκέλεα· λυθέντων δὲ τουτέων, ἔξοδοι γίγνονται πτυσμῶν παχέων, οὔρων λείων, λευκῶν. Πυρετῷ λυγγώδει, ὀπὸν σιλφίου, ὀξύμελι, δαῦκον τρίψας, πιεῖν δίδου, καὶ χαλβάνην ἐν μέλιτι, καὶ κύμινον ἐκλεικτικὸν, καὶ χυλὸν πτισάνης ἐπὶ τουτέοισι ῥοφέειν· ἄφυκτος δὲ ὁ τοιοῦτος, ἢν μὴ ἱδρῶτες κριτικοὶ καὶ ὕπνοι ὁμαλοὶ ἐπιγένωνται, καὶ οὖρα παχέα καὶ δριμέα καταδράμῃ, ἢ ἐς ἀπόστασιν στηρίξῃ· κόκκαλος καὶ σμύρνα ἐκλεικτόν· πίνειν δὲ τούτοισι διδόναι ὀξύμελι ὡς ἐλάχιστον· ἢν δὲ διψώδεες ἔωσι σφόδρα, τοῦ κριθίνου ὕδατος.

[11] Τὰ δὲ περιπλευμονικὰ καὶ πλευριτικὰ ὧδε χρὴ σκέπτεσθαι· ἢν ὀξὺς ὁ πυρετὸς ᾖ, καὶ τὰ ὀδυνήματα τοῦ ἑτέρου πλευροῦ ἢ ἀμφοτέρων, καὶ τοῦ πνεύματος δὲ ἀναφερομένου ἢν πονέῃ, καὶ βῆχες ἐνέωσι, καὶ πτύσματα πτύῃ πυῤῥὰ ἢ πελιὰ, ἢ καὶ λεπτὰ καὶ ἀφρώδεα καὶ ἀνθηρὰ, καὶ εἴ τι ἄλλο διαφέρον ἔχοι παρὰ τὰ μεμαθηκότα, τούτοισιν οὕτω χρὴ διάγειν· ἢν μὲν ἡ ὀδύνη ἄνω περαίνῃ πρὸς κληῗδα ἢ περὶ μαζὸν ἢ περὶ βραχίονα, τάμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν ἔσω, ἐφ᾿ ὁκότερον ἂν ᾖ τῶν μερέων κατὰ τόδε· ἀφαιρέειν δὲ κατὰ τὴν τοῦ σώματος ἕξιν καὶ ὥρην καὶ ἡλικίην καὶ χροιὴν πλεῖον, καὶ θαρσέων, ἢν ὀξὺ τὸ ἄλγημα ᾖ, ἄγειν πρὸς λειποψυχίην· ἔπειτα ὑποκλύζειν μετὰ τοῦτο. Ἢν δὲ ὑποκάτω τοῦ θώρηκος ᾖ τὸ ἄλγημα, καὶ ξυντείνῃ λίην, τῷ πλευριτικῷ τὴν κοιλίην ὑποκάθαιρε· μεσηγὺ δὲ τῆς καθάρσιος μηδὲν δίδου· μετὰ κάθαρσιν δὲ ὀξύμελι· φαρμακεύειν δὲ τεταρταῖον· τὰς δὲ ἐξ ἀρχῆς τρεῖς ὑποκλύζειν, καὶ ἢν μὴ κουφίζῃ, οὕτως ὑποκάθαιρε· φυλακὴ δὲ ἔστω ἕως ἀπυρέτου καὶ ἑβδόμης· ἔπειτα ἢν ἀσφαλὴς ἐὼν φαίνηται, οὕτω χυλῷ ὀλίγῳ καὶ λεπτῷ τὸ πρῶτον, ξὺν μέλιτι μίσγων δίδου· ἢν δὲ ἀνάγηται ῥηϊδίως, καὶ εὔπνοος ᾖ καὶ ἀνώδυνος τὰ πλευρὰ, καὶ ἀπύρετος, κατὰ σμικρὸν παχυτέρῳ τε καὶ πλείονι, καὶ δὶς τῆς ἡμέρης· ἢν δὲ μὴ ῥηϊδίως ἀπαλλάσσῃ, ἔλασσόν τε τὸ πόμα, καὶ τὸ ῥόφημα ὀλίγον, χυλὸν λεπτὸν, καὶ ἅπαξ, ἐν ὁκοτέρῃ ἂν ὥρῃ βέλτιον διάγῃ· γνώσῃ δὲ ἐκ τῶν οὔρων. Δεῖ δὲ ῥόφημα προσφέρειν τοῖσιν ἐκ τῶν νουσημάτων μὴ πρότερον ἢ πέπονα τὰ οὖρα ἢ πτύσματα ἴδῃς γεγενημένα (ἢν δὲ φαρμακευθεὶς συχνὰ καθαρθῇ, ἀναγκαῖον διδόναι, ἔλασσον δὲ καὶ λεπτότερον· οὐ γὰρ δυνήσεται ὑπὸ κενεαγγείης ὑπνώσσειν, οὐδὲ πέσσειν ὁμοίως, οὐδὲ τὰς κρίσιας ὑπομένειν)· ἀλλ᾿ ἐπειδὰν ξυντήξιες ὠμῶν γένωνται, καὶ τὰ ἀντέχοντα ἀποβάλλῃ, ἀνθέξει οὐδέν. Πέπονα δέ ἐστι τὰ μὲν πτύελα, ὁκόταν γένηται ὅμοια τῷ πύῳ, τὰ δὲ οὖρα τὰς ὑποστάσιας ὑπερύθρους ἔχοντα ὁκοῖον ὀρόβων. Οὐδὲν δὲ κωλύει καὶ πρὸς τὰ ἄλλα ἀλγήματα τῶν πλευρέων χλιάσματα προστιθέναι καὶ κηρώματα· ἀλείφειν δὲ σκέλεα καὶ ὀσφὺν θερμῷ, καὶ λίπος ἐγκαταλείφειν· ἐπὶ δὲ ὑποχόνδρια λίνου σπέρμα καταπλάσσειν ἕως μαζῶν· ἀκμαζούσης δὲ τῆς περιπλευμονίης, ἀβοήθητον μὴ ἀνακαθαιρομένου, καὶ πονηρὸν ἢν δύσπνοος ᾖ, καὶ οὖρα λεπτὰ καὶ δριμέα, καὶ ἱδρῶτες περὶ τράχηλον καὶ κεφαλὴν γίγνωνται· οἱ τοιοῦτοι ἱδρῶτες πονηροὶ, ὑπὸ πνιγμοῦ καὶ ῥωγμῆς καὶ βίης ἐπικρατεόντων τῶν νουσημάτων, ἢν μὴ οὖρα πολλὰ καὶ παχέα ὁρμήσῃ, καὶ πτύσματα πέπονα ἔλθῃ· ὅ τι δ᾿ ἂν τούτων αὐτοματίσῃ, λύσει τὸ νούσημα. Περιπλευμονίης ἐκλεικτὸν, χαλβάνη καὶ κόκκαλος ἐν μέλιτι ἀττικῷ· καὶ ἀβρότονον ἐν ὀξυμέλιτι, πέπερι· ἐλλέβορον μέλανα ἀποζέσας πλευριτικῷ ἐν ἀρχῇ περιωδύνῳ ἐόντι δίδου· ἀγαθὸν δὲ καὶ τὸ πάνακες ἐν ὀξυμέλιτι ἀναζέσαντα καὶ διηθέοντα διδόναι πίνειν, καὶ ἡπατικοῖσι καὶ τῇσιν ἀπὸ τῶν φρενῶν περιωδυνίῃσι, καὶ ὁκόσα δεῖ ἐς κοιλίην καὶ ἐς οὔρησιν, ἐν οἴνῳ καὶ μέλιτι, τὰ δὲ ἐς κοιλίην, ξὺν ὑδαρεῖ μελικρήτῳ πίνειν πλείω δίδου.

[12] Δυσεντερίη ἀπόστημα ἢ ἔπαρμά τι παυσαμένη ποιήσει, ἢν μὴ ἐς πυρετοὺς ἢ ἱδρῶτας καὶ οὖρα παχέα καὶ λευκὰ ἐπιφανῇ, ἢ ἐς τριταίους ἢ ἐς κιρσὸν ἢ ἐς ὄρχιν ἢ ἐς σκέλεα ἢ ἐς ἰσχία στηρίξῃ ὀδύνη.

[13] Ἐν πυρετῷ χολώδεϊ πρὸ τῆς ἑβδόμης μετὰ ῥίγεος ἴκτερος ἐπιγενόμενος λύει τὸν πυρετόν· ἄνευ δὲ ῥίγεος ἢν ἐπιγένηται ἔξω τῶν καιρῶν, ὀλέθριον.

[14] Τετάνου δὲ ὀσφύος, καὶ ἀπὸ μελαγχολικῶν διὰ φλεβῶν πνευμάτων ἀπολήψιες ὁκόταν ἔωσι, φλεβοτομίη ῥύεται. Ὁκόταν δὲ ἀπὸ τῶν τενόντων σφοδρῶς ἔμπροσθεν ἀντισπῶνται, καὶ ἱδρῶτες περὶ τράχηλον καὶ πρόσωπον, ὑπὸ τοῦ πόνου δακνομένων καὶ ξηραινομένων τῶν τενόντων τῶν οὐρωδέων, οἳ παχύτατοι τὴν ῥάχιν ξυνέχουσιν, ᾗ οἱ μέγιστοι ξύνδεσμοι καταπεφυκότες ἕως ἐς πόδας ἀποτελευτῶσι, τῷ τοιῷδε ἢν μὴ πυρετὸς καὶ ὕπνος ἐπιγένηται, καὶ τὰ ἑπόμενα οὖρα πέψιν ἔχοντα ἔλθῃ καὶ ἱδρῶτες κριτικοὶ, πίνειν οἶνον κρητικὸν οἰνώδεα, καὶ ἄλητον ἑφθὸν ἐσθίειν, καὶ κηρωτῇ ἀλείφειν καὶ ἐγχρίειν· τά τε σκέλεα περιελίσσειν ἕως τῶν ποδῶν, θερμῷ προβρέχων ἐν σκάφῃ, καὶ βραχίονας ἕως δακτύλων κατελίσσειν, καὶ ὀσφὺν ἀπὸ τοῦ τραχήλου ἕως τῶν ἰσχίων, λάσιον ἐγκηρώσας, ὅκως καὶ τὰ ἔξωθεν περιέξει, καὶ διαλιπὼν πυρία τοῖσιν ἀσκίοισι, θερμὸν ὕδωρ ἐγχέων, καὶ περιτείνων σινδόνιον, ἐπανάκλινε αὐτόν· κοιλίην δὲ μὴ λύσῃς, ἢν μὴ βαλάνῳ, ἢν πουλὺς χρόνος ᾖ ἀδιαχωρήτῳ ἐούσῃ· καὶ ἢν μὲν ἐπιδιδῷ τί σοι, ἐπὶ τὸ βέλτιον· εἰ δὲ μὴ, τοῦ μόδου τῆς ῥίζης τρίβων ἐν οἴνῳ εὐώδει καὶ τοῦ δαύκου, πίνειν δίδου πρωῒ νήστει πρὸ τοῦ βρέχειν, καὶ ταχὺ ἐπὶ τουτέοισι τὸ ἄλευρον ἑφθὸν χλιαρὸν ἐσθιέτω ὡς πλεῖστον, καὶ οἶνον, ὁκόταν βούληται, εὔκρητον ἐπιπινέτω· καὶ ἢν μέν σοι ἐπιδιδῷ, ἐπὶ τὸ βέλτιον· εἰ δὲ μὴ, προλέγειν.

[15] Τὰ δὲ νουσήματα πάντα λύεται ἢ κατὰ στόμα ἢ κατὰ κοιλίην ἢ κατὰ κύστιν ἢ τινὸς ἄλλου τοιούτου ἄρθρου· ἡ δὲ τοῦ ἱδρῶτος ἰδέη κοινὸν ἁπάντων.

[16] Ἐλλεβορίζειν δὲ χρὴ οἷσιν ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα· ὁκόσοι δὲ ἐξ ἀποστημάτων ἢ φλεβοῤῥαγίης ἢ δι᾿ ἀκρησίην ἢ δι᾿ ἄλλην τινὰ ἰσχυρὴν αἰτίην ἔμπυοι γίγνονται, μὴ δίδου ἐλλέβορον τοῖσι τοιουτέοισιν· οὐδὲν γὰρ ὠφελήσει, καὶ ἤν τι πάθῃ, αἴτιον δόξει εἶναι ὁ ἐλλέβορος· ἢν δὲ διαλύηται τὸ σῶμα, ἢ πόνος ἐν κεφαλῆ ᾖ, ἢ ἐμπεπλασμένα τὰ οὔατα ἢ ῥὶς, ἢ πτυελισμὸς, ἢ γουνάτων βάρος, ἢ σώματος ὄγκος παρὰ τὸ ἔθος, ὅ τι ἂν ξυμβαίνῃ μήτε ὑπὸ ποτῶν, μήτε ὑπὸ ἀφροδισίων, μήτε ὑπὸ λύπης, μήτε ὑπὸ φροντίδων, μήτε ὑπὸ ἀγρυπνιῶν· ἢν μέν τι τουτέων ἔχῃ αἴτιον, πρὸς τοῦτο ποιέεσθαι τὴν θεραπείην.

[17] Τὰ δὲ ἐκ πορείης ἀλγήματα, πλευρέων, νώτου, ὀσφύος, ἰσχίων, καὶ ὁκόσα ἀναπνέοντες ἀλγέουσι πρόφασιν ἔχοντες, πολλάκις γὰρ μεμάθηκε φοιτῇν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέων ἀλγήματα ἐς ὀσφὺν καὶ ἐς ἰσχία, οἷσι δ᾿ ἂν αὐτέων ᾖ τοιάδε, δυσουρέεται, τουτέων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων.

[18] Ὁκόσα δὲ ἀπὸ διαιτημάτων, τὰ μὲν πολλὰ ἕκαστος ὡς ἂν παρὰ τὸ ἔθος διαιτηθῇ, μάλιστα ἐπισημαίνει. Καὶ γὰρ ὁκόσοι ἂν μὴ μεμαθηκότες ἀριστῇν, ἀριστήσωσιν, ὄγκος πουλὺς αὐτοῖσι τῆς γαστρὸς καὶ νυσταγμὸς καὶ πληθώρη· ἢν δὲ ἐπιδειπνήσωσι, κοιλίη ἐκταράσσεται· ξυμφέρει δὲ τουτέοισιν ἐκλουσαμένοισι καθεύδειν· κοιμηθέντας δὲ περιπατῆσαι βραδέως συχνὴν περίοδον· κἢν μὲν λαπαχθῆ, δειπνῆσαι καὶ πιεῖν οἶνον ἐλάσσονα ἀκρητέστερον· ἢν δὲ μὴ λαπαχθῇ, ὑποχρίσασθαι τὸ σῶμα θερμῷ, καὶ ὑδαρέα οἶνον λευκὸν ἢ γλυκὺν, ἢν διψῇ, ἐπιπιόντα ἀναπαύεσθαι· ἢν δὲ μὴ ἐγκοιμηθῇ, πλείω ἀναπαύεσθαι· τὰ δ᾿ ἄλλα ὁμοίως τοῖσιν ἐκ κραιπάλης διαιτάσθω. Τὰ δὲ ἀπὸ πομάτων, ὁκόσα μὲν ὑδαρέα, βραδυπορώτερά ἐστι, καὶ ἐγκυκλέεται, καὶ ἐπιπολάζει περὶ ὑποχόνδρια, καὶ ἐς οὔρησιν οὐ κατατρέχει· τοιούτου δὲ πόματος πληρωθεὶς, μηδὲν ἔργον ὀξέως διαπρήξῃ, ὁκόσα τῷ σώματι ξυνταθέντι βίῃ ἢ τάχει πονέειν ξυμβαίνει· ὡς μάλιστα δὲ ἡσυχαζέτω, ἕως ἂν καταπεφθῇ μετὰ τῶν σιτίων. Ὁκόσα δὲ τῶν πομάτων ἀκρητέστερά ἐστιν ἢ αὐστηρότερα, παλμὸν ἐν τῷ σώματι καὶ σφυγμὸν ἐν τῇ κεφαλῇ ἐμποιέει, τούτοισι καλῶς ἔχει ἐπικοιμᾶσθαι, καὶ θερμόν τι ἐπιῤῥοφῇν, πρὸς ὅπερ μάλιστα ἡδίστως ἔχουσιν· νηστείη δὲ πονηρὸν πρὸς τὴν κεφαλαλγίην καὶ κραιπάλην. Ὁκόσοι δὲ μονοσιτεῦσι, κενοὶ καὶ ἀδύνατοί εἰσι, καὶ οὐρέουσι θερμὸν, παρὰ τὸ ἔθος κενεαγγέοντες· γίγνεται δὲ καὶ τὸ στόμα ἁλυκὸν καὶ πικρὸν, καὶ τρέμουσιν ἐν παντὶ ἔργῳ, καὶ κροτάφους ἐπιξυντείνονται, καὶ τὸ δεῖπνον οὐ δύνανται πέσσειν, ὅκως περ ἢν ἠριστηκότες ἔωσιν. Τούτους δὲ χρὴ δειπνέειν ἔλασσον ἢ μεμαθήκασι, καὶ ὑγροτέρην μᾶζαν ἀντὶ ἄρτου, καὶ λαχάνων λάπαθον, ἢ μαλάχην, ἢ πτισάνην, ἢ σεῦτλα· πίνειν δὲ κατὰ τὸ σιτίον οἶνον, ὁκόσον ξύμμετρον, καὶ ὑδαρέστερον, καὶ ἀπὸ δείπνου περιπατῆσαι ὀλίγον, ἕως οὖρα καταδράμῃ καὶ οὐρήσῃ· χρεέσθω δὲ καὶ ἰχθύσιν ἑφθοῖσιν. Βρώματα δὲ μάλιστα ἐπισημαίνει· σκόροδον φῦσαν καὶ θέρμην περὶ τὸν θώρηκα, καὶ κεφαλῆς βάρος, καὶ ἄσην, καὶ εἴ τι ἄλλο ἄλγημα εἴη μεμαθηκὸς πρόσθεν, παροξύνειεν ἄν· οὐρητικὸν δὲ, καὶ τοῦτο ἔχει ἀγαθόν· ἄριστον δὲ αὐτοῦ φαγέειν μέλλοντι ἐς πόσιν ἰέναι, ἢ μεθύοντι. Τυρὸς δὲ φῦσαν καὶ στεγνότητα καὶ σιτίων ἔξαψιν ποιέει, τό τ᾿ ὠμὸν καὶ ἄπεπτον· κάκιστον δὲ ἐν ποτῷ φαγέειν πεπληρωμένοισιν. Ὄσπρια δὲ πάντα φυσώδεα, καὶ ὠμὰ, καὶ ἑφθὰ, καὶ πεφρυγμένα· ἥκιστα δὲ βεβρεγμένα καὶ χλωρά· τουτέοισι δὲ μὴ χρέεσθαι, ἢν μὴ μετὰ σιτίων. Ἔχει δὲ καὶ ἰδίας μοχθηρίας ἕκαστον αὐτέων. Ἐρέβινθος μὲν φῦσαν, ὠμὸς καὶ πεφρυγμένος, καὶ πόνον ἐμποιέει. Φακὸς δὲ στύφει, καὶ ἄραδον ἐμποιέει, ἢν μετὰ τοῦ φλοιοῦ ᾖ. Θέρμος δὲ ἥκιστα τουτέων κακὰ ἔχει. Σίλφιον δὲ καὶ ὀπὸς ἔστι μὲν οἷσι μάλιστα, τοῖσι δὲ ἀπείροισιν οὐ διέρχεται τῇ κοιλίῃ, ἀλλὰ καλέεται ξηρὴ χολέρη· μάλιστα δὲ γίγνεται, ἢν μετὰ πολλοῦ τυροῦ μιχθῇ ἢ κρεηφαγίης βοείων κρεῶν. Τὰ μὲν γὰρ μελαγχολικὰ παθήματα καὶ παροξυνθείη ἂν ὑπὸ βοείων κρεῶν· ἀνυπέρβλητος γὰρ ἡ φύσις αὐτέων, καὶ οὐ τῆς τυχούσης κοιλίης καταπέψαι· βέλτιστα δ᾿ ἂν ἀπαλλάξαιεν, εἰ διέφθοισί τε χρέοιντο καὶ ὡς παλαιοτάτοισιν. Αἴγεια δὲ κρέα, ὅσα τε βοείοισιν ἔνι κακὰ, πάντα ἔχει, τήν τε ἀπεψίην, καὶ φυσωδέστερα καὶ ἐρευγματώδεα, καὶ χολέρης γεννητικά· ἔστι δὲ τὰ εὐωδέστατα, στερεὰ καὶ ἥδιστα, ταῦτα ἄριστα δίεφθα καὶ ψυχρά· τὰ δὲ ἀηδέστατα, δυσώδεα καὶ σκληρὰ, ταῦτα κάκιστα, καὶ τὰ πρόσφατα· βέλτιστα δέ ἐστι τῇ θερινῇ, μετοπωρινῇ δὲ κάκιστα. Χοίρου δὲ πονηρὰ, ὁκόταν ᾖ ἐνωμότερα ἢ περικαῆ· χολερώδεα δ᾿ ἂν εἴη καὶ ἐκταρακτικά. Ὕεια δὲ βέλτιστα τῶν κρεῶν ἁπάντων· κράτιστα δὲ τὰ μήτε ἰσχυρῶς πίονα, μήτε πάλιν ἰσχυρῶς λεπτὰ, μήτε ἡλικίην φέροντα παλαιοῦ ἱερείου· ἐσθίειν δὲ ἄνευ τῆς φορίνης καὶ ὑπόψυχρα.

[19] Χολέρης δὲ ξηρῆς ἡ γαστὴρ πεφύσηται, καὶ ψόφοι ἔνεισι, καὶ ὀδύνη πλευρέων καὶ ὀσφύος, διαχωρέει δὲ οὐδὲν κάτω, ἀλλ᾿ ἀπεστέγνωται. Τὸν τοιόνδε διαφύλαξον, ὅκως μὴ ἐμέσηται, ἀλλ᾿ ἡ κοιλίη ὑπελεύσηται. Κλύσον οὖν ὅτι τάχιστα θερμῷ καὶ ὡς λιπαρωτάτῳ, καὶ ἐς ὕδωρ, ἀλείφων ὡς πλείστῳ, κάθιε θερμὸν, ἐν σκάφῃ κατακλίνων, καὶ τοῦ θερμοῦ παράχεε κατὰ σμικρὸν, καὶ ἢν θερμαινομένῳ αὐτέῳ ἡ κοιλίη ὑπάγῃ, λέλυται. Ξυμφέρει δὲ καὶ ἐγκοιμᾶσθαι τῷ τοιῷδε, καὶ πίνειν οἶνον λεπτὸν καὶ παλαιὸν καὶ ἀκρητέστερον, καὶ ἔλαιον δίδου, ὥστε ἡσυχίη καὶ ἡ κοιλίη ὑπίῃ, καὶ λέλυται. Σίτων δὲ καὶ τῶν ἄλλων ἀπεχέσθω. Ἢν δὲ μὴ ἀνῇ ὁ πόνος, ὄνου γάλα δίδου πίνειν, ἕως ἂν καθαρθῇ. Ἢν δὲ ὑγρὴ ἡ κοιλίη ᾖ, καὶ χολὴ ὑποχωρέῃ, καὶ στρόφοι, καὶ ἔμετοι, καὶ πνιγμοὶ, καὶ δηγμοὶ, τούτοισι κράτιστον ἀτρεμίζειν· πίνειν δὲ μελίκρητον, καὶ μὴ ἐξεμέειν.

[20] Ὑδρώπων δύο φύσιες, ὧν ὁ μὲν ὑποσαρκίδιος, ἐγχειρέων γίγνεσθαι ἄφυκτος, ὁ δὲ μετ᾿ ἐμφυσημάτων, πολλῆς εὐτυχίης δεόμενος· μάλιστα δὲ ταλαιπωρίη, καὶ πυρίη, καὶ ἐγκρατείη· ξηρὰ δὲ καὶ δριμέα ἐσθιέτω· οὕτω γὰρ οὐρητικώτατος ἂν εἴη, καὶ ἰσχύοι μάλιστα. Ἢν δὲ δύσπνοος ᾖ, καὶ ἡ ὥρη θερινὴ ἐοῦσα τύχῃ, καὶ ἡ ἡλικίη ἀκμάζῃ, καὶ ῥώμη ᾖ, ἀπὸ τοῦ βραχίονος αἷμα ἀφαιρέειν· εἶτα θερμοὺς ἄρτους ἐξ οἴνου μέλανος καὶ ἐλαίου ἀποβάπτων ἐσθιέτω· καὶ ὡς ἐλάχιστα πίνων, ὡς πλεῖστα πονεέτω, καὶ κρέα ὕεια σαρκώδεα ἐσθιέτω μετὰ ὄξους ἑφθὰ, ὅκως πρὸς τοὺς προσάντεας περιπάτους ἀντέχῃ.

[21] Ὁκόσοι κοιλίας τὰς κάτω θερμὰς ἔχουσι, καὶ δριμέα τὰ ὑποχωρήματα καὶ ἀνώμαλα διέρχεται ὑπὸ ξυντήξιος αὐτέοισιν, ἢν μὲν δυνατοὶ ἔωσιν, ἐλλεβόρῳ ἀντισπάσαι· ἢν δὲ μὴ, ὁ χυλὸς τῶν σητανίων πυρῶν παχὺς, ψυχρὸς, καὶ τὸ φάκινον ἔτνος, καὶ ἄρτοι ἐγκρυφίαι, καὶ ἰχθύες πυρέσσοντι μὲν ἑφθοὶ, ἀπυρέτῳ δὲ ἐόντι ὀπτοὶ, καὶ οἶνος μέλας ἀπυρέτῳ· ἢν δὲ μὴ, ὕδωρ ἀπὸ μεσπίλων ἢ μύρτων ἢ μήλων ἢ οὔων, ἢ φοινικοβαλάνων, ἢ οἰνάνθης ἀμπελικῆς. Ἢν δὲ πυρετὸς μὴ ἔχῃ, καὶ στρόφοι ἔωσι, γάλα ὄνειον θερμὸν ὀλίγον τὸ πρῶτον, ἔπειτα ἐκ προσαγωγῆς πλεῖον, καὶ λίνου σπέρμα, καὶ πύρινα ἄλφιτα, καὶ τῶν αἰγυπτίων κυάμων ἐξελὼν τὰ πικρὰ, καταλέσας, ἐπιπάσσων πινέτω· καὶ ὠὰ ἡμιπαγέα ἐσθιέτω ὀπτὰ, καὶ σεμίδαλιν, καὶ κέγχρον, καὶ χόνδρον ἑφθὸν ἐν γάλακτι, ἑφθὰ ψυχρὰ ἐσθίειν, καὶ τὰ τούτοισιν ὅμοια καὶ ποτὰ καὶ ἐδέσματα προσφερέσθω.

[22] Τῆς διαιτητικῆς ἐστι μέγιστον παρατηρέειν καὶ φυλάσσειν ἐν τοῖσι μακροῖσιν ἀῤῥωστήμασι καὶ τὰς ἐπιτάσιας τῶν πυρετῶν καὶ τὰς ἀνέσιας, ὥστε τοὺς καιροὺς διαπεφυλάχθαι ὁκότε μὴ δεῖ τὰ σιτία προσενεγκεῖν, καὶ ἀσφαλέως ὁκότε δεῖ προσενεγκεῖν, εἰδέναι· ἔστι δὲ ὅταν πλεῖστον ἀπέχωσι τῆς ἐπιτάσιος.

[23] Εἰδέναι δὲ τοὺς κεφαλαλγικοὺς ἐκ γυμνασίων ἢ δρόμων ἢ πορειῶν ἢ κυνηγεσίων ἢ ἄλλου τινὸς πόνου ἀκαίρου, ἢ ἐξ ἀφροδισίων, τοὺς ἀχρόους, τοὺς βραγχαλέους, τοὺς σπληνώδεας, τοὺς λειφαίμους, τοὺς πνευματώδεας, τοὺς ξηρὰ βήσσοντας καὶ διψώδεας, τοὺς φυσώδεας, φλεβῶν ἀπολήψιας, ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰ καὶ μετάφρενον, τοὺς ἀπονεναρκωμένους, καὶ ἀμαυρὰ βλέποντας, καὶ οἷσιν ἦχοι τῶν οὐάτων ἐμπίπτουσι, καὶ τῆς οὐρήθρης ἀκρατέως διακειμένους, τοὺς ἰκτεριώδεας, καὶ ὧν αἱ κοιλίαι ὠμὰ ἐκβάλλουσι, καὶ αἱμοῤῥαγέοντας ἐκ ῥινὸς ἢ καθ᾿ ἕδρην σφοδρῶς, ἢν ἐν ἐμφυσήμασιν ἔωσιν, ἢ πόνος αὐτοῖσιν ἐπιτρέχῃ σφοδρὸς, καὶ μὴ ἐπικρατέωσιν· τῶν τοιῶνδε μηδένα φαρμακεύειν· κίνδυνόν τε γὰρ ἕξει, καὶ οὐδὲν ὀνήσεις, τάς τε ἀπὸ ταὐτομάτου ἀπαλλάξιας καὶ κρίσιας ἀφαιρήσεις.

[24] Ἢν δὲ αἷμα τινὶ ξυμφέρῃ ἀφαιρέειν, στερεὴν πρότερον ποιέειν τὴν κοιλίην, καὶ οὕτως ἀφαιρέειν, καὶ λιμοκτονέειν, καὶ οἶνον ἀφαιρέειν αὐτέων· ἔπειτα τῇ διαίτῃ τῇ προσηκούσῃ τὰ ἐπίλοιπα αὐτέων καὶ πυρίῃσιν ἐνίκμοισι θεράπευε. Ἢν δέ σοι κατάπυκνος ἡ κοιλίη δοκέῃ εἶναι, μαλθακῷ κλύσματι ὑπόκλυζε.

[25] Ἢν δὲ φαρμακεῦσαι δόξῃ, ἐλλεβόρῳ ἀσφαλέως ἄνω κάθαιρε· κάτω δὲ μηδενὶ τῶν τοιῶνδε. Κράτιστον δὲ, ἐς οὔρησιν καὶ ἐς ἱδρῶτας καὶ ἐς περιπάτους ἄγειν· καὶ τρίψει ἡσύχῳ χρέο, ἵνα μὴ πυκνώσῃς τὴν ἕξιν· ἢν δὲ κλινοπετὴς ᾖ, ἄλλοι τριβέτωσαν αὐτόν· κἢν μὲν ἐν τῷ θώρηκι ὑπὲρ τῶν φρενῶν λυπέῃ τὸ πάθος, αὐτὸν ἀνακαθίζειν ὡς πλειστάκις, καὶ ὡς ἥκιστα προσκλινέσθωσαν ἐς ὅτε δυνατοί εἰσι, καὶ καθίζοντα ἀνατρίβειν μιν πουλὺν χρόνον πολλῷ θερμῷ· ἢν δὲ ἐν τῇ κάτω κοιλίῃ ὑπὸ φρένας ἴσχῃ τὰ ἀλγήματα, ἀνακέεσθαι ξυμφέρει, καὶ μηδεμίην κίνησιν κινέεσθαι· τῷ τοιῷδε σώματι μηδὲν προσφέρεσθαι, ἔξω τῆς ἀνατρίψιος. Τὰ δὲ ἐκ τῆς κάτω κοιλίης λυόμενα δι᾿ οὔρων καὶ ἱδρώτων, ἢν ὀλισθῇ μετρίως, ὑπὸ αὐτοματισμοῦ λύεται τὰ σμικρά· τὰ σφοδρὰ δὲ πονηρόν· οἱ τοιοῦτοι γὰρ ἢ ἀπόλλυνται, ἢ ἄνευ ἄλλων κακῶν οὐ γίγνονται ὑγιέες, ἀλλ᾿ ἀποστηρίζει καὶ τὰ τοιουτότροπα.

[26] Πόμα ὑδρωπιῶντι· κανθαρίδας τρεῖς, ἀφελὼν τὴν κεφαλὴν ἑκάστης, καὶ πόδας καὶ πτερὰ, τρίψας ἐν τρισὶ κυάθοισιν ὕδατος τὰ σώματα, ὁκόταν δὲ πονέῃ ὁ πιὼν, θερμῷ βρεχέσθω, ὑπαλειψάμενος πρότερον, νῆστις δὲ πινέτω· ἐσθιέτω δὲ ἄρτους θερμοὺς ἐξ ἀλείφατος.

[27] Ἴσχαιμον. Ὀπὸν συκῆς ἐν εἰρίῳ προσθεῖναι ἔσω πρὸς τὴν φλέβα, ἢ πυτίην ξυστρέψαντα ἐμβῆσαι ἐς τὸν μυκτῆρα, ἢ χαλκίτιδος τῷ δακτύλῳ προσεπιπασάμενος πίεσον, καὶ τοὺς χόνδρους ἔξωθεν προσπίεζε ἑκατέρωθεν· καὶ τὴν κοιλίην λῦσον ὄνου γάλακτι ἑφθῷ, καὶ τὴν κεφαλὴν ξυρῶν ψυκτικὰ πρόσφερε, ἢν ἐν ὥρῃ θερμῇ γίγνηται.

[28] Σησαμοειδὲς ἄνω καθαίρει· ἡ πόσις, ἡμιόλιον δραχμῆς ἐν ὀξυμέλιτι τετριμμένον· ξυμμίσγεται δὲ καὶ τοῖσιν ἐλλεβόροισι, καὶ ἧσσον πνίγει τὸ τρίτον μέρος τῆς πόσιος.

[29] Τριχώσιος. Ὑποθεὶς τὸ ῥάμμα τῇ βελόνῃ τῇ τὸ κύαρ ἐχούσῃ, κατὰ τὸ ὀξὺ τῆς ἄνω τάσιος τοῦ βλεφάρου ἐς τὸ ἄνω διακεντήσας δίες, καὶ ἄλλο ὑποκάτω τούτου· ἀνατείνας δὲ τὰ ῥάμματα ῥάψον καὶ κατάδει, ἕως ἂν ἀποπέσῃ· κἢν μὲν ἱκανῶς ἔχῃ· εἰ δὲ μὴ, ἢν ἐλλείπῃ, ὀπίσω ποιέειν τὰ αὐτά. Καὶ τὰς αἱμοῤῥοΐδας τὸν αὐτὸν τρόπον διώσεις τῇ βελόνῃ, ὡς παχύτατον εἰρίου οἰσυπηροῦ ῥάμμα καὶ ὡς μέγιστον ἀποδήσας, ἀσφαλεστέρη γὰρ γίγνεται ἡ θεραπείη· εἶτα ἀποπιέσας, τῷ σηπτῷ χρέο, καὶ μὴ βρέχε πρὶν ἀποπέσῃ, καὶ αἰεὶ μίην καταλίμπανε, καὶ μετὰ ταῦτα ἀναλαβὼν ἐλλεβορίσαι. Εἶτα γυμναζέσθω καὶ ἀφιδρούτω· γυμνασίου δὲ τρίψις, πάλη ἀπὸ ὄρθρου· δρόμου δὲ ἀπεχέσθω, καὶ μέθης, καὶ τῶν δριμέων ἔξω ὀριγάνου· ἐμεέτω δὲ δι᾿ ἑπτὰ ἡμερέων ἢ τρὶς ἐν τῷ μηνί· οὕτω γὰρ ἂν ἔχοι ἄριστα τὸ σῶμα· οἶνον δὲ κιῤῥὸν αὐστηρὸν, ὑδαρέα, καὶ ὀλίγον τὸ ποτὸν πινέτω.

[30] Τοῖσι δὲ ἐμπύοισι σκίλλης καταταμὼν κυκλίσκους ἕψεε ἐν ὕδατι, καὶ ἀποζέσας εὖ μάλα ἀπόχεον, καὶ ἐπιχέας ἄλλο ἕψεε, ἕως ἂν ἁπτομένῳ δίεφθον καὶ μαλθακὸν φανῇ· εἶτα τρίψας λεῖον, ξύμμισγε κύμινον πεφρυγμένον, καὶ λευκὰ σήσαμα, καὶ ἀμυγδάλας νέας τρίψας ἐν μέλιτι, ἐκλεικτὸν δίδου, καὶ ἐπὶ τούτῳ οἶνον γλυκύν· ῥοφήματα δὲ, μήκωνος τῆς λευκῆς ὑποτρίψας ὁκόσον λεκίσκιον, ὕδατι διεὶς σητανίου πλύματι ἀλεύρου, ἑψήσας, μέλι ἐπιχέας, χλιερὸν ἐπιῤῥοφέων, οὕτω διαγέτω τὴν ἡμέρην· εἶτα ἐς τὰ ἀποβαίνοντα λογιζόμενος τὸ δεῖπνον δίδου.

[31] Δυσεντερίης· κυάμων καθαρῶν τεταρτημόριον, καὶ ἐρυθροδάνου δυοκαίδεκα κάρφεα λεῖα ξυμμίξαντα καὶ ἑψήσαντα, λιπαρὸν διδόναι ἐκλείχειν.

[32] Ὀφθαλμῶν· σποδὸς πεπλυμένη, λιπαρῷ πεφυρημένη, ὡς σταῖς μὴ ὑγρὸν, λεῖον τρίψας, ὀμφακίῳ τῷ τῆς πικρῆς ὄμφακος ἀνυγρήνας, ἐν ἡλίῳ τε ἀναξηρήνας, ὑγραίνειν ὡς ἐνάλειπτον· ὁκόταν δὲ ξηρὸν γένηται, λείῳ τετριμμένῳ ξηρῷ ὑπάλειφε τοὺς ὀφθαλμοὺς, καὶ παράπασσε τοὺς κανθούς.

[33] Ὑγρῶν· ἐβένου δραχμὴν μίην, χαλκοῦ κεκαυμένου ἐννέα ὀβολοὺς ἐπ᾿ ἀκόνης τρίβων, κρόκου τριώβολον· ταῦτα τρίψας λεῖα, παράχεε οἴνου γλυκέος κοτύλην ἀττικὴν, κἄπειτα ἐς τὸν ἥλιον θεὶς, κατακαλύψας· ὁκόταν ξυνεψηθῇ, τούτῳ χρέο.

[34] Πρὸς τὰς περιωδυνίας· χαλκίτιδος δραχμὴ, σταφυλῆς· ὁκόταν δυσὶν ἡμέρῃσι πεφθῇ, ἐκπιέσας, σμύρναν καὶ κρόκον τρίψας, καὶ ξυμμίξας τὸ γλεῦκος, ἕψησον ἐν τῷ ἡλίῳ, καὶ τούτῳ ὑπάλειφε τοὺς περιωδυνέοντας· ἔστω δὲ ἐν χαλκῷ ἀγγείῳ.

[35] Ὑπὸ ὑστερικῶν πνιγομένων γνῶσις· πιέσαι τοῖσι δακτύλοισι· κἢν αἴσθηται, ταῦτα ὑστερικά ἐστιν· ἢν δὲ μὴ, σπασμώδεα.

[36] Τοῖσιν ὑπνωτικοῖσι, μηκώνιον, λεκίσκιον ἀττικὸν στρογγύλον, πόσις.

[37] Λεπίδος μῆλαι τρεῖς τῷ πλάτει, καὶ ἀλήτου σητανίου κόλλης· ταῦτα λεῖα τρίψας, κατάποτα ξυστρέψας, δίδου· κάτω ὕδωρ καθαίρει.

[38] Κοιλίην ἐκκοπροῖ· ἐς ἰσχάδας ὀποῦ τοῦ τιθυμάλλου ἀπόσταζε ἑπτάκις ἐς ἑκάστην, εἶτα ἐς καινὸν ἄγγος συνθεὶς ταμιεύεσθαι· δίδου πρὸ τῶν σιτίων.

[39] Καὶ τὸ μηκώνιον τρίβων, ὕδωρ ἐπιχέων, καὶ διηθέων, ἄλευρον φυρῶν, ἰτρίον ὀπτῶν, μέλι ἑφθὸν παραχέων, τοῖσιν ἑδρικοῖσιν ὑδερικοῖσί τε τρώγειν δίδου, καὶ ἐπιπίνειν οἶνον γλυκὺν, ὑδαρέα, ἢ μελίκρητον ὑδαρὲς, τὸ ἀπὸ τῶν κοπρίων· ἢ μηκώνιον ξυλλέγων ταμιεύου, καὶ θεράπευε.


Περὶ Ἐπιδημιῶν 1

ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΠΡΩΤΟΝ.

[1] ΤΜΗΜΑ ΠΡΩΤΟΝ

[1] Ἐν Θάσῳ, φθινοπώρου περὶ ἰσημερίην καὶ ὑπὸ πληϊάδα, ὕδατα πουλλὰ, ξυνεχέα μαλθακῶς, ἐν νοτίοισι, χειμὼν νότιος, σμικρὰ πνεύματα βόρεια, αὐχμοὶ, τὸ ξύνολον ἔς γε χειμῶνα ὁκοῖον ἦρ γίγνεται. Ἦρ δὲ νότιον, ψυχινὸν, σμικρὰ ὕσματα. Θέρος ὡς τὸ πουλὺ ἐπινέφελον, ἀνυδρίαι, ἐτησίαι ὀλίγα, σμικρὰ, διεσπαρμένως ἔπνευσαν. Γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια, καὶ μετὰ αὐχμῶν, πρωῒ μὲν τοῦ ἦρος, ἐκ τῆς πρόσθεν καταστάσιος ὑπεναντίης καὶ βορείου γενομένης ὀλίγοισιν ἐγένοντο καῦσοι, καὶ τουτέοισι πάνυ εὐσταθέες, καὶ ὀλίγοισιν ᾑμοῤῥάγεεν, οὐδ᾿ ἀπέθνησκον ἐκ τουτέων. Ἐπάρματα δὲ παρὰ τὰ ὦτα, πολλοῖσιν ἑτερόῤῥοπα, καὶ ἐξ ἀμφοτέρων τοῖσι πλείστοισιν ἀπύροισιν ὀρθοστάδην· ἔστι δὲ οἳ καὶ σμικρὰ ἐπεθερμαίνοντο· κατέσβη πᾶσιν ἀσινέως· οὐδ᾿ ἐξεπύησεν οὐδενὶ, ὥσπερ τὰ ἐξ ἄλλων προφασίων. Ἦν δὲ ὁ τρόπος αὐτέων, χαῦνα, μεγάλα, κεχυμένα, οὐ μετὰ φλεγμονῆς, ἀνώδυνα· πᾶσιν ἀσήμως ἠφανίσθη. Ἐγένετο δὲ ταῦτα μειρακίοισιν ἐοῦσιν, ἀκμάζουσι, καὶ τουτέων τοῖσι περὶ παλαίστρην καὶ γυμνάσια πλείστοισιν· γυναιξὶ δὲ ὀλίγῃσιν ἐγένετο. Πολλοῖσι δὲ βῆχες ξηραὶ, βήσσουσι καὶ οὐδὲν ἀνάγουσι, καὶ φωναὶ βραγχώδεες. Οὐ μετὰ πουλὺ, τοῖσι δὲ καὶ μετὰ χρόνον, φλεγμοναὶ μετ᾿ ὀδύνης ἐς ὄρχιν ἑτερόῤῥοπαι, τοῖσι δὲ ἐς ἀμφοτέρους· πυρετοὶ τοῖσι μὲν, τοῖσι δ᾿ οὔ· ἐπιπόνως ταῦτα τοῖσι πλείστοισιν· τὰ δ᾿ ἄλλα, ὁκόσα κατ᾿ ἰητρεῖον, ἀνόσως διῆγον.

[2] Πρωῒ δὲ τοῦ θέρεος ἀρξαμένου, καὶ διὰ θέρεος καὶ κατὰ χειμῶνα, πολλοὶ τῶν ἤδη πουλὺν χρόνον ὑποφερομένων φθινώδεες κατεκλίθησαν· ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι, πολλοῖσιν ἐβεβαίωσε τότε· ἔστι δ᾿ οἷσιν ἤρξατο πρῶτον τότε, οἷσιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες. Ἀπέθανον δὲ πολλοὶ καὶ πλεῖστοι τουτέων· καὶ τῶν κατακλιθέντων οὐκ οἶδ᾿ εἴ τις καὶ μέτριον χρόνον περιεγένετο· ἀπέθνησκον δὲ ὀξυτέρως, ἢ ὡς εἴθισται διάγειν τὰ τοιαῦτα. Ὡς τά γε ἄλλα καὶ μακρότερα, καὶ ἐν πυρετοῖσιν ἐόντα, εὐφόρως ἤνεγκαν, καὶ οὐκ ἀπέθνησκον, περὶ ὧν γεγράψεται. Μοῦνον γὰρ καὶ μέγιστον τῶν τότε γενομένων νουσημάτων τοὺς πολλοὺς τὸ φθινῶδες ἔκτεινεν. Ἦν δὲ τοῖσι πλείστοισιν αὐτέων τὰ παθήματα τοιάδε· φρικώδεες πυρετοὶ, ξυνεχέες, ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες· ὁ δὲ τρόπος, ἡμιτριταῖος· τὴν μὲν κουφότεροι, τῇ δ᾿ ἑτέρῃ ἐπιπαροξυνόμενοι, καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον ἐπιδιδόντες· ἱδρῶτες δὲ αἰεὶ, οὐ δι᾿ ὅλου· ψύξις ἀκρέων πολλὴ, καὶ μόλις ἀναθερμαινόμενα· κοιλίαι ταραχώδεες, χολώδεσιν, ὀλίγοισιν, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσι, πυκνὰ ἀνίσταντο. Οὖρα δὲ ἦν λεπτὰ καὶ ἄχροα, καὶ ἄπεπτα, καὶ ὀλίγα, ἢ πάχος ἔχοντα καὶ σμικρὴν ὑπόστασιν, οὐ καλῶς καθιστάμενα, ἀλλ᾿ ὠμῇ τινι καὶ ἀκαίρῳ ὑποστάσει. Ἔβησσον δὲ σμικρὰ, πυκνὰ, πέπονα, κατ᾿ ὀλίγον μόλις ἀνάγοντες· οἷσι δὲ τὰ βιαιότατα ξυμπίπτοι, οὐδ᾿ ἐς ὀλίγον πεπασμὸν ᾔει, ἀλλὰ διετέλεον ὠμὰ πτύοντες. Φάρυγγες δὲ τοῖσι πλείστοισι τούτων ἐξ ἀρχῆς καὶ διὰ τέλεος ἐπώδυνον εἶχον· ἔρευθος μετὰ φλεγμονῆς· ῥεύματα σμικρὰ, λεπτὰ, δριμέα· ταχὺ τηκόμενοι καὶ κακούμενοι· ἀπόσιτοι πάντων γευμάτων διὰ τέλεος· ἄδιψοι· καὶ παράληροι πουλλοὶ περὶ θάνατον· περὶ μὲν τὰ φθινώδεα, ταῦτα.

[3] Κατὰ δὲ θέρος ἤδη καὶ φθινόπωρον, πυρετοὶ πουλλοὶ, ξυνεχέες, οὐ βίαιοι· μακρὰ δὲ νοσέουσιν, οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως διάγουσιν ἐγένοντο. Κοιλίαι τε ταραχώδεες τοῖσι πλείστοισι πάνυ εὐφόρως, καὶ οὐδὲν ἄξιον λόγου προσέβλαπτον· οὖρά τε τοῖσι πλείστοισιν, εὔχροα μὲν, καὶ καθαρὰ, λεπτὰ δὲ, καὶ μετὰ χρόνον περὶ κρίσιν πεπαινόμενα. Βηχώδεες οὐ λίην· οὐδὲ τὰ βησσόμενα δυσκόλως· οὐδ᾿ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο (τὸ μὲν ὅλον ὑπενόσεον οἱ φθινώδεες, οὐ τὸν φθινώδεα τρόπον). Πυρετοῖσι φρικώδεσι σμικρὰ ἐφιδροῦντες, ἄλλοτε ἀλλοίως παροξυνόμενοι πεπλανημένως, τὸ μὲν ὅλον, οὐκ ἐκλείποντες, παροξυνόμενοι δὲ τριταιοφυέα τρόπον. Ἐκρίνετο δὲ τουτέων, οἷσι τὰ βραχύτατα γένοιτο, περὶ εἰκοστὴν ἡμέρην, τοῖσι δὲ πλείστοισι περὶ τεσσαρακοστὴν, πολλοῖσι δὲ περὶ ὀγδοηκοστήν. Ἔστι δὲ οἷσιν, οὐδ᾿ οὕτως, ἀλλὰ πεπλανημένως καὶ ἀκρίτως ἐξέλιπον· τουτέων δὲ τοῖσι πλείστοισιν οὐ πουλὺν διαλείποντες χρόνον, ὑπέστρεψαν οἱ πυρετοὶ πάλιν· ἐκ δὲ τῶν ὑποστροφέων ἐν τῇσιν αὐτῇσι περιόδοισιν ἐκρίνοντο· πολλοῖσι δὲ αὐτέων ἀνήγαγον, ὥστε καὶ ὑπὸ χειμῶνα νοσέειν. Ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων ἐν τῇ καταστάσει ταύτῃ, μούνοισι τοῖσι φθινώδεσι θανατώδεα ξυνέπεσεν· ἐπεὶ τοῖσί γε ἄλλοισιν εὐφόρως πᾶσι, καὶ θανατώδεες ἐν τοῖσιν ἄλλοισι πυρετοῖσιν οὐκ ἐγένοντο.

[2] ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ

[4] Ἐν Θάσῳ πρωῒ τοῦ φθινοπώρου, χειμῶνες οὐ κατὰ καιρὸν, ἀλλ᾿ ἐξαίφνης ἐν βορείοισι καὶ νοτίοισι πουλλοῖσιν, ὑγροὶ καὶ προεκρηγνύμενοι. Ταῦτα δὴ ἐγένετο τοιαῦτα, μέχρι πληϊάδος δύσιος, καὶ ὑπὸ πληϊάδα. Χειμὼν δὲ βόρειος· ὕδατα πουλλὰ, λαῦρα, μεγάλα, χιόνες, μιξαίθρια τὰ πλεῖστα· ταῦτα δὲ ἐγένετο μὲν πάντα, οὐ λίην δὲ ἀκαίρως τὰ τῶν ψυχέων. Ἤδη δὲ μεθ᾿ ἡλίου τροπὰς χειμερινὰς, καὶ ἡνίκα ζέφυρος πνέειν ἄρχεται, ὀπισθοχειμῶνες μεγάλοι, βόρεια πουλλά· χιὼν, καὶ ὕδατα ξυνεχέως πουλλὰ, καὶ οὐρανὸς λαιλαπώδης, καὶ ἐπινέφελος· ταῦτα δὲ ξυνέτεινε καὶ οὐκ ἀνίει μέχρις ἰσημερίης. Ἦρ δὲ ψυχρὸν, βόρειον, ὑδατῶδες, ἐπινέφελον· θέρος οὐ λίην καυματῶδες ἐγένετο· ἐτησίαι ξυνεχέες ἔπνευσαν· ταχὺ δὲ περὶ ἀρκτοῦρον, ἐν βορείοισι πουλλὰ πάλιν ὕδατα. Γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου, κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστα· πρωῒ δὲ τοῦ ἦρος, πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον ἐπινόσως. Ἤρξαντο μὲν οὖν τὸ πρῶτον ὀφθαλμίαι ῥοώδεες, ὀδυνώδεες, ὑγραὶ ἀπέπτως, σμικρὰ λημία πολλοῖσι δυσκόλως ἐκρηγνύμενα· τοῖσι πλείστοισιν ὑπέστρεφον· ἀπέλιπον ὀψὲ πρὸς τὸ φθινόπωρον. Κατὰ δὲ θέρος καὶ φθινόπωρον, δυσεντεριώδεες, καὶ τεινεσμοὶ, καὶ λειεντεριώδεες, καὶ διάῤῥοιαι χολώδεες, λεπτοῖσι, πολλοῖσιν, ὠμοῖσι, καὶ δακνώδεσιν· ἔστι δ᾿ οἷσι καὶ ὑδατώδεες· πολλοῖσι δὲ καὶ περίῤῥοιαι μετὰ πόνου, χολώδεες, ὑδατώδεες, ξυσματώδεες, πυώδεες, στραγγουριώδεες· οὐ νεφριτικὰ, ἀλλὰ τουτέοισιν ἀντ᾿ ἄλλων ἄλλα· ἔμετοι χολώδεες, φλεγματώδεες, καὶ σιτίων ἀπέπτων ἀναγωγαί· ἱδρῶτες· πᾶσι πάντοθεν πουλὺς πλάδος· ἐγένετο δὲ ταῦτα πουλλοῖσιν, ὀρθοστάδην ἀπύροισι, πολλοῖσι δὲ πυρέττουσι, περὶ ὧν γεγράψεται· ἐνίοισι δὲ ὑπεφαίνετο πάντα τὰ ὑπογεγραμμένα μετὰ πόνου. Φθινώδεες, ἤδη φθινοπώρου καὶ ὑπὸ χειμῶνα, πυρετοὶ ξυνεχέες, καί τισιν αὐτέων ὀλίγοισι καυσώδεες· ἡμερινοὶ, νυκτερινοὶ, ἡμιτριταῖοι, τριταῖοι, ἀκριβέες, τεταρταῖοι, πλανῆτες· ἕκαστοι δὲ τῶν ὑπογεγραμμένων πυρετῶν πολλοῖσιν ἐγένοντο. Οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισί τε ἐγένοντο, καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν· οὔτε γὰρ αἱ αἱμοῤῥαγίαι, εἰ μὴ πάνυ σμικρὰ καὶ ὀλίγοισιν, οὔτε οἱ παράληροι· τά τε ἄλλα πάντα εὐφόρως· ἐκρίνετο δὲ τουτέοισι πάνυ εὐτάκτως, τοῖσι πλείστοισι ξὺν τῇσι διαλιπούσῃσιν ἐν ἑπτακαίδεκα ἡμέρῃσιν· οὐδὲ ἀποθανόντα οὐδένα οἶδα τότε ἐν καύσῳ, οὐδὲ φρενιτικὰ τότε γενόμενα. Οἱ δὲ τριταῖοι, πλείους μὲν τῶν καύσων καὶ ἐπιπονώτεροι· εὐτάκτως δὲ τούτοισι πᾶσιν ἀπὸ τῆς πρώτης λήψιος, τέσσαρας περιόδους· ἐν ἑπτὰ δὲ τελέως ἔκριναν, οὐδ᾿ ὑπέστρεψαν οὐδενὶ τούτων. Οἱ δὲ τεταρταῖοι, πολλοῖσι μὲν ἐξ ἀρχῆς, ἐν τάξει τεταρταίου, ἤρξαντο· ἔστι δ᾿ οἷσιν οὐκ ὀλίγοισιν ἐξ ἄλλων πυρετῶν καὶ νουσημάτων ἀποστάσιες ἐς τεταρταίους ἐγένοντο· μακρὰ δὲ καὶ ὡς εἴθισται τουτέοισι, καὶ ἔτι μακρότερα ξυνέπιπτεν. Ἀμφημερινοὶ δὲ καὶ νυκτερινοὶ, καὶ πλανῆτες πολλοῖσι πολλοὶ, καὶ πουλὺν χρόνον παρέμενον, ὀρθοστάδην τε καὶ κατακειμένοισιν· τοῖσι πλείστοισι τουτέων ὑπὸ πληϊάδα καὶ μέχρι χειμῶνος οἱ πυρετοὶ παρείποντο. Σπασμοὶ δὲ πουλλοῖσι, μᾶλλον δὲ παιδίοισιν, ἐξ ἀρχῆς· καὶ ἐπύρεσσον, καὶ ἐπὶ πυρετοῖσιν ἐγίνοντο σπασμοί· χρόνια μὲν τοῖσι πλείστοισι τουτέων, ἀβλαβέα δὲ, εἰ μὴ τοῖσι καὶ ἐκ τῶν ἄλλων πάντων ὀλεθρίως ἔχουσιν. Οἱ δὲ ξυνεχέες μὲν τὸ ὅλον, καὶ οὐδὲν ἐκλείποντες, παροξυνόμενοι δὲ πᾶσι τριταιοφυέα τρόπον, μίαν ὑποκουφίζοντες, καὶ μίαν παροξυνόμενοι, πάντων βιαιότατοι τῶν τότε γενομένων, καὶ μακρότατοι, καὶ μετὰ πόνων μεγίστων γενόμενοι· πρηέως ἀρχόμενοι, τὸ ὅλον ἐπιδιδόντες αἰεὶ, καὶ παροξυνόμενοι, καὶ ἀνάγοντες ἐπὶ τὸ κάκιον· σμικρὰ διακουφίζοντες, καὶ ταχὺ πάλιν ἐξ ἐπισχέσιος, βιαιοτέρως παροξυνόμενοι, ἐν κρισίμοισιν ὡς ἐπὶ τὸ πουλὺ κακούμενοι. Ῥίγεα δὲ πᾶσι μὲν ἀτάκτως καὶ πεπλανημένως ἐγίγνετο, ἐλάχιστα δὲ καὶ ἥκιστα τουτέοισιν, ἀλλ᾿ ἐπὶ τῶν ἄλλων πυρετῶν, μείζω. Ἱδρῶτες πουλλοὶ, τουτέοισι δὲ ἐλάχιστοι, κουφίζοντες οὐδὲν, ἀλλ᾿ ὑπεναντίον βλάβας φέροντες. Ψύξις πουλλὴ τουτέοισιν ἀκρέων, καὶ μόλις ἀναθερμαινόμενα. Ἄγρυπνοι τὸ ξύνολον, καὶ μάλιστα οὗτοι, καὶ πάλιν κωματώδεες. Κοιλίαι, πᾶσι μὲν ταραχώδεες καὶ κακαὶ, πολὺ δὲ τουτέοισι κάκισται. Οὖρα δὲ τοῖσι πλείστοισι τουτέων, ἢ λεπτὰ, καὶ ὠμὰ, καὶ ἄχροα, καὶ μετὰ χρόνον σμικρὰ πεπαινόμενα κρισίμως, ἢ πάχος μὲν ἔχοντα, θολερὰ δὲ καὶ οὐδὲν καθιστάμενα, οὐδ᾿ ὑφιστάμενα, ἢ σμικρὰ καὶ κακὰ, καὶ ὠμὰ τὰ ὑφιστάμενα, κάκιστα δὲ ταῦτα πάντων. Βῆχες μὲν παρείποντο τοῖσι πυρετοῖσιν· γράψαι δὲ οὐκ ἔχω βλάβην οὐδ᾿ ὠφελείην γενομένην διὰ βηχὸς τότε. Χρόνια μὲν οὖν καὶ δυσχερέα, καὶ πάνυ ἀτάκτως καὶ πεπλανημένως, καὶ ἀκρίτως τὰ πλεῖστα τουτέων διετέλει γινόμενα, καὶ τοῖσι πάνυ ὀλεθρίως ἔχουσι καὶ τοῖσι μή· εἰ γάρ τινας αὐτέων διαλείποι σμικρὰ, ταχὺ πάλιν ὑπέστρεφεν. Ἔστι δὲ οἷσιν ἔκρινεν αὐτέων ὀλίγοισιν· οἷσι τὰ βραχύτατα γένοιτο, περὶ ὀγδοηκοστὴν ἐοῦσι, καὶ τουτέων ἐνίοισιν ὑπέστρεφεν, ὥστε κατὰ χειμῶνα τοὺς πλείστους αὐτέων ἔτι νοσέειν· τοῖσι δὲ πλείστοισιν ἀκρίτως ἐξέλειπεν· ὁμοίως δὲ ταῦτα ξυνέπιπτε τοῖσι περιγινομένοισι καὶ τοῖσιν οὔ. Πολλῆς δέ τινος γενομένης ἀκρισίης καὶ ποικιλίης ἐπὶ τῶν νουσημάτων, καὶ μεγίστου μὲν σημείου καὶ κακίστου διὰ τέλεος παρεπομένου τοῖσι πλείστοισιν ἀποσίτοισιν εἶναι πάντων γευμάτων, μάλιστα δὲ τουτέων, οἷσι καὶ τἄλλα ὀλεθρίως ἔχοι, διψώδεες οὐ λίην ἀκαίρως ἦσαν ἐπὶ τοῖσι πυρετοῖσι τουτέοισιν. Γενομένων δὲ χρόνων μακρῶν, καὶ πόνων πολλῶν, καὶ κακῆς ξυντήξιος, ἐπὶ τουτέοισιν ἀποστάσιες ἐγένοντο, ἢ μέζους, ὥστε ὑποφέρειν μὴ δύνασθαι, ἢ μείους, ὥστε μηδὲν ὠφελέειν, ἀλλὰ ταχὺ παλινδρομέειν, καὶ ξυνεπείγειν ἐπὶ τὸ κάκιον. Ἦν δὲ τουτέοισι τὰ γιγνόμενα δυσεντεριώδεα, καὶ τεινεσμοὶ, καὶ λειεντερικοὶ, καὶ ῥοώδεες· ἔστι δ᾿ οἷσι καὶ ὕδρωπες, μετὰ τουτέων καὶ ἄνευ τουτέων· ὅ τι δὲ παραγένοιτο τουτέων βιαίως, ταχὺ ξυνῄρει· ἢ πάλιν ἐπὶ τὸ μηδὲν ὠφελέειν. Ἐξανθήματα σμικρὰ, καὶ οὐκ ἀξίως τῆς περιβολῆς τῶν νουσημάτων, καὶ ταχὺ πάλιν ἀφανιζόμενα, ἢ παρὰ τὰ ὦτα οἰδήματα μολυνόμενα, καὶ οὐδὲν ἀποσημαίνοντα. Ἔστι δ᾿ οἷσιν ἐς ἄρθρα, μάλιστα δὲ κατὰ τὸ ἰσχίον, ὀλίγοισι κρισίμως ἀπολιπόντα, καὶ ταχὺ πάλιν ἐπικρατευόμενα ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν. Ἔθνησκον δὲ ἐκ πάντων μὲν, πλεῖστοι δὲ ἐκ τουτέων, καὶ τουτέων παιδία, ὅσα ἀπὸ γάλακτος ἤδη, καὶ πρεσβύτερα, ὀκταετέα καὶ δεκαετέα, καὶ ὅσα πρὸ ἥβης. Ἐγίγνετο δὲ τούτοισι ταῦτα οὐκ ἄνευ τῶν πρώτων γεγραμμένων, τὰ δὲ πρῶτα πολλοῖσιν ἄνευ τουτέων. Μοῦνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γενομένων σημείων, καὶ πλείστους ἐῤῥύσατο τῶν ἐόντων ἐπὶ τοῖσι μεγίστοισι κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο, καὶ ἐς τοῦτο ἀποστάσιες ἐγίγνοντο· ξυνέπιπτε δὲ καὶ τὸ στραγγουριῶδες τῇσιν ἡλικίῃσι ταύτῃσι γίγνεσθαι μάλιστα· ἐγίγνετο δὲ καὶ τῶν ἄλλων πολλοῖσιν ὀρθοστάδην καὶ ἐπὶ τῶν νουσημάτων. Ταχὺ δὲ καὶ μεγάλη τις ἡ μεταβολὴ τουτέοισι πάντων ἐγίγνετο· κοιλίαι τε γὰρ, εἰ καὶ τύχοιεν ἐφυγραινόμεναι κακοήθεα τρόπον, ταχὺ ξυνίσταντο, γεύμασί τε πᾶσιν ἡδέως εἶχον, οἵ τε πυρετοὶ πρηέες μετὰ ταῦτα· χρόνια δὲ τουτέοισι τὰ περὶ τὴν στραγγουρίην, καὶ ἐπίπονα ἦν. Οὖρα δὲ τουτέοισιν ᾔει πουλλὰ, παχέα, καὶ ποικίλα, καὶ ἐρυθρὰ, μιξόπυα μετ᾿ ὀδύνης. Περιεγένοντο δὲ πάντες οὗτοι, καὶ οὐδένα τουτέων οἶδα ἀποθανόντα.

[5] Ὁκόσα διὰ κινδύνων, πεπασμοὺς τῶν ἀπιόντων πάντας πάντοθεν ἐπικαίρους, ἢ καλὰς καὶ κρισίμους ἀποστάσιας, σκοπέεσθαι. Πεπασμοὶ ταχυτῆτα κρίσιος καὶ ἀσφαλίην ὑγιείης σημαίνουσιν· ὠμὰ δὲ καὶ ἄπεπτα, καὶ ἐς κακὰς ἀποστάσιας τρεπόμενα, ἀκρισίας, ἢ πόνους, ἢ χρόνους, ἢ θανάτους, ἢ τῶν αὐτέων ὑποστροφάς· ὅ τι δὲ τουτέων ἔσται μάλιστα, σκεπτέον ἐξ ἄλλων. Λέγειν τὰ προγενόμενα· γιγνώσκειν τὰ παρεόντα· προλέγειν τὰ ἐσόμενα· μελετᾷν ταῦτα· ἀσκέειν, περὶ τὰ νουσήματα, δύο, ὠφελέειν, ἢ μὴ βλάπτειν. Ἡ τέχνη διὰ τριῶν, τὸ νούσημα, ὁ νοσέων, καὶ ὁ ἰητρός· ὁ ἰητρὸς, ὑπηρέτης τῆς τέχνης· ὑπεναντιοῦσθαι τῷ νουσήματι τὸν νοσεῦντα μετὰ τοῦ ἰητροῦ χρή.

[6] Τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα, καὶ βάρεα μετ᾿ ὀδύνης, ἄνευ πυρετῶν, καὶ ἐν πυρετοῖσιν· φρενιτικοῖσι μὲν σπασμοὶ, καὶ ἰώδεα ἐπανεμέουσιν, ἔνιοι ταχυθάνατοι τουτέων· ἐν καύσοισι δὲ καὶ τοῖσιν ἄλλοισι πυρετοῖσιν, οἷσι μὲν τραχήλου πόνος καὶ κροτάφων βάρος καὶ σκοτώδεα περὶ τὰς ὄψιας, καὶ ὑποχονδρίου ξύντασις οὐ μετ᾿ ὀδύνης γίγνεται, τουτέοισιν αἱμοῤῥαγέει διὰ ῥινῶν· οἷσι δὲ βάρεα μὲν ὅλης τῆς κεφαλῆς, καρδιωγμοὶ δὲ καὶ ἀσώδεές εἰσιν, ἐπανεμέουσι χολώδεα καὶ φλεγματώδεα· τὸ πουλὺ δὲ παιδίοισιν ἐν τοῖσι τοιούτοισιν, οἱ σπασμοὶ μάλιστα· γυναιξὶ δὲ καὶ ταῦτα, καὶ ἀπὸ ὑστερέων πόνοι· πρεσβυτέροισι δὲ καὶ ὅσοισιν ἤδη τὸ θερμὸν κρατέεται, παραπληκτικὰ, ἢ μανικὰ, ἢ στερήσιες ὀφθαλμῶν.

[7] Ἐν Θάσῳ, πρὸ ἀρκτούρου ὀλίγον, καὶ ἐπ᾿ ἀρκτούρου, ὕδατα πουλλὰ, μεγάλα ἐν βορείοισιν. Περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος, νότια ὕσματα ὀλίγα· χειμὼν βόρειος· αὐχμοί· ψύχεα· πνεύματα μεγάλα· χιόνες. Περὶ δὲ ἰσημερίην, χειμῶνες μέγιστοι· ἦρ βόρειον· αὐχμοί· ὕσματα ὀλίγα, ψύχεα. Περὶ δὲ ἡλίου τροπὰς θερινὰς, ὕδατα ὀλίγα, μεγάλα ψύχεα μέχρι κυνὸς ἐπλησίασεν· μετὰ δὲ κύνα, μέχρις ἀρκτούρου θέρος θερμὸν, καύματα μεγάλα, καὶ οὐκ ἐκ προσαγωγῆς, ἀλλὰ ξυνεχέα, καὶ βίαια· ὕδωρ οὐκ ἐγένετο· ἐτησίαι ἔπνευσαν· περὶ ἀρκτοῦρον, ὕσματα νότια μέχρις ἰσημερίης.

[8] Ἐν τῇ καταστάσει ταύτῃ, κατὰ χειμῶνα μὲν ἤρξαντο παραπληγίαι, καὶ πολλοῖσιν ἐγίγνοντο, καί τινες αὐτέων ἔθνησκον διὰ ταχέων· καὶ γὰρ ἄλλως τὸ νούσημα ἐπίδημον ἦν· τὰ δ᾿ ἄλλα διετέλεον ἄνοσοι. Πρωῒ δὲ τοῦ ἦρος ἤρξαντο καῦσοι, καὶ διετέλεον μέχρις ἰσημερίης διὰ τὸ θέρος. Ὅσοι μὲν οὖν ἦρος καὶ θέρεος ἀρξαμένου αὐτίκα νοσέειν ἤρξαντο, οἱ πλεῖστοι διεσώζοντο· ὀλίγοι δέ τινες ἔθνησκον. Ἤδη δὲ τοῦ φθινοπώρου καὶ τῶν ὑσμάτων γενομένων, θανατώδεες ἦσαν, καὶ πλείους ἀπώλλυντο. Ἦν δὲ τὰ παθήματα τῶν καύσων, οἷσι μὲν καλῶς καὶ δαψιλέως ἐκ ῥινῶν αἱμοῤῥαγῆσαι, διὰ τουτέου μάλιστα σώζεσθαι· καὶ οὐδένα οἶδα, εἰ καλῶς αἱμοῤῥαγήσειεν, ἐν τῇ καταστάσει ταύτῃ ἀποθανόντα· Φιλίσκῳ γὰρ καὶ Ἐπαμίνωνι καὶ Σιληνῷ τεταρταίῳ καὶ πεμπταίῳ σμικρὸν ἀπὸ ῥινῶν ἔσταξε, καὶ ἀπέθανον. Οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων περὶ κρίσιν ἐπεῤῥίγεον, καὶ μάλιστα οἷσι μὴ αἱμοῤῥαγίαι· ἐπεῤῥίγεον δὲ καὶ οὗτοι καὶ ἐφίδρουν. Ἔστι δ᾿ οἷσιν ἴκτεροι ἑκταίοισιν, ἀλλὰ τούτοισιν ἢ κατὰ κύστιν κάθαρσις, ἢ κοιλίη ἐκταραχθεῖσα ὠφέλησεν, ἢ δαψιλὴς αἱμοῤῥαγίη· οἷον Ἡρακλείδης, ὃς κατέκειτο παρὰ Ἀριστοκύδει· καίτοι τουτέῳ καὶ ἐκ ῥινῶν ᾑμοῤῥάγησε, καὶ ἡ κοιλίη ἐπεταράχθη, καὶ τὰ κατὰ κύστιν ἐκαθήρατο, ἐκρίθη εἰκοσταῖος· οὐχ οἷον ὁ Φαναγόρεω οἰκέτης, ᾧ οὐδὲν τουτέων ἐγένετο, ἀπέθανεν. Αἱμοῤῥαγίαι δὲ τοῖσι πλείστοισι, μάλιστα δὲ μειρακίοισι, καὶ ἀκμάζουσιν· καὶ ἔθνησκον πλεῖστοι τοιουτέων, οἷσι μὴ αἱμοῤῥαγῆσαι ἐγένετο· πρεσβυτέροισι δὲ ἐς ἰκτέρους, ἢ κοιλίαι ταραχώδεες, οἷον Βίωνι, τῷ παρὰ Σιληνὸν κατακειμένῳ· ἐπεδήμησαν δὲ καὶ δυσεντερίαι κατὰ θέρος· καί τισι τῶν διανοσησάντων, οἷσι καὶ αἱμοῤῥαγίαι ἐγένοντο, ἐς δυσεντεριώδεα ἐτελεύτησεν· οἷον τοῦ Ἐράτωνος τῷ παιδὶ, καὶ Μύλλῳ, πολλῆς αἱμοῤῥαγίης γενομένης, ἐς δυσεντεριώδεα κατέστη· περιεγένοντο. Πολλοῖσι μὲν οὖν μάλιστα ὁ χυμὸς οὗτος ἐπεπόλασεν· ἐπεὶ καὶ οἷσι περὶ κρίσιν οὐχ ᾑμοῤῥάγησεν, ἀλλὰ παρὰ τὰ ὦτα ἐπαναστάντα ἠφανίσθη, τούτων δὲ ἀφανισθέντων παρὰ τὸν κενεῶνα βάρος τὸν ἀριστερὸν, καὶ ἐς ἄκρον ἰσχίον, ἀλγήματος μετὰ κρίσιν γενομένου, καὶ οὔρων λεπτῶν διεξιόντων, αἱμοῤῥαγέειν σμικρὰ ἤρξατο περὶ τετάρτην καὶ εἰκοστὴν, καὶ ἐγένοντο ἐς αἱμοῤῥαγίην ἀποστάσιες· Ἀντιφῶντι τῷ Κριτοβούλου ἐπεπαύσατο, καὶ ἐκρίθη τελέως περὶ τεσσαρακοστήν. Γυναῖκες δὲ ἐνόσησαν μὲν πουλλαὶ, ἐλάσσους δὲ ἢ ἄνδρες, καὶ ἔθνησκον ἥσσους· ἐδυστόκεον δὲ πλεῖσται, καὶ μετὰ τοὺς τόκους ἐπενόσεον, καὶ ἔθνησκον αὗται μάλιστα, οἷον Τελεβόλου θυγάτηρ ἀπέθανεν ἑκταίη ἐκ τόκου. Τῇσι μὲν οὖν πλείστῃσιν ἐν τοῖσι πυρετοῖσι γυναικεῖα ἐπεφαίνετο, καὶ παρθένοισι πολλῇσι τότε πρῶτον ἐγένετο· ἔστι δ᾿ ὅτε καὶ ἐκ ῥινῶν, καὶ τὰ γυναικεῖα τῇσιν αὐτῇσιν ἐπεφαίνετο· οἷον τῇ Δαϊθαρσέως θυγατρὶ παρθένῳ ἐπεφάνη τότε πρῶτον, καὶ ἐκ ῥινῶν λαῦρον ἐῤῥύη· καὶ οὐδεμίην οἶδα ἀποθανοῦσαν, ᾗσι τουτέων τι καλῶς γένοιτο· ᾗσι δὲ ξυνεκύρησεν ἐν γαστρὶ ἐχούσῃσι νοσῆσαι, πᾶσαι ἀπέφθειραν, ἃς καὶ ἐγὼ οἶδα. Οὖρα δὲ τοῖσι πλείστοισιν, εὔχροα μὲν, λεπτὰ δὲ, καὶ ὑποστάσιας ὀλίγας ἔχοντα· κοιλίαι δὲ ταραχώδεες τοῖσι πλείστοισι, διαχωρήμασι λεπτοῖσι καὶ χολώδεσιν· πολλοῖσι δὲ, τῶν ἄλλων κεκριμένων, ἐς δυσεντερίας ἐτελεύτα, οἷον Ξενοφάνει καὶ Κριτίᾳ. Οὖρα δὲ ὑδατώδεα πολλὰ, καθαρὰ, καὶ λεπτὰ, καὶ μετὰ κρίσιν, καὶ ὑποστάσιος καλῆς γενομένης, καὶ τῶν ἄλλων καλῶς κεκριμένων, ἀναμνήσομαι οἷσιν ἐγένετο, Βίωνι ὃς κατέκειτο παρὰ Σιληνὸν, Κρατίῃ τῇ παρὰ Ξενοφάνεος, Ἀρέτωνος παιδὶ, Μνησιστράτου γυναικί· μετὰ δὲ, δυσεντεριώδεες ἐγένοντο οὗτοι πάντες· ἦρά γε ὅτι οὔρησαν ὑδατώδεα, σκεπτέον. Περὶ δὲ ἀρκτοῦρον, ἑνδεκαταίοισι πουλλοῖσιν ἔκρινε, καὶ τουτέοισιν οὔθ᾿ αἱ κατὰ λόγον γιγνόμεναι ὑποστροφαὶ ὑπέστρεφον· ἦσαν δὲ κωματώδεες περὶ τὸν χρόνον τοῦτον, πλείω δὲ παιδία, καὶ ἔθνησκον ἥκιστα οὗτοι πάντων.

[9] Περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος καὶ ὑπὸ χειμῶνα, παρείποντο μὲν οἱ καῦσοι· ἀτὰρ καὶ φρενιτικοὶ πλεῖστοι τηνικαῦτα ἐγένοντο, καὶ ἔθνησκον τουτέων οἱ πλεῖστοι· ἐγένοντο δὲ καὶ κατὰ θέρος ὀλίγοι. Τοῖσι μὲν οὖν καυσώδεσιν ἀρχομένοισιν ἐπεσήμαινεν, οἷσι τὰ ὀλέθρια ξυνέπιπτεν· αὐτίκα γὰρ ἀρχομένοισι πυρετὸς ὀξὺς, ἐπεῤῥίγεον σμικρά· ἄγρυπνοι, ἀδήμονες, διψώδεες, ἀσώδεες· σμικρὰ ἐφίδρουν, περὶ μέτωπον καὶ κληῗδας, οὐδεὶς δι᾿ ὅλου· πουλλὰ παρέλεγον· φόβοι, δυσθυμίαι, ἄκρεα περίψυχρα, πόδες ἄκροι, μάλιστα δὲ τὰ περὶ χεῖρας· οἱ παροξυσμοὶ ἐν ἀρτίῃσι· τοῖσι δὲ πλείστοισι τεταρταίοισιν οἱ πόνοι μέγιστοι, καὶ ἱδρὼς ἐπὶ πλεῖστον ὑπόψυχρος, καὶ ἄκρεα οὐκ ἔτι ἐθερμαίνοντο, ἀλλ᾿ ἦσαν πελιδνὰ καὶ ψυχρά· καὶ οὐδ᾿ ἐδίψων ἔτι· ἐπὶ τούτοισιν οὖρα μέλανα, ὀλίγα, λεπτά· καὶ κοιλίαι ἐφίσταντο· οὐδ᾿ ᾑμοῤῥάγησεν ἐκ ῥινῶν οὐδενὶ, οἷσι ταῦτα ξυμπίπτοι, ἀλλὰ σμικρὰ ἔσταξεν· οὐδὲ ἐς ὑποστροφὴν οὐδενὶ τουτέων ἦλθεν, ἀλλ᾿ ἑκταῖοι ἀπέθνησκον, ξὺν ἱδρῶτι. Τοῖσι δὲ φρενιτικοῖσιν οὐ ξυνέπιπτε μὲν τὰ ὑπογεγραμμένα πάντα· ἐκρίνετο δὲ τουτέοισιν, ὡς ἐπὶ τὸ πουλὺ ἑνδεκαταίοισιν· ἔστι δ᾿ οἷσι καὶ εἰκοσταίοισιν, οἷσιν εὐθὺς οὐκ ἐξ ἀρχῆς ἡ φρενῖτις ἤρξατο περὶ τρίτην ἢ τετάρτην ἡμέρην, ἀλλὰ μετρίως ἔχουσιν ἐν τῷ πρώτῳ χρόνῳ, περὶ τὴν ἑβδόμην ἐς ὀξύτητα τὸ νούσημα μετέπεσεν. Πλῆθος μὲν οὖν τῶν νουσημάτων ἐγένετο· ἐκ δὲ τῶν καμνόντων ἀπέθνησκον μάλιστα μειράκια, νέοι, ἀκμάζοντες, λεῖοι, ὑπολευκοχρῶτες, ἰθύτριχες, μελανότριχες, μελανόφθαλμοι, οἱ εἰκῆ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες, ἰσχνόφωνοι, τρηχύφωνοι, τραυλοὶ, ὀργίλοι· καὶ γυναῖκες πλεῖσται ἐκ τουτέου τοῦ εἴδεος ἀπέθνησκον. Ἐν δὲ τῇ καταστάσει ταύτῃ ἐπὶ σημείων μάλιστα τεσσάρων διεσώζοντο· οἷσι γὰρ ἦν ἢ διὰ ῥινῶν αἱμοῤῥαγῆσαι, ἢ κατὰ κύστιν οὖρα πουλλὰ, καὶ πουλλὴν ὑπόστασιν καὶ καλὴν ἔχοντα ἔλθοι, ἢ κατὰ κοιλίην ταραχώδεα, χολώδεα, ἐπικαίρως, ἢ δυσεντερικοὶ γενοίατο· πολλοῖσι δὲ ξυνέπιπτε μὴ ἐφ᾿ ἑνὸς κρίνεσθαι τῶν ὑπογεγραμμένων σημείων, ἀλλὰ διεξιέναι διὰ πάντων τοῖσι πλείστοισι, καὶ δοκέειν μὲν ἔχειν ὀχληροτέρως· διεσώζοντο δὲ πάντες, οἷσι ταῦτα ξυνεμπίπτοι. Γυναιξὶ δὲ καὶ παρθένοισι ξυνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα σημεῖα πάντα· ᾗσι δὲ ἢ τουτέων τι καλῶς γένοιτο, ἢ τὰ γυναικεῖα δαψιλέως ἐπιφανείη, διὰ τουτέων ἐσώζοντο, καὶ ἔκρινε, καὶ οὐδεμίην οἶδα ἀπολομένην, ᾗσι τουτέων τι καλῶς γένοιτο· Φίλωνος γὰρ τῇ θυγατρὶ ἐκ ῥινῶν λαῦρον ἐῤῥύη, ἑβδομαίη δὲ ἐοῦσα ἐδείπνησεν ἀκαιροτέρως, ἀπέθανεν. Οἷσιν ἐν πυρετοῖσιν ὀξέσι, μᾶλλον δὲ καυσώδεσιν, ἀέκουσι δάκρυα παραῤῥεῖ, τούτοισιν ἀπὸ ῥινῶν αἱμοῤῥαγίην προσδέχεσθαι, ἢν καὶ τἄλλα μὴ ὀλεθρίως ἔχωσιν· ἐπεὶ τοῖσί γε φλαύρως ἔχουσιν, οὐχ αἱμοῤῥαγίην, ἀλλὰ θάνατον σημαίνει. Τὰ παρὰ τὰ ὦτα ἐν πυρετοῖσιν ἐπαιρόμενα μετ᾿ ὀδύνης, ἔστιν οἷσιν ἐκλείποντος τοῦ πυρετοῦ κρισίμως οὔτε καθίστατο, οὔτε ἐξεπύει, τουτέοισι διάῤῥοια χολωδέων, ἢ δυσεντερίη, ἢ παχέων οὔρων ὑπόστασις γενομένη, ἔλυσεν, οἷον Ἑρμίππῳ τῷ Κλαζομενίῳ. Τὰ δὲ περὶ τὰς κρίσιας, ἐξ ὧν καὶ διεγιγνώσκομεν, ἢ ὅμοια ἢ ἀνόμοια· οἷον οἱ δύο ἀδελφεοὶ, οἳ ἤρξαντο ὁμοῦ τὴν αὐτὴν ὥρην· κατέκειντο παρὰ τὸ θέατρον Ἐπιγένεος ἀδελφεοί· τουτέων τῷ πρεσβυτέρῳ ἔκρινεν ἕκτῃ· τῷ δὲ νεωτέρῳ, ἑβδόμῃ· ὑπέστρεψεν ἀμφοτέροισιν ὁμοῦ τὴν αὐτὴν ὥρην, καὶ διέλιπεν ἡμέρας πέντε· ἐκ δὲ τῆς ὑποστροφῆς, ἐκρίθη ἀμφοτέροισιν ὁμοῦ τὸ ξύμπαν ἑπτακαιδεκαταίοισιν. Ἔκρινε δὲ τοῖσι πλείστοισιν ἑκταίοισι, διέλιπεν ἕξ· ἐκ δὲ τῶν ὑποστροφέων, ἔκρινε πεμπταίοισιν. Οἷσι δὲ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἑπτά· ἐκ δὲ τῆς ὑποστροφῆς, ἔκρινε τρίτῃ. Οἷσι δὲ ἔκρινεν ἑβδομαίοισι, διαλιπόντας τρεῖς, ἔκρινεν ἑβδόμῃ. Οἷσι δὲ ἔκρινεν ἑκταίοισι, διαλιπόντας ἓξ, ἐλάμβανε τρισίν· διέλιπε μίαν, μίαν ἐλάμβανεν, ἔκρινεν, οἷον Εὐάγοντι τῷ Δαϊθάρσεος. Οἷσι δὲ ἔκρινεν ἑκταίοισι, διέλιπεν ἑπτά· ἐκ δὲ τῆς ὑποστροφῆς, ἔκρινε τετάρτῃ, οἷον τῇ Ἀγλαΐδου θυγατρί. Οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων, ἐν τῇ καταστάσει ταύτῃ, τούτῳ τῷ τρόπῳ διενόσησαν· καὶ οὐδένα οἶδα τῶν περιγενομένων ᾧτινι οὐχ ὑπέστρεψαν αἱ κατὰ λόγον ὑποστροφαὶ γενόμεναι· καὶ διεσώζοντο πάντες οὓς ἐγὼ οἶδα, οἷσιν αἱ ὑποστροφαὶ διὰ τοῦ εἴδεος τούτου γενοίατο· οὐδὲ τῶν διανοσησάντων διὰ τούτου τοῦ τρόπου οὐδενὶ οἶδα ὑποστροφὴν γενομένην πάλιν. Ἔθνησκον δὲ ἐν τοῖσι νουσήμασι τούτοισιν οἱ πλεῖστοι, ἑκταῖοι, οἷον Ἐπαμινώνδας, καὶ Σιληνὸς, καὶ Φιλίσκος ὁ Ἀνταγόρεω. Οἷσι δὲ τὰ παρὰ τὰ ὦτα γενοίατο, ἔκρινε μὲν εἰκοσταίοισι, κατέσβη δὲ πᾶσι, καὶ οὐκ ἐξεπύησεν, ἀλλ᾿ ἐπὶ κύστιν ἐτράπετο· Κρατιστώνακτι, ὃς παρὰ Ἡρακλείῳ ᾤκει, καὶ Σκύμνου τοῦ γναφέως θεραπαίνῃ, ἐξεπύησεν, ἀπέθανον. Οἷσι δ᾿ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἐννέα, ὑπέστρεψεν, ἔκρινεν ἐκ τῆς ὑποστροφῆς τεταρταίοισι, Παντακλεῖ, ὃς ᾤκει παρὰ Διονύσιον. Οἷσι δ᾿ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἕξ· ὑποστροφή· ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινεν ἑβδομαίοισι, Φανοκρίτῳ, ὃς κατέκειτο παρὰ Γνάθωνι τῷ γραφεῖ. Ὑπὸ δὲ χειμῶνα περὶ ἡλίου τροπὰς χειμερινὰς, καὶ μέχρις ἰσημερίης, παρέμενον μὲν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικὰ, καὶ ἔθνησκον πολλοί. Αἱ μέντοι κρίσιες μετέπεσον, καὶ ἐκρίνετο τοῖσι πλείστοισιν ἐξ ἀρχῆς πεμπταίοισι, διέλιπε τέσσαρας, ὑπέστρεψεν· ἐκ δὲ τῆς ὑποστροφῆς, ἔκρινε πεμπταίοισι, τὸ ξύμπαν τεσσαρεσκαιδεκαταίοισιν· ἔκρινε δὲ παιδίοισιν οὕτω τοῖσι πλείστοισιν, ἀτὰρ καὶ πρεσβυτέροισιν. Ἔστι δ᾿ οἷσιν ἔκρινεν ἑνδεκαταίοισιν· ὑποστροφὴ τεσσαρεσκαιδεκάτῃ· ἔκρινε τελείως εἰκοστῇ· εἰ δέ τινες ἐπεῤῥίγεον περὶ τὴν εἰκοστὴν, τουτέοισιν ἔκρινε τεσσαρακοστῇ. Ἐπεῤῥίγεον δ᾿ οἱ πλεῖστοι περὶ κρίσιν τὴν ἐξ ἀρχῆς· οἱ δ᾿ ἐπιῤῥιγώσαντες ἐξ ἀρχῆς περὶ κρίσιν, καὶ ἐν τῇσιν ὑποστροφῇσιν ἅμα κρίσει. Ἐπεῤῥίγεον δ᾿ ἐλάχιστοι μὲν τοῦ ἦρος, θέρεος πλείους, φθινοπώρου ἔτι πλείους, ὑπὸ δὲ χειμῶνα πουλὺ πλεῖστοι· αἱ δ᾿ αἱμοῤῥαγίαι ὑπέληγον.

[3] ΤΜΗΜΑ ΤΡΙΤΟΝ.

[10] Τὰ δὲ περὶ τὰ νουσήματα, ἐξ ὧν διαγιγνώσκομεν, μαθόντες ἐκ τῆς κοινῆς φύσιος ἁπάντων, καὶ τῆς ἰδίης ἑκάστου· ἐκ τοῦ νουσήματος· ἐκ τοῦ νοσέοντος· ἐκ τῶν προσφερομένων· ἐκ τοῦ προσφέροντος, ἐπὶ τὸ ῥᾷον γὰρ καὶ χαλεπώτερον ἐκ τούτου· ἐκ τῆς καταστάσιος ὅλης, καὶ κατὰ μέρεα τῶν οὐρανίων καὶ χώρης ἑκάστης· ἐκ τοῦ ἔθεος· ἐκ τῆς διαίτης· ἐκ τῶν ἐπιτηδευμάτων· ἐκ τῆς ἡλικίης ἑκάστου· λόγοισι· τρόποισι· σιγῇ· διανοήμασιν· ὕπνοισιν, οὐχ ὕπνοισιν· ἐνυπνίοισιν οἵοισι καὶ ὅτε· τιλμοῖσι· κνησμοῖσι· δακρύοισιν· ἐκ τῶν παροξυσμῶν· διαχωρήμασιν· οὔροισι· πτυάλοισιν· ἐμέτοισι· καὶ ὅσαι ἐξ οἵων ἐς οἷα διαδοχαὶ νουσημάτων, καὶ ἀποστάσιες ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμον· ἱδρώς· ψύξις· ῥῖγος· βήξ· πταρμοί· λυγμοί· πνεύματα· ἐρεύξιες· φῦσαι, σιγώδεες, ψοφώδεες· αἱμοῤῥαγίαι, αἱμοῤῥοΐδες· ἐκ τούτων καὶ ὅσα διὰ τούτων σκεπτέον.

[11] Πυρετοὶ, οἱ μὲν ξυνεχέες, οἱ δὲ ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέρην διαλείπουσιν· ἡμιτριταῖοι, τριταῖοι, τεταρταῖοι, πεμπταῖοι, ἑβδομαῖοι, ἐναταῖοι. Εἰσὶ δὲ ὀξύταται μὲν καὶ μέγισται καὶ χαλεπώταται νοῦσοι, καὶ θανατωδέσταται, ἐν τῷ ξυνεχεῖ πυρετῷ. Ἀσφαλέστατος δὲ πάντων, καὶ ῥήϊστος, καὶ μακρότατος ὁ τεταρταῖος· οὐ γὰρ μοῦνον αὐτὸς ἀφ᾿ ἑωυτοῦ τοιοῦτός ἐστιν, ἀλλὰ καὶ νουσημάτων μεγάλων ἄλλων ῥύεται. Ἐν δὲ τῷ ἡμιτριταίῳ καλεομένῳ ξυμπίπτει μὲν καὶ ὀξέα νουσήματα γίγνεσθαι, καί ἐστι τῶν λοιπῶν οὗτος θανατωδέστατος· ἀτὰρ καὶ φθινώδεες, καὶ ὅσοι ἄλλα μακρότερα νουσήματα νοσέουσιν, ἐπὶ τούτῳ μάλιστα νοσέουσιν. Νυκτερινὸς οὐ λίην θανατώδης, μακρὸς δέ· ἡμερινὸς μακρότερος· ἔστι δὲ οἷσι ῥέπει καὶ ἐπὶ τὸ φθινῶδες. Ἑβδομαῖος μακρὸς, οὐ θανατώδης· ἐναταῖος μακρότερος, καὶ οὐ θανατώδης. Τριταῖος ἀκριβὴς, ταχυκρίσιμος, καὶ οὐ θανατώδης. Ὁ δέ γε πεμπταῖος, πάντων μὲν κάκιστος· καὶ γὰρ πρὸ φθίσιος, καὶ ἤδη φθινεῦσιν ἐπιγενόμενος, κτείνει. Εἰσὶ δὲ τρόποι καὶ καταστάσιες, καὶ παροξυσμοὶ τουτέων ἑκάστου τῶν πυρετῶν· αὐτίκα γὰρ ξυνεχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθέει καὶ ἀκμάζει μάλιστα, καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτατον, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἀπολεπτύνεται· ἔστι δ᾿ οἷσιν ἄρχεται μαλακός τε καὶ ὑποβρύχιος, ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται καθ᾿ ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει, ἅλις ἐξέλαμψεν· ἔστι δ᾿ οἷσιν ἀρχόμενος πρηέως ἐπιδιδοῖ καὶ παροξύνεται, καὶ μέχρι τινὸς ἀκμάσας, πάλιν ὑφίησι μέχρι κρίσιος, καὶ περὶ κρίσιν. Ξυμπίπτει δὲ ταῦτα γίγνεσθαι ἐπὶ παντὸς πυρετοῦ, καὶ παντὸς νουσήματος. Δεῖ δὲ τὰ διαιτήματα, σκοπεύμενον ἐκ τουτέων, προσφέρειν. Πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα σημεῖα τούτοισίν ἐστιν ἠδελφισμένα, περὶ ὧν τὰ μέν που γέγραπται, τὰ δὲ γεγράψεται· πρὸς ἃ δεῖ διαλογιζόμενον, δοκιμάζειν καὶ σκοπέεσθαι τίνι τουτέων ὀξὺ καὶ θανατῶδες ἢ περιεστικὸν, καὶ τίνι μακρὸν καὶ θανατῶδες ἢ περιεστικὸν, καὶ τίνι προσαρτέον, ἢ οὒ, καὶ πότε, καὶ πόσον, καὶ τί τὸ προσφερόμενον ἔσται.

[12] Τὰ δὲ παροξυνόμενα ἐν ἀρτίῃσι, κρίνεται ἐν ἀρτίῃσιν· ὧν δὲ οἱ παροξυσμοὶ ἐν περισσῇσι, κρίνεται ἐν περισσῇσιν. Ἔστι δὲ πρώτη περίοδος τῶν ἐν τῇσιν ἀρτίῃσι κρινόντων, τετάρτη, ἕκτη, ὀγδόη, δεκάτη, τεσσαρεσκαιδεκάτη εἰκοστὴ, τριακοστὴ, τεσσαρακοστὴ, ἑξηκοστὴ, ὀγδοηκοστὴ, ἑκατοστὴ εἰκοστή· τῶν δὲ ἐν τῇσι περισσῇσι κρινόντων περίοδος πρώτη, τρίτη, πέμπτη, ἑβδόμη, ἐνάτη, ἑνδεκάτη, ἑπτακαιδεκάτη, εἰκοστὴ πρώτη, εἰκοστὴ ἑβδόμη, τριακοστὴ πρώτη. Εἰδέναι δὲ χρὴ, ὅτι, ἢν ἄλλως κριθῇ ἔξω τῶν ὑπογεγραμμένων, ἐσομένας ὑποστροφὰς σημαίνοιτο, γένοιτο δ᾿ ἂν καὶ ὀλέθρια. Δεῖ δὲ προσέχειν τὸν νόον, καὶ εἰδέναι ἐν τοῖσι χρόνοισι τούτοισι, τὰς κρίσιας ἐσομένας ἐπὶ σωτηρίην, ἢ ὄλεθρον, ἢ ῥοπὰς ἐπὶ τὸ ἄμεινον, ἢ τὸ χεῖρον. Πλανῆτες δὲ πυρετοὶ, καὶ τεταρταῖοι, καὶ πεμπταῖοι, καὶ ἑβδομαῖοι, καὶ ἐναταῖοι, ἐν ᾗσι περιόδοισι κρίνονται, σκεπτέον. ΑΡΡΩΣΤΟΙ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑ.

[13.1] Ἄῤῥωστος πρῶτος.

Φιλίσκος ᾤκει παρὰ τὸ τεῖχος, κατεκλίθη· τῇ πρώτῃ πυρετὸς ὀξύς· ἵδρωσεν· ἐς νύκτα, ἐπιπόνως. Δευτέρῃ, πάντα παρωξύνθη· ὀψὲ δὲ ἀπὸ κλυσματίου καλῶς διῆλθε· νύκτα δι᾿ ἡσυχίης. Τρίτῃ, πρωῒ, καὶ μέχρι μέσου ἡμέρης, ἔδοξε γενέσθαι ἀπύρετος· πρὸς δείλην δὲ πυρετὸς ὀξὺς, μετὰ ἱδρῶτος· διψώδης· γλῶσσα ἐπεξηραίνετο· μέλανα οὔρησεν· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη· πάντα παρέκρουσε. Τετάρτῃ, πάντα παρωξύνθη· οὖρα μέλανα· νύκτα εὐφορωτέρην· οὖρα εὐχρούστερα. Πέμπτῃ, περὶ μέσον ἡμέρης, σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν ἄκρητον· οὖρα δὲ ποικίλα, ἔχοντα ἐναιωρήματα στρογγύλα, γονοειδέα, διεσπαρμένα, οὐχ ἵδρυτο· προσθεμένῳ δὲ βάλανον, φυσώδεα σμικρὰ διῆλθεν· νύκτα ἐπιπόνως· ὕπνοι σμικροί· λόγοι, λῆρος· ἄκρεα πάντοθεν ψυχρὰ, καὶ οὐκ ἔτι ἐπαναθερμαινόμενα· οὔρησε μέλανα· ἐκοιμήθη σμικρὰ πρὸς ἡμέρην· ἄφωνος· ἵδρωσε ψυχρῷ· ἄκρεα πελιδνά· περὶ δὲ μέσον ἡμέρης, ἑκταῖος ἀπέθανεν. Τουτέῳ πνεῦμα διὰ τέλεος, ὥσπερ ἀνακαλεομένῳ ἀραιὸν, μέγα· σπλὴν ἐπήρθη περιφερεῖ κυρτώματι· ἱδρῶτες ψυχροὶ διὰ τέλεος· οἱ παροξυσμοὶ ἐν ἀρτίῃσιν.

[13.2] Ἄῤῥωστος δεύτερος.

Σιληνὸς ᾤκει ἐπὶ τοῦ Πλαταμῶνος πλησίον τῶν Εὐαλκίδου· ἐκ κόπων, καὶ ποτῶν, καὶ γυμνασίων ἀκαίρων, πῦρ ἔλαβεν· ἤρξατο δὲ πονέειν ὀσφὺν, καὶ κεφαλῆς εἶχε βάρος, καὶ τραχήλου ἦν ξύντασις. Ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ, χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα, πολλὰ διῆλθεν· οὖρα μέλανα, μέλαιναν τὴν ὑπόστασιν ἔχοντα· διψώδης· γλῶσσα ἐπίξηρος· νυκτὸς οὐδὲν ἐκοιμήθη. Δευτέρῃ, πυρετὸς ὀξύς· διαχωρήματα πλείω, λεπτότερα, ἔπαφρα· οὖρα μέλανα· νύκτα δυσφόρως· σμικρὰ παρέκρουσεν. Τρίτῃ, πάντα παρωξύνθη· ὑποχονδρίου ξύντασις ἐξ ἀμφοῖν παραμήκης πρὸς ὀμφαλὸν, ὑπολάπαρος· διαχωρήματα λεπτὰ, ὑπομέλανα· οὖρα θολερὰ, ὑπομέλανα· νυκτὸς οὐδὲν ἐκοιμήθη· λόγοι πολλοὶ, γέλως, ᾠδή· κατέχειν οὐκ ἠδύνατο. Τετάρτῃ, διὰ τῶν αὐτῶν. Πέμπτῃ, διαχωρήματα ἄκρητα, χολώδεα, λεῖα, λιπαρά· οὖρα λεπτὰ, διαφανέα· σμικρὰ κατενόει. Ἕκτῃ, περὶ κεφαλὴν σμικρὰ ἐφίδρωσεν· ἄκρεα ψυχρὰ, πελιδνά· πουλὺς βληστρισμός· ἀπὸ κοιλίης οὐδὲν διῆλθεν· οὖρα ἐπέστη· πυρετὸς ὀξύς. Ἑβδόμῃ, ἄφωνος· ἄκρεα οὐκ ἔτι ἀνεθερμαίνετο· οὔρησεν οὐδέν. Ὀγδόῃ, ἵδρωσε δι᾿ ὅλου ψυχρῷ· ἐξανθήματα μετὰ ἱδρῶτος ἐρυθρὰ, στρογγύλα, σμικρὰ, οἷον ἴονθοι, παρέμενεν, οὐκ ἀφίστατο· ἀπὸ δὲ κοιλίης ἐρεθισμῷ σμικρῷ κόπρανα λεπτὰ, οἷα ἄπεπτα, πολλὰ διῄει μετὰ πόνου· οὔρει μετὰ ὀδύνης δακνώδεα· ἄκρεα σμικρὰ ἀνεθερμαίνετο· ὕπνοι λεπτοὶ, κωματώδεες· ἄφωνος· οὖρα λεπτὰ, διαφανέα. Ἐνάτῃ, διὰ τῶν αὐτῶν. Δεκάτῃ, ποτὰ οὐκ ἐδέχετο· κωματώδης· οἱ δὲ ὕπνοι λεπτοί· ἀπὸ δὲ κοιλίης ὅμοια· οὔρησεν ἀθρόον ὑπόπαχυ· κειμένῳ ὑπόστασις κριμνώδης, λευκή· ἄκρεα πάλιν ψυχρά. Ἑνδεκάτῃ, ἀπέθανεν. Ἐξ ἀρχῆς τουτέῳ καὶ διὰ τέλεος, πνεῦμα ἀραιὸν, μέγα· ὑποχονδρίου παλμὸς ξυνεχής· ἡλικίη, ὡς περὶ ἔτεα εἴκοσιν.

[13.3] Ἄῤῥωστος τρίτος.

Ἡροφῶντι πυρετὸς ὀξύς· ἀπὸ κοιλίης ὀλίγα, τεινεσμώδεα κατ᾿ ἀρχάς· μετὰ δὲ, λεπτὰ διῄει χολώδεα, ὑπόσυχνα· ὕπνοι οὐκ ἐνῆσαν· οὖρα μέλανα, λεπτά. Πέμπτῃ, πρωῒ κώφωσις· παρωξύνθη πάντα· σπλὴν ἐπήρθη· ὑποχονδρίου ξύντασις· ἀπὸ κοιλίης ὀλίγα, μέλανα διῆλθεν· παρεφρόνησεν. Ἕκτῃ, ἐλήρει· ἐς νύκτα ἱδρώς· ψύξις· λῆρος παρέμενεν. Ἑβδόμῃ, περιέψυκτο· διψώδης· παρέκρουεν· νύκτα κατενόει· κατεκοιμήθη. Ὀγδόῃ ἐπύρεσσεν· σπλὴν ἐμειοῦτο· κατενόει πάντα· ἤλγησε τὸ πρῶτον κατὰ βουβῶνα, σπληνὸς κατ᾿ ἴξιν· ἔπειτα ἐπόνει ἐς ἀμφοτέρας κνήμας· νύκτα εὐφόρως· οὖρα εὐχρούστερα· ὑπόστασιν εἶχε σμικρήν. Ἐνάτῃ ἵδρωσεν· ἐκρίθη· διέλιπεν. Πέμπτῃ ὑπέστρεψεν· αὐτίκα δὲ σπλὴν ἐπήρθη· πυρετὸς ὀξύς· κώφωσις πάλιν. Μετὰ δὲ τὴν ὑποστροφὴν τρίτῃ, σπλὴν ἐμειοῦτο· κώφωσις ἧσσον· σκέλεα ἐπωδύνως· νύκτα ἵδρωσεν· ἐκρίθη ἑπτακαιδεκάτῃ· οὐδὲ παρέκρουσεν ἐπὶ τῇ ὑποστροφῇ.

[13.4] Ἄῤῥωστος τέταρτος.

Ἐν Θάσῳ Φιλίνου γυναῖκα, θυγατέρα τεκοῦσαν, κατὰ φύσιν καθάρσιος γενομένης, καὶ τἄλλα κούφως διάγουσαν, τεσσαρεσκαιδεκαταίην ἐοῦσαν μετὰ τὸν τόκον, πῦρ ἔλαβε μετὰ ῥίγεος· ἤλγεε δὲ ἀρχομένη καρδίην, καὶ ὑποχόνδριον δεξιόν· γυναικείων πόνοι· κάθαρσις ἐπαύσατο. Προσθεμένῃ δὲ, ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνοι παρέμενον· ὕπνοι οὐκ ἐνῆσαν· ἄκρεα ψυχρά· διψώδης· κοιλίη ξυνεκαύθη· σμικρὰ διῄει· οὖρα λεπτὰ, ἄχροα κατ᾿ ἀρχάς. Ἑκταίη ἐς νύκτα παρέκρουσε πολλὰ, καὶ πάλιν κατενόει. Ἑβδόμῃ διψώδης· διαχωρήματα χολώδεα, κατακορέα. Ὀγδόῃ ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· σπασμοὶ πολλοὶ μετὰ πόνου· πολλὰ παρέλεγεν· ἐξανίστατο βάλανον προσθεμένη, πολλὰ διῆλθε μετὰ περιῤῥόου χολώδεος· ὕπνοι οὐκ ἐνῆσαν. Ἐνάτῃ σπασμοί. Δεκάτῃ σμικρὰ κατενόει. Ἑνδεκάτῃ ἐκοιμήθη· πάντων ἀνεμνήσθη· ταχὺ δὲ πάλιν παρέκρουσεν· οὔρει δὲ μετὰ σπασμῶν ἀθρόον πουλὺ, ὀλιγάκις ἀναμιμνησκόντων, παχὺ, λευκὸν, οἷον γίγνεται ἐκ τῶν καθισταμένων ὅταν ἀναταραχθῇ κείμενον πουλὺν χρόνον· οὐ καθίστατο· χρῶμα καὶ πάχος ἴκελον, οἷον γίγνεται ὑποζυγίου, τοιαῦτα οὔρει, οἷα κἀγὼ εἶδον. Περὶ δὲ τεσσαρεσκαιδεκάτην ἐούσῃ, παλμοὶ δι᾿ ὅλου τοῦ σώματος· λόγοι πουλλοί· σμικρὰ κατενόει· διὰ ταχέων δὲ πάλιν παρέκρουσεν. Περὶ δὲ ἑπτακαιδεκάτην ἐοῦσα, ἦν ἄφωνος· εἰκοστῇ ἀπέθανεν.

[13.5] Ἄῤῥωστος πέμπτος.

Ἐπικράτεος γυναῖκα, ἣ κατέκειτο παρὰ Ἀρχιγέτην, περὶ τόκον ἤδη ἐοῦσαν, ῥῖγος ἔλαβεν ἰσχυρῶς, οὐκ ἐθερμάνθη ὡς ἔλεγον· καὶ τῇ ὑστεραίῃ τὰ αὐτά. Τρίτῃ δὲ ἔτεκε θυγατέρα, καὶ τἄλλα πάντα κατὰ λόγον ἦλθεν. Δευτέρῃ μετὰ τόκον, ἔλαβε πυρετὸς ὀξύς· καρδίης πόνος καὶ γυναικείων· προσθεμένῃ δὲ, ταῦτα μὲν ἐκουφίσθη· κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνος· ὕπνοι οὐκ ἐνῆσαν· ἀπὸ δὲ κοιλίης ὀλίγα, χολώδεα, λεπτὰ διῄει ἄκρητα· οὖρα λεπτὰ, ὑπομέλανα. Ἀφ᾿ ἧς δὲ ἔλαβε πῦρ, ἐς νύκτα ἑκταίη παρέκρουσεν. Ἑβδόμῃ πάντα παρωξύνθη· ἄγρυπνος· παρέκρουσεν· διψώδης· διαχωρήματα χολώδεα, κατακορέα. Ὀγδόῃ ἐπεῤῥίγωσεν· ἐκοιμήθη πλείω. Ἐνάτῃ διὰ τῶν αὐτῶν. Δεκάτῃ, σκέλεα ἐπιπόνως ἤλγεε· καρδίης πάλιν ὀδύνη· καρηβαρίη· οὐ παρέκρουσεν· ἐκοιμᾶτο μᾶλλον· κοιλίη ἐπέστη. Ἑνδεκάτῃ οὔρησεν εὐχροώτερα, συχνὴν ὑπόστασιν ἔχοντα· διῆγε κουφότερον. Τεσσαρεσκαιδεκάτῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς. Πεντεκαιδεκάτῃ, ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα· ἵδρωσεν· ἄπυρος· ἐς νύκτα δὲ πυρετὸς ὀξύς· οὖρα πάχος ἔχοντα· ὑπόστασις λευκή. Ἑκκαιδεκάτῃ, παρωξύνθη· νύκτα δυσφόρως· οὐχ ὕπνωσεν· παρέκρουσεν. Ὀκτωκαιδεκάτῃ διψώδης· γλῶσσα ἐπεκαύθη· οὐχ ὕπνωσεν· παρέκρουσε πουλλά· σκέλεα ἐπωδύνως εἶχεν. Περὶ δὲ εἰκοστὴν, πρωῒ σμικρὰ ἐπεῤῥίγωσεν· κωματώδης· δι᾿ ἡσυχίης ὕπνωσεν· ἤμεσε χολώδεα ὀλίγα, μέλανα· ἐς νύκτα κώφωσις. Περὶ δὲ πρώτην καὶ εἰκοστὴν, πλευροῦ ἀριστεροῦ βάρος δι᾿ ὅλου μετ᾿ ὀδύνης· σμικρὰ ἐπέβησσεν· οὖρα δὲ πάχος ἔχοντα, θολερὰ, ὑπέρυθρα· κείμενα οὐ καθίστατο· τὰ δ᾿ ἄλλα κουφοτέρως· οὐκ ἄπυρος αὖθις· ἐξ ἀρχῆς φάρυγγα ἐπωδύνως· ἔρευθος· κίων ἀνεσπασμένος· ῥεῦμα δριμὺ, δακνῶδες, ἁλμυρῶδες διὰ τέλεος παρέμενεν. Περὶ δὲ εἰκοστὴν ἑβδόμην, ἄπυρος, οὔροισιν ὑπόστασις· πλευρὸν ἤλγεεν. Περὶ δὲ πρώτην καὶ τριακοστὴν, πῦρ ἐλάβετο· κοιλίη χολώδεσιν ὑπεταράχθη· ἤμεσε τῇ τεσσαρακοστῇ ὀλίγα χολώδεα. Ἐκρίθη τελέως ἄπυρος τῇ ὀγδοηκοστῇ.

[13.6] Ἄῤῥωστος ἕκτος.

Κλεονακτίδην, ὃς κατέκειτο ἐπάνω τοῦ Ἡρακλείου, πῦρ ἔλαβε πεπλανημένως· ἤλγεε δὲ κεφαλὴν ἐξ ἀρχῆς, καὶ πλευρὸν ἀριστερόν· καὶ τῶν ἄλλων πόνοι, κοπιώδεα τρόπον· οἱ πυρετοὶ παροξυνόμενοι, ἄλλοτε ἀλλοίως, ἀτάκτως· ἱδρῶτες, ὁτὲ μὲν, ὁτὲ δ᾿ οὔ· τὰ μὲν πλεῖστα ἐπεσήμαινον οἱ παροξυσμοὶ ἐν κρισίμοισι μᾶλλον. Περὶ δὲ εἰκοστὴν τετάρτην, χεῖρας ἄκρας ἐψύχετο, ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα, μετ᾿ ὀλίγον δὲ ἰώδεα· πάντων ἐκουφίσθη. Περὶ δὲ τριακοστὴν ἐόντι, ἤρξατο ἀπὸ ῥινῶν αἱμοῤῥαγέειν ἐξ ἀμφοτέρων, καὶ ταῦτα πεπλανημένως κατ᾿ ὀλίγον μέχρι κρίσιος· οὐκ ἀπόσιτος δὲ, οὐδὲ διψώδης παρὰ πάντα τὸν χρόνον, οὐδὲ ἄγρυπνος· οὖρα δὲ λεπτὰ, οὐκ ἄχροα. Περὶ δὲ τεσσαρακοστὴν ἐὼν, οὔρησεν ὑπέρυθρα, ὑπόστασιν πολλὴν ἐρυθρὴν ἔχοντα· ἐκουφίσθη· μετὰ δὲ, ποικίλως τὰ τῶν οὔρων, ὁτὲ μὲν ὑπόστασιν εἶχεν, ὁτὲ δὲ οὔ. Ἑξηκοστῇ οὔροισιν ὑπόστασις πολλὴ, καὶ λευκὴ, καὶ λείη· ξυνέδωκε πάντα· πυρετοὶ διέλιπον· οὖρα λεπτὰ μὲν, εὔχροα δέ. Ἑβδομηκοστῇ ἄπυρος, διέλιπεν ἡμέρας δέκα. Ὀγδοηκοστῇ ἐπεῤῥίγωσε· πυρετὸς ὀξὺς ἔλαβεν· ἵδρωσε πολλῷ· οὔροισιν ὑπόστασις ἐρυθρὴ, λείη· τελείως ἐκρίθη.

[13.7] Ἄῤῥωστος ἕβδομος.

Μέτωνα πῦρ ἔλαβεν· ὀσφύος βάρος ἐπώδυνον. Δευτέρῃ ὕδωρ πιόντι ὑπόσυχνον, ἀπὸ κοιλίης καλῶς διῆλθεν. Τρίτῃ κεφαλῆς βάρος· διαχωρήματα λεπτὰ, χολώδεα, ὑπέρυθρα. Τετάρτῃ πάντα παρωξύνθη· ἐῤῥύη ἀπὸ δεξιοῦ μυκτῆρος αἷμα δὶς ὀλίγον· νύκτα δυσφόρως· διαχωρήματα ὅμοια τῇ τρίτῃ· οὖρα ὑπομέλανα· εἶχεν ἐναιώρημα ὑπόμελαν ἐὸν, διεσπασμένον, οὐχ ἱδρύετο. Πέμπτῃ ἐῤῥύη λαῦρον ἐξ ἀριστεροῦ ἄκρητον· ἵδρωσεν· ἐκρίθη. Μετὰ δὲ κρίσιν, ἄγρυπνος· παρέλεγεν· οὖρα λεπτὰ, ὑπομέλανα· λουτροῖσιν ἐχρήσατο κατὰ κεφαλῆς· ἐκοιμήθη· κατενόει. Τούτῳ οὐχ ὑπέστρεψεν, ἀλλ᾿ ᾑμοῤῥάγεε πολλάκις μετὰ κρίσιν.

[13.8] Ἄῤῥωστος ὄγδοος.

Ἐρασινὸν, ὃς ᾤκει παρὰ Βοώτου χαράδρην, πῦρ ἔλαβε μετὰ δεῖπνον· νύκτα ταραχώδης. Ἡμέρην τὴν πρώτην δι᾿ ἡσυχίης, νύκτα ἐπιπόνως. Δευτέρῃ πάντα παρωξύνθη· ἐς νύκτα παρέκρουσεν. Τρίτῃ ἐπιπόνως· παρέκρουσε πολλά. Τετάρτῃ δυσφορώτατα· ἐς δὲ τὴν νύκτα οὐδὲν ἐκοιμήθη· ἐνύπνια καὶ λογισμοί· ἔπειτα χείρω, μεγάλα καὶ ἐπίκαιρα, φόβος, δυσφορίη. Πέμπτῃ πρωῒ κατήρτητο, καὶ κατενόει πάντα· πουλὺ δὲ πρὸ μέσου ἡμέρης ἐξεμάνη· κατέχειν οὐκ ἠδύνατο· ἄκρεα ψυχρὰ, ὑποπέλια· οὖρα ὑπέστη· ἀπέθανε περὶ ἡλίου δυσμάς. Τούτῳ οἱ πυρετοὶ διὰ τέλεος ξὺν ἱδρῶτι· ὑποχόνδρια μετέωρα· ξύντασις μετ᾿ ὀδύνης· οὖρα δὲ μέλανα, ἔχοντα ἐναιωρήματα στρογγύλα, οὐχ ἱδρύετο· ἀπὸ δὲ κοιλίης κόπρανα διῄει· δίψα διὰ τέλεος, οὐ λίην· σπασμοὶ δὲ πουλλοὶ ξὺν ἱδρῶτι, περὶ θάνατον.

[13.9] Ἄῤῥωστος ἔνατος.

Κρίτωνι ἐν Θάσῳ, ποδὸς ὀδύνη ἤρξατο ἰσχυρὴ ἀπὸ δακτύλου τοῦ μεγάλου ὀρθοστάδην περιιόντι. Κατεκλίθη αὐθημερόν· φρικώδης, ἀσώδης, σμικρὰ ὑποθερμαινόμενος· νύκτα παρεφρόνησεν. Δευτέρῃ, οἴδημα δι᾿ ὅλου τοῦ ποδὸς, καὶ περὶ σφυρὸν ὑπέρυθρον μετὰ ξυντάσιος· φλυκταινίδια μέλανα· πυρετὸς ὀξύς· ἐξεμάνη· ἀπὸ δὲ κοιλίης ἄκρητα, χολώδεα, ὑπόσυχνα διῆλθεν· ἀπέθανεν ἀπὸ τῆς ἀρχῆς δευτεραῖος.

[13.10] Ἄῤῥωστος δέκατος.

Τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρυνιχίδεω φρέαρ, πῦρ ἔλαβεν. Ἤλγεε δὲ κεφαλὴν, τράχηλον, ὀσφὺν ἐξ ἀρχῆς· αὐτίκα δὲ κώφωσις· ὕπνοι οὐκ ἐνῆσαν· πυρετὸς ὀξὺς ἔλαβεν· ὑποχόνδριον ἐπῆρτο μετ᾿ ὄγκου· οὐ λίην ξύντασις· γλῶσσα ξηρή. Τετάρτῃ ἐς νύκτα παρεφρόνησεν. Πέμπτῃ ἐπιπόνως. Ἕκτῃ πάντα παρωξύνθη. Περὶ δὲ ἑνδεκάτην, σμικρὰ ἐνέδωκεν· ἀπὸ δὲ κοιλίης ἐξ ἀρχῆς καὶ μέχρι τεσσαρεσκαιδεκάτην λεπτὰ, πουλλὰ, ὑδατόχολα διῄει· εὐφόρως τὰ περὶ διαχώρησιν διῆγεν· ἔπειτα κοιλίη ἐπέστη. Οὖρα διὰ τέλεος, λεπτὰ μὲν, εὔχροα δέ· καὶ πολὺ εἶχεν ἐναιώρημα ὑποδιεσπασμένον· οὐχ ἱδρύετο. Περὶ δὲ ἕκτην καὶ δεκάτην, οὔρησεν ὀλίγῳ παχύτερα· εἶχε σμικρὴν ὑπόστασιν· ἐκούφισεν ὀλίγῳ· κατενόει μᾶλλον. Ἑπτακαιδεκάτῃ δὲ, πάλιν λεπτά· παρὰ δὲ τὰ οὔατα ἀμφότερα ἐπήρθη ξὺν ὀδύνῃ· ὕπνοι οὐκ ἐνῆσαν· παρελήρει· σκέλεα ἐπωδύνως εἶχεν. Εἰκοστῇ, ἄπυρος, ἐκρίθη· οὐχ ἵδρωσε· πάντα κατενόει. Περὶ δὲ εἰκοστὴν ἑβδόμην ἰσχίου ὀδύνη δεξιοῦ ἰσχυρῶς· διὰ ταχέων ἐπαύσατο. Τὰ δὲ παρὰ τὰ οὔατα οὔτε καθίστατο, οὔτε ἐξεπύει, ἤλγεε δέ. Περὶ δὲ τὴν πρώτην καὶ τριακοστὴν διάῤῥοια πολλοῖσιν ὑδατώδεσι μετὰ δυσεντεριωδέων· οὖρα παχέα οὔρει· κατέστη τὰ παρὰ τὰ ὦτα. Περὶ δὲ τὴν τεσσαρακοστὴν ὀφθαλμὸν δεξιὸν ἤλγεεν· ἀμβλύτερα ἑώρα, κατέστη. Ἄῤῥωστος ἑνδέκατος.

Τὴν Δρομεάδεω γυναῖκα, θυγατέρα τεκοῦσαν, καὶ τῶν ἄλλων πάντων γενομένων κατὰ λόγον, δευτεραίην ἐοῦσαν, ῥῖγος ἔλαβε, πυρετὸς ὀξύς. Ἤρξατο δὲ πονέειν τὴν πρώτην, περὶ ὑποχόνδριον· ἀσώδης, φρικώδης, ἀλύουσα, καὶ τὰς ἐχομένας οὐχ ὕπνωσεν· πνεῦμα ἀραιὸν, μέγα, αὐτίκα ἀνεσπασμένον. Δευτέρῃ ἀφ᾿ ἧς ἐῤῥίγωσεν, ἀπὸ κοιλίης καλῶς κόπρανα διῆλθεν· οὖρα παχέα, λευκὰ, θολερὰ, οἷα γίγνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενα χρόνον πουλύν· οὐ καθίστατο· νύκτα οὐκ ἐκοιμήθη. Τρίτῃ περὶ μέσον ἡμέρης ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· οὖρα ὅμοια· ὑποχονδρίου πόνος· ἀσώδης· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη· ἵδρωσε δι᾿ ὅλου ὑποψύχρῳ· ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. Τετάρτῃ, περὶ μὲν ὑποχόνδριον σμικρὰ ἐκουφίσθη· κεφαλῆς δὲ βάρος μετ᾿ ὀδύνης· ὑπεκαρώθη· ἔσταξε σμικρὰ ἀπὸ ῥινῶν· γλῶσσα ἐπίξηρος· διψώδης· οὖρα λεπτὰ, ἐλαιώδεα· σμικρὰ ἐκοιμήθη. Πέμπτῃ διψώδης, ἀσώδης· οὖρα ὅμοια· ἀπὸ κοιλίης οὐδέν· περὶ δὲ μέσον ἡμέρης, πολλὰ παρέκρουσε, καὶ πάλιν ταχὺ σμικρὰ κατενόει· ἀνισταμένη ὑπεκαρώθη· ψύξις· σμικρὰ νυκτὸς ἐκοιμήθη· παρέκρουσεν. Ἕκτῃ πρωῒ ἐπεῤῥίγωσε, ταχὺ δὲ διεθερμάνθη· ἵδρωσε δι᾿ ὅλου· ἄκρεα ψυχρά· παρέκρουσεν· πνεῦμα μέγα, ἀραιόν· μετ᾿ ὀλίγον σπασμοὶ ἀπὸ κεφαλῆς ἤρξαντο· ταχὺ ἀπέθανεν.

[13.10] Ἄῤῥωστος δωδέκατος.

Ἄνθρωπος θερμαινόμενος ἐδείπνησε, καὶ ἔπιε πλέον· ἤμεσε πάντα νυκτός· πυρετὸς ὀξύς· ὑποχονδρίου δεξιοῦ πόνος· φλεγμονὴ ὑπολάπαρος ἐκ τοῦ ἔσω μέρεος· νύκτα δυσφόρως· οὖρα δὲ κατ᾿ ἀρχὰς πάχος ἔχοντα, ἐρυθρὰ, κείμενα οὐ καθίστατο· γλῶσσα ἐπίξηρος, οὐ λίην διψώδης. Τετάρτῃ πυρετὸς ὀξύς· πόνοι πάντων. Πέμπτῃ, οὔρησε λεῖον, ἐλαιῶδες πουλύ· πυρετὸς ὀξύς. Ἕκτῃ, δείλης πουλλὰ παρέκρουσεν, οὐδὲ ἐς νύκτα ἐκοιμήθη. Ἑβδόμῃ πάντα παρωξύνθη· οὖρα ὅμοια· λόγοι πουλλοί· κατέχειν οὐκ ἠδύνατο· ἀπὸ δὲ κοιλίης ἐρεθισμῷ ὑγρὰ ταραχώδεα διῆλθε μετὰ ἑλμίνθων· νύκτα ὁμοίως ἐπιπόνως. Πρωῒ δὲ ἐῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσε θερμῷ· ἄπυρος ἔδοξε γενέσθαι· οὐ πουλὺ ἐκοιμήθη· ἐξ ὕπνου, ψύξις· πτυαλισμός· δείλης πουλλὰ παρέκρουσεν· μετ᾿ ὀλίγον δὲ ἤμεσε μέλανα, ὀλίγα, χολώδεα. Ἐνάτῃ ψύξις· παρελήρει πουλλά· οὐχ ὕπνωσεν. Δεκάτῃ, σκέλεα ἐπωδύνως· πάντα παρωξύνθη· παρελήρει. Ἑνδεκάτη ἀπέθανεν. Ἄῤῥωστος τρισκαιδέκατος.

Γυναῖκα, ἣ κατέκειτο ἐν ἀκτῇ, τρίμηνον πρὸς ἑωυτὴν ἔχουσαν, πῦρ ἔλαβεν· αὐτίκα δὲ ἤρξατο πονέειν ὀσφύν. Τρίτῃ πόνος τραχήλου, κεφαλῆς, κατὰ κληῗδα, χεῖρα δεξιήν· διὰ ταχέων δὲ γλῶσσα ἠφώνει· δεξιὴν χεῖρα παρελύθη μετὰ σπασμοῦ, παραπληκτικὸν τρόπον· παρελήρει πάντα· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη· κοιλίη ἐπεταράχθη, χολώδεσιν, ἀκρήτοισιν, ὀλίγοισιν. Τετάρτῃ γλῶσσα ἀσαφὴς ἦν, ἐλύθη· σπασμοὶ τῶν αὐτῶν, πόνοι πάντων παρέμενον· κατὰ ὑποχόνδριον ἔπαρμα ξὺν ὀδύνῃ· οὐκ ἐκοιμᾶτο· παρέκρουσε πάντα· κοιλίη ταραχώδης· οὖρα λεπτὰ, οὐκ εὔχροα. Πέμπτῃ, πυρετὸς ὀξύς· ὑποχονδρίου πόνος· παρέκρουσε πάντα· διαχωρήματα χολώδεα· ἐς νύκτα ἵδρωσεν, ἄπυρος. Ἕκτῃ, κατενόει· πάντων ἐκουφίσθη· περὶ δὲ κληῗδα ἀριστερὴν πόνος παρέμενεν· διψώδης· οὖρα λεπτά· οὐκ ἐκοιμήθη. Ἑβδόμῃ, τρόμος· ὑπεκαρώθη· σμικρὰ παρέκρουσεν· ἀλγήματα κατὰ κληῗδα καὶ βραχίονα ἀριστερὸν παρέμενεν· τὰ δ᾿ ἄλλα διεκούφισεν· πάντα κατενόει. Τρεῖς δὲ διέλιπεν, ἄπυρος. Ἑνδεκάτῃ ὑπέστρεψεν· ἐπεῤῥίγωσεν· πῦρ ἔλαβεν. Περὶ δὲ τεσσαρεσκαιδεκάτην, ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα· ἵδρωσεν· ἄπυρος, ἐκρίθη.

[13.11] Ἄῤῥωστος τεσσαρεσκαιδέκατος.

Μελιδίῃ, ἣ κατέκειτο παρὰ τὸ τῆς Ἥρης ἱερὸν, ἤρξατο κεφαλῆς καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρός. Αὐτίκα δὲ πυρετὸς ὀξὺς ἔλαβεν· γυναικεῖα δὲ σμικρὰ ἐπεφαίνετο· πόνοι τουτέων πάντων ξυνεχέες. Ἕκτῃ κωματώδης, ἀσώδης, φρικώδης· ἐρύθημα ἐπὶ γνάθων· σμικρὰ παρέκρουσεν. Ἑβδόμῃ ἵδρωσεν· πυρετὸς διέλιπεν· οἱ πόνοι παρέμενον. Ὑπέστρεψεν· ὕπνοι σμικροί· οὖρα διὰ τέλεος, εὔχροα μὲν, λεπτὰ δέ· διαχωρήματα λεπτὰ, χολώδεα, δακνώδεα, κάρτα ὀλίγα, μέλανα, δυσώδεα διῆλθεν· οὔροισιν ὑπόστασις λευκὴ, λείη· ἵδρωσεν· ἐκρίθη τελέως ἑνδεκαταίη.


Περὶ Ἐπιδημιῶν 2

ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΔΕΥΤΕΡΟΝ.

[1] ΤΜΗΜΑ ΠΡΩΤΟΝ.

[1] Ἄνθρακες ἐν Κρανῶνι θερινοί· ὗεν ἐν καύμασιν ὕδατι λαύρῳ δι᾿ ὅλου· ἐγένετο δὲ μᾶλλον νότῳ, καὶ ὑπεγίνοντο μὲν ἐν τῷ δέρματι ἰχῶρες· ἐγκαταλαμβανόμενοι δὲ ἐθερμαίνοντο, καὶ κνησμὸν ἐνεποίεον· εἶτα φλυκταινίδες ὥσπερ πυρίκαυστοι ἐπανίσταντο καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον.

[2] Ἐν καύμασιν ἀνυδρίης, οἱ πυρετοὶ, ἀνίδρωτες τὰ πλεῖστα· ἐν τουτέοισι δὲ, ἢν ἐπιψεκάσῃ, ἱδρωτικώτεροι γίνονται κατ᾿ ἀρχάς· ταῦτα δυσκριτώτερα μὲν, ἢ ἄλλως· ἀτὰρ ἧσσον, εἰ μὴ εἴη διὰ ταῦτα, ἀλλὰ διὰ τῆς νούσου τὸν τρόπον. Οἱ καῦσοι ἐν τῇσι θερινῇσι μᾶλλον γίνονται, καὶ ἐν τῇσιν ἄλλῃσιν ὥρῃσιν, ἐπιξηραίνονται δὲ μᾶλλον θέρεος.

[3] Φθινοπώρου μάλιστα τὸ θηριῶδες καὶ ἡ καρδιαλγία· καίτοι καὶ αὐτὴ ἧσσον κακουργοίη ἂν, ἢ αὐτέου τοῦ νοσήματος τοιούτου ἐόντος. Αἱ ἀσκαρίδες δείλης, ὁμοίως τουτέῳ, καὶ ἐκεῖναι τηνικαῦτα ὀχλέουσι τῆς ἡμέρης τὰ πλεῖστα, οὐ μόνον διὰ τὸ μᾶλλον πονέειν, καὶ αὐταὶ διὰ σφᾶς ἑωυτάς.

[4] Ἐν φθινοπώρῳ ὀξύταται νοῦσοι καὶ θανατωδέσταται, τὸ ἐπίπαν· ὅμοιον τῷ δείλης παροξύνεσθαι, ὡς τοῦ ἐνιαυτοῦ περίοδον ἔχοντος τῶν νούσων, οἵην ἡ ἡμέρη τῆς νούσου· οἷον τὸ δείλης παροξύνεσθαι, τοιοῦτον τῆς νούσου καὶ ἑκάστης καταστάσιος πρὸς ἀλλήλας, ὅταν μή τι νεωτεροποιηθῇ ἐν τῷ ἄνω εἴδει· εἰ δὲ μὴ, ἄλλης ταῦτα καταστάσιος ἂν ἄρχοι, ὥστε καὶ τὸν ἐνιαυτὸν πρὸς ἑωυτὸν οὕτως ἔχειν.

[5] Ἐν τοῖσι καθεστεῶσι καιροῖσι καὶ ὡραίως τὰ ὡραῖα ἀποδιδοῦσιν ἔτεσιν, εὐσταθέες καὶ εὐκρινέσταται αἱ νοῦσοι, ἐν δὲ τοῖσιν ἀκαταστάτοισιν ἀκατάστατοι καὶ δύσκριτοι· ἐν γοῦν Περίνθῳ, ὅταν τι ἐκλίπῃ ἢ πλεονάσῃ ἢ πνευμάτων, ἢ μὴ πνευμάτων, ἢ ὑδάτων, ἢ αὐχμῶν, ἢ καυμάτων, ἢ ψύξεων. Τὸ δὲ ἔαρ τὸ ἐπίπαν ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες.

[6] Πρὸς τὰς ἀρχὰς σκεπτέον τῶν νούσων, εἰ αὐτίκα ἀνθεῖ· δῆλον δὲ τῇ ἐπιδόσει· τὰς δὲ ἐπιδόσιας, τῇσι περιόδοισιν· καὶ αἱ κρίσιες ἐντεῦθεν δῆλοι, καὶ τοῖσιν ἐν τῇσι περιόδοισι παροξυσμοῖσιν, εἰ πρωϊαίτερον ἢ οὒ, καὶ εἰ πλείονα χρόνον ἢ οὒ, καὶ εἰ μᾶλλον, ἢ οὔ. Πάντων δὲ τῶν ξυνεχέων ἢ διαλειπόντων [χρονίων], καὶ τρωμάτων, καὶ πτυέλων ὀδυνωδέων, καὶ φυμάτων φλεγμοναὶ, καὶ ὅσα ἄλλα ἐπιφαίνεται ὕστερον, ἴσως δὲ καὶ ἄλλων πρηγμάτων κοινῶν, τὰ μὲν θᾶσσον, βραχύτερα, τὰ δὲ βραδύτερον, μακρότερα· καὶ ἐν περιόδοισι τὸ ἐπὶ πρωϊαίτερον, καὶ ἄλλης ἐπιδόσιος ἀπαυδώσης τῆς νούσου· καὶ γὰρ τῶν παραχρῆμα ἀπολλυμένων, ταχύτεραι αἱ κρίσιες, ὅτι ταχέες οἱ πόνοι, καὶ ξυνεχέες καὶ ἰσχυροί. Τὰ δὲ κρίνοντα ἐπὶ τὸ βέλτιον, μὴ αὐτίκα ἐπιφαινέσθω. Τὰ κρίσιμα μὴ κρίνοντα, τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα. Τὰ προκρινόμενα, ἢν ὅμως κριθῇ, ὑποστροφαί· ἢν δὲ μὴ, ἀκρησίαι· γένοιτο δ᾿ ἂν καὶ ὀλέθρια, τὰ μὴ σμικρά. Ὅσα κρίσιμα σημεῖα γινόμενα, τὰ αὐτὰ ταῦτα γινόμενα δύσκριτα· τὰ ἐναντία δὲ σημαίνοντα, κακὸν, οὐ μόνον ἢν παλινδρομέῃ, ἀλλὰ καὶ τῆς ἀρχαίης φύσιος τὰ ἐναντία ῥέποντα, ὥσπερ καὶ τῶν κακῶν σημείων τὰ ἐπὶ τὰ ἐναντία ῥέποντα. Θεωρεῖν δὲ οὕτω δεῖ· [μεταβολαὶ] χρωμάτων, συμπτώσιες φλεβῶν, ὄγκοι ὑποχονδρίων, ἀναῤῥοπίαι, καταῤῥοπίαι· πολλὰ δὲ καὶ τῶν τοιούτων, οἷον ἀποφθειρουσέων οἱ τιτθοὶ προσισχναίνονται· οὐδὲ γὰρ ἐναντίον οὐδὲ βῆχες χρόνιαι, ὅτι, ὄρχιος οἰδήσαντος παύονται· ὄρχις οἰδήσας ἀπὸ βηχέων, ὑπόμνημα κοινωνίης στηθέων, μαζῶν, γονῆς, φωνῆς.

[7] Ἀποστάσιες ἢ διὰ φλεβῶν, ἢ τόνων, ἢ δι᾿ ὀστέων, ἢ νεύρων, ἢ δέρματος, ἢ ἐκτροπέων ἑτέρων· χρησταὶ δὲ, αἱ κάτω τῆς νούσου, οἷον κιρσοὶ, ὀσφύος βάρεα, ἐκ τῶν ἄνω· ἄρισται δὲ μάλιστα, αἱ κάτω, καὶ αἱ κατωτάτω κοιλίης, καὶ προσωτάτω ἀπὸ τῆς νούσου, καὶ αἱ κατ᾿ ἔκρουν, οἷον αἷμα ἐκ ῥινέων, πῦον ἐξ ὠτὸς, πτύαλον, οὖρον, κατ᾿ ἔκρουν. Οἷσι μὴ ταῦτα, ἀποστάσιες, οἷον ὀδόντες, ὀφθαλμοὶ, ῥὶς, ἱδρώς. Ἀτὰρ καὶ τὰ ὑπὸ δέρμα ἀφιστάμενα ἐς τὸ ἔξω φύματα, οἷον ταγγαὶ, καὶ τὰ ἐκπυοῦντα, οἷον ἕλκος, καὶ τὰ τοιαῦτα ἐξανθήματα, ἢ λόποι, ἢ μάδησις τριχῶν, ἀλφοὶ, λέπραι, ἢ τὰ τοιαῦτα ὅσα ἀποστάσιες μέν εἰσιν ἀθρόως ῥέψασαι, καὶ μὴ ἡμιῤῥόπως, καὶ ὅσα ἄλλα εἴρηται· καὶ ἢν μὴ ἀναξίως τῆς περιβολῆς τῆς νούσου, οἷον τῇ Τημένεω ἀδελφιδῇ ἐκ νούσου ἰσχυρῆς ἐς δάκτυλον ἀπεστήριξεν, οὐχ ἱκανὸν δέξασθαι τὴν νοῦσον, ἐπαλινδρόμησεν, ἀπέθανεν. Ἀποστάσιες ἢ διὰ φλεβῶν, ἢ διὰ κοιλίης, ἢ διὰ νεύρων, ἢ διὰ δέρματος, ἢ κατὰ ὀστέα, ἢ κατὰ τὸν νωτιαῖον, ἢ κατὰ τὰς ἄλλας ἐκροὰς, στόμα, αἰδοῖον, ὦτα, ῥῖνας. Ἐξ ὑστέρης, ὀκταμήνῳ τὰ τῶν κρίσεων, τῇ ὑστεραίῃ ὡς ἂν ἐς τὴν ὀσφὺν, ἢ ἐς τὸν μηρόν. Καὶ ἐς ὄρχιας ἔστιν ὅτε ἐκ βηχέων, καὶ ὄρχις αὐτὸς ἐφ᾿ ἑωυτοῦ. Βηχώδεες ἀποστάσιες, αἱ μὲν ἀνωτέρω τῆς κοιλίης, οὐχ ὁμοίως τελέως ῥύονται. Αἱμοῤῥαγίαι λαῦροι ἐκ ῥινῶν ῥύονται πολλὰ, οἷον τὸ Ἡραγόρεω· οὐκ ἐγίνωσκον οἱ ἰητροί.

[8] Τὰς φωνὰς οἱ τρηχέας φύσει ἔχοντες, καὶ αἱ γλῶσσαι ὑποτρηχέες, καὶ ὅσαι τραχύτητες ὑπὸ νούσων ὁσαύτως· αἱ οὖν ἐοῦσαι σκληραὶ τῇ φύσει, καὶ ἄνοσοι τοῦτ᾿ ἔχουσιν· αἱ δὲ μαλθακαὶ, καὶ βραδύτεραι ἐς ἁμαρτωλίην ἢ χρηστόν. Ἡ ἀρχαίη φύσις· σκεπτέον καὶ τὰ ἀπὸ τῶν διαιτέων τὰ μακροκέφαλα, καὶ μακραύχενα ἀπὸ τῶν ἐπικυψίων· καὶ τῶν φλεβῶν ἡ εὐρύτης καὶ παχύτης ἀπὸ τοῦ αὐτοῦ, καὶ στενότητες, καὶ βραχύτητες, καὶ λεπτότητες, ἀπὸ τῶν ἐναντίων· ὧν αἱ φλέβες εὐρεῖαι, καὶ αἱ κοιλίαι, καὶ τὰ ὀστέα εὐρέα· εἰσὶ δὲ οὗτοι οἱ λεπτοὶ, οἱ δὲ πίονες τἀναντία τουτέων· καὶ ἐν τοῖσι λιμαγχικοῖσιν αἱ μετριότητες ἀπὸ τουτέων σκεπτέαι. Αἱ προαυξήσιες ἑκάστῳ ἃ μειοῦσι, καὶ αἱ μειώσιες ἃ προαυξοῦσι, καὶ τῇσι προαυξήσεσιν, ὁποῖα συμπροαύξεται, καὶ ὁποῖα συγκρατύνεται, καὶ διασφάξιες ποῖαι κοιναὶ τῶν φλεβῶν.

[9] Αἱ τῶν ἤτρων ῥήξιες, αἱ μὲν περὶ ἥβην τὰ πλεῖστα ἀσινέες τοπαραυτίκα, αἱ δὲ σμικρὸν ἄνωθεν τοῦ ὀμφαλοῦ ἐν δεξιᾷ, ὀδυνώδεες αὗται καὶ ἀσώδεες, καὶ κοπριήμετοι, οἷον καὶ τὸ Πιττακοῦ· γίνονται δὲ αὗται ἢ ἀπὸ πληγῆς, ἢ σπάσιος, ἢ ἐμπηδήσιος ἑτέρου.

[10] Οἷσι τὸ μεταξὺ τοῦ ἤτρου καὶ τοῦ δέρματας ἐμφυσᾶται, καὶ οὐ καθίσταται. Τὸ τῶν χροιῶν, οἷον τὸ πουλύχλωρον, τό τε ἐκ λευκοχρόου, ὅτι ἀπὸ τοῦ ἥπατος πᾶν τὸ τοιοῦτον, καὶ ἀπὸ τουτέου ἡπατικὰ νουσήματα, ἐν τουτέοισι καὶ ἴκτεροι οἱ ἀπὸ τοῦ ἥπατος, ἐς τὸ ὑπόλευκον, καὶ οἱ ὑδαταινόμενοι, καὶ οἱ λευκοφλέγματοι· οἱ δὲ ἀπὸ σπληνὸς, μελάντεροι, καὶ [οἱ] ὕδρωπες, καὶ οἱ ἴκτεροι· καὶ αἱ δυσελκίαι τῶν ἐκλεύκων, τῶν ὑποφακωδέων, καὶ τὸ δέρμα καταῤῥήγνυται, καὶ τὰ χείλεα, οἷος Ἀντίλοχος καὶ Ἀλεύας· τὸ ἀπὸ τῶν χυμῶν τῶν ἐκ τοῦ σώματος τοῦ ἁλμώδεος· ὅτι ὑπὸ τὸ δέρμα μάλιστα καὶ ἀπὸ τῆς κεφαλῆς, ὅταν ἀπὸ τοῦ πλεύμονος διαθερμαίνηται.

[11] Τὰς ἀφορμὰς, ὁπόθεν ἤρξατο κάμνειν, σκεπτέον, εἴτε κεφαλῆς ὀδύνη, εἴτε ὠτὸς, εἴτε πλευροῦ. Σημεῖον δὲ, ἐφ᾿ οἷσιν ὀδόντες, καὶ ἐφ᾿ οἷσι βουβῶνες. Τὰ γενόμενα ἕλκεα, κρίνοντα πυρετοὺς, καὶ φύματα· οἷσι ταῦτα μὴ παραγίνεται, ἀκρισίη· οἷσιν ἐγκαταλείπεται, βεβαιόταται ὑποστροφαὶ καὶ τάχισται.

[12] Τὰ ὠμὰ διαχωρήματα καὶ ὑγρὰ κέγχρος στερεὸς ἐν ἐλαίῳ ἑφθὸς ἵστησιν, οἷον τὸ ναυτοπαίδιον, καὶ ἡ μυριοχαύνη.

[2] ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ.

[1] Γυνὴ ἐκαρδιάλγει, καὶ οὐδὲν καθίστατο· πάλην ἐς ῥοιῆς χυλὸν ἀλφίτων ἐπιπάσσουσα, καὶ μονοσιτίη ἤρκεσε, καὶ οὐκ ἀνήμεεν, οἷα τὰ Χαρίωνος.

[2] Αἱ μεταβολαὶ ὠφελέουσιν, ἢν μὴ ἐς πονηρὰ μεταβάλλῃ, οἷον ἀπὸ φαρμάκων ἐμέουσι πυρετῶν ἕνεκα· αἱ ἐς ἀκρητέστερα τελευταὶ σῆψιν σημαίνουσιν, οἷον Δεξίππῳ.

[3] Ἡ Σεράπις ἐξ ὑγρῆς κοιλίης ᾤδησεν· κνησμοὶ δ᾿ οὐκ οἶδα ποσταίῃ, οὐ πρόσω· ἔσχε δέ τι καὶ ἀπόστημα ἐν κενεῶνι, ὅπερ μελανθὲν ἀπέκτεινεν.

[4] Καὶ ἡ Στομάργεω ἐκ ταραχῆς ὀλιγημέρου πολλὰ νοσήσασα, καὶ μετὰ στάσιν παιδίου θήλεος ἀπὸ φθορῆς τετραμήνου ὑγιήνασα, ᾤδησεν.

[5] Μόσχῳ λιθιῶντι ἰσχυρῶς, ἐπὶ τῷ βλεφάρῳ τῷ ἄνω κριθὴ ἐγένετο πρὸς τοῦ ὠτὸς μᾶλλον, ἔπειτα ἐξηλκώθη ἔσω· πέμπτῃ καὶ ἕκτῃ ἔσωθεν πῦον ἐῤῥάγη· τὰ κάτωθεν ἔλυσεν· βουβὼν παρ᾿ οὖς ἦν, καὶ κάτω ἐπὶ τῷ τραχήλῳ κατ᾿ ἴξιν τοῦ ἄνω βουβῶνος.

[6] Ὁ τῆς Ἀρισταίου γυναικὸς ἀδελφὸς χλιαινόμενος ἐταλαιπώρει ὁδῷ, κἄπειτα ἐν κνήμῃ τέρμινθοι ἐγένοντο· ἔπειτα συνεχὴς πυρετὸς ἐγένετο, καὶ τῇ ὑστεραίῃ ἱδρὼς ἐγένετο, καὶ τὰς ἄλλας τὰς ἀρτίους ἐγένετο αἰεί. Ἔτι δὲ ὁ πυρετὸς εἶχεν· ἦν δὲ ὑπόσπληνος, ᾑμοῤῥάγει ἐξ ἀριστεροῦ πυκνὰ κατ᾿ ὀλίγον, ἐκρίθη. Τῇ ὑστεραίῃ, ἀριστερὸν παρ᾿ οὖς οἴδημα· τῇ δὲ ὑστεραίῃ, καὶ παρὰ δεξιὸν, ἧσσον δὲ τοῦτο· καὶ συνελειαίνετο ταῦτα, καὶ ἐμωλύνθη, καὶ οὐκ ἀπεπύησεν.

[7] Ὁ παρ᾿ Ἀλκιβιάδεω ἐλθὼν, ἐκ πυρετῶν ὀλίγων πρὸ κρίσιος ὄρχις ἀριστερὸς ᾤδησεν· ἦν δὲ σπλῆνα μέγαν ἔχων· καὶ δὴ τότε ἐκρίθη ὁ πυρετὸς, εἰκοσταῖος· κἄπειτα ὑπεχλιαίνετο ἄλλοτε καὶ ἄλλοτε, καὶ ἔπτυεν ὑπάνθηρον.

[8] ᾟ ἡ χεὶρ ἡ δεξιὴ, σκέλος δὲ ἀριστερὸν ἐκ τῶν βηχωδέων, βραχὺ οὐκ ἄξιον λόγου βηξάσῃ, παρελύθη παραπληγικῶς, ἄλλο δὲ οὐδὲν ἠλλοιώθη, οὔτε πρόσωπον, οὔτε γνώμην, οὐ μὴν ἰσχυρῶς ταῦτα· ἐπὶ τὸ βέλτιον ἤρξατο χωρέειν περὶ εἰκοστὴν ἡμέρην· σχεδὸν ἐγένετό οἱ περὶ γυναικείων κατάῤῥηξιν, καὶ ἴσως τότε πρῶτα γινόμενα, παρθένος γὰρ ἦν.

[9] Ἀπήμαντος καὶ ὁ τοῦ τέκτονος πατὴρ τοῦ τὴν κεφαλὴν κατεαγέντος καὶ Νικόστρατος οὐκ ἐξέβησσον· ἦν δὲ ἑτέρωθι κατὰ νεφροὺς ἀλγήματα· ἐρωτήματα· ἤρεον γὰρ αὐτοὺς ἀεὶ πληροῦσθαι ποτοῦ καὶ σίτου.

[10] Ὀδύνας τὰς ἰσχυροτάτας, ὅτῳ τρόπῳ διαγνοίη ἄν τις ἰδών· ὁ φόβος, αἱ εὐφορίαι, αἱ ἐμπειρίαι, καὶ αἱ δειλίαι.

[11] Ὕδωρ τὸ ταχέως θερμαινόμενον, καὶ ταχέως ψυχόμενον, αἰεὶ κουφότερον. Τὰ βρώματα καὶ τὰ πόματα πείρης δεῖ, εἰ ἐπὶ τὸ ἴσον μένει.

[12] Ῥητέον, ὅτι, αἵματος ῥυέντος, ἐκχλοιοῦνται, καὶ ὅσα ἄλλα τοιαῦτα, ὅτι πρὸς τὸ ὑγραίνειν, καὶ ξηραίνειν, καὶ θερμαίνειν, καὶ ψύχειν, πολλὰ ἄν τις τοιαῦτα εὕροι.

[13] Τὸ ἑξηκονθήμερον ἀπόφθαρμα ἄρσεν τόκων ἐν ἐπισχέσεσιν, ὑγιηρόν.

[14] Ἡρακλεῖ ὤδει ἐπὶ τοῦ κακοῦ ὀγδοαίῳ.

[15] Δυσεντεριώδης μᾶλλον, ὅστις ἄρα καὶ τεινεσμώδης.

[16] Θηλάζουσα εἶτα ἐκθύματα ἀνὰ τὸ σῶμα πάντη εἶχεν, ἐπεὶ ἐπαύσατο θηλάζουσα, κατέστη θέρεος.

[17] Τῇ τοῦ σκυτέως, ὃς τὰ σκύτινα ἐποίησε, τεκούσῃ καὶ ἀπολυθείσῃ τελέως, ἐδόκει τοῦ μὲν χορίου τι τὸ ὑμενοειδὲς ἀπέχειν, ἀπῆλθε τεταρταίῃ κακῶς· στραγγουριώδης γὰρ ἐγένετο· αὐτίκα συλλαμβάνουσα ἔτεκεν ἄρσεν· πολλὰ δὲ ἔτεα ἤδη εἶχε, τὰ ὕστατα οὐδ᾿ ἐπιμήνια ᾔει· ὅτε δὲ τέκοι, διέλειπεν ἐπ᾿ ὀλίγον ἡ στραγγουρίη.

[18] Ἰσχίον δέ τις ἤλγει, πρὶν ἴσχειν· ἐπεὶ δὲ ἔσχεν, οὐκ ἔτι ἤλγει. Ἐπεὶ δὲ ἔτεκεν, εἰκοσταίη ἐοῦσα, αὖθις ἤλγησεν· ἔτεκεν οὖν ἄρσεν· ἐν γαστρὶ ἐχούσῃ, ἐν κνήμῃ κάτω δεξιῇ, ἢ τρίτῳ ἢ τετάρτῳ μηνὶ, ἐξανθήματα, πρὸς ἃ τῇ μάννῃ χρώμεθα, καὶ ἐν χειρὶ δεξιῇ παρὰ μέγαν δάκτυλον· οὐκ οἶδ᾿ ὅ τι ἔτεκε, κατέλιπον γὰρ ἑξάμηνον· ᾤκει δὲ, ὡς ἐγὼ οἶμαι, τὰ Ἀρχελάου πρὸς τῷ κρημνῷ.

[19] Ἡ Ἀντιγένεος, ἡ τῶν περὶ Νικόμαχον, ἔτεκε παιδίον, σαρκῶδες μὲν, ἔχον δὲ τὰ μέγιστα διακεκριμένα, μέγεθος δὲ ὡς τετραδάκτυλον, ἀνόστεον, ὕστερον δὲ παχὺ καὶ στρογγύλον· αὕτη δὲ ἀσθματώδης ἐγένετο πρὸ τοῦ τόκου· ἔπειτα ἅμα τῷ τόκῳ πῦον ἀνήμεσεν ὀλίγον, οἷον ἐκ δοθιῆνος.

[20] Θυγατέρας τεκούσης διδύμους καὶ δυστοκησάσης καὶ οὐ πάνυ καθαρθείσης, ἐξῴδησεν ὅλη· ἔπειτα ἡ γαστὴρ μεγάλη ἐγένετο, τὰ δ᾿ ἄλλα ἐταπεινώθη· καὶ ἐρυθρὰ ᾔει μέχρι τοῦ ἕκτου μηνὸς, ἔπειτα λευκὰ κάρτα πάντα ἤδη τὸν χρόνον· πρὸς δὲ τἀφροδίσια οἱ ῥόοι ἔβλαπτον, καὶ οἱ ἄκρητα ἐρυθρὰ ἱκνευμένως ᾔει.

[21] Τῇσι χρονίῃσι λειεντερίῃσιν ὀξυρεγμίη γενομένη, πρόσθεν μηδέποτε γενομένη, σημεῖον χρηστὸν, οἷον Δημαινέτῃ ἐγένετο· ἴσως δ᾿ ἐστὶ καὶ τεχνήσασθαι· καὶ γὰρ αἱ ταραχαὶ αἱ τοιαῦται ἀλλοιοῦσιν· ἴσως δὲ καὶ ὀξυρεγμίαι λειεντερίην λύουσιν.

[22] Ἰήθη ἐλλεβόρου πόσει Λυκίη· τὰ ὕστατα σπλὴν μέγας, καὶ ὀδύναι, καὶ πυρετὸς, καὶ ἐς ὦμον ὀδύναι· καὶ ἡ φλὲψ, ἡ κατὰ σπλῆνα, ἐπ᾿ ἀγκῶνι ἐτέτατο· καὶ ἔσφυζε μὲν πολλάκις, ἔστι δ᾿ ὅτε καὶ [οὔ·] οὐκ ἐτμήθη, ἀλλ᾿ ἅμα ἱδρῶτι διῆλθεν, ἢ αὐτόματον· ἐξ οὗ, διιόντων, ὁ σπλὴν, τὰ δεξιὰ ἐνετείνετο, πνεῦμα ἐνεδιπλασιάζετο, οὐ μὴν μέγα· παρεφέρετο, περιεστέλλετο· φῦσα ἐνεοῦσα· οὐ διῄει κάτω οὐδὲν, οὐδὲ οὔρει· ἀπέθανε πρὸ τοῦ τόκου.

[23] Τὰ ἀμφὶ φάρυγγα, ἑτερόῤῥοπα, ὁρμήσαντα, οὐκ ἐφηλκώθη, ἐπὶ τὰ ἀριστερὰ μετῆλθεν, ἐς σπλῆνα ὀδύνη ἦλθεν ἀκρίτως. Ἱέρωνι ἐκρίθη πεντεκαιδεκαταίῳ. Τῇ Κῴου ἀδελφεῇ ἧπαρ ἐπήρθη σπληνικὸν τρόπον, ἀπέθανε δευτεραίη. Βίων ἅμα οὔρει τε ὑπέρπουλυ ἀνυπόστατον, καὶ αἷμα ἐξ ἀριστεροῦ· ἦν γὰρ καὶ ὁ σπλὴν κυρτὸς καὶ σκληρὸς, καὶ ἄνω· περιεγένετο· ὑποστροφή.

[24] Ἦν δὲ τῶν κυναγχικῶν τὰ παθήματα τάδε· τοῦ τραχήλου οἱ σπόνδυλοι ἔσω ἔῤῥεπον, τοῖσι μὲν ἐπὶ πλέον, τοῖσι δ᾿ ἐπ᾿ ἔλασσον· καὶ ἔξωθεν ἦν δῆλος ἔγκοιλον ἔχων ὁ τράχηλος· καὶ ἤλγεε ταύτῃ ψαυόμενος· ἦν δὲ καὶ κατωτέρω τινὶ τοῦ ὀδόντος καλεομένου, ὃ οὐχ ὁμοίως ὀξύ ἐστιν· ἔστι δ᾿ οἷσι καὶ πάνυ περιφερὲς, μέζονι περιφερείῃ. Εἰ μὴ ξὺν τῷ ὀδόντι καλεομένῳ, φάρυγξ οὐ φλεγμαίνουσα, κειμένη δέ. Τὰ ὑπὸ γνάθους ὀγκηρὰ, οὐ φλεγμαίνουσιν εἴκελα· οὐδὲ βουβῶνες οὐδενὶ ᾤδησαν, ἀλλὰ τῇ φύσει μᾶλλον· καὶ γλῶσσαν οὐ ῥηϊδίως στρέφοντες, ἀλλὰ μέζων τε αὐτέοισιν ἐδόκεεν εἶναι, καὶ προπετεστέρη· καὶ ὑπὸ γλώσσῃ φλέβες ἐμφανέες. Καταπίνειν οὐκ ἠδύναντο, ἢ πάνυ χαλεπῶς, ἀλλ᾿ ἐς τὰς ῥῖνας ἔφευγεν, εἰ πάνυ ἐβίαζον· καὶ διὰ τῶν ῥινῶν διελέγοντο. Πνεῦμα δὲ τουτέοισιν οὐ πάνυ μετέωρον. Ἔστι δ᾿ οἷσι φλέβες αἱ ἐν κροτάφοισι, καὶ ἐν κεφαλῇσι, καὶ ἐπ᾿ αὐχένι ἐπηρμέναι. Βραχὺ δέ τι τουτέων τοῖσι παλιγκοτωτάτοισι, κρόταφοι θερμοὶ, εἰ καὶ τἄλλα μὴ πυρεταίνοιεν. Οὐ μὴν πνιγόμενοι οἱ πλεῖστοι, εἰ μὴ καταπίνειν προθυμέοιντο ἢ πτύαλον, ἢ ἄλλο τι· οὐδ᾿ οἱ ὀφθαλμοὶ ἐγκαθήμενοι. Οἷσι μὲν οὖν ἦν ἐς ὀρθὸν ἐξόγκωμα, μήτε ἑτερόῤῥοπον, οὗτοι παραπληκτικοὶ οὐκ ἐγένοντο· ἀπολόμενον δὲ εἴ τινα εἶδον, ἀναμνήσομαι· οὓς δὲ οἶδα νῦν, περιεγένοντο. Ἦν δὲ τὰ μὲν τάχιστα ῥηΐζοντα, τὰ δὲ πλεῖστα καὶ ἐς τεσσαράκοντα ἡμέρας περιῄει· τοῦτο δὲ, οἱ πλεῖστοι καὶ ἄπυροι· πουλλοὶ δὲ καὶ πάνυ ἐπὶ πουλὺν χρόνον ἔχοντές τι μέρος τοῦ ἐξογκώματος, καὶ κατάποσις, καὶ φωνὴ ἐνσημαίνουσα· κίονές τε τηκόμενοι μινύθησίν τινα παρεῖχον πονηρὴν, οὐδὲν δοκέοντες κακὸν ἔχειν. Οἱ δὲ ἑτερόῤῥοπα ἔχοντες, οὗτοι, ὁκόθεν ἂν ἐγκλιθείησαν οἱ σπόνδυλοι, ταύτῃ παρελύοντο, τὰ δ᾿ ἐπὶ θάτερα εἵλκοντο. Ἦν δὲ ταῦτα ἐν προσώπῳ καταφανέα μάλιστα, καὶ τῷ στόματι, καὶ τῷ κατὰ γαργαρεῶνα διαφράγματι· ἀτὰρ καὶ γνάθοι αἱ κάτω παρηλλάσσοντο κατὰ λόγον. Αἱ δὲ παραπληγίαι οὐ διὰ παντὸς τοῦ σώματος ἐγίνοντο, οἷον ἐξ ἄλλων, ἀλλὰ μέχρι χειρὸς τὰ ὑπὸ τοῦ κυναγχικοῦ. Οὗτοι καὶ πέπονα ἀναπτύοντες, καὶ βραχυμογέες ἦσαν· οἷσι δ᾿ ἐς ὀρθὸν, καὶ ἀνέπτυον· οἷσι δὲ καὶ ξὺν πυρετῷ, οὗτοι πολλῷ μᾶλλον καὶ δύσπνοοι καὶ διαλεγόμενοι σιαλοχόοι, καὶ φλέβες τουτέοισι μᾶλλον ἐπηρμέναι· καὶ πόδες πάντων μὲν ψυχρότατοι, τούτων δὲ μάλιστα· καὶ ὀρθοστατεῖν οὗτοι ἀδυνατώτεροι, καὶ οἵτινες μὴ αὐτίκα ἔθνησκον· οὓς δὲ ἐγὼ οἶδα, πάντες ἔθνησκον.

[3] ΤΜΗΜΑ ΤΡΙΤΟΝ.

[1] Ἐς Πέρινθον περὶ ἡλίου τροπὰς ὀλίγον τὰς θερινὰς ἤλθομεν. Ἐγεγόνει δὲ ὁ χειμὼν εὔδιος, νότιος· τὸ δὲ ἔαρ καὶ τὸ θέρος, πάνυ ἄνυδρον μέχρι πληϊάδων δύσιος· εἰ γάρ τι καὶ ἐγένετο, ἦν ὅσον ψεκάς· καὶ οἱ ἐτησίαι οὐ κάρτα ἔπνευσαν, καὶ οἱ πνεύσαντες διεσπασμένως. Τοῦ θέρεος καῦσοι ἐπεδήμησαν πολλοί· ἦσαν δὲ ἀνήμετοι· καὶ κοιλίαι ταραχώδεες, λεπτοῖσιν, ὑδατώδεσιν, ἀχόλοισιν, ἐπάφροισι πολλοῖσιν, ἴσχοντα ἔστιν ὅτε καὶ ὑπόστασιν τεθέντα, ἐξ οἵων δὴ καὶ ἐξαιθριαζόμενον τὸ εἴκελον ἰσατώδει διαχώρημα, διὰ παντὸς κακόν. Ἐν τουτέοισι πολλοὶ κωματώδεες ἦσαν καὶ παράφοροι, οἱ δὲ ἐξ ὕπνων τοιοῦτοι ἐγίνοντο· ὅτε δὲ ἐγερθεῖεν, κατενόουν πάντα. Πνεύματα μετέωρα, οὐ μὴν πάνυ· οὖρα λεπτὰ μὲν τοῖσι πλείστοισι, καὶ ὀλίγα, ἄλλως δὲ οὐκ ἄχροα. Αἱμοῤῥαγίαι ἐκ ῥινῶν οὐκ ἐγένοντο, εἰ μὴ ὀλίγοισιν, οὐδὲ παρ᾿ ὦτα, εἰ μή τισι, περὶ ὧν ὕστερον γράψω. Οὐδὲ σπλῆνες ἐπῄροντο, οὐδὲ δεξιὸν ὑποχόνδριον οὐδ᾿ ἐπώδυνον κάρτα, οὐδ᾿ ἐντεταμένον ἰσχυρῶς· ἦν δέ τι ἐνσημαῖνον. Καὶ μάλιστα ἐκρίνετο πάντα τὰ πολλὰ περὶ τεσσαρεσκαίδεκα, ὀλίγα σὺν ἱδρῶτι, ὀλίγα σὺν ῥίγει, καὶ πάνυ ὀλίγοισιν ὑποστροφαὶ ἐγίνοντο. Ὑπὸ δὲ τὰς ψεκάδας τὰς γενομένας ἐν τῷ θέρει, ἐπεφαίνετο ἱδρώς· ἐν τοῖσι πυρετοῖσι καί τινες αὐτίκα ἱδρῶτες ἐπ᾿ ἀρχῆς ἐγίνοντο, οὐ μὴν κακοήθως· καί τισιν ὑπὸ τοῦτον τὸν χρόνον ἐκρίθη ξὺν ἱδρῶτι. Ἐγένοντο δὲ ἐν τοῖσι θερινοῖσι πυρετοῖσι περὶ ἑβδόμην καὶ ὀγδόην καὶ ἐνάτην τρηχύσματα ἐν τῷ χρῶτι, κεγχρώδεα, τοῖσιν ὑπὸ κωνώπων μάλιστα εἴκελα ἀναδήγμασιν, οὐ πάνυ κνησμώδεα· ταῦτα δὲ διετέλει μέχρι κρίσιος· ἄρσενι δὲ οὐδενὶ εἶδον ταῦτα ἐξανθήσαντα· γυνὴ δὲ οὐδεμία ἀπέθανεν, ᾗ ταῦτα ἐγένετο. Ὅτε δὲ ταῦτα ἐγένετο, βαρυήκοοί τε ἦσαν καὶ κωματώδεες· πρόσθεν δὲ οὐ κάρτα ἦσαν κωματώδεες, ᾗσιν ἔμελλε ταῦτα ἔσεσθαι· οὐ μὴν τὸ σύμπαν διετέλεον· κωματώδεες δὲ καὶ ὑπνώδεες, τὸ θέρος καὶ μέχρι πληϊάδων δύσιος· ἔπειτα μὴν ἀγρυπνίαι μᾶλλον. Ἀτὰρ οὐδὲ τὸ σύμπαν ὑπὸ τῆς καταστάσιος ταύτης ἔθνησκον. Κοιλίην μὲν οὖν οὐκ ἐνεδέχετο οὐδ᾿ ἐν τοῖσι γεύμασιν ἱστάναι, ἀλλὰ παρὰ λόγον ᾤετο ἄν τις ἰήσασθαι ξυμφέρειν, καίτοι ὑπέρπολλα ἔστιν οἷσι τὰ διιόντα ἦν. Τὸ ἐν ψύχει κεῖσθαι ἐπιβεβλημένον, ὡς ἕλκῃ μὲν τὸ ψυχρὸν, θάλπῃ δὲ τὸ τοιοῦτον εἶδος. Ἐκ προσαγωγῆς ἐστι μᾶλλον καὶ τὸ μηδὲν τῇ φύσει πάθος γίνεσθαι. Ἐφ᾿ οἷσί τε καὶ ὁκοῖα τὰ σημεῖα, καὶ πλείω ἢ μείω γινόμενα, χάσμη, βὴξ, πταρμὸς, σκορδίνημα, ἔρευξις, φῦσα· πάντα τὰ τοιαῦτα διαφέρουσιν. ᾟσιν ἐν πυρετοῖσιν ἀσώδεσι, φρικώδεσιν, ἐρεύθονται πρόσωπα, κοπιώδεες, ὀμμάτων ὀδυνώδεες, καρηβαρίαι, παραπληγίαι· καὶ γυναικεῖα, ἢν ἐπιφαίνηται, μάλιστα δὲ ᾗσι πρῶτον, ἀτὰρ καὶ παρθένοισι καὶ γυναιξὶν ᾗσι διὰ χρόνου, ἀτὰρ καὶ ᾗσι μὴ ἐν ᾧ εἴθισται χρόνῳ, ἢ ὡς δεῖ, ἐπιφαίνονται, ἔπειτα ἔξωχροι γίνονται. Μέγα δ᾿ ἐν ἅπασι, τὸ καὶ ἑξῆς, καὶ ἐν ᾧ χρόνῳ, καὶ ἐφ᾿ οἷσιν. Τοῖσι πάνυ χολώδεσιν, ἐν πυρετοῖσι μάλιστα, ὅλως [οἷσιν] ἐπὶ σκέλεα ἡ κάθαρσις.

[2] Φαρμάκων δὲ τρόπους ἴσμεν, ἐξ ὧν γίνεται ὁκοῖα ἄσσα· οὐ γὰρ πάντες ὁμοίως, ἀλλ᾿ ἄλλοι ἄλλως εὖ κεῖνται· καὶ ἄλλα ὅσα πρωϊαίτερον ἢ ὀψιαίτερον ληφθέντα· καὶ οἱ διαχειρισμοὶ, οἷον ἢ ξηρᾶναι, ἢ κόψαι, ἢ ἑψῆσαι· καὶ τὰ τοιαῦτα ἐῶ τὰ πλεῖστα, καὶ ὁκόσα ἑκάστῳ, καὶ ἐφ᾿ οἷσι νουσήμασι, καὶ ὁπότε τοῦ νουσήματος, ἡλικίην, εἴδεα, δίαιταν, ὁκοίη ὥρη ἔτεος, καὶ ἥτις καὶ ὁκοίως ἀγομένη, καὶ τὰ τοιαῦτα.

[3] Ζωΐλῳ τῷ παρὰ τὸ τεῖχος, ἐκ βηχὸς πεπείρης, πυρετὸς ὀξὺς, καὶ προσώπου ἔρευθος, καὶ κοιλίη ἀπολελαμμένη, πλὴν πρὸς ἀνάγκην, πλευροῦ ὀδύνη ἀριστεροῦ, καὶ οὖς κατ᾿ ἴξιν ὀδυνῶδες πάνυ, καὶ κεφαλὴ οὐ τοσούτῳ. Πτύων διὰ παντὸς ὑπόπυον ἐνόσει. Ἀλλὰ τὰ ἄλλα ἐκρίθη, καὶ κατὰ οὖς ἐῤῥάγη πῦον πουλὺ περὶ ὀγδόην ἢ ἐνάτην. Αἱ δ᾿ ἀρχαὶ τῆς ἐνάτης, ὀδύνης τοῦ ὠτὸς τέλος, οὐκ οἶδ᾿ ὅπως· ἄνευ ῥίγεος ἡ κρίσις, ἵδρωσε κεφαλὴν κάρτα.

[4] Καὶ ὠτὸς Ἐμπεδοτίμῃ ξύγκαυσις, καὶ ἀριστεροῦ πλευροῦ ἄνω, ἅμα ὠτὶ, ὀδύνη, μάλιστα κατ᾿ ὠμοπλάτην, ἀτὰρ καὶ ἔμπροσθεν. Πτύαλα πουλλὰ, κατ᾿ ἀρχὰς πτυέντα ἀνθηρὰ, καὶ ἀμφὶ ἑβδόμην ἢ ὀγδόην ἐπὶ τὰ πέπονα. Κοιλίη ἑστήκει μέχρις ἀμφὶ ἐνάτην ἢ δεκάτην. Ἡ ὀδύνη ἀπέσβη, οἴδημα ἀνίει, καὶ ἱδρώτια ἐγένετο· οὐ μὴν ἔκρινεν· δῆλα δὲ ἦν καὶ ἄλλοισι καὶ τῇ ἐξόδῳ· περὶ γὰρ ἀρχομένην τὴν τοῦ ὠτὸς ὀδύνην καὶ ἡ γαστὴρ ἐπεταράχθη. Ἐῤῥάγη δὲ ἐκ τοῦ ὠτὸς ἐνάτῃ, καὶ ἐκρίθη τεσσαρεσκαιδεκάτῃ, ἄνευ ῥίγεος ἡ νοῦσος τῇ αὐτῇ ἡμέρῃ· ἀτὰρ καὶ τὸ πτύελον λαυρότερον ᾔει, ἐπεὶ τὸ οὖς ἐῤῥάγη, καὶ πεπειρότερον, ἱδρῶτες δὲ καὶ ἔπειτα ἐπὶ πουλὺν χρόνον τῆς κεφαλῆς ἐγένοντο· ἐξηράνθη ὡς τρίτῃ. Ὁπόσα ἄσημα ἀφανίζεται, δύσκριτα, οἷον τῇ τοῦ Πολεμάρχου παιδίσκῃ ἐρυσίπελας.

[5] Οἱ ἐπὶ βουβῶσι πυρετοὶ, κακὸν, πλὴν τῶν ἐφημέρων, καὶ οἱ ἐπὶ πυρετοῖσι βουβῶνες, κακίονες, ἐν τοῖσιν ὀξέσιν ἐξ ἀρχῆς παρακμάσαντες.

[6] Τὰ πνεύματα ἐν ὑποχονδρίοισιν ἔπαρσις μαλθακὴ, καὶ ἔντασις οὐδετέρη. Ἐπ᾿ αὐτῶν ἄνω στρογγύλον ἐν τοῖσι δεξιοῖσιν οἷον περιφέρεια ἀποπυητική· ἄλλο πρόμακρον ἐπὶ πλέον· ἄλλο κεχυμένον· ἄλλο κάτω ῥέπον, καὶ ἔνθεν καὶ ἔνθεν ξύντασις μέχρι τοῦ ὀμφαλοῦ ἐν πάσῃ τῇ ἄνω ἴξει, καὶ ἐπανειλεῖται, καὶ ἐπείληπται ἐς τὸ περιφερές. Ἢν μὲν πνεῦμα ᾖ, ἀκρίτως λεπτύνεται θέρμῃ· ἢν δὲ τοῦτο διαφύγῃ, ἐς ἐμπύησιν ὁρμᾷ.

[7] Πυκνὰ πνεύματα, σμικρὰ, μεγάλα, ἀραιὰ ἔξεισιν· ἔξω μέγα, ἔσω σμικρόν· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον· διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν· θερμὸν, ψυχρόν. Ἰητήριον συνεχέων χασμέων, μακρόπνους· τοῖσιν ἀπότοισι καὶ μόγις πίνουσι, μικρόπνους.

[8] Κατ᾿ ἴξιν, καὶ πλευρῶν ἔντασις ὀδυνώδης, καὶ ἐντάσιες ὑποχονδρίων, καὶ σπληνὸς ἐπάρσιες, ἐκ ῥινῶν ῥήξιες. Τὰ ἐγκαταλιμπανόμενα μετὰ κρίσιν, ὑποστροφώδεα· τὸ γοῦν πρῶτον, σπληνῶν ἐπάρσιες, ἢν μὴ ἐς ἄρθρα τελευτήσῃ, ἢ αἱμοῤῥαγίη γίνηται, ἢ ὑποχονδρίου δεξιοῦ ἔντασις, ἢν μὴ διεξοδεύσῃ οὖρα· αὕτη γὰρ ἡ κατάληψις ἀμφοῖν, καὶ ὑποστροφαί· Ἀποστάσιας οὖν ποιέεσθαι αὐτὸν ἡγεύμενον· τὰς δὲ παρακλίνειν ἤδη γινομένας, ἀποδέχεσθαι, ἢν ἴωσιν ᾗ δεῖ, καὶ ὁποῖα δεῖ, καὶ ὁκόσα μὴ, ξυνδρᾷν· τὰς δ᾿ ἀποτρέπειν, ἢν πάντη ἀσύμφοροι ἔωσι, μάλιστα δὲ ταύτας μελλούσας, εἰ δὲ μὴ, ἄρτι ἀρχομένας.

[9] Αἱ τεταρταῖαι αἱμοῤῥαγίαι, δύσκριτοι.

[10] Οἱ διαλείποντες μίαν τῇ ἑτέρῃ ἐπιῤῥιγεῦσιν ἅμα κρίσει ἐς ἑβδόμην.

[11] Σκόπᾳ ἐκ κορυζωδέων χολωδέων, καὶ φάρυγγος φλεγμονῆς, φλαύρως διαιτηθέντι, ἡ κοιλίη ἀπελήφθη, καὶ πυρετὸς ξυνεχὴς ἐγένετο, καὶ γλῶσσα εὐανθὴς, καὶ ἄγρυπνος· ἤτρου ἔντασις, ἰσχυρῶς, ὁμαλῶς, κατὰ σμικρὸν ἐς τὸ κάτω ἐν τοῖσι δεξιοῖσιν· πνεῦμα ὑπόπυκνον· ὑποχόνδριον ἤλγει, καὶ ἀναπνέων καὶ στρεφόμενος· ἄνευ δὲ βηχὸς ἀνεχρέμπτετο ὑποπάχεα. Ὀγδοαίῳ πέπλος δοθεῖσα ἀπὸ τοῦ ὑποχονδρίου μὲν ἀπῶσεν, ἐπεραιώθη δὲ οὐδέν. Τῇ δὲ ὑστεραίῃ, βάλανοι δύο προστεθεῖσαι οὐκ ἐφάνησαν· οὖρον δὲ παχὺ καὶ θολερὸν λείῃ καὶ ὁμαλῇ καὶ ἔς τι καλῇ θολερότητι· ἥ τε γαστὴρ μαλακωτέρη ἦν, καὶ σπλὴν ἐπηρμένος καὶ κατάῤῥοπος ἐγένετο· ποτῷ ἐχρῆτο ὀξυγλύκει. Δεκάτῃ, αἷμα ἐξ ἀριστεροῦ ὑδαρὲς ὀλίγον ἦλθεν· οὐ πάνυ δέ τι ὁ ἄῤῥωστος δι᾿ αὐτὸ τοῦτο ὠφελήθη· καὶ οὖρον ὑπόστασιν ἔχον, ὑπὸ δὲ τῇ ὑποστάσει ὑπόλευκόν τι προσεχόμενον πρὸς τῷ ἀγγείῳ λεπτὸν, οὔτε οἷον γονοειδὲς οὔτε ἀνόμοιον, ἐῤῥύη τοῦτο βραχύ. Τῇ δὲ ὑστεραίῃ κριθεὶς, ἀπύρετος· καὶ ὑπῆλθεν ὑπόγλισχρον τῇ ἑνδεκάτῃ, τὸ δέ τι περιῤῥοῦν χολῶδες. Οὔρου δὲ κάθαρσις πουλλὴ καὶ πλήθει καὶ ὑποστάσει, καὶ, πρὶν μὲν οἰνοποτέειν ἤρξατο, μικροῦ λάπῃ ὁμοίη. Διῆλθε δὲ τῇ ἑνδεκάτῃ ὡς ὀλίγων ἐόντων, γλίσχρα δὲ καὶ κοπρώδεα θολερά· τὸ τοιοῦτον ᾔει κρισίμως, ὅ τι καὶ τῷ Ἀντιγένεος ἐν Περίνθῳ.

[12] Τὰ περὶ τὰς γλώσσας αἰρόμενα συστρέμματα, καὶ ταπεινὰ ἐόντα λιθίδια, καὶ τὰ τοῖσι ποδαγρικοῖσιν· τὰ ἀσθενέα παρ᾿ ἄρθρα ἐκείνων ἐστίν· καὶ γὰρ ἡ ὀστέων φύσις, καὶ τοῦ σκληρύνεσθαι τοῦτο αἴτιον καὶ τοῦ συντείνεσθαι.

[13] Τὸ τῆς Ἱπποστράτου ἐκ τεταρταίου ἐνιαυσίου ἀπεκορύφου· ὑπόψυχρος φανερῶς δοκέουσα· ἔφοδος ἐπὶ πᾶν τὸ σῶμα καὶ ἱδρώς· ἐκρίθη ταύτῃ· καὶ μετὰ ταῦτα γυναικεῖα πλείω πλήθει καὶ χρόνῳ, τότε γὰρ ἐπεῖχεν· μὴ ἑστάναι ἔδοξεν ἀπόστασις.

[14] Ἐν τῇσι φλυζούσῃσιν αἱμοῤῥαγίῃσι σχῆμα εὑρητέον, καὶ τὸ ξύμπαν εἰ ἐκ τοῦ πάνυ κατάντεος ἄναντες ποιοῖτο. Διὸ καὶ αἱ ἀποδέσιες αἱ ἐν τῇσι φλεβοτομίῃσιν ὁρμῶσιν, αἱ δὲ ἰσχυραὶ κωλύουσιν αἷμα.

[15] Τὸ ἔναιμον καὶ τὸ ὑπόχολον, ὀξυρεγμιῶδες· ἴσως δὲ ἐς μέλαιναν τούτοισι τελευτᾷν.

[16] Ῥίγη ἄρχεται γυναιξὶ μὲν μᾶλλον ἀπὸ ὀσφύος διὰ νώτου ἐς κεφαλήν· ἀτὰρ καὶ ἀνδράσιν ὄπισθεν μᾶλλον, ἢ τὰ ἔξωθεν τοῦ σώματος, οἷον πήχεων, μηρῶν· ἀτὰρ καὶ τὸ δέρμα ἀραιόν· δηλοῖ δὲ ἡ θρὶξ τῶν ζώων.

[17] ᾟσιν οὐδὲν ἔσω τοῦ τεταγμένου χρόνου, ἑκάστῃσι τὰ τικτόμενα ἀπόγονα γίνεται. Τὰ ἐπιφαινόμενα ἐν οἷσι μησὶ γίνεται. Οἱ πόνοι ἐν περιόδοισιν, ὅτι ἐν ἑβδομήκοντα κινέεται, ἐν τριπλασίῃσι τελειοῦται. Ὅτι μετὰ τὰ γυναικεῖα τὰ μὲν δεξιὰ, τὰ δὲ ἀριστερὰ χάσκων, ὑγρότης, διὰ τῶν ἀπιόντων, διαίτης ξηρότης. Ὅτι θᾶσσον κινηθὲν, διακριθὲν, αὖθις αὔξεται βραδύτερον ἐπὶ πλείονα χρόνον. Οἱ πόνοι περὶ τρίτην ἡμέρην πρὸς τῇσι πεντήκοντα, καὶ ἕκτην πρὸς τῇσιν ἑκατόν· μηνιαῖοι, δευτεραίῳ καὶ τεταρταίῳ. Ἃ δεῖ εἰδέναι ἐς τὸν ἑπτάμηνον· εἰ ἀπὸ τῶν γυναικείων ἀριθμητέοι οἱ ἐννέα μῆνες, ἢ ἀπὸ τῆς ξυλλήψιος, καὶ εἰ ἑβδομήκοντα καὶ διακοσίῃσιν οἱ ἑλληνικοὶ μῆνες γίνονται, καὶ εἴ τι προσέτι τούτοισι, καὶ εἴ τι τοῖς ἄρσεσιν ἢ καὶ τῇσι θηλείῃσι ταὐτὰ ποιέεται ἢ τἀναντία. Τῶν βρωμάτων καὶ πομάτων οἱ ὦμοι καὶ οἱ μαστοὶ ἐμφυσῶνται· καὶ τῶν ἐν τῇ κεφαλῇ αἱ ἀκρησίαι καὶ τὰ ἐμφυσήματα ποιέουσιν· αὔξησις, ἔστ᾿ ἂν τὰ ὀστέα στερεωθῇ. Τῶν ἐπιμηνίων περίοδος, τὰ πρὸ τούτων βάρεα ἀδελφὰ τῶν ὀκταμήνων πόνων. Πρωτοτόκων τὰ γάλακτα, τῆς μὲν ὀκταμήνου ἀπαρτιζούσης, τῆς δὲ τροφῆς μεταβαλλούσης· διὸ τὰ γάλακτα, ἀδελφὰ τῶν ἐπιμηνίων· πρὸς δεκάμηνον τεινόντων γενόμενα, κακόν.

[18] Τρωμάτων ἢν ἰσχυρῶν ἐόντων οἴδημα μὴ φαίνηται, μέγα κακόν· τὰ χαῦνα, χρηστὸν, τὰ ἄνω νεμόμενα, κάκιον. Οἷσιν οἰδήματα ἐφ᾿ ἕλκεσιν, οὐ μάλα σπῶνται, οὐδὲ μαίνονται· τούτων δὲ ἀφανισθέντων ἐξαίφνης, οἷσι μὲν ἐς τὸ ὄπισθεν, σπασμοὶ μετὰ πόνων, οἷσι δὲ ἐς τοὔμπροσθεν, ἢ μανίαι, ἢ ὀδύναι πλευροῦ ὀξέαι, ἢ δυσεντερίη ἐρυθρή. Τὰ οἰδήματα τὰ παραλόγως ῥηΐζοντα, κίβδηλον, οἷον τῷ τοῦ Ἀνδρονίκου παιδίῳ τὸ ἐρυσίπελας ἐπαλινδρόμησεν, ἢν μὴ ἐς τὸ αὐτὸ ἐλθὸν, χρηστόν τι σημαίνῃ τοῦτο. Ἔκ τε γενέσιος περὶ τὸ οὖς, περὶ ἥβην διεδόθη, ἑτέρῳ τριταίῳ ἐκ γενετῆς γενόμενον, ἀπεπύησεν ἐναταίῳ, γίνεται οὗτος ἑβδομαῖος ὑγιής. Κακοηθέστερα τὰ ἀφανιζόμενα ἐξαίφνης.

[4] ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ. ΠΕΡΙ ΦΛΕΒΩΝ.

[1] Ἡπατῖτις ἐν ὀσφύϊ, μέχρι τοῦ μεγάλου σπονδύλου κάτωθεν, καὶ σπονδύλοισι προσδιδοῖ, ἐντεῦθεν μετέωρος δι᾿ ἥπατος, καὶ διὰ φρενῶν ἐς καρδίην· καὶ ᾔει μὲν ἰθεῖα ἐς κληῗδας· ἐντεῦθεν δὲ αἱ μὲν ἐς τράχηλον, αἱ δὲ ἐπ᾿ ὠμοπλάτας, αἱ δὲ ἀποκαμφθεῖσαι κάτω, παρὰ σπονδύλους καὶ πλευρὰς ἀποκλίνουσιν, ἐξ ἀριστερῶν μὲν μία ἐγγὺς κληΐδων, ἐκ δεξιῶν δὲ, ἐπί τι αὐτὴ χωρίον. Ἄλλη δὲ ἑκατέρωθεν ἀποκαμφθεῖσα, ἄλλη δὲ σμικρὸν κατωτέρω ἀποκαμφθεῖσα, ὅθεν μὲν ἐκείνη ἀπέλιπε, προσέδωκε τῇσι πλευρῇσιν, ἔστ᾿ ἂν τῇ ἐξ αὐτέης τῆς καρδίης προστύχῃ ἀποκαμπτομένη ἐς τὰ ἀριστερά· ἀποκαμφθεῖσα δὲ κάτω ἐπὶ σπονδύλους καταβαίνει, ἔστ᾿ ἂν ἀφίκηται ὅθεν ἤρξατο μετεωρίζεσθαι, ἀποδιδοῦσα τῇσι πλευρῇσι τῇσιν ἐπιλοίποισιν ἁπάσαις, καὶ ἔνθεν καὶ ἔνθεν ἀποσχίδας παρ᾿ ἑκάστην διδοῦσα μία ἐοῦσα, ἀπὸ μὲν τῆς καρδίης ἐπί τι χωρίον ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον ἐοῦσα, ἔπειτα ὑποκάτω τῆς ἀρτηρίης, ἔστ᾿ ἂν καταναλωθῇ καὶ ἔλθῃ ὅθεν ἡ ἡπατῖτις ἐμετεωρίσθη. Πρότερον δὲ πρὶν ἢ ἐνταῦθα ἐλθεῖν, παρὰ τὰς ἐσχάτας δύο πλευρὰς ἐδικραιώθη· καὶ ἡ μὲν ἔνθα, ἡ δὲ ἔνθα τῶν σπονδύλων ἐλθοῦσα κατηναλώθη. Εὐθεῖα δὲ ἀπὸ τῆς καρδίης πρὸς κληῗδας τείνουσα ἄνωθεν τῆς ἀρτηρίης ἐστὶ, καὶ ἀπὸ ταύτης, ὥσπερ καὶ παρ᾿ ὀσφὺν κάτωθεν τῆς ἀρτηρίης, ἀΐσσει ἐς τὸ ἧπαρ, ἡ μὲν ἐπὶ πύλας καὶ λοβὸν, ἡ δὲ ἐς τὸ ἄλλο ἑξῆς ἀφωρμήκει σμικρὸν κάτωθεν φρενῶν. Φρένες δὲ προσπεφύκασι τῷ ἥπατι, ἃς οὐ ῥηΐδιον χωρίσαι. Δισσαὶ δὲ ἀπὸ κληΐδων, αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν ὑπὸ στῆθος ἐς ἦτρον· ὅποι δὲ ἐντεῦθεν, οὔπω οἶδα. Φρένες δὲ κατὰ τὸν σπόνδυλον τὸν κάτω τῶν πλευρέων, ᾗ νεφρὸς ἐξ ἀρτηρίης, ταύτῃ ἀμφιβεβηκυῖαι. Ἀρτηρίαι μὲν ἐκ τουτέου ἐκπεφύκασιν ἔνθεν καὶ ἔνθεν ἀρτηρίης τόνον ἔχουσαι. Ταύτῃ δέ πη παλινδρομήσασα ἀπὸ καρδίης ἡ ἡπατῖτις ἔληγεν. Ἀπὸ δὲ τῆς ἡπατίτιδος διὰ τῶν φρενῶν αἱ μέγισται δύο, ἡ μὲν ἔνθεν, ἡ δὲ ἔνθεν, φέρονται μετέωροι, πολυσχιδεῖς τε διὰ τῶν φρενῶν εἰσιν, ἀμφὶ ταύτας καὶ πεφύκασιν ἄνωθεν δὴ φρενῶν, αὗται δὲ μᾶλλόν τι ἐμφανέες.

[2] Δύο δὲ τόνοι ἀπ᾿ ἐγκεφάλου ὑπὸ τὸ ὀστέον τοῦ μεγάλου σπονδύλου ἄνωθεν, καὶ πρὸς τοῦ στομάχου μᾶλλον ἑκατέρωθεν τῆς ἀρτηρίης παρελθὼν ἑκάτερος ἐς ἑαυτὸν ἦλθεν ἴκελος ἑνί· ἔπειτα ᾗ σπόνδυλοι καὶ φρένες πεφύκασιν, ἐνταῦθα ἐτελεύτων, καί τινες ἐνδοιαστοὶ πρὸς ἧπαρ καὶ σπλῆνα ἀπὸ τούτου τοῦ κοινωνήματος ἐδόκεον τείνειν. Ἄλλος τόνος ἑκατέρωθεν ἐκ τῶν κατὰ κληῗδα σπονδύλων παρὰ ῥάχιν παρέτεινεν ἐκ πλαγίων σπονδύλων, καὶ τῇσι πλευρῇσιν ἀπένεμεν. Ὥσπερ αἱ φλέβες, οὕτως οὗτοι διὰ φρενῶν ἐς μεσεντέριόν μοι δοκέουσι τείνειν, ἐν δὲ τουτέοισιν ἐξέλιπον, αὖθις δ᾿ ὅθεν φρένες ἐξεπεφύκεισαν, ἀπὸ τούτου ξυνεχέες ἐόντες κατὰ μέσον κάτωθεν ἀρτηρίης τὸ ἐπίλοιπον παρὰ σπονδύλους ἀπεδίδουν, ὥσπερ αἱ φλέβες, μέχρι κατηναλώθησαν πᾶν διελθόντες τὸ ἱερὸν ὀστέον.

[3] Ἐν Αἴνῳ ὀσπριοφαγεῦντες ξυνεχέως, θήλειαι, ἄρσενες, σκελέων ἀκρατέες ἐγένοντο, καὶ διετέλεον· ἀτὰρ καὶ ὀροβοφαγέοντες γονυαλγέες.

[4] Ἐπιτηδεύειν ὀξυθυμίην ἐμποιέειν καὶ χρώματος ἀναλήψιος ἕνεκα καὶ ἐγχυμώσιος, καὶ εὐθυμίας, καὶ φόβους, καὶ τὰ τοιαῦτα· καὶ ἢν μὲν τὸ ἄλλο σῶμα ξυννοσέῃ, ξυνιῆσθαι, εἰ δὲ μὴ, τοῦτο.

[5] Ἡ Στυμάργεω οἰκέτις, ᾗ οὐδὲ αἷμα ἐγένετο, ὡς ἔτεκε θυγατέρα, ἀπέστραπτο τὸ στόμα τοῦ αἰδοίου, καὶ ἐς ἰσχίον καὶ σκέλος ὀδύνη, παρὰ σφυρὸν τμηθεῖσα ἐῤῥήϊσεν· καίτοι καὶ τρόμοι τὸ σῶμα πᾶν κατεῖχον· ἀλλ᾿ ἐπὶ τὴν πρόφασιν δεῖ ἐλθεῖν καὶ τῆς προφάσιος τὴν ἀρχήν.

[5] ΤΜΗΜΑ ΠΕΜΠΤΟΝ. ΦΥΣΙΟΓΝΩΜΟΝΙΗ.

[1] Ὁκόσοι πυῤῥοὶ, ὀξύῤῥινες, ὀφθαλμοὶ σμικροὶ, πονηροί. Ὁκόσοι πυῤῥοὶ, σιμοὶ, ὀφθαλμοὶ μεγάλοι, ἐσθλοί. Ὑδρωπιώδεες χαροποὶ, πυῤῥοὶ, ὀξύῤῥινες, ἢν μὴ φαλακροὶ ἔωσιν. Ἰσχνοφωνίην κιρσὸς λύει ἐς τὸν ἀριστερὸν καὶ τὸν δεξιὸν ὄρχιν, ἄνευ τουτέων τοῦ ἑτέρου οὐχ οἷόν τε λύεσθαι. Μεγάλοι, φαλακροὶ, τραυλοὶ, ἰσχνόφωνοι, ἐσθλοί. Νοσήματα δὲ ἔχουσι τραυλὸς ἢ φαλακρὸς ἢ ἰσχνόφωνος ἢ δασὺς ἰσχυρῶς μελαγχολικά [νοσήματα δ᾿ ἔχουσιν].

[2] Ὅσοι τῇ γλώσσῃ παφλάζουσι, χειλῶν μὴ ἐγκρατέες ἐόντες, ἀνάγκη, λυομένων, ἐμπύους γίνεσθαι, ἢ ὀδύνη ἐν τοῖσι κάτω χωρίοισιν ἰσχυρὴ, ἢ κωφότης λύει, καὶ αἷμα πολλὸν ἐκ τῶν ῥινῶν, ἢ μανίη.

[3] Ἢν λεχοῖ σπασμὸς ἐπιγένηται, πῦρ ποιεῖν, καὶ ἐς κύστιν κηρωτὴν ἐγχέας πουλλὴν χλιαρὴν κλύζειν.

[4] Ἢν τῆς κεφαλῆς τὸ ὀστέον κατεαγῇ, διδόναι γάλα καὶ οἶνον πίνειν, ἴσον ἴσῳ· ἢν δὲ ἕλκος ᾖ, φλεβοτομέειν τὰς εἴσω, ἢν μὴ πυρεταίνῃ· ἢν δὲ παραφρονέῃ, τὴν κεφαλὴν καταβρέχειν, ἢν μὴ τὰ ὑποχόνδρια ἐπηρμένα ᾖ· ἢν τὴν κεφαλὴν ἀλγέῃ, ἐς στῆθος ἔρχεται, ἔπειτα ἐς τὸ ὑποχόνδριον, ἔπειτα ἐς τὸ ἰσχίον, πάντα δὲ οὐχ οἷόν τε ἀλγέειν.

[5] Ἀνεμίην, φλεβοτομίη.

[6] Τῷ φαρμάκῳ τὸν ῥόον ἴσχειν ἐπαλείφων· ὅδε γὰρ ὁ ῥόος, ἐκ τῆς μεγάλης φλεβός· ἢν δὲ αὐτόματον ῥέῃ πολλὸν, νηστευέτω, ἢ γάλα, δύο ὕδατος, τέσσαρας γάλακτος. Τὰς ἀγόνους πυριῇν καὶ φαρμακεύειν.

[7] Ὅσοι ἐξαπίνης ἄφωνοι ἀπύρετοι ἔωσι, φλεβοτομέειν.

[8] Φλέγματος κατάῤῥοσι· ἐκ τῶν μαζῶν ἕλκουσιν οἱ ὀφθαλμοὶ, καὶ ἐξερεύγεται κατὰ τὰς ῥῖνας ἐς τὸν πνεύμονα.

[9] Οἷσι βὴξ ξηρὴ, οὐ λύεται, ἢν μὴ ὀδύνη ἰσχυρὴ ἐς τὰ ἰσχία, ἢ ἐς τὰ σκέλεα, ἢ ἐς τὸν ὄρχιν.

[10] Ἢν ὑδρωπιῶντα βὴξ ἔχῃ, ἢν μὲν αὐτίκα λειποθυμέῃ, θερμοῖσι πᾶσι διαχρήσθω· ἢν δὲ μὴ, θωρῆξαι, καὶ σιτίων ἐμπλῆσαι, τάμνειν δὲ τὰς εἴσω.

[11] Τοῦ νοσήματος τοῦ μεγάλου ἐν ἔθει γινομένου, λύσις, ἰσχίων ὀδύνη, ὀφθαλμῶν διαστροφαὶ, τύφλωσις, ὀρχίων οἴδησις, μαζῶν ἄρσις.

[12] Ἢν, πυρετοῦ ἔχοντος, τὰ περὶ τὸ πρόσωπον ἰσχνὰ ᾖ ἐν ἡμέρῃ γονίμῳ, τὴν ἐπιοῦσαν λύσις.

[13] Ὕδρωψ ἢν οἴδημα ἔχων ἐν τοῖσι σκέλεσι, βήσση, κακόν.

[14] Ἢν τὸ οὖς ἀλγέῃ, τῷ γάλακτι διαχρήσθω.

[15] Ἢν μὴ ἐν τῇ γονίμῃ μεθῇ ὁ πυρετὸς, ὑποτροπιάζειν ἀνάγκη.

[16] Οὗ ἂν ἡ φλὲψ ἡ ἐν τῷ ἀγκῶνι σφύζῃ, μανικὸς καὶ ὀξύθυμος· ᾧ δ᾿ ἂν ἀτρεμέῃ, τυφώδης.

[17] Τρῶμα ἢν αἱμοῤῥαγήσῃ, μὴ βρέχειν τὸ ἕλκος, τὴν κεφαλὴν δὲ βρέχειν θερμῷ.

[18] Ἢν καρδιώσσῃ, θερμὸν ἄρτον μετ᾿ οἴνου ἀκρήτου διδόναι.

[19] Ἐμέτου λύσις, ὕδωρ θερμὸν διδόναι πίνειν, καὶ ἐμείτω.

[20] Ὅσα σφακελίζει, ἀπολαβόντα τὴν φλέβα ἑλκῶσαι καὶ ὑγιῶσαι.

[21] Σπασμοῦ χειρὸς δακτύλων, ἄνευ πυρετοῦ, σχάσαι, ἢν μὴ τὴν κεφαλὴν ἀλγέῃ· εἰ δὲ μὴ, ὕδωρ θερμὸν καταχεῖν.

[22] Ὀφθαλμῶν, σποδίου δωδέκατον, κρόκου πέμπτον, πυρῆνος ἓν, ψιμυθίου ἓν, σμύρνης ἕν· τὸ ὕδωρ κατὰ τῆς κεφαλῆς ψυχρὸν καταχεῖν, καὶ διδόναι σκόροδα σὺν μάζῃ.

[23] Κιρσοὶ δὲ φαλακρῶν, ἢν μὴ μεγάλοι ἔωσι, μανιώδεις.

[24] Ἀλφοῦ καὶ λέπρης, τίτανος ἐν ὕδατι, ὡς μὴ ἑλκώσῃς.

[25] Χορίων κάθαρσις, ἢν ὑπερέχῃ· ἐλλέβορον πρὸς τὰς ῥῖνας προστιθέναι, ὥστε πτάρνυσθαι καὶ ἐπιλαμβάνειν τὰς ῥῖνας τῆς πταρνυμένης καὶ τὸ στόμα.

[6] ΤΜΗΜΑ ΕΚΤΟΝ. ΦΥΣΙΟΓΝΩΜΟΝΙΚΟΝ.

[1] Ἢν ἡ κεφαλὴ μεγάλη, καὶ οἱ ὀφθαλμοὶ σμικροὶ, τραυλοὶ, ὀξύθυμοι. Οἱ μακρόβιοι πλείους ὀδόντας ἔχουσιν. Οἱ τραυλοὶ, ταχύγλωσσοι, μελαγχολικοὶ, κατακορέες, ἀσκαρδαμύκται, ὀξύθυμοι. Μεγάλη κεφαλὴ, ὀφθαλμοὶ μέλανες καὶ μεγάλοι, ῥῖνα παχείην καὶ σιμὴν, ἐσθλοί. Χαροποὶ, μεγάλοι, κεφαλὴ σμικρὴ, αὐχὴν λεπτὸς, στήθεα στενὰ, εὐάρμοστοι. Κεφαλὴ σμικρὴ, οὐδ᾿ ἂν εἴη τραυλὸς, οὐδὲ φαλακρὸς, ἢν μὴ γλαυκὸς ᾖ.

[2] Σπασμῶν, φωνὴ ἐν γονίμῳ λύεται, ἀπήλλακται τοῦ μεγάλου νοσήματος.

[3] Λεχοῖ δὲ πυρεταινούσῃ καὶ ἀλγεούσῃ, ὕδωρ καταχεῖν, καὶ πτισσάνην παχείην διδόναι τρὶς τῆς ἡμέρης, θερμήν.

[4] Παιδίον τρέφεται ἑβδόμῳ μηνὶ, ἢ ἐνάτῳ, ἢ δεκάτῳ, καὶ ἵσταται τῇ φωνῇ, καὶ ἰσχὺς ἕπεται, καὶ τῶν χειρῶν κρατέει. Τῆς φωνῆς λυομένης, πάντα λύεται, ἡ γὰρ λύσις τῇ φθέγξει ὁμοίη, λύεται δὲ ἐν γονίμῃ.

[5] Ἢν αἱ φλέβες σφύζωσιν ἐν τῇσι χερσὶ, καὶ τὸ πρόσωπον ἐῤῥωμένον, καὶ ὑποχόνδρια μὴ λαπαρὰ ᾖ, χρονίη ἡ νοῦσος γίνεται· ἄνευ σπασμοῦ οὐ λύεται, ἢ αἵματος πολλοῦ ἐκ τῶν ῥινῶν, ἢ ὀδύνης ἐς τὰ ἰσχία.

[6] Τοῦ λαιμοῦ, ὕδωρ θερμὸν κατὰ τῆς κεφαλῆς καταχεῖν, ἢν μὴ ψῦχος ᾖ· ἢν δὲ μὴ, ἄλητον ὡς θερμότατον διδόναι καὶ οἶνον ἄκρητον.

[7] Ταραχῆς γαστρὸς, κυάμους ἑφθοὺς διδόναι, ἢν μὴ τὰ ἄνω κατακορέα ᾖ, ἢ κύμινον διδόναι τρώγειν μετὰ τῶν κυάμων.

[8] Ἀπόληψις δὲ τοῦ νοσήματος οὐκ ἂν γένοιτο, εἰ μὴ ἐν γονίμῃ ἡμέρῃ, οὐδὲ ἂν ἀρχὴ γένοιτο, ἢν μὴ ἀγόνῳ ἡμέρῃ καὶ μηνὶ, ἔτει δὲ γονίμῳ.

[9] Λίτρον αἰγύπτιον καὶ κορίανον καὶ κύμινον τρίβοντα σὺν ἀλείφατι συναλείφειν.

[10] Ὅσα θνήσκει, ἀνάγκη γονίμῳ ἡμέρῃ, καὶ γονίμῳ μηνὶ, καὶ γονίμῳ ἔτει. Προλέγειν δὲ ὀρθῶς ἂν ἔχοι θάνατον ἢ ὀδύνας ἰσχυρὰς, οἷον ὧν τὰ ὄμματα μὴ ἔῤῥωται, ὁ θάνατος ἐν τάχει. Ἢν δὲ ἐν γονίμῳ ἔτει γίνηται, ἀπ᾿ ἀμφοτέρων γονίμων ἀνάγκη γενέσθαι· ἢν δὲ ἀγόνῳ ἔτει καὶ ἀγόνῳ ἡμέρῃ, θνήσκειν ἀνάγκη γονίμῳ ἡμέρῃ.

[11] Τοῦ ἀριθμοῦ τρίτη, ἰσχυροτάτη.

[12] Κυνάγχην καὶ ὀφθαλμίην φλεβοτομίη.

[13] Τρωθέντος ἐντοσθιδίου, ἡ ἀναπνοὴ ἔρχεται κάτω ἀφανὴς κατὰ τὸ τρῶμα, καὶ κενοῦται τὰ στήθεα. Διδόναι οὖν γάλα καὶ οἶνον ἴσον ἴσῳ.

[14] Ὧν κατακορέα τὰ στήθεα, ψελλοὶ, μανιώδεες, καὶ φαλακροί· τουτέων ὅσοι ἐκ γενεῆς καὶ στρεβλοὶ, ἀσύνετοι, ἢ λιθιῶντες, ἢ μαινόμενοι· οἷσι δὲ μὴ ἑτέρου κακοῦ λύσις.

[15] Περὶ φύσιος· δύναμιν πλείστην ἔχει τιτθὸς, ὀφθαλμὸς δεξιὸς, ταὐτὰ τῶν κάτω, καὶ ὅτι ἐμπέφυκε τοῖσι δεξιοῖσι τὰ ἄρσενα.

[16] Γυναιξὶν ἐπιμήνια ὥστε ἴσχειν, σικύην μεγίστην παρὰ τὸν τιτθὸν προσβάλλειν.

[17] Τρίμηνον παιδίον πάντα δηλοῖ, καὶ γάλα τότε ἔχει.

[18] Ἢν πολλὸν ῥέῃ γάλα, ἀνάγκη ἀσθενέειν τὸ ἐν γαστρί. Ἢν στερεώτεροι ἔωσιν οἱ τιτθοὶ, ὑγιηρότερον τὸ ἔμβρυον.

[19] Φλὲψ ἔχει παχείη ἐν ἑκατέρῳ τιτθῷ· ταῦτα μέγιστον ἔχει μόριον συνέσιος.

[20] Στραγγουρίην λύει φλεβοτομίη.

[21] Ἢν τὰ ἄνω χωρία σπαργᾷ, τὰ περὶ τὴν κεφαλὴν, ἑλκέων κάθαρσις, ἔμετος, ἱδρώς.

[22] Ἀπὸ γαστρὸς ταραχῆς ἢ ἀπὸ βηχὸς καρκίνου γενομένου, τὸ στόμα πικραίνεται· διδόναι δὲ πίνειν ἐλατήριον δὶς ἢ τρὶς, ἢν μὴ ψιλὸς ᾖ· ἐπιδεῖν δεῖ χαλκοῦ ἄνθος, καύσας ἕως ἂν πυῤῥὸν ᾖ, καὶ σπογγίην, ἢν μὴ ψιλὸς ᾖ.

[23] Ἀλύκης, φρίκης, χάσμης, οἶνος ἴσος ἴσῳ ἢ γάλα.

[24] Ὠτὸς περιωδυνίη, σικύην προσβάλλειν.

[25] Ὅ τι ἂν τῶν ἄνω πονέῃ, ὀδύνη ἐς τὰ ἰσχία, ἢ ἐς τὰ γούνατα, καὶ ἆσθμα λύει πάντα τουτέων γινομένων.

[26] Εἰλεοῦ λαπαροῦ, ψυχρὸν οἶνον πολλὸν ἄκρητον κατ᾿ ὀλίγον διδόναι, ἔστ᾿ ἂν ὕπνος ἢ σκελέων ὀδύνη γένηται· λύει δὲ καὶ πυρετὸς καὶ δυσεντερίη ἄνευ ὀδύνης. Ἢν ὑποχόνδριον τεταμένον ᾖ, πιέζειν τῇ χειρὶ καὶ λούειν.

[27] Παρωνυχίης, κηκὶς μέλαινα ἐν μέλιτι.

[28] Ὕδατος ἀφιεμένου, γάλακτος ὀκτὼ κοτύλας δοῦναι πιεῖν· ἢν δὲ ἐμέῃ, καὶ μὴ πίνῃ, μυττωτὸν δριμύν.

[29] Ὥστε ἔχειν γυναῖκα ἐν γαστρί· πωλύπια ὑπὲρ φλογὸς ὀπτῶντα, ὡς θερμότατα καὶ πλεῖστα ἡμίφλεκτα διδόναι τρώγειν, καὶ τρίψαντα λίτρον αἰγύπτιον καὶ κορίανον καὶ κύμινον, κόλλικας ποιεῦντα, προστιθέναι τῷ αἰδοίῳ.

[30] Ἢν ἐκ κραιπάλης κεφαλὴν ἀλγέῃ, οἴνου ἀκρήτου κοτύλην πιεῖν· ἢν δὲ ἄλλως κεφαλὴν ἀλγέῃ, ἄρτον ὡς θερμότατον ἐξ οἴνου ἀκρήτου ἐσθίειν.

[31] Ἢν ἄνθρωπον θέρμη ἔχῃ μὴ ἀπὸ χολῆς, μηδὲ ἀπὸ φλέγματος, ἀλλ᾿ ἢ ἀπὸ κόπου, ἢ ἄλλως πυρεταίνῃ, ὕδωρ θερμῆναι πολλὸν, ἔπειτα ὑπερχέων τὴν κεφαλὴν βρέχειν, μέχρις ἂν τοὺς πόδας ἱδρώσῃ· καὶ ἄλητον ἕψεσθαι ὡς παχύτατον, ἐπὴν δὲ ἱδρώσῃ τοὺς πόδας, ἄλητον ὡς πλεῖστον καὶ θερμότατον ἐσθίων, καὶ οἶνον ἄκρητον ἐπιπίνων, περιστειλάμενος ἱματίοις, ἀναπαυέσθω εὐκόπως, ἢ μὴν ναρκίσσου δύο ἢ τρεῖς κεφαλὰς ἐπὶ τῷ δείπνῳ ἐσθιέτω.

[32] Τῷ μέλλοντι μαίνεσθαι τόδε προσημαίνει τὸ σημεῖον· αἷμα συλλέγεται αὐτῷ ἐπὶ τοὺς τιτθούς.


Περὶ Ἐπιδημιῶν 3

ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΤΡΙΤΟΝ.
ΤΜΗΜΑ ΠΡΩΤΟΝ

[1] Ἄῤῥωστος πρῶτος.

Πυθίων, ὃς ᾤκει παρὰ Γῆς ἱερόν· ἤρξατο τρόμος ἀπὸ χειρῶν τῇ πρώτῃ· πυρετὸς ὀξύς· λῆρος. Δευτέρῃ, πάντα παρωξύνθη. Τρίτῃ τὰ αὐτά. Τετάρτῃ, ἀπὸ κοιλίης ὀλίγα, ἄκρητα, χολώδεα, διῆλθεν. Πέμπτῃ, πάντα παρωξύνθη· τρόμοι παρέμενον· ὕπνοι λεπτοί· κοιλίη ἔστη. Ἕκτῃ, πτύελα ποικίλα, ὑπέρυθρα. Ἑβδόμῃ, στόμα παρειρύσθη. Ὀγδόῃ, πάντα παρωξύνθη· τρόμοι δὲ πάλιν παρέμενον· οὖρα δὲ καταρχὰς μὲν καὶ μέχρι τῆς ὀγδόης, λεπτὰ, ἄχροα· ἐναιώρημα εἶχον ἐπινέφελον. Δεκάτῃ ἵδρωσεν· πτύελα ὑποπέπονα· ἐκρίθη· οὖρα ὑπόλεπτα περὶ κρίσιν. Μετὰ δὲ κρίσιν, τεσσαράκοντα ἡμέρῃσιν ὕστερον, ἐμπύημα περὶ ἕδρην· καὶ στραγγουριώδης ἐγένετο ἀπόστασις.

[2] Ἄρρωστος δεύτερος.

Ἑρμοκράτην, ὃς κατέκειτο παρὰ τὸ καινὸν τεῖχος, πῦρ ἔλαβεν. Ἤρξατο δὲ ἀλγέειν κεφαλὴν, ὀσφύν· ὑποχονδρίου ἔντασις λαπαρῶς· γλῶσσα δὲ ἀρχομένῳ ἐπεκαύθη· κώφωσις αὐτίκα· ὕπνοι οὐκ ἐνῆσαν· διψώδης οὐ λίην· οὖρα παχέα, ἐρυθρά· κείμενα οὐ καθίστατο· ἀπὸ δὲ κοιλίης οὐκ ὀλίγα ξυγκεκαυμένα διῄει. Πέμπτῃ, οὔρησε λεπτὰ, εἶχεν ἐναιώρημα, οὐχ ἵδρυτο· ἐς νύκτα παρέκρουσεν. Ἕκτῃ ἰκτεριώδης· πάντα παρωξύνθη· οὐ κατενόει. Ἑβδόμῃ δυσφόρως· οὖρα λεπτὰ, ὅμοια· τὰς ἑπομένας παραπλησίως. Περὶ δὲ ἑνδεκάτην ἐόντι, πάντα ἔδοξε κουφισθῆναι. Κῶμα ἤρξατο· οὔρει παχύτερα, ὑπέρυθρα, κάτω λεπτά· οὐ καθίστατο· ἡσυχῇ κατενόει. Τεσσαρεσκαιδεκάτῃ, ἄπυρος· οὐχ ἵδρωσεν· ἐκοιμήθη· κατενόει πάντα· οὖρα παραπλήσια. Περὶ δὲ ἑπτακαιδεκάτην ἐόντι, ὑπέστρεψεν· ἐθερμάνθη. Τὰς ἐπομένας, πυρετὸς ὀξύς· οὖρα λεπτά· παρέκρουσεν. Πάλιν δὲ εἰκοστῇ ἐκρίθη· ἄπυρος· οὐχ ἵδρωσεν· ἀπόσιτος παρὰ πάντα τὸν χρόνον· κατενόει πάντα· διαλέγεσθαι οὐκ ἠδύνατο· γλῶσσα ἐπίξηρος· οὐκ ἐδίψη· κατεκοιμᾶτο σμικρὰ, κωματώδης. Περὶ δὲ εἰκοστὴν καὶ τετάρτην, ἐπεθερμάνθη· κοιλίη ὑγρὴ, πολλοῖσι λεπτοῖσι ῥέουσα· καὶ τὰς ἑπομένας, πυρετὸς ὀξύς· γλῶσσα ξυνεκαύθη. Ἑβδόμῃ καὶ εἰκοστῇ, ἀπέθανεν. Τούτῳ κώφωσις διὰ τέλεος παρέμενεν· οὖρα ἢ παχέα καὶ ἐρυθρὰ, οὐ καθιστάμενα, ἢ λεπτὰ καὶ ἄχροα, καὶ ἐναιώρημα ἔχοντα· γεύεσθαι οὐκ ἠδύνατο.

[3] Ἄῤῥωστος τρίτος.

Ὁ κατακείμενος ἐν τῷ Δεάλκεος κήπῳ, κεφαλῆς βάρος, καὶ κρόταφον δεξιὸν ἐπώδυνον εἶχε χρόνον πουλύν· μετὰ δὲ προφάσιος, πῦρ ἔλαβεν· κατεκλίθη. Δευτέρῃ ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐῤῥύη αἷμα· ἀπὸ δὲ κοιλίης κόπρανα καλῶς διῆλθεν· οὖρα λεπτὰ, ποικίλα, ἐναιωρήματα ἔχοντα σμικρὰ, οἷον κρίμνα, γονοειδέα. Τρίτῃ, πυρετὸς ὀξύς· διαχωρήματα μέλανα, λεπτὰ, ἔπαφρα· ὑπόστασις πελιδνὴ διαχωρήμασιν· ὑπεκαροῦτο· ἐδυσφόρει περὶ τὰς ἀναστάσιας· οὔροισιν ὑπόστασις, πελιδνὴ, ὑπόγλισχρος. Τετάρτῃ, ἤμεσε χολώδεα, ξανθὰ, ὀλίγα· διαλιπὼν ὀλίγον, ἰώδεα· ἐξ ἀριστεροῦ ὀλίγον, ἄκρητον ἐῤῥύη· διαχωρήματα ὅμοια· οὖρα ὅμοια· ἐφίδρωσε περὶ κεφαλὴν καὶ κληῗδας· σπλὴν ἐπήρθη· μηροῦ ὀδύνη κατ᾿ ἴξιν· ὑποχονδρίου δεξιοῦ ξύντασις ὑπολάπαρος· νυκτὸς οὐκ ἐκοιμήθη· παρέκρουσε σμικρά. Πέμπτῃ, διαχωρήματα πλείω, μέλανα, ἔπαφρα· ὑπόστασις μέλαινα διαχωρήμασιν· νύκτα οὐχ ὕπνωσεν· παρέκρουσεν. Ἕκτῃ, διαχωρήματα μέλανα, λιπαρὰ, γλίσχρα, δυσώδεα· ὕπνωσεν· κατενόει μᾶλλον. Ἑβδόμῃ, γλῶσσα ἐπίξηρος· διψώδης· οὐκ ἐκοιμήθη· παρέκρουσεν· οὖρα λεπτὰ, οὐκ εὔχροα. Ὀγδόῃ, διαχωρήματα μέλανα, ὀλίγα, ξυνεστηκότα· ὕπνωσεν· κατενόει· διψώδης οὐ λίην. Ἐνάτῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσεν· ψύξις· παρέκρουσε, δεξιῷ ἴλλαινεν· γλῶσσα ἐπίξηρος· διψώδης· ἄγρυπνος. Δεκάτῃ, περὶ τὰ αὐτά. Ἑνδεκάτῃ, κατενόει πάντα· ἄπυρος· ὕπνωσεν· οὖρα λεπτὰ, περὶ κρίσιν. Δύο διέλιπεν ἄπυρος· ὑπέστρεψε τεσσαρεσκαιδεκάτῃ· αὐτίκα δὲ νύκτα οὐκ ἐκοιμήθη, πάντα παρέκρουσεν. Πεντεκαιδεκάτῃ, οὖρον θολερὸν, οἷον ἐκ τῶν καθεστηκότων γίγνεται, ὅταν ἀναταραχθῇ· πυρετὸς ὀξύς· πάντα παρέκρουσεν· οὐκ ἐκοιμήθη· γούνατα καὶ κνήμας ἐπώδυνα εἶχεν· ἀπὸ δὲ κοιλίης βάλανον προσθεμένῳ, μέλανα κόπρανα διῆλθεν. Ἑκκαιδεκάτῃ, οὖρα λεπτὰ, εἶχεν ἐναιώρημα ἐπινέφελον· παρέκρουσεν. Ἑπτακαιδεκάτῃ, πρωῒ ἄκρεα ψυχρά· περιεστέλλετο· πυρετὸς ὀξύς· ἵδρωσε δι᾿ ὅλου· ἐκουφίσθη· κατενόει μᾶλλον· οὐκ ἄπυρος· διψώδης· ἤμεσε χολώδεα, ξανθὰ, ὀλίγα· ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, μετ᾿ ὀλίγον δὲ μέλανα, ὀλίγα, λεπτά· οὖρα λεπτὰ, οὐκ εὔχροα. Ὀκτωκαιδεκάτῃ, οὐ κατενόει· κωματώδης. Ἐννεακαιδεκάτῃ, διὰ τῶν αὐτῶν. Εἰκοστῇ, ὕπνωσεν· κατενόει πάντα· ἵδρωσεν· ἄπυρος· οὐκ ἐδίψη· οὖρα δὲ λεπτά. Εἰκοστῇ πρώτῃ, σμικρὰ παρέκρουσεν· ὑπεδίψη· ὑποχονδρίου πόνος, καὶ περὶ ὀμφαλὸν παλμὸς διὰ τέλεος. Εἰκοστῇ τετάρτῃ, οὔροισιν ὑπόστασις· κατενόει πάντα. Εἰκοστῇ ἑβδόμῃ, ἰσχίου δεξιοῦ ὀδύνη· οὖρα λεπτὰ, καὶ εἶχον ὑπόστασιν· τὰ δ᾿ ἄλλα εἶχεν ἐπιεικέστατα. Περὶ δὲ εἰκοστὴν ἐνάτην, ὀφθαλμοῦ δεξιοῦ ὀδύνη· οὖρα λεπτά. Τεσσαρακοστῇ, διεχώρησε φλεγματώδεα, λευκὰ, ὑπόσυχνα· ἵδρωσε πολλῷ δι᾿ ὅλου· τελέως ἐκρίθη.

[2] ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ

[4] Ἄῤῥωστος τέταρτος.

Ἐν Θάσῳ, Φιλίστης κεφαλὴν ἐπόνεε χρόνον πουλύν· καί ποτε καὶ ὑποκαρωθεὶς, κατεκλίθη· ἐκ δὲ πότων πυρετῶν ξυνεχέων γενομένων, ὁ πόνος παρωξύνθη· νυκτὸς ἐπεθερμάνθη τὸ πρῶτον. Τῇ πρώτῃ, ἤμεσε χολώδεα, ὀλίγα, ξανθὰ τὸ πρῶτον, μετὰ δὲ, ἰώδεα πλείω· ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθεν· νύκτα δυσφόρως. Δευτέρῃ, κώφωσις· πυρετὸς ὀξύς· ὑποχόνδριον δεξιὸν ξυνετάθη· ἔῤῥεπεν ἐς τὰ ἔσω· οὖρα λεπτὰ, διαφανέα, εἶχεν ἐναιώρημα γονοειδὲς, σμικρόν· ἐξεμάνη περὶ μέσον ἡμέρης. Τρίτῃ δυσφόρως. Τετάρτῃ σπασμοί· παρωξύνθη πάντα. Πέμπτῃ, πρωῒ ἀπέθανεν.

[5] Ἄῤῥωστος πέμπτος.

Χαιρίωνα, ὃς κατέκειτο παρὰ Δημαινέτῳ, ἐκ ποτοῦ πῦρ ἔλαβεν· αὐτίκα δὲ κεφαλῆς βάρος ἐπώδυνον· οὐκ ἐκοιμᾶτο· κοιλίη ταραχώδης, λεπτοῖσιν, ὑποχολώδεσιν. Τρίτῃ, πυρετὸς ὀξύς· κεφαλῆς τρόμος, μάλιστα δὲ χείλεος τοῦ κάτω· μετ᾿ ὀλίγον δὲ, ῥῖγος· σπασμοί· πάντα παρέκρουσεν· νύκτα δυσφόρως. Τετάρτῃ, δι᾿ ἡσυχίης· σμικρὰ ἐκοιμήθη· παρέλεγεν. Πέμπτῃ, ἐπιπόνως· πάντα παρωξύνθη· λῆρος· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη. Ἕκτῃ, διὰ τῶν αὐτῶν. Ἑβδόμῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσε δι᾿ ὅλου· ἐκρίθη. Τούτῳ διατελέως ἀπὸ κοιλίης διαχωρήματα χολώδεα, ὀλίγα, ἄκρητα· οὖρα λεπτὰ, εὔχροα, ἐναιώρημα ἐπινέφελον ἔχοντα. Περὶ ὀγδόην, οὔρησεν εὐχροώτερα, ἔχοντα ὑπόστασιν λευκὴν, ὀλίγην· κατενόει· ἀπύρετος· διέλιπεν. Ἐνάτῃ, ὑπέστρεψεν. Περὶ δὲ τεσσαρεσκαιδεκάτην, πυρετὸς ὀξύς. Ἑκκαιδεκάτῃ, ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα. Ἑπτακαιδεκάτῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσεν· ἄπυρος· ἐκρίθη· οὖρα μετὰ ὑποστροφὴν καὶ κρίσιν, εὔχροα, ὑποστάσιν ἔχοντα· οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ. Ὀκτωκαιδεκάτῃ, ἐθερμαίνετο σμικρά· ἐπεδίψη· οὖρα λεπτά· ἐναιώρημα ἐπινέφελον· σμικρὰ παρέκρουσεν. Περὶ ἐννεακαιδεκάτην, ἄπυρος· τράχηλον ἐπωδύνως εἶχεν· οὔροισιν ὑπόστασις. Τελέως ἐκρίθη εἰκοστῇ.

[6] Ἄῤῥωστος ἕκτος.

Τὴν Εὐρυάνακτος θυγατέρα, παρθένον, πῦρ ἔλαβεν. Ἦν δὲ ἄδιψος διατελέως· γεύματα οὐ προσεδέχετο. Ἀπὸ δὲ κοιλίης σμικρὰ διῄει· οὖρα λεπτὰ, ὀλίγα, οὐκ εὔχροα. Ἀρχομένου δὲ τοῦ πυρετοῦ, περὶ ἕδρην ἐπόνεεν. Ἑκταίη δὲ ἐοῦσα, ἄπυρος· οὐχ ἵδρωσεν· ἐκρίθη· τὸ δὲ περὶ τὴν ἕδρην, σμικρὰ ἐξεπύησεν, ἐῤῥάγη ἅμα κρίσει. Μετὰ δὲ κρίσιν, ἑβδομαίη ἐοῦσα, ἐῤῥίγωσε, σμικρὰ ἐπεθερμάνθη, ἵδρωσεν. Μετὰ δὲ κρίσιν ὀγδοαίη ἐοῦσα, ἐῤῥίγωσεν οὐ πολλά· ὕστερον δὲ ἄκρεα ψυχρὰ αἰεί. Περὶ δεκάτην, μετὰ τὸν ἱδρῶτα τὸν γενόμενον, παρέκρουσε, καὶ πάλιν ταχὺ κατενόει· ἔλεγον δὲ γευσαμένην βότρυος, ταῦτα παθεῖν. Διαλιποῦσα δὲ δωδεκάτῃ, πάλιν πουλλὰ παρελήρει· κοιλίη ἐταράχθη χολώδεσιν, ὀλίγοισιν, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσιν· πυκνὰ ἀνίστατο. Ἀφ᾿ ἧς δὲ παρέκρουσε τὸ ὕστερον, ἀπέθανεν ἑβδόμῃ. Αὕτη, ἀρχομένου τοῦ νουσήματος, ἤλγεε φάρυγγα, καὶ διατέλεος ἔρευθος εἶχεν· γαργαρεὼν ἀνεσπασμένος· ῥεύματα πουλλὰ, σμικρὰ, δριμέα· ἔβησσε πέπονα, οὐδὲν ἀνῆγεν· ἀπόσιτος πάντων παρὰ πάντα τὸν χρόνον, οὐδ᾿ ἐπεθύμησεν οὐδενός· ἄδιψος, οὐδ᾿ ἔπινεν οὐδὲν ἄξιον λόγου· σιγῶσα, οὐδὲν διελέγετο· δυσθυμίη· ἀνελπίστως ἑωυτῆς εἶχεν. Ἦν δέ τι καὶ ξυγγενικὸν, φθινῶδες.

[7] Ἄῤῥωστος ἕβδομος.

Ἡ κυναγχικὴ, ἡ παρὰ τὰ Ἀριστιῶνος, ᾗ πρῶτον ἀπὸ γλώσσης ἤρξατο· ἀσαφὴς φωνή· γλῶσσα ἐρυθρή· ἐπεξηράνθη. Τῇ πρώτῃ, φρικώδης· ἐπεθερμάνθη. Τρίτῃ, ῥῖγος· πυρετὸς ὀξύς· οἴδημα ὑπέρυθρον, σκληρὸν, τραχήλου καὶ στήθεος ἐξ ἀμφοτέρων· ἄκρεα ψυχρὰ, πελιδνά· πνεῦμα μετέωρον· ποτὸν διὰ ῥινῶν ἐχεῖτο· καταπίνειν οὐκ ἠδύνατο· διαχωρήματα καὶ οὖρα ἐπέστη. Τετάρτῃ, πάντα παρωξύνθη. Πέμπτῃ, ἀπέθανε, κυναγχική.

[8] Ἄῤῥωστος ὄγδοος.

Τὸ μειράκιον, ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, πῦρ ἔλαβεν ἐκ κόπων, καὶ πόνων, καὶ δρόμων παρὰ τὸ ἔθος. Τῇ πρώτῃ, κοιλίη ταραχώδης, χολώδεσι, λεπτοῖσι, πολλοῖσιν· οὖρα λεπτὰ, ὑπομέλανα· οὐχ ὕπνωσεν· διψώδης. Δευτέρῃ, πάντα παρωξύνθη· διαχωρήματα πλείω, ἀκαιρότερα· οὐχ ὕπνωσεν· τὰ τῆς γνώμης ταραχώδεα· σμικρὰ ὑφίδρωσεν. Τρίτῃ, δυσφόρως· διψώδης· ἀσώδης· πουλὺς βληστρισμός· ἀπορίη· παρέκρουσεν· ἄκρεα πελιδνὰ, καὶ ψυχρά· ὑποχονδρίου ἔντασις ὑπολάπαρος ἐξ ἀμφοτέρων. Τετάρτῃ, οὐχ ὕπνωσεν· ἐπὶ τὸ χεῖρον. Ἑβδόμῃ, ἀπέθανεν. Ἡλικίην περὶ ἔτεα εἴκοσιν. Ὀξύ.

[9] Ἄῤῥωστος ἔνατος.

Ἡ παρὰ Τισαμένου γυνὴ κατέκειτο, ᾗ τὰ εἰλεώδεα δυσφόρως ὥρμησεν. Ἔμετοι πολλοί· ποτὸν κατέχειν οὐκ ἠδύνατο. Πόνοι περὶ ὑποχόνδρια· καὶ ἐν τοῖσι κάτω κατὰ κοιλίην, πόνοι· στρόφοι ξυνεχέες· οὐ διψώδης· ἐπεθερμαίνετο. Ἄκρεα ψυχρὰ διὰ τέλεος· ἀσώδης· ἄγρυπνος· οὖρα ὀλίγα, λεπτά· διαχωρήματα ὠμὰ, λεπτὰ, ὀλίγα· ὠφελέειν οὐδὲν ἠδύνατο· ἀπέθανεν.

[10] Ἄῤῥωστος δέκατος.

Γυναῖκα ἐξ ἀποφθορῆς νηπίου, τῶν περὶ Παντιμίδην, τῇ πρώτῃ πῦρ ἔλαβεν· γλῶσσα ἐπίξηρος· διψώδης· ἀσώδης· ἄγρυπνος· κοιλίη ταραχώδης λεπτοῖσι, πολλοῖσιν, ὠμοῖσιν. Δευτέρῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἀπὸ κοιλίης πουλλά· οὐχ ὕπνωσεν. Τρίτῃ, μείζους οἱ πόνοι. Τετάρτῃ, παρέκρουσεν. Ἑβδόμῃ, ἀπέθανεν. Κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι πολλοῖσι, λεπτοῖσιν, ὠμοῖσιν· οὖρα ὀλίγα, λεπτά. Καῦσος.

[11] Ἄῤῥωστος ἑνδέκατος.

Ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον, Οἰκέτεω γυναῖκα, πῦρ ἔλαβεν· ἀρχομένη, κωματώδης ἦν, καὶ ἄγρυπνος πάλιν· ὀσφύος ὀδύνη· κεφαλῆς βάρος. Δευτέρῃ, κοιλίη ἐπεταράχθη, ὀλίγοισι, λεπτοῖσιν, ἀκρήτοισι τὸ πρῶτον. Τρίτῃ, πλείω, χείρω· νυκτὸς οὐκ ἐκοιμήθη. Τετάρτῃ, παρέκρουσεν· φόβοι, δυσθυμίαι· δεξιῷ ἴλλαινεν· ἵδρωσε περὶ κεφαλὴν ὀλίγῳ ψυχρῷ· ἄκρεα ψυχρά. Πέμπτῃ, πάντα παρωξύνθη· πολλὰ παρέλεγε, καὶ πάλιν ταχὺ κατενόει· ἄδιψος· ἄγρυπνος· κοιλίη πουλλοῖσιν ἀκαίροισι διὰ τέλεος· οὖρα ὀλίγα, λεπτὰ, ὑπομέλανα· ἄκρεα ψυχρὰ, ὑποπέλιδνα. Ἕκτῃ, διὰ τῶν αὐτῶν. Ἑβδόμῃ, ἀπέθανεν. Φρενῖτις.

[12] Ἄῤῥωστος δωδέκατος.

Γυναῖκα, ἥτις κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τότε τεκοῦσαν πρῶτον ἐπιπόνως ἄρσεν, πῦρ ἔλαβεν. Αὐτίκα ἀρχομένη, διψώδης, ἀσώδης, καρδίην ὑπήλγεε· γλῶσσα ἐπίξηρος· κοιλίη ἐπεταράχθη, λεπτοῖσιν, ὀλίγοισιν· οὐχ ὕπνωσεν. Δευτέρῃ, σμικρὰ ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· σμικρὰ περὶ κεφαλὴν ἵδρωσε ψυχρῷ. Τρίτῃ, ἐπιπόνως· ἀπὸ κοιλίης ὠμὰ, λεπτὰ, πουλλὰ διῄει. Τετάρτῃ, ἐπεῤῥίγωσεν· πάντα παρωξύνθη· ἄγρυπνος. Πέμπτῃ, ἐπιπόνως. Ἕκτῃ, διὰ τῶν αὐτῶν· ἀπὸ κοιλίης ἦλθεν ὑγρὰ, πουλλά. Ἑβδόμῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· δίψα πουλλή· βληστρισμός· περὶ δείλην, ἵδρωσε δι᾿ ὅλου ψυχρῷ· ψύξις· ἄκρεα ψυχρά· οὐκ ἔτι ἀνεθερμαίνετο· καὶ πάλιν ἐς νύκτα ἐπεῤῥίγωσεν· ἄκρεα οὐκ ἀνεθερμαίνετο οὐχ ὕπνωσεν· σμικρὰ παρέκρουσε, καὶ πάλιν ταχὺ κατενόει. Ὀγδόῃ, περὶ μέσον ἡμέρης ἀνεθερμάνθη· διψώδης· κωματώδης· ἀσώδης· ἤμεσε χολώδεα, σμικρὰ, ὑπόξανθα· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη· οὔρησε πουλὺ, ἀθρόον, οὐκ εἰδυῖα. Ἐνάτῃ, ξυνέδωκε πάντα· κωματώδης· πρὸς δείλην, σμικρὰ ἐπεῤῥίγωσεν· ἤμεσε σμικρὰ, χολώδεα. Δεκάτῃ, ῥῖγος· πυρετὸς παρωξύνθη· οὐχ ὕπνωσεν οὐδέν· πρωῒ, οὔρησε πουλὺ, ὑπόστασιν ἔχον· ἄκρεα ἀνεθερμάνθη. Ἑνδεκάτῃ, ἤμεσεν ἰώδεα, χολώδεα· ἐπεῤῥίγωσεν οὐ μετὰ πουλύ· καὶ πάλιν, ἄκρεα ψυχρά· ἐς δείλην, ῥῖγος· ἱδρὼς ψυχρός· ἤμεσε πουλλά· νύκτα, ἐπιπόνως. Δωδεκάτῃ, ἤμεσε πουλλὰ, μέλανα, δυσώδεα· λυγμὸς πουλύς· δίψος ἐπιπόνως. Τρισκαιδεκάτῃ, μέλανα, δυσώδεα, πουλλὰ ἤμεσεν· ῥῖγος· περὶ δὲ μέσον ἡμέρης ἄφωνος. Τεσσαρεσκαιδεκάτῃ, αἷμα διὰ ῥινῶν· ἀπέθανεν. Ταύτῃ διὰ τέλεος, κοιλίη ὑγρή· φρικώδης. Ἡλικίη, περὶ ἔτεα ἑπτακαίδεκα. Καῦσος.

[3] ΤΜΗΜΑ ΤΡΙΤΟΝ. Κατάστασις.

[2]

Ἔτος νότιον, ἔπομβρον· ἄπνοια διὰ τέλεος. Αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν χρόνους ἐπ᾿ ἐνιαυτὸν, ἐν νοτίοισι περὶ ἀρκτοῦρον ὕδατα πουλλά. Φθινόπωρον σκιῶδες, ἐπινέφελον· ὑδάτων πλήθεα. Χειμὼν νότιος, ὑγρὸς, μαλακός. Μετὰ δὲ ἡλίου τροπὰς ὕστερον πολλῷ, πλησίον ἰσημερίης, ὀπισθοχειμῶνες· καὶ ἤδη περὶ ἰσημερίην, βόρεια, χιονώδεα, οὐ πουλὺν χρόνον. Ἦρ πάλιν νότιον, ἄπνοον· ὕδατα πουλλὰ διὰ τέλεος μέχρι κυνός. Θέρος αἴθριον, θερμόν· πνίγεα μεγάλα· ἐτησίαι σμικρὰ διεσπασμένως ἔπνευσαν· πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισιν ὕδατα πουλλά. Γενομένου δὲ τοῦ ἔτεος νοτίου, καὶ ὑγροῦ, καὶ μαλθακοῦ, κατὰ μὲν τὸν χειμῶνα διῆγον ὑγιηρῶς, πλὴν τῶν φθινωδέων, περὶ ὧν γεγράψεται.

[3] Πρωῒ δὲ τοῦ ἦρος ἅμα τοῖσι γενομένοισι ψύχεσιν, ἐρυσιπέλατα πολλὰ, τοῖσι μὲν μετὰ προφάσιος, τοῖσι δ᾿ οὔ· κακοήθεα· πολλοὺς ἔκτεινεν· πολλοὶ φάρυγγας ἐπόνησαν· φωναὶ κακούμεναι· καῦσοι· φρενιτικοί· στόματα ἀφθώδεα· αἰδοίοισι φύματα· ὀφθαλμίαι· ἄνθρακες· κοιλίαι ταραχώδεες· ἀπόσιτοι· διψώδεες, οἱ μὲν, οἱ δ᾿ οὔ· οὖρα ταραχώδεα, πουλλὰ, κακά· κωματώδεες ἐπὶ πουλὺ, καὶ πάλιν ἄγρυπνοι· ἀκρισίαι πουλλαί· δύσκριτα· ὕδρωπες· φθινώδεες πουλλοί· τὰ μὲν ἐπιδημήσαντα νουσήματα, ταῦτα. Ἑκάστου δὲ τῶν ὑπογεγραμμένων εἰδέων ἦσαν οἱ κάμνοντες, καὶ ἔθνησκον πουλλοί. Ξυνέπιπτε δὲ ἐφ᾿ ἑκάστοισι τουτέων, ὧδε.

[4] Πολλοῖσι μὲν τὸ ἐρυσίπελας μετὰ προφάσιος, ἐπὶ τοῖσι τυχοῦσι, καὶ πάνυ ἐπὶ σμικροῖσι τρωματίοισιν, ἐφ᾿ ὅλῳ τῷ σώματι, μάλιστα δὲ τοῖσι περὶ ἑξήκοντα ἔτεα, καὶ περὶ κεφαλὴν, εἰ καὶ σμικρὸν ἀμεληθείη, πολλοῖσι δὲ καὶ ἐν θεραπείῃ ἐοῦσιν· μεγάλαι φλεγμοναὶ ἐγίγνοντο, καὶ τὸ ἐρυσίπελας πουλὺ ταχὺ πάντοθεν ἐπενέμετο. Τοῖσι μὲν οὖν πλείστοισιν αὐτέων ἀποστάσιες ἐς ἐμπυήματα ξυνέπιπτον· σαρκῶν, καὶ νεύρων, καὶ ὀστέων ἐκπτώσιες μεγάλαι. Ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ ξυνιστάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη, καὶ ῥεῦμα πουλὺ καὶ ποικίλον. Οἷσι μὲν οὖν περὶ κεφαλὴν τουτέων τι ξυμπίπτοι γίγνεσθαι, μαδήσιές τε ὅλης τῆς κεφαλῆς ἐγίγνοντο καὶ τοῦ γενείου, καὶ ὀστέων ψιλώματα καὶ ἐκπτώσιες, καὶ πουλλὰ ῥεύματα· ἐν πυρετοῖσί τε ταῦτα, καὶ ἄνευ πυρετῶν. Ἦν δὲ ταῦτα φοβερώτερα ἢ κακίω· οἷσι γὰρ ἐς ἐμπύημα ὁ τῶν τοιούτων ἀφίκοιτο πεπασμὸς, οἱ πλεῖστοι τουτέων ἐσώζοντο· οἷσι δὲ ἡ μὲν φλεγμονὴ καὶ τὸ ἐρυσίπελας ἀπέλθοι, τοιαύτην δὲ ἀπόστασιν μηδεμίην ποιήσαιτο, τουτέων ἀπώλλυντο πουλλοί. Ὁμοίως δὲ καὶ ὅποι ἄλλῃ τοῦ σώματος πλανηθείη, ξυνέπιπτε ταῦτα· πολλοῖσι μὲν γὰρ βραχίων, καὶ πῆχυς ὅλος περιεῤῥύη· οἷσι δὲ ἐπὶ τὰ πλευρὰ, ταῦτα ἐκακοῦτο, ἢ τῶν ἔμπροσθέν τι ἢ τῶν ὄπισθεν· οἷσι δὲ ὅλος ὁ μηρὸς, ἢ τὰ περικνήμια ἐψιλοῦτο, καὶ ποὺς ὅλος. Ἦν δὲ πάντων χαλεπώτατον τῶν τοιούτων, ὅ τι περὶ ἥβην καὶ αἰδοῖα γένοιτο. Τὰ μὲν περὶ ἕλκεα καὶ μετὰ προφάσιος τοιαῦτα· πολλοῖσι δὲ ἐν πυρετοῖσι, καὶ πρὸ πυρετοῦ, καὶ ἐπὶ πυρετοῖσι ξυνέπιπτεν. Ἦν δὲ καὶ τούτων ὅσα μὲν ἀπόστασιν ποιήσαιτο διὰ τοῦ ἐκπυῆσαι, ἢ κατὰ κοιλίην ταραχή τις ἐπίκαιρος, ἢ χρηστῶν οὔρων διάδοσις γένοιτο, διὰ τούτων λελύσθαι· οἷσι δὲ μηδὲν τούτων ξυμπίπτοι, ἀσήμως δὲ ἀφανιζομένων, θανατώδεα γίνεσθαι. Πουλὺ μὲν οὖν τοῖσι πλείστοισι ξυνέπιπτε τὰ περὶ τὸ ἐρυσίπελας τοῦ ἦρος· παρείπετο δὲ καὶ διὰ τοῦ θέρεος, καὶ ὑπὸ φθινόπωρον.

[5] Πολλὴ δὲ ταραχή τισι, καὶ τὰ περὶ φάρυγγα φύματα, καὶ φλεγμοναὶ γλώσσης, καὶ τὰ παρ᾿ ὀδόντας ἀποστήματα· φωναί τε πολλοῖσιν ἐπεσήμαινον, κακούμεναι καὶ κατίλλουσαι, πρῶτον μὲν τοῖσι φθινώδεσιν ἀρχομένοισιν, ἀτὰρ καὶ τοῖσι καυσώδεσι, καὶ τοῖσι φρενιτικοῖσιν.

[6] Ἤρξαντο μὲν οὖν οἱ καῦσοι καὶ τὰ φρενιτικὰ πρωῒ τοῦ ἦρος, μετὰ τὰ γενόμενα ψύχεα· καὶ πλεῖστοι τηνικαῦτα διενόσησαν· ὀξέα δὲ τούτοισι καὶ θανατώδεα ξυνέπιπτεν. Ἦν δὲ ἡ κατάστασις τῶν γενομένων καύσων ὧδε· ἀρχόμενοι κωματώδεες, ἀσώδεες, φρικώδεες· πυρετὸς οὐκ ὀξύς· οὐ διψώδεες λίην· οὐ παράληροι· ἀπὸ ῥινῶν ἔσταζε σμικρά· οἱ παροξυσμοὶ τοῖσι πλείστοισιν, ἐν ἀρτίῃσι, περὶ δὲ τοὺς παροξυσμοὺς λήθη καὶ ἄφεσις καὶ ἀφωνίη· ἄκρεά τε τούτοισιν, αἰεὶ μὲν ψυχρότερα ποδῶν καὶ χειρῶν, πουλὺ δὲ περὶ τοὺς παροξυσμοὺς μάλιστα· πάλιν τε βραδέως καὶ οὐ καλῶς ἀνεθερμαίνοντο, καὶ πάλιν κατενόουν καὶ διελέγοντο· κατεῖχε δὲ ἢ τὸ κῶμα ξυνεχὲς, οὐχ ὑπνῶδες, ἢ μετὰ πόνων ἄγρυπνοι· κοιλίαι ταραχώδεες τοῖσι πλείστοισι τούτων, διαχωρήμασιν ὠμοῖσι, λεπτοῖσι, πουλλοῖσιν· οὖρα πολλὰ, λεπτὰ, κρίσιμον οὐδὲ χρηστὸν οὐδὲν ἔχοντα· οὐδὲ ἄλλο κρίσιμον οὐδὲν τοῖσιν οὕτως ἔχουσιν ἐπεφαίνετο· οὔτε γὰρ ᾑμοῤῥάγει καλῶς, οὔτε τις ἄλλη τῶν εἰθισμένων ἀπόστασις ἐγίνετο κρίσιμος· ἔθνησκόν τε ἕκαστος, ὡς τύχοι, πεπλανημένως, τὰ πολλὰ περὶ τὰς κρίσιας, ἐκ πολλοῦ δέ τινες ἄφωνοι, ἱδρῶντες πουλλοί. Τοῖσι μὲν οὖν ὀλεθρίως ἔχουσι ξυνέπιπτε ταῦτα· παραπλήσια δὲ καὶ τοῖσι φρενιτικοῖσιν· ἄδιψοι δὲ πάνυ οὗτοι ἦσαν· οὐδ᾿ ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς, ὥσπερ ἐπ᾿ ἄλλοισιν, ἀλλ᾿ ἄλλῃ τινὶ καταφορῇ κακῇ, νωθρῇ, βαρέως ἀπώλλυντο.

[7] Ἦσαν δὲ καὶ ἄλλοι πυρετοὶ περὶ ὧν γεγράψεται. Στόματα πολλοῖσιν ἀφθώδεα, ἑλκώδεα. Ῥεύματα περὶ αἰδοῖα πολλὰ, ἑλκώματα, φύματα ἔξωθεν, ἔσωθεν· τὰ περὶ βουβῶνας. Ὀφθαλμίαι ὑγραὶ, μακροχρόνιαι, μετὰ πόνων· ἐπιφύσιες βλεφάρων ἔξωθεν, ἔσωθεν, πολλῶν φθείροντα τὰς ὄψιας, ἃ σῦκα ἐπονομάζουσιν. Ἐφύετο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἑλκέων πολλὰ, καὶ ἐν αἰδοίοισιν. Ἄνθρακες πολλοὶ κατὰ θέρος, καὶ ἄλλα, ἃ σὴψ καλέεται· ἐκθύματα μεγάλα· ἕρπητες πολλοῖσι μεγάλοι.

[8] Τὰ δὲ κατὰ κοιλίην πολλοῖσι πολλὰ καὶ βλαβερὰ ξυνέβαινεν. Πρῶτον μὲν τεινεσμοὶ πολλοῖσιν ἐπιπόνως, πλείστοισι δὲ παιδίοισι, καὶ πᾶσιν ὅσα πρὸ ἥβης, καὶ ἀπώλλυντο τὰ πλεῖστα τούτων· λειεντερικοὶ πουλλοί· δυσεντερικοὶ, οὐδ᾿ οὗτοι λίην ἐπιπόνως. Τὰ δὲ χολώδεα, καὶ λιπαρὰ, καὶ λεπτὰ, καὶ ὑδατώδεα· πολλοῖσι μὲν αὐτὸ τὸ νούσημα ἐς τοῦτο κατέσκηψεν· ἄνευ τε πυρετῶν, καὶ ἐν πυρετοῖσιν· μετὰ πόνων στρόφοι, καὶ ἀνειλήσιες κακοήθεες· τῶν πολλῶν ἐνόντων τε καὶ ἐπισχόντων, διέξοδοι· τά τε διεξιόντα πόνους οὐ λύοντα, τοῖσί τε προσφερομένοισι δυσκόλως ὑπακούοντα· καὶ γὰρ αἱ καθάρσιες τοὺς πλείστους προσέβλαπτον. Τῶν δὲ οὕτως ἐχόντων πολλοὶ μὲν ὀξέως ἀπώλλυντο, πολλοῖσι δὲ καὶ μακρότερα διῆγεν. Ὡς δ᾿ ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντες, καὶ οἱ τὰ μακρὰ νοσέοντες καὶ οἱ τὰ ὀξέα, ἐκ τῶν κατὰ κοιλίην ἀπέθνησκον μάλιστα· πάντας γὰρ κοιλίη ξυναπήνεγκεν.

[9] Ἀπόσιτοι δὲ πάντες μὲν ἐγένοντο καὶ ἐπὶ πᾶσι τοῖσι προγεγραμμένοισιν, ὡς ἐγὼ οὐδὲ πώποτε ἐνέτυχον, πολὺ δὲ μάλιστα οὗτοι, καὶ οἱ ἐκ τούτων, καὶ ἐκ τῶν ἄλλων δὲ οἳ καὶ ὀλεθρίως ἔχοιεν. Διψώδεες οἱ μὲν, οἱ δὲ οὔ· τῶν δ᾿ ἐν πυρετοῖσι καὶ τοῖσιν ἄλλοισιν οὐδεὶς ἀκαίρως, ἀλλ᾿ ἦν κατὰ ποτὸν διαιτῇν ὡς ἤθελες.

[10] Οὖρα δὲ, πολλὰ μὲν τὰ διεξιόντα ἦν οὐκ ἐκ τῶν προσφερομένων ποτῶν, ἀλλὰ πολλὸν ὑπερβάλλοντα· πολλὴ δέ τις καὶ τῶν οὔρων κακότης ἦν τῶν ἀπιόντων· οὔτε γὰρ πάχος, οὔτε πεπασμοὺς, οὔτε καθάρσιας χρηστὰς εἶχεν· ἐπὶ πολλοῖσι γὰρ αἱ κατὰ κύστιν καθάρσιες, χρησταὶ γιγνόμεναι, ἀγαθόν· ἐσήμαινον δὲ τοῖσι πλείστοισι ξύντηξιν, καὶ ταραχὴν, καὶ πόνους, καὶ ἀκρισίας.

[11] Κωματώδεες δὲ μάλιστα οἱ φρενιτικοὶ, καὶ οἱ καυσώδεες ἦσαν· ἀτὰρ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νουσήμασι πᾶσι τοῖσι μεγίστοισιν, ὅ τι μετὰ πυρετοῦ γίγνοιτο· διὰ παντὸς δὲ τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο, ἢ μικροὺς καὶ λεπτοὺς ὕπνους κοιμᾶσθαι.

[12] Πολλὰ δὲ καὶ ἄλλα πυρετῶν ἐπεδήμησεν εἴδεα, τριταίων, τεταρταίων, νυκτερινῶν, ξυνεχέων, μακρῶν, πεπλανημένων, ἀσωδέων, ἀκαταστάτων. Ἅπαντες δὲ οὗτοι μετὰ πολλῆς ἐγίγνοντο ταραχῆς· κοιλίαι τε γὰρ τοῖσι πλείστοισι ταραχώδεες· φρικώδεες· ἱδρῶτες οὐ κρίσιμοι· καὶ τὰ τῶν οὔρων ὡς ὑπογέγραπται. Μακρὰ δὲ τοῖσι πλείστοισι τουτέων· οὐδὲ γὰρ αἱ γινόμεναι τουτέοισιν ἀποστάσιες ἔκρινον ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισιν· δύσκριτα μὲν πᾶσι πάντα ἐγίνετο, καὶ ἀκρισίαι, καὶ χρόνια, πουλὺ δὲ μάλιστα τουτέοισιν· ἔκρινε δὲ τουτέων ὀλίγοισι περὶ ὀγδοήκοντα· τοῖσι δὲ πλείστοισιν, ὡς ἔτυχεν, ἐξέλιπεν. Ἔθνησκον δὲ τουτέων ὀλίγοι ὑπὸ ὕδρωπος, ὀρθοστάδην. Πολλοῖσι δὲ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νουσήμασιν οἰδήματα παρώχλει· πουλὺ δὲ μάλιστα τοῖσι φθινώδεσιν.

[13] Μέγιστον δὲ καὶ χαλεπώτατον, καὶ πλείστους ἔκτεινε τὸ φθινῶδες. Πολλοὶ γάρ τινες ἀρξάμενοι κατὰ χειμῶνα, πολλοὶ μὲν κατεκλίθησαν, οἱ δὲ αὐτέων ὀρθοστάδην ὑπεφέροντο· πρωῒ δὲ τοῦ ἦρος ἔθνησκον οἱ πλεῖστοι τῶν κατακλιθέντων· τῶν δὲ ἄλλων, ἐξέλιπον μὲν αἱ βῆχες οὐδενὶ, ὑφίεσαν δὲ κατὰ θέρος· ὑπὸ δὲ τὸ φθινόπωρον κατεκλίθησαν πάντες, καὶ πουλλοὶ ἔθνησκον· μακρὰ δὲ τούτων οἱ πλεῖστοι διενόσεον. Ἤρξατο μὲν οὖν τοῖσι πλείστοισι τούτων ἐξαίφνης ἐκ τούτων κακοῦσθαι· φρικώδεες πυκνά· πολλάκις πυρετοὶ ξυνεχέες, ὀξέες· ἱδρῶτες ἄκαιροι, πουλλοὶ, ψυχροὶ διὰ τέλεος· πουλλὴ ψύξις, καὶ μόλις πάλιν ἀναθερμαινόμενοι· κοιλίαι ποικίλως ἐφιστάμεναι, καὶ πάλιν ταχὺ καθυγραινόμεναι, περὶ δὲ τελευτὴν πᾶσι βιαίως καθυγραινόμεναι· καὶ τῶν περὶ πλεύμονα πάντων, διάδοσις κάτω· πλῆθος οὔρων οὐ χρηστῶν· ξυντήξιες κακαί. Αἱ δὲ βῆχες ἐνῆσαν μὲν, διὰ τέλεος πολλαὶ, καὶ πουλλὰ ἀνάγουσαι πέπονα καὶ ὑγρὰ, μετὰ πόνων δὲ οὐ λίην· ἀλλ᾿ εἰ καὶ ὑπεπόνεον, πάνυ πρηέως πᾶσιν ἡ κάθαρσις τῶν ἀπὸ πλεύμονος ἐγίνετο. Φάρυγγες οὐ λίην δακνώδεες, οὐδὲ ἁλμυρίδες οὐδὲν ἠνώχλεον· τὰ μέντοι γλίσχρα, καὶ λευκὰ, καὶ ὑγρὰ, καὶ ἀφρώδεα πολλὰ ἀπὸ κεφαλῆς κατῄει. Πουλὺ δὲ μέγιστον κακὸν παρείπετο καὶ τούτοισι καὶ τοῖσιν ἄλλοισι τὰ περὶ τὴν ἀποσιτίην, καθάπερ ὑπογέγραπται· οὐδὲ γὰρ πότων μετὰ τροφῆς ἡδέως εἶχον, ἀλλὰ πάνυ διῆγον ἀδίψως· βάρος σώματος· κωματώδεες· τοῖσι πλείστοισιν αὐτέων οἴδημα, καὶ ἐς ὕδρωπα περιίσταντο· φρικώδεες· παράληροι περὶ θάνατον.

[14] Εἶδος δὲ τῶν φθινωδέων ἦν, τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ φακῶδες, τὸ ὑπέρυθρον, τὸ χαροπόν· λευκοφλεγματίαι· πτερυγώδεες· καὶ γυναῖκες, οὕτω. Τὸ μελαγχολικόν τε καὶ ὕφαιμον· οἱ καῦσοι καὶ τὰ φρενιτικὰ, καὶ τὰ δυσεντεριώδεα τούτων ἥπτετο. Τεινεσμοὶ νέοισι φλεγματώδεσιν. Μακραὶ διάῤῥοιαι καὶ τὰ δριμέα διαχωρήματα καὶ λιπαρὰ πικροχόλοισιν.

[15] Ἦν δὲ πᾶσι τοῖσιν ὑπογεγραμμένοισι χαλεπώτατον μὲν τὸ ἔαρ, καὶ πλείστους ἀπέκτεινε, τὸ δὲ θέρος ῥήϊστον, καὶ ἐλάχιστοι ἀπώλλυντο· τοῦ δὲ φθινοπώρου καὶ ὑπὸ πληϊάδα πάλιν ἔθνησκον οἱ πολλοί. Δ. Δοκέει δέ μοι προσωφελῆσαι κατὰ λόγον τὸ γενόμενον θέρος· τὰς γὰρ θερινὰς νούσους χειμὼν ἐπιγενόμενος λύει, καὶ τὰς χειμερινὰς θέρος ἐπιγενόμενον μεθίστησιν. Καίτοι αὐτό γε ἐπὶ ἑωυτοῦ τὸ γενόμενον θέρος οὐκ εὐσταθὲς ἐγένετο, ἀλλ᾿ ἐξαίφνης θερμὸν καὶ νότιον καὶ ἄπνοον· ἀλλ᾿ ὅμως πρὸς τὴν ἄλλην κατάστασιν μεταλλάξαν ὠφέλησεν.

[16] Μέγα δὲ μέρος ἡγεῦμαι τῆς τέχνης εἶναι τὸ δύνασθαι κατασκοπέεσθαι περὶ τῶν γεγραμμένων ὀρθῶς. Ὁ γὰρ γνοὺς καὶ χρεόμενος τούτοισιν, οὐκ ἄν μοι δοκέῃ μέγα σφάλλεσθαι ἐν τῇ τέχνῃ. Δεῖ δὴ καταμανθάνειν ἀκριβῶς τὴν κατάστασιν τῶν ὡρέων ἑκάστης, καὶ τῶν νούσων· ἀγαθὸν ὅ τι κοινὸν ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ, κακὸν ὅ τι κοινὸν ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ· μακρὸν ὅ τι νούσημα καὶ θανάσιμον, μακρὸν ὅ τι καὶ περιεστικόν· ὀξὺ ὅ τι θανάσιμον, ὀξὺ ὅ τι περιεστικόν. Τάξιν τῶν κρισίμων ἐκ τουτέων σκοπέεσθαι, καὶ προλέγειν ἐκ τουτέων, εὐπορέεται. Εἰδότι περὶ τουτέων, ἔστιν εἰδέναι οὓς καὶ ὅτε καὶ ὡς δεῖ διαιτῇν. ΕΚΚΑΙΔΕΚΑ ΑΡΡΩΣΤΟΙ.

[17.1] Πρῶτος.

Ἐν Θάσῳ, τὸν Πάριον, ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξὺς, κατ᾿ ἀρχὰς ξυνεχής· καυσώδης· διψώδης· ἀρχόμενος κωματώδης, καὶ αὖθις ἄγρυπνος· κοιλίη ταραχώδης ἐν ἀρχῇσιν· οὖρα λεπτά. Ἕκτῃ, οὔρησεν ἐλαιῶδες· παρέκρουσεν. Ἑβδόμῃ, παρωξύνθη πάντα· οὐδὲν ἐκοιμήθη· ἀλλ᾿ οὖρά τε ὅμοια, καὶ τὰ τῆς γνώμης ταραχώδεα· ἀπὸ δὲ κοιλίης χολώδεα, λιπαρὰ διῆλθεν. Ὀγδόῃ, σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν· ἤμεσεν ἰώδεα ὀλίγα· σμικρὰ ἐκοιμήθη. Ἐνάτῃ, διὰ τῶν αὐτῶν. Δεκάτῃ, πάντα ξυνέδωκεν. Ἑνδεκάτῃ, ἵδρωσεν οὐ δι᾿ ὅλου· περιέψυξε μὲν, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. Τεσσαρεσκαιδεκάτῃ, πυρετὸς ὀξύς· διαχωρήματα χολώδεα, λεπτὰ, πουλλά· οὔροισιν ἐναιώρημα· παρέκρουσεν. Ἑπτακαιδεκάτῃ, ἐπιπόνως· οὔτε γὰρ ὕπνοι, ὅ τε πυρετὸς ἐπέτεινεν. Εἰκοστῇ, ἵδρωσε δι᾿ ὅλου· ἄπυρος· διαχωρήματα χολώδεα· ἀπόσιτος· κωματώδης. Εἰκοστῇ τετάρτῃ, ὑπέστρεψεν. Τριακοστῇ τετάρτῃ, ἄπυρος· κοιλίη οὐ ξυνίστατο· καὶ πάλιν ἀνεθερμάνθη. Τεσσαρακοστῇ, ἄπυρος· κοιλίη ξυνέστη χρόνον οὐ συχνόν· ἀπόσιτος· σμικρὰ πάλιν ἐπύρεξε, καὶ διὰ παντὸς πεπλανημένως· ἄπυρος, τὰ μὲν, τὰ δ᾿ οὔ· εἰ γάρ τι διαλείποι καὶ διακουφίσαι, ταχὺ πάλιν ὑπέστρεφεν· σιταρίοισί τε πουλλοῖσι καὶ φαύλοισι προσεχρῆτο· ὕπνοι κακοί· περὶ τὰς ὑποστροφὰς παρέκρουσεν· οὖρα πάχος μὲν ἔχοντα οὔρει τηνικαῦτα, ταραχώδεα δὲ καὶ πονηρά· καὶ τὰ κατὰ κοιλίην ξυνιστάμενα, καὶ πάλιν διαλυόμενα· πυρέτια ξυνεχέα· διαχωρήματα πουλλὰ, λεπτά. Ἐν δὲ τῇ ἑκατοστῇ εἰκοστῇ ἡμέρῃ ἀπέθανεν. Τουτέῳ κοιλίη ξυνεχέως ἀπὸ τῆς πρώτης ὑγρὴ χολώδεσιν, ὑγροῖσι πουλλοῖσιν ἦν, ἢ ξυνισταμένη ἐν ζέουσι καὶ ἀπέπτοισιν· οὖρα διὰ τέλεος κακά· κωματώδης τὰ πλεῖστα· μετὰ πόνων ἄγρυπνος· ἀπόσιτος ξυνεχέως. Καῦσος.

[17.2] Ἄῤῥωστος δεύτερος.

Ἐν Θάσῳ τὴν κατακειμένην παρὰ τὸ ψυχρὸν ὕδωρ, ἐκ τοῦ τόκου, θυγατέρα τεκοῦσαν καὶ καθάρσιος μὴ γινομένης, πυρετὸς ὀξὺς, φρικώδης, τριταίην ἔλαβεν. Ἐκ χρόνου δὲ πολλοῦ πρὸ τοῦ τόκου πυρετώδης ἦν, κατακλινὴς, ἀπόσιτος. Μετὰ δὲ τὸ γενόμενον ῥῖγος ξυνεχέες, ὀξέες, φρικώδεες οἱ πυρετοί. Ὀγδόῃ, πολλὰ παρέκρουσε, καὶ τὰς ἐχομένας, καὶ ταχὺ πάλιν κατενόει· κοιλίη ταραχώδης, πουλλοῖσι, λεπτοῖσιν, ὑδατοχόλοισιν· ἄδιψος. Ἑνδεκάτῃ, κατενόει· κωματώδης δὲ ἦν· οὖρα πουλλὰ, λεπτὰ καὶ μέλανα· ἄγρυπνος. Εἰκοστῇ, σμικρὰ περιέψυξε, καὶ ταχὺ πάλιν ἀνεθερμάνθη· σμικρὰ παρέλεγεν· ἄγρυπνος· τὰ κατὰ κοιλίην, ἐπὶ τῶν αὐτέων· οὖρα ὑδατώδεα, πουλλά. Εἰκοστῇ ἑβδόμῃ, ἄπυρος· κοιλίη ξυνέστη· οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ἰσχίου δεξιοῦ ὀδύνη ἰσχυρὴ χρόνον πουλύν· πυρετοὶ πάλιν παρείποντο· οὖρα ὑδατώδεα. Τεσσαρακοστῇ, τὰ μὲν περὶ τὸ ἰσχίον ἐπεκούφισε, βῆχες δὲ ξυνεχέες, ὑγραὶ, πολλαί· κοιλίη ξυνέστη· ἀπόσιτος· οὖρα ἐπὶ τῶν αὐτῶν· οἱ δὲ πυρετοὶ, τὸ μὲν ὅλον οὐκ ἐκλείποντες, πεπλανημένως δὲ παροξυνόμενοι, τὰ μὲν, τὰ δ᾿ οὔ. Ἑξηκοστῇ, αἱ μὲν βῆχες ἀσήμως ἐξέλιπον· οὔτε γάρ τις πτυάλων πεπασμὸς ἐγίνετο, οὔτε ἄλλη τῶν εἰθισμένων ἀπόστασις. Σιηγὼν δὲ, ἡ ἐκ τῶν ἐπὶ δεξιὰ, κατεσπάσθη· κωματώδης· παρέλεγε πάλιν, καὶ ταχὺ κατενόει· πρὸς δὲ τὰ γεύματα ἀπονενοημένως εἶχεν· ἡ σιηγὼν μὲν ἐπανῆκεν, ἡ κοιλίη δὲ χολώδεα σμικρὰ διέδωκεν· ἐπύρεσσεν ὀξυτέρως· φρικώδης, καὶ τὰς ἐχομένας ἄφωνος, καὶ πάλιν κατενόει καὶ διελέγετο. Ὀγδοηκοστῇ ἀπέθανεν. Ταύτῃ τὰ τῶν οὔρων διὰ τέλεος ἦν μέλανα καὶ λεπτὰ καὶ ὑδατώδεα· κῶμα παρείπετο· ἀπόσιτος, ἄθυμος, ἄγρυπνος· ὀργαί· δυσφορίαι· τὰ περὶ τὴν γνώμην μελαγχολικά.

[17.3] Ἄῤῥωστος τρίτος.

Ἐν Θάσῳ Πυθίωνα, ὃς κατέκειτο ὑπεράνω τοῦ Ἡρακλείου, ἐκ πόνων καὶ κόπων καὶ διαίτης γενομένης ἀμελέος ῥῖγος μέγα καὶ πυρετὸς ὀξὺς ἔλαβεν· γλῶσσα ἐπίξηρος, διψώδης, χολώδης· οὐχ ὕπνωσεν· οὖρα ὑπομέλανα, ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο. Δευτέρῃ, περὶ μέσον ἡμέρης ψύξις ἀκρέων, τὰ περὶ χεῖρας καὶ κεφαλὴν μᾶλλον· ἄναυδος, ἄφωνος, βραχύπνοος ἐπὶ χρόνον πουλύν· ἀνεθερμάνθη· δίψα· νύκτα δι᾿ ἡσυχίης· ἵδρωσε περὶ κεφαλὴν σμικρά. Τρίτῃ, ἡμέρην δι᾿ ἡσυχίης· ὀψὲ δὲ περὶ ἡλίου δυσμὰς ὑπεψύχθη σμικρά· ἄση· ταραχή· νυκτὸς ἐπιπόνως· οὐδὲν ὕπνωσεν· ἀπὸ δὲ κοιλίης σμικρὰ ξυνεστηκότα κόπρανα διῆλθεν. Τετάρτῃ, πρωῒ δι᾿ ἡσυχίης· περὶ δὲ μέσον ἡμέρης πάντα παρωξύνθη· ψύξις· ἄναυδος, ἄφωνος· ἐπὶ τὸ χεῖρον· ἀνεθερμάνθη μετὰ χρόνον· οὔρησε μέλανα, ἐναιώρημα ἔχοντα· νύκτα δι᾿ ἡσυχίης· ἐκοιμήθη. Πέμπτῃ, ἔδοξε κουφισθῆναι· κατὰ δὲ κοιλίην βάρος μετὰ πόνου· διψώδης· νύκτα ἐπιπόνως. Ἕκτῃ, πρωῒ μὲν δι᾿ ἡσυχίης· δείλης δὲ οἱ πόνοι μείζους· παρωξύνθη· ἀπὸ δὲ κοιλίης ὀψὲ κλυσματίῳ καλῶς διῆλθεν· νυκτὸς ἐκοιμήθη. Ἑβδόμῃ, ἡμέρῃ, ἀσώδης· ὑπεδυσφόρει· οὔρησεν ἐλαιῶδες· νυκτὸς, ταραχὴ πουλλή· παρέλεγεν· οὐδὲν ἐκοιμᾶτο. Ὀγδόῃ, πρωῒ μὲν ἐκοιμήθη σμικρὰ, ταχὺ δὲ ψύξις, ἀφωνίη, λεπτὸν πνεῦμα καὶ μινυθῶδες· ὀψὲ δὲ πάλιν ἀνεθερμάνθη· παρέκρουσεν· ἤδη δὲ πρὸς ἡμέρην σμικρὰ ἐκουφίσθη· διαχωρήματα ἄκρητα σμικρὰ, χολώδεα. Ἐνάτῃ, κωματώδης· ἀσώδης, ὅτε διεγείροιτο· οὐ λίην διψώδης· περὶ δὲ ἡλίου δυσμὰς ἐδυσφόρει, παρέλεγεν· νύκτα κακήν. Δεκάτῃ, πρωῒ ἄφωνος· πολλὴ ψύξις· πυρετὸς ὀξύς· πουλὺς ἱδρώς· ἔθανεν. Ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ.

[17.4] Ἄῤῥωστος τέταρτος.

Ὁ φρενιτικὸς τῇ πρώτῃ κατακλιθεὶς, ἤμεσεν ἰώδεα, πουλλὰ, λεπτά· πυρετὸς φρικώδης, πουλύς· ἱδρὼς ξυνεχὴς δι᾿ ὅλου· κεφαλῆς καὶ τραχήλου βάρος μετ᾿ ὀδύνης· οὖρα λεπτὰ, ἐναιωρήματα σμικρὰ, διεσπασμένα, οὐχ ἵδρυτο· ἀπὸ δὲ κοιλίης ἐξεκόπρισεν ἀθρόα· πολλὰ παρέκρουσεν· οὐδὲν ὕπνωσεν. Δευτέρῃ, πρωῒ ἄφωνος· πυρετὸς ὀξύς· ἵδρωσεν· οὐ διέλιπεν· παλμοὶ δι᾿ ὅλου τοῦ σώματος· νυκτὸς, σπασμοί. Τρίτῃ, παρωξύνθη πάντα· ἀπέθανεν.

[17.5] Ἄῤῥωστος πέμπτος.

Ἐν Λαρίσσῃ φαλακρὸς μηρὸν δεξιὸν ἐπόνησεν ἐξαίφνης· τῶν δὲ προσφερομένων οὐδὲν ὠφέλει. Τῇ πρώτῃ πυρετὸς ὀξὺς, καυσώδης· ἀτρεμέως εἶχεν· οἱ δὲ πόνοι παρείποντο. Δευτέρῃ, τοῦ μηροῦ μὲν ὑφίεσαν οἱ πόνοι, ὁ δὲ πυρετὸς ἐπέτεινεν· ὑπεδυσφόρει· οὐκ ἐκοιμᾶτο· ἄκρεα ψυχρά· οὔρων πλῆθος διῄει οὐ χρηστῶν. Τρίτῃ, τοῦ μηροῦ μὲν ὁ πόνος ἐπαύσατο, παρακοπὴ δὲ τῆς γνώμης, καὶ ταραχὴ, καὶ πουλὺς βληστρισμός. Τετάρτῃ, περὶ μέσον ἡμέρης ἔθανεν. Ὀξύ.

[17.6] Ἄῤῥωστος ἕκτος.

Ἐν Ἀβδήροισι Περικλέα πυρετὸς ἔλαβεν ὀξὺς, ξυνεχὴς μετὰ πόνου· δίψα πουλλή· ἄση· πότον κατέχειν οὐκ ἠδύνατο· ἦν δὲ ὑπόσπληνός τε καὶ καρηβαρικός. Τῇ πρώτῃ, ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ· πουλὺς μέντοι ὁ πυρετὸς ἐπέτεινεν· οὔρησε πουλὺ θολερὸν, λευκὸν, κείμενον οὐ καθίστατο. Δευτέρῃ, πάντα παρωξύνθη· τὰ μέντοι οὖρα παχέα μὲν ἦν, ἱδρυμένα δὲ μᾶλλον· καὶ τὰ περὶ τὴν ἄσην ἐκούφισεν· ἐκοιμήθη. Τρίτῃ, πυρετὸς ἐμαλάχθη· οὔρων πλῆθος, πέπονα, πουλλὴν ὑπόστασιν ἔχοντα· νύκτα δι᾿ ἡσυχίης. Τετάρτῃ, περὶ μέσον ἡμέρης ἵδρωσε πολλῷ θερμῷ δι᾿ ὅλου· ἄπυρος· ἐκρίθη· οὐχ ὑπέστρεψεν. Ὀξύ.

[17.7] Ἄῤῥωστος ἕβδομος.

Ἐν Ἀβδήροισι τὴν παρθένον, ἣ κατέκειτο ἐπὶ τῆς ἱερῆς ὁδοῦ, πυρετὸς καυσώδης ἔλαβεν. Ἦν δὲ διψώδης καὶ ἄγρυπνος· κατέβη δὲ τὰ γυναικεῖα πρῶτον αὐτῇ. Ἕκτῃ, ἄση πουλλή· ἔρευθος· φρικώδης, ἀλύουσα. Ἑβδόμῃ, διὰ τῶν αὐτῶν· οὖρα λεπτὰ μὲν, εὔχροα δέ· τὰ περὶ τὴν κοιλίην οὐκ ἠνώχλει. Ὀγδόῃ, κώφωσις· πυρετὸς ὀξύς· ἄγρυπνος, ἀσώδης, φρικώδης· κατενόει· οὖρα ὅμοια. Ἐνάτῃ, διὰ τῶν αὐτῶν, καὶ τὰς ἑπομένας· οὕτως ἡ κώφωσις παρέμεινεν. Τεσσαρεσκαιδεκάτῃ, τὰ τῆς γνώμης ταραχώδεα· ὁ πυρετὸς ξυνέδωκεν. Ἑπτακαιδεκάτῃ, διὰ τῶν ῥινῶν ἐῤῥύη πουλύ· ἡ κώφωσις σμικρὰ ξυνέδωκεν· καὶ τὰς ἑπομένας ἄση· κωφότης ἐνῆν, καὶ παράληρος. Εἰκοστῇ, ποδῶν ὀδύνη· κωφότης, παράληρος ἀπέλιπεν· ᾑμοῤῥάγησε σμικρὰ διὰ ῥινῶν· ἵδρωσεν· ἄπυρος. Εἰκοστῇ τετάρτῃ, ὁ πυρετὸς ὑπέστρεψεν· κώφωσις πάλιν· ποδῶν ὀδύνη παρέμεινεν· παρακοπή. Εἰκοστῇ ἑβδόμῃ, ἵδρωσε πολλῷ· ἄπυρος· ἡ κώφωσις ἐξέλιπεν· ἡ τῶν ποδῶν ὑπέμενεν ὀδύνη· τὰ δ᾿ ἄλλα τελέως ἐκρίθη.

[17.8] Ἄῤῥωστος ὄγδοος.

Ἐν Ἀβδήροισιν Ἀναξίωνα, ὃς κατέκειτο παρὰ τὰς Θρηϊκίας πύλας, πυρετὸς ὀξὺς ἔλαβεν· πλευροῦ ὀδύνη δεξιοῦ ξυνεχής· ἔβησσε ξηρὰ, οὐδ᾿ ἔπτυε τὰς πρώτας· διψώδης· ἄγρυπνος· οὖρα εὔχροα, πουλλὰ, λεπτά. Ἕκτῃ, παράληρος· πρὸς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου. Ἑβδόμῃ, ἐπιπόνως· ὁ γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ τε βῆχες ἠνώχλεον, δύσπνοός τε ἦν. Ὀγδόῃ, ἀγκῶνα ἔταμον· ἐῤῥύη πολλὸν, οἷον ἔδει· ξυνέδωκαν μὲν οἱ πόνοι· αἱ μέντοι βῆχες ξηραὶ παρείποντο. Ἑνδεκάτῃ, ξυνέδωκαν οἱ πυρετοί· σμικρὰ περὶ κεφαλὴν ἵδρωσεν· αἱ βῆχες καὶ τὰ ἀπὸ πλεύμονος ὑγρότερα. Ἑπτακαιδεκάτῃ, ἤρξατο σμικρὰ πέπονα πτύειν· ἐκουφίσθη. Εἰκοστῇ, ἵδρωσεν· ἄπυρος· μετὰ δὲ κρίσιν, διψώδης τε ἦν, καὶ τῶν ἀπὸ πλεύμονος οὐ χρησταὶ αἱ καθάρσιες. Εἰκοστῇ ἑβδόμη, ὁ πυρετὸς ὑπέστρεψεν· ἔβησσεν, ἀνῆγε πέπονα, πουλλά· οὔροισιν ὑπόστασις πολλὴ, λευκή· ἄδιψος ἐγένετο· εὔπνοος. Τριακοστῇ τετάρτῃ, ἵδρωσε δι᾿ ὅλου· ἄπυρος· ἐκρίθη πάντα.

[17.9] Ἄῤῥωστος ἔνατος.

Ἐν Ἀβδήροισιν Ἡρόπυθος κεφαλὴν ὀρθοστάδην ἐπιπόνως εἶχεν, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον κατεκλίθη· ᾤκει πλησίον τῆς ἄνω ἀγωγῆς. Πυρετὸς ἔλαβε καυσώδης, ὀξύς· ἔμετοι τὸ κατ᾿ ἀρχὰς πολλῶν χολωδέων· διψώδης· πολλὴ δυσφορίη· οὖρα λεπτὰ, μέλανα, ἐναιώρημα μετέωρον ὁτὲ μὲν, ὁτὲ δ᾿ οὔ· νύκτα ἐπιπόνως· πυρετὸς ἄλλοτε ἀλλοίως παροξυνόμενος, τὰ πλεῖστα ἀτάκτως. Περὶ δὲ τεσσαρεσκαιδεκάτην, κώφωσις· οἱ πυρετοὶ ἐξέτεινον· οὖρα διὰ τῶν αὐτῶν. Εἰκοστῇ, πολλὰ παρέκρουσε καὶ τὰς ἑπομένας. Τεσσαρακοστῇ, διὰ ῥινῶν ᾑμοῤῥάγησε πουλὺ, καὶ κατενόει μᾶλλον· ἡ κώφωσις ἐνῆν μὲν, ἧσσον δέ· οἱ πυρετοὶ ξυνέδωκαν· ᾑμοῤῥάγει τὰς ἑπομένας, πυκνὰ καὶ κατ᾿ ὀλίγον. Περὶ δὲ τὴν ἑξηκοστὴν αἱ μὲν αἱμοῤῥαγίαι ἀπεπαύσαντο· ἰσχίου δὲ δεξιοῦ ὀδύνη ἰσχυρὴ, καὶ οἱ πυρετοὶ ἐπέτεινον. Οὐ πολλῷ δὲ χρόνῳ ὕστερον, πόνοι τῶν κάτω πάντων· ξυνέπιπτε δὲ ἢ τοὺς πυρετοὺς εἶναι μείζους καὶ τὴν κώφωσιν πουλλὴν, ἢ ταῦτα μὲν ὑφιέναι καὶ κουφίζειν, τῶν δὲ κάτω περὶ ἰσχία μείζους εἶναι τοὺς πόνους. Ἤδη δὲ περὶ τὴν ὀγδοηκοστὴν ξυνέδωκε μὲν πάντα, ἐξέλιπε δὲ οὐδέν· οὖρά τε γὰρ εὔχροα καὶ πλείους ὑποστάσιας ἔχοντα κατέβαινεν, οἱ παράληροί τε μείους ἦσαν. Περὶ δὲ ἑκατοστὴν κοιλίη πολλοῖσι χολώδεσιν ἐπεταράχθη, καὶ ᾔει χρόνον οὐκ ὀλίγον πολλὰ τοιαῦτα, καὶ πάλιν δυσεντεριώδεα μετὰ πόνου· τῶν δὲ ἄλλων ῥᾳστώνη. Τὸ δὲ ξύνολον, οἵ τε πυρετοὶ ἐξέλιπον, καὶ ἡ κώφωσις ἐπαύσατο. Ἐν ἑκατοστῇ εἰκοστῇ, τελέως ἐκρίθη. Καῦσος,

[17.10] Ἄῤῥωστος δέκατος.

Ἐν Ἀβδήροισι Νικόδημον ἐξ ἀφροδισίων καὶ ποτῶν πῦρ ἔλαβεν. Ἀρχόμενος δὲ ἦν ἀσώδης, καὶ καρδιαλγικός· διψώδης· γλῶσσα ἐπεκαύθη· οὖρα λεπτὰ, μέλανα. Δευτέρῃ, ὁ πυρετὸς παρωξύνθη· φρικώδης· ἀσώδης· οὐδὲν ἐκοιμήθη· ἤμεσε χολώδεα, ξανθά· οὖρα ὅμοια· νύκτα δι᾿ ἡσυχίης· ὕπνωσεν. Τρίτῃ, ὑφῆκε πάντα· ῥᾳστώνη δὲ ἦν· περὶ ἡλίου δυσμὰς πάλιν ὑπεδυσφόρει· νύκτα ἐπιπόνως. Τετάρτῃ, ῥῖγος· πυρετὸς πουλύς· πόνοι πάντων· οὖρα λεπτὰ, ἐναιώρημα· νύκτα πάλιν δι᾿ ἡσυχίης. Πέμπτῃ, ἐνῆν μὲν πάντα, ῥᾳστώνη δὲ ἦν. Ἕκτῃ, τῶν αὐτῶν πόνοι πάντων· οὔροισιν ἐναιώρημα· παρέκρουσε πολλά. Ἑβδόμῃ, ῥᾳστώνη. Ὀγδόῃ, τὰ ἄλλα ξυνέδωκε πάντα. Δεκάτῃ καὶ τὰς ἑπομένας ἐνῆσαν μὲν οἱ πόνοι, ἧσσον δὲ πάντες· οἱ δὲ παροξυσμοὶ καὶ οἱ πόνοι τουτέῳ διὰ τέλεος ἐν ἀρτίῃσιν ἦσαν μᾶλλον. Εἰκοστῇ, οὔρησε λευκὸν, πάχος εἶχε, κείμενον οὐ καθίστατο· ἵδρωσε πολλῷ· ἔδοξεν ἄπυρος γενέσθαι· δείλης δὲ πάλιν ἐθερμάνθη, καὶ οἱ αὐτοὶ πόνοι· φρίκη· δίψα· σμικρὰ παρέκρουσεν. Εἰκοστῇ τετάρτῃ, οὔρησε πουλὺ λευκὸν, πουλλὴν ὑπόστασιν ἔχον· ἵδρωσε πολλῷ θερμῷ δι᾿ ὅλου· ἄπυρος· ἐκρίθη.

[17.11] Ἄῤῥωστος ἑνδέκατος.

Ἐν Θάσῳ γυνὴ δυσήνιος, ἐκ λύπης μετὰ προφάσιος ὀρθοστάδην ἐγένετο ἄγρυπνός τε καὶ ἄσιτος, καὶ διψώδης ἦν καὶ ἀσώδης. ᾬκει δὲ πλησίον τοῦ Πυλάδου, ἐπὶ τοῦ λείου. Τῇ πρώτῃ, ἀρχομένης νυκτὸς, φόβοι, λόγοι πουλλοὶ, δυσθυμίη, πυρέτιον λεπτόν· πρωῒ σπασμοὶ πολλοί· ὅτε δὲ διαλίποιεν οἱ σπασμοὶ οἱ πολλοὶ, παρέλεγεν, ᾐσχρομύθει· πολλοὶ πόνοι, μεγάλοι, ξυνεχέες. Δευτέρῃ, διὰ τῶν αὐτῶν· οὐδὲν ἐκοιμᾶτο· πυρετὸς ὀξύτερος. Τρίτῃ, οἱ μὲν σπασμοὶ ἀπέλιπον· κῶμα δὲ, καὶ καταφορὴ, καὶ πάλιν ἔγερσις· ἀνήϊσσε, κατέχειν οὐκ ἠδύνατο, παρέλεγε πολλά· πυρετὸς ὀξύς· ἐς νύκτα δὲ ταύτην ἵδρωσε πολλῷ θερμῷ δι᾿ ὅλου· ἄπυρος· ὕπνωσε, πάντα κατενόει, ἐκρίθη. Περὶ δὲ τὴν τρίτην ἡμέρην, οὖρα μέλανα, λεπτὰ, ἐναιώρημα δὲ ἐπὶ πουλὺ στρογγύλον, οὐχ ἵδρυτο· περὶ δὲ κρίσιν γυναικεῖα πουλλὰ κατέβη.

[17.12] Ἄῤῥωστος δωδέκατος.

Ἐν Λαρίσσῃ παρθένον πυρετὸς ἔλαβε, καυσώδης, ὀξύς· ἄγρυπνος· διψώδης· γλῶσσα λιγνυώδης, ξηρή· οὖρα εὔχροα μὲν, λεπτὰ δέ. Δευτέρῃ, ἐπιπόνως· οὐχ ὕπνωσεν. Τρίτῃ, πουλλὰ διῆλθεν ἀπὸ κοιλίης, ὑδατόχλοα, καὶ τὰς ἑπομένας διῄει τοιαῦτα εὐφόρως. Τετάρτῃ, οὔρησε λεπτὸν ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο· παρέκρουσεν ἐς νύκτα. Ἕκτῃ, διὰ ῥινῶν λαῦρον ἐῤῥύη πουλύ· φρίξασα, ἵδρωσε πολλῷ θερμῷ δι᾿ ὅλου· ἄπυρος· ἐκρίθη. Ἐν δὲ τοῖσι πυρετοῖσι, καὶ ἤδη κεκριμένων, γυναικεῖα κατέβη τότε πρῶτον· παρθένος γὰρ ἦν. Ἦν δὲ διὰ παντὸς ἀσώδης, φρικώδης· ἔρευθος προσώπου· ὀμμάτων ὀδύνη· καρηβαρική. Ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ᾿ ἐκρίθη. Οἱ πόνοι ἐν ἀρτίῃσιν.

[17.13] Ἄῤῥωστος τρισκαιδέκατος.

Ἀπολλώνιος ἐν Ἀβδήροισιν ὀρθοστάδην ὑπεφέρετο χρόνον πουλύν. Ἦν δὲ μεγαλόσπλαγχνος, καὶ περὶ ἧπαρ ξυνήθης ὀδύνη χρόνον πουλὺν παρείπετο, καὶ δὴ τότε καὶ ἰκτερώδης ἐγένετο· φυσώδης· χροιῆς τῆς ὑπολεύκου. Φαγὼν δὲ, καὶ πιὼν ἀκαιρότερον βόειον, ἐθερμάνθη σμικρὰ τὸ πρῶτον, κατεκλίθη· γάλαξι δὲ χρησάμενος ἑφθοῖσι καὶ ὠμοῖσι, πολλοῖσιν, αἰγείοισι καὶ μηλείοισι, καὶ διαίτῃ κακῇ, πάντων αἱ βλάβαι μεγάλαι· οἵ τε γὰρ πυρετοὶ παρωξύνθησαν, κοιλίη τε τῶν προσενεχθέντων οὐδὲν διέδωκεν ἄξιον λόγου, οὖρά τε λεπτὰ καὶ ὀλίγα διῄει, ὕπνοι τε οὐκ ἐνῆσαν· ἐμφύσημα κακόν· πουλὺ δίψος· κωματώδης· ὑποχονδρίου δεξιοῦ ἔπαρμα ξὺν ὀδύνῃ· ἄκρεα πάντοθεν ὑπόψυχρα· σμικρὰ παρέλεγεν· λήθη πάντων, ὅ τι λέγοι· παρεφέρετο. Περὶ δὲ τεσσαρεσκαιδεκάτην, ἀφ᾿ ἧς ῥιγώσας ἀπεθερμάνθη καὶ κατεκλίθη, ἐξεμάνη· βοὴ, ταραχὴ, λόγοι πολλοὶ, καὶ πάλιν ἵδρυσις, καὶ τὸ κῶμα τηνικαῦτα προσῆλθεν· μετὰ δὲ ταῦτα κοιλίη ταραχώδης, πολλοῖσι, χολώδεσιν, ἀκρήτοισι, ὠμοῖσιν· οὖρα μέλανα, σμικρὰ, λεπτά· πουλλὴ δυσφορίη· τὰ τῶν διαχωρημάτων ποικίλως· ἢ γὰρ μέλανα καὶ σμικρὰ καὶ ἰώδεα, ἢ λιπαρὰ καὶ ὠμὰ καὶ δακνώδεα· κατὰ δὲ χρόνους ἐδόκεε καὶ γαλακτώδεα διδόναι. Περὶ δὲ εἰκοστὴν τετάρτην, διὰ παρηγορίης· τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν· σμικρὰ δὲ κατενόησεν· ἐξ οὗ δὲ κατεκλίθη, οὐδενὸς ἐμνήσθη, πάλιν δὲ ταχὺ παρενόει· ὥρμητο πάντα ἐπὶ τὸ χεῖρον. Περὶ δὲ τριηκοστὴν, πυρετὸς ὀξύς· διαχωρήματα πουλλὰ, λεπτά· παράληρος· ἄκρεα ψυχρά· ἄφωνος. Τριηκοστῇ τετάρτῃ, ἀπέθανεν. Τουτέῳ διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης· οὖρα λεπτὰ, μέλανα· κωματώδης· ἄγρυπνος· ἄκρεα ψυχρά· παράληρος διὰ τέλεος. Φρενιτικός.

[17.14] Ἄῤῥωστος τεσσαρεσκαιδέκατος.

Ἐν Κυζίκῳ γυναικὶ θυγατέρας τεκούσῃ διδύμους, καὶ δυστοκησάσῃ, καὶ οὐ πάνυ καθαρθείσῃ, τὸ μὲν πρῶτον ἐπῆλθε πυρετὸς φρικώδης, ὀξύς· κεφαλῆς καὶ τραχήλου βάρος μετ᾿ ὀδύνης· ἄγρυπνος ἐξ ἀρχῆς, σιγῶσα δὲ καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη· οὖρα λεπτὰ καὶ ἄχροα· διψώδης, ἀσώδης τὸ πουλύ· κοιλίη πεπλανημένως, ταραχώδης, καὶ πάλιν ξυνισταμένη. Ἕκτῃ, ἐς νύκτα πουλλὰ παρέλεγεν· οὐδὲν ἐκοιμήθη. Περὶ δὲ ἑνδεκάτην ἐοῦσα, ἐξεμάνη, καὶ πάλιν κατενόει· οὖρα μέλανα, λεπτὰ, καὶ πάλιν διαλείποντα, ἐλαιώδεα· καὶ κοιλίη πολλοῖσι, λεπτοῖσι, ταραχώδεσιν. Τεσσαρεσκαιδεκάτῃ, σπασμοὶ πουλλοί· ἄκρεα ψυχρά· οὐδὲν ἔτι κατενόει· οὖρα ἐπέστη. Ἑκκαιδεκάτῃ, ἄφωνος. Ἑπτακαιδεκάτῃ, ἀπέθανεν. Φρενῖτις.

[17.15] Ἄῤῥωστος πεντεκαιδέκατος.

Ἐν Θάσῳ Δεάλκους γυναῖκα, ἣ κατέκειτο ἐπὶ τοῦ λείου, πυρετὸς φρικώδης, ὀξὺς, ἐκ λύπης ἔλαβεν. Ἐξ ἀρχῆς δὲ περιεστέλλετο, καὶ διὰ τέλεος αἰεί· σιγῶσα, ἐψηλάφα, ἔτιλλεν, ἔγλυφεν, ἐτριχολόγει· δάκρυα, καὶ πάλιν γέλως· οὐκ ἐκοιμᾶτο· ἀπὸ κοιλίης ἐρεθισμοὶ, οὐδὲν διῄει· σμικρὰ, ὑπομιμνησκόντων, ἔπινεν· οὖρα λεπτὰ, σμικρά· πυρετοὶ πρὸς χεῖρα λεπτοί· ἀκρέων ψύξις. Ἐνάτῃ, πολλὰ παρέλεγε, καὶ πάλιν ἱδρύνθη· σιγῶσα. Τεσσαρεσκαιδεκάτῃ, πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου, καὶ πάλιν βραχύπνοος. Ἑπτακαιδεκάτῃ, ἀπὸ κοιλίης ἐρεθισμῷ ταραχώδεα· ἔπειτα αὐτὰ τὰ ποτὰ διῄει, οὐδὲ ξυνίστατο· ἀναισθήτως εἶχε πάντων· δέρματος περίτασις καρφαλέου. Εἰκοστῇ, λόγοι πουλλοὶ, καὶ πάλιν ἱδρύνθη· ἄφωνος, βραχύπνοος. Εἰκοστῇ πρώτῃ, ἀπέθανεν. Ἦν ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιὸν, μέγα· ἀναισθήτως πάντων εἶχεν· αἰεὶ περιεστέλλετο· ἢ λόγοι πουλλοὶ, ἢ σιγῶσα διὰ τέλεος. Φρενῖτις.

[17.16] Ἄῤῥωστος ἑκκαιδέκατος.

Ἐν Μελιβοίῃ νεηνίσκος ἐκ ποτῶν καὶ ἀφροδισίων πολλῶν πουλὺν χρόνον θερμανθεὶς κατεκλίθη· φρικώδης δὲ καὶ ἀσώδης ἦν, καὶ ἄγρυπνος, καὶ ἄδιψος. Ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ πολλὰ κόπρανα διῆλθε ξὺν περιῤῥόῳ πολλῷ, καὶ τὰς ἑπομένας ὑδατόχλοα πολλὰ διῄει· οὖρα λεπτὰ, ὀλίγα, ἄχροα· πνεῦμα ἀραιὸν, μέγα, διὰ χρόνου· ὑποχονδρίου ἔντασις ὑπολάπαρος, παραμήκης ἐξ ἀμφοτέρων· καρδίης παλμὸς, διὰ τέλεος ξυνεχής· οὔρησεν ἐλαιῶδες. Δεκάτῃ, παρέκρουσεν ἀτρεμέως, ἦν δὲ κόσμιός τε καὶ ἥσυχος· δέρμα καρφαλέον καὶ περιτεταμένον· διαχωρήματα ἢ πολλὰ, λεπτὰ, ἢ χολώδεα, λιπαρά. Τεσσαρεσκαιδεκάτῃ, πάντα παρωξύνθη· παρεκρούσθη, πολλὰ παρέλεγεν. Εἰκοστῇ, ἐξεμάνη· βληστρισμός· οὐδὲν οὔρει· σμικρὰ ποτὰ κατείχετο. Τῇ εἰκοστῇ τετάρτῃ, ἀπέθανεν. Φρενῖτις.


Περὶ Ἐπιδημιῶν 4

ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΤΕΤΑΡΤΟΝ.

[1] Μετ᾿ ἰσημερίην καὶ μετὰ πληϊάδα, οἷα τὰ ἀνεσθιόμενα καὶ βλεννώδεα· ᾧ τὴν κεφαλὴν ὤϊξα, ἀπῆλθεν ὑπὲρ τοῦ ὠτός· τῷ παρὰ Λεωκύδεος, ἐν ποδί· Φανοδίκῳ, οἱ δάκτυλοι οἱ ἐν τῷ ποδὶ, ἐπὶ τοῦ στήθεος. Ὁ τμηθεὶς τὴν κνήμην, ταύτην μὲν καὶ ἐμελάνθη, ᾗ τὸ μέγα ἕλκος ἐν τῷ ἔξω τῆς κνήμης καὶ ἐκ τοὔπισθεν ᾔει· ἐπεὶ καθαρὸν ἐγίνετο, πλευροῦ ὀδύνη καὶ στήθεος κατ᾿ ἴξιν ἀριστεροῦ, καὶ πυρετοί· ἀπέθανεν ἀπὸ τοῦ πυρετοῦ.

[2] Τὸ χολῶδες τῷ σχοινοπλόκῳ κατακορὲς, καὶ τὰ καυστικά· καταφερομένῳ περὶ ἰσημερίην κάτω αἷμα πουλὺ διῆλθεν. Γέροντι πάνυ σφόδρα ἀπεγένετο, οὐ πρόσω τεσσαρεσκαίδεκα ἡμερέων. Τῷ δὲ στιγματίῃ παρ᾿ Ἀντιφίλου, καυστικῷ, κριθέντων ἑβδόμῃ, χολώδεϊ, τυφώδεϊ, τρίτῃ μετὰ κρίσιν ᾔει οὕτως αἷμα· περιεγένετο· καὶ ὑποστροφὴ ὕστερον ἐγένετο· ἐκρίθη, ὡς εἰκὸς, περὶ πληϊάδων δύσιν τὸ πρῶτον· μετὰ δὲ πληϊάδων δύσιν χολώδης ἐς μανίην· κρίσις περὶ ἐνάτην ἄνευ ἱδρῶτος.

[3] Περὶ ἰσημερίην ὁ Χαλκηδόνιος, ἀπὸ πυλέων μετακομισθεὶς παρ᾿ ἀγορὴν, ῥήγματος περὶ μαζὸν δεξιὸν ὀδυνώμενος, ἔπτυεν ἄλλοτε καὶ ἄλλοτε ὑπόχλωρον· γαστὴρ, χαριέντως· ἱδρὼς, ἀρξάμενος ἑβδόμῃ, εἶχε τὰ πολλὰ ἄχρις ὀγδόης· ἐκρίθη τεσσαρεσκαιδεκάτῃ· περὶ δὲ τεσσαρακοστὴν ἤρθη περὶ τὰ ὦτά οἱ ἀμφότερα· οὐκ ἀπεοικὸς ἐδόκει ἔμπυος ἔσεσθαι, οὐκ ἐγένετο.

[4] Στῆθος Ἀριστοδήμῳ ἐκαύθη. Τῷ Φιλίδος ὁμοίως ἀπέβη, ἐκ πτώματος καὶ τούτῳ· προϋπῆρχε δὲ ὀδύνη τις ἀνωτέρω.

[5] Μετ᾿ ἰσημερίας φθινοπωρινὰς, ὑποστροφαὶ, καὶ ἄλλως μέχρι τροπέων χειμερινῶν.

[6] Μεθ᾿ ἡλίου τοῦ θερινοῦ ἡ Ἀχελώου ἑκταίη ἀπέφθειρεν, ἐμετώδης ἐοῦσα καὶ φρικώδης· καὶ ἱδρῶτες· κρίσις, τεσσαρεσκαιδεκάτῃ· ὁποσάμηνον οὐκ οἶδα· ἄρσεν δὲ καὶ ἄλλο πρὸς τὰς εἴκοσιν ἔφη, εἰ ἀληθέα, οὐκ οἶδα.

[7] Περὶ ἡλίου τροπὰς χειμερινὰς, βόρεια ἦν· ἰκτεριώδεες ἐγένοντο κατακορέως, καὶ οἱ μὲν φρικώδεες, οἱ δὲ οὔ· γλῶσσαι ξυγκεκαυμέναι τρίτῃ, καὶ ὄχλοι περὶ ἕκτην καὶ ἑβδόμην, καὶ οὗτοι μακρὰν ἀποτείνοντες· τεσσαρεσκαιδεκάτῃ, γαστέρες ἀντεχόμεναι, καὶ ἐν τῇσι φαρμακείῃσιν οὐχ ὑπακούουσαι, κατὰ λόγον τῶν πυρετῶν, καὶ ἀνίδρωτες· σπλῆνες ἔστιν οἷσι σμικροὶ, σκληροί· πρὸς ὑποχόνδρια δεξιὰ ἐντεταμένοι, καὶ πρὸς χεῖρα ὑποβορβορύζοντες, αἱμόῤῥοοι, καὶ οὔροισιν ἡ κάθαρσις καὶ ἡ κρίσις. Πολλῷ δὲ μᾶλλον εἴχοντο κάτω, καὶ γὰρ τοῦτο ἐπελαμβάνετο ὑπὸ τὸν χρόνον τοῦτον. Οἷσι μὴ οὕτως ἦν, σπλῆνες δὲ ἐπηρμένοι, αἱμοῤῥαγίη ἐξ ἀριστεροῦ. Ἥλιος ἐτράπετο, τὰ χειμερινὰ χειμερίως ἐν βορείοισι, μετὰ δὲ ὀλίγον νότια ἦν ἐφ᾿ ἡμέρας πεντεκαίδεκα, μετὰ δὲ ταῦτα νιφετὸς τεσσαρεσκαίδεκα ἡμέρῃσιν· ἀμφὶ ταῦτα τοῦ ἔτεος, ἰκτεριώδεες, κατακορέες, οὐ κρινόμενοι εἰλικρινέως, φιλυποστροφώδεα. Μετὰ δὲ χιόνας, νότια ἐπεγένετο, καὶ ὑέτια· κόρυζαι κατεῤῥάγησαν καὶ ξὺν πυρετοῖσι καὶ ἄνευ πυρετῶν, ἑνὶ δέ τινι καὶ ἐς ὀδόντας, ἐκ τοῦ μέσου προηλγηκότι, ἐπὶ δεξιὰ, καὶ ὀφρὺν καὶ ὄμμα. Ἦσαν δὲ καὶ βραγχώδεες, καὶ φάρυγγες φλεγμαίνουσαι, καὶ οἱ σπόγγοι καλεόμενοι ἀνεῖχον, καὶ τὰ παρὰ τὰ ὦτα καὶ γνάθον ἐπάρματα μαλθακὰ, καὶ ξὺν πυρετῷ καθίστατο. Ἀρχομένοισι πυρεταίνειν ἐγίνετο ἐπάνω καὶ ἐπὶ θάτερα τὰ πουλλὰ τουτέων· καὶ οἱ σπόγγοι εἰσὶν οἷσιν ὑπὸ τὸ μετόπωρον καὶ τὸν χειμῶνα, ἀτὰρ καὶ τὰ πιτυρώδεα· καὶ ἀπέφθειραν πολλαὶ παντοίως, καὶ ἐδυστόκεον. Ἕκτῃ τῇ παρθένῳ κριθέντα, ἕκτῃ ὑπετροπίασεν, ἐκρίθη δὲ δι᾿ ἕκτης. Πάντα ἐν τούτοισι τοῖσι χρόνοισιν ἑκταῖα, ὀγδοαῖα ἐκρίνετο.

[8] Περὶ πληϊάδων δύσιας, ἡ Μαιανδρίου τοῦ τυφλοῦ αὐτίκα χλωρὸν καὶ αὐτίκα πυῶδες ἔπτυσεν· περὶ ἕκτην, καὶ ἥπατος ζύμωσις, καὶ κάτω ὑποχώρησις ὀλίγη· σαρκοπυώδεα ἄνω, ὀλίγα, λευκὰ, πλατέα ἀνέπτυσεν· ἀπόσιτος· ἀπέθανεν ἐγγὺς εἰκοσταίη.

[9] Ἡ ἐκ τῶν γειτόνων Θέστορος οἰκέτις, ἐκ καυστικῶν ὑποχωρήσιος χολώδεος, συχνῆς, ὑποχονδρίου ἐντεταμένου· τῇ ἕκτῃ, ἐξ ἐπισχέσιος ἡ κοιλίη λεπτὰ συχνὰ ἐς ἅπαξ διῆλθε, καὶ εὐθέως ἵδρωσε, καὶ ἐκρίθη, καὶ ἡ κοιλίη ἔστη· ἐς δὲ τὴν αὐτὴν ὥρην ῥιγώσασα ἐπυρέτηνε, καὶ ἐς τὴν αὐτὴν πάλιν ὥρην.

[10] Ἡ Θερσάνδρου, λευκοφλεγματώδης οὐ πάνυ ἐοῦσα, θηλάζουσα, ἐπυρέταινεν ὀξύ· ταύτῃ ἡ γλῶσσα ξυνεκαύθη, τῶν ἄλλων ξυγκαιομένων· ὑπὸ τὸν χρόνον τοῦτον, γλῶσσά τε ἐτρηχύνετο, ὥσπερ χαλαζώδει πυκνῷ, καὶ ἑλμίνθια κατὰ στόμα· περὶ δὲ τὴν η, οὐ τελέως ἐκρίθη.

[11] Περὶ δὲ πληϊάδων δύσιας, ὁ Μητροφάντου τὴν κεφαλὴν πληγεὶς ὑπὸ ἑτέρου παιδὸς ὀστράκῳ, καὶ ἀπογενόμενος δωδεκαταῖος, ἐπυρέτηνεν· προφάσιος δὲ, ὅτι σμήχων ἔτριψε τὰ περὶ τὸ ἕλκος, καὶ μετεψύχθη· ἐξήρθη τὰ χείλεα αὐτίκα, διελεπτύνθη τὸ δέρμα πανταχῆ ἀπὸ τοῦ ἕλκεος πρόσω. Πρισθέντι δὲ οὐ βραδέως, οὔτε πῦον ἐῤῥύη, οὔτε ἐκουφίσθη· παρὰ δὲ τὸ οὖς ἐδόκει παραπυΐσκειν, ἐπὶ τῇ γένυϊ, ἐπὶ τὰ ἀριστερά· ταύτῃ γὰρ καὶ τὸ ἕλκος· ἔπειτα τοῦτό τε οὐκ ἀπεπύει, καὶ ὁ ὦμος ὁ δεξιὸς ἐνεπύησε ταχέως. Ἀπέθανε περὶ τέσσαρας καὶ εἴκοσιν.

[12] Μετὰ πληϊάδων δύσιας, ὁ τὸ οὖς ἀλγήσας, περὶ εἴκοσιν, ὕστερον ἄφωνος, τὰ ἐπὶ δεξιά τε ἀκρατής· ἀπύρετος, ἵδρωσεν· δεξιὸν οὖς, δεξιὸς ὀφθαλμὸς ἑστήκει οὐ κάρτα, καὶ ἐφείλκετό τι ἐκ τοῦ κάτω μέρεος· ἀριστερὰ δὲ ἴλλαινεν αἰνῶς ὀδυνώμενος· τράχηλος σκληρὸς ἐπεγένετο· τρίτην ὥρην ἴσως ὠδυνήθη ὕστερον.

[13] Μετὰ πληϊάδων δύσιν ὁ θεράπων ὁ τοῦ Ἀττικοῦ, ὑπὸ τεταρταίου ἁλισκόμενος, τυφώδης, ἱδρύθη. Ἕτερος τὴν αὐτὴν ὥρην ἀληθεῖ τυφωμανίῃ· ἐς ἰσχία καὶ σκέλεα ἦλθεν ὀδύνη, ἐπαύετο, ποσταῖος οὐ γινώσκω. Ταύτην τὴν ὥρην, φρικώδεες, ἐμετώδεες, καὶ μετὰ κρίσιν ἀπόσιτοι, καὶ χολώδεες, καὶ σπλῆνες μεγάλοι σκληροὶ, ὀδυνώδεες, καὶ αἰμοῤῥαγικοί· τισὶ δὲ τὴν αὐτὴν ὥρην μετὰ πληϊάδων δύσιας, ἐκ ῥινῶν αἷμα χλοῶδες ἐπὶ πλάνησιν.

[14] Ἐν Κρανῶνι, τῇ Νικοστράτου λειφθείσῃ τεσσαρεσκαιδεκάτῃ ἔφθασεν αὐτίκα ἀκράτεια τραχήλου καὶ τῶν ἄλλων· καὶ σῖτος ἐγκατεκλείσθη μέχρι δεκάτης. Πνεῦμα πυκνὸν, σμικρόν· ἀκρασίη· ψηλαφῶσα δακτύλους· παραλέγουσα· ἱδρῶτες· εἱλκύσθη ἐπὶ τὰ δεξιὰ τράχηλος, στόμα, ὄμμα, ῥίς. Οὔρων ὑπόστασις, λευκὴ, ὀροβώδης· ἑτέρη, λευκὴ, ξυσματώδης· ἄλλη ὑπόχλωρος, λεκιθώδης· ταύτῃ ἔστιν ὅτε ὡς πιμελῶδες ἐφίστατο· τοῦτο ἀθρόον, οὐκ ἐπιπολὺ διεσκεδασμένον, οἷον τὸ ἐναιώρημα διεστηκὸς, οἷον ἐξ οἵου τὸ ὑφιστάμενον ἔπειτα οὐρεῖται· καὶ τὸ μέν τι τοιοῦτον, τὸ δὲ ἱδρυμένον· ἄλλο τοιοῦτον ὀλίγον, ἐπὶ πλατὺ διεσκεδασμένον· ἄλλο τεταραγμένον· ἕτερον τοιοῦτον· ἐναιώρημα νεφελίου ὑπομέλανος, δοκέοντος πάχος ἔχειν, χαύνου δέ· ἄλλο λεπτόν· ἄλλο ἐναιώρημα λεπτὸν τοιοῦτον· ἄλλο, οἷον ἵππου· ἄλλο οἷον τὰ ζοφώδεα.

[15] Ὁ πρῶτος παρενεχθεὶς, μειράκιον· τούτῳ οὖρον καθαρὸν, λεπτόν· πάντων διαχώρησις πουλλὴ, λεπτὴ, ἄχολος· γλῶσσα τρηχέη πάνυ· πυρετὸς περικαής· ἄγρυπνος· κοιλίη κυρτή· οὗτος παρέκρουσεν, οἶμαι, ὀγδόῃ, τρόπον τὸν ἀκόλαστον, ἀνίστασθαι, μάχεσθαι, αἰσχρομυθέειν ἰσχυρῶς, οὐ τοιοῦτος ἐών. Τούτῳ ἀθρόων οὔρων πολλῶν ἐλθόντων λεπτῶν ἐξ ἐπισχέσιος, ὕπνος ἐγένετο ξυνεχὴς, καὶ ἱδρὼς, κρίσιμος δοκέων ἐξ οὐ τοιούτου, ἴσως περὶ δεκάτην· ἔπειτα ἐξεμάνη τε αὖθις, καὶ ἀπέθανε ταχέως, ἑνδεκαταῖος. Προφάσιος, οἶμαι, πιεῖν ἄκρητον συχνὸν, πρὶν ἐκμανῆναι. Ὀλίγα ἔτεα αὐτῷ, εἴκοσιν ἐγγύς.

[16] Τοῦ φθινοπώρου, ἤμεσε χολὴν μέλαιναν ἡ Εὐμένεος· καὶ αἱ ὀδμαὶ δὲ πρόδηλοι· καὶ οἱ φρικώδεες πυρετοί· καὶ αἱ καρδιαλγίαι· χολώδεα βραχέα ἀνεμοῦσα, καὶ τὸ ἑλμίνθιον· διαχωρήματα λεπτὰ πάντα τὸν χρόνον. Πρὸ πληϊάδων δύσιος, ὀλίγον τε περὶ αὐτὰς, αἵ τε αἱμοῤῥαγίαι, καὶ βραχύτεροι οἱ πυρετοὶ, καὶ ὑποστροφώδεες αὐτίκα βραχέῃσιν ὑποστροφῇσιν· καὶ ἀπόσιτοι, καὶ ἑφθοὶ, καὶ ἀσώδεες, καὶ καρδιαλγέες, καὶ θηριώδεες ἐν τῇσι κρίσεσι, καὶ ῥιγώδεες, καὶ χολώδεες.

[17] Μειράκιον ξένον, τρίτῃ αἷμα ἐκ ῥινῶν πουλὺ, καὶ τετάρτῃ, καὶ πέμπτῃ· ἕκτῃ ἵστατο. Κοσμίως παρέκρουσεν ἑβδομαῖος· γαστὴρ ἑστήκει· κωματώδης ἦν· ὑποστροφὴ τριταίῳ ἐξέλιπε γαστὴρ ἀντεχομένη· οὖρον οὐκ οἶδα· περὶ κρίσιν, οἷον ἔδει.

[18] Περὶ δὲ πληϊάδων δύσιας νότια καὶ ὑέτια ἦν. Μειράκιον, μυξώδεα, ὑπόχολα, πέπονα, γλίσχρα, συχνὰ διαχωρήματα· πῦρ ξυνεχές· γλῶσσα ξηρή. Ἐκρίθη ἑκταῖος· ἑβδομαῖον αὖθις ἔλαβεν· ἀφῆκεν αὐθημερὸν τρόμῳ· ὠτὸς ῥεῦμα κατ᾿ ἀριστερὸν, γλίσχρον, παχὺ, ἕκτῃ.

[19] Τῷ παιδίῳ τῷ φαγεδαινωθέντι, ὀδόντες οἱ ὑποκάτω, καὶ τῶν ἄνω οἱ ἐμπρόσθιοι ἀνέπλεον· ἔγκοιλον εἶχον ὀστέον. Ὧν μὲν ἐκ τῆς ὑπερῴης ἀπέρχεται, μέση ἵζει ἡ ῥίς· ὧν δὲ οἱ ἄνω ὀδόντες οἱ ἔμπροσθεν, πλατεῖα ἄκρη. Ἀριθμούμενος ὁ πεμπταῖος ἀπὸ τῶν ἔμπροσθεν, τέσσαρας ῥίζας κατὰ δύο συνεζευγμένας ὡς πρὸς ἑκάτερον τῶν γειτόνων ὀδόντων, ἄκρας ἀποκεκαμμένας ἐς τὸ ἔσω μέρος πάσας παρὰ τὸν τρίτον ὀδόντα, ἀποπυήματα πλείω, ἢ παρὰ τοὺς ἄλλους πάντας, καὶ τὰ ἐκ ῥινῶν παχέα ῥεύματα, καὶ αἱ ἀπὸ κροτάφων ὀδύναι ἐκ τούτου μάλιστα γίνονται. Ἐσθίεται οὗτος, μάλιστα ὁ πέμπτος. Ἐκ μέσου μὲν κόνδυλον εἶχεν, δύο δὲ ἔμπροσθεν· ὁ σμικρὸς, πρῶτος, ἔνδοθεν κατὰ τοὺς δύο ἐβέβρωτο. Ῥίζαν μίην, παχέην, ὀξέην, εἶχεν ὁ ἕβδομος. Τῷ Ἀθηνάδεω παιδίῳ ἄρσενι, ὀδὼν ὁ ἐπ᾿ ἀριστερὰ κάτω, ἄνω δὲ ὁ ἐπὶ δεξιά· τούτου οὖς δεξιὸν ἐνεπύησεν, οὐκ ἔτι ἀλγέοντος.

[20] Μετὰ δὲ πληϊάδα, εὐδίαι ἐπινέφελοι, καὶ ὀμίχλαι. Κρίσιες πεμπταῖαι, καὶ ἑκταῖαι, καὶ ἑβδομαῖαι, ἔτι δὲ καὶ μακρότεραι· ὑποστροφώδεες οἱ πυρετοὶ, καὶ ἔς τι πλανώδεες, καὶ ἀπόσιτοι, καὶ χολώδεες· καὶ δυσεντερίαι, ἀπόσιτοι, πυρώδεες. Περὶ πληϊάδων δύσιας, νότια ἰσχυρῶς ἦν· αἱμοῤῥαγίαι, καὶ τριταιοφυέες, καὶ ἠπιαλώδεες. Ὁ ἐν τῷ σκυτείῳ ᾑμοῤῥάγησεν· κατακορὴς διαχώρησις ὀλίγη· ἐκρίθη ἑβδομαῖος ῥίγει. Ὁ παῖς ὁ παρὰ τὸ ἔσχατον καπηλεῖον ᾑμοῤῥάγησε τεταρταῖος πολλόν· αὐτίκα ἐφλυήρει· γαστὴρ ἀντίσχετο· ὑποχόνδριον ὀδυνῶδες, σκληρόν· πρὸς βάλανον ἑκταίῳ ὑπῆλθε κακὰ, χλωρά· ἑβδόμῃ πρωῒ, ῥιπτασμὸς, πουλλὴ βοὴ, φλεβῶν σφυγμοὶ παρ᾿ ὀμφαλόν. Ἐν τοῖσιν ὀξυτάτοισι τῶν πυρετῶν, οἱ σφυγμοὶ πυκνότατοι καὶ μέγιστοι· οἷον τὸ ἐς δείλην παροξύνεσθαι, τοιοῦτον ἐν πάσῃ τῇ νούσῳ. Πρὸς τὰς ἀρχὰς δὲ καὶ οἱ παροξυσμοί· καὶ τὸ πρωϊαίτερον σκεπτέον, καὶ τὸ συνεχέων, καὶ τὸ τοῦ ἐνιαυτοῦ. Μετὰ πληϊάδων δύσιας, νότια. Πέμπτῃ κρινόμενα, διαλείποντα, μίην λαμβάνει. Τὰ δὲ φολικώδεα, ἐπιφλυκταινούμενα, οἷα τῷ Ἀκανθίῳ λατύπῳ. Περὶ δὲ πληϊάδων δύσιας, ὑποψωρώδεα καὶ τρηχέα τὰ κνησμώδεα, οὐκ ἐπιδακρύοντα, μᾶλλον μὲν ταύτην τὴν ὥρην· ἀτὰρ καὶ τὰ λειχηνώδεα, ἐξαιρόμενα ταῦτα, οἷα τῇ Πυθοδώρου καὶ τῷ καπήλῳ, ξὺν πυρετῷ ἅμα ἀρχομένῳ, σχεδὸν τῇ Πυθοδώρου ἰσχία ἀκρατέα. Μετὰ πληϊάδων δύσιας, φρικώδεες, αἱμοῤῥαγικοὶ ἐκ ῥινῶν. Ὁ μὲν γ λαύρως, ὁ σκυτεὺς, ἐκρίθη ἑβδομαῖος· μίην διαλιπὼν, μίην ἐλάμβανεν αὖθις· τετάρτῃ ἐκρίθη. Ἄλλος τῶν παρὰ Λεωκύδεος ἐκρίθη ἑβδόμῃ· ἄλλος τετάρτῃ. Μόσχος, ἐνάτῃ λαῦρον ἐξ ἀριστεροῦ, βραχὺ δὲ ἐκ δεξιοῦ μυκτῆρος· πρὸς τὰς τεσσαρεσκαίδεκα, ἐς κρίσιν ᾗ ἔδει, ἀρξάμενα, παρωξύνετο· ἁμαρτάδες βρωμάτων ἑπτακαιδεκάτῃ ἐγένοντο. Παρὰ τὸ οὖς ἐπὶ δεξιὰ σμικρὸν ἔσωθεν σκληρὸν, ἔξωθεν σμικρὸν χαῦνον, ὀδυνῶδες, οὐδὲν ἐπεδίδου· ἐννεακαιδεκάτῃ, ἀπεγένετο νυκτός. Τοῖσι πάνυ χολώδεσιν, ἐν πυρετοῖσι μάλιστα, ὅλως ἐπὶ σκέλεα ἡ κάθαρσις· οἷον ὁ τὴν σικύην προσβαλλόμενος, ἐπεὶ ἐς τὸ ἰσχίον ὀδύνη τούτῳ ἐς σκέλος κάτω ἦλθε, καὶ ἐῤῥήϊσεν. Ὁ ἀπὸ τοῦ κεραμέου ἴπνου καταπεσὼν, ᾧ οὐ προσεβλήθη αὐτίκα σικύη, ἐκαύθη ἔσω, καὶ εἰκοστῇ ἐπαλιγκότησεν, αἱμοῤῥαγικὰ, καὶ τρυγώδεα, καὶ ἐσθιόμενα. Ἡ Τενεδίη τεταρταίη ἀπέφθειρεν, ὡς ἔφη, τριηκοσταῖον ἄῤῥεν· γαστὴρ ὑγρὰ, λεπτά· ξυνεκαύθη γλῶσσα· κρίσις, τεταρταίη. Μετὰ πληϊάδων δύσιας, σπληνώδεα, καὶ μέχρι πέμπτης ἔῤῥει. Ἐκρίθη ἑβδομαίῳ ἐόντι, οὖρον, οἷον ὀρόβων πλύμα, ὅμοιον αὐτὸ ἑωυτῷ, ἔπειτα καθαρόν· ὑποστροφή. Διέλιπέ τε καὶ τῷ Μεγάρεος, πλὴν αἷμα οὐκ ἐῤῥύη· οὖρον, οἷον τὸ Ἀρτιγένεος, λευκὸν, παχὺ, ὅμοιον.

[21] Ἡλίου χειμερινέων τροπέων, ἄστρον οὐ σμικρόν· πέμπτῃ δ᾿ ὕστερον καὶ ἕκτῃ σεισμός. Ὅτ᾿ ἐν Περίνθῳ ἦμεν, ἡ ἀσθματώδης, ἡ Ἀντιγένεος, ἡ οὐκ εἰδυῖα εἰ ἔχοι, ἐρυθρὰ ἐπιφαινόμενα ἄλλοτε καὶ ἄλλοτε· γαστὴρ σμικρὴ, ἄλλοτε μεγάλη, οἷον, βήσσουσα γὰρ ἐτύγχανεν, ὁδοιπορῆσαι θᾶσσον· μὴν ἦν ὄγδοος· ἱδρύθη προπυρεταίνουσα.

[22] Ἡ δὲ τοῦ Ἀπημάντου ἀδελφεοῦ γυνὴ ἀπέφθειρεν ἑξήκονθ᾿ ἡμερῶν, ὡς ἔφη, ἑβδομαίη θῆλυ· περὶ δὲ ἐνάτην ἐθορυβήθη· μετὰ δὲ κρίσιν, τὰ δεξιὰ ἤλγει, ὡς ἂν ἀπὸ ὑποστροφῆς· αὐτὴ εἶχε ταχέως, καὶ ἀπέφθειρεν. Ἑτέρη λευκοῖς θυγατέρα ἔτεκεν· ἑτέρη ἐρυθροῖς, ὡς ἔδει.

[23] Φρικώδεες, ἀσώδεες, ἀπόσιτοι, ὑποστροφώδεες, χολώδεες, αἱμοῤῥαγικοὶ, ὑπόσπληνοι, ὀδυνώδεα τρόπον ἐκ τῶν ἀριστερῶν οἱ πλεῖστοι. Τῇ Ἀπημάντου, ᾗ ἔστραπτο, ταύτῃ τὸν ὀφθαλμὸν τὸν δεξιὸν, τὸν δὲ κενεῶνα ἐπὶ τὰ ἕτερα. Ἡ Ἀριστοφῶντος θυγάτηρ, τῇ τρίτῃ· καὶ τῇ πέμπτῃ ἐπυρέτηνεν· ξηρὴ διετέλει τὰ πλεῖστα· γαστὴρ μέντοι ταραχώδης ταύτῃ· δύσκριτα· ὑπὲρ τριήκοντα ἐπαύσατο. Φλύκταιναι μὲν ἐκ κόπων οὐ κάρτα ἰσχυρῶν ἀφικνεῦνται ἐς ἑβδόμην, ὑποπέλιοι. Ῥῖγος τῇ ὄπισθεν τοῦ Ἡρωΐου παιδίσκῃ ἐγένετο. Αἱ δὲ λευκαὶ μεγάλαι, οὐδ᾿ αὐταὶ πάνυ χρησταὶ, τῶν κατοχέων καὶ ὑπνωδέων, καὶ μὴ ξυμπιπτόντων, καὶ χολῆς ἀντεχομένης, καὶ ἢν ὑγρὴ ᾖ ἢ σκληρὴ, οὐ ξυμπίπτοντες. Ζωΐλου τοῦ τέκτονος τρομώδεες σφυγμοὶ, νωθροί· οὔρησις καὶ κοιλίη, μετρίως ἀχρόως· ἤτρου ἔντασις ἑκατέρωθεν ἐς ἰθὺ μέχρις ὀμφαλοῦ, ξὺν ὀξεῖ· ἀπόσιτος· διψώδης.

[24] Ἡ παρὰ Τηκομαίῳ ἀγορηνόμου θυγάτηρ, ἐν γαστρὶ ἀσήμως ἀρξαμένη, διμήνου ἔμετος φλεγματώδης, ὁτὲ δὲ χολώδης, ἔῤῥηξεν· χαλεπῶς ἔτεκεν· τελέως ἐκαθάρθη· ἔμετος ὁμοῖος μέχρι τριηκοστῆς· ἔπειτα γαστὴρ ἐταράχθη, καὶ ὁ ἔμετος ἐπαύσατο· λειεντερίη· γυναικεῖα οὐκ ἐγένετο δύο ἐτέων· χειμῶνος ἔσχεν αἱμοῤῥοΐδας.

[25] Οἱ δύο ἀδελφεοὶ, οἱ τοῦ Κέκροπος οἰκεῖοι, οἷσι τὰ μέλανα κατ᾿ ἀρχὰς διῄει, ὑπότρυγα, καρυκοειδέα, ἐκ κατακορέων ἀφρωδέων χλοώδεες ἦσαν. Ὃς τὸν οἶνον ἐκ συνθήκῃς ἦρεν, ἐπυρέτηνεν αὐτίκα· τριταίῳ ᾑμοῤῥάγησε, τετάρτῃ καὶ πέμπτῃ καὶ ἑβδόμῃ καὶ ὀγδόῃ· ἐκρίθη· κοιλίη ὑγρή. Ὁ ἐκ μετάλλων, ὑποχόνδριον δεξιὸν ἐντεταμένον· σπλὴν μέγας· κοιλίη ἐντεταμένη, ὑπόσκληρος· πνευματώδης, ἄχροος· τούτῳ ἐς γόνυ ἀριστερόν· ὑποστροφή· δι᾿ ὅλου ἐκρίθη. Ὁ Τημένεω εἶχέ τι πνεύματος ὡς χλοώδης, ἐς νῶτα, ἐς χεῖρας ὀδύνη. Ὁ τῆς λεχοῦς ἀνὴρ, ὁ παρὰ τὰ σιτοδόκου, ὁ ἰκτεριώδης, πρὸς ὃν ἑβδομαῖον ἐσῆλθον, ὀγδόῃ ἀπώλετο, οὔτε οὐρέων, οὔτε διαχωρέων· ὑποχόνδρια μεγάλα καὶ σκληρά· καὶ πνεῦμα πυκνόν· οὗτος ἀπολλύμενος οὐδ᾿ ὑπὸ τοῦ πόνου ἐνότισε τὸ μέτωπον. Ἡ τούτου γυνὴ ἐξέβαλε θῆλυ ἑβδόμῃ ἑβδόμῳ μηνί· ἐφάνη δὲ τετάρτῃ· ταύτην μὲν ἐν ἀρχῇ ποδῶν ὀδύνη εἶχεν· λήγοντος τοῦ πυρετοῦ, πνεῦμα οὐκ ἐλύθη, ἀλλ᾿ ἐγκατελήφθη· ἐς χεῖρας ὀδύνη καὶ βραχίονα· ὑποστροφὴ διὰ μηκίστου ἔλαβεν· ῥῖγος· ἐπέσχετο οὖρα πρὸ κρίσιος. Ἡ παρὰ Τημένεω ἀδελφεῇ ξὺν ῥίγει ἐκρίθη· τοῦ χλοώδεος δὲ λήγοντος, ταχέως, χεῖρες καὶ ὦμοι· τούτων δὲ ληγόντων, κεφαλῆς, ὀφθαλμῶν· τὰ ἄνω βλέφαρα ἐπήρθη, καὶ ἐδακρυῤῥόει· οὐκ οἶδα τὰ λοιπά· ἐκρίθη περὶ ἑβδόμην τοῦ πρώτου. Ὁ δὲ Μενάνδρου ἀμπελουργὸς, ὡσαύτως· πλὴν γαστὴρ κατ᾿ ἀρχὰς λεπτὰ ἐδίδου, ἔπειτα ἔστη, καὶ τὸ οὖρον· ἐκρίθη· οὐκ ἐῤῥίγωσεν ἑβδόμῃ, ἦρα ὅτι ἡ γαστὴρ προεταράχθη; Ὁ Ποτάμωνος, τούτῳ κοιλίη οὐ διῄει ἑβδομαίῳ, πρὸ κρίσιος δύο ἡμέρας, οὐκ ἐῤῥίγωσε διὰ τοῦτο, οὐδὲ τὸ οὖρον ἔσχετο. Ὁ ὀδοὺς τοῦ Ἡγησιστρατίου, ᾧ τὸ ἀποπύημα παρ᾿ ὀφθαλμὸν, καὶ ἀπεπύησε παρὰ τὸν ἔσχατον, καὶ αὖθις ἐξιήθη ὁ ὀφθαλμὸς, καὶ κατὰ ῥῖνας πῦον ἧκε παχύ· παρὰ τὸ οὖλον, σαρκία σμικρὰ, στρογγύλα, ἀπῆλθεν· τούτῳ παρὰ τὸν τρίτον ἐδόκει ἀποπυήσειν, ἔπειτα ἀπετρέπετο, ἐξαίφνης δὲ ᾤδησεν ἡ γνάθος, καὶ ὀφθαλμοί. Οἷσιν ἐς τοὺς ὀφθαλμοὺς ἀποστάσιες ἐν καύσοις, ἐξέρυθροι γνάθους, καὶ αἱμοῤῥαγικοί· ἀτὰρ καὶ οἷσι παρὰ τὰ ὦτά ἐστιν· ἴσως δὲ καὶ ἀποστάσιες ἐς ἄρθρα μᾶλλον, οὐ μὴν σάφα οἶδα. Τί τὰ ῥίγεα τρομώδεσιν; Ὑποχονδρίου ἔντασις, γυναικεῖα ἐπεφάνη δεκάτῃ καὶ ἑβδόμῃ, ἐκρίθη διατελέως. ᾟ γε μὴ οὕτως ἐνέμεινεν, ἐκρίθη τρίτῃ· ἄλλη, πέμπτῃ· ἄλλη ἑβδόμῃ ἐκρίθη. Τῷ Ἡγησιστρατίῳ οἱ δύο ὀδόντες οἱ ἔσχατοι τὰ πρὸς ἀλλήλους ἐβέβρωντο· ὁ ἔσχατος εἶχεν ἄνωθεν τοῦ οὔλου δύο κονδύλους, ἕνα μὲν κατὰ βρῶμα, ἕνα δὲ ἐπὶ θάτερον. ᾟ δὲ οἱ δύο, ταύτῃ ῥίζαι πλατεῖαι, ἴκελοι, ἐκ δύο ξυνέπιπτον· ἐπὶ τὰ ἕτερα μία, ἡμίσεια, στρογγύλη. Γυναικὶ, ᾗ ᾑμοῤῥάγησε τετάρτῃ καὶ ἕκτῃ, ἑβδομαίῃ ἐκρίθη· ἐξέρυθρος. Γυναικὶ καρηβαρικῇ ἰσχυρῶς, ταύτῃ ἐκρίθη περὶ εἰκοστήν· καυσώδης ὑποχόνδρια· ἑβδόμῃ οὐ κάρτα ᾑμοῤῥάγησεν· διαχωρήματα λεπτά· ἐς ὀφθαλμὸν δεξιὸν, περὶ ὀγδόην. Ἀνδρὶ ταὐτὰ, πλὴν ἑβδόμῃ ἐκρίθη· ὑπόσπληνος, ἐς τὰ ἀριστερὰ, ὀγδοηκοσταίῳ· καὶ χρονιώτερα τούτῳ τὰ τοῦ ὀφθαλμοῦ, ἴσως ὅτι ὕστερον τῆς κρίσιος, καὶ ὅτι πολλά.

[26] Τημένεω ἀδελφιδῆ πνευματώδης, ὑποχόνδρια καὶ ἐντεταμένα ἐφάνη διὰ χρόνου· εἰ δὲ καὶ εἶχέ τι νήπιον, οὐκ οἶδα. Γαστὴρ τὰ πρῶτα ἑστηκυῖα, καὶ ἐμετώδης τότε, ἔπειτα οὐκ ἔτι· γαστὴρ διῄει πουλλὰ γλισχρόχολα, ὑποχόνδριον οὐκ ἐκώλυεν. Ἑνδεκάτῃ, ἐς τὸν μέγαν τῆς δεξιῆς, φλεγμονή· κατάῤῥηξις, καὶ ἐπεχώρει ἀνωτέρω. Τούτου γενομένου, βελτίων ἐγένετο· καὶ γὰρ καταφορὴ ἧσσον καὶ πυρετὸς, καί τινι καὶ εὐπνοωτέρη, ὅτι ἄνω ἤμει ἔμετον κακόν. Ἑκκαιδεκάτῃ, ἰσχνὸν ἐγένετο, καὶ πνεῦμα πυκνὸν, καὶ πυρετός· ἀπέθανεν. Αὕτη ἐπύρεξε πρὸ τῆς ἀποστάσιος· ἑβδόμῃ, μετὰ τὴν ἀπόστασιν ἀπώλετο· ἦν καὶ αὕτη τοῦ ἐξερύθρου τρόπου.

[27] Ὁ παῖς, ὃς ἦν τῆς γυναικὸς τῆς τοῦ Ἀπημάντου ἀδελφεῆς, ὑποχόνδρια μεγάλα καὶ σπλὴν, πνεῦμα· διαχώρησις γλισχρόχολος, ὑπόκοπρος· κοπιώδης ἐξ ἔργων· εἰκοσταῖος ἐς πόδας, καὶ κρίσις· ἦρα τοῖσι κοπιώδεσιν ἐς ἄρθρα, καὶ οὐκ ἐς ὀφθαλμόν; Τὰ ὑποχόνδρια δὲ ἐντεταμένα ἦν· καὶ δὴ καὶ ἦν τι βηχίον ξηρὸν ἡσυχῇ.

[28] Τὰ ἐγκαταλιμπανόμενα μετὰ κρίσιν, ὑποστροφώδεα· καὶ τὰ ἐν αὐτῇσι τῇσι νούσοισιν ἀποκρινόμενα, πτύαλον προπεπαινόμενον, ἡ γαστὴρ, ἀκρησίαι καὶ ταῦτα.

[29] Ἀπημάντῳ, ᾧ τὰ ἐν τῇ ἕδρῃ, ἀλγήματα ἐν τῷ δεξιῷ κενεῶνι, καὶ παρὰ τὸν ὀμφαλὸν κάτωθεν ὀλίγον· καὶ ἐκ δεξιοῦ πρὸ τοῦ ἀλγήματος προούρει αἱματῶδες· ἔληξε τρίτῃ. Καὶ ὁ τέκτων ἐπὶ τὰ ἕτερα· ἐκ τῆς αὐτῆς ἰξύος καὶ οὗτος προούρει αἱματῶδες. Λήγοντος δὲ, ἀμφότεροι ὑποστάσεις εἶχον, καὶ τοῦτο τρίτῃ· ἐπεχλιαίνετο δὲ πλεῖστα Ἀπήμαντος, ὁ ἕτερος οὐκ ἐνόει, εἰ μὴ ἐπὶ τὰ ἀριστερά· καὶ Νικοστράτῳ προσεγένετό τι τὰ ὕστατα ἐκ τῶν δεξιῶν, κατώτερον ἢ ᾧ ἐν τοῖσιν ἀριστεροῖσι, πρόμακρα δὲ πρὸ τοῦ κενεῶνος μέχρι πρὸς ὀμφαλὸν ἀμφοτέροισιν.

[30] Ἡ γραίη ἡ κατὰ Σωσίλεω λευκοφλέγματος· κνῆμαι σκληροῖσιν οἰδήμασι, λευκοῖσι, φολικώδεσι, καὶ πόδες, ἧσσον δέ· ἦν δὲ καὶ ἐν τοῖσι κάτω τῶν μηρῶν· τοῖσι δὲ πολλοῖσι δυσέξοδον τοῦτο· ἀτὰρ καὶ ὀσφύϊ· καὶ λεπτόγαστρος· ὑποχόνδρια ὑπολάπαρα, πνευματώδης δὲ οὐ κάρτα· ἦν δὲ, ληγόντων τῶν πλείστων, μελέτη καὶ ἄλλη· ἐγλαυκώθη ἡ ὄψις. Ταύτῃ μὲν τῶν ὀμμάτων ἡσυχώτερα δή τι σμικρὸν ἦν· ἰσχίου δὲ καὶ σκέλεος, ὑστερικὰ ἦν, δοκέοντα ἀλγήματα εἶναι. Προσθεμένη εὐῶδες ἐξ ἀλήτου καὶ μύρου, ξυνέβη ταχέως ἀναδοθῆναι καὶ τελευτῆσαι. Χρόνος τῇ ἐς ὀφθαλμοὺς ἀποστάσει, ἐνιαυτὸν πέρι, ὁ φακώδης, ᾧ καὶ τὰ ἐξανθήματα ἐξετάκη οὐ τελέως. Ἔστι δὲ καὶ ἀπὸ τῶν συρμάτων τοιαῦτα.

[31] Ἐν τῇ Ἱππολόχου κώμῃ, παῖς, ᾧ ἐν τοῖσιν ὑποχονδρίοισι τὸ περιλαμβανόμενον περὶ ἀμφότερα ἦν τωὐτὸ, σκληρὸν δὲ καὶ κάτωθεν ἔχον ὑπόλαμψιν ἐμφερῆ τῇ τοῦ χαλκέως, τῇ ὑδρωπιώδεϊ, ᾗ λεπτὰ ἐλθόντα μέρος τι ἐλάπαξεν. Ἦν δὲ καὶ αὐτὸ τοῦτο πρὸς τοῦ δεξιοῦ ὁμαλόν τι ὑπερεξηρμένον, τῶν ὑπό τι περιφέρειαν ἐχόντων. Τούτῳ ὁ ὀμφαλὸς ἐκ γονῆς ἐμελάνθη, καὶ ἕλκος βαθὺ ἐγένετο, καὶ ὁ ὀμφαλὸς οὐ μάλα οὐλὴ ἐγεγόνει, καὶ τὸ αἰδοῖον ἀκρόψιλον ἐγεγόνει, οὐ τοιοῦτον αὐτίκα ἐὸν, οὐδὲ ξυγγενικόν· ἐπεί τε μᾶλλον ἐγίνετο, οὗτος ἀνήμει τὰ πλεῖστα· πυρετός· ἀποσιτίη· ὑγιάνθη. Περὶ δὲ ἑβδόμην ἀπὸ τῆς κατακλίσιος, πρόσθεν γὰρ προέκαμνεν, ὕδωρ τε πουλὺ πίνων, καὶ ἴσως ἄλλως ὑποκατεφρόνει, ἐῤῥιπτάζετο, καί τι ἐσπᾶτο· λήγοντος δὲ τοῦ σπασμοῦ, ἔλαθεν ἀποσβείς· πρὸ δὲ τούτου, οὔρησεν ἀθρόον, καὶ φῦσαι διῆλθον, ἐν βρόμῳ, καὶ τὰ ἄνω οὐκ ἐλάπαξεν οὐδέν· ἀπογενομένου τε, εὐθέως κεῖνά τε ἐλαπάχθη ἰσχυρῶς, καὶ τἄλλα διεφοινίχθη ὡς μάστιξι πᾶν τὸ σῶμα πλὴν τούτου, ᾗ μάλιστα τὸ ἔξαρμα ἦν, καὶ θερμὸς ἐπὶ συχνὸν ἦν. ᾯ δ᾿ ἐν Ἀβδήροις ἐῤῥάγη κάτω, ᾤδεε πρόσθεν· τὰ ἀνῳδηκότα, ἀπυρέτῳ· τὸ δὲ ἔπαρμα, ψαυόμενον, εἴκελον ἐμπύῳ ἦν.

[32] Ἀσθματώδει οἰκέτιδι, ἔνθα τὴν στλεγγίδα, ᾑμοῤῥάγησεν ἐν τοῖσιν ἐπιμηνίοισιν· ἐγένετο δὲ ἄσθματα, ἐκεῖνα ἐπαύσατο· πυρετὸς ἐγένετο· μαζὸς ἐνεπύησεν ἀριστερὸς ὕπερθεν, καὶ ἀπ᾿ ἀρχῆς καὶ οὖς.

[33] Τῇ Ὀλυμπιοδώρου παιδίσκῃ, αἷμα ἐκ τοῦ δεξιοῦ, καὶ ἐκρίθη ὡς εἰκοσταίη, οἷα καὶ τοῖσι πυρεταίνουσι, καὶ διαχωρήσιες οἷαι καὶ τοῦ θέρεος ἐπεδήμησαν, καὶ οἷα ἡ Ἱππώνακτος, καὶ οἷα ἡ οἰκέτις ἡ Ἀριστείδου ὀγδόῃ.

[34] Ἐν τῇσι τῶν φαρμάκων καθάρσεσι κάτω, σημεῖα, οἷα εὐφόρως φέρουσι, κἂν μὴ παρὰ λόγον γυιῶνται, καὶ μήτε ἔπαφρα, μήτε ὕφαιμα, ἀλλ᾿ οἷα ὠά ἐστιν, οἷα Ἡρακλείδεω, ἐκαθάρθη πολλὰ, καὶ ῥηϊδίως ἔφερεν.

[35] Τῇ ἐν τῇ Βουλαγόρεω κώμῃ ἀποκαθαρθείσῃ, ἤρξατο πυρεταίνειν ἐπισπλήνῳ, ἐχούσῃ δὲ καὶ δεξιὸν ὑπό τι μετέωρον μὲν οὔ, ἐντεταμένον δέ· οὗτοι καὶ ἐξέρυθροι γίνονται, μᾶλλόν τι ἐξέρυθρος ἐοῦσα· κοιλίη ἐν ἀρχῇσι τεταραγμένη. Προσεδεχόμην ἐς ὀφθαλμὸν στήριξιν· ταύτῃ, ἑβδόμῃ ἁλμῶδες ἐκ τῶν ὀφθαλμῶν ἦλθε δάκνον δάκρυον καὶ κατὰ ῥῖνα καὶ κατὰ φάρυγγα· καὶ οὖς ἀριστερόν. Πεντεκαιδεκάτῃ ἵδρωσε σὺν ῥίγει· οὐκ ἐκρίνετο πρὸ τοῦ ῥίγεος· ἐχλωρίασε κάρτα, καὶ προσώπου περίτασις καὶ σύμπτωσις· τὸ οὖς κατ᾿ ἴξιν τοῦ σπληνὸς καὶ τὸ πλευρὸν ἤλγει.

[36] Τοῖσι παιδίοισι, γαστέρες ταραχώδεες, καὶ βῆχες ξηραί· ἐς ὦμον ἔστιν ὅτε ἀπεπύει ἐν τῇσι βήξεσι τῇσιν ὑστέρῃσιν. Ὁ κναφεὺς, τράχηλον, κεφαλήν· ἑβδόμῃ, χεὶρ ναρκώδης· ἐν τῇ ἐνάτῃ, σκέλος ναρκῶδες· βὴξ ἐπαύσατο. Ἡ τὴν γνάθον ἐρυσθεῖσα ἐν πέμπτῳ μηνὶ ἐν γαστρὶ εἵλκυστο ἐς τὰ ἀριστερά.

[37] Ἐν Κρανῶνι, Λυκίνῳ γραμματικῷ ἐκ πυρετοῦ χολώδεος, ἐπισπλήνῳ, καρηβαρίη· αἱμόκερχνα κατὰ σπλῆνα ἐν χείλεσιν ἀμφοτέροισιν ἕλκεα ἔνδοθεν, στρογγύλα, σμικρά· ἔπειτά τι καὶ αἷμα ἐκ τοῦ κατ᾿ ἴξιν σμικρὸν ἐῤῥύη.

[38] Τῇ οἰκέτιδι, ἣν νεώνητον ἐοῦσαν κατεῖδον, ᾗ τὸ σκλήρωμα ἐν τοῖσι δεξιοῖσιν ἐνῆν μέγα, οὐ κάρτα ὀδυνῶδες, καὶ γαστὴρ μεγάλη καὶ περιτεταμένη· οὐκ εἰκέλη ὑδατώδει, καὶ τἄλλα λιπαρὴ, καὶ οὐ πάνυ δύσπνοος, ἄχροος δέ· γυναικεῖα ἑπτὰ ἐτέων οὐκ ἐληλύθει. Ἐγένετο δυσεντεριώδης, καὶ οὐ τεινεσμώδης· καὶ ὑπὸ ταῦτα ὀδυνῶδες τὸ ἐν τῷ δεξιῷ ἦν, καὶ πυρετοὶ βληχροὶ, οὐ πρόσω ἑπτὰ ἡμερέων, καὶ κοιλίης ταραχὴ ἠλεκτρώδης, ὑπόγλισχρος, ὑπέρπολλος ἐφ᾿ ἡμέρας τινάς· ὑγιής· καὶ γυναικεῖα μετὰ ταῦτα ἐγίνετο, καὶ τὰ κατὰ τὴν γαστέρα λαπαρὰ, καὶ χρῶμα εὔχροον, καὶ παχὺ ἦν αὐτῇ.

[39] Ἡ Μίνωος, ᾗ, ἐκ τομῆς πιεσάντων, ἐσφακελίσθη, καθισταμένου ἐς πλεύμονα, ἐπεσήμαινε βραχέως, ὅσῃσι περιῆν, καὶ ἄλλ᾿ ὅ τι ἐς ἔνδον.

[40] Τὰ ἐντεθέντα ἐς τὴν ῥῖνα, ἢν πυρετήνωσιν, ἢν μὲν λυθῇ ἡ ὀδύνη, παχέα κατὰ τὸν μυκτῆρα ῥεῖ· ἢν δὲ μήτε ὀδύνη, μήτε πυρετὸς, λεπτὰ καὶ ἴσως πυρώδεα, οἷον τὸ μὲν λεπτὸν Ἡγησίππῳ ἐς νύκτα προσθεμένῳ, τὸ δὲ παχὺ τῷ ἐν Κορίνθῳ εὐνούχῳ· εἰ δεῖ, τὸ σκαλεύειν· πέπερι.

[41] Αἱ ἐπὶ τῇσι νούσοισιν ἀποστάσιες εἰ κρίνουσι, σημεῖον· ἢν πυρώδεα ἐόντα, μὴ πυρεταίνωσι, καὶ δύσφορα ἐόντα, εὐφόρως φέρωσιν, οἷον τὰ ἐν τῇ ἕδρῃ, Χάρωνι. Τῷ δὲ Λεαμβίῳ ἑλκώδεος ἐντέρου δακέοντος εἶναι, ἐν δυσεντερίῃ, φαρμακευθέντι, ὁμοίως καὶ ἕδρη ἐφηλκώθη ἀπυρέτου ἐν ἀριστερᾷ. Ὁ ἀπὸ τῶν φυσέων μετεωριζόμενος ἐπῆρτο καὶ ὑπήλγει ἐν κενεῶνι· τούτῳ γάλα πλεῖον καὶ ἀκρητέστερον πιόντι καὶ ἐπικοιμηθέντι, αὐτίκα ναυσίη καὶ θέρμη ἐγένετο· ἔπειτα ὀπτῶντι, καὶ ἀντὶ σιτίων ἐσχαροπέπων κρίμνων ἀποφαγόντι, ξυνέστη ἡ γαστήρ· καὶ πυῶδές τι ἐπιδιῆγεν. Ἕδρης δὲ ἐπιφλεγμηνάσης, ἀπύρετος καὶ ἀνώδυνος ἦν ἱκανῶς· τοῦτο λέγω.

[42] Ὁ ἐν τοῖσι λιθίνοισι προπύλοισι πρέσβυς ὀσφὺν ἤλγησε καὶ σκέλεα ἄμφω· καὶ θάτερον κατέβαινεν ἐπὶ μηροὺς, καί ποτε κνήμας, καί ποτε γούνατα. Ἐγχρονιζούσης μάλιστα, πολλαὶ παλινδρομίαι ἐγεγένηντο· οἴδημα ἐν ποσὶν, ὀσφύϊ, κνήμῃ· βραχὺ βουβῶνες, γαστὴρ σκληρὴ, καὶ ἔντασις ἤτρου ἡ πᾶσα, καὶ ὀδυνώδης τὰ πλεῖστα· εὑρέθη ἔχων καὶ κύστιν σκληρὴν καὶ ὀδυνώδεα· καὶ βλαστήματα, καὶ θέρμαι. Καὶ μετὰ ταῦτα ἠλγήκει παρ᾿ οὖς· ταὐτὸν σύστρεμμα, ἀδένος οὐκ ἐπιψαύοντος, ὀστέον οὐκ ἀποπυοῦν, καὶ τοῦτο ἐμωλύνθη, καὶ τότε εὐθὺς ἐπυρέτηνεν.

[43] Ὅτι τοῖσιν ὄμμασι, τοῖσιν οὔασι, τῇσι ῥισὶ, τῇ χειρὶ αἱ κρίσιες, καὶ τἄλλα, οἷσι γινώσκομεν. Ὁ ἀσθενέων· ὁ δρῶν, ἢ θιγὼν, ἢ ὀσφρανθεὶς, ἢ γευσάμενος, τὰ δ᾿ ἄλλα γνούς· τρίχες, χροιὴ, δέρματα, φλέβες, νεῦρα, μύες, σάρκες, ὀστέα, μυελὸς, ἐγκέφαλος, καὶ τὰ ἀπὸ τοῦ αἵματος, σπλάγχνα, κοιλίη, χολὴ, οἱ ἄλλοι χυμοὶ, ἄρθρα, σφυγμοὶ, τρόμοι, σπασμοὶ, λύγγες· ἀμφὶ πνεῦμα· ἄφοδοι· οἷσι γινώσκομεν.

[44] Τοῖσιν ἐμπύοισι τὰ ὄμματα, καὶ ἐκρηγνύμενα μεγάλα ἕλκεα γίνεται, καὶ ταμνόμενα βαθέα, ἀμφοτέρως αἱ ὄψεις ἑλκοῦνται.

[45] Ὁ ἀπ᾿ Ἀμφιλόχου κώμης Ἀριστέης τετάρτῃ παρέκρουσε· κοιλίη ὑπόχλωρα διῄει· καὶ ὕπνοι οὐχ ὑγιέες· λευκόχροος. Ἀρχομένων, οἷον ὑποτρομώδεες καὶ δακτύλους καὶ χείλεα διαλεγόμενοι, καὶ τἄλλα ταχυγλωσσότεροι προπετέως· ἔρευθος ἐπὶ προσώπου μάλιστα τούτοισιν ἦν. Οὗτοι, ἐκ θωρήξιος ἢ ἐμέτου χρηστῶς ἐμέσαντες, ᾤδεον. Ὁ δὲ κατὰ Μηδοσάδεω, ᾧ λεπτὰ, ἄχολα, ὑδατώδεα, πουλλὰ διεχώρει, ὑποχόνδριον ὑπακοῦον καὶ κυρτόν· κωματώδης ἐγένετο· περὶ τεσσαρεσκαιδεκάτην, πρὸς κρίσιν μάλιστα ἰόντι, ῥῖγος ἄτρομον, διάλυσις, πάρεσις, σύμπτωσις· τὰ τῶν ἀπιόντων· κωματώδης, παραφερόμενος ἐξ ὕπνου, οὐκ ἐξεμάνη· ἐκρίθη περὶ τεσσαρεσκαιδεκάτην· οὐδὲν τῶν κρινόντων ἐναντίον. Ὁμοίως ὁ ἕτερος, ἐν ἀρχῇσιν ὑπόγλισχρα διαχωρήματα, ἐξ οἵων τὸ παχὺ κρίσιμον, ἀγρύπνῳ· μετὰ ταῦτα, ὑπόγλισχρα, ὑπόχολα, πέπονα, χολώδεα, μὴ λεπτά· ἐπὴν δὲ ἄρξηται ξυνίστασθαι, ταχεῖαι αἱ κρίσιες. Ὑποχόνδριον ἐντεταμένον· ἐφάνη φλεδονώδεα τρόπον περὶ ἕκτην· ἔπειτα ἐκοιμήθη ἑβδόμῃ· ἐκρίθη περὶ ἐνάτην. Λευκόχροοι, οὐ πυῤῥοὶ, ἀμφότεροι. Διαχωρημάτων ὑδατωδῶν, ἢν ἐς αἰθρίην τεθῇ, πέλιον ἄνωθεν λεπτὸν, κάρτα εἴκελον ἰσατώδει, κάτωθεν γίνεται ὑπόστασιν ἔχον. Οἷσι κατὰ τὰ δεξιὰ ὑπολάπαρος ἔντασις, φρενιτικοὶ, ἢν μὴ λύηται, λήγοντος τοῦ πυρετοῦ· οἷσι δὲ ὑπὸ λαπαρότητος κοιλίης, ἐν αὐτῷ τούτῳ οἷον περιλαμβανόμενον ἢ σκληρὸν, ὀδυνῶδες γίνεται καὶ πάνυ κακόηθες, οὐκ ἐθέλει διαχεῖσθαι, ἴσως ἐκ τῶν τοιούτων ἐκπυΐσκονται. Ἐν δὲ τοῖσι δεξιοῖσιν αἱ ἐπάρσιες, ὅσαι μὲν ἐπὶ πουλὺ μαλακαὶ, καὶ μάλιστα πιέζοντι ἢν ὑποβορβορύζῃ, οὐ πάνυ τι κακοήθεες, οἵη τῷ ἀπ᾿ Ἀμφιλόχου καὶ τῷ κατὰ Μηδοσάδεω. Οὗτοι κωματώδεες, καὶ ἐν τοῖσιν ὕπνοισι παραφερόμενοι.

[46] Αἱ καταστάσιες, καὶ οἷα ἐν ᾗσι μᾶλλον καὶ ἧσσον γίνεται ὥρῃσι, χώρῃσιν· τὰς ἀκμὰς ὅτε τῶν νούσων, καὶ πρὸς κρίσιν, καὶ τὸ καθ᾿ ἡμέρην, καὶ τὸ πρωϊαίτερον, καὶ ὀψιαίτερον, τρίτῃ, τετάρτῃ περιόδῳ· καὶ περιόδων, ἐν ᾗσι τὰ κρίνοντα, οἷα τὰ ἐμεύμενα, καὶ μή· αἱ ἀποστάσιες, ᾗσιν ὑποστροφαί· φλέβες κροτάφων, καὶ ξυμπτώσιες, καὶ χροιῶν μεταβολαὶ, πρὸ τῶν κρισίων, καὶ οἷσι μὴ κρίνεται, καὶ οἱ ἀλυσμοὶ, περιτάσιες, χροιῶν μεταβολαὶ ἐκ τοῦ ἐρυθροῦ ἐς χλωρὸν, ἢν μὴ κρίνῃ· καὶ αἱ δέρματος περιτάσιες, ἄνευ κρίσιος, καὶ ξύμπτωσις ὄμματος, τοῦ σώματος σκληρότης ξηρή. Οἳ μὲν ἑκόντες δακρύουσιν, οὐ κακόν· οἷσι δὲ ἀκουσίως παραῤῥεῖ, κακόν· οἷσι δ᾿ ἐπὶ τῶν ὀδόντων περίγλισχρα γίνεται, κακὸν ὑποχάσκειν.

[47] Ὃς ἐν τῇ κνήμῃ ἕλκος ἔσχε, καὶ τῷ ἀττικῷ ἐχρήσατο, τούτῳ ἐξανθήματα ἐξαιρόμενα, ἐρυθρὰ, μεγάλα, τοῦτο ἀντὶ τῆς βηχὸς τῆς ὕστερον· οὐ γὰρ ἔβηξε, τὸ δὲ πρότερον.

[48] Ἐν Αἴνῳ ὅσοι φρικώδεες, τρωματίαι, κεφαλῆς κακοήθεις, καὶ ἐμπυητικοὶ ἐκ τεινεσμοῦ, ὁδοιπόροισιν ὀδύνη ποδῶν, καὶ ἐν τῇσι ταραχῇσιν οἱ κόποι, οἷον ἡ Κλινία ἀπόσιτος, τηκομένη, πυῶδες, ἄλλοτε σμικρὸν αἱματῶδες, πόδες ἐπῴδεον.

[49] Ἡ Ἱστιαίου, ὑδρωπιώδης ἤδη καὶ ἐπὶ τρία ἔτεα, ἦρος ἀρχομένου, ἔβησσεν, ὑπὸ πληϊάδα διεπύησεν, ἐς χειμῶνα ἐξυδατώθη· κείνων δὲ, φαρμακευθεῖσα, ἐῤῥήϊσεν· ἀπέθανεν ἡ παιδίσκη.

[50] Τῶν βησσόντων οἱ μὲν τῇσι χερσὶ ταλαιπωρέοντες, οἷον ὁ παῖς ὁ τὰ κλήματα στρέφων, καὶ ὁ Ἀμύντεω, παραλυθέντες αὐτὴν μοῦνον τὴν δεξιὴν ἀμφότεροι, ἐπαύσαντο, ἔπειτα ἔπαθον τοῦτο βήσσοντες· οἳ δὲ ἢ ἵππευσαν, ἢ ὡδοιπόρησαν, ἐς ὀσφὺν, ἐς μηρόν· ξηραὶ δὲ αἱ πλεῖσται, εἰ δὲ μὴ, βίαιοί γε.

[51] Ἡ Ἐνμύριος τρόπῳ οὐ νοσώδει ἐδόκει ἄνευ πυρετοῦ τυφώδης ἐοῦσα· ἔπειτα ἐς τρόμον οἱ ἦλθε παντὸς τοῦ σώματος, καὶ τῆξιν, καὶ ἀποσιτίην, καὶ δίψαν, καὶ ψυχρὴ ἦν.

[52] Οἱ δὲ νυκτάλωπες, οἱ πλεῖστον οὐρήσαντες, τὸ ὕστερον βραχύ τι· ἐς δὲ τὰ ὦτα, βήσσοντες, καὶ ἐπιπυρεταίνοντες, ἐκρηγνύμενα περὶ ἑβδόμην ἢ ὀγδόην. Ἡ Ἐνμύριος παῖς ἐπυρέτηνε, καὶ ἐξ ὠτὸς ἐῤῥύη πυῶδες, περὶ ὀγδόην, οὐκ οἶδα σαφέως· ἔστι δ᾿ οἷσι καὶ ὀδὼν ὑπῆρχε βεβρωμένος, μάλιστα ὁ τρίτος τῶν ἄνω, ἀντὶ πάντων δὲ οὗτος εὑρίσκεται βεβρωμένος· ἐς τοῦτον ὀδύνη, καὶ ἔστιν οἷσι καὶ περιπύημα. Οἷσι δὲ ἐς ὦτα ἰσχυρῶς, βήσσοντες μᾶλλον ἢ ἐκεῖνοι. Οἷσι δὲ καὶ ἐς ἐμπύησιν, σὺν πυρετοῖσι, καὶ ἐλάπασσεν ἑβδόμῃ, [οἷον ᾧ] ἐπιπαρωξύνθη, ὑποχόνδριον οὐκ ἐλύθη, μαλαχθείσης ἐνῆν τὰ σμικρὰ ὑπόγλισχρα ξυστρέμματα, οὐ χρηστά· οὖρον αἱμοχροῶδες· ἔπτυε δὲ ἀφρῶδες.

[53] Πρὸς ὃν Κυνίσκος εἰσήγαγέ με, ἑβδόμῃ παρωξύνθη, περὶ δὲ τεσσαρεσκαιδεκάτην ἐκρίθη· ἐμωλύνθη· καθαρὸς φάρυγγα, ὀλίγα, πλατέα, πέπονα ἀναπτύσας· ἐκ ῥινῶν μικρὸν ἔσταξεν· ἐκαρηβάρει· χειρῶν καὶ σκελέων κατάλυσις· κοιλίη λυθεῖσα ὤνησεν· πόδες αἰεὶ θερμοί· ὕπνοι ἦσάν οἱ, καὶ παρ᾿ οὖς οὐ γενέσθαι, ὅτι πέπονα ἔπτυσεν.

[54] Ἡ Δημαράτου γυνὴ, πόδες καὶ ἐν τῇσι φρίκῃσι θερμοί· εἴτε ἐς τὸ ἔμπυον ἢ μὴ, ἀπολεῖται.

[55] Οἷον εἶχεν ὁ πρεσβύτης, ὁ ἀπογενόμενος· ἅμα ἠσθένει τῇ ἑωυτοῦ γυναικὶ, τῇ κεκριμένῃ, μανικόν τι ἐνῆν, ἐλθούσης δὲ ἕλμινθος ὑποπαχέης καὶ σίτου ὀλίγου, αὐτίκα ἐπαύσατο καὶ ἐκοιμήθη, καὶ ὑγιὴς ἦν. Ὁ πρεσβύτης οὗτος, καὶ τοῦ σώματος περίτασις τοῦ δέρματος· ἄκρεα ψυχρά· λαπαρός· τρομώδης ἐν ἀρχῇσι καὶ χείλεα καὶ χεῖρας καὶ φωνήν· παρηνέχθη κοσμίως, ἔχασκεν, οὐ πάνυ δύσπνοος ἦν· ἡμέρῃσιν οὐκ οἶδα πρόσω εἴκοσιν, ἀπέθανεν.

[56] Οἷσιν ὑποχόνδρια καὶ κοιλίη ὑποχωρέει πιεζεύμενα ἁλέα, σὺν βορβορυγμῷ, οἷα ἑλμίνθια, καὶ ᾧ ἐν Ἀβδήροισι κωλωτοειδέα. Ὅ τι ἐστὶ πρὸ τῶν κρισίμων ἡμερέων, τῇ προτεραίῃ καὶ τὰ κακὰ καὶ τἀγαθὰ σημεῖα γίνεται· τὰς ἡμέρας, ᾗσιν ἐπιπαροξυνόμενοι χρονίζουσι, καὶ ᾗσι λήγοντες βραχύνουσιν· καὶ τὰ ἄπιστα τῶν ῥηϊζόντων· καὶ τὰ διὰ σφῶν αὐτῶν παροξυνόμενα. Πτυάλων τοῖσι περιπλευμονικοῖσιν, οἷσι χολώδεα, ὅταν μέλλῃ λήγειν, τὰ πάνυ ξανθὰ βραχέα γίνεται· οἷα τὰ ἐν ἀρχῇσιν ἐόντα τοιαῦτα ἐπιφαίνεται, οὐ πάνυ δοκέω ταῦτα ἐκπεπαίνεσθαι, ἀλλὰ κρίνειν, οἷον τῷ παρὰ τῷ διδασκάλῳ, καὶ ἄλλοτε οἷον εἶδον.

[57] Νίκιππος ἐν πυρετοῖσιν ἐξωνείρωξε, καὶ οὐδὲν ἐπέδωκεν ἐπὶ τὸ χεῖρον, καὶ τὸ αὐτό οἱ τοῦτο πλεονάκις ἐγένετο, καὶ οὐδὲν ἔβλαψεν· προεῤῥέθη, ὅτι παύσεται, ὅταν οἱ πυρετοὶ κριθῶσι, καὶ ἐγένετο οὕτως. Κριτίας ἐν πυρετοῖς ὑπὸ ἐνυπνίων ὠχλεῖτο, ὑφ᾿ οἵων οἴδαμεν, ἐπαύσατο καὶ αὐτὸς ἅμα κρίσει.

[58] Ἄλκιππος, ἔχων αἱμοῤῥοΐδας, ἐκωλύετο θεραπευθῆναι· θεραπευθεὶς ἐμάνη· πυρετοῦ ὀξέος ἐπιγενομένου, ἐπαύσατο.

[59] Ἐν τοῖσιν ὀξέσι πυρετοῖσι, διψώδεες, ὑπὸ ἰητρῶν πεπιεσμένοι τῷ ποτῷ, ἢ καὶ ὑπὸ σφέων αὐτῶν, δοκέουσι πολὺ ἂν ἐκπιεῖν. Ὕδωρ ψυχρὸν, δοθὲν ἵνα ἀπεμέσῃ, ὠφελέει· χολώδεα γὰρ παρέσται.

[60] Ὅτι τὰ νεῦρα αὐτὰ ἐφ᾿ ἑωυτὰ ἕλκει σημεῖον· ἢν μὲν τὰ ἐν τοῖσιν ἄνω τῆς χειρὸς τρωθῇ νεῦρα, ἐς τὸ κάτω νεύσει ἡ χεὶρ, ὑπὸ τῶν κάτω νευρῶν ἑλκομένη· ἢν δὲ τἀναντία, ἄλλως.

[61] Βήσσουσι ξηρὰ οἱ τοὺς ὄρχιας, καὶ ἐκ τῶν βηχέων ἐς ὄρχιν· λύεται φλεβοτομηθέντα, καὶ φλεγμαίνοντες βήσσουσιν· οἱ ἐν τοῖς ἐπὶ βουβῶσι πυρετοῖς ἐπιβήσσουσιν.


Περὶ Ἐπιδημιῶν 5

ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΠΕΜΠΤΟΝ.

[1] Ἐν Ἤλιδι, ἡ τοῦ κηπωροῦ γυνὴ, πυρετὸς εἶχεν αὐτὴν ξυνεχής· καὶ φάρμακα πίνουσα, οὐδὲν ὠφελέετο· ἐν δὲ τῇ γαστρὶ κάτωθεν τοῦ ὀμφαλοῦ ἦν σκληρὸν, καὶ ὑψηλότερον τοῦ ἑτέρου, καὶ ὀδύνας παρεῖχεν ἰσχυράς· τοῦτο ἐβλιμάσθη ἰσχυρῶς τῇσι χερσὶ σὺν ἐλαίῳ, καὶ μετὰ τοῦτο ἐχώρησεν αἷμά οἱ συχνὸν κάτω, καὶ ἐγένετο ὑγιὴς, καὶ ἐβίω.

[2] Ἐν Ἤλιδι, Τιμοκράτης ἔπιε πλέον· μαινόμενος δὲ ὑπὸ χολῆς μελαίνης, ἔπιε τὸ φάρμακον· οὕτως ἐκαθάρθη τὸ κάθαρμα πουλὺ, φλέγμα τε καὶ χολὴν μέλαιναν· διῄει δι᾿ ἡμέρης· πρὸς δείλην ἐπαύσατο τῆς καθάρσιος· καὶ πόνον ἐπόνησεν ἐν τῇ καθάρσει πουλὺν, καὶ, πιὼν ἄλφιτον, ὕπνος ἔλαβεν αὐτὸν, καὶ εἶχε τὴν νύκτα, μέχρις ἥλιος ἀνεκὰς ἐγένετο· ἐν δὲ τῷ ὕπνῳ οὐκ ἐδόκεε τοῖς παρεοῦσιν ἀναπνέειν οὐδὲν, ἀλλὰ τεθνάναι, οὐδ᾿ ᾐσθάνετο οὐδενὸς, οὔτε λόγου, οὔτε ἔργου, ἐτάθη δὲ τὸ σῶμα καὶ ἐπάγη, ἐβίω δὲ καὶ ἐξήγρετο.

[3] Σκόμφος, ἐν Οἰνειάδῃσι, πλευρίτιδι ἐχόμενος, ἀπέθανεν ἑβδομαῖος παρακόπτων· φάρμακον δὲ ἔπιε κατωτερικὸν ταύτῃ τῇ ἡμέρῃ, τῇ πρόσθεν κατανοέων, καὶ ἐκαθάρθη οὐ πολλά· καθαιρόμενος δὲ παρέκοψεν.

[4] Φοίνικι ἐν Οἰνειάδῃσι καὶ Ἀνδρεῖ ἀδελφεοῖς ἐοῦσιν, ἡ γνάθος ᾤδησεν ἡ ἑτέρη καὶ τὸ χεῖλος τὸ πρὸς τῆς γνάθου καὶ τοῦ ὀφθαλμοῦ, καὶ οὔτε ἔνδοθι σκοπέοντι οὐδὲν ἐφαίνετο, οὔτε θύραζε ἀπεπύει, ἀλλ᾿ οἰδέουσα σαπρὴ ἐγένετο ξηρῇ σηπεδόνι, καὶ ἀπέθανεν. Καὶ θάτερος τὰ αὐτά· ἀπέθανε δὲ ὁ μὲν ἑβδομαῖος, καὶ ἔπιε φάρμακον, καὶ οὐδὲν ὠφελήθη. Τῷ δὲ Φοίνικι ἐξετμήθη κύκλος σαπρὸς, καὶ τὸ ἕλκος ἐκαθάρθη μὲν τὸ πλέον, πρὶν αὐτὸν ἀποθανέειν· ὅμως δὲ ἀπέθανε καὶ οὗτος, πλείονα χρόνον βιούς.

[5] Εὐρυδάμας, ἐν Οἰνειάδῃσιν, ἐν περιπλευμονίῃ δεκαταῖος ἤρχετο παρακόπτειν· ἰητρευόμενος δὲ κατενόησέ τε, καὶ τὰ πτύαλα ἐγένετο καθαρώτερα, καὶ προχωρέουσα ἡ νοῦσος ἐπὶ τὸ βέλτιον, ὕπνος τε αὐτέῳ κατεχύθη πουλὺς, καὶ τὰ ὄμματα ἰκτερώδεα ἐγένετο, καὶ ἀπέθανε πρὸς τὰς εἴκοσιν ἡμέρας.

[6] Ἐν Οἰνειάδῃσιν ἀνὴρ νούσῳ εἴχετο· ὁκότε ἄσιτος εἴη, ἔμυζεν αὐτοῦ ἐν τῇ γαστρὶ ἰσχυρῶς, καὶ ὠδυνᾶτο· καὶ ὅτε φαγόντι τὰ σιτία τριφθείη, καὶ χρόνος ἐπιγένοιτο μετὰ τὴν βρῶσιν τοῦ σιτίου, μετ᾿ οὐ πολὺ ταὐτὸ τοῦτο ἔπασχεν. Καὶ ἔφθινε τὸ σῶμα, καὶ ἐτήκετο, καὶ τροφὴ οὐκ ἐγένετό οἱ ἀπὸ τῶν σιτίων ἐσθίοντι· καὶ ὑπεχώρεεν ὁ σῖτος πονηρὸς καὶ ξυγκεκαυμένος. Ὁκότε δὲ νεωστὶ βεβρωκὼς εἴη, αὐτὸν τοῦτον τὸν χρόνον ἥκιστα ἔμυζε, καὶ τὸ ἄλγος εἶχεν αὐτόν. Οὗτος φάρμακα πίνων παντοδαπὰ καὶ ἄνω καὶ κάτω, οὐδὲν ὠφελέετο· φλεβοτομούμενος δὲ ἐν μέρει ἑκατέρην τὴν χεῖρα, ἕως ἔξαιμος ἐγένετο, ἔπειτα ὠφελήθη, καὶ ἀπηλλάγη τοῦ κακοῦ.

[7] Εὐπόλεμος ἐν Οἰνειάδῃσιν ὠδυνᾶτο ἰσχυρῶς ἰσχίον τὸ δεξιὸν, καὶ τὸν βουβῶνα, καὶ τὴν πλησίον ξυμβολὴν πρὸς τοῦ ἰσχίου ἀπὸ τοῦ βουβῶνος, καὶ τοῦ ἰσχίου τὸ πρόσθεν. Τούτῳ αἷμα ἀφῃρέθη ἀπὸ τοῦ σφυροῦ πουλὺ πάνυ, καὶ μέλαν, καὶ παχύ· καὶ φάρμακον ἔπιεν ἐλατήριον, καὶ ἐκαθάρθη πουλλά· καὶ ῥηΐων μέν τι ἐγένετο· Αἱ δὲ ὀδύναι οὐκ ἐξέλιπον, ἀλλ᾿ ἔμπυον ἔσχε τό τε ἰσχίον, καὶ τὴν κοχώνην, καὶ τὸ ἀμφὶ τὸν βουβῶνα, ἅπερ ὠδυνᾶτο καὶ ἐπὶ πλέον· τὸ δὲ πῦον ἐγένετο πρὸς τὸ ὀστέον μᾶλλον, ἢ πρὸς τὸ τῆς σαρκὸς κατὰ βάθος· καὶ ἐλελήθει χρόνον οὕτως ἔχων, ἕως πάνυ ἀσθενὴς ἐγένετο. Ἔπειτα ἐκαύθη ἐσχάρας πάνυ πολλὰς, καὶ μεγάλαι ἐγένοντο καὶ πλησίαι ἀλλήλων, καὶ πῦον ἐῤῥύη πουλὺ καὶ παχύ· καὶ ἔθανεν ὀλίγῃσιν ἡμέρῃσι μετὰ ταῦτα, καὶ ὑπὸ μεγέθεος τῶν ἑλκέων καὶ πλήθεος, καὶ ἀσθενείης τοῦ σώματος. Οὗτος ἐδόκεεν ἂν, εἰ ἐτμήθη εὔροον μίην τομὴν, καὶ πρὸς τόμον ἀφίετο τὸ πῦον, καὶ, εἰ προσέδει τομῆς ἑτέρης, ταμεῖν εὔροον, ταῦτα παθὼν ἐν τῇ ὥρῃ ἐδόκεεν ἂν ὑγιὴς γενέσθαι.

[8] Λύκων, ἐν Οἰνειάδῃσι, τὰ μὲν ἄλλα ταὐτὰ ἔπασχεν, αἱ δὲ ὀδύναι καὶ ἐς τὸ σκέλος οὐ πάνυ διεφοίτων, καὶ οὐκ ἐγένετο ἔμπυος· ὑγιὴς δὲ πολλῷ χρόνῳ· φάρμακα δὲ ἔπινε, καὶ σικύας προσεβάλλετο, καὶ ἐφλεβοτομεῖτο, καὶ ἐδόκεε ῥήϊον γίνεσθαι ταῦτα πάσχοντι.

[9] Ἀθήνῃσιν, ἄνθρωπος ξυσμῷ εἴχετο πᾶν τὸ σῶμα, μάλιστα δὲ τοὺς ὄρχιας καὶ τὸ μέτωπον, εἴχετο δὲ πάνυ σφόδρα, καὶ τὸ δέρμα παχὺ ἦν καθ᾿ ἅπαν τὸ σῶμα, καὶ οἷόν περ λέπρη τὴν πρόσοψιν· καὶ οὐκ ἂν ἀπέλαβες οὐδαμόθεν τοῦ δέρματος ὑπὸ τῆς παχύτητος· τοῦτον οὐδεὶς ἠδύνατο ὠφελῆσαι· διελθὼν δὲ ἐς Μῆλον, ᾗ τὰ θερμὰ λοετρὰ, τοῦ μὲν κνησμοῦ ἐπαύσατο καὶ τῆς παχυδερμίης· ὑδρωπιήσας δὲ ἔθανεν.

[10] Ἀθήνῃσιν, ἄνδρα χολέρη ἔλαβεν, ἤμει τε καὶ κάτω διῄει, καὶ ὠδυνᾶτο, καὶ στῆναι οὐκ ἠδύνατο οὔτε ὁ ἔμετος, οὔτε ἡ ὑποχώρησις, καὶ ἥ τε φωνὴ ὑπολελοίπει, καὶ κινέεσθαι ἐκ τῆς κλίνης οὐκ ἠδύνατο, καὶ οἱ ὀφθαλμοὶ ἀχλυώδεες καὶ ἔγκοιλοι ἦσαν, καὶ σπασμοὶ εἶχον ἐκ τῆς κοιλίης· ἀπὸ τοῦ ἐντέρου ὁμοίως, λύγξ· ἡ δ᾿ ὑποχώρησις πολλῷ πλείων ἦν τοῦ ἐμέτου. Οὗτος ἔπιεν ἐλλέβορον ἐπὶ φακῶν χυλῷ, καὶ ἐπέπιε φακῶν χυλὸν ἕτερον ὅσον ἠδύνατο, καὶ ἔπειτα ἐπήμεσε, καὶ προσηναγκάσθη, καὶ ἔστη αὐτῷ ἄμφω· ψυχρὸς δὲ ἐγένετο· ἐλούετο δὲ μέχρι τῶν αἰδοίων κάτω πάνυ πολλῷ, ἕως καὶ τὰ ἄνω διεθερμάνθη, καὶ ἐβίω· τῇ δ᾿ ὑστεραίῃ ἄλφιτα ἔπιε λεπτὰ ἐφ᾿ ὕδατι.

[11] Ἐν Λαρίσσῃ, γυναικὶ Γοργίου τὰ ἐπιμήνια τεσσάρων ἐτέων ἴσχετο, πλὴν ὀλίγων πάνυ· ἐν δὲ τῇ μήτρῃ, ἐφ᾿ ὁκότερα ἂν κλιθῇ, σφυγμὸν παρεῖχε καὶ βάρος. Αὕτη ἡ γυνὴ ἐκύησε, καὶ ἐπεκύησε, καὶ ἀπελύθη τὸ παιδίον ἐνάτῳ μηνὶ, ζῶον, θῆλυ, ἕλκος ἔχον ἐν τῷ ἰσχίῳ· καὶ τὰ ὕστερα ἑπόμενα, καὶ αἵματος ῥεῦμα πουλὺ πάνυ ἐπεγένετο καὶ τῇ ὑστεραίῃ καὶ τῇ τρίτῃ καὶ τῇ τετάρτῃ, καὶ θρόμβοι πεπηγότες, καὶ πυρετὸς εἶχε μέχρις ἡμερέων δέκα τῶν πρώτων· καὶ ὑπεχώρεε τὸ λοιπὸν αὐτῇ αἷμα ἐρυθρόν· καὶ ᾤδεε τὸ πρόσωπον ἰσχυρῶς, καὶ τὰς κνήμας, καὶ τὼ πόδε, καὶ τὸν ἕτερον μηρόν· καὶ σιτία οὐ προσίετο· δίψος δὲ εἶχεν ἰσχυρόν· καὶ τὸ ψυχρότατον ὕδωρ ξυνέφερεν, οἶνος δὲ οὐδαμῶς· ἡ δὲ γαστὴρ μετὰ τὸ πρῶτον παιδίον ὀλίγῳ μέν τινι ἐλαπάχθη, πάνυ δὲ οὐ ξυνέπεσεν, ἀλλὰ σκληροτέρη ἦν, ὀδύνη δὲ οὐ προσῆν. Τεσσαρακοστῇ δὲ ἡμέρῃ ἀπὸ τῆς πρώτης, ἐξέπεσε τὸ ἐπικύημα, σάρξ· καὶ ἡ γαστὴρ ξυνέπεσε, καὶ τὰ οἰδήματα πάντα, καὶ τὸ ῥεῦμα τὸ λεπτὸν, καὶ τὸ αἷμα τὸ ὄζον, καὶ ὑγιὴς ἐγένετο.

[12] Γυνὴ ἐν Φερῇσι περιωδύνεε κεφαλὴν πουλὺν χρόνον, καὶ οὐδεὶς οὐδὲν ἠδύνατο ὠφελῆσαι, οὔτε καθαιρομένη τὴν κεφαλήν· ῥηΐστη δὲ ἐγένετο, ὁκότε τὰ ἐπιμήνια εὐχερῶς οἱ ἴοι. Αὕτη ὁκότε περιωδυνοῖ τὴν κεφαλὴν, προστιθέμενα προσθετὰ εὐώδεα πρὸς τὴν μήτρην ὠφέλει, καὶ ἀπεκαθάρθη ὀλίγον τι. Καὶ ὁκότε ἐκύησεν, ἐξέλιπον αἱ ὀδύναι τὴν κεφαλήν.

[13] Γυνὴ, ἐν Λαρίσσῃ, κύουσα, τῷ δεκάτῳ μηνὶ αἷμα ἐχώρεεν αὐτῇ πουλὺ τεσσαρεσκαίδεκα ἡμέρας, πλεῖστον δὲ τὰς τρεῖς, τὰς πρὸ τοῦ παιδίου τῆς ἀπολύσιος. Τῇ τεσσαρεσκαιδεκάτῃ ἐξέπεσεν ἐκ τῆς γαστρὸς τὸ παιδίον τεθνεὸς, ἔχον τὸν δεξιὸν βραχίονα προσπεφυκότα τῇ πλευρῇ· καὶ τὸ χορίον, τρίτῃ ἡμέρῃ, τῆς νυκτὸς τὴν αὐτὴν ὥρην, ὡς ὅτε τὸ παιδίον· καὶ τὰ λευκὰ ἔπειτα μετὰ ταῦτα ἐχώρεε τρεῖς ἡμέρας καὶ νύκτας μετρίως· μετὰ δὲ τοῦτο πυρετὸς ἔλαβε δύο ἡμέρας καὶ δύο νύκτας, καὶ ὠδυνᾶτο τὴν γαστέρα πᾶσαν καὶ τὰ ἰσχία, τὸ δὲ ἦτρον μάλιστα.

[14] Ἐν Λαρίσσῃ, Ἱπποσθένης περιπλευμονίῃ ἐδόκεε τοῖσιν ἰητροῖσιν ἔχεσθαι, ἦν δὲ οὐδαμῶς· ἀρχῇ μὲν παλαίων, ἔπεσε σκληρῷ χωρίῳ ὕπτιος, καὶ ἐπενέπεσεν αὐτῷ, καὶ ἐλούσατο ψυχρῷ, καὶ ἐδείπνησε, καὶ ἐδόκεε βαρύτερος γίνεσθαι. Τῇ δ᾿ ὑστεραίῃ ἐπύρεξε, καὶ βὴξ ἔσχε ξηροτέρη, καὶ τὸ πνεῦμα πυκνόν. Πεμπταῖος δὲ αἱματῶδες ἐχρέμψατο, οὐ πουλύ· καὶ παρακόπτειν ἤρχετο· ὁκότε βήσσοι, τότε ὠδυνᾶτο τὰ στήθεα καὶ τὸν νῶτον. Ἑκταίῳ δὲ αἷμα ἐῤῥύη ἐκ τῶν ῥινῶν πταρέντι, ὅσον τέσσαρες κοτύλαι πρὸς τὴν ἑσπέρην, οὔτε ἐφθέγγετο, οὔτε ᾐσθάνετο οὔτε ἔργου, οὔτε λόγου. Ἑνδεκαταῖος δὲ ἔθανεν. Τὰς δὲ πέντε ἡμέρας, τοτὲ μὲν ἔμφρων ἦν, τοτὲ δὲ οὔ· ἐγένετο καὶ ἀπύρετος· σίαλον δὲ οὐδὲν ἀπεχώρεεν, οὐδὲ ῥέγχος εἶχεν, οὐ γὰρ ἦν σίαλον.

[15] Σκάμανδρος, ἐν Λαρίσσῃ, ἰσχίον ἐσφακέλισε, καὶ ὀστέον ἀφεστηκὸς χρόνιον· ὁ δὲ ἐτμήθη τομὴν μεγάλην καὶ πρὸς τοῦ ὀστέου, καὶ ἔπειτα ἐκάη. Τότε ἡμέρῃ δωδεκάτῃ ἤρξατο μετὰ τὴν τομὴν σπασμὸς, καὶ εἶχε μᾶλλον· ἐσπάσατο δὲ τὸ σκέλος τοῦτο μέχρι τῶν πλευρῶν· διεφοίτα δὲ καὶ ἐπὶ θάτερα ὁ σπασμός· συνεκάμπτετο δὲ τὸ σκέλος, καὶ ἐξετείνετο, καὶ τἄλλα μέλεα ἐκίνει, καὶ αἱ γνάθοι ἐπάγησαν· οὗτος ἔθανε σπώμενος ὀγδόῃ μετὰ τὴν τοῦ σπασμοῦ ἐπίληψιν. Ἐθεραπεύετο δὲ χλιάσμασιν ἀσκίοισι καὶ πυρίῃσιν ὀρόβων ὅλον τὸ σῶμα, καὶ ὑπεκλύσθη, καὶ ὑπῆλθε παλαιὴ κόπρος ὀλίγη· καὶ τὸ κατακορὲς φάρμακον ἔπιε, καὶ ὑπῆλθε μὲν, οὐδὲν δὲ ἀπὸ τοῦ καταπότου ὠφελήθη· καὶ ὕπνος ὀλίγος ἦλθεν· καὶ αὖθις πιὼν τὸ κατακορὲς ἰσχυρὸν ἑσπερινὸς, ἡλίου ἀνιόντος ἔθανεν. Ἐδόκει δ᾿ ἂν πλείονα χρόνον διενεγκεῖν, εἰ μὴ κατὰ τοῦ φαρμάκου τὴν ἰσχύν.

[16] Ἱπποκόμος Παλαμήδεος, ἐν Λαρίσσῃ, ἑνδεκαετὴς, ἐπλήγη κατὰ τοῦ μετώπου ὑπὲρ τὸν ὀφθαλμὸν τὸν δεξιὸν ὑφ᾿ ἵππου, καὶ ἐδόκεε τὸ ὀστέον οὐχ ὑγιὲς εἶναι, καὶ ἐπίδυεν ἐξ αὐτοῦ ὀλίγον αἷμα. Οὗτος ἐπρίσθη μέγα μέχρι τῆς διπλόης· καὶ ἰητρεύετο, οὕτως ἔχων τὸ ὀστέον, ὃ καὶ πρισθὲν αὐτίκα, τὸ ὀστέον ἔκηεν. Ἐπὶ εἴκοσιν, οἴδημα παρὰ τὸ οὖς ἤρξατο, καὶ πυρετὸς, καὶ ῥῖγος· καὶ ἡμέρῃ μᾶλλον ᾠδίσκετο καὶ ὠδυνᾶτο τὸ οἴδημα· καὶ ἐπύρεσσεν ἀρχόμενος ἐκ ῥίγεος· καὶ οἱ ὀφθαλμοὶ ᾤδησαν, καὶ τὸ μέτωπον, καὶ ἅπαν τὸ πρόσωπον· ἔπασχε δὲ ταῦτα ἐπὶ δεξιὰ μᾶλλον τῆς κεφαλῆς, παρῆλθε δὲ καὶ ἐς τὰ ἀριστερὰ τὸ οἴδημα· οὐδὲν οὖν τοῦτο ἔβλαπτεν· τελευτῶν δὲ πυρετὸς ξυνεχὴς ἔσχεν ἧσσον· ταῦτα ἦν μέχρις ἡμερέων ὀκτώ. Ἐβίω δὲ καυθεὶς, καὶ καθηράμενος διὰ καταπότου, καὶ περιπλασσόμενος τὸ οἴδημα· τὸ δὲ ἕλκος τῶν κακῶν οὐδὲν αἴτιον ἦν.

[17] Ἐν Λαρίσσῃ, Θεοφόρβου παῖς ἐλέπρα τὴν κύστιν, καὶ διούρει γλίσχρον, καὶ ὠδυνᾶτο καὶ ἀρχόμενος καὶ τελευτῶν τῆς οὐρήσιος, καὶ ἔτριβε τὸ πόσθιον. Οὗτος πιὼν τὸ διουρητικὸν δριμὺ, ἐς μὲν τὴν κύστιν οὐδὲν ἐχώρησεν, ἐξήμεσε δὲ συχνὸν πυῶδες καὶ χολὴν, καὶ κάτω ἕτερα τοιαῦτα διεχώρεε, καὶ ὠδυνᾶτο τὴν γαστέρα, καὶ ἐκαίετο ἔνδοθεν, τὸ δὲ ἄλλο σῶμα ψυχρὸν ἐγένετο, καὶ παρελύθη ὅλος, καὶ προσδέχεσθαι οὐδὲν ἤθελεν. Τούτῳ ἡλκώθη ἡ κοιλίη ἰσχυρῶς ὑπὸ ἰσχύος τοῦ φαρμάκου ἄγαν· ἀποθνήσκει δὲ μετὰ τὴν πόσιν τριταῖος.

[18] Γυνὴ Ἀντιμάχου, ἐν Λαρίσσῃ, ἐκυΐσκετο ἡμέρας ὡσεὶ πεντήκοντα, καὶ ἠσιτέετο τὸν ἄλλον χρόνον, καὶ ἡμέρας ἑπτὰ τὰς ὑστέρας [καὶ] ὠδυνᾶτο τὴν καρδίην, καὶ πυρετὸς ὑπελάμβανεν. Οὐχ ὑπεκεχωρήκει τοῦ χρόνου τούτου· ταύτῃ ἐδόθη ἐλατήριον κατάποτον ἰσχυρότερον τοῦ δέοντος, καὶ ἀπήμεσε χολὴν ξυγκεκαυμένην ὑπό τε τῆς ἀσιτίης καὶ τοῦ πυρετοῦ (καὶ γὰρ οὐδὲ ποτῷ ἐχρῆτο οὐδενί), ὀλίγην δέ· καὶ ἀπήμεσε βιαίως καὶ θρομβώδεα· κἄπειτα ἠσᾶτο, καὶ ἠφίει αὐτὴν, καὶ ἐδόκεεν ἀσθενέειν, καὶ οὐκ ἤθελε πίνουσα ὕδωρ ἐξεμεῖν. Μετὰ δὲ τοῦτο, ὀδύνη ἴσχει ἰσχυρὴ τὴν κάτω κοιλίην, ἥλκωτο γὰρ ὑπὸ τοῦ φαρμάκου, καὶ ἐχώρεεν αὐτῇ μετὰ τὴν κόπρον αὐτίκα ὕφαιμον ξυσματῶδες· αἰεὶ δὲ πλείων· ἐγίνετο καὶ ἡ ἀσθένεια καὶ ἡ ἄση· καὶ τοῦ καθάρματος ἦσαν πέντε κοτύλαι. Ἔστη δὲ ἡ κοιλίη, ὕδατος καταχεομένου πολλοῦ κατὰ τῆς γαστρός· ἄλλο δὲ οὐδὲν ἠδυνήθη προσδέξασθαι· ἔθανε περὶ μέσας νύκτας. Ἐδόκεε δ᾿ ἂν βιῶναι, εἰ ἠδύνατο πίνειν τὸ ὕδωρ, καὶ ἐμεῖν αὐτίκα, πρὶν ὑπιέναι.

[19] Οἰκέτις Αἰνησιδήμου, ἐν Λαρίσσῃ, ἡλκώθη κοιλίην καὶ τὸ ἔντερον ὑπὸ χολῆς αὐτομάτως κινηθείσης, καὶ ἐξεχώρεε καὶ ἄνω καὶ κάτω χολὴ καὶ αἷμα, καὶ πυρετὸς εἶχεν. Ταύτῃ ἐδόθη ἀσθενεούσῃ ἐλατήριον ἀσθενὲς, ποτὸν ὑδαρὲς καὶ ὀλίγον, καὶ ἤμεσέ τε ἀπ᾿ αὐτοῦ πουλὺ, καὶ κάτω ὑπῆλθε πλέον, καὶ τῆς ἑσπέρης ἐπανῆλθεν. Τῇ δ᾿ ὑστεραίῃ πυρετὸς ἦν, ἀσθενὴς δέ· ἡ δὲ κοιλίη ἥλκωτο τε καὶ ἔτι ὑπεχώρεε ταὐτά. Τρίτῃ δὲ ἔθανε δείλης, πυρετοῦ ἐπιλαβόντος πάνυ ἰσχυροῦ. Αὕτη ἐδόκεεν ἀποθανεῖσθαι πάντως, ἥκιστα δ᾿ ἂν, ὕδωρ πίνουσα ψυχρὸν, ἕως ἔμετος εἶχεν· ἐπεὶ δὲ ἐψύχθη ἡ ἄνω κοιλίη, ἀποκαθαρθεῖσα τῷ ὕδατι, χυλὸν μεταπιοῦσα ψυχρὸν, οὕτω μετεκλύσθη.

[20] Εὔδημος, ἐν Λαρίσσῃ, αἱμοῤῥοΐδας ἔχων ἰσχυρὰς πάνυ, καὶ χρονίσας ἔξαιμος ὢν, χολὴν ἐκινήθη, ἀλλ᾿ ἠπίωσε τῷ σώματι, καὶ ἡ κοιλίη ἐταράχθη κάτω, ὑπεχώρεε χολώδεα, καὶ αἱμοῤῥοΐδες ἐπεῖχον. Φάρμακον κατωτερικὸν πιὼν, ἀπεκαθάρθη καλῶς, καὶ αὖθις μετέπιε χυλὸν, καὶ ἔτι ἐτετάρακτο, καὶ ὀδύνη πρὸς τὰ ὑποχόνδρια προσίστατο. Τούτῳ ἐπεχειρήθη τῇσιν αἱμοῤῥοΐσι τὴν κοιλίην οὐ καλῶς πως ἔχοντι, ἀλλὰ δεομένῳ θεραπείης ἔτι καὶ ἀπεμέσαι· ἔπειτα δὲ, ἐπαλειφθέντος τοῦ καρκίνου, πυρετὸς ἐπέβαλε, καὶ οὐκ ἀφῆκε, πρὶν ἀπέκτεινεν· ὅτε δὲ καὶ ἀφῆκε ῥῖγος, ὑπολαβὼν ἧκεν ὁ πυρετὸς, καὶ ὑπεχώρεεν αὐτῷ χολὴ καὶ φῦσα, ἡ μὲν διεξῄει, ἡ δὲ ἐνῆν, καὶ ὀδύνη ἐν τῇ κοιλίῃ. Αἱ δὲ αἱμοῤῥοΐδες ἔξω ἦσαν τοῦ ἀρχοῦ, ἀπὸ τῶν ἀποκαθαρσίων ἀρξάμεναι, τὸν ἄλλον χρόνον, καὶ ἡ φῦσα διὰ ταύτας ὑπεγίνετο, καὶ πρὸς πταρμὸν ἐπεγίνετο ἡ ἀρχή.

[21] Ἐν Λαρίσσῃ, ἀνὴρ ἐτρώθη ἐκ χειρὸς λόγχῃ πλατείῃ ὄπισθεν, καὶ τὸ ἄκρον διήνεγκε κάτω τοῦ ὀμφαλοῦ, πελιὸν, ἀποιδέον, καὶ διῆλθε χωρίον πουλύ. Ἐπεὶ δὲ ἐτρώθη, ἔπειτα ὀδύνη ἔσχε τὰ πρῶτα ἰσχυρή· καὶ ἐπῳδίσκετο ἡ γαστήρ. Τούτῳ ἐδόθη τῇ ὑστεραίῃ κατωτερικὸν, καὶ διεχώρησεν ὀλίγον ὕφαιμον, καὶ ἔθανεν. Ἐδόκεε τούτου τὰ ἔντερα εἶναι οὐχ ὑγιέα, καὶ αἵματος ἡ κοιλίη πλέη τυγχάνειν.

[22] Ἀπελλαῖος Λαρισσαῖος εἶχε μὲν ἡλικίην ὡσεὶ ἐτέων τριήκοντα, ἢ ὀλίγον ἀπέλιπεν· εἴχετο δὲ τῇ νούσῳ· ἐλαμβάνετο δὲ τὰς νύκτας μᾶλλον τῶν ἡμερέων, ἐν τῷ ὕπνῳ. Ἐνόσει δὲ ὡς δύο ἔτεα πρὸ τοῦ θανάτου· ἤμεε δὲ χολὴν πικρὴν ἐνίοτε, ἐπεὶ διεγείροιτο, ἤμεε δὲ καὶ μέλαιναν. Οὗτος ἀπὸ τῆς κεφαλῆς καθάρσιος ἰσχυρῆς πάνυ καὶ ἐπὶ πουλὺν χρόνον καθαιρόμενος, καὶ φάρμακον δὶς πιὼν, ἓξ μῆνας αὐτὸν διέσχεν. Ἦν δὲ πουλυφάγος· ἔχων δὲ τὸ σῶμα ἐπίχολον, παλαίσας πουλλὰ, μάλα ἐῤῥίγωσε, καὶ πυρετὸς ἐπέλαβε, καὶ ἡ νοῦσος ἐς νύκτα· τῇ δ᾿ ὑστεραίῃ, ἐδόκεεν ὑγιὴς εἶναι, αὖ καὶ τῇ ἑτέρῃ· τῇ δὲ ἐπιούσῃ νυκτὶ ἡ νοῦσος ἐπέλαβε δεδειπνηκότα ἀπὸ πρώτου ὕπνου, καὶ εἶχε τὴν νύκτα καὶ τὴν ἡμέρην μέχρι δορπιστοῦ· ἔθανε πρὶν ἐμφρονῆσαι. Ἐσπᾶτο περὶ τὰ δεξιὰ πρῶτον τό τε πρόσωπον καὶ τὸ ἄλλο σῶμα, ἔπειτα ἐπὶ τὰ ἀριστερά· καὶ ὅτε δοκέοι διαναπεπαῦσθαι, κῶμα εἶχε, καὶ ἔῤῥεγχε, καὶ αὖθις ἐξεδέχετο ἡ νοῦσος.

[23] Εὔμηλος Λαρισσαῖος ἐπάγη τὰ σκέλεα καὶ χεῖρας καὶ γνάθους, καὶ οὐκ ἠδύνατο οὔτε ἐκτείνειν, οὔτε ξυγκάμπτειν, εἰ μὴ ἕτερος ξυγκάμπτοι καὶ ἐκτείνοι, οὔτε τὰς γναθοὺς διαίρειν, εἰ μὴ ἕτερος διαίροι· ἄλλο δὲ οὐδέν· οὔτε ὠδυνᾶτο, οὔτε ἤσθιεν εἰ μὴ μάζαν, καὶ μελίκρητον ἔπινεν. Εἰκοσταῖος ὕπτιος πίπτει καθήμενος, καὶ τύπτει τὴν κεφαλὴν πρὸς λίθον σφόδρα, καὶ αὐτοῦ σκότος κατεχύθη· καὶ ὀλίγον ὕστερον ἀναστὰς, ὑγιὴς ἦν, καὶ ἐλέλυτο πάντα, πλὴν μετὰ τὸν ὕπνον, ὅτε ἐξέγροιτο, ὀλίγον τι ξυνεδέδετο τὰ ἄρθρα· ἔτεα δὲ ἦν ἤδη δώδεκα ἢ τρισκαίδεκα· ἔκαμε δὲ μῆνας τρεῖς ἢ τέσσαρας.

[24] Ἐν Λαρίσσῃ, παρθένος αἷμα ἐμέσασα οὐ πουλὺ, ἔμπυος γενομένη, πυρετῶν ἐπιλαβόντων, οὐκ ἀπηλλάσσετο, πρὶν τελευτῶσα· ἀπέθανε τρίτῳ μηνί· πρὸ δὲ τοῦ θανάτου, ἐκωφώθη τὰ οὔατα, καὶ οὐκ ἤκουεν, εἰ μή τις πάνυ μέγα βοήσειεν· πρὸ δὲ τοῦ ἐμέτου τοῦ αἵματος προησθένει.

[25] Ἐν Λαρίσσῃ, ἀμφίπολος Δυσήριδος, νέη ἐοῦσα, ὁκότε λαγνεύοιτο, περιωδύνεεν ἰσχυρῶς, ἄλλως δὲ ἀνώδυνος ἦν. Ἐκύησε δὲ οὐδέποτε. Ἑξηκονταέτης δὲ γενομένη, ὠδυνᾶτο ἀπὸ μέσου ἡμέρης, ὡς ὠδίνουσα ἰσχυρῶς· πρὸ δὲ μέσου ἡμέρης αὕτη πράσα τρώγουσα πουλλὰ, ἐπειδὴ ὀδύνη αὐτὴν ἔλαβεν ἰσχυροτάτη τῶν πρόσθεν, ἀναστᾶσα ἐπέψαυσέ τινος τρηχέος ἐν τῷ στόματι τῆς μήτρης. Ἔπειτα, ἤδη λειποψυχούσης αὐτῆς, ἑτέρη γυνὴ, καθεῖσα τὴν χεῖρα, ἐξεπίεσε λίθον ὅσον σπόνδυλον ἀτράκτου, τρηχύν· καὶ ὑγιὴς τότε αὐτίκα καὶ ἔπειτα ἦν.

[26] Ὁ Μαλιεὺς, ἅμαξα αὐτῷ ἐπῆλθεν ἄχθος ἔχουσα ἐπὶ τὰς πλευρὰς, καὶ κατῆξε τῶν πλευρέων, καὶ χρόνον αὐτῷ ὑπέστη πῦον κάτωθεν τῶν πλευρέων. Ὑπὸ τὸν σπλῆνα καυθεὶς, ἔμμοτος ὢν, ἀφίκετο ἐς δέκα μῆνας. Ἀνατμηθὲν τὸ δέρμα, ὀπὴ ἐφάνη ἐς τὸ δέρτρον ἐπὶ θάτερα ἀφίκουσα, καὶ πρὸς τὸν νεφρὸν καὶ πρὸς τὰ ὀστέα ἐπῆλθε σαπρή. Τούτου ἥ τε σχέσις τοῦ σώματος παρέλαθεν ἐπίχολος ἐοῦσα, καὶ ἐν τῷ σώματι καὶ ἐν τῷ νοσήματι ἦν σηπεδών· σηπεδὼν τοῦ δέρτρου πουλλὴ καὶ ἄλλων σαρκῶν, ἃς ἔδει αὐτίκα ἐκβάλλειν, εἴ τις ἠδύνατο, ξηρῷ φαρμάκῳ, ἕως ἰσχύν τινα εἶχεν ὁ ἄνθρωπος· ἀπὸ γὰρ τῶν ὑγρῶν οὐδὲν ἐπεδίδου, ἀλλ᾿ ἐσήπετο. Ἀπὸ δὲ τῶν μότων ἰσχομένου τοῦ ὑγροῦ, ῥῖγος ἐλάμβανε καὶ πυρετὸς, καὶ ἐσήπετο μᾶλλον· ἐπέῤῥει δὲ αὐτῷ σαπρόν τι ὑπόμελαν δυσῶδες, πρὶν δὲ ἐπιχειρέειν ἰητρεύεσθαι, οἷον ἑκάστης ἡμέρης συχνὸν διεπέρα ἔξω· ἦν δ᾿ οὐκ εὔροον. Ἐγνώσθη τὸ εἶναι ποῤῥωτέρω τὴν φύσιν τοῦ νοσήματος ἢ ὑπὸ τὸ δέρμα· πάντα ἂν ὀρθῶς πάσχων, ὅμως οὐκ ἂν ἐδόκεε σωθῆναι· καὶ διάῤῥοια ἐπέλαβεν.

[27] Αὐτόνομος, ἐν Ὀμίλῳ, ἐκ κεφαλῆς τρώματος ἔθανεν ἑκκαιδεκάτῃ ἡμέρῃ· θέρεος μέσου, λίθῳ ἐκ χειρὸς βληθεὶς κατὰ τὰς ῥαφὰς μέσῳ τῷ βρέγματι. Τοῦτο παρέλαθέ με δεόμενον πρισθῆναι· ἔκλεψαν δέ μου τὴν γνώμην αἱ ῥαφαὶ ἔχουσαι ἐν σφίσιν ἑωυτῇσι τοῦ βέλεος τὸ σῖνος· ὕστερον γὰρ καταφανὲς γίνεται. Πρῶτον μὲν ἐς τὴν κληῗδα, ὕστερον δὲ ἐς τὴν πλευρὴν, ὀδύνη ἰσχυρὴ πάνυ, καὶ σπασμὸς ἐς ἄμφω τὼ χεῖρε ἦλθεν· ἐν μέσῳ γὰρ εἶχε τῆς κεφαλῆς καὶ τοῦ βρέγματος τὸ ἕλκος. Ἐπρίσθη δὲ πεντεκαιδεκάτῃ, καὶ πῦον ἐπῆλθεν οὐ πουλύ· ἡ δὲ μῆνιγξ ἀσαπὴς ἐφαίνετο.

[28] Παιδίσκη, ἐν Ὀμίλῳ, ἐκ τρώματος κεφαλῆς ὡς δωδεκαέτης θνήσκει ἐν μέσῳ θέρει τεσσαρεσκαιδεκάτῃ ἡμέρῃ· θύρην τις αὐτῇ ἐνέβαλε, καὶ τὸ ὀστέον φλᾷ καὶ ῥήγνυσιν· αἱ δὲ ῥαφαὶ ἐν τῷ ἕλκει ἦσαν. Τοῦτο ἐγνώσθη ὀρθῶς πρίσεως δεόμενον· ἐπρίσθη δὲ οὐκ εἰς τὸ δέον, ἀλλ᾿ ὅσον ὑπελείφθη, πῦον ἐν αὐτῷ ἐγένετο. Ὀγδόῃ, ῥῖγος· πυρετὸς ἐπέλαβεν· εἶχε δὲ οὐκ εἰς τὸ δέον, ἀλλ᾿ ὅσον καὶ τῶν πρόσθεν ἡμερέων, ὅτε πυρετὸς οὐκ εἶχεν. Ἐνάτῃ δὲ τὸ λοιπὸν ἐξεπρίσθη, καὶ ὑπεφάνη ὀλίγον πάνυ πῦον ξὺν αἵματι· καὶ ἡ μῆνιγξ καθαρὴ ἦν. Καὶ ὕπνος μὲν ἐπέλαβεν· ὁ δὲ πυρετὸς αὖθις οὐκ ἠφίει· σπασμὸς δὲ χεῖρα τὴν ἀριστερὴν ἐπελάμβανεν· ἐν γὰρ τοῖσι δεξιοῖσι μᾶλλον εἶχε τὸ ἕλκος.

[29] Κυρήνιος, ἐν Ὀμίλῳ, ἔμπυος γενόμενος τὴν κάτω κοιλίην ἐκαύθη ὕστερον ἐν ἡμέρῃσι τριήκοντα τοῦ δέοντος, καὶ ἔσχεν ἐπιεικέως, καὶ ἐξηράνθη τὸ πῦον ἐν τῇ κοιλίῃ. Ἐν δὲ τῇ θερμοτάτῃ ὥρῃ ἐσθίων ὀπώρην καὶ ἄλλα σιτία ἀξύμφορα, πυρετὸς ἐπέλαβε, καὶ διάῤῥοια, καὶ ἔθανεν.

[30] Ἑκάσων, ἐν Ὀμίλῳ, ὥσπερ χἄτερος, ὕστερον ἐκαύθη· ὅμως δὲ ἐξηράνθη πλὴν ὀλίγου ἡ κοιλίη· δυσεντερίη δὲ ὑπέλαβε, καὶ αὐτὴν ἀποφυγὼν, ἤσθιε τὸ πᾶν, ἕως ὅλος ᾤδησε, καὶ ἐῤῥάγη αὐτῷ πῦον κάτω, καὶ διαῤῥοίη, καὶ ἔθανεν.

[31] Ἑκάσων, ἐν Ὀμίλῳ, ἀπὸ ἀκαθαρσίης καὶ πονηρῆς καθάρσιος ἐς τὸ ἰσχίον ἐπέστη αὐτῷ ὀδύνη ὀξείη· καὶ αὐτὴ μὲν ἀπηλλάγη, πυρετοὶ δὲ αὐτὸν ὑπέλαβον· καὶ χρόνον πουλὺν κλινοπετὴς ὤν· οὔτε πίνων οὐδὲν, οὔτε διψῶν, ἀσθενής τε ὢν καὶ φρικώδης. Τούτῳ ἀφηρέθη μὲν τὸ νούσημα· χρηστῶς, ὡς ἔδει, τὸ σῶμα· ὠφελεῖτο δὲ ἀπὸ τῶν προσφερομένων· τελευτῶντι δὲ ἐῤῥάγη τὸ νούσημα κάτω, καὶ ἐχώρεε πᾶν ὑπὸ πουλλῇ χολῇ, καὶ παρέκοψε, καὶ ἔθανεν· ἐδόκεε δ᾿ ἂν ἐκφυγεῖν.

[32] Ἐν Σαλαμῖνι, ὁ περὶ τὴν ἀγκύρην περιπεσὼν, ἐπὶ γαστέρα ἐτρώθη· περιωδύνεε δέ· φάρμακον δὲ ἔπιε, καὶ οὐ διεχώρησε κάτω, οὐδ᾿ ἀνήμεσεν.

[33] Ἡ γυνὴ, ἣ ἀπέσφαξεν αὑτὴν, ἐπνίγετο, καὶ ἐδόθη αὐτῇ ὕστερον πολλῷ κατάποτον ἐλατήριον, καὶ ἐξεχώρησεν αὐτῇ.

[34] Ὁ ἐξ Εὐβοίης ἐλθὼν νεηνίσκος, πολὺ κάτω κεκαθαρμένος διαλιπὼν, πεπαυμένος ἐπύρεσσεν· εἶτα δοκέων ἄνω δέεσθαι, ἔπιεν ἀσθενὲς, ῥίζην ἐλατήριον, καὶ μετὰ τὴν πόσιν τεταρταῖος ἔθανεν, ἐκκαθαρθεὶς οὐδέν· ἀλλ᾿ ὕπνος εἶχε, καὶ οὐκ ἠδύνατο παύσασθαι ἡ δίψα.

[35] Ἡ δούλη, ᾗ ἀπὸ καταπότου ἄνω μὲν ἐχώρησεν ὀλίγα, καὶ ἔπνιγε, κάτω δὲ πολλά· τῆς νυκτὸς δὲ ἔθανε, βάρβαρος δὲ ἦν.

[36] Ὁ Εὐβίου ἄνθρωπος, πιὼν ἐλατήριον, τρεῖς ἡμέρας ἐκαθαίρετο, καὶ ἔθανε, τὴν δὲ χεῖρα ἔμπυον εἶχε μέχρι τοῦ ἀγκῶνος.

[37] Ὁ Συμμάχου παῖς ὑπὸ χολῆς ἀπεπνίγη νύκτωρ καταδαρθὼν, καὶ πυρετοῦ ἐπέχοντος· φάρμακον δὲ πιὼν, οὐ κατέσχεν, οὐδ᾿ ἐκαθήρατο ἡμέρῃσι πρὶν ἀποθανέειν ἕξ.

[38] Ὁ παρὰ τὸν δρόμον οἰκέων τῆς νυκτὸς αἷμα ἐμέσας, τῇ ὑστεραίῃ ἔθανεν, αἷμα ἐμέων πουλὺ, καὶ πνιγόμενος· ἐς σπλῆνα δὲ, καὶ κάτω αἱματῶδες αὐτῷ ἐχώρεε πουλύ.

[39] Παιδίον ὑπὸ συὸς πληγὲν τὴν γαστέρα καὶ τὸ ἧπαρ, ἀπέθανε τῇ τετάρτῃ, τὸ δὲ πνεῦμα πυκινὸν εἶχε, καὶ οὐ κατενόεε, καὶ πυρετὸς εἶχεν.

[40] Ὁ Ἑρμοφίλου υἱὸς ἔκαμεν ἡμέρας ἕνδεκα, πυρετὸς δὲ εἶχε, καὶ ἠσίτεε, καὶ οὐχ ὑπῄει τὰ σιτία· καὶ πρῶτον μὲν παρενόησε, τῆς δὲ νυκτὸς ἐπαύσατο. Τῇ δὲ ἐπιούσῃ ἡμέρῃ, ἄφωνος ἔκειτο ῥέγχων, διεστραμμένα ἔχων τὰ ὄμματα, πυρέσσων· πτεροῦ δὲ καθιεμένου, ἤμεσε χολὴν μέλαιναν· καὶ κλυσθέντι κόπρος ὑπῆλθε πουλλή.

[41] Ἀριστίωνος δούλης αὐτόματος ὁ ποῦς ἐσφακέλισε κατὰ μέσον τοῦ ποδὸς ἔνδοθεν ἐκ πλαγίου, καὶ τὰ ὀστέα σαπρὰ γενόμενα ἀπέστη, καὶ ἐξῄει κατὰ μικρὸν συριγγώδεα, καὶ διάῤῥοια ἐπεγένετο, καὶ ἔθανεν.

[42] Γυνὴ ὑγιαίνουσα, παχεῖα, κυήσιος ἕνεκεν ἀπὸ καταπότου ὀδύνῃ εἴχετο τὴν γαστέρα, καὶ στρόφος ἐς τὸ ἔντερον, καὶ ᾤδεε, πνεῦμα δὲ προΐστατο, καὶ ἀπορίη ξὺν ὀδύνῃ· καὶ ἐμημέκεεν οὐ πουλύ· καὶ ἐξέθανε πεντάκις ὡς τεθνάναι δοκέειν· καὶ οὔτε ἐμέσασα ἀπὸ ὕδατος ψυχροῦ ἐχάλα οὔτε τῆς ὀδύνης ἐπιούσης οὔτε τὴν πνοήν. Ὕδατος δὲ κατεχύθησαν ψυχροῦ ἀμφορέες ὡς τριάκοντα κατὰ τοῦ σώματος, καὶ ἐδόκεε τοῦτο μόνον ὠφελέειν· καὶ ὕστερον κάτω ἐχώρησε χολὴ συχνή· ὅτε δὲ ἡ ὀδύνη εἶχεν, οὐδὲν ἠδύνατο χωρῆσαι, καὶ ἐβίω.

[43] Ἄντανδρος ἀπὸ καταπότου, ἐξαντὴς ἐὼν τἄλλα, περὶ δὲ τὴν κύστιν ἐδόκεεν ἄλγος ἔχειν· ἐκαθήρατο αὐτίκα ὀξέως πουλὺ κάθαρμα· καὶ ἀπὸ μέσης ἡμέρης ὀδύνη ἔσχεν ἰσχυρὴ πάνυ ἐς τὴν γαστέρα· πνίγμα, καὶ ἀπορίη, καὶ ῥιπτασμός· καὶ ἤμει, καὶ ἐχώρεεν οὐδὲν, καὶ τὴν νύκτα ἔπασχε, καὶ ὕπνος οὐκ ἐπῄει. Τῇ δ᾿ ὑστεραίῃ, ἐχώρεε πολλὸν, ὕστερον αἷμα, καὶ ἔθανεν.

[44] Τῷ Ἀθηνάδεω παιδὶ ἄῤῥενι, τῷ φαγεδαινωθέντι, ὀδὼν ὁ ἐν ἀριστερᾷ κάτω, ἄνω δὲ ὁ ἐν δεξιᾷ· τὸ οὖς τὸ δεξιὸν ἐνεπύησεν, οὐκ ἔτι ἀλγέοντος.

[45] Ὁ σκυτεὺς, κάσσυμα κεντῶν, ὀπητίῳ ἐκέντησεν ἑαυτὸν ἐπάνω τοῦ γούνατος ἐς τὸν μηρὸν, καὶ ἔβαψεν ὡς δάκτυλον. Τούτῳ αἷμα μὲν οὐδὲν ἐῤῥύη, τὸ δὲ τρῶμα ταχὺ ἔμυσεν, ὁ δὲ μηρὸς ὅλος ἐμετεωρίζετο, καὶ διέτεινεν ὁ μετεωρισμὸς ἔς τε τὸν βουβῶνα καὶ τὸν κενεῶνα· οὗτος τῇ τρίτῃ ἀπέθανεν.

[46] Ὁ δὲ παρὰ τὸν βουβῶνα πληγεὶς τοξεύματι, ὃν ἡμεῖς ἑωράκαμεν, παραδοξότατα ἐσώθη· οὔτε γὰρ ἀκὶς ἐξῃρέθη (ἦν γὰρ ἐν βάθει λίην), οὔτε αἱμοῤῥαγίη οὐδεμίη ἐγένετο ἀξίη λόγου, οὔτε φλεγμονὴ, οὔτε ἐχώλευσεν. Τὴν δὲ ἀκίδα, ἔστε καὶ ἡμεῖς ἀπηλλασσόμεθα, ἐτέων ἐόντων ἓξ, εἶχεν· ὑπενοεῖτο δὲ τούτῳ μεσηγὺ τῶν νεύρων κεκρύφθαι τὴν ἀκίδα, φλέβα τε καὶ ἀρτηρίην οὐδεμίην διαιρεθῆναι.

[47] Ὁ πληγεὶς ὀξεῖ βέλει ἐς τοὔπισθεν μικρὸν κάτω τοῦ τραχήλου, τὸ μὲν τρῶμα ἔλαβεν οὐκ ἄξιον λόγου ἐσιδεῖν· οὐ γὰρ ἐν βάθει ἐγένετο. Μετὰ δὲ οὐ πολλὸν χρόνον, ἐξαιρεθέντος τοῦ βέλεος, ἐτιταίνετο ἐς τοὔπισθεν ἐρυσθεὶς ὡς οἱ ὀπισθοτονικοί· καὶ αἱ γένυες ἐδέδεντο· καὶ εἴ τι ὑγρὸν ἐς τὸ στόμα λάβοι, καὶ τοῦτο ἐγχειροίη καταπίνειν, πάλιν ἀνέκυπτεν ἐς τὰς ῥῖνας, καὶ τὰ λοιπὰ αὐτίκα ἐκακοῦτο, καὶ δευτέρῃ ἡμέρῃ ἔθανεν.

[48] Νεηνίσκος ὁδὸν τρηχείην τροχάσας ἤλγεε τὴν πτέρνην, μάλιστα τὸ κάτω μέρος, ἀπόστασιν δὲ ὁ τόπος οὐκ ἐλάμβανεν οὐδεμίην ὡς στενυγρὸς ὤν· ἀλλὰ τεταρταίῳ τε ἐόντι αὐτῷ ἐμελαίνετο πᾶς ὁ τόπος ἄχρι τοῦ ἀστραγάλου καλεομένου καὶ τοῦ κοίλου τοῦ κατὰ τὸ στῆθος τοῦ ποδὸς, καὶ τὸ μελανθὲν οὐ περιεῤῥάγη, ἀλλὰ πρότερον ἐτελεύτα· τὰς πάσας δὲ ἐβίου ἡμέρας ἀπὸ τοῦ δρόμου εἴκοσιν.

[49] Ὁ δὲ ἐς τὸν ὀφθαλμὸν πληγεὶς ἐπλήγη μὲν κατὰ τοῦ βλεφάρου, ἔδυ δὲ ἡ ἀκὶς ἱκανῶς· ὁ δὲ ἀθὴρ προσυπερεῖχεν. Τμηθέντος τοῦ βλεφάρου, ἤρθη πάντα· οὐδὲν φλαῦρον· ὁ γὰρ ὀφθαλμὸς διέμεινε, καὶ ὑγιὴς ἐγένετο ξυντόμως· αἷμα δὲ ἐῤῥύη λαῦρον, ἱκανὸν τῷ πλήθει.

[50] Ἡ παρθένος ἡ καλὴ ἡ τοῦ Νερίου ἦν μὲν εἰκοσαέτης, ὑπὸ δὲ γυναίου φίλης παιζούσης πλατέῃ τῇ χειρὶ ἐπλήγη τὸ κατὰ τὸ βρέγμα, καὶ τότε μὲν ἐσκοτώθη, καὶ ἄπνοος ἐγένετο, καὶ ὅτε ἐς οἶκον ἦλθεν, αὐτίκα τὸ πῦρ εἶχε, καὶ ἤλγει τὴν κεφαλὴν, καὶ ἔρευθος ἀμφὶ τὸ πρόσωπον ἦν. Ἑβδομαίῃ δὲ ἐούσῃ, ἀμφὶ τὸ οὖς τὸ δεξιὸν πῦον ἐχώρησε δυσῶδες, ὑπέρυθρον, πλεῖον κυάθου, καὶ ἔδοξεν ἄμεινον ἔχειν, καὶ ἐκουφίσθη. Πάλιν ἐπετείνετο τῷ πυρετῷ, καὶ κατεφέρετο, καὶ ἄναυδος ἦν, καὶ τοῦ προσώπου τὸ δεξιὸν μέρος εἵλκετο, καὶ δύσπνοος ἦν, καὶ σπασμὸς, καὶ τρομώδης ἦν, καὶ γλῶσσα κατείχετο, καὶ ὁ ὀφθαλμὸς καταπλήξ· ἐνάτῃ ἔθανεν.

[51] Ὁ Κλεομένεος παῖς χειμῶνος ἀρξάμενος, ἀπόσιτος, ἄνευ πυρετοῦ ἐτρύχετο, καὶ ἤμεε τὰ σιτία καὶ φλέγμα· δύο μῆνας ἀσιτίη παρείπετο.

[52] Τῷ μαγείρῳ ἐν Ἀκάνθῳ τὸ κώφωμα ἐκ φρενίτιδος ἐγένετο· τούτῳ φαρμακοποσίη οὐδεμίη ξυνήνεγκεν, οἶνος δὲ μέλας καὶ ἀρτοσιτίη· λουτρῶν ἀπέχεσθαι, καὶ ἀνατρίβεσθαι λείως, θάλπεσθαί τε μὴ πολλῷ πυριήματι, ἀλλὰ πρηέως.

[53] Τῇ Σίμου τὸ τριηκοσταῖον ἀπόφθαρμα· πιούσῃ τι ἢ αὐτόματον τοῦτο ξυνέβη· πόνος· ἔμετος χολωδέων, πολλῶν, ὠχρῶν, καὶ πρασοειδέων, ὅτε πίοι· σπασμὸς εἶχε, γλῶσσαν κατεμασσᾶτο. Πρὸς τεταρταίην εἰσῆλθον· καὶ αὐτῇ ἦν ἡ γλῶσσα μεγάλη, μέλαινα· τοῖν ὀφθαλμοῖν δὲ τὰ λευκὰ ἐρυθρὰ ἦν· ἄγρυπνος· τῇ τετάρτῃ δὲ ἔθανεν ἐς νύκτα.

[54] Ὁ ὀρίγανος ὀφθαλμοῖσι κακὸν πινόμενος, καὶ ὀδοῦσιν.

[55] Ἡ ἀπὸ τοῦ κρημνοῦ κόρη πεσοῦσα, ἄφωνος· ῥιπτασμὸς εἶχε, καὶ ἤμεσεν ἐς νύκτα αἷμα πουλύ· κατὰ τὰ ἀριστερὰ πεσούσης, συχνότερον ἐῤῥύη· μελίκρητον χαλεπῶς κατέπινεν· ῥέγκος· πνεῦμα πυκνὸν, ὡς τῶν θνησκόντων· φλέβες ἀμφὶ τὸ πρόσωπον τεταμέναι· κλίσις ὑπτίη· πόδες χλιηροί· πυρετὸς βληχρός· ἀφωνίη. Ἑβδομαίη, χωνὴν ἔῤῥηξεν· αἱ θέρμαι λεπτότερον ἔσχον· περιεγένετο.

[56] Πυθοκλῆς τοῖς κάμνουσιν ὕδωρ, γάλα πολλῷ τῷ ὕδατι μιγνὺς, ἐδίδου.

[57] Χιμέτλων, κατασχᾷν, ἀλεαίνειν τοὺς πόδας, ὡς δὲ μάλιστα ἐκθερμαίνειν πυρὶ καὶ ὕδατι.

[58] Ὀφθαλμοῖς, ὠσὶ πονηρὸν, ἡ φακή· ὀπώρη, τὰ γλυκέα, καὶ λάχανα· τοῖσι δὲ περὶ ὀσφὺν καὶ σκέλεα καὶ ἰσχίον ἀλγήμασιν ἐκ πόνων, θαλάσσῃ, ὄξει, θερμοῖσι καταιονῇν, καὶ σπόγγους βάπτοντα πυριῇν, ἐπικαταδεῖν δὲ εἰρίοισιν οἰσυπηροῖσι καὶ ῥηνικοῖσιν.

[59] Τῶν γναφέων οἱ βουβῶνες ἐφυματοῦντο σκληροὶ καὶ ἀνώδυνοι, καὶ περὶ ἥβην καὶ ἐν τραχήλῳ, ὅμοια, μεγάλα· πυρετός· πρόσθεν μὲν βηχώδεες· τρίτῃ μὲν ἢ τετάρτῃ, γαστὴρ ξυνετάκη· θέρμαι ἐπεγένοντο· γλῶσσα ξηρή· δίψα· ὑποχωρήσιες αἱ κάτω χαλεπαί· ἔθανον.

[60] Ὁ τὴν κεφαλὴν ὑπὸ Μακεδόνος λίθῳ πληγεὶς ἔπεσεν· τρίτῃ ἄφωνος ἦν· ἀλυσμός· πυρετὸς οὐ πάνυ· λεπτὸς σφυγμὸς ἐν κροτάφοις· ἤκουεν οὐδὲν οὐδ᾿ ὅλως· οὐδὲ ἐφρόνει, οὐκ ἀτρεμέως. Ἀλλὰ τῇ τετάρτῃ ἐκινέετο νοτὶς περὶ μέτωπόν τε καὶ ὑπὸ ῥῖνα καὶ ἄχρις ἀνθερεῶνος, καὶ ἔθανεν.

[61] Ὁ Αἰνιήτης ἐν Δήλῳ ἀκοντίῳ πληγεὶς ὄπισθεν τοῦ πλευροῦ κατὰ τὸ ἀριστερὸν μέρος, τὸ μὲν ἕλκος ἄπονος· τρίτῃ δὲ γαστρὸς ὀδύνη δεινή· οὐχ ὑπεχώρεε· κλυσθέντι δὲ, κόπρος ἐς νύκτα· οὐ κόπος διαλιπών. Ἕδρη ἐς τὰς ἰξύας τετάρτῃ, καὶ ἐς ἥβην καὶ κοιλίην πόνος καταιγίζων· ἀτρεμέειν οὐκ ἠδύνατο· χολώδεα ἤμεσε κατακορέα· ὀφθαλμοὶ, οἷοι τῶν λειποθυμεόντων. Μετὰ τὰς πέντε δὲ ἐτελεύτησεν· θέρμη λεπτή τις ἐνῆν.

[62] Τῷ δὲ καθ᾿ ἧπαρ πληγέντι ἀκοντίῳ εὐθὺς τὸ χρῶμα κατεχύθη νεκρῶδες· τὰ ὄμματα κοῖλα· ἀλυσμός· δυσφορίη· ἔθανε πρὶν ἀγορὴν λυθῆναι, ἅμ᾿ ἡμέρῃ πληγείς.

[63] Τῇ Πολεμάρχου, χειμῶνος, κυναγχικῇ, οἴδημα ὑπὸ τὸν βρόγχον, πουλὺς πυρετός· ἐφλεβοτομήθη· ἔληξεν ὁ πνιγμὸς ἐκ τῆς φάρυγγος· ὁ πυρετὸς παρείπετο. Περὶ πέμπτην, γούνατος ἄλγημα, οἴδημα τοῦ ἀριστεροῦ· καὶ κατὰ τὴν καρδίην ἐδόκεέ τι ξυλλέγεσθαι αὐτῇ, καὶ ἀνέπνεεν ὡς ἐκ τοῦ βεβαπτίσθαι ἀναπνέουσι, καὶ ἐκ τοῦ στήθεος ὑπεψόφεεν, ὥσπερ αἱ ἐγγαστρίμυθοι λεγόμεναι· τοιοῦτό τι ξυνέβαινεν. Περὶ δὲ τὰς ἑπτὰ ἢ ἐννέα, ἐς νύκτα κοιλίη κατεῤῥάγη· ὑγρὰ πουλλὰ κακὰ νομιζόμενα· ἀφωνίη· ἐτελεύτησεν.

[64] Ὑποκαθαίρειν τὰς κοιλίας χρὴ ἐν τοῖσι νουσήμασιν, ἐπὴν πέπονα ᾖ· τὰς μὲν κάτω, ἐπὴν ἱδρυμένα ἴδῃς· σημεῖον, ἢν μὴ ἀσώδεες ἢ καρηβαρικοὶ ἔωσι, καὶ ὅταν αἱ θέρμαι πρηΰταται, ἢ ὅταν λήγωσι μετὰ τοὺς παροξυσμούς· τὰς δὲ ἄνω, ἐν τοῖσι παροξυσμοῖσι· τότε γὰρ καὶ αὐτόματα μετεωρίζεται, ἐπὴν ἀσώδεες καὶ καρηβαρέες καὶ ἀλύοντες ἔωσιν.

[65] Ἐκ πτώματος τρωθέντος πήχεως, ἐπὶ σφακελισμῷ πυοῦται· πεπαινομένου δὲ ἤδη, γλίσχρος ἰχὼρ ἐκθλίβεται, ὡς καὶ Κλεογενίσκῳ καὶ Δημάρχῳ τῷ Ἀγλαοτέλεος· ὁμοίως δὲ καὶ πάνυ ἐκ τῶν αὐτῶν πῦον οὐδὲν, οἷον τῷ Αἰσχύλου παιδὶ ξυνέβη· πυουμένοισι δὲ τοῖσι πλείστοισι φρίκη καὶ πυρετὸς ἐπεγίνετο.

[66] Τῷ Παρμενίσκου παιδὶ, κωφότης· ξυνήνεγκε μὴ κλύζειν διακαθαίρειν δὲ εἰρίῳ μοῦνον, καὶ ἐγχεῖν ἔλαιον ἢ νέτωπον, περιπατέειν, ἐγείρεσθαι πρωῒ, οἶνον πίνειν λευκόν.

[67] Τῇ Ἀσπασίου ὀδόντος δεινὸν ἄλγημα· καὶ γνάθοι ἐπήρθησαν· καστόριον δὲ καὶ πέπερι διακλυζομένη, ὠφελέετο.

[68] Τῷ Καλλιμέδοντος ξυνήνεγκε πρὸς τὸ φῦμα τὸ ἐν τῷ τραχήλῳ, σκληρὸν ἐὸν καὶ μέγα καὶ ἄπεπτον καὶ ἐπώδυνον, ἀπόσχασις βραχίονος, λίνον καταπλάσσειν πεφυρημένον ἐν οἴνῳ λευκῷ καὶ ἐλαίῳ δεύοντα, ἐπιδέειν δὲ ἑφθὸν ἄγαν, ἢ ξὺν μελικρήτῳ ἑψεῖν καὶ ἀλεύρῳ τήλιος, ἢ κριθῶν, ἢ πυρῶν.

[69] Μελησάνδρῳ τοῦ οὔλου ἐπιλαβόντος, καὶ ὄντος ἐπωδύνου, καὶ σφόδρα ξυνοιδέοντος, ἀπόσχασις βραχίονος· στυπτηρίη αἰγυπτίη ἐν ἀρχῇ παραστέλλει.

[70] Ὑδρωπιώδεα δέον ταλαιπωρέειν, ἱδροῦν, ἄρτον ἐσθίειν θερμὸν ἐν ἐλαίῳ, πίνειν μὴ πουλὺ, λούεσθαι καὶ κεφαλὴν χλιηρῷ· οἶνος δὲ λευκὸς λεπτὸς καὶ ὕπνος ἀρήγει.

[71] Βίαντι τῷ πύκτῃ, φύσει πουλυβόρῳ ἐόντι, ξυνέβη ἐμπεσεῖν ἐς πάθεα χολερικὰ ἐκ κρεηφαγίης, μάλιστα δὲ ἐκ χοιρείων ἐναιμοτέρων, καὶ μέθης εὐώδεος, καὶ πεμμάτων, καὶ μελιτωμάτων, καὶ σικύου πέπονος, καὶ γάλακτος, καὶ ἀλφίτων νέων· ἐν θέρει δὲ τὰ χολερικὰ, καὶ οἱ διαλείποντες πυρετοί.

[72] Τιμοχάρει, χειμῶνος, κατάῤῥους μάλιστα ἐς τὰς ῥῖνας· ἀφροδισιάσαντι ἐξηράνθη πάντα· κόπος· θέρμη ἐπεγένετο· κεφαλὴ βαρείη· ἱδρὼς ἀπὸ κεφαλῆς πουλύς· ἦν δὲ καὶ ὑγιαίνων ἱδρώδης· τριταῖος ὑγιής.

[73] Μετὰ κύνα, οἱ πυρετοὶ ἐγένοντο ἱδρώδεες, καὶ οὐ περιεψύχοντο παντάπασι μετὰ τὸν ἱδρῶτα· πάλιν δὲ ἐπεθερμαίνοντο, καὶ μακροὶ, καὶ ἐπιεικέως ἄκρητοι, καὶ οὐ πάνυ διψώδεες· ὀλίγοισιν ἐν ἑπτὰ καὶ ἐννέα ἐπαύοντο, ἑνδεκαταῖοι, καὶ τεσσαρεσκαιδεκαταῖοι, καὶ ἑπτακαιδεκαταῖοι, καὶ εἰκοσταῖοι ἐκρίνοντο. Πολυκράτει πυρετὸς ἐπῄει, καὶ τὰ τοῦ ἱδρῶτος, οἷα γέγραπται· ἀπὸ φαρμάκου κάθαρσις κάτω ἐγένετο· καὶ τὰ τοῦ πυρετοῦ, ἤπια· πάλιν ἐν κροτάφοις ἱδρώτια, καὶ περὶ τράχηλον ἐς δείλην, εἶτα ἐς ὅλον· καὶ πάλιν ἐπεθερμάνθη. Περὶ δὲ τὰς δώδεκα καὶ τεσσαρεσκαίδεκα ἐπέτεινεν ὁ πυρετός· καὶ ὑποχωρήματα βραχέα· ῥοφήμασι μετὰ τὴν κάθαρσιν ἐχρήσατο. Περὶ δὲ τὰς πεντεκαίδεκα γαστρὸς ἄλγημα κατὰ σπλῆνα καὶ κατὰ κενεῶνα ἀριστερόν· θερμῶν προσθέσιες ἧσσον ἢ ψυχρῶν προσωφέλεον· κλύσματι δὲ μαλθακῷ χρησαμένῳ ἔληξεν ἡ ὀδύνη.

[74] Τῷ ἐκ τοῦ μεγάλου πλοίου διόπῳ ἡ ἄγκυρα λιχανὸν δάκτυλον καὶ τὸ κάτω ὀστέον ξυνέφλασε δεξιῆς χειρός· φλεγμασίη ἐπεγένετο, καὶ σφάκελος, καὶ πυρετός· ὑπεκαθάρθη μετρίως· θέρμαι ἤπιοι, καὶ ὀδύναι· δακτύλου τι ἀπέπεσεν. Μετὰ τὰς ἑπτὰ ἐξῄει ἰχὼρ ἐπιεικής. Μετὰ ταῦτα, γλώσσης, οὐ πάντα ἔφη δύνασθαι ἑρμηνεύειν· προῤῥήσιος, ὅτι ὀπισθότονος ἥξει· ξυνεφέροντο αἱ γνάθοι συνερειδόμεναι, εἶτα ἐς τράχηλον· τριταῖος δὲ ὅλος ἐσπᾶτο ἐς τοὐπίσω ξὺν ἱδρῶτι. Ἑκταῖος ἀπὸ τῆς προῤῥήσιος ἔθανεν.

[75] Ὁ δὲ Ἁρπάλου ἐκ τῆς ἀπελευθέρης Τηλεφάνης στρέμμα κάτω μεγάλου δακτύλου ἔλαβεν· ἐφλέγμηνε, καὶ ἐπώδυνος ἦν· καὶ ἐπεὶ ἀνῆκεν, ᾤχετο ἐς ἀγρόν. Ἀναχωρέων, ὀσφὺν ἤλγησεν· ἐλούσατο· αἱ γένυες ξυνήπτοντο ἐς νύκτα, καὶ ὀπισθότονος παρῆν· τὸ σίελον ἀφρῶδες μόλις διὰ τῶν ὀδόντων ἔξω διῄει· τριταῖος ἔθανεν.

[76] Θρίνων ὁ τοῦ Δάμωνος, περὶ κνήμης σφυρὸν ἕλκος κατὰ νεῦρον, ἤδη καθαρόν· τούτῳ δηχθέντι ὑπὸ φαρμάκου, ξυνέβη ὀπισθοτόνῳ θανεῖν.

[77] Ἦρά γε ἐν πᾶσι τοῖσιν ἐμπυήμασι, καὶ τοῖσι περὶ ὀφθαλμὸν, ἐς νύκτα οἱ πόνοι;

[78] Αἱ βῆχες χειμῶνος, μάλιστα δ᾿ ἐν νοτίοισι, παχέα καὶ πουλλὰ λευκὰ χρεμπτομένοισι πυρετοὶ ἐπεγίνοντο ἐπιεικέως, καὶ πεμπταῖοι ἐπαύοντο· αἱ δὲ βῆχες, περὶ τὰς τεσσαράκοντα, οἷον Ἡγησιπόλει.

[79] Εὐτυχίδης ἐκ χολερικῶν ἐπὶ τῶν σκελέων ἐς τετανώδεα ἔληξεν· ἅμα τῇ κάτω ὑποχωρήσει κατακορέα χολὴν πουλλὴν ἤμεσεν ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας, καὶ λίην ἐρυθρήν· καὶ ἀκρατὴς ἦν καὶ ἀσώδης· οὐδὲν δὲ κατέχειν ἠδύνατο, οὔτε ἐκ τῶν ποτῶν, οὔτε ἐκ τῶν σιτίων· καὶ τοῦ οὔρου πουλλὴ σχέσις, καὶ τῆς κάτω διόδου· διὰ τοῦ ἐμέτου τρὺξ μαλθακὴ ἦλθε, καὶ κατέῤῥιψε κάτω.

[80] Ἀνδροφανεῖ ἀφωνίη, λήρησις· λυθέντων δὲ τούτων, περιῆν ἔτι συχνά· καὶ ὑποστροφαὶ ἐγίνοντο· ἡ δὲ γλῶσσα διετέλει πάντα τὸν χρόνον ξηρή· καὶ εἰ μὴ διακλύζοιτο, διαλέγεσθαι οὐχ οἷός τε ἦν, καὶ πικρὴ λίην ἦν τὰ πολλά· ἔστι δ᾿ ὅτε καὶ πρὸς καρδίην ὀδύνη, ἣν φλεβοτομίη ἔλυσεν· ταύτῃ ὑδροποσίη ἢ μελίκρητον ξυνήνεγκεν. Ἐλλέβορον ἔπιε μέλανα, οὐδὲ τὸ χολῶδες διῄει, ἀλλ᾿ ὀλίγον. Τέλος δὲ χειμῶνος κατακλιθεὶς, ἔξω ἐγένετο, καὶ τὰ τῆς γλώσσης παθήματα ὅμοια, θέρμη λεπτὴ, ἄπορος, γλῶσσα ἄχροος, φωνὴ περιπλευμονικὴ, ἀπόσταξις· εἷμα ἀπεδύετο, καὶ ἐξάγειν αὐτὸν ἐκέλευεν, οὐδὲν δὲ ἠδύνατο σάφα εἰπεῖν· ἐς νύκτα ἐτελεύτα.

[81] Τὸ Νικάνορος πάθος, ὁπότε ἐς ποτὸν ὥρμητο, φόβος τῆς αὐλητρίδος· ὁκότε φωνῆς αὐλοῦ ἀρχομένης ἀκούσειεν αὐλεῖν ἐν ξυμποσίῳ, ὑπὸ δειμάτων ὄχλοι· μόλις ὑπομένειν ἔφη, ὅτε εἴη νύξ· ἡμέρης δὲ ἀκούων, οὐδὲν διετρέπετο· τοιαῦτα παρείπετό οἱ συχνὸν χρόνον.

[82] Δημοκλῆς ὁ μετ᾿ ἐκείνου ἀμβλυώσσειν καὶ λυσισωματεῖν ἐδόκεε, καὶ οὐκ ἂν παρῆλθε παρὰ κρημνὸν οὐδ᾿ ἐπὶ γεφύρης· οὐδὲ τοὐλάχιστον βάθος τάφρου διαπορεύεσθαι, ἀλλὰ δι᾿ αὐτῆς τῆς τάφρου οἷός τε ἦν· τοῦτο χρόνον τινὰ ξυνέβη αὐτῷ.

[83] Τὸ Φοίνικος, ἐκ τοῦ ὀφθαλμοῦ τοῦ δεξιοῦ τοιοῦτόν τι ἦν· τὰ πολλὰ ὥσπερ ἀστραπὴν ἐδόκεεν ἐκλάμπειν· οὐ πολὺ δὲ ἐπισχόντι ὀδύνη ἐς τὸν κρόταφον τὸν δεξιὸν ἐνεστήκει δεινὴ, εἶτα ἐς ὅλην τὴν κεφαλὴν καὶ ἐς τράχηλον, καθὸ δέδεται ἡ κεφαλὴ ὄπισθεν σπονδύλῳ· καὶ ξύντασις, καὶ σκληρότης ἀμφὶ τοὺς τένοντας· καὶ εἰ διοίγειν ἐπειρᾶτο, ξυντεινόμενος. Ἔμετοι ὁκότε γενοίατο, ἀπέτρεπον τὰς εἰρημένας ὀδύνας, καὶ ἠπιωτέρας ἐποίεον· ἀλλὰ μὴν καὶ φλεβοτομίη ὠφέλεε, καὶ ἐλλεβοροποσίη ἀνῆγε παντοδαπὰ, οὐχ ἥκιστα δὲ πρασοειδέα.

[84] Παρμενίσκῳ καὶ πρότερον ἐνέπιπτον ἀθυμίαι καὶ ἀπαλλαγῆς βίου ἐπιθυμίη, ὁτὲ δὲ πάλιν εὐθυμίη.

[85] Ἡ δὲ Κόνωνος θεράπαινα, ἐκ κεφαλῆς ὀδύνης ἀρξαμένης, ἔκτοσθεν ἐγένετο· βοὴ, κλαυθμοὶ πουλλοὶ, ὀλιγάκις ἡσυχίη. Περὶ δὲ τὰς τεσσαράκοντα ἐτελεύτησεν· τὰς ὅτε δὲ ἔθνησκε δέκα ἡμέρας, ἄφωνος καὶ σπασμώδης ἐγένετο.

[86] Νεηνίσκος δέ τις πουλὺν ἄκρητον πεπωκὼς, ὕπτιος ἐκάθευδεν ἔν τινι σκηνῇ· τούτῳ ὄφις ἐς τὸ στόμα παρεισεδύετο ἀργής. Καὶ δὴ, ὅ τι ᾔσθετο, οὐ δυνάμενος φράσασθαι, ἔβρυξε τοὺς ὀδόντας, καὶ παρέτραγε τοῦ ὄφιος, καὶ ἀλγηδόνι μεγάλῃ εἴχετο, καὶ τὰς χεῖρας προσέφερεν ὡς ἀγχόμενος, καὶ ἐῤῥίπτει ἑωυτὸν, καὶ σπασθεὶς ἔθανεν.

[87] Καὶ ὁ τοῦ Τιμοχάριος θεράπων, ἐκ μελαγχολικῶν δοκεόντων εἶναι καὶ τοιούτων καὶ τοσούτων, ἔθανεν ὁμοίως περὶ τὰς αὐτὰς ἡμέρας.

[88] Τῷ Νικολάου παιδὶ, περὶ ἡλίου τροπὰς χειμερινὰς, ἐκ ποτῶν ἔφριξεν· ἐς νύκτα πυρετοί. Τῇ ὑστεραίῃ, ἔμετος χολώδης, ἄκρητος, ὀλίγος. Τῇ τρίτῃ, ἀγορῆς ἔτι πλήρεος ἐούσης, ἱδρὼς ὅλου τοῦ σώματος· ἔληξεν.

[89] Τῇ Διοπείθεος ἀδελφεῇ, ἐν ἡμιτριταίῳ· καὶ ἡ καρδίη περὶ τὴν λῆψιν, δεινὴ, καὶ ξυμπαρείπετο ὅλῃ τῇ ἡμέρῃ. Καὶ ἡ καρδιαλγίη, καὶ τῇσιν ἄλλῃσι παραπλησίως, πλὴν ἀλλ᾿ ὑπὸ πληϊάδος δύσιν· ἀνδράσι σπανιώτερα ἐγένετο τὰ τοιαῦτα.

[90] Τῇ Ἐπιχάρμου, πρὸ τοῦ τεκεῖν, δυσεντερίη ἦν· ὁ πόνος σφοδρός· ὑποχωρήματα ὕφαιμα, μυξώδεα· τεκοῦσα, παραχρῆμα ἰάθη.

[91] Τῇ Πολεμάρχου ἐν ἀρθριτικοῖς ἰσχίου ἄλγημά τι δεινὸν, ἐξ αἰτίης γυναικείων μὴ γινομένων· ἡ φωνὴ ἴσχετο νύκτα ὅλην μέχρι μέσον ἡμέρης· ἤκουε δὲ καὶ ἐφρόνεε, καὶ ἐσήμαινε τῇ χειρὶ, ὅτι περὶ τὸ ἰσχίον εἴη τὸ ἄλγημα.

[92] Ἐπιχάρμῳ, περὶ πληϊάδων δύσιν, ὤμου ὀδύνη, καὶ βάρος ἐς βραχίονα, νάρκη, ἔμετοι συχνοὶ, ὑδροποσίη.

[93] Τῷ Εὐφράνορος παιδὶ, τὰ ἐξανθήματα οἷα τὰ τῶν κωνώπων δήγματα, ὀλίγον δὲ χρόνον· τῇ ὑστεραίῃ ἐπυρέτηνεν.

[94] Αὐχμοὶ πουλλοὶ μετὰ ζέφυρον ἐγένοντο μέχρις ἰσημερίης φθινοπωρινῆς· ὑπὸ κύνα, πνίγεα μεγάλα, πνεύματα θερμά· πυρετοὶ ἱδρώδεες· φύματα παρ᾿ οὖς συχνοῖς ἐγένοντο.

[95] Τύχων ἐν τῇ πολιορκίῃ περὶ Δάτον ἐπλήγη ὑπὸ καταπέλτου ἐς τὸ στῆθος, καὶ μετ᾿ ὀλίγον γέλως ἦν περὶ αὐτὸν θορυβώδης· ἐδόκεε δέ μοι ὁ ἰητρὸς ἐξαιρέων τὸ ξύλον ἐγκαταλιπεῖν τι τοῦ δόρατος κατὰ τὸ διάφραγμα. Ἀλγέοντος δὲ αὐτοῦ, πρὸς τὴν ἑσπέρην ἔκλυσέ τε καὶ ἐφαρμάκευσε κάτω. Νύκτα διήγαγε τὴν πρώτην δυσφόρως· ἅμ᾿ ἡμέρῃ δὲ ἐδόκεε καὶ τῷ ἰητρῷ καὶ τοῖσιν ἄλλοισι βέλτιον ἔχειν· πρόῤῥησις, ὅτι, σπασμοῦ γενομένου, ταχέως ἀπολεῖται. Τῇ γοῦν ἐπιούσῃ νυκτὶ, δύσφορος, ἄγρυπνος· ἐπὶ γαστέρα τὰ πουλλὰ κλινόμενος. Τῇ τρίτῃ ἅμ᾿ ἡμέρῃ ἐσπᾶτο, καὶ τηνικαῦτα ἐτελεύτησεν.

[96] Τῷ Βίλλῳ πληγέντι ἐς τὸν νῶτον, τὸ πνεῦμα πουλὺ κατὰ τὸ τρῶμα μετὰ ψόφου ἐχώρεεν· ᾑμοῤῥάγει· τῷ δὲ ἐναίμῳ καταδεθεὶς ἰάθη· καὶ τῷ Δυσλύτᾳ ξυνέβη τωὐτό.

[97] Τῷ τῆς Φίλης παιδὶ, ψιλώματος ἐν τῷ μετώπῳ γενομένου, ἐναταίῳ πυρετός· ἐπελιάνθη τὸ ὀστέον· ἐτελεύτησεν. Καὶ τῷ Φανίου καὶ τῷ Εὐεργέτου, πελιαινομένων τῶν ὀστέων, καὶ πυρεταινόντων, ἀφίσταται τὸ δέρμα ἀπὸ τοῦ ὀστέου, καὶ πῦον οὐ φαίνεται.

[98] Ἀρίστιππος ἐς τὴν κοιλίην ἐτοξεύθη ἄνω βίῃ χαλεπῶς· ἄλγος κοιλίης δεινόν· καὶ ἐπίμπρατο ταχέως· κάτω δὲ οὐ διεχώρεεν· ἀσώδης ἦν· χολώδεα κατακορέα· καὶ ὅτε ἀπήμεσεν, ἐδόκεε ῥηΐων εἶναι· μετ᾿ ὀλίγον δὲ πάλιν τὰ ἀλγήματα δεινά· καὶ ἡ κοιλίη ὡς ἐν εἰλεοῖσιν· θέρμαι, δίψαι· καὶ ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν ἐτελεύτησεν.

[99] Ὁ δὲ Νεάπολις πληγεὶς ὁμοίως ταῦτ᾿ ἔπασχεν· κλυσθέντι δ᾿ ἐν δριμεῖ, κοιλίη κατεῤῥάγη· χρῶμα κατεχύθη λεπτὸν, ὠχρὸν, μελανέον· ὄμματα αὐχμηρὰ, καρώδεα, ἐνδεδινημένα, ἀτενίζοντα.

[100] Ἐν Καρδίῃ, τῷ Μητροδώρου παιδὶ ἐξ ὀδόντος ὀδύνης σφακελισμὸς τῆς γνάθου, καὶ οὔλων ὑπερσάρκωσις· μετρίως ἐξεπύησεν· ἐξέπεσον οἱ γόμφιοι καὶ ἡ σιηγών.

[101] Γυναικὶ, ἐν Ἀβδήροισι, καρκίνωμα ἐγένετο περὶ τὸ στῆθος, καὶ διὰ τῆς θηλῆς ἔῤῥεεν ἰχὼρ ὕφαιμος· ἐπιληφθείσης δὲ τῆς ῥύσιος, ἔθανεν.

[102] Ἐκ κατάῤῥου κατὰ τὸ ἥμισυ τῆς κεφαλῆς ἐπόνεον, καὶ κατὰ ῥῖνας ὑγροῦ χωρέοντος, ἐπυρέταινον, ἐπιεικέως ἐν τῇσι πέντε ἡμέρῃσι περιεψύχοντο.

[103] Τῇ Σίμου ἐν τόκῳ σεισθείσῃ, ἄλγημα περὶ τὸ στῆθος ἐγένετο καὶ πλευρόν· ἀποχρέμψιες πυώδεες· φθίσις κατέστη· ἓξ μῆνας οἱ πυρετοί· πάλιν διάῤῥοια· παῦσις πυρετοῦ· κοιλίη ἔστη, καὶ περὶ ἡμέρας ἑπτὰ ἔθανεν.

[104] Ἡ κυναγχικὴ χεῖρα δεξιὴν καὶ σκέλος ἤλγησεν· πυρετὸς ἐπεῖχε βληχρός· ὁ δὲ πνιγμὸς τριταίῃ ἐχάλασεν. Τετάρτῃ, σπασμώδης, ἄφωνος· ῥέγχος, ὀδόντων σύντριψις, γνάθων ἔρευθος· ἔθανε πεμπταίη ἢ ἑκταίη· σημεῖον περὶ χεῖρα ὑποπέλιον.

[105] Καὶ ἑτέρη ἐπὶ τοῦ ὑπερῴου ῥεγχώδης· γλῶσσα ξηρὴ, περιπλευμονική· ἔμφρων ἔθανεν.

[106] Καὶ ὁ ἐν Ὀλύνθῳ ὑδρωπικὸς, ἐξαίφνης ἄφωνος, ἔκφρων νύκτα καὶ ἡμέρην, ἔθανεν.


Περὶ Ἐπιδημιῶν 6

ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΕΚΤΟΝ.

[1] ΤΜΗΜΑ ΠΡΩΤΟΝ.

[1] Ὁκόσῃσιν ἐξ ἀποφθορῆς περὶ ὑστέρην καὶ οἰδημάτων ἐς καρηβαρίην τρέπεται, κατὰ τὸ βρέγμα ὀδύναι μάλιστα, καὶ ὅσαι ἄλλαι ἀπὸ ὑστερέων· ταύτῃσιν ἐν ὀκτὼ ἢ δέκα μησὶν ἐς ἰσχίον τελευτᾷ.

[2] Οἱ φοξοὶ, οἱ μὲν καρτεραύχενες, ἰσχυροὶ καὶ τἄλλα καὶ ὀστέοισιν· οἱ δὲ κεφαλαλγέες, καὶ ὠτόῤῥυτοι· τουτέοισιν ὑπερῷαι κοῖλαι, καὶ ὀδόντες παρηλλαγμένοι.

[3] Ὁκόσοισιν ὀστέον ἀπὸ ὑπερῴης ἀπῆλθε, τουτέοισι μέση ἵζει ἡ ῥίς· οἷσι δὲ, ἔνθεν οἱ ὀδόντες, ἄκρη σιμοῦται.

[4] Αἱ τῶν νηπίων ἐκλάμψιες ἅμα ἥβῃ ἔστιν οἷσι μεταβολὰς ἴσχουσι καὶ ἄλλας.

[5] Καὶ ἐς νεφρὸν ὀδύνη βαρείη, ὅταν πληρῶνται σίτου, ἐμέουσί γε φλέγμα, ὅταν δὲ πλεονάζωσιν αἱ ὀδύναι, ἰώδεα· καὶ ῥᾴους μὲν γίνονται, λύονται δὲ, ὅταν σίτου κενωθῶσιν· ψαμμία τε πυῤῥὰ ὑφίσταται, αἱματῶδές τε οὐρέουσιν· νάρκη μηροῦ τοῦ κατ᾿ ἴξιν. Ἐλινύειν οὐ ξυμφέρει, ἀλλὰ γυμνάσια· μὴ ἐμπίπλασθαι· τοὺς νέους ἐλλεβορίζειν, ἰγνύην τάμνειν, οὐρητικοῖσι καθαίρειν, λεπτῦναι καὶ ἁπαλῦναι.

[6] Γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπιπουλὺ παραμένει· ὅταν δὲ μὴ ταχὺ ἴῃ, ἐποιδέει.

[7] Ἐν Κρανῶνι, αἱ παλαιαὶ ὀδύναι, ψυχραί· αἱ δὲ νεαραὶ, θερμαὶ, αἵματι δὲ αἱ πλεῖσται· καὶ τὰ ἀπὸ ἰσχίου ψυχρά.

[8] Τὰ ἐς ῥίγεα ἰσχυρὰ ἰόντα, οὐ πάνυ τι πρηΰνεται, ἀλλ᾿ ἐγγὺς τῆς ἀκμῆς. Πρὸ ῥίγεος αἱ ἐπισχέσιες τῶν οὔρων, ἢν ἐκ χρηστῶν ἴωσι, καὶ κοιλίη ἢν μὴ ὑποδιέλθῃ, καὶ ὕπνοι ἢν ἔωσιν· ἴσως δὲ καὶ ὁ τρόπος τοῦ πυρετοῦ· ἴσως δὲ καὶ τὰ ἐκ κόπων. Ἀποστάσιες οὐ μάλα, οἷσι ῥίγεα.

[9] Αἱ τῶν σκελέων ἐκθηλύνσιες, οἷον ἢ πρὸ νούσου ὁδοιπορήσαντι, ἢ ἐκ νούσου αὐτίκα, διότι ἴσως τὸ ἐκ κόπων ἐς ἄρθρα ἀπέστη, διὸ καὶ τῶν σκελέων ἐκθηλύνσιες.

[10] Φύματα ἔξω ἐξοιδέοντα, καὶ τὰ ἀποξέα καὶ κορυφώδεα, καὶ τὰ ὁμαλῶς ξυμπεπαινόμενα, καὶ μὴ περίσκληρα, καὶ κατάῤῥοπα, καὶ μὴ δίκραια, ἀμείνω· τὰ δὲ ἐναντία κακὰ, καὶ ὅσα πλείστῳ ἐναντία, κάκιστα.

[11] Τὸ θηριῶδες φθινοπώρου, καὶ αἱ καρδιαλγίαι, καὶ τὸ φρικῶδες, καὶ μελαγχολικόν. Πρὸς τὰς ἀρχὰς τοὺς παροξυσμοὺς σκέπτεσθαι, καὶ ἐν ἁπάσῃ τῇ νούσῳ, οἷον τὸ ἐς δείλην παροξύνεσθαι, καὶ ὁ ἐνιαυτός· ἐς δείλην, καὶ αἱ ἀσκαρίδες.

[12] Νηπίοισι βηχίον ξὺν γαστρὸς ταραχῇ καὶ πυρετῷ ξυνεχεῖ σημαίνει μετὰ κρίσιν, διμηνιαίῳ τὸ ξύμπαν, εἰκοσταίῳ, καὶ οἰδήματα ἐς ἄρθρα· καὶ ἢν μὲν κάτω τοῦ ὀμφαλοῦ καταστῇ, τὰ ἄνω ἐν τοῖσι κάτω ἄρθροισιν, ἀγαθόν· ἢν δὲ ἄνω, οὐχ ὁμοίως λύει τὴν νοῦσον, ἢν μὴ ἐκπυήσῃ· τὰ δὲ ἐν ὤμοισιν ἐκπυεῦντα τοῖσι τηλικούτοισι γαλιάγκωνας ποιέει· λύσειε δ᾿ ἂν καὶ ἑλκυδρίων κάτω ἔκθυσις, ἢν μὴ στρογγύλα καὶ βαθέα ᾖ, τὰ δὲ τοιαῦτα ὀλέθρια καὶ ἄλλως παιδίοισιν· καὶ αἷμα λύσειεν ἂν ῥαγὲν, μᾶλλον δὲ τοῖσι τελειοτέροισιν ἐπιφαίνεται.

[13] Δάκρυον ἐν τοῖσιν ὀξέσι τῶν φλαύρως ἐχόντων, ἑκόντων μὲν χρηστόν· ἀκόντων δὲ παραῤῥέον, κακόν· καὶ οἷσι περιτείνεται βλέφαρα, κακόν· κακὸν δὲ καὶ τὸ ἐπιξηραινόμενον, οἷον ἄχνη, καὶ τὸ ἀμαυρὸν, καὶ αὐχμηρὸν, κακόν· καὶ οἱ ῥυτιδούμενοι ἔνδοθεν, καὶ οἱ πεπηγότες, καὶ οἱ μόλις στρεφόμενοι, καὶ οἱ ἐνδεδινημένοι, καὶ τἄλλα ὅσα παρεῖται.

[14] Πυρετοὶ, οἱ μὲν δακνώδεες τῇ χειρὶ, οἱ δὲ πρηέες· οἱ δ᾿ οὐ δακνώδεες μὲν, ἐπαναδιδόντες δέ· οἱ δ᾿ ὀξέες μὲν, ἡσσώμενοι δὲ τῆς χειρός· οἱ δὲ περικαέες εὐθέως, οἱ δὲ διὰ παντὸς βληχροί· ξηροί· οἱ δὲ ἁλμυρώδεες· οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινοί· οἱ δὲ πρὸς τὴν χεῖρα νοτιώδεες· οἱ δὲ ἐξέρυθροι· οἱ δὲ πελιοί· οἱ δὲ ἔξωχροι· καὶ τἄλλα τοιουτότροπα.

[15] Αἱ ξυντάσιες τοῦ σώματος, καὶ οἱ σκληρυσμοὶ τῶν ἄρθρων, κακόν· καὶ αὐτὸς διαλελυμένος, κακόν· καὶ αἱ κατακλάσιες τῶν ἄρθρων, κακαί. Ὄμματος θράσος, παρακρουστικόν· καὶ ἔῤῥιψις καὶ κατάκλασις, κακόν.

[2] ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ.

[1] Εὐρῦναι, στενυγρῶσαι, τὰ μὲν, ναὶ, τὰ δὲ μή. Χυμοὺς, τοὺς μὲν, ἐξῶσαι, τοὺς δὲ ξηρᾶναι, τοὺς δὲ ἐνθεῖναι, καὶ τῇ μὲν, τῇ δὲ μή. Λεπτῦναι, παχῦναι τεῦχος, δέρμα, σάρκας, καὶ τἄλλα, καὶ τὰ μὲν, τὰ δὲ μή. Λειῆναι, τρηχῦναι, σκληρῦναι, μαλθάξαι, τὰ μὲν, τὰ δὲ μή. Ἐπεγεῖραι, ναρκῶσαι· καὶ τἄλλα ὅσα τοιαῦτα. Παροχετεύειν, ὑπείξαντα ἀντισπᾷν αὐτίκα, ἀντιτείναντα ὑπεῖξαι. Ἄλλον χυμὸν, μὴ τὸν ἰόντα, ἄγειν, τὸν δὲ ἰόντα συνεκχυμοῦν, ἐργάσασθαι τὸ ὅμοιον, οἷον ὀδύνη ὀδύνην παύει, τὰ ἀνόμοια, ἢν ῥέπῃ ἄνωθεν ἀρθέντα, κάτωθεν λύειν, καὶ τὰ ἐναντία ταῦτα, οἷον κεφαλῆς κάθαρσις, φλεβοτομίη, ὅτε οὐκ εἰκῆ ἀφαιρέεται.

[2] Αἱ ἀποστάσιες, οἷον βουβῶνες, σημεῖον μὲν τῶν τὰ βλαστήματα ἐχόντων, ἀτὰρ καὶ ἄλλων, μάλιστα δὲ περὶ τὰ σπλάγχνα, κακοήθεες δὲ οὗτοι.

[3] Πνεύματα, σμικρὰ, πυκνά· μεγάλα, ἀραιά· σμικρὰ, ἀραιά· πυκνὰ, μεγάλα· ἔξω μεγάλα, εἴσω σμικρά· εἴσω μεγάλα, ἔξω σμικρά· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον· διπλῆ εἴσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσι, θερμὸν, ψυχρόν.

[4] Ἰητήριον ξυνεχέων χασμέων, μακρόπνους, ἐν τοῖσιν ἀπότοισι καὶ μόγις, βραχύπνους.

[5] Κατ᾿ ἴξιν καὶ πλευρέων ὀδύνη, καὶ ξυντάσιες ὑποχονδρίων, καὶ σπληνὸς ἐπάρσιες, καὶ ἐκ ῥινῶν ῥήξιες, καὶ ὦτα κατ᾿ ἴξιν, τούτων τὰ πλεῖστα ταῦτα καὶ ἐν ὀφθαλμοῖσιν· πότερον ἦρα πάντα, ἢ τὰ μὲν κάτωθεν ἄνω, κατ᾿ ἴξιν, οἷα τὰ παρὰ γνάθους ἢ παρ᾿ ὀφθαλμὸν καὶ οὖς, τὰ δὲ ἄνωθεν κάτω, οὐ κατ᾿ ἴξιν; καίτοι καὶ τὰ συναγχικὰ ἐρυθήματα καὶ πλευρέων ἀλγήματα κατ᾿ ἴξιν· ἢ καὶ τὰ κάτω ἥπατος ἄνωθεν διαδιδόντα, οἷον τὰ ἐς ὄρχιας καὶ κιρσούς; σκεπτέα ταῦτα, ὅπη καὶ ὅθεν καὶ διὰ τί.

[6] Φλέβες κροτάφων οὐχ ἱδρυμέναι, οὐδὲ χλώρασμα λαμπρὸν, ἢν πνεῦμα ἐγκαταλείπηται, ἢ βὴξ ξηρὴ, μὴ θηριώδης, ἐς ἄρθρα στήριξιν προσδέχεσθαι δεῖ, κατ᾿ ἴξιν τῶν ἐντασίων τῶν κατὰ κοιλίην ὡς ἐπιτοπουλύ· ἔχουσι δὲ οὗτοι οἱ πλεῖστοι καὶ ἐξέρυθρα, καὶ τῇ φύσει τοῦ λευκοχροωτέρου τρόπου, καὶ οὐχ αἱμοῤῥαγέουσι ῥῖνες, ἢ σμικρὰ αἱμοῤῥαγέουσιν· καὶ ἢν μὲν ῥυέντων ἐγκαταλείπηται, ἕτοιμον· δίψα ἐγκαταλειφθεῖσα καὶ στόματος ἐπιξηρασίη καὶ ἀηδίη καὶ ἀποσιτίη τοῦτον τὸν τρόπον· πυρετοὶ δὲ οὐκ ὀξέες οἱ τοιοίδε, ὑποστροφώδεες δέ.

[7] Τὰ ἐγκαταλιμπανόμενα μετὰ κρίσιν, ὑποστροφώδεα. Τὸ γοῦν πρῶτον σπληνῶν ἐπάρσιες, ἢν μὴ ἐς ἄρθρα τελευτήσῃ, ἢ αἱμοῤῥαγίη γένηται, ἢ δεξιοῦ ὑποχονδρίου ἔντασις, ἢν μὴ ἐξοδεύῃ οὖρα· αὐτὴ γὰρ ἡ ἐγκατάληψις ἀμφοτέρων, καὶ αἱ ὑποστροφαὶ τουτέων εἰκότως. Ἀποστάσιας οὖν ποιέεσθαι αὐτὸν μὴ γινομένας, τὰς δὲ ἐκκλίνειν γινομένας, τὰς δὲ ἀποδέχεσθαι, ἢν ἴωσιν, οἷαι δεῖ, καὶ ᾗ δεῖ, ὁκόσαι δὲ μὴ σφόδρα, ξυνδρᾷν, τὰς δὲ ἀποτρέπειν, ἢν πάντη ἀξύμφοροι ἔωσι, μάλιστα δὲ ταύτας μελλούσας, εἰ δὲ μὴ, ἀρχομένας ἄρτι.

[8] Αἱ τεταρταῖαι αἱμοῤῥαγίαι, δύσκριτοι.

[9] Οἱ διαλείποντες μίην, τῇ ἑτέρῃ ἐπιῤῥιγέουσιν ἅμα κρίσει, ἐκ τῶν πέντε εἰς τὰς ἑπτά.

[10] Ὅσοι τριταιοφυέες, τουτέοισιν ἡ νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ· ἡ δὲ ἐπιοῦσα, εὐφορωτέρη ὡς ἐπιτοπουλύ.

[11] Βῆχες ξηραὶ, βραχὺ ἐρεθίζουσαι, ἀπὸ πυρετοῦ πυρικαέος, οὐ κατὰ λόγον διψώδεες, οὐδὲ γλῶσσαι καταπεφρυγμέναι, οὐ τῷ θηριώδει, ἀλλὰ τῷ πνεύματι, δῆλον δέ· ὅταν γὰρ διαλέγωνται ἢ χασμῶσι, τότε βήσσουσιν· ὅταν δὲ μὴ, οὔ· τοῦτο ἐν τοῖσι κοπιώδεσι μάλιστα πυρετοῖσι γίνεται.

[12] Μηδὲν εἰκῆ, μηδὲν ὑπερορῇν. Ἐκ προσαγωγῆς τἀναντία προσάγειν, καὶ διαναπαύειν.

[13] Τῷ ὄπισθεν κεφαλῆς ὀδυνωμένῳ, ἡ ἐν μετώπῳ ὀρθὴ φλὲψ τμηθεῖσα ὠφέλησεν.

[14] Αἱ διαδέξιες τῶν ὑποχονδρίων, ἐξ οἵων, ἐς οἷα, καὶ ἄλλαι καὶ τῶν σπλάγχνων τῶν φλεγμονῶν οἷα δύνανται, εἴτ᾿ ἐξ ἥπατος σπληνὶ, καὶ τἀναντία, καὶ ὅσα τοιαῦτα. Ἀντισπᾷν, ἢν μὴ, ᾗ δεῖ, ῥέπῃ· ἢν δὲ ὅπη δεῖ, τουτέοισι δὲ στομοῦν, οἵως ἕκαστα ῥέπει.

[15] Τὰ πλατέα ἐξανθήματα, οὐ πάνυ τι κνησμώδεα, οἷα Σίμων εἶχε χειμῶνος· ὅτε πρὸς πῦρ ἀλείψαιτο, ἢ θερμῷ λούσαιτο, ἀνίστατο· ἔμετοι οὐκ ὠφέλεον, οἴομαι, εἴ τις ἐξεπυρία, ἀνιέναι ἄν.

[16] Ὅσα πεπαίνεσθαι δεῖ, κατακεκλεῖσθαι δεῖ, τἀναντία δὲ ξηραίνειν καὶ ἀνεῷχθαι. Ὀμμάτων ῥοωδέων, ἢν ἄλλως φαίνηται ξυμφέρειν, ἀντισπᾷν ἐς φάρυγγα, καὶ ὅπη ἔρευξις λυσιτελέει, καὶ ἄλλα τοιαῦτα. Τὰς ἐφόδους ἀνεστομῶσθαι, οἷον ῥῖνας, καὶ τὰς ἄλλας, ὧν δεῖ, καὶ ὡς δεῖ, καὶ οἷα, καὶ ὅπη, καὶ ὅτε, καὶ ὅσον δεῖ, οἷον ἱδρῶτας καὶ τἄλλα δὴ πάντα.

[17] Ἐπὶ τοῖσι μεγάλοισι κακοῖσι, πρόσωπον ἢν ᾖ χρηστὸν, σημεῖον χρηστόν· ἐπὶ δὲ τοῖσι σμικροῖσι τἀναντία εὐσημείη κακόν.

[18] Παρὰ τὸ μέγα, οὗ ἡ γυνὴ ὄπισθεν τοῦ Ἡρωΐου, ἰκτερώδεος ἐπιγενομένου ....

[19] Ὁ παρὰ Τημένεω ἀδελφιδῇ, οὗτος μελάγχρως, ἐν Περίνθῳ· τὸ γονοειδὲς, τὸ τοιοῦτον ὅτι κρίσιμον, καὶ τῶν ἤτρων τὰ τοιαῦτα· ὅτι αἱ οὐρήσιες ῥύονται· ὅτι οὔτε φύσης πολλῆς, οὔτε κόπρου πολλῆς γλίσχρης διελθούσης ἐλαπάσσετο· οὐ γὰρ δὴ μέγα ἦν τὸ ὑποχόνδριον· κράμβην ἑβδομαῖος ἔφαγεν, ἔτι δύσπνοος ἐὼν, ἐπὶ τὸ ἦτρον ἐλαπάσσετο, εὐθύπνους ἐγένετο· ἡ κοιλίη αὐτῷ ἐξετίναξεν.

[20] Περὶ τοῦ αἵματος τοῦ ἰχωροειδέος, ὅτι ἐν τοῖσι πτοιώδεσι τὸ τοιοῦτον καὶ τοῖσιν ἠγρυπνηκόσι, καὶ εἴτε φλαῦρον, εἴτε χρηστόν. Οἷσιν ὁ σπλήν ἐστι κατάῤῥοπος, πόδες καὶ γούνατα καὶ χεῖρες, θερμά· ῥὶς καὶ ὦτα, ἀεὶ ψυχρά· ἦρα διὰ τοῦτο λεπτὸν τὸ αἷμα· ἦρα καὶ φύσει τοιοῦτον οὗτοι ἔχουσιν;

[21] Ἐν τοῖσιν ἐμπυήμασιν ὀμφαλὸς ὅρος, οἷσι μέλλουσιν ἐκπυέειν, αἱ κοιλίαι ἐκταράσσονται.

[22] Σπλὴν σκληρὸς οὐ τὰ ἄνω, κάτω στρογγύλος, πλατὺς, παχὺς, μακρὸς, λεπτός.

[23] Ἧσσον τοῖς ἀπὸ κεφαλῆς κορυζώδεσιν ....

[24] Ἡ περὶ τὸν νοσέοντα οἰκονομίη, καὶ ἐς τὴν νοῦσον ἐρώτησις· ἃ διηγεῖται, οἷα, ὡς ἀποδεκτέον, οἱ λόγοι· τὰ πρὸς τὸν νοσέοντα, τὰ πρὸς τοὺς παρεόντας, καὶ τὰ ἔξωθεν.

[25] Ὅτι ἐν θερμοτέρῳ, στερεωτέρῳ, ἐν τοῖσι δεξιοῖσι, καὶ μέλανες διὰ τοῦτο, καὶ ἔξω αἱ φλέβες μᾶλλον. Ξυνεκρίθη, ξυνέστη, ὀξύτερον, κινηθὲν, ἐμωλύνθη, καὶ βραδύτερον αὔξεται καὶ ἐπὶ πλείω χρόνον. Ὅτι ἐστερεώθη καὶ χολωδέστερόν τε καὶ ἐναιμότερον, ᾗ τοῦτο θερμότερόν ἐστι τὸ χωρίον τῶν ζώων.

[3] ΤΜΗΜΑ ΤΡΙΤΟΝ.

[1] Ἡ δέρματος ἀραιότης, ἡ κοιλίης πυκνότης, ἡ δέρματος ξύνδεσις, ἡ σαρκῶν αὔξησις, ἡ κοιλίης νάρκωσις, ἡ τῶν ἄλλων ξύγχυσις, ἡ τῶν ἀγγείων ἀκαθαρσίη, ἡ ἐγκεφάλου ἀνάλωσις, διὸ καὶ φαλακρότης, ἡ τῶν ὀργάνων κατάτριψις. Ἡ καθαίρεσις, δρόμοισιν, ἡσυχίῃσιν, πάλῃσι, πολλοῖσι περιπάτοισι τάχεσιν, οἷσιν ἑφθὴ μάζα τὸ πλεῖστον, ἄρτος ὀλίγος. Καθαιρέσιος σημεῖον τὴν αὐτὴν ὥρην τῆς ἡμέρης φυλάσσειν· ἐξαπίνης γὰρ εἰρύεται· ὑφεῖναι τῶν πόνων, ᾗ εἰρύεται· ὁμοίως γὰρ ὅλον ξυμπίπτει· ὅταν δὲ δὴ ξυμπέσωσι, προσάγειν ὕεια ὀπτά· ὅταν δὲ πληρῶνται, σημεῖον, αὖθις τὸ σῶμα ἀνθηρὸν γίνεται. Ἐν γυμνασίοισι σημεῖον, ὁ ἱδρὼς ὁ ῥέων στάγδην ὃς ἔξεισιν ὥσπερ ἐξ ὀχετῶν, ἢ ξύμπτωσις ἐξ ἐπάρσιος.

[2] Ἡ γυνὴ, ἣν πρῶτον ἐθεράπευσα ἐν Κρανῶνι, σπλήν οἱ φύσει μέγας· πυρετὸς καυσώδης· ἐξέρυθρος· πνεῦμα· δεκάτῃ, ἱδρὼς τὰ πολλὰ ἄνω· ἀτάρ τι καὶ κάτω τεσσαρεσκαιδεκάτῃ.

[3] Ἧσσον τοῖσιν ἀπὸ κεφαλῆς κορυζώδεσι καὶ βραγχώδεσιν, ἐπιπυρετήνασιν, ὡς οἶμαι, ὑποστροφαί.

[4] Πᾶν τὸ ἐκπυέον, ἀνυπόστροφον· οὗτος γὰρ πεπασμὸς, καὶ κρίσις ἅμα καὶ ἀπόστασίς ἐστιν.

[5] Οἷσιν, ὅταν ἀφροδισιάζωσι, φυσᾶται ἡ γαστὴρ, ὡς Δαμναγόρᾳ· οἷσι δ᾿ ἐν τούτῳ ψόφος, Ἀρκεσιλάῳ δὲ καὶ ᾤδεεν. Τὸ φυσῶδες ξυναίτιον τοῖσι πιτυρώδεσι, καὶ γάρ εἰσι φυσώδεες.

[6] Τὸ ψυχρὸν πάνυ, φλεβῶν ῥηκτικὸν καὶ βηχῶδες, οἷον χιὼν, κρύσταλλος, συστρεπτικὸν δὲ, οἷον τὰ φηρεῖα, καὶ αἱ γογγρῶναι· συναίτιον καὶ αἱ σκληρότητες.

[7] Τὸ μετ᾿ οὔρησιν σύναγμα, παιδίοισι μᾶλλον· ἦρ᾿ ὅτι θερμότερα;

[8] Τὰ σχήματα τὰ ῥηΐζοντα μᾶλλον, οἷον ὁ τὰ κλήματα τῇ χειρὶ πλέκων ἢ στρέφων, ὑπεροδυνέων, κατακείμενος, λαβόμενος πασσάλου ἄκρου ὑπερπεπηγότος εἴχετο, καὶ ἐῤῥήϊσεν.

[9] Ὃν ἐξ ὀρειτυπίης παρὰ τὴν γέφυραν εἶδον ἐγὼ ῥιπτεῦντα σκέλεα, κνήμην ἑτέρην ἥκιστα ἐλεπτύνετο, μηροὺς δὲ κάρτα· οὖρα καὶ γονὴ οὐκ ἴσχετο.

[10] Ὅσαι πτερυγώδεες φύσιες πλευρέων δι᾿ ἀδυναμίην τῆς ἀφορμῆς, ἐπὶ τοῖσι κατάῤῥοισι τοῖσι κακοήθεσιν, εἰ ἔκκρισις εἴη, καὶ μὴ εἴη, κακόν.

[11] Ῥίγεα ἄρχεται γυναιξὶ μὲν μᾶλλον ἀπ᾿ ὀσφύος καὶ διὰ νώτου, καὶ τότε ἐς κεφαλήν· ἀτὰρ καὶ ἀνδράσιν ὄπισθεν μᾶλλον ἢ ἔμπροσθεν· φρίσσομεν γὰρ τὰ ἔξωθεν μᾶλλον ἢ τὰ ἔνδοθεν τοῦ σώματος, οἷον πήχεων, μηρῶν· ἀτὰρ καὶ τὸ δέρμα ἀραιότερον, δηλοῖ δὲ ἡ θρίξ· ἀφ᾿ ὧν δὲ ἄλλων ῥιγέουσιν ἴσως ἑλκέων, ἄρχεται ἀπὸ τῶν ἀγγείων.

[12] Κεφάλαιον ἐκ τῆς γενέσιος καὶ ἀφορμῆς καὶ πλείστων λόγων καὶ κατὰ σμικρὰ γινωσκομένων συνάγοντα καὶ καταμανθάνοντα, εἰ ὅμοιά ἐστιν ἀλλήλοισιν, αὖθις τὰς ἀνομοιότητας τούτοισιν, εἰ ὅμοιαι ἀλλήλῃσιν, ὡς ἐκ τῶν ἀνομοιοτήτων ὁμοιότης γένηται μία· οὕτως ἂν ἡ ὁδός· οὕτω καὶ τῶν ὀρθῶς ἐχόντων δοκιμασίη, καὶ τῶν μὴ, ἔλεγχος.

[13] Αἱμοῤῥαγίαι ἐκ ῥινῶν ἢ τοῖσιν ὑποχλωρομέλασιν, ἢ τοῖσιν ἐρυθροχλώροισιν, ἢ τοῖσιν ὑποχλώροισιν· βραχέα ὑφέντα, παχῦναι ξηρῶς· τοῖσι δὲ ἑτέροισι, παχυσμὸν ἧσσον· ξηρῷ δὲ ἀπὸ ῥινῶν λευκὰ τῇ ἢ τῇ, οἷον κηκίς.

[14] Ἐπὴν ἀφροδισιάζειν ἄρξωνται ἢ τραγίζειν αἱμοῤῥαγέουσιν. Ἐν τῇσι προσόδοισιν ἔστιν οἳ ἀποψοφέουσιν, οἷον Ἀρκεσίλαος· οἱ δὲ μέλλοντες, φρικώδεες, ῥικνώδεες· οἱ δ᾿ ἐπὴν προσέλθωσι, φυσῶνται κοιλίην, οἷον Δαμναγόρας.

[15] Αἱ μεταβολαὶ φυλακτέαι· ὀλιγοσιτίη, ἄκοπον, ἄδιψον.

[16] Πᾶς λεπτυσμὸς χαλᾷ τὸ δέρμα, ἔπειτα περιτείνεται· ἀνάθρεψις τἀναντία· χρωτὸς ῥίκνωσις ξυμπίπτοντος, ἔκτασις ἀνατρεφομένου· τὸ ῥικνῶδες, τὸ λεῖον, ἑκατέρου σημεῖον, τὸ ὑπόχολον, τὸ ὑπέρυθρον· οὕτω τὸ κατεσπάσθαι μαζοὺς, ἰσχνοὺς δὲ ἀνεσπάσθαι καὶ περιτετάσθαι· καίτοι οὐκ ἄν τις οἴοιτο διὰ τοῦτο, ἀλλὰ σαρκωθέντος τοῦτο γενέσθαι.

[17] Κλεῖς περιφανέες, φλέβες διαφανέες.

[18] Ἡρόδικος τοὺς πυρεταίνοντας ἔκτεινε δρόμοισι, πάλῃσι πολλῇσι, πυρίῃσι, κακὸν, τὸ πυρετῶδες πολέμιον πάλῃσι, περιόδοισι, δρόμοισιν, ἀνατρίψει, πόνος πόνῳ αὐτοῖσιν, ὄγκοι φλεβῶν, ἔρευθος, πελίωσις, χλωρότης, πλευρέων ὀδύναι λαπαραί.

[19] Ὅτε ἐχρῆν, ἄδιψον, συνέχειν στόμα, σιγᾷν, ἄνεμον ξὺν τῷ ποτῷ ψυχρὸν εἰσάγειν.

[20] Τὰς ἀφορμὰς, ὁκόθεν ἤρξαντο κάμνειν, εἴτε κεφαλῆς ὀδύνη, εἴτε ὠτὸς, εἴτε πλευροῦ, σημεῖον, οἱ ὀδόντες, καὶ ἐφ᾿ οἷσι βουβῶνες.

[21] Τὰ γινόμενα ἕλκεα, καὶ φύματα, κρίνοντα πυρετούς· οἷσι ταῦτα μὴ παραγίνεται, ἀκρισίη· οἷσιν ἐγκαταλείπεται, βεβαιόταται καὶ τάχισται ὑποστροφαί.

[22] Τὰ στρογγυλλόμενα πτύαλα παρακρουστικὰ, οἷα ἐν Πληνῷ.

[23] Οἱ αἱμοῤῥοΐδας ἔχοντες, οὔτε πλευρίτιδι, οὔτε περιπλευμονίῃ, οὔτε φαγεδαίνῃ, οὔτε δοθιῆσιν, οὔτε τερμίνθοισιν, ἴσως δὲ οὐδὲ λέπρῃσιν, ἴσως δὲ οὐδὲ ἄλλοισιν· ἰητρευθέντες γε μὴν ἀκαίρως συχνοὶ τοῖσι τοιουτέοισιν οὐ βραδέως ἑάλωσαν, καὶ ὀλέθρια οὕτω· καὶ ὅσαι ἄλλαι ἀποστάσιες, οἷον σύριγγες, ἢ ἕτεραι· σκέψις, ἐφ᾿ οἷσι γινόμενα ῥύεται, τούτων προγενόμενα κωλύει. Ἄλλου τόπου τόποι δεξάμενοι, ἢ πόνῳ, ἢ βάρει, ἢ ἄλλῳ τινὶ ῥύονται· ἄλλοισιν αἱ κοινωνίαι.

[24] Διὰ τὴν ῥοπὴν οὐκ ἔτι αἷμα ἔρχεται, ἀλλὰ κατὰ τοῦ χυμοῦ τὴν ξυγγένειαν τοιαῦτ᾿ ἀποπτύουσιν. Ἔστιν οἷσιν αἷμα ἀφίεσθαι ἐν καιρῷ ἐπὶ τούτοισιν· ἐπ᾿ ἄλλοισι δὲ, ὥσπερ ἐπὶ τούτοισι, τοῦτο οὐκ εἰκὸς, κώλυσις· ἐπὶ τοῖσιν αἱματώδεα πτύουσιν, ὥρη, πλευρῖτις, χολή.

[4] ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ.

[1] Τὰ παρ᾿ οὖς, οἷσιν ἀμφὶ κρίσιν γινόμενα μὴ ἐκπυήσει, τουτέου λαπασσομένου, ὑποστροφὴ γίνεται· κατὰ λόγον τῶν ὑποστροφέων τῆς ὑποστροφῆς γενομένης, αὖθις αἴρεται καὶ παραμένει, ὥσπερ αἱ τῶν πυρετῶν ὑποστροφαὶ, ἐν ὁμοίῃ περιόδῳ· ἐπὶ τούτοισιν ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι.

[2] Οὖρον παχὺ, λευκὸν, οἷον τῷ τοῦ Ἀντιγένεος, ἐπὶ τοῖσι κοπιώδεσι τεταρταίοισιν ἔστιν ὅτε ἔρχεται καὶ ῥύεται τῆς ἀποστάσιος, ἢν δὲ πρὸς τούτῳ αἱμοῤῥαγήσῃ ἀπὸ ῥινῶν ἱκανῶς, καὶ πάνυ.

[3] ᾯ τὸ ἔντερον ἐπὶ δεξιὰ, ἀρθριτικὸς ἐγένετο, ἦν δὲ ἡσυχώτερος, ἐπεὶ δὲ τοῦτο ἰητρεύθη, ἐπιπονώτερος.

[4] Ἡ Ἀγάσιος, κόρη μὲν ἐοῦσα, πυκνοπνεύματος ἦν· γυνὴ δὲ γενομένη, ἐκ τόκου οὐ πάλαι ἐπίπονος ἐοῦσα ἐπιπολαίως, ἦρεν ἄχθος μέγα· αὐτίκα μὲν ψοφῆσαί τι ἐδόκεε κατὰ τὸ στῆθος· τῇ δ᾿ ὑστεραίῃ, ἆσθμά τε εἶχε καὶ ἤλγει ἰσχίον τὸ δεξιόν· ὁκότε τοῦτο πονέοι, τότε καὶ τὸ ἆσθμα εἶχε, παυσαμένου δὲ, ἐπαύσατο· ἔπτυσεν ἀφρώδεα, ἀρχομένη δὲ ἀνθηρὰ, κατασταθὲν δὲ ἐμέσματι χολώδει ἐῴκει λεπτῷ· οἱ πόνοι μάλιστα μὲν, ὁκότε πονοίη τῇ χειρὶ ταύτῃ· εἴργεσθαι σκορόδου, χοιρίου, ὄϊος, βοὸς, ἐν δὲ τοῖσι πνευμένοισι, βοῆς, ὀξυθυμίης.

[5] ᾯ ἐν τῇ κεφαλῇ ἐνέμετο, ᾧ πρῶτον ἡ στυπτηρίη ἡ κεκαυμένη ἐνήρμοσεν, εἶχεν ἄλλην ἀπόστασιν, ἴσως ὅτι ὀστέον ἔμελλεν ἀποστήσεσθαι· ἀπέστη ἑξηκοσταῖον· ὑπὲρ τοῦ ὠτὸς ἄνω πρὸς κορυφὴν τὸ τρῶμα ἦν.

[6] Τὰ κῶλα ἔχει οἷα κυνὸς, μείζω δέ· ἤρτηται ἐκ τῶν μεσοκώλων· ταῦτα δὲ ἐκ νεύρων ἀπὸ τῆς ῥάχιος ὑπὸ τὴν γαστέρα.

[7] Αἱ τοῖσι κάμνουσι χάριτες, οἷον τὸ καθαρίως δρῇν ἢ ποτὰ ἢ βρωτὰ ἢ ἃ ἂν ὁρᾷ, μαλακῶς ὅσα ψαύει· ἄλλαι· ἃ μὴ μεγάλα βλάπτει, ἢ εὐανάληπτα, οἷον ψυχρὸν, ὅκου τοῦτο δεῖ· εἴσοδοι, λόγοι, σχῆμα, ἐσθὴς, τῷ νοσέοντι, κουρὴ, ὄνυχες, ὀδμαί.

[8] Ὕδωρ ἀφεψηθὲν, τὸ μὲν ὡς δέχηται τὸν ἠέρα· τὸ δὲ μὴ ἔμπλεον εἶναι καὶ ἐπίθημα ἔχειν.

[9] Ὅτι ἐξ αἱμοῤῥαγιῶν ἐξυδεροῦνται.

[10] Ἢν οἷα δεῖ καθαίρωνται, καὶ εὐφόρως φέρουσιν.

[11] Ἐν Αἴνῳ ὀσπριοφαγέοντες ξυνεχέως, θήλεα, ἄῤῥενα, σκελέων ἀκρατέες ἐγένοντο καὶ διετέλεον, ἀτὰρ καὶ ὀροβοφαγέοντες γονυαλγέες.

[12] Ἐμφανέως ἐγρηγορὼς θερμότερος τὰ ἔξω, τὰ ἔσω δὲ ψυχρότερος, καθεύδων τἀναντία.

[13] Ἐνθέρμῳ φύσει, ψύξις, ποτὸν ὕδωρ, ἐλινύειν.

[14] Ὕπνος ἐν ψύχει ἐπιβεβλημένῳ.

[15] Ὕπνος ἑδραῖος, ὀρθῷ νυσταγμός.

[16] Αἱ ἀσθενέες δίαιται, ψυχραί· αἱ δὲ ἰσχυραὶ, θερμαί.

[17] Ὑδάτων ἀτεχνέων, τὸ μὲν ἀπὸ τοῦ αἰθέρος ἀποκριθὲν, βρονταῖον, ὡραῖον, τὸ δὲ λαιλαπῶδες, κακόν.

[18] Ὕδωρ βορὸν, καὶ ἀγρυπνίη βορόν. Ἐνθέρμῳ φύσει καὶ θερμῇ ὥρῃ, κοίτη ἐν ψύχει παχύνει, ἐν θερμῷ λεπτύνει. Ἄσκησις ὑγιείης, ἀκορίη τροφῆς, ἀοκνίη πόνων. Ἐν τῷ ἐγρηγορέναι δίψης ἐπιπολαίου ὕπνος ἄκος, τῆς δὲ ἐξ ὕπνου διέγερσις.

[19] Ἐν οἷσι πλεῖστον τὸ θερμὸν, μεγαλοφωνότατοι· καὶ γὰρ ψυχρὸς ἀὴρ πλεῖστος· δύο δὲ μεγάλων μεγάλα καὶ τὰ ἔκγονα γίνεται. Οἱ θερμοκοίλιοι, ψυχρόσαρκοι καὶ λεπτοί· οὗτοι ἐπίφλεβοι, καὶ ὀξυθυμότεροι.

[20] Αὐχμοῦ ἐπὶ γῆς, οἰωνῶν γένος εὐθηνεῖ.

[21] Τράγος, ὁκότερος ἂν φανῇ ἔξω ὄρχις, δεξιὸς, ἄρσεν, εὐώνυμος, θῆλυ.

[22] Ὀφθαλμοὶ, οὕτω καὶ γυῖον· καὶ χροιὴ ἐπὶ τὸ κάκιον ἢ ἄμεινον ἐπιδιδοῖ· δίκαιον δὲ, ὡς ἂν ἔχῃ ἡ τροφὴ, οὕτω καὶ τὸ ἔξω ἕπεσθαι. Σημεῖα θανατώδεα, ἀνὰ ῥινὸν θερμὸς ἀτμός· πρότερον δὲ ῥὶς ψυχρὸν πνεῦμα ἀφίησιν· τὰ ζωτικὰ ἐναντία.

[23] Πόνοι σιτίων ἡγείσθωσαν.

[5] ΤΜΗΜΑ ΠΕΜΠΤΟΝ.

[1] Νούσων φύσιες ἰητροί. Ἀνευρίσκει ἡ φύσις αὐτὴ ἑωυτῇ τὰς ἐφόδους, οὐκ ἐκ διανοίης, οἷον τὸ σκαρδαμύσσειν, καὶ ἡ γλῶσσα ὑπουργέει, καὶ ὅσα ἄλλα τοιαῦτα· ἀπαίδευτος ἡ φύσις ἐοῦσα καὶ οὐ μαθοῦσα τὰ δέοντα ποιέει. Δάκρυα, ῥινῶν ὑγρότης, πταρμοὶ, ὠτὸς ῥύπος, στόματος σίαλον, ἀναγωγὴ, πνεύματος εἴσοδος, ἔξοδος, χάσμη, βὴξ, λὺγξ, οὐ τοῦ αὐτέου παντάπασι τρόπου. Οὔρου ἄφοδος καὶ φύσης καὶ ταύτης τῆς ἑτέρης, τροφῆς καὶ πνοιῆς, καὶ τοῖσι θήλεσιν, ἃ τούτοισι, καὶ κατὰ τὸ ἄλλο σῶμα, ἱδρῶτες, κνησμοὶ, σκορδινισμοὶ, καὶ ὅσα τοιαῦτα.

[2] Ἀνθρώπου ψυχὴ αἰεὶ φύεται μέχρι θανάτου· ἢν δὲ ἐκπυρωθῇ ἅμα τῇ νούσῳ καὶ ἡ ψυχὴ, τὸ σῶμα φέρβεται.

[3] Νοῦσοι ξύντροφοι ἐν γήραϊ καὶ διὰ πεπασμὸν λείπουσι, καὶ διὰ λύσιν, καὶ δι᾿ ἀραίωσιν.

[4] Ἴησις ἀντίνοον, μὴ ὁμονοεῖν τῷ πάθει· τὸ ψυχρὸν καὶ ἐπικουρέει καὶ κτείνει.

[5] Ὁκόσα δὲ ἐκ θυμοῦ, ταῦτα· ὀξυθυμίη ἀνασπᾷ καρδίην καὶ πλεύμονα ἐς ἑωυτὰ, καὶ ἐς κεφαλὴν τὰ θερμὰ καὶ τὸ ὑγρόν· ἡ δ᾿ εὐθυμίη ἀφίει καρδίην. Πόνος, τοῖσιν ἄρθροισι καὶ σαρκὶ σῖτος, ὕπνος σπλάγχνοισιν. Ψυχῆς περίπατος, φροντὶς ἀνθρώποισιν.

[6] Ἐν τοῖσι τρώμασι τὸ αἷμα ξυντρέχει, βοηθητέον ὡς τὸ κενὸν πληρωθῆναι.

[7] Ἢν οὖς ἀλγέῃ, εἰρίον περὶ τὸν δάκτυλον ἐλίξας, ἐγχέειν ἄλειφα θερμὸν, ἔπειτα ἐπιθεὶς ἔσω ἐν τῷ θέναρι τὸ εἰρίον ὑπὸ τὸ οὖς ἐπιθεῖναι, ὡς δοκέῃ τί οἱ ἐξιέναι, ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν· ἀπάτη.

[8] Γλῶσσα οὖρον σημαίνει· χλωραὶ γλῶσσαι, χολώδεες, τὸ δὲ χολῶδες, ἀπὸ πίονος· ἐρυθραὶ δὲ, ἀφ᾿ αἵματος· μέλαιναι δὲ, ἀπὸ μελαίνης χολῆς· αὖαι δὲ, ἀπὸ ἐκκαύσιος λιγνυώδεος καὶ μητρῴου μορίου· λευκαὶ δὲ, ἀπὸ φλέγματος.

[9] Οὖρον ὁμόχροον βρώματι καὶ πόματι, καὶ τῶν ἔσωθεν ὅπου τοῦ ὑγροῦ ξύντηξις.

[10] Γλῶσσα ὁμόχροος τῇσι προστάσεσι, διὸ ταύτῃ γινώσκομεν τοὺς χυμούς. Ἢν ἁλμυραὶ σάρκες γευομένῳ, περισσώσιος σημεῖον.

[11] Ἢν τῶν μαζῶν αἱ θηλαὶ καὶ τὸ ἐρυθρὸν χλωρὸν ᾖ, νοσῶδες τὸ ἄγγος.

[12] Ἀνθρώποισιν ὁ ἐν τοῖσιν ὠσὶ ῥύπος, ὁ μὲν γλυκὺς, θανάσιμος, ὁ δὲ πικρὸς, οὔ.

[13] Γῆν μεταμείβειν ξύμφορον ἐπὶ τοῖσι μακροῖσι νουσήμασιν.

[14] Τὰ ἀσθενέστερα σιτία ὀλιγοχρόνιον βιοτὴν ἔχει.

[15] Κεδμάτων, τὰς ἐν τοῖσιν ὠσὶ φλέβας σχάζειν. Λαγνείη τῶν ἀπὸ φλέγματος νούσων ὠφέλιμον. Θερμοκοιλίοισιν ἰσχυρὰ ποτὰ ἢ βρωτὰ, ταρακτικά. Μελαίνης χολῆς, ὡς ὅμοιον, αἱμοῤῥοΐδι. Τὰς ἐπαυξέας νούσους, μίξις. Ψύξις τὰ κατὰ κοιλίην σκληρύνει· μίξις τὰ κατὰ τὴν γαστέρα σκληρύνει. Ἐλλέβορον πιόντα θᾶσσον καθαίρειν ἢν θέλῃς, λούειν ἢ φαγεῖν. Τὸ αἷμα ἐν ὕπνῳ εἴσω μᾶλλον φεύγει. Ῥῖγος ἀπὸ τῆς ἄνω κοιλίης, πῦρ δὲ ἀπὸ τῆς κάτω μᾶλλον. Ἐπισπασμὸς, πνεύμων, ξηρὸν καῦμα, ὑπέρινον ἰσχναίνει καὶ ὕπνος πουλύς. Ψυχρότατον βρῶμα, φακοὶ, κέγχροι, κολοκύνται. Ἕλκεα ἐκφύουσιν, ἢν ἀκάθαρτος ἐὼν πονήσῃ. Γυνὴ, αἲξ, ἐλατήριον ἢ σίκυον ἄγριον βεβρωκυῖαι, καὶ παιδίοισι κάθαρσις. Ἐνθέρμῳ βρωθὲν, ἔσωθεν ψύξις, ἔξωθεν πόνος, ἡλίῳ, πυρὶ, ἐσθῆτι, ὥρῃ θερινῇ· τῷ δὲ ἐναντίῳ ὡς ἐναντίως. Βρώματα τὰ μὲν ταχέως κρατέεται, τὰ δὲ βραδέως.

[6] ΤΜΗΜΑ ΕΚΤΟΝ.

[1] Σάρκες ὁλκοὶ καὶ ἐκ κοιλίης καὶ ἔξωθεν· δῆλον ἡ αἴσθησις, ὡς ἔκπνοον καὶ εἴσπνοον ὅλον τὸ σῶμα. Ἐνθερμότερον φλέβιον αἵματος πλήθει ἀνίσχει τὸ καυσῶδες, καὶ εὐθὺς ἀποκρίνει. Καὶ οἷσι τὸ μὲν πῖον, χολὴν ξανθὴν, τὸ δ᾿ αἷμα, μέλαιναν.

[2] Γνώμης, μνήμης, ὀδμῆς, τῶν ἄλλων, καὶ πείνης, ὀργάνων ἄσκησις, πόνοι, σιτία, ποτὰ, ὕπνος, ἀφροδίσια, μέτρια. Ὁ ἐμψυχρότερος ἐν ψυχρῇ ὥρῃ καὶ χώρῃ ἐνθερμότερος ἔσται.

[3] Ὀδυνέων τὴν ἐγγύτατα κοιλίην καθαίρειν, αἵματος δὲ κοιλίην διαιρεῖν, καῦσις, τομὴ, θάλψις, ψύξις, πταρμοὶ, φυτῶν χυμοὶ, ἐφ᾿ ὧν τὴν δύναμιν ἔχουσι, καὶ κυκεών· κακούργων, γάλα, σκόροδον, οἶνος ἀπεζεσμένος, ὄξος, ἅλες.

[4] Ἄνθρωπος, ἐκ κόπων ἐξ ὁδοῦ ἀδυναμίη καὶ βάρος, ἀνέπτυεν· ἔβησσε γὰρ ἐκ κορυφῆς· πυρετὸς ὀξὺς, ὑποδάκνων πρὸς χεῖρα· δευτεραίῳ δὲ καρηβαρίη· γλῶσσα ἐπεκαύθη· ῥὶς ὀνυχογραφηθεῖσα, οὐχ ᾑμοῤῥάγησεν, ἀριστερὸς σπλὴν μέγας καὶ σκληρὸς, ὠδυνᾶτο.

[5] Οἱ ὑπὸ τεταρταίου ἁλισκόμενοι, ὑπὸ τῆς μεγάλης νούσου οὐχ ἁλίσκονται· ἢν δ᾿ ἁλίσκωνται πρότερον, ἐπιγένηται δὲ τεταρταῖος, παύονται. Ἀνθ᾿ οἵων αἱ νοῦσοι. Ἡ χολὴ, οἷον εἶπον περὶ τῶν ὀρνίθων, ὅτι χολώδεες. Ἡ θερμότης δριμύτητος σημεῖον. Οἱ ὄχλοι, αἱ δίοδοι· ὅτι τοῖσι παρακρούουσι λήγουσιν ὀδύναι πλευρέων· ἔστι δ᾿ οἷσι πυρετοί· ἐστὶ δ᾿ οἷσιν, οὔ, ἀλλὰ ξὺν ἱδρῶσιν· ἔστι δ᾿ οἷσι σὺν ὄχλῳ· ἔστι δ᾿ οἷσι καρφαλέον καὶ περιτεταμένον τὸ δέρμα καὶ ἁλμυρῶδες. Αἱ ναρκώσιες οἷαι· ἐξ οἵων, καὶ οἷαι ᾧ τὸ ἰσχίον. Δι᾿ οὐάτων, ἐξ οὐάτων τὰ πολλὰ θνήσκει τριταῖα. Οἷσι μὲν δέρματα περιτείνεται καρφαλέα καὶ σκληρὰ, ἄνευ ἱδρῶτος, οἷσι δὲ χαλαρὰ, ξὺν ἱδρῶτι θνήσκουσιν. Ἐν τοῖσι παλιμβόλοισιν αἱ μεταβολαὶ ὠφελέουσι, τούτοισι μεταβάλλειν, πρὶν κακοῦσθαι, ἐς τὰ πρέποντα, οἷον Χαιρίωνι. Τὰ ἐρεθιζόμενα, ἐξ οἵων τὰ κερχνώδεα.

[6] Ὅριον, οἷσι μὲν ὑγιὲς καταλείπεται, κάτω ὑφιεμένης τῆς προφάσιος, ἢ καθαίρων, ἢ ἀποδέων, ἢ ἐκβάλλων, ἢ ἀποτάμνων, ἢ ἀποκαίων ἔσο· οἷσι δὲ μὴ, οὔ.

[7] Οἷσιν αἷμα ῥεῖ πουλὺ καὶ πολλάκις ἐκ ῥινέων, οἷσι μὲν ἄχροιαι, ἄκρητος τουτέοισιν, ὀλίγα ἀρήγει· οἷσι δὲ ἐξέρυθροι χρῶτες, οὐχ ὁμοίως· καὶ οἷσι κεφαλαὶ εὔφοροι, ἄκρητος ἀρήγει, οἷσι δὲ μὴ, οὔ.

[8] Οἷσι ῥῖνες ὑγρότεραι φύσει καὶ ἡ γονὴ ὑγροτέρη καὶ πλείων, ὑγιαίνουσιν οὗτοι νοσηλότερον· τοῖσι πλείστοισι δὲ, οἷσιν ὑπὸ νούσου, τἀναντία.

[9] Τὰ στρογγυλούμενα πτύαλα, παρακρουστικὰ, οἷον τῷ ἐν Πλινθίῳ, τουτέῳ ᾑμοῤῥάγησεν ἐξ ἀριστεροῦ, καὶ ἐλύθη πεμπταίῳ.

[10] Οὖρον πολλὴν ὑπόστασιν ἔχον ῥύεται τὰς παρακρούσιας, οἷον καὶ τὸ τοῦ Δεξίππου μετὰ μάδησιν.

[11] Οὐ πρόσω ἐνιαυτοῦ τεταρταῖος.

[12] Ὦτα, τοῦ θέρεος, ῥήξιες πεμπταίοισιν, ἔστι δ᾿ ὅτε καὶ μακρότερα· τὰ παρὰ τὰ οὖλα καὶ γλῶσσαν ἀποπυεῖ ἑβδομαίοισι, μάλιστα δὲ καὶ αἱ κατὰ ῥῖνας ἐμπυήσιες.

[13] Οἷσιν ἐπὶ ὀδόντων ὀδύνης ἀπὸ ὀφρύος λεπτὰ ἔρχεται, τούτοισιν ἀπὸ πεπέρεος εὖ ἐνερεισθέντος παχύτερα τῇ ὑστεραίῃ ἔρχεται, ἢν καὶ τὰ ἄλλα μὴ κρατήσῃ· Ἡγησίππῳ γὰρ τὸ ὑπνικὸν ἐντεθὲν οὐκ ἐκράτησε, μᾶλλον δέ τι καὶ προσεσκαλεύθη βιαιότερον.

[14] Τὴν ἀπὸ κεφαλῆς ὀστέων φύσιν, ἔπειτα νεύρων, καὶ φλεβῶν, καὶ σαρκῶν, καὶ τῶν ἄλλων χυμῶν, καὶ τῶν ἄνω καὶ τῶν κάτω κοιλιῶν, καὶ γνώμης, καὶ τρόπων, καὶ τῶν κατ᾿ ἐνιαυτὸν γινομένων, ὥρῃ τινὶ τὸ ἐπὶ πρωϊαίτερον τοῦ ἔτεος, οἷον ἐξανθήματα καὶ τὰ τοιαῦτα, ὅμοιον τοῖσι καθ᾿ ἡμέρην πρωϊαίτερον λαμβανομένοισιν, ἢ ὀψιαίτερον. Ὡσαύτως τὸ ἐπίχολον καὶ ἔναιμον σῶμα μελαγχολικὸν, μὴ ἔχον ἐξαρύσιας.

[15] Λυκίῃ τὰ ὕστατα σπλὴν μέγας, ὀδυνώδης, ἐν τῇ τετάρτῃ ἢ τῇ πέμπτῃ.

[7] ΤΜΗΜΑ ΕΒΔΟΜΟΝ.

[1] Βῆχες ἤρξαντο περὶ ἡλίου τροπὰς τὰς χειμερινὰς ἢ πέμπτῃ καὶ δεκάτῃ, ἢ εἰκοστῇ ἡμέρῃ ἐκ μεταβολῆς πυκνῆς νοτίων καὶ βορείων καὶ χιονωδέων· ἐκ τουτέων τὰ μὲν βραχύτερα, τὰ δὲ μακρότερα ἐγένετο· καὶ περιπλευμονικὰ συχνὰ μετὰ ταῦτα. Πρὸ ἰσημερίης αὖτις ὑπέστρεφε τοὺς πλείστους ὡς ἐπὶ τὸ πουλὺ τεσσαρακοσταίους ἀπὸ τῆς ἀρχῆς· καὶ τοῖσι μὲν βραχέα πάνυ καὶ εὔκριτα ἐγίνετο· τοῖσι δὲ φάρυγγες ἐφλέγμηναν, τοῖσι δὲ κυνάγχαι· τοῖσι δὲ παραπληγικά· τοῖσι δὲ νυκτάλωπες, μᾶλλον δὲ παιδίοισιν· περιπλευμονικὰ δὲ πάνυ βραχέα ἐγένετο. Νυκτάλωπες μὲν οὖν οὐδὲν βήξασι τὸ ὕστερον ἢ πάνυ βραχὺ ἀντὶ τῆς βηχὸς ἐγίνοντο, φάρυγγες δὲ βραχέαι, μᾶλλον δὲ νυκταλώπων. Κυνάγχαι δὲ καὶ παραπληγικὰ, ἢ σκληρὰ καὶ ξηρὰ, ἢ σμικρὰ καὶ ὀλιγάκις ἀνάγουσαι πέπονα, ἔστι δ᾿ οἷσι καὶ κάρτα. Οἱ μὲν οὖν ἢ φωνῇσι πλέον ταλαιπωρήσαντες, ἢ ῥιγώσαντες, ἐς κυνάγχας μᾶλλον ἐτελεύτων. Οἱ δὲ τῇ χειρὶ πονήσαντες, ἐς χεῖρας μοῦνον παραπληγικοὶ, οἱ δ᾿ ἱππεύσαντες ἢ πλείω ὁδοιπορήσαντες, ἢ ἄλλο τι τοῖσι σκέλεσι ταλαιπωρήσαντες, τουτέοισι δὲ ἐς ὀσφὺν ἢ σκέλεα ἀκρασίαι παραπληγικαί· καὶ ἐς μηροὺς καὶ κνήμας κόπος καὶ πόνος· σκληρόταται δὲ καὶ βιαιόταται, αἱ ἐς τὰ παραπληγικὰ ἄγουσαι. Πάντα δὲ ταῦτα ἐπὶ τῇσιν ὑποστροφῇσιν ἐγένετο, ἐν ἀρχῇσι δὲ οὐ μάλα. Πολλοῖσι δὲ τουτέων ἀνῆκαν μὲν αἱ βῆχες ἐν τῷ μέσῳ, ἐξέλιπον δὲ τελέως οὔ· ἀλλὰ συνῆσαν τῇ ὑποστροφῇ. Οἷσι φωναὶ ἀπεῤῥήγνυντο ἐς τὸ βηχῶδες, τουτέων οἱ πλεῖστοι οὐδὲ ἐπυρέταινον, οἱ δέ τινες, βραχέα· ἀτὰρ οὐδὲ περιπλευμονικὰ ἐγίνετο τουτέων οὐδενὶ, οὐδὲ παραπληγικὰ, οὐδὲ ἄλλο οὐδὲν ἐπεσημάνθη, ἀλλ᾿ ἐν τῇ φωνῇ μούνῃ ἐκρίνετο. Τὰ δὲ νυκταλωπικὰ ἱδρύετο, ὡς καὶ τὰ ἐξ ἄλλων προφασίων γινόμενα· ἐγίνετο δὲ νυκταλωπικὰ τοῖσι παιδίοισι μάλιστα· ὀμμάτων δὲ, τὰ μέλανα, ὑποποίκιλα, ὅσα τὰς μὲν κόρας σμικρὰς ἔχει, τὸ δὲ ξύμπαν μέλαν ὡς ἐπὶ τὸ πουλύ· μεγαλόφθαλμοι δὲ μᾶλλον, καὶ οὐ σμικρόφθαλμοι, καὶ ἰθύτριχες οἱ πλεῖστοι, καὶ μελανότριχες. Γυναῖκες δὲ οὐχ ὁμοίως ἐπόνησαν ὑπὸ τῆς βηχὸς, ἀλλ᾿ ὀλίγαι τε ἐπυρέτηναν, καὶ τουτέων πάνυ ὀλίγαι ἐς τὸ περιπλευμονικὸν ἦλθον, καὶ αὗται πρεσβύτεραι, καὶ πᾶσαι περιεγένοντο. ᾘτιώμην τοῦτο, καὶ τὸ μὴ ἐξιέναι ὁμοίως ἀνδράσι, καὶ ὅτι οὐδ᾿ ἄλλως ὁμοίως ἀνδράσιν ἁλίσκονται. Κυνάγκαι δὲ ἐγίνοντο μὲν καὶ ἐλευθέρῃσι δισσῇσι, καὶ αὗται τοῦ εὐηθεστάτου τρόπου, περισσοτέρως δὲ δούλῃσιν, ὅσῃσί τε ἐγίνοντο βιαιόταται, καὶ ταχύτατα ἀπώλλυντο. Ἀνδράσι δὲ πολλοῖσιν ἐγίνοντο, καὶ οἱ μὲν διέφυγον, οἱ δὲ ἀπώλλυντο. Τὸ δὲ ξύμπαν, οἱ μὲν μὴ δυνάμενοι καταπίνειν μοῦνον, πάνυ εὐήθη καὶ εὔφορα· οἱ δὲ καὶ διαλεγόμενοι πρὸς τούτοισιν ἀσαφέως, καὶ ὀχλωδέστερα καὶ χρονιώτερα· οἷσι δὲ καὶ φλέβες αἱ περὶ κρόταφον καὶ αὐχένα ἐπῄροντο, ὑποπόνηρα· οἷσι δὲ καὶ πνεῦμα ξυνεμετεωρίζετο, κάκιστον, οὗτοι γὰρ καὶ ἐπεχλιαίνοντο. Ὡς γὰρ γέγραπται, οὕτως αἱ ξυγκληρίαι τῶν παθημάτων ἦσαν· τὰ μὲν πρῶτον γεγραμμένα καὶ ἄνευ τῶν ὕστερον γεγραμμένων ἐγίνετο· τὰ δ᾿ ὕστερον, οὐκ ἄνευ τῶν πρότερον· τάχιστα δ᾿ ἔθνησκον, ὅτ᾿ ἐπιῤῥιγώσειαν πυρετώδει ῥίγει. Τούτους οὐδὲ ἀναστάσει πιεζομένους οὐδὲν ἄξιον λόγου ὠφέλει, οὔτε γαστρὸς ταραχὴ, οὔτε φλεβοτομίη, ὅσα ἐπειράθην· ἔταμον δὲ καὶ ὑπὸ γλῶσσαν· οὓς δὲ καὶ ἄνω ἐφαρμάκευσα. Ταῦτα μὲν οὖν καὶ διὰ παντὸς ἐν τῷ θέρει, ὡς δὲ καὶ τὰ ἐπιῤῥηγνύμενα πάμπολλα, πρῶτον μὲν ἐν τοῖσιν αὐχμοῖσιν ὀφθαλμίαι ἐπεδήμησαν ὀδυνώδεες.

[2] Αἵματος φλεβῶν στάσιες, λειποθυμίη, σχῆμα, ἄλλη ἀπόληψις, μοτώματος ξυστροφὴ, πρόσθεσις, ἐπίδεσις. Ἐβουβωνοῦτο τὰ πλεῖστα, διότι ἡπατῖτις· ἦν δὲ καὶ ἀπὸ ἀρτηρίης κακωθείσης κακὸν σημεῖον, οἵως Ποσειδωνίῃ. Οἱ αἱμοῤῥαγέοντες τελευτῶντες οὐκ ἐφίδρωσαν μέτωπον, ἀλλ᾿ οἷα ξυμπεπτωκότες· καὶ οἱ πνευματίαι, καὶ οἱ ὑπὸ ὑδρώπων ὀλλύμενοι, πονηρόν. Τῶν γαστέρων αἱ εὐφορίαι ταραχὴν φέρουσιν, οἷον Ποσειδωνίῃ· καὶ τὰ θηρία οἷα ἐνεποίει· ἐν τῷ λεπτυσμῷ ἡ περίτασις πρὸ τῆς τελευτῆς, καὶ ὁ ὀμφαλὸς πρόμακρος εἱλκύσθη αὐτέη, καὶ οὔλων ἐφελκώσιες τῶν ἐπιόντων ἐπὶ ὀδόντα.

[3] Ὅτι πολλὰ περὶ ἑκάστου ἐστὶν ὀρθῶς ἐντείλασθαι, τὰ μὲν ταὐτὰ δυνάμενα, τὰ δὲ οὔ· οἷόν ἐστι τὰ τοιάδε, διαχυθῆναι, καὶ πιληθῆναι, καὶ ἐξαχθῆναι, καὶ σκληρυνθῆναι, καὶ πεπανθῆναι, καὶ ὅκου κλίνειν δεῖ, ὤσασθαι. Τοὺς ἀτολμέοντας δέον μεταβολῇ ἀνεγείρειν κατανεναρκωμένους, ἐς ἃ ὑστερέουσιν.

[4] Ὑδατώδεας θᾶσσον τάμνειν, φθίνοντας καίειν αὐτίκα, πρίειν κεφαλὴν, καὶ τὰ τοιαῦτα· τῶν ὑδατουμένων μὴ ψαύειν ἤτρου, μηδὲ τῶν ἔσω· ὅμοιον γὰρ τοῖσι πολλοῖσι γούνασιν.

[5] Τὰ παρὰ καρδίην Ξενάρχῳ· καὶ θερμὸν ἅλες ἐσπνεῖν, καὶ τὸ ἕλκος ἀντὶ τῆς κενώσιος θάλπειν ἀρχῆθεν.

[6] Φωνὴ οἵη γίνεται ὀργιζομένοισιν, ἢν τοιαύτη ᾖ μὴ ὀργιζομένῳ φύσει, ἢ καὶ ὄμματα οἷα ἂν ᾖ φύσει ταραχώδεα, οἷα ὅταν ὀργίζωνται οἱ μὴ τοιοῦτοι, καὶ τἄλλα κατὰ λόγον, καὶ νούσων, οἷον τὸ φθινῶδες ποιέει τὸ εἶδος, ἢν τοιοῦτος φύσει ὑπάρχῃ, ἐς τοιοῦτον νόσημα παρέσται, καὶ τἄλλα οὕτως.

[7] Αἱ βῆχες κοπιώδεες καὶ ἅπτονται τῶν σιναρῶν, ἀτὰρ καὶ μάλιστα ἄρθρων· ἀτὰρ καὶ ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι βῆχες ξηραὶ γίνονται· αἱ ξηραὶ βῆχες ἐς ἄρθρα στηρίζουσι ξὺν πυρετῷ, ἢν ἐγκαταλίπωνται.

[8] Τὰ πνεύματα τοῖσι φθινώδεσι τὰ ἄσημα, κακὸν, καὶ τῇσιν ἀτόκοισι, καὶ ὅσα ἄλλα τοιαῦτα, ἀπὸ τῆς αὐτῆς καταστάσιος.

[9] Τοῖσι φθίνουσι τὸ φθινόπωρον κακόν· κακὸν δὲ καὶ τὸ ἦρ, ὅταν τὰ τῆς συκῆς φύλλα κορώνης ποσὶν ἴκελα ᾖ.

[10] Ἐν Περίνθῳ ἦρος οἱ πλεῖστοι, ξυναίτιον βὴξ χειμερινὴ ἐπιδημήσασα, καὶ τοῖσιν ἄλλοισιν ὅσα χρόνια, καὶ γὰρ τοῖσιν ἐνδοιαστοῖσιν ἐβεβαίωσαν· ἔστι δ᾿ οἷσι τῶν χρονίων οὐκ ἐγένοντο, οἷον τοῖσι τὰς νεφριτικὰς ὀδύνας ἔχουσιν· ἀτὰρ καὶ τοῖσιν ἄλλοισιν, οἷον ὁ ἄνθρωπος ἐκεῖνος, πρὸς ὃν ὁ Κυνίσκος ἤγαγέ με.

[11] Τῶν ὀδυνέων καὶ ἐν πλευρῇσι καὶ στήθει καὶ τοῖσιν ἄλλοισι τὰς ὥρας, εἰ μέγα, διαφέρουσι, καταμαθητέον, ὅτι, ὅταν βέλτιον ἴσχωσιν, αὖτις κάκιον ἴσχουσιν οὐχ ἁμαρτάνοντες.

[8] ΤΜΗΜΑ ΟΓΔΟΟΝ.

[1] Ἐν τῇσι μακρῇσι δυσεντερίῃσιν αἱ ἀποσιτίαι, κακὸν, ἄλλως τε καὶ ἢν ἐπιπυρεταίνωσιν.

[2] Τὰ περιμάδαρα ἕλκεα, κακοήθεα.

[3] Ὀσφὺν ἀλγέοντι, ἀναδρομὴ ἐς τὸ πλευρόν· καὶ ἐκφύματα, ἃ σὴψ καλεῖται.

[4] Τὰ νεφριτικὰ οὐκ εἶδον ὑγιασθέντα ὑπὲρ πεντήκοντα ἔτεα.

[5] Τὰ ἐν τοῖσιν ὕπνοισι παροξυνόμενα, καὶ ὅσοις ἄκρεα περιψύχεται, καὶ ἡ γνώμη ταράσσεται, καὶ τἄλλα ὅσα περὶ ὕπνον τοιαῦτα, καὶ οἷσι τἀναντία.

[6] Ὅσῃσι μὲν οὐδὲν ἔσω τοῦ τεταγμένου χρόνου, ἑκάστῃσι τὰ τικτόμενα ἀπόγονα γίνεται. Τὰ ἐπιφαινόμενα ἐν οἷσι μησὶ γίνεται. Οἱ πόνοι ἐν περιόδοισιν, ὅ τι ἐν ἑπτὰ κινέεται, ἐν τριπλασίῃ τελειοῦται, καὶ ὅ τι ἐν ἐννέα κινεῖται, ἐν τριπλασίῃ τελειοῦται. Καὶ ὅτι μετὰ γυναικεῖα τὰ δεξιὰ, τὰ δ᾿ ἀριστερὰ, χάσκων, ὑγρότης διὰ τῶν ἀπιόντων, διαίτης ξηρότης. Ὅτι δὲ τὸ θᾶσσον διακριθὲν, κινηθὲν, αὖτις αὔξεται βραδύτερον, ἐπὶ πλείονα δὲ χρόνον. Οἱ πόνοι, τρίτῳ, πέμπτῳ, ἑβδόμῳ, ἐνάτῳ μηνὶ, δευτέρῳ, τετάρτῳ, ἕκτῳ.

[7] Τὰ ἐκ τοῦ σμικροῦ πινακιδίου σκεπτέα. Δίαιτα γίνεται πλησμονῇ, κενώσει, βρωμάτων, πομάτων· μεταβολαὶ τουτέων, οἷα ἐξ οἵων, ὡς ἔχει. Ὀδμαὶ τέρπουσαι, λυποῦσαι, πιμπλῶσαι, πειθόμεναι· μεταβολαὶ, ἐξ οἵων οἵως ἔχουσιν. Τὰ ἐσπίπτοντα, ἢ ἐξιόντα πνεύματα, ἢ καὶ σώματα. Ἀκοαὶ κρείσσονες, αἱ δὲ λυποῦσαι. Καὶ γλώσσης, ἐξ οἵων οἷα προκαλέεται. Πνεῦμα, τοσαύτη θερμότης, ψυχρότης, παχύτης, λεπτότης, ξηρότης, πεπληρωμένον, μεῖόν τε καὶ πλεῖον· ἀφ᾿ ὧν αἱ μεταβολαὶ, οἷαι ἐξ οἵων, ὡς ἔχουσιν. Τὰ ἴσχοντα, ἢ ὁρμῶντα, ἢ ἐνισχόμενα. Λόγοι, σιγὴ, εἰπεῖν ἃ βούλεται· λόγοι, οὓς λέγει, ἢ μέγα, ἢ πολλοὶ, ἀτρεκέες, ἢ πλαστοί.

[8] Τὰ ἀπιόντα εἰδέναι, ὅθεν ἤρξατο, ἢ ὅκου ἐπαύσατο, ἢ ὅσον διεσπᾶτο, χρώματά τε, οἷσιν ἢ θερμότατα, ἢ ἁλμυρότατα, ἢ γλυκύτατα, ἢ λεπτότατα, ἢ παχύτατα, ὁμαλῶς ἢ ἀνωμάλως, τὸ σῶμα, τὸν χρόνον· αἱ μεταβολαὶ, οἷαι ἐξ οἵων ἔχουσιν. Ἤρξατο ἔρυξιν, οὐκ ἐκράτησεν. Δάκρυα, ἑκόντι, ἀέκοντι, πουλλὰ, ὀλίγα, θερμὰ, ψυχρὰ, πάχος, γεῦσις. Πτύαλον αὐτόθεν ἀναχρεμπτόμενον, ἢ ἀναβήσσοντα, ἔμετος.

[9] Ἡλίου θάλπος, ψῦχος, τέγξις, ξηρότης, μεταβολὴ διὰ οἷα, ἐξ οἵων, ἐς οἷα ἔχει. Πόνοι, ἀργίαι, ὕπνοι, ἀγρυπνίαι. Τὰ ἐν ὕπνῳ, ἐνύπνια, κοῖται, καὶ ἐφ᾿ οἷσι, καὶ ὑφ᾿ οἵων.

[10] Τἀκ τῆς γνώμης, ξύννοια, αὐτὴ καθ᾿ ἑωυτὴν, χωρὶς τῶν ὀργάνων καὶ τῶν πρηγμάτων, ἄχθεται, καὶ ἥδεται, καὶ φοβεῖται, καὶ θαρσέει, καὶ ἐλπίζει, καὶ ἀδοξέει, οἷον ἡ Ἱπποθόου οἰκουρὸς, τῆς γνώμης αὐτῆς καθ᾿ ἑωυτὴν ἐπίστημος ἐοῦσα τῶν ἐν τῇ νούσῳ ἐπιγενομένων.

[11] Ἡλικίην μὴν ἡλίκος, καὶ ἡλικίην ἢ πρότερον ἢ ὕστερον τοῦ δέοντος, οἷον εἰ παρελύθη ἐν χειμῶνι καὶ γέροντι τὴν ἡλικίην ἢ νηπίῳ καὶ θερίης, ἢ πρότερον ἢ ὕστερον τοῦ δέοντος, ὀδόντων ἐκβολαὶ, τριχῶν φύσιες, γόνος, τὸ μᾶλλον καὶ ἧσσον, τριχῶν αὔξησις, παχυσμὸς, κρατυσμὸς, μινύθησις.

[12] Τὸ ξυγγενὲς, καὶ τὸ καθ᾿ ἑαυτὸ, ὅσῳ μᾶλλον καὶ ἧσσον.

[13] Τοῦ ἔτεος ἡ ὥρη, ἐν ᾗ τὸ πρωϊαίτερον ἢ ὀψιαίτερον, καὶ εἰ ἡ ὥρη ἐγεγόνει ἔπομβρος ἢ αὐχμηρὴ, ψυχρὴ ἢ θερμὴ, νήνεμος ἢ ἐπάνεμος, καὶ οἵων ἀνέμων, τῆς ὥρης ἐν ἀρχῇ, ἢ μέση, ἢ ἐσχάτη, ἢ διὰ παντὸς, παροιχομένης ἢ παρεούσης.

[14] Ὥρη τῆς νούσου, ὁ χρόνος, τὰ ἐπιγινόμενα, αἱ περίοδοι, καὶ τῶν περιόδων αἱ μείζονες, καὶ αἱ διὰ πλείονος, αἱ ἐπιδόσιες, καὶ ἡ τῆς ἄλλης νούσου ἐπίδοσις, ἡ χάλασις, ἡ ἀκμὴ, καὶ τὸ μᾶλλον καὶ τὸ ἧσσον ἀποτελέουσα, καὶ ὅτε, καὶ ὁποίως, καὶ ἐν οἵῃ ὥρῃ καὶ ἡλικίῃ.

[15] Τῶν ἐπιδημεουσέων νούσων οἱ τρόποι, καὶ εἴ τις τῶν ἀρχομένων ἄρξαιτο ἀνήμετος, οἷον εἰ πιόντες τι, κατισχόντες ἢ βραχὺ καθαιρόμενοι.

[16] Πυρετώδεες ἴσως οἱ ἔκλευκοι, ὧν καὶ χείλεα, οἷος ὁ τρόπος, οἱ χρόνοι.

[17] Τὸ σῶμα ἔργον ἐς τὴν σκέψιν ἄγειν, ὄψις, ἀκοὴ, ῥὶς, ἁφὴ, γλῶσσα, λογισμός.

[18] Καταμανθάνειν τὰ ἐν τοῖσι βλεφάροισι τοῖς ἄνω καταλειπόμενα οἰδήματα, τῶν ἄλλων περιισχναινομένων, ὑποστροφαί· ἐν δ᾿ ἄκρῳ ὑπέρυθρα σκληρὰ, καὶ πάνυ τούτοισι, γλίσχρα, καὶ ἀνιστάμενα, καὶ ἐνεχόμενα ἐν τούτοισιν, οἷον Φαρσάλῳ Πολυμήδει. Τὰ καταῤῥηγνύμενα οἰδήματα, ἢ πελιώματα, ἢ ἐπ᾿ ὀφθαλμίῃσιν ἢ ἕλκεσιν, ἄλλα γάρ· τὰ ἐκ τῶν φυμάτων καὶ ἐμπυημάτων καταφερόμενα.

[19] Ὅτι σημεῖον ἀμφὶ ἀμητὸν, στρόφοι περὶ τὸν ὀμφαλὸν καὶ ὀδύναι ἔστιν ὅτ᾿ ἀπὸ πράσων, ἀτὰρ καὶ ἀπὸ σκορόδων τούτοισιν ὕστερον. Ἐρυσίπελάς τ᾿ ἐστὶν οἷσιν ἀπὸ τραχήλου, καὶ περὶ ταῦτα ἐν προσώπῳ ἐκρίνετο· τὰ μέλανα, καὶ οἷσι τράχηλοι, κακὰ, καὶ εἰ φλύκταιναι, κακὰ, καὶ οἷσι ταρακτικά.

[20] Ὁ μελαγχολικὸς ὁ Ἀδείμαντος ἀπὸ πεπλίων πλειόνων ἤμεσέ ποτε μέλανα, ἄλλοτε ἀπὸ κρομμύων.

[21] Οἱ πυρετοὶ, ἐν οἷσιν ἐφελκοῦται χείλεα, ἴσως διαλείποντες, καὶ τριταίοισι ψύξιες, οἱ δὲ περικαέες αὐτίκα πρὸς τὴν χεῖρα λυόμενοι αἰεί.

[22] Οἷον ἔνεστιν ἐν τοῖσιν ἄρθροισι, σκεπτέον· ἦρα οὐκ ἐμπυοῦνται;

[23] Ἔθος δὲ, ἐξ οἵων ὑγιαίνομεν, διαίτῃσι, σκέπῃσι, πόνοισιν, ὕπνοισιν, ἀφροδισίοισι, γνώμῃ.

[24] Πρὸς τὰς νούσους, ἀπὸ τίνων τίνα σχήματα, ἐφ᾿ οὓς τόπους ἐτράποντο, ἤρξαντο, παρῆσαν, ἐπαύσαντο. Ἐν οἷσιν ἀκρατὴς φοβερός. Τὰ ἐναντία ἐν τῇ νούσῳ διαιτήματα. Τὸ εὔφορον, τὸ δύσφορον.

[25] Αἱ δίαιται, ὅσον γνῶναι, [μὴ] ἐξειδῆσαι, ξυμφοραὶ γὰρ πολλαί.

[26] Ἀγαθοῖσι δὲ ἰητροῖσιν, αἱ ὁμοιότητες πλάνας καὶ ἀπορίας, ἀλλὰ τἀναντία, ἡ πρόφασις, οἵη· ὅτι χαλεπόν ἐστιν ἐκλογίσασθαι εἰδότα τὰς ὁδοὺς, οἷον εἰ φοξὸς, εἰ σιμὸς, εἰ ὑπόξυρος, εἰ χυλώδης, δυσήμετος, χολώδης μέλας, νέος, εἰκῇ βεβιωκὼς, ἅμα ταῦτα πρὸς ἄλληλα ξυνομολογήσασθαι χαλεπόν.

[27] ᾯ τὸ συρίγγιον, ἐπανεῤῥήγνυτο, βηχία ἐκώλυε διαμένειν.

[28] ᾯ ὁ λοβὸς τοῦ ἥπατος ἐπεπτύχθη, διέσεισα, ἐξαίφνης ὁ πόνος ἐπαύσατο.

[29] Σάτυρος, ἐν Θάσῳ, παρωνύμιον ἐκαλεῖτο γρυπαλώπηξ, περὶ ἔτεα ἐὼν πέντε καὶ εἴκοσιν, ἐξωνείρωσσε πλεονάκις· προῄει δ᾿ αὐτῷ, καὶ δι᾿ ἡμέρης πλεονάκις· γενόμενος δὲ περὶ ἔτεα τριήκοντα, φθινώδης ἐγένετο, καὶ ἀπέθανεν.

[30] Ἐν δὲ Ἀβδήροις ὁ παλαιστροφύλαξ, ὁ Κλεισθένεος λεγόμενος, παλαίσας πλείω πρὸς ἰσχυρότερον καὶ πεσὼν ἐπὶ κεφαλὴν, ἀπελθὼν, ἔπιε ψυχρὸν ὕδωρ πουλύ· μετὰ δὲ ταῦτα, ἐκείνης τῆς νυκτὸς, ἀγρυπνίη, δυσφορίη, ἄκρεα ψυχρά. Τῇ δὲ ὑστεραίῃ, εἰσῆλθον εἰς οἶκον, καὶ τῇ κοιλίῃ, βαλάνου προστεθείσης, οὐχ ὑπῆλθεν, οὔρησε δὲ σμικρὸν, πρότερον οὐδὲν οὐρήκει· ἐς νύκτα ἐλούσατο· οὐδὲν ἧσσον ἀγρυπνίη καὶ δυσφορίη, παρέκρουσεν. Ἐόντι δὲ τριταίῳ, κατάψυξις ἀκρέων· ἐκθερμανθεὶς ἵδρωσε, πιὼν δὲ μελίκρητον ἀπέθανε τριταῖος.

[31] Οἱ μελαγχολικοὶ καὶ ἐπιλημπτικοὶ εἰώθασι γίνεσθαι ὡς ἐπὶ τὸ πουλὺ, καὶ οἱ ἐπίλημπτοι, μελαγχολικοί· τουτέων δὲ ἑκάτερον μᾶλλον γίνεται, ἐφ᾿ ὁπότερα ἂν ῥέψῃ τὸ ἀῤῥώστημα, ἢν μὲν ἐς τὸ σῶμα, ἐπίλημπτοι, ἢν δὲ ἐπὶ τὴν διάνοιαν, μελαγχολικοί.

[32] Ἐν Ἀβδήροις Φαέθουσα ἡ Πυθέου γυνὴ οἰκουρὸς, ἐπίτοκος ἐοῦσα τοῦ ἔμπροσθεν χρόνου, τοῦ δὲ ἀνδρὸς αὐτῆς φυγόντος, τὰ γυναικεῖα ἀπελήφθη χρόνον πουλύν· μετὰ δὲ, ἐς ἄρθρα πόνοι καὶ ἐρυθήματα· τούτων δὲ ξυμβάντων, τό τε σῶμα ἠνδρώθη, καὶ ἐδασύνθη πάντα, καὶ πώγωνα ἔφυσε, καὶ φωνὴ τρηχέη ἐγενήθη, καὶ πάντα πραγματευσαμένων ἡμῶν ὅσα ἦν πρὸς τὸ τὰ γυναικεῖα κατασπάσαι, οὐκ ἦλθεν, ἀλλ᾿ ἀπέθανεν, οὐ πουλὺν μετέπειτα χρόνον βιώσασα. Ξυνέβη δὲ καὶ Ναννοῖ τῇ Γοργίππου γυναικὶ ἐν Θάσῳ τωὐτό· ἐδόκει δὲ πᾶσι τοῖσιν ἰητροῖσιν, οἷσι κἀγὼ ἐνέτυχον, μία ἐλπὶς εἶναι τοῦ γυναικωθῆναι, εἰ τὰ κατὰ φύσιν ἔλθοι· ἀλλὰ καὶ ταύτῃ οὐκ ἠδυνήθη, πάντα ποιούντων, ἐπελθεῖν, ἀλλ᾿ ἐτελεύτησεν οὐ βραδέως.


Περὶ Ἐπιδημιῶν 7

ΕΠΙΔΗΜΙΩΝ ΤΟ ΕΒΔΟΜΟΝ.

[1] Μετὰ κύνα οἱ πυρετοὶ ἐγένοντο ἱδρώδεες, καὶ οὐ περιεψύχοντο παντάπασι μετὰ τὸν ἱδρῶτα· πάλιν δὲ ἐπεθερμαίνοντο, καὶ μακροὶ ἐπιεικῶς, καὶ δύσκριτοι, καὶ οὐ πάνυ διψώδεες· ὀλίγοισιν ἐν ἑπτὰ καὶ ἐννέα ἐπαύοντο, ἄλλοις ἕνδεκα, καὶ τεσσαρεσκαίδεκα, καὶ ἑπτακαίδεκα, καὶ εἰκοσιδύω. Πολυκράτει πυρετὸς, καὶ τὰ τοῦ ἱδρῶτος οἷα γέγραπται· ἀπὸ φαρμάκου κάθαρσις κάτω σφοδρὴ ἐγένετο· καὶ τὰ τοῦ πυρετοῦ οὕτως ἤπια, ὡς ἄδηλα καταστῆναι, πλὴν ἐν κροτάφοισιν· καὶ τὰ ἱδρώτια πρὸς δείλην, περὶ κεφαλὴν, τράχηλον, στήθεα, εἶτ᾿ αὖτις καὶ ἐς ὅλην κοιλίην, καὶ πάλιν ἐπεθερμαίνετο. Περὶ δὲ τὰς δώδεκα καὶ τὰς τεσσαρεσκαίδεκα ἐπέτεινεν ὁ πυρετός· καὶ ὑποχωρήσιες βραχέαι· ῥυφήμασι δὲ μετὰ τὴν κάθαρσιν ἐχρήσατο. Περὶ δὲ τὰς πεντεκαίδεκα, ἀλγήματα γαστρὸς κατὰ σπλῆνα καὶ κενεῶνα ἀριστερόν· θερμῶν προσθέσιες ἧσσον ἢ ψυχρῶν ξυνέφερον· κλύσματι μαλθακῷ χρησαμένῳ ἔληξεν ἡ ὀδύνη· τὸ αὐτὸ δὲ καὶ Κλεοκύδει ξυνήνεγκε πρὸς ὀδύνην ὁμοίως ἔχουσαν καὶ ἐν πυρετῷ. Περὶ δὲ ἑκκαιδεκάτην ἠπιώτεραι αἱ θέρμαι ἐδόκεον εἶναι· καὶ ὑποχωρήσιες ἀκρήτου χολῆς, καὶ ἡ διάνοια θρασυτέρη· πνεῦμα δὲ μέτριον, ἔστι δ᾿ ὅτε καὶ ἅλες ἑλκύσας πάλιν ἀθρόον ἐξέπνει, ὥσπερ ὑπ᾿ ἀψυχίης, ἢ ὡς ἂν διὰ πνίγους πορευθεὶς ἐν σκιῇ καθεζόμενός τις ἀναπνεύσειεν. Τῇ δὲ οὖν ἑπτακαιδεκάτῃ, ἑσπέρης, ἀνακαθεζόμενος ἐς δίφρον ἠψύχησε, καὶ ἄφωνος πουλὺν χρόνον καὶ ἀναίσθητος ἔκειτο· μελικρήτου μόγις κατεδέξατο, ξυντείνων τὰς ἐν τῷ τραχήλῳ ἶνας, ὡς κατεξηρασμένης τῆς φάρυγγος, καὶ τῆς πάσης ἀδυναμίης παρεούσης· μόγις γοῦν ἐντὸς ἑωυτοῦ ἐγένετο, καὶ αἱ θέρμαι ἠπιώτεραι μετὰ ταῦτα· ἐπαύσατο δευτέρῃ καὶ εἰκοστῇ.

[2] Πυθοδώρῳ περὶ τὸν αὐτὸν χρόνον, πυρετὸς ξυνεχής. Ὀγδοαίῳ ἱδρὼς ἐγένετο, καὶ πάλιν ἐπεθέρμηνε. Δεκάτῃ, πάλιν ἱδρώς. Δωδεκάτῃ, ἐῤῥύφησε χυλοῦ· καὶ μέχρι τεσσαρεσκαιδεκάτης ἄδηλος ἦν, ἐν κροτάφοισι δὲ ἐνῆν· ἄδιψος δέ· καὶ αὐτὸς ἑωυτῷ ὑγιὴς ἐδόκεεν εἶναι· ἱδρῶτες ἐγίνοντο ἑκάστης ἡμέρης. Πεντεκαιδεκάτῃ, ζωμίον νεοσσοῦ ῥυφῶν, ἤμεσε χολήν· καὶ κοιλίη κάτω ἐξεταράχθη· καὶ ὁ πυρετὸς παρωξύνθη, πάλιν ἔληξεν· καὶ ἱδρῶτες ἐγένοντο πουλλοί· καὶ τὸ σῶμα πᾶν, περιεψυγμένον, πλὴν κροτάφων· σφυγμὸς οὐκ ἔλιπεν, ἐδόκεε δὲ κοπάσαι ὀλίγον χρόνον, ὡς δόξαι ἐπιθερμαίνειν. Τετάρτῃ καὶ εἰκοστῇ, ἤδη ἀπογευομένῳ σιτίων συχνὰς ἡμέρας, καὶ ἀριστήσαντι, πουλὺς ἦν ὁ πυρετός· καὶ πρὸς τὴν ἑσπέρην, παραλήρησις, προσιόντι ἅμα τῷ ὕπνῳ· εἶχε γοῦν ἤδη, ξυνεχὴς καὶ ἰσχυρός· ὁτὲ μὲν μίην, ὁτὲ δὲ δύο νύκτας ἄγρυπνος, τὸν δὲ λοιπὸν ἅπαντα χρόνον κατακορὴς ὕπνος, ἐγείρειν ἔργον, καὶ παραλήρησις ἐν τῷ ὕπνῳ, καὶ εἴ ποτε ἐξ ὕπνου ἐγερθείη, μόγις ἐντὸς ἑωυτοῦ· ἄδιψος· καὶ τὸ πνεῦμα μέτριον, τοιοῦτον δὲ ἐνίοτε, οἷον Πολυκράτει· γλῶσσα οὐκ ἄχρως. Μετὰ δὲ ἑβδόμην τῆς ὑποστροφῆς χυλοὶ προσεφέροντο. Μετὰ δὲ τεσσαρεσκαιδεκάτην σιτίον· περὶ τὰς πρώτας ἑπτὰ, ἐρυγμοί· καὶ ἀπήμει ἔστιν ὅτε μετὰ τοῦ ποτοῦ ὑπόχολον ἄνευ ἄσης, ἕως κάτω ἐλύθη ἡ κοιλίη. Ἱδρῶτες, ἐξ οὗ ὑπέστρεψεν, ἐξέλιπον, εἰ μή τις, ὅσον ὡς σημεῖον, περὶ μέτωπον· γλῶσσα ἐκ τοῦ ὕπνου, εἰ μὴ διακλύσαιτο, ὑπότραυλος ὑπὸ ξηρότητος, καὶ ῥήγματα περὶ αὐτὴν ἑλκέων, καὶ ἐν χείλει τῷ κάτω, καὶ παρ᾿ ὀδόντας· σμικραὶ ὑποχωρήσιες, περὶ πεντεκαιδεκάτην, ὡς ὑπέστρεψε, πυκνότεραι καὶ γλοιώδεες, τὸ ἀπὸ τῶν σιδίων ἔπαυσεν αὐτάς· οὖρα, οἷα τὰ πολυχρόνια. Ὑπὸ δὲ τὸν τελευταῖον χρόνον, ἄλγημα στήθεος καταπίνοντι τὸ ποτὸν, καὶ ἡ χεὶρ ἐπὶ τῷ στήθει, κύμινον καὶ ὠὸν ῥυφαίνοντι κατέστη· ἡ γλῶσσα δὲ, τὸ μαννῶδες ξυνήνεγκεν. Πεντηκοστῇ ἀπὸ τῆς πρώτης, περὶ ἀρκτοῦρον, ἱδρώτια κατ᾿ ὀσφὺν καὶ στήθεα, βραχέα· καὶ τὸ σῶμα περιεψύχετο πλὴν κροτάφων, ὀλίγον χρόνον πάνυ. Πρώτῃ καὶ πεντηκοστῇ ἐχάλασε, καὶ δευτέρῃ οὐκ ἔτι ἔλαβεν.

[3] Ὁ Ἐρατολάου περὶ φθινοπωρινὴν ἰσημερίην δυσεντερικὸς ἐγένετο, καὶ πυρετὸς εἶχε, τὰ ὑποχωρήματα ἦν χολώδεα, λεπτὰ, πουλλὰ, καὶ ὕφαιμα μετρίως, ἡ δὲ ὀδύνη τῆς γαστρὸς σφοδρή. Ὀῤῥοποτήσαντι δὲ καὶ γαλακτοποτήσαντι ἐν γάλακτι πεπυρωμένῳ, μετριώτερα ἐγένετο τὰ ἀλγήματα καὶ τὰ ὕφαιμα· τὰ δὲ χολώδεα παρηκολούθει· καὶ ἀναστάσιες πυκναὶ, ἀπονώτεραι. Τὸ δὲ πυρέτιον ἐδόκει ἀῤῥωστέοντι καὶ τοῖσι πολλοῖσιν ὅλως μὴ ἔχειν διὰ παντὸς τοῦ χρόνου μετὰ τὰς πρώτας πέντε ἢ ἓξ ἡμέρας, οὕτως ἄδηλος ἦν· κατὰ κροτάφους δὲ σφυγμὸς ἦν· καὶ γλῶσσα ὑπὸ ξηρότητος ὑπότραυλος καὶ διψώδης μετρίως, καὶ ἄγρυπνος· ῥυφήμασι δὲ ἤδη ἐχρῆτο καὶ οἴνοισιν. Περὶ τεσσαρεσκαίδεκα ἐόντος ἡμέρας ἤδη, ἐγένετο τὰ παρ᾿ οὖς ἐν μέρει, καὶ παρ᾿ ἑκάτερον σκληρὰ καὶ ἄπεπτα πάντα ἐμωλύνθη, ὀδυνώδεα δὲ μετρίως. Οὐκ ἀποληγόντων δὲ τῶν ὑποχωρημάτων, καταχόλων τε διὰ παντὸς ἐόντων, τὴν ἐν τῷ ἀλεύρῳ βοτάνην ῥυφέοντι, μετριώτερα τὰ χολώδεα καὶ τὰ ἀλγήματα ἐγένετο μέχρι τινὸς χρόνου, ὑγρὰ δὲ πουλλὰ πολλάκις· καὶ ἀπόσιτος σφόδρα, καὶ μετὰ πάσης ἀνάγκης προσδεχόμενος· τὰ δὲ τῆς θέρμης καὶ γλώσσης καὶ δίψης τοιαῦτα παρηκολούθει, οἷα εἴρηται· καὶ ἱδρῶτες, οὐδέν. Λήθη δέ τις τοιαύτη· ἐρωτήσας, ὅ τι πύθοιτο, σμικρὸν, καὶ διαλιπὼν πάλιν ἠρώτα, καὶ ἔλεγεν αὖτις, ὡς οὐκ εἴη εἰρηκώς· καθεζόμενός τε ἐπελανθάνετο, εἰ μή τις ὑπομιμνήσκοι αὐτόν· καὶ αὐτὸς ἑωυτῷ ξυνῄδει τὸ πάθος, οὐδ᾿ ἠγνόει. Πνεῦμα, ὁκοῖον ὑγιαίνοντι. Ὑπὲρ δὲ τὰς τριήκοντα μέχρι τῶν τεσσαράκοντα ἥ τε ὀδύνη πουλὺ ἐπεδίδου τῆς γαστρός· ὕπτιός τε κατέκειτο, καὶ ἐπιστρέφεσθαι οὐδ᾿ ἐπὶ ποσὸν ἠδύνατο, τῷ δὲ εἶναι τὸ ἄλγημα δεινόν· ψωμίζειν ἄλλον δεῖ. Ἡ δὲ ὑποχώρησις πουλλὴ, καὶ διακεκριμένη, λεπτή· καὶ χρώματα οἰνωπὰ, ὅσαπερ προσδέχοιτο, καὶ ὕφαιμα ἔστιν ὅτε· καὶ ὁ τόνος τοῦ σώματος, ἔκτηξις ἐσχάτη καὶ ἀδυναμίη, οὐδ᾿ ἀνίστασθαι ἄλλου ἐπαίροντος ἔτι δυνατὸς ἦν. Μέσον δὲ ὀμφαλοῦ καὶ χόνδρου, κατὰ ταύτην τὴν καταγωγὴν ἁπτομένῳ τῇ χειρὶ, τοιοῦτος παλμὸς ἦν, οἷος οὐδὲ ὑπὸ δρόμου οὔτε ὑπὸ δείματος περὶ καρδίην ἂν γενηθείη. Πίνοντι ἄπεφθον, ὡς ἐννέα ἀττικὰς κοτύλας, ὄνειον ἐπὶ δύο ἡμέρας, χολώδης ἐγένετο σφόδρα ἡ κάθαρσις, καὶ ἔληξαν αἱ ὀδύναι, καὶ σιτίων ἐπιθυμίη ἐγένετο. Μετὰ δὲ ταῦτα, βοείου γάλακτος ὡς τέσσαρας κοτύλας ἀττικὰς ὠμοῦ ἔπινεν, κατὰ δύο κυάθους δι᾿ ἡμέρης, πρῶτον ὕδατος τὸ ἕκτον μίσγων καὶ μέλανος οἴνου καὶ αὐστηροῦ σμικρόν. Ἐμονοσίτει δὲ ἑσπέρην· ἄρτος ὡς ἡμιχοίνικος ἐγκρυφίης καὶ ἰχθύδιον πετραῖον ἁπλοῦν, ἢ κρεάδιον αἰγὸς ἢ προβάτου· ἡ δὲ πόσις τοῦ γάλακτος, ἐπὶ τεσσαράκοντα ἡμέρας ἄνευ ὕδατος μετὰ τὰς πρώτας δέκα ἡμέρας, οἴνου δὲ ὡς σμικρὸν μέλανος μέρος. Ἱδρώτιον δὲ ἐγένετο μετὰ τὰς ἑβδομήκοντα ἤδη ἀπὸ τῆς πρώτης μετὰ λουτρὸν ἐς νύκτα. Ὀλιγοποσίῃ δὲ ἐχρῆτο, καὶ μετὰ τὸ σιτίον τῷ ποτῷ αὐστηροτέρῳ, τοῖς ἄλλοισιν οὔ.

[4] Κτησικράτει δὲ τὸ ἐν τῷ ἀλεύρῳ μᾶλλον τοῦ αἰγείου ὀῤῥοῦ ξυνήνεγκεν, ὀδύνης ἐούσης περὶ ὅλην τὴν κοιλίην, καὶ πόνων, καὶ ἀναστάσιος πολλῆς καὶ ὑφαίμου, καὶ ἐπάρματος περὶ τοὺς πόδας, σχεδὸν ἤδη περὶ πέντε καὶ εἴκοσιν ἡμέρας ἐόντι, καὶ Ἀγριάνῳ ταῦτα· τῷ δὲ Καινίου τὸ ὄνειον ἑφθόν.

[5] Τῷ Κύδιος περὶ χειμερινὰς ἡλίου τροπὰς ῥῖγος καὶ πυρετὸς, καὶ ὠτὸς δεξιοῦ ἄλγημα, καὶ κεφαλῆς ὀδύνη· τὸ δὲ τοιοῦτον ἄλγημα εὐθὺς ἐκ σμικροῦ παιδίου παρηκολούθει ῥευματῶδες καὶ συριγγῶδες καὶ ἔνοδμον, ἔχον δὲ οὕτω τὰ πολλὰ ἀνώδυνον ἦν· τότε δὲ ἡ ὀδύνη ἦν δεινὴ καὶ ἡ κεφαλαλγίη. Δευτεραίῳ ἢ τριταίῳ ἐόντι, χολῆς ἔμετος· ἀνακαθιζομένῳ ἐγένετο ὑπόχολον, γλίσχρον, ὡς ἐξ ὠοῦ, ὕπωχρον. Τετάρτῃ ἐς νύκτα καὶ πέμπτῃ ὑποπαρελήρει· καὶ ἡ ὀδύνη τῆς κεφαλῆς καὶ τοῦ ὠτὸς δεινὴ, καὶ ὁ πυρετός. Ἕκτῃ, ὑποχώρησις ἀπὸ λινοζώστιος, καὶ ἡ θέρμη λῆξαι ἐδόκει καὶ ἡ ὀδύνη. Τῇ ἑβδόμῃ ὡς ὑγιής· κροτάφῳ δὲ σφυγμὸς οὐκ ἔλιπεν· ἱδρῶτος οὐδὲν ἐγένετο. Ὀγδόῃ, χυλοῦ ἐῤῥύφησεν, ἐς δὲ τὴν ἑσπέρην σεύτλου· καὶ τὴν νύκτα ὕπνος· καὶ σφόδρα ἀνώδυνος· καὶ τὴν ἐνάτην ᾔσθετο πρὸς ἡλίου δυσμάς· ἐς δὲ νύκτα, τῆς κεφαλῆς δεινὴ ὀδύνη καὶ τοῦ ὠτός· ξυνέβαινε δὲ καὶ πυοῤῥοεῖν τὸ οὖς περὶ τοῦτον τὸν καιρὸν, ὁπότε μάλιστα πονοίη, εὐθὺς ἀπ᾿ ἀρχῆς. Ὅλην δὲ τὴν νύκτα τὴν ἐνάτην καὶ τὴν ἐπιοῦσαν ἡμέρην καὶ τῆς νυκτὸς τὸ πλεῖον, οὐκ ἐπεγίνωσκεν οὐδένα, στένων δὲ διετέλει· ἡμέρην δὲ ἐντὸς ἑωυτοῦ ἐγένετο, καὶ αἱ ὀδύναι ἔληξαν, καὶ τὰ τῆς θέρμης μετριώτερα. Ῥυφήσαντι δὲ λινόζωστιν τῇ ἑνδεκάτῃ, ὑπεχώρησε φλεγματώδεα, μυξώδεα, κάκοδμα. Δυοκαιδεκάτῃ, καὶ τρισκαιδεκάτῃ, μετρίως. Τεσσαρεσκαιδεκάτῃ, ἀρξάμενος ἀφ᾿ ἑωθινοῦ μέχρι ἐς μέσον ἡμέρης ἵδρου ὅλον τὸ σῶμα, μετὰ ὕπνου καὶ κώματος πολλοῦ· ἐγεῖραι ἔργον ἦν· πρὸς ἑσπέρην δὲ διηγέρθη· καὶ τὸ μὲν σῶμα μετρίως κατεψύχθη, ἐν κροτάφοισι δὲ σφυγμὸς διετέλει. Πεντεκαιδεκάτῃ καὶ ἑκκαιδεκάτῃ, χυλοῖσιν ἐχρήσατο. Ἐν δὲ τῇ ἑπτακαιδεκάτῃ, ἧκε πάλιν ἐς νύκτα ὀδύνη τῶν αὐτῶν, καὶ παραλήρησις, καὶ ἐπυοῤῥόει. Ὀκτωκαιδεκάτῃ καὶ ἐννεακαιδεκάτῃ καὶ εἰκοστῇ, μανικῶς· ἦν δὲ κεκραγὼς, ἐπαίρειν ἑωυτὸν πειρώμενος, οὐ δυνάμενος δὲ κρατεῖν τῆς κεφαλῆς, τῇσι χερσὶν ἐπορεγόμενος καὶ αἰεί τι διακενῆς θηρεύων. Πρώτῃ καὶ εἰκοστῇ, ἱδρώτιον περὶ πλευρὸν δεξιὸν καὶ στήθεα καὶ κεφαλήν. Εἰκοστῇ δευτέρῃ, ἱδρώτιον περὶ τὸ πρόσωπον πλεῖστον ἦν· τῇ δὲ φωνῇ κατὰ τὸν χρόνον τοῦτον, εἰ μὲν σφόδρα ἀποβιάσαιτο, εἶπεν ἃ ἐβούλετο τελέως, εἰ δ᾿ οὖν προχείρως, ἡμιτελέα· καὶ τὸ στόμα λελυμένον, καὶ αἱ γένυες καὶ χείλεα αἰεὶ ἐν κινήσει, ὥς τι θέλοντος λέγειν· καὶ τῶν ὀφθαλμῶν πυκνὴ κίνησις καὶ ἔμβλεψις, καὶ χρῶμα ἐπ᾿ ὀφθαλμοῦ δεξιοῦ, οἷον εἴρηται τὸ ὕφαιμον, καὶ βλέφαρον τὸ ἐπάνω ἐπῴδησε, καὶ κατὰ γνάθον ἔρευθος ἐπὶ τελευτῆς, καὶ φλέβες πᾶσαι αἱ ἐν τῷ προσώπῳ, φανεραὶ οὔτε ξυνεσταλμέναι· καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐκ ἔτι ξυμμύων ἦν, ἀλλ᾿ ἀτενὲς ἐνορῶν, καὶ διαίρων τὰ βλέφαρα ἐς τὸ ἄνω μέρος, ὡς ἐπήν τι ἐμπέσῃ ἐς τὸ ὄμμα· καὶ ὁπότε πίοι, κατιόντος ἐς τὰ στήθεα καὶ τὴν κοιλίην ψόφος, οἷος καὶ Χαρτάδει. Πνεῦμα δὲ ἐπιεικῶς διὰ παντὸς μέτριον· γλῶσσα, οἵη ἐστὶ τοῖσι περιπλευμονικοῖσιν, ὠχρόλευκος· ἀπ᾿ ἀρχῆς καὶ διὰ παντὸς κεφαλαλγίη· τράχηλος διὰ παντὸς ἀκίνητος· ξυμπεριάγειν τῇ κεφαλῇ ἐδεῖτο· καὶ τὸ κατὰ ῥάχιν ἐκ τραχήλου, ἰθὺ καὶ ἄκαμπτον· καὶ κλίσιες, ὁποῖαι εἴρηνται, καὶ οὐκ αἰεὶ ὕπτιος· τὸ δὲ πῦον εἴδει ὀῤῥῶδες, λευκὸν, πουλὺ, ἔργον ὑποσπογγίσαι, ὀδμὴ ὑπερβεβλημένη· κατὰ τὸν τελευταῖον χρόνον, ποδῶν ἅψιος οὐ πάνυ καταισθανόμενος.

[6] Τῇ Ἁρπαλίδεω ἀδελφῇ περὶ τέταρτον μῆνα ἢ πέμπτον κυούσῃ, οἰδήματα περὶ τοὺς πόδας ὑδατώδεα ἐγένετο, καὶ τὰ κύκλα τῶν ὀφθαλμῶν ἐπῴδει, καὶ ἅπαν τὸ χρῶμα μετέωρον, οἷον τοῖσι φλεγματίῃσιν· βὴξ ξηρή· ὀρθοπνοίη δὲ καὶ ἆσθμα τοιοῦτον καὶ πνιγμοὶ ἔστιν ὅτε ὑπὸ τοῦ πνεύματος, ὥστε καθημένη διετέλει κατὰ κλίνην, κατακεῖσθαι δὲ οὐχ οἵη τε ἦν, ἀλλ᾿ εἴ τις καὶ ὕπνου δόξα γένοιτο, καθημένη ἦν· ἄπυρος δὲ ἐπιεικῶς· καὶ τὸ κύημα ἐπὶ πλεῖστον χρόνον ἀκίνητον ἦν, ὡς διεφθαρμένον, καὶ μετέπιπτεν. Παρηκολούθησε δὲ τὸ ἆσθμα σχεδὸν δύο μῆνας. Κυάμοισι δὲ χρωμένη μελιχροῖσι καὶ μέλιτος ἐκλείξει, καὶ τοῦ αἰθιοπικοῦ κυμίνου πιοῦσα ἐν οἴνῳ, ἐῤῥήϊσεν· μετὰ ταῦτα δὲ ἀνῆγε βήσσουσα πολλὰ, πέπονα, φλεγματώδεα, λευκὰ, καὶ τὸ πνεῦμα ἔληξεν· ἔτεκε δὲ γόνον θῆλυν.

[7] Τῇ Πολυκράτεος, θέρεος, περὶ τὸ ἄστρον, πυρετός· πνεῦμα τὸ ἑωθινὸν, ἧσσον, ἀπὸ μέσου ἡμέρης μᾶλλον τὸ πνεῦμα, πυκνότερον μικρῷ· βὴξ, καὶ ἀπόχρεμψις εὐθὺς ἀπ᾿ ἀρχῆς ὁμοίη πυώδεσιν· ἔσω περὶ ἀρτηρίην καὶ φάρυγγα, ὑπεσύριζε κερχναλέον· πρόσωπον εὔχροον, ἐπὶ γνάθοισιν ἐρύθημα, οὐ κατακορὲς, ἀλλ᾿ ἐπιεικῶς ἀνθηρόν. Προϊόντος δὲ τοῦ χρόνου, καὶ ἡ φωνὴ βραγχώδης, καὶ τοῦ σώματος ξύντηξις, καὶ περὶ ὀσφὺν ἐκρήγματα, καὶ ἡ κοιλίη κατὰ τὸν τελευταῖον χρόνον ὑγροτέρη. Ἑβδομηκοστῇ, ὁ πυρετὸς ἔξωθεν σφόδρα ἔψυχεν· ἐν δὲ τοῖσι κροτάφοισιν, ἡσυχίη· τὸ δὲ πνεῦμα πυκνότερον ἐγίνετο. Μετὰ δὲ τὴν παῦσιν ταύτην, τὸ πνεῦμα πυκνότερον οὕτως, ὥστε καθημένη διετέλεσεν, ἕως ἀπέθανεν· ἐν δὲ τῇ ἀρτηρίῃ ψόφος πουλὺς ἐνῆν, καὶ ἱδρῶτες πονηροὶ, καὶ ἐμβλέψιες ἐμφρονώδεες σφόδρα, μέχρι τοῦ ἐσχάτου χρόνου. Ἡμέραι δ᾿ ἐπεγίνοντο αὐτῇ κατεψυγμένῃ πλείους ἢ πέντε· μετὰ δὲ τὰς πρώτας διετέλει πυῶδες ἀποχρεμπτομένη.

[8] Τῇ ἄνω τῶν πυλέων οἰκεούσῃ, ἤδη οὔσῃ πρεσβυτέρῃ, πυρέτιον ἐγένετο, καὶ, ἤδη ἀπολήγοντος, τοῦ τραχήλου ἄλγημα μέχρις ἐς ῥάχιν καὶ ὀσφύν· καὶ οὐ πάνυ ἐγκρατὴς τούτων· γένυες δὲ ξυνηγμέναι καὶ ἐπὶ τοὺς ὀδόντας πλέον ἢ μήλην παρεῖναι· ἥ τε φωνὴ ψελλὴ διὰ τὸ παραλελυμένον καὶ ἀκίνητον καὶ ἀσθενὲς εἶναι τὸ σῶμα· ἔμφρων δέ. Χλιάσμασι καὶ μελικρήτῳ χλιηρῷ ἐχάλασε τριταίη σχεδὸν, καὶ μετὰ ταῦτα χυλοῖσι καὶ ζωμοῖσιν ὑγιὴς ἐγένετο. Ξυνέβη δὲ τελευτῶντος τοῦ μετοπωρινοῦ καιροῦ.

[9] Ὁ παρὰ Ἁρπαλίδῃ ἀλείπτης, ἀκρατέστερος σκελέων καὶ χειρῶν περὶ φθινόπωρον γενόμενος, ἔπιεν εἰκῇ φάρμακον ἄνω καὶ κάτω· ἐκ δὲ τῆς καθάρσιος, πυρετός· καὶ ἐς τὴν ἀρτηρίην κατεῤῥύη τοιοῦτον, οἷον ἐπισχεῖν διαλεγόμενον, καὶ ἀσθμαίνειν ἐν τῷ διαλέγεσθαι ὁμοίως κυναγχικῷ βραγχώδει· πνιγμὸς καταπίνοντι, καὶ ἄλλα κυναγχικά· οἴδημα δὲ οὐκ ἦν. Ὁ δὲ πυρετὸς ἐπέτεινε, καὶ ἡ βὴξ, καὶ ἡ ἀπόχρεμψις ὑγροῦ καὶ πολλοῦ φλέγματος. Προϊόντος δὲ, καὶ ὀδύνη κατὰ στῆθος καὶ μαζὸν ἀριστερόν· ὁπότε δὲ ἐξανασταίη ἢ μετακινηθείη, ἆσθμα πουλὺ καὶ ἱδρὼς ἀπὸ μετώπου καὶ κεφαλῆς· καὶ τὰ περὶ τὴν φάρυγγα κατεῖχε, μαλακώτερον δὲ, ἐς τὸ στῆθος τῆς ὀδύνης ἀπελθούσης. Ἀπ᾿ ἀρχῆς μὲν οὖν κυάμοισι μελιχροῖσιν ἐχρῆτο· ἐπεὶ δὲ οἱ πυρετοὶ ἐπεῖχον, μᾶλλον ὀξυμέλιτι θερμῷ καὶ μέλιτος ἐκλείξει πολλῇ. Παρελθουσέων δὲ τεσσάρων καὶ δέκα ἡμερέων, ἅπαντα ἔληξε, καὶ τῶν περὶ χεῖρας καὶ σκέλεα οὐ πουλὺ ὕστερον ἐγκρατὴς ἐγένετο.

[10] Χαρτάδει, πυρετὸς καῦσος, ἔμετος χολῆς πουλὺς, καὶ κάτω ὑποχώρησις· ἄγρυπνος· καὶ κατὰ σπλῆνα ἔπαρμα στρογγύλον. Ἐνάτῃ, πρωῒ ἐξανέστη, ψόφου περὶ τὴν κοιλίην ἄνευ ὀδύνης γενομένου· ὡς ἀφοδεύων δὲ ἦν, ὑπῆλθεν αἵματος πλέον ἢ χοεὺς προσφάτου, καὶ μικρὸν ἐπισχόντι, καὶ τρίτον, πεπηγότες θρόμβοι. Ἄση δὲ περὶ τὴν καρδίην, καὶ ἱδρώτιον σχεδὸν καθ᾿ ὅλον τὸ σῶμα· καὶ τὸ πυρέτιον καταψύχειν ἐδόκει· καὶ ἔμφρων τὸ πρῶτον· προϊούσης δὲ τῆς ἡμέρης, ἥ τε ἄση πλείων καὶ ἀλυσμὸς, καὶ πνεῦμα σμικρῷ πυκνότερον· καὶ θρασύτερον καὶ φιλοφρονώτερον τοῦ καιροῦ προσηγόρευε καὶ ἐδεξιοῦτο. Καί τινες λειποψυχίαι ἐδόκεον ἐπιγίνεσθαι· προσφερόντων δέ τινων χυλοὺς καὶ τὸ ἀπὸ κρίμνων ὕδωρ, οὐκ ἔληγεν· ἀλλὰ τὸ πνεῦμα πρὸς τὴν ἑσπέρην ὑπέρπουλυ ἦν, καὶ ῥιπτασμὸς πουλύς· καὶ ἐπὶ τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ μεταῤῥίπτων ἑωυτὸν, οὐδένα χρόνον ἀτρεμίζειν δυνατὸς ἦν· πόδες ψυχροί· ἐν κροτάφοισι καὶ κεφαλῇ θέρμη μᾶλλον, ὑπογύου τῆς τελευτῆς· καὶ ἱδρώτια πονηρά· καὶ πίνοντι τὰ τοῦ ψόφου περί τε στήθεα καὶ κοιλίην, κατιόντος τοῦ πόματος, οἷον δὲ κάκιστον· φάμενος δὲ θέλειν τι ἑωυτῷ ὑπελθεῖν, καὶ ἀτενίσας τοῖς ὄμμασιν, οὐ πολὺ ἐπισχὼν, ἐτελεύτησεν.

[11] Τῇ Ἑρμοπτολέμου, χειμῶνος ὥρῃ, πυρετὸς, καὶ κεφαλῆς ἀλγήματα· καὶ ὁπότε πίοι, ὡς χαλεπῶς καταπιοῦσα· ἐξανέστη, καὶ τὴν καρδίην οἱ γυιοῦσθαι ἔφη· γλῶσσα πελιδνὴ ἀπ᾿ ἀρχῆς. Ἡ δὲ πρόφασις ἐδόκει ἐκ φρίκης μετὰ λουτρὸν γενέσθαι. Ἄγρυπνος καὶ νύκτα καὶ ἡμέρην· μετὰ τὰς πρώτας ἡμέρας, ἐρωτωμένη, οὐκ ἔτι μόνην κεφαλὴν, ἀλλὰ καὶ ὅλον τὸ σῶμα πονέειν ἔφη· δίψα, ὁτὲ μὲν κατακορὴς, ὁτὲ δὲ μετρίη. Πέμπτῃ καὶ ἕκτῃ καὶ μέχρι τῆς ἐνάτης σχεδὸν παραλήρησις, καὶ αὖτις πρὸς ἑωυτὴν ἐλάλει μετὰ κώματος ἡμιτελέα· καὶ τῇ χειρὶ ἔστιν ὅτε ἐπωρέγετο πρὸς τὸ κονίημα καὶ προσκεφάλαιόν τι ψυχρὸν ἐνεὸν τῇ κεφαλῇ· καὶ τοῖσι στήθεσι προσεῖχε, καὶ τὸ ἱμάτιον ἔστιν ὅτε ἀπεῤῥίπτει· καὶ ἐπὶ ὀφθαλμοῦ τοῦ δεξιοῦ τὸ ὕφαιμον ἦν, καὶ δάκρυον ἦν· οὖρον δὲ, ὃ τοῖσι παισὶ πονηρόν ἐστιν αἰεί. Ὑπεχώρει δὲ ἀπ᾿ ἀρχῆς μὲν ὑπόκιῤῥα, ὕστερον δὲ ὑδατώδεα σφόδρα καὶ τοιουτόχροα. Ἑνδεκάτῃ, ἐδόκει μετριώτερον θερμὴ εἶναι, καὶ ἄδιψος ἔστιν ὅτε ἐγένετο, οὕτως ὡς, εἰ μή τις διδοίη, οὐκ ᾔτει. Ὕπνοι μετὰ τὸν πρῶτον χρόνον ἐγένοντο ἐπιεικῶς ἡμέρης, ἐς δὲ νύκτα ἄγρυπνος, καὶ ἐπόνει μᾶλλον ἐς νύκτα. Ἐνάτῃ ἡ γαστὴρ ἐξεταράχθη ὑδατώδεα διαχωρήσασα, ὡσαύτως δὴ καὶ ἑνδεκάτῃ· τὰς δὲ ἐπιούσας, ἐπιεικῶς πολλὴ ἡ διανάστασις καὶ τοιαύτη. Ἦσαν δὲ ἐν τῇσι πρόσθεν ἡμέρῃσιν ἀκρηχολίαι, καὶ κλαυθμοὶ οἷον παιδαρίου, καὶ βοὴ, καὶ δείματα, καὶ περιβλέψιες, ὁπότε δὴ ἐκ τοῦ κώματος ἐγείροιτο. Τῇ δὲ τεσσαρεσκαιδεκάτῃ, ἔργον κατέχειν ἦν, ἀναπηδῶσαν καὶ βοῶσαν ἐξαίφνης καὶ συντόνως, ὥσπερ ἂν ἐκ πληγῆς καὶ δεινῆς ὀδύνης καὶ φόβου, ὡς καταλαβών τις αὐτὴν κατάσχοι χρόνον ὀλίγον· εἶτα πάλιν ἡσυχίην τε εἶχε κεκωματισμένη, καὶ ὑπνώσσουσα διετέλει οὐχ ὁρῶσα ὅλως, ἔστι δ᾿ ὅτε οὐδὲ ἀκούουσα· μετέβαλλε δὲ ἐς ἀμφότερα θόρυβόν τε καὶ ἡσυχίην πυκνὰ, σχεδὸν ὅλην τὴν ἡμέρην ταύτην· ἐς νύκτα δὲ τὴν ἑπομένην, ὑπῆλθέ τι ὕφαιμον, οἷον μυξῶδες, καὶ πάλιν οἷον ἰλυῶδες, μετὰ δὲ, πρασοειδέα σφόδρα καὶ μέλανα. Τῇ δὲ πεντεκαιδεκάτῃ, ὀξεὶς ῥιπτασμοί· καὶ οἱ φόβοι, καὶ ἡ βοὴ ἐγίνετο ἤπιος, παρηκολούθει δὲ τὸ ἀγριοῦσθαι καὶ τὸ θυμαίνειν καὶ κλαίειν, εἰ μή οἱ ταχέως, ὅ τι βούλοιτο, ῥεχθείη· καὶ ἐπεγίνωσκεν μὲν πάντας καὶ πάντα ἤδη μετὰ πρῶτας εὐθὺς ἡμέρας· καὶ τὸ τοῦ ὀφθαλμοῦ κατέστη· ἡ δὲ μανίη παρὰ καιρὸν, καὶ ἡ βοὴ, καὶ ἡ μεταβολὴ ἡ εἰρημένη παρηκολούθει ἐς τὸ κῶμα· ἤκουεν ἀνωμάλως, τὰ μὲν σφόδρα καὶ εἰ σμικρόν τις λέγοι, ἐπ᾿ ἐνίων δὲ μέζον ἔδει διαλέγεσθαι· πόδες αἰεὶ ὁμαλῶς τῷ ἄλλῳ σώματι θερμοὶ ἔς τε τὰς τελευταίας ἡμέρας. Τῇ δὲ ἑκκαιδεκάτῃ, ἧσσον. Ἑπτακαιδεκάτῃ, μετριώτερον τῶν ἄλλων ἡμερῶν ἔχουσα, ἐς νύκτα, ὡς φρίκης αὐτῇ γενομένης, ξυνάγουσα ἐπυρέτηνε μᾶλλον· καὶ ἡ δίψα πουλλὴ ἦν· τὰ δ᾿ ἄλλα ὅμοια παρηκολούθει· τρόμοι δὲ περὶ τὰς χεῖρας ἐγένοντο, καὶ κεφαλὴν ὑπέσειεν· ὑπώπια καὶ ἐμβλέψιες τῶν ὀφθαλμῶν πονηραί· καὶ ἡ δίψα ἰσχυρή· πιέουσα, πάλιν ᾔτει, καὶ ἥρπαζε, καὶ λαύρως ἔπινεν, ἀποσπάσαι δὲ οὐκ ἠδύναντο· γλῶσσα ξηρὴ, ἐρυθρὴ σφόδρα, καὶ τὸ στόμα ὅλον καὶ χείλεα καθηλκωμένα καὶ ξηρά· καὶ τὰς χεῖρας ἀμφοτέρας ἐπὶ τὸ στόμα φέρουσα ἐμασσᾶτο, τρομώδης ἐοῦσα, καὶ, εἴ τι προσενέγκαι τις μασσήσασθαι ἢ ῥυφήσασθαι, λαύρως καὶ μανικῶς κατέπινε καὶ ἐῤῥύφανεν· καὶ τὰ περὶ τὴν ὄψιν πονηρά. Ἡμέρῃσι δὲ τρισὶν ἢ τέσσαρσι πρὸ τῆς τελευτῆς, φρῖκαί τε αὐτῇ ἔστιν ὅτε ἐνέπιπτον, ὥστε ξυνάγειν τὸ σῶμα, καὶ ξυγκαλύπτεσθαι, καὶ πνευστιᾷν· τέτανοί τε τὰ σκέλεα, καὶ ψύξις ποδῶν· ἡ δίψα δὲ ὁμοίη, καὶ τὰ περὶ τὴν διάνοιαν ὅμοια· καὶ ἐξαναστάσιες, ἢ διὰ κενῆς, ἢ σμικρὰ καὶ λεπτὰ μετά τινος βραχέος τόνου. Τῇ δὲ τελευταίῃ, τῇ τρίτῃ καὶ εἰκοστῇ, τὸ ὄμμα μέγα τὸ πρωῒ ἦν, καὶ περίβλεψις βραχείη· καὶ ἡσυχίην ἔσχεν ἔστιν ὅτε καὶ ἄνευ τοῦ ξυγκεκαλύφθαι τε καὶ κεκωματίσθαι. Πρὸς δὲ τὴν ἑσπέρην, τοῦ δεξιοῦ ὄμματος κίνησις, οἵη ὁρεούσης, ἤ τινος βουλήσιος, ἐκ τοῦ ἔξω κανθοῦ πρὸς ῥῖνα· ἐπεγίνωσκέ τε καὶ πρὸς τὸ ἐρωτώμενον ὑπεκρίνετο· φωνὴ μετὰ πολλὰ ὑπότραυλος, καὶ ὑπὸ τῆς βοῆς ἀπεῤῥωγυῖα καὶ βραγχώδης.

[12] Τῷ Ἀμφιφράδεος, θέρεος, πλευροῦ ἀριστεροῦ ὀδύνη, καὶ βὴξ, καὶ ὑποχωρήματα πουλλὰ, ὑδατώδεα, καὶ ὑπόχολα. Ὁ πυρετὸς ἐδόκει λῆξαι περὶ ἑβδόμην· ἡ βὴξ ἔνι· χρῶμα ὑπόλευκον καὶ ὕπωχρον. Περὶ δὲ τὰς δώδεκα, ὑπόχλωρον ἔπτυεν· τὸ πνεῦμα, προϊόντος τοῦ νοσήματος, αἰεὶ πυκνότερον, καὶ ἆσθμα, καὶ ὑποκερχάλεον περὶ στήθεα καὶ ἀρτηρίην. Ῥυφήμασιν ἐχρῆτο, ἔμφρων ἅπαντα τὸν χρόνον. Περὶ δὲ εἰκοστὴν ὀγδόην ἐτελεύτησεν· ἱδρῶτες ἔστιν ὅτε ἐγένοντο.

[13] Ὁ ἔξω κάπηλος ὁ περιπλευμονικὸς, κοιλίη εὐθὺς ὑπῄει. Περὶ τετάρτην, ἱδρὼς πουλύς· ἐδόκει λῆξαι τὸ πυρέτιον· τὸ βηχίον, οὐδὲν ὡς εἰπεῖν. Πέμπτῃ καὶ ἕκτῃ καὶ ἑβδόμῃ, ἐπεῖχεν ὁ πυρετός. Ἱδρὼς, ὀγδόῃ. Ἐνάτῃ, ἀπεχρέμψατο ὠχρόν. Δεκάτῃ, ᾔει ἅλες οὐ πολλάκις. Περὶ ἑνδεκάτην, ἠπιώτερος. Ἐν τῇ τεσσαρεσκαιδεκάτῃ, ὑγιής.

[14] Ἑρμοπτολέμῳ, μετὰ πληϊάδος δύσιν, πυρετὸς ἐπῆλθεν· βὴξ οὐ πάνυ· γλῶσσα δὲ περιπλευμονική. Ἐνάτῃ, ἐξίδρωσεν ὅλος, κατεψύχθη τε, ὡς ἐδόκει· προσήνεγκαν αὐτῷ χυλόν· περὶ μέσον ἡμέρης ἐθερμαίνετο. Ἑνδεκάτῃ, ἱδρὼς, καὶ κοιλίη ἐξυγραίνετο· κατάχολα ὑποχωρήματα· τὸ βηχίον ἐπεγένετο. Τεσσαρεσκαιδεκάτῃ, ὠχρὸν ἀπεχρέμψατο, καὶ ῥεγχώδης ἦν, καὶ τῇ πεντεκαιδεκάτῃ, ἔμφρων δὲ πάντα τὸν χρόνον ἐὼν, ἐτελεύτησεν.

[15] Ἕτερός τις ἐπὶ τοῦ ὑπερῴου, ῥεγχώδης, γλῶσσα ξηρὴ, περιπλευμονικὴ, ἔμφρων, ἐτελεύτησεν.

[16] Καὶ Ποσειδώνιος, ἔτι τοῦ θέρεος ἐνισταμένου, κατὰ στῆθος καὶ ὑποχόνδρια καὶ πλευρὸν ἐπόνει χρόνον πουλὺν ἄνευ πυρετῶν· πολλοῖσι δὲ ἔτεσιν ἔμπροσθεν, ἔμπυος ἐγένετο. Τοῦ δὲ χειμῶνος, φρίξαντι ἐπέτεινεν ἡ ὀδύνη, καὶ τὸ πυρέτιον λεπτὸν, καὶ ἀπόχρεμψις πυώδης, βὴξ κερχαλέη περὶ φάρυγγα, καὶ ῥεγχώδης, ἔμφρων δὲ ἐὼν ἐτελεύτησεν.

[17] Ὁ δὲ Βαλοῖος, ἐκ τοῦ ὄρεος, πάντα ἡμαρτηκὼς, ἐννεακαιδεκάτῃ γλῶσσα πονηρὴ, ὑπέρυθρος, καὶ κατὰ φωνὴν ἦν ἐν τῇ ῥέμβῃ· ὀφθαλμοὶ κεχρωσμένοι, πλέοντες ὥσπερ τῶν νυσταζόντων· χρῶμα καὶ τοῦ ἄλλου σώματος οὐκ ἰκτεριῶδες σφόδρα, ἀλλ᾿ ὕπωχρον, πελιδνόν· φωνὴ πονηρὴ, ἀσαφής· γλῶσσα περιπλευμονική· οὐκ ἔμφρων· πνεῦμα πρὸς χεῖρα πονηρὸν, οὐ πυκνὸν, οὐδὲ μέγα· πόδες ψυχροὶ, λιθώδεις. Περὶ εἰκοστὴν ἐτελεύτησεν.

[18] Κυναγχικὴ ἡ παρὰ Μέτρωνι, χεῖρα δεξιὴν, σκέλος ἤλγησε, πυρέτιον ἐπεῖχε, βηχίον, πνίγμα. Τρίτῃ, ἐχάλασεν. Τετάρτῃ, σπασμώδης, ἄφωνος, ῥέγχος, ὀδόντων ξυνέρεισις, γνάθων ἔρευθος. Ἐτελεύτησε τῇ πέμπτῃ ἢ ἕκτῃ· σημεῖον περὶ χεῖρα τὸ ὑποπέλιον.

[19] Βίων ἐξ ὑδρωπικοῦ πολυχρονίου ἀπόσιτος ἐγένετο πολλὰς ἡμέρας καὶ στραγγουριώδης· ἐπὶ γούνατος ἀριστεροῦ ἀπόστημα ἐγένετο, ἐξεπύησεν, ἐτελεύτησεν.

[20] Κτησιφῶν ὑδρωπικὸς ἐκ καύσου πολλοῦ, καὶ πρότερον ὑδρωπικὸς καὶ σπληνώδης, σφόδρα συνεπληρώθη καὶ ὄσχεον καὶ σκέλεα καὶ περιτόναια. Ἐπὶ τῇ τελευτῇ βὴξ καὶ πνιγμοὶ ἐγένοντο, ἐς νύκτα μᾶλλον, ἀπὸ τοῦ πλεύμονος, ὥσπερ τοῖς πλευμονώδεσιν. Πρὸ δὲ τῆς τελευτῆς ἡμέρῃσι τρισὶν ἢ τέσσαρσι, ῥῖγος, πυρετός· κατὰ μηρὸν δεξιὸν, ἔσω κατὰ φλέβα μέσην τὴν ἀπὸ τοῦ βουβῶνος, ὡς πυρὸς ἀγρίου σύστρεμμα ὑποπέλιον ἔχον ἔρευθος· ἐς νύκτα, καρδίης ἄλγος, καὶ οὐ πολὺ ὕστερον ἀφωνίη, πνιγμὸς μετὰ ῥέγχους, καὶ ἐτελεύτησεν.

[21] Καὶ ὁ ἐν Ὀλύνθῳ ὑδρωπικὸς, ἐξαίφνης ἄφωνος, ἔκφρων νύκτα καὶ ἡμέρην, ἐτελεύτησεν.

[22] Ὁ δὲ Προδρόμου, θέρεος, ὑπότραυλος, καυσώδης, ἡ γλῶσσά οἱ ὑπόξηρος, ἀσαφής· κάτω πολλὴ ἄφοδος· περιεγένετο.

[23] Λεωφορβείδῃ, πυρετὸς ὀξὺς μετὰ χειμερινὰς τροπάς, ὑποχονδρίων καὶ κατὰ κοιλίην ἄλγημα· ὑποχωρήματα ὑγρὰ, χολώδεα πουλλά· καὶ μεθ᾿ ἡμέρην, κωματώδης· γλῶσσα περιπλευμονική· βὴξ οὐκ ἐνῆν. Δωδεκάτῃ, μέλανα σμικρὰ καὶ πρασοειδέα ὑπεχώρησεν. Τεσσαρεσκαιδεκάτῃ, λῆξαι πυρέτιον ἐδόκει· μετὰ δὲ, ῥοφήμασιν ἐχρήσατο. Ἑκκαιδεκάτῃ, στόμα σφόδρα ἁλμῶδες, ξηρὸν ἐγένετο· ἀκρέσπερον δὲ, φρίκη, πυρετός. Μιῇ καὶ εἰκοστῇ, περὶ μέσον ἡμέρης, ῥῖγος καὶ ἱδρώς· τὸ πυρέτιον ἔληξε, θέρμη δὲ ὑπῆν λεπτή· ἐς νύκτα πάλιν ἱδρώς· καὶ εἰκοστῇ δευτέρῃ, ἐς νύκτα ἱδρώς· καὶ ἡ θέρμη ἐχάλασεν. Τῇσι δὲ ἔμπροσθεν πάσῃσιν ἀνίδρωτος ἦν, ἡ δὲ κοιλίη ὑγράνθη, καὶ ἐν τῇ ὕστερον δοκεύσῃ ὑποστροφῇ.

[24] Ἡ ἄνω οἰκοῦσα ἡ τῷ Θεοκλεῖ προσήκουσα, ὑπὸ πληϊάδα, πυρετὸς ὀξύς. Ἕκτῃ, ἐδόκει λῆξαι· ἐλούσατο ὡς πεπαυμένη. Ἑβδόμῃ πρωῒ, γνάθος σφόδρα ἐρυθρὴ, ὁποτέρη οὐ μέμνημαι· ἐς τὴν ἑσπέρην ὁ πυρετὸς ἦλθε πουλύς· καὶ λειποψυχίη, καὶ ἀφωνίη ἦν· οὐ πολὺ δὲ ὕστερον ἱδρὼς, καὶ παῦσις ἑβδομαίῃ.

[25] Καὶ ἡ Θεοδώρου σφόδρα ἐν πυρετῷ, αἱμοῤῥαγίης γενομένης, χειμῶνος· λήξαντος δὲ τοῦ πυρετοῦ περὶ δευτέρην, οὐ πολὺ ὕστερον, πλευροῦ δεξιοῦ ὡς ἀπὸ ὑστερέων βάρος· καὶ πρῶτον δὲ ἐγεγόνει, καὶ τὰς ἐχομένας ἡ ὀδύνη κατὰ στῆθος δεινή· καὶ πλευρὸν δεξιὸν πυριωμένη, ἐχάλασεν. Τεταρταίῃ, τὰ ἀλγήματα· τὸ πνεῦμα, πυκνότερον· ἡ ἀρτηρίη μόλις ἀναπνεούσῃ ὑπεσύριζεν· κλισίη ὑπτίη, ἐπιστρέφεσθαι χαλεπῶς· ἐς νύκτα ὀξύτερος ὁ πυρετὸς, καὶ λῆρος βραχὺς ἐγένετο. Πέμπτῃ πρωῒ, ἐδόκει ἠπιώτερος εἶναι· ἱδρώτιον ἀπὸ μετώπου κατεχύθη ὀλίγον πρῶτον, ἔπειτα πουλὺν χρόνον ἐς ὅλον τὸ σῶμα καὶ πόδας· μετὰ δὲ ταῦτα ἐδόκει αὐτῇ κεχαλακέναι τὸ πῦρ· ἦν δὲ πρὸς χεῖρα ψυχρότερον τὸ σῶμα· αἱ δὲ ἐν κροτάφοισι καὶ μᾶλλον ἐπήδων, καὶ πνεῦμα πυκνότερον, καὶ ὑπελήρει ἄλλοτε καὶ ἄλλοτε, καὶ πάντα ἐπὶ τὸ χεῖρον. Γλῶσσα διὰ τέλεος λευκὴ λίην· ἥ τε βὴξ οὐκ ἐνῆν, ὅτι μὴ τριταίῃ καὶ πεμπταίῃ ὀλίγον χρόνον· δίψα οὐκ ἐνῆν, πτυσμὸς δὲ ἦν· ὑποχόνδριον δεξιὸν σφόδρα ἐπῇρτο περὶ τὴν πέμπτην, μετὰ δὲ μαλθακώτερον· ὑποχώρησις τριταίῃ ἀπὸ βαλάνου κόπρου ὀλίγης, πέμπτῃ πάλιν ὑγρὸν ὀλίγον· κοιλίη δὲ λαπαρή· οὖρα στρυφνὰ, ὀποειδέα· ὄμματα ὡς κοπιώσης, χαλεπῶς ἀνέβλεπε καὶ περιέφερεν. Πέμπτῃ, ἐς νύκτα χαλεπῶς, καὶ λῆρος εἵπετο. Ἕκτῃ, πάλιν τὴν αὐτὴν ὥρην περὶ πλήθουσαν ἀγορὴν, ἱδρὼς πουλὺς κατεχεῖτο, ἀπὸ μετώπου ἤρχετο ἐς ὅλον τὸ σῶμα πουλὺν χρόνον· ἐμφρόνως διετίθετο τὰ ἑαυτῆς· πρὸς μέσον δὲ ἡμέρης, σφόδρα ἐλήρει, καὶ τὰ τῆς καταψύξιος ὅμοια, βαρύτερα δὲ τὰ κατὰ τὸν χρῶτα πάντα· πρὸς δὲ τὴν ἑσπέρην, ἡ κνήμη αὐτῆς ἐκ τῆς κλίνης κατεῤῥύη, καὶ τῷ παιδὶ παραλόγως ἠπείλησέ τε καὶ πάλιν ἐσιώπησε, καὶ ἐς ἡσυχίην μετέβαλεν· περὶ δὲ τὸν πρῶτον ὕπνον, δίψα πουλλὴ, καὶ μανίη, καὶ ἀνεκάθιζε, καὶ τοῖσι παροῦσιν ἐλοιδορεῖτο, καὶ πάλιν ἀπεσιώπησε καὶ ἐν ἡσυχίῃ ἦν· καὶ ἐδόκει τὴν ἐπίλοιπον νύκτα κεκωματίσθαι· τοὺς δὲ ὀφθαλμοὺς οὐ ξυνῆγεν. Ἐπὶ δ᾿ ἡμέρην ὑπεκρίνετο τὰ πλεῖστα νεύμασιν, ἀτρεμίζουσα τὸ σῶμα, καὶ κατανοοῦσα ἐπιεικῶς· πάλιν δὲ ἱδρὼς τὴν αὐτὴν ὥρην· ὁμοίως οἱ ὀφθαλμοὶ κατηφέες, ἐς τὸ κάτω βλέφαρον μᾶλλον ἐγκείμενοι, ἀτενίζοντες, κεκαρωμένοι, τὰ λευκὰ τῶν ὀφθαλμῶν ὠχρὰ καὶ νεκρώδεα, καὶ τὸ πᾶν χρῶμα ὠχρὸν καὶ μελανέον· τῇ χειρὶ τὰ πουλλὰ πρὸς τοῖχον ἢ πρὸς ἱμάτιον· οἱ ψόφοι δὲ πινούσῃ ἐγίνοντο, ἀπεπύτιζε καὶ ἄνω ἐς τὴν ῥῖνα, καὶ ἐκροκυδολόγει, καὶ ξυνεκάλυπτε τὸ πρόσωπον· μετὰ δὲ τὸν ἱδρῶτα, χεῖρες ὥσπερ κρυστάλλιναι· ὁ ἱδρὼς παρηκολούθει ψυχρός· σῶμα πρὸς χεῖρα ψυχρόν· ἀνεπήδα, ἀνεκεκράγει, ἐμαίνετο· πνεῦμα πουλύ· τρομώδεες αἱ χεῖρες ἐγένοντο, ὑπὸ δὲ τὸν θάνατον ἐλθούσῃ σπασμώδεες. Ἑβδομαίη ἐτελεύτησεν. Οὔρησε τῇ ἕκτῃ ἐν νυκτὶ ὀλίγον· τὸ οὐρούμενον τῷ κάρφει εἵλκετο, γλίσχρον, γονοειδές· ἄγρυπνος ἁπάσας· μετὰ τὴν ἕκτην οὖρον ὕφαιμον.

[26] Τῷ Ἀντιφάνους, χειμῶνος, ἄλγημα πλευροῦ δεξιοῦ, βὴξ, πυρετός· ἤσθιεν, ἐπορεύετο ὑποπυρεταίνων, ἐδόκεε ῥηγματώδης εἶναι. Ἐνάτῃ, ἀφίετο ὁ πυρετὸς, οὐκ ἔλειπεν· ἡ βὴξ πολλὴ, καὶ παχέα ἀφρώδεα· τὸ πλευρὸν ἐπόνει. Περὶ τὴν τεσσαρεσκαιδεκάτην καὶ πάλιν τὴν εἰκοστὴν ἐδόκεον ἀπολήγειν οἱ πυρετοὶ, καὶ πάλιν ἐπελάμβανον· ἦν δὲ λεπτὴ θέρμη, καὶ βραχύ τι ἐξέλειπεν· ἡ δὲ βὴξ ὁτὲ μὲν ἐξέλειπε, ὁτὲ δὲ κατακορὴς ἦν μετὰ πνίγματος πολλοῦ, ὁτὲ δὲ ἐχάλα· καὶ ἀπόχρεμψις μετὰ ταύτας τὰς ἡμέρας πολλὴ μετὰ πνιγμώδους βηχὸς, καὶ πυώδεα ζέοντα ὑπὲρ τοῦ ἀγγείου καὶ ἀφρέοντα· καὶ ἐν τῇ φάρυγγι τὰ πολλὰ κερχαλέα ὑπεσύριζεν· ἆσθμα αἰεὶ κατεῖχε, καὶ πνεῦμα πυκνότερον, ὀλιγάκις εὔπνοος. Ὑπὲρ δὲ τὰς τεσσαράκοντα, ἔγγυς οἶμαι τῶν ἑξήκοντα, ὀφθαλμὸς ἀριστερὸς ἐτυφλώθη μετὰ οἰδήματος ἄνευ ὀδύνης, οὐ πολὺ δ᾿ ὕστερον καὶ ὁ δεξιός· καὶ σφόδρα αἱ κόραι λευκαὶ καὶ ξηραὶ ἐγένοντο· καὶ ἐτελεύτησε μετὰ τὴν τύφλωσιν οὐ πουλὺ ὑπὲρ ἑπτὰ ἡμέρας μετὰ ῥέγχου καὶ πολλῆς ληρήσιος.

[27] Ὅμοια δὲ καὶ ἐξ ὁμοίων τὴν ὥρην τὴν αὐτὴν ξυνέβη Θεσσαλίωνι, τὰ ζέοντα καὶ ἀφρέοντα καὶ πυώδεα, καὶ βῆχες, καὶ οἱ κερχμοί.

[28] Τῇ Πολεμάρχου, χειμῶνος, κυναγχικῇ, οἴδημα ὑπὸ τὸν βρόγχον, πουλὺς πυρετός· φλέβα ἐτμήθη· ἔληξεν ὁ πνιγμὸς ἐκ τῆς φάρυγγος· ὁ πυρετὸς παρείπετο. Περὶ πέμπτην, γούνατος ἄλγημα καὶ οἴδημα ἀριστεροῦ· καὶ κατὰ τὴν καρδίην ἔφη δοκεῖν τι ξυνάγεσθαι ἑωυτῇ, καὶ ἀνέπνει οἷον ἐκ τοῦ βεβαπτίσθαι ἀναπνέουσι, καὶ ἐκ τοῦ στήθεος ὑπεψόφει, ὡς αἱ ἐγγαστρίμυθοι λεγόμεναι, τοιοῦτόν τι ξυνέβαινεν. Περὶ τὴν ὀγδόην ἢ ἐνάτην ἐς νύκτα κοιλίη κατεῤῥάγη· ὑγρὰ, πουλλὰ, ἅλεα, καὶ κάκοδμα· ἀφωνίη ἔσχεν· ἐτελεύτησεν.

[29] Ἀρίστιππος ἐς τὴν κοιλίην τοξευθεὶς ἄνω βίῃ χαλεπῶς· ἄλγος κοιλίης δεινόν· ἐπίμπρατο ταχέως· κάτω δὲ οὐδὲν διεχώρεεν· ἀσώδης ἦν· ἤμεε χολώδεα κατακορέα· ὁπότε δὴ ἀπεμέσειεν, ἐδόκει ῥᾴων εἶναι· μετ᾿ ὀλίγον δὲ τὰ ἀλγήματα πάλιν δεινά· καὶ ἡ κοιλίη ὁμοίως ἐπίμπρατο ὡς ἐν εἰλεοῖς· θέρμαι καὶ δίψαι· ἐν ἑπτὰ ἡμέραις ἐτελεύτησεν.

[30] Ὁ δὲ Νεόπολις, πληγεὶς ὁμοίως, ταὐτὰ ἔπασχεν· κλυσθέντι δὲ δριμεῖ ἡ κοιλίη κατεῤῥάγη· χρῶμα κατεχύθη λεπτὸν, ὠχρὸν, μελανέον· ὄμματα αὐχμηρὰ, καρώδεα, ἐνδεδινημένα, ἀτενίζοντα.

[31] Τῷ δὲ καθ᾿ ἧπαρ ἐγγὺς πληγέντι ἀκοντίῳ, εὐθὺς τὸ χρῶμα κατεχύθη νεκρῶδες· τὰ ὄμματα κοῖλα· ἀλυσμός· δυσφορίη· ἀπέθανε πρὶν ἀγορὴν λυθῆναι, ἐν ᾗπερ ἡμέρῃ ἐπλήγη.

[32] Ὁ τὴν κεφαλὴν ὑπὸ Μακεδόνος λίθῳ πληγεὶς, ὑπὲρ κροτάφου ἀριστεροῦ ὅσην ἀμυχὴν διεκόπη· ἐσκοτώθη πληγεὶς, καὶ ἔπεσεν. Τριταῖος ἄφωνος ἦν· ἀλυσμός· πυρετὸς οὐ πάνυ σφοδρός· σφυγμὸς ἐν κροτάφοισιν, ὡς λεπτῆς θέρμης· ἤκουεν οὐδὲν, οὐδὲ ἐφρόνεεν, οὐδ᾿ ἠτρέμιζεν· νοτὶς περὶ μέτωπον καὶ ὑπὸ ῥῖνα ἄχρις ἀνθερεῶνος· πεμπταῖος ἐτελεύτησεν.

[33] Ὁ Αἰνιήτης ἐν Δήλῳ ἀκοντίῳ πληγεὶς ἐς τοὔπισθεν τοῦ πλευροῦ κατὰ τὸ ἀριστερὸν μέρος, τὸ μὲν ἕλκος, ἄπονον· τριταίῳ δὲ γαστρὸς ὀδύνη σμικρή· οὐχ ὑπεχώρει· κλυσθέντι δὲ ἐς νύκτα κόπρος ἦν, καὶ ὁ πόνος διέλειπεν. Ἕδρη ἔξω ἐς τὰς ἰξύας τεταρταίῳ, καὶ ἐς ἥβην καὶ κοιλίην ὅλην δεινῶς ὁ πόνος καταιγίζων· ἀτρεμέειν οὐκ ἠδύνατο· χολώδεα ἤμεσε κατακορέα· χλοώδεες ὀφθαλμοὶ, καὶ οἷοι τῶν λειποθυμεόντων. Μετὰ πέμπτην ἐτελεύτησεν· θέρμη λεπτή τις ἐνῆν αὐτῷ.

[34] Αὐδέλλῳ πληγέντι ἐς τὸν νῶτον, πνεῦμα πουλὺ κατὰ τὸ τρῶμα μετὰ ψόφου ἐχώρει, καὶ ᾑμοῤῥάγει· τῷ ἐναίμῳ δὲ καταδεθεὶς, ὑγιὴς ἐγένετο· ξυνέβη δὲ καὶ τῷ Δυσχύτᾳ.

[35] Τῷ Φιλίας παιδίῳ, ψιλώματος ἐν τῷ μετώπῳ γενομένου, ἐναταίῳ πυρετός· εἶτα ἐπελιάνθη τὸ ὀστέον· ἐτελεύτησεν. Καὶ τῷ Φανίου καὶ τῷ Εὐέργου· πελιαινομένων δὲ τῶν ὀστέων καὶ πυρεταινόντων, ἀφίστατο τὸ δέρμα ἀπὸ τοῦ ὀστέου, καὶ πῦον ὑπεμένετο· τούτοισι τρυπωμένοισιν ἐξ αὐτοῦ τοῦ ὀστέου ἀνήρχετο ἰχὼρ λεπτὸς, ὀῤῥώδης, ὕπωχρος, κάκοδμος, θανάσιμος. Ξυμβαίνει δὲ τοῖσι τοιούτοισι, καὶ ἐμέτους ἐπιγίνεσθαι καὶ τὰ σπασμώδεα ἐπὶ τελευτῇ, καὶ ἐνίους κλαγγώδεας εἶναι, καὶ ἐνίους ἀκρατέας, καὶ ἢν μὲν ἐν τοῖσι δεξιοῖσι τὸ τρῶμα ᾖ, τὰ ἀριστερά· ἢν δ᾿ ἐν τοῖσιν ἀριστεροῖσι, τὰ δεξιά. Τῷ Θεοδώρου ἐναταίῳ ἡλιωθέντι, πυρετὸς ἐπῄει δεκαταίῳ ἐκ ψιλώματος, οὐδενὸς ἀξίου, ὡς εἰπεῖν, κατὰ τὸ ὀστέον· ἐν δὲ τῷ πυρετῷ ἐμελάνθη, ἀπέστη τὸ δέρμα· ἐπὶ πουλὺ κλαγγώδης· δευτέρῃ καὶ εἰκοστῇ, ἡ γαστὴρ ἐπήρθη, μάλιστα δὲ κατὰ τὰ ὑποχόνδρια· τρίτῃ καὶ εἰκοστῇ ἐτελεύτησεν. Οἷσι δ᾿ ἂν ὀστέα κατεαγῇ, τούτοισιν ἑβδομαίοισιν οἱ πυρετοί· ἢν δὲ θερμοτέρη ἡ ὥρη, καὶ θᾶσσον· ἢν δὲ μᾶλλον κλασθῇ, καὶ παραχρῆμα. Καὶ ὁ Ἐξαρμόδου παιδίσκος παραπλησίως, καὶ ἄλγημα ἐς μηρὸν οὐ κατ᾿ ἴξιν τοῦ τρώματος, καὶ ἐγεγόνει κλαγγώδης, καὶ τραχήλου ὀδύνη. Καὶ ὁ Ποσειδοκρέων, τρίτῃ σπασμός· θέρμη οὐκ ἔλιπεν· ἐτελεύτησεν ὀκτωκαιδεκαταῖος. Ὁ τοῦ Ἰσαγόρα ὄπισθεν ἐπλήγη τῆς κεφαλῆς, φλασθέντος τοῦ ὀστέου καὶ μελανθέντος πεμπταίῳ, περιεγένετο, ὀστέον δὲ οὐκ ἀπέστη.

[36] Τῷ ἐκ τοῦ μεγάλου πλοίου διόπῳ, ᾧ ἡ ἄγκυρα τὸν λιχανὸν δάκτυλον καὶ τὸ ὀστέον συνέφλασε τῆς δεξιῆς χειρὸς, φλεγμασίη ἐπεγένετο, καὶ σφάκελος, καὶ πυρετός. Ὑπεκαθάρθη πέμπτῃ μετρίως, αἱ θέρμαι ἀνῆκαν καὶ αἱ ὀδύναι, τοῦ δακτύλου τι ἀπέπεσεν. Μετὰ δὲ τὴν ἑβδόμην ἐξῄει ἰχὼρ ἐπιεικῶς· μετὰ ταῦτα τῇ γλώσσῃ οὐ πάντα ἔφη δύνασθαι ἑρμηνεύειν· πρόῤῥησις· ὀπισθότονος· ξυνεφέροντο αἱ γνάθοι ξυνερειδόμεναι, ἔπειτα ἐς τράχηλον, τριταῖος ὅλος ἐσπᾶτο ἐς τοὐπίσω ξὺν ἱδρῶτι· ἑκταῖος ἀπὸ τῆς προῤῥήσιος ἀπέθανεν.

[37] Ὁ δὲ ἐκ τῆς Ἁρπάλου ἀπελευθέρης Τηλεφάνης τύμμα κάτωθεν μεγάλου δακτύλου ἔλαβεν· ἐπεφλέγμηνε, καὶ σφόδρα ἐπώδυνος ἦν, καὶ, ἐπεὶ ἀνῆκεν, ᾤχετο ἐς ἀγρόν. Ὀσφὺν ἤλγησεν, ἐλούσατο, αἱ γένυες ξυνήγοντο ἐς νύκτα, καὶ ὀπισθότονος παρῆν· τὸ σίαλον ἀφρῶδες, μόλις ἔξω διὰ τῶν ὀδόντων διῄει· τριταῖος ἀπέθανεν.

[38] Ζήνων ὁ τοῦ Δάμωνος, περὶ κνήμην, ᾗ σφυρὸν, ἕλκος κατὰ νεῦρον, ἤδη καθαρόν· τούτῳ δηχθέντι ὑπὸ φαρμάκου, ξυνέβη ὀπισθοτόνῳ ἀποθανεῖν.

[39] Δείνωνι ὑπ᾿ ἀρκτοῦρον, καὶ πρότερον ἐκ πυρετοῦ θερινοῦ καὶ διαῤῥοίης ἀσθενέως διατεθέντι, ἐκ πορείης κοπιάσαντι, καὶ πλευροῦ ὀδύνη ἀριστεροῦ· καὶ βὴξ, ἔχουσα μὲν ἐκ καταῤῥόου καὶ πρότερον, τότε δὲ ἦν κατακορής· καὶ ἄγρυπνος, καὶ δυσφόρως φέρων τὸν πυρετὸν εὐθὺς ἀπ᾿ ἀρχῆς, καὶ ἀνακαθίζων. Τριταῖος ἔπτυσεν ὠχρόν· ἀρτηρίη ὑπεσύριζε ῥεγχῶδες. Περὶ τὴν πέμπτην, πνεῦμα ἐπιεικῶς πυκνόν· πόδες, αἱ κνῆμαι, ἄκρεα τὰ πλεῖστα ψυχρὰ, καὶ ἔξω τοῦ ἱματίου· ὑποχώρησις ἀπ᾿ ἀρχῆς ἐπεγένετο χολώδης, οὔτε λίην ὀλίγη, οὔτε πουλλή. Ἑβδομαῖος καὶ ὀγδοαῖος καὶ ἐναταῖος ῥᾷον ἐδόκει φέρειν, καί τινες ὕπνοι ἐγένοντο, καὶ τὰ ἀποχρεμπτόμενα ἀμεμπτότερα. Δεκάτῃ καὶ μέχρι τρισκαιδεκάτης, σφόδρα λευκὰ καὶ καθαρά· καὶ ὑποχόνδριον λαπαρώτερον ἐγένετο, τὸ δὲ ἀριστερὸν ξυντεταμένον· καὶ εὐπνούστερος· πρὸς δὲ βάλανον ὑπῆλθε μετρίως. Τρισκαιδεκάτῃ, πάλιν ἔπτυσεν ὠχρὸν, τεσσαρεσκαιδεκάτῃ δὲ μᾶλλον, πεντεκαιδεκάτῃ δὲ πρασοειδές· κοιλίη δὲ κακώδεα, χολώδεα, ὑγρὰ, συχνὰ ὑπῆλθεν· ἀριστερὸν ὑποχόνδριον ἐπῄρετο, ἑκκαιδεκάτῃ δὲ καὶ σφόδρα ἐπῴδησεν· καὶ τὸ πνεῦμα ἤδη ῥεγχῶδες· ἱδρὼς περὶ μέτωπον καὶ αὐχένα, ὀλιγάκις ἐπὶ τὸ στῆθος· ἄκρεα καὶ μέτωπον ἐπιεικῶς διετέλει ψυχρά· πηδηθμὸς δὲ φλεβῶν περὶ κροτάφους κατεῖχεν· ὕπνοι κωματώδεες καὶ ἡμέρην καὶ νύκτα τοὺς τελευταίους χρόνους· οὖρον ἀπ᾿ ἀρχῆς ὠμὸν, σποδοειδές· περὶ δεκάτην καὶ μέχρι τρισκαιδεκάτης λεπτὰ καὶ οὐκ ἄχροα, ἀπὸ δὲ τῆς τρισκαιδεκάτης οἷάπερ ἀπ᾿ ἀρχῆς.

[40] Τῷ Κλεόχῳ πλευροῦ ἄλγημα καὶ πυρετός· ἀνῆκεν ὁ πυρετός· ἵδρωσε τὸ σῶμα ὅλον· ἐν τῷ οὔρῳ πουλλὰ τὰ ἐμφερόμενα ἦν, ἐθορυβήθη μετὰ ταῦτα.

[41] Πληϊάδων περὶ δύσιν, τὴν Ὀλυμπιάδεω, ὀκτάμηνον ἔχουσαν, ἐκ πτώματος πυρετὸς ὀξὺς ἔλαβε· γλῶσσα καυσώδης, ξηρὴ, τρηχείη, ὠχρή· ὀφθαλμοὶ ὠχροὶ, καὶ τὸ χρῶμα νεκρῶδες. Διέφθειρε πεμπταίη· ῥηϊδίως ἀπήλλαξε, καὶ ὕπνος, ὡς ἐδόκεε, κωματώδης· δείλης διεγειρόντων οὐκ ᾐσθάνετο, πταρμικῷ ὑπήκουσε, πόμα κατεδέξατο καὶ χυλοῦ, ὑπέβησσε καταπίνουσα τὸ πόμα· ἡ φωνὴ οὐκ ἐλύετο, οὐδὲ αὐτή τι ἀνέφερεν· τὰ ὄμματα κατηφέα· πνεῦμα μετέωρον, κατὰ ῥῖνα σπώμενον· χρῶμα πονηρόν· ἱδρὼς περὶ τοὺς πόδας καὶ σκέλεα περὶ θάνατον ἐούσῃ· ἐτελεύτησεν.

[42] Τῇ Νικολάου εὐνέτιδι ἐκ καύσου τὰ παρ᾿ οὖς ἐγένετο ἐπ᾿ ἀμφότερα, ὀλίγῳ ὕστερον τὸ ἕτερον, ἤδη δοκέοντος χαλᾷν τοῦ πυρετοῦ. Ὡς οἶμαι, περὶ τεσσαρεσκαιδεκάτην μεγάλα· ἀσήμως κατέστη· ὑπέστρεψεν· χρῶμα νεκρῶδες, γλῶσσα τρηχείη, δασέη σφόδρα, ὑπόλευκος, διψώδης· ὑποχώρησις κάτω, πολλὴ, ὑγρὴ, κακώδης παρὰ πάντα τὸν χρόνον, πρὸ τῆς τελευτῆς ἐφθάρη τὸ σῶμα τῷ πλήθει· ἐτελεύτησε περὶ τὰς εἴκοσιν.

[43] Ἀνδρέαν πρὸ πληϊάδος, φρίκη, πυρετὸς, ἔμετος· ἀπ᾿ ἀρχῆς ἡμιτριταῖος ἐφαίνετο. Τριταῖος δ᾿ οὖν ἐὼν, πάλιν ἀγοράζων ἔφριξε· πυρετὸς ὀξύς· ἔμετος χολῆς ἀκρήτου· παραλήρησις ἐς νύκτα· ῥᾴων πάλιν. Πέμπτῃ, χαλεπῶς. Ἕκτῃ, ἀπὸ λινοζώστιος εὖ ὑπῆλθεν. Ἑβδόμῃ, χαλεπώτερον· καὶ τὰς ἐφεξῆς ξυνεχέστερος ἤδη, καὶ ἀνίδρωτος ἀπ᾿ ἀρχῆς, καὶ διψώδης· μάλιστα δὲ στόμα ὑπεξηραίνετο, καὶ πόμα οὐδὲν ἡδέως προσεδέχετο, ἀηδίης πολλῆς ἐούσης περὶ τὸ στόμα· γλῶσσα ξηρὴ, ἄκροπις, τρηχύτης ἐπήνθει ὠχρόλευκος· ἄγρυπνος, ἀσώδης, ἐκλελυμένος, κεκλασμένος· γλῶσσα ὑπὸ ξηρότητος ἐνίοτε ὑπότραυλος, ἕως διαβρέξειεν· χυλὸν μάλιστα προσεδέχετο. Ἐναταίῳ ἢ δεκαταίῳ παρ᾿ οὖς ἀριστερὸν καὶ παρὰ τὸ ἕτερον ἐπάρματα σμικρά· ἀσήμως ἐφάνη· οὖρα διὰ παντὸς οὐκ ἄχροα, ἄνευ δὲ ὑποστάσιος. Τεσσαρεσκαιδεκαταίῳ ἱδρώτιον περὶ τὰ ἄνω· οὐ πολὺ μετριώτερον ἡ θέρμη, περὶ τὰς ἑπτακαίδεκα ἐμωλύνθη. Κοιλίη μετὰ τὰς δέκα ξηρὴ, οὐκ ἄνευ βαλάνων ὑποχωρέουσα. Περὶ δὲ τὰς πέντε καὶ εἴκοσιν, ἐξανθήματα δι᾿ ὀλίγου κνησμώδεα, θερμὰ, ὥσπερ πυρίκαυστα. Ὀδύνη δὲ ἦν περὶ τὰς μασχάλας καὶ τὰ πλευρά· ἐς σκέλεα διῆλθεν ἀσήμως, καὶ ἔληξεν. Λουτρὸν ὠφέλει καὶ χρίσμα τὸ ἐν τῷ ὄξει. Μηνὶ δὲ δευτέρῳ ἴσως ἢ τρίτῳ, ἐς νεφροὺς ἡ ὀδύνη, καὶ πρότερόν ποτε γενομένη, κατέστη.

[44] Ἀριστοκράτει, περὶ ἡλίου τροπὰς χειμερινὰς, κόπος καὶ φρίκη καὶ θέρμη· μετὰ δὲ ἤρξατο τριταίῳ πλευροῦ ὀδύνη καὶ ὀσφύος, καὶ οἴδημα ἐκ τῆς μασχάλης ἀρξάμενον παρ᾿ ὅλον τὸ δεξιὸν πλευρὸν, σκληρὸν, ἐρυθρὸν, πελιδνὸν, ὡς ὑπὸ πυρὸς θαλφθὲν καὶ ἐκκεκαυμένον. Ἀσώδης, δυσφόρως ἔχων, σφόδρα διψώδης, γλῶσσα ὑπόλευκος, οὖρα οὐκ ἐχώρεε, σκέλεα ὑπόψυχρα· ὑποχώρησις ἀπὸ λινοζώστιος ὀλίγη, ὑγρὰ, ὑπόλευκα, ἀφρώδεα. Ἐς νύκτα πνεῦμα ἐμετεωρίζετο· ἱδρώτιον περὶ μέτωπον· τὰ κάτω ψυχρά· ἀσώδης· τράχηλος ἐνεφυσᾶτο· βὴξ οὐκ ἐνῆν· ἐτελεύτησεν ἔμφρων.

[45] Μνησιάνακτι, περὶ φθινόπωρον, ὀφθαλμίη, μετὰ δὲ τεταρταῖος πυρετός· ἀρχομένου τοῦ τεταρταίου, σφόδρα ἀπόσιτος, προσιόντος δὲ, ἡδέως πρὸς σιτίον· καὶ Πολυχάρει δὲ ἐν τεταρταίῳ ὅμοια τὰ περὶ τὴν σίτισιν. Ξυνέβη δὲ καὶ τῷ Μνησιάνακτι ὑποχώρησις ἔμπροσθεν τοῦ πυρετοῦ, καὶ μετὰ ἐπὶ πουλὺν χρόνον παρηκολούθει πολλῶν, λευκῶν, μυξοποιῶν, καὶ ἔστιν ὅτε σμικρὸν αἷμα ἄνευ τόνων καὶ ὀδύνης· ψόφοι δὲ ἐν γαστρί. Μετὰ τὸν πυρετὸν, ἀπέστη παρὰ τὴν ἕδρην φῦμα σκληρὸν, πουλὺν χρόνον παρηκολούθει ἄπεπτον, ἐῤῥάγη ἐς τὸ ἔντερον, καὶ ἔξω συριγγῶδες ἐγένετο. Περιπατοῦντι δ᾿ αὐτῷ ἐν τῇ ἀγορῇ, μαρμαρυγαὶ ὡρῶντο πρὸ τῶν ὀφθαλμῶν, καὶ τὸν ἥλιον οὐ πάνυ καθεώρα· ἀποχωρήσας δὲ σμικρὸν ἐξ ἑωυτοῦ ἦν καὶ τράχηλον σπασμώδης. Ἐπεὶ δὲ ἐκομίσθη ἐς οἶκον, μόγις ἀνέβλεψε, καὶ αὐτὸς ἑωυτοῦ μόγις ἐγένετο· τὸ πρῶτον δὲ περιέβλεπε τοὺς περιεστῶτας, καὶ τὸ σῶμα κατεψύχθη, μόγις δὲ ἀνεθερμάνθη ἀσκίοισι καὶ πυρίῃ ὑπὸ τῇ κλίνῃ. Ἐπεὶ δ᾿ ἐντὸς ἑωυτοῦ ἦν, καὶ ἐξανίστατο, οὐκ ἐξιέναι ἤθελεν, ἀλλὰ δεδιέναι ἔλεγεν· εἰ δέ τις περὶ νουσημάτων χαλεπῶν διαλέγοιτο, ὑπεξήρχετο φόβῳ· ἔστι δ᾿ ὅτε προσπίπτειν αὐτῷ πρὸς τὰ ὑποχόνδρια θερμασίην ἔφη, καὶ τῶν ὀφθαλμῶν μαρμαρυγὰς παρακολουθεῖν. Καὶ ἡ ὑποχώρησις πουλλὴ, καὶ πολλάκις, καὶ ὁμοίη χειμῶνος ξυνέβη. Φλεβοτομίη γέγονεν· ἐλλέβοροι· γαλακτοποσίη βοείου, πρότερον δὲ ὀνείου, ξυνήνεγκε, καὶ τὰς ὑποχωρήσιας ἔπαυσεν· ὑδροποσίη ἀπ᾿ ἀρχῆς, περίπατοί τε καὶ κεφαλῆς καθάρσιες.

[46] Τῷ Ἀνεχέτου ταὐτά· χειμῶνος ἐν βαλανείῳ πρὸς πυρὶ χριόμενος ἐθερμάνθη, καὶ παραχρῆμα περιέπεσεν ἐπιληπτικοῖς σπασμοῖς· ἐπεὶ δ᾿ ἀνῆκαν οἱ σπασμοὶ, περιέβλεπεν, οὐ παρὰ ἑωυτῷ ἦν. Ἐπεὶ δὲ ἐντὸς ἑωυτοῦ ἐγένετο, πάλιν τῇ ὑστεραίῃ πρωῒ ἐλήφθη· σπασμώδης· ἀφρὸς δὲ οὐ πάνυ· καὶ τρίτῃ ἄκροπις· καὶ τετάρτῃ ἐπεσήμαινε τῇ γλώσσῃ, ἔπταιεν, οὐχ οἷός τε ἦν λέγειν, ἀλλ᾿ ἴσχετο ἐν τῇσιν ἀρχῇσι τῶν ὀνομάτων. Καὶ τῇ πέμπτῃ γλῶσσα σφοδρὰ, καὶ ὁ σπασμὸς ἐπεγένετο, καὶ ἐκτὸς ἑωυτοῦ ἐγένετο· ὅτε δὲ ἠνίει ταῦτα, ἡ γλῶσσα μόγις ἀποκαθίστατο εἰς τωὐτό. Ἑκταίῳ ἀποσχομένῳ πάντων, καὶ ῥοφήματος καὶ ποτοῦ, οὐδέν· καὶ οὐκ ἔτι ἐλάμβανεν.

[47] Κλεόχῳ ἐκ κόπων καὶ γυμνασίων, μέλιτι τὰς ἡμέρας διαχρωμένῳ, οἴδημα ἐς γόνυ δεξιὸν, μᾶλλον δὲ ἐς τὸ κάτω περὶ τοὺς τένοντας τοὺς ὑπὸ τῷ γούνατι· περιῄει ὑποχωλαίνων· καὶ ἡ γαστροκνημίη ᾤδει, καὶ σκληρὴ ἦν, καὶ ἐς τὸν πόδα, καὶ ἐς τὸ σφυρὸν τὸ δεξιόν· καὶ ἐς τὰ οὖλα παρ᾿ ὀδόντας, μεγάλα ὡς ῥάγες, πελιδνὰ, μεμελανωμένα, ἀνώδυνα, ὁπότε μὴ ἐσθίοι, καὶ τὰ σκέλεα, εἰ μὴ ἐξανασταίη· ἦλθε γὰρ καὶ ἐς τὸ ἀριστερὸν τὸ οἴδημα, ἧσσον δέ· καὶ ἀπελειαίνετο ἐν τοῖσιν οἰδήμασι τοῖσι περὶ γούνατα καὶ πόδας, ὥσπερ ὑπόπυα. Τέλος δὲ οὐχ οἷός τε ἦν ἵστασθαι, οὐδ᾿ ἐπὶ τὰς πτέρνας ἐπιβαίνειν, ἀλλὰ κλινοπετὴς ἦν. Θέρμαι δῆλοι ἐνίοτε· ἀπόσιτος, οὐ πάνυ διψώδης· οὐδὲ ἐπὶ θᾶκον ἀνίστατο, ἀσώδης, καὶ ἔστιν ὅτε καὶ ὀλιγοψυχίῃ ἴσχετο. Ἐλλέβοροι προσήχθησαν, κεφαλῆς καθάρσιες· πρὸς τὸ στόμα μαννῶδες ξὺν τοῖσιν ἄλλοισι μισγομένοισι ξυνήνεγκεν· πρὸς τὰ ἐν τῷ στόματι ἕλκεα, ῥόφημα φακὴ ἐπιτήδειον. Περὶ δὲ ἑξηκοστὴν κατέστη τὰ οἰδήματα πρὸς τοῦ δευτέρου ἐλλεβόρου μοῦνον· ὀδύναι ἐς τὰ γούνατα κατακειμένῳ ἦλθον, ὑγρὸν δὲ καὶ χολὴ ἀπέστη ἐς γούνατα, καὶ πλείους ἡμέρας πρὸ τοῦ ἐλλεβόρου.

[48] Πεισιστράτῳ ὤμου ἄλγημα, καὶ βάρος πουλυχρόνιον περιπατοῦντι καὶ τἄλλα ὑγιαίνοντι· χειμῶνος δὲ ἐπέπεσε πουλλὴ ὀδύνη πλευροῦ, καὶ θέρμη, καὶ βὴξ, ἀπόχρεμψίς τε αἵματος ἀφρώδεος· τοῦτο καὶ ῥεγχῶδες ἐν τῇ φάρυγγι· εὔφορος δὲ καὶ παρ᾿ ἑωυτῷ. Καὶ ἡ θέρμη ἐχάλασεν, ἅμα δὲ καὶ ἡ ἀπόχρεμψις, καὶ τὸ κέρχον· καὶ περὶ τετάρτην ἢ πέμπτην ἡμέρην ὑγιής.

[49] Τῇ Σίμου ἐν τόκῳ σεισθείσῃ, ἄλγημα περὶ στῆθος καὶ πλευρόν· βὴξ, πυρετοὶ, ἀποχρέμψιες πυώδεες. Φθίσις κατέστη· καὶ ἓξ μῆνας οἱ πυρετοί· καὶ διάῤῥοιαι αἰεί· ἐπὶ τέλει, παῦσις πυρετῶν· κοιλίη ἔστη μετὰ τὴν παῦσιν· ἡμέρας μεθ᾿ ἑπτὰ ἐτελεύτησεν.

[50] Καὶ ἡ Εὐξένου· ἐκ πυριήσιος, ὡς ἐδόκει· θέρμαι οὐκ ἔλειπον οὐδένα χρόνον, μᾶλλον πρὸς ἑσπέρην ἐπέτεινον· ἱδρῶτες ἐγίνοντο ἐς ὅλον τὸ σῶμα· μέλλοντος ἐπιτείνειν τοῦ πυρετοῦ, ψύξιες τῶν ποδῶν, ὁτὲ δὲ καὶ κνημέων καὶ γουνάτων, ἐγίνοντο· βηχίον ξηρὸν ὀλίγον χρόνον, ἀρχομένου τοῦ πυρετοῦ παροξύνεσθαι, εἶτα ἔληγεν· διὰ δὲ χρόνου πολλοῦ, καὶ ὅλου τοῦ σώματος ῥῖγος ἐγένετο· ἄδιψος διὰ παντός. Φάρμακον πιοῦσα καὶ ὀῤῥὸν, ἐβλάβη μᾶλλον. Ἀπ᾿ ἀρχῆς πάντων ἀνώδυνος καὶ εὔπνοος· μεσοῦντος δὲ τοῦ χρόνου, πλευροῦ δεξιοῦ ἐγένετο ἄλγημα, καὶ ἡ βὴξ ἐκινήθη, καὶ ἆσθμα, καὶ ἀποχρέμψιες σμικραὶ, λευκαὶ, ὑπόλεπτοι· καὶ ἡ φρίκη, οὐκ ἔτι ἐκ ποδῶν, ἀλλὰ ἀπὸ τραχήλου καὶ νώτου· καὶ κοιλίη ὑγροτέρη. Ἐχάλασεν ὁ πυρετὸς μετὰ πολλοῦ ἱδρῶτος, καὶ κατεψύχθη· ἆσθμα δὲ ἦν ποικίλον· ἐτελεύτησε μετὰ τὴν ἄφεσιν ἑβδόμῃ ἔμφρων.

[51] Καὶ ἡ Πολεμάρχου θέρεος ἤρξατο πυρεταίνειν· ἀφῆκε δὲ αὐτὴν ἑκταίην· μετὰ δὲ ὑπεφέρετο· ἐς νύκτα θέρμαι· πάλιν δὲ διαλιπὼν ἔλαβεν ὁ πυρετὸς, καὶ οὐκ ἀνῆκε σχεδὸν τριῶν μηνῶν. Βὴξ πουλλή· ἀπόχρεμψις φλέγματος· ἐπεὶ περὶ τὰς εἴκοσιν ἐγένετο, πνεῦμα αἰεὶ πυκνόν· ἐν τῷ στήθει ψόφοι· ἱδρώδης τὰ πολλά· πρωῒ ἠπιώτερος ὁ πυρετός· καὶ φρῖκαι ἔστιν ὅτε ἐλάμβανον· ὕπνοι ἐγίνοντο· καὶ κοιλίη ἔστιν ὅτε καθυγραίνετο, καὶ πάλιν ξυνίστατο· ἐγεύετο ἐπιεικῶς. Μεσοῦντος δὲ τοῦ χρόνου, ἐς γούνατα καὶ κνήμας ἄλγημα· καὶ ξυγκάμπτειν καὶ ἐκτείνειν ἄλλου ἐδεῖτο· διετέλει τὰ τῶν σκελέων μέχρι τελευτῆς· ὑπόγυον δέ· καὶ ἐπῴδησαν οἱ πόδες μέχρι κνημέων, καὶ ἐφαπτομένων ἤλγει· καὶ οἱ ἱδρῶτες ἔληξαν καὶ τὰ ῥίγεα· ὁ δὲ πυρετὸς αἰεὶ ἐπέτεινεν. Πρὸ δὲ τῆς τελευτῆς κοιλίη κατεῤῥάγη· ἔμφρων διετέλει· πρὸ τριῶν ἡμερῶν τῆς τελευτῆς, ῥεγχώδης ἐν φάρυγγι, καὶ πάλιν ἐπανίετο, ἐτελεύτησεν.

[52] Ἡγησιπόλιος παιδίον σχεδὸν τέσσαρας μῆνας ἄλγημα περὶ ὀμφαλὸν βρωτικὸν εἶχεν· προϊόντος δὲ, ἐπέτεινεν ἡ ὀδύνη, ἔκοπτε τὴν γαστέρα, ἐτίλλετο, θέρμαι ἐπελάμβανον· ἐτήκετο· ὀστέα ἐλείφθη· τὰ πόδια ἐπῴδει, ὄρχιες· γαστρὸς τὸ περὶ ὀμφαλὸν πεφυσημένον ἄρα, οἷον οἷσι μέλλουσι κοιλίαι ἐκταράσσεσθαι· ἀπόσιτος ἐγένετο, γάλα μοῦνον προσεδέχετο· ὑπόγυον, καὶ ἡ κοιλίη καθυγράνθη, καὶ ὕφαιμος ἰχὼρ ὑπῄει κάκοδμος· κοιλίη ἐπίμπρατο. Ἐτελεύτησεν ἐμέσας μικρὸν, βραχὺ, φλεγματῶδες, ὥστε δόξαι οἷον γονὴν τῆς πλατείης. Τελευτήσαντι δ᾿ ἡ ῥαφὴ τῆς κεφαλῆς σφόδρα ἐκοιλάνθη· ἀῤῥωστῶν δ᾿ αἰεὶ τῇ χειρὶ κατῆγε κατὰ τοῦ βρέγματος, μάλιστα δ᾿ ὑπόγυον, οὐκ ἤλγει δὲ τὴν κεφαλήν· καὶ ἐν μηρῷ ἀριστερῷ ὑπὸ βουβῶνα τὸ κάτω, πελιδνόν· ἴσως τῇ προτεραίῃ ὄρχιες κατισχνάνθησαν. Ὅμοια δὲ καὶ τῷ Ἡγητορίδεω παιδίῳ ἀπέβη, πλὴν ὅτι ἔμετοι προσεγένοντο ὑπὸ τὴν τελευτὴν πλείους.

[53] Ἡ Ἱππίου ἀδελφεὴ, χειμῶνος, φρενιτικὴ, ἁμαρτάνουσα, τῇσι χερσὶ πραγματευομένη, ἀμύσσουσα ἑωυτήν· πέμπτῃ, ἕκτῃ, ἐς νύκτα ἄφωνος, κωματώδης, ἐμφυσῶσα ἐς γνάθους καὶ χείλεα, ὡς οἱ καθεύδοντες· ἐτελεύτησε περὶ ἑβδόμην.

[54] Ἄσανδρος φρίξας, πλευροῦ ὀδύνη, ἄλγος ἐς γούνατα καὶ μηρόν· φαγὼν παρεφρόνει, ἐτελεύτησε ταχέως.

[55] Τῷ Κλεοτίμου σκυτεῖ, κοιλίης ὑγρανθείσης πουλὺν χρόνον, καὶ θέρμης γινομένης, καθ᾿ ἧπαρ ἔπαρμα φυματῶδες ἐς ὑπογάστριον κατέβη· καὶ κοιλίη ὑγραίνετο· καὶ ἕτερον αὐτῷ καθ᾿ ἧπαρ ἄνω πρὸς ὑποχόνδριον φῦμα· ἐτελεύτησεν.

[56] Οἷσι κεφαλῆς ὀδύνη δεινὴ ξὺν θέρμῃ, οἷσι μὲν ἐς τὸ ἥμισυ τῆς κεφαλῆς, καὶ κατὰ ῥῖνάς τι ὑγρὸν ἀποχωρέει λεπτὸν ἢ πέπον, ἢ ἐς ὦτα, ἢ ἐς φάρυγγα ἐκ κεφαλῆς, ἀσφαλέστερον· οἷσι δὲ ξηρὰ ταῦτα, ὁ δὲ σφάκελος δεινὸς, ἐπικίνδυνα· ἢν δὲ προσῇ ἀσώδης, ἢ χολώδης ἔμετος, ἢ κατάπληξις ὀμμάτων, ἢ ἀφωνίη, καὶ σπάνιόν τι φθέγγηται, ἢ λῆρός τις, θανάσιμα καὶ σπασμώδεα. Ὁπόσοι δ᾿ ἂν ἐκ κατάῤῥου τὸ ἥμισυ τῆς κεφαλῆς πονέοντες, καὶ κατὰ ῥῖνας ὑγροῦ ὑποχωρέοντος, ἐπιπυρετήνωσιν, ἐπιεικῶς ἐν τῇ πέμπτῃ ἢ ἕκτῃ περιψύχονται.

[57] Ἐχεκράτει τῷ τυφλῷ, κεφαλῆς ὀδύνη δεινὴ, μᾶλλον ἐς τοὔπισθεν, καὶ τραχήλου, ὅπου ἡ πρόσφυσις, καὶ ἐς κορυφὴν ἐχώρει, προϊόντος δὲ καὶ ἐς οὖς ἀριστερόν· καὶ τὸ ἥμισυ τῆς κεφαλῆς ἐπώδυνον· μυξώδεα αἰεὶ ἐχώρει ἐπιεικῶς ξυγκεκαυμένα· καὶ θέρμη παρηκολούθει λεπτή· καὶ ἀπόσιτος· τὴν ἡμέρην ῥᾴων, ἐς νύκτα δὲ ὠδυνᾶτο. Ἐπεὶ δὲ τὸ κατὰ τὸ οὖς ἐῤῥάγη πῦον, ἔληξε πάντα· ἐῤῥάγη δὲ περὶ χειμῶνα. Ἦρά γε ἐν πᾶσι τοῖς ἐμπυήμασι καὶ τοῖσι περὶ ὀφθαλμὸν ἐς νύκτα οἱ πόνοι;

[58] Οἷσι βῆχες χειμῶνος, μάλιστα δὲ νότοισι, παχέα καὶ πουλλὰ χρεμπτομένοισι, πυρετοὶ ἐπιγίνονται, ἐπιεικῶς δὲ πεμπταῖοι παύονται· αἱ βῆχες δὲ περὶ τὰς τεσσαράκοντα, οἷον Ἡγησιπόλει. Οἷσι θέρμαι λεπταὶ ἔστιν ὅτε παυομένων, οὐχ ὅλον τὸ σῶμα, ἀλλ᾿ ἢ περὶ αὐχένα καὶ ὑπὸ μασχάλας, ἢ κεφαλὴν ἀφιδρώσαντες, παύονται.

[59] Χάρητι, χειμῶνος, ἐκ βηχίου ἐπιδημίου προσγενόμενος πυρετὸς ἐπέλαβεν ὀξύς· τὰ ἱμάτια ἀπέβαλλεν· κῶμα μετὰ πόνου ἐγένετο· οὖρα ἐρυθρὰ, οἷον ὀρόβων πλύμα· ὑπόστασις εὐθὺς ἀπ᾿ ἀρχῆς πολλὴ λευκὴ, ὕστερον δὲ καὶ ὑπέρυθρος. Ἑβδόμῃ, ἀπὸ βαλάνου σμικρὰ ὑπῆλθεν· τὸ κῶμα κατεῖχεν ἄλυπον· νοτὶς ἐπὶ μετώπῳ· ὕπνος ἐς νύκτα, καὶ θέρμη ἠπιωτέρη. Ὀγδόῃ, χυλὸν προσεδέξατο· κωματώδης διετέλει μέχρις ἑνδεκάτης. Ταύτῃ δὲ καὶ ἡ θέρμη μάλιστα ἔληξεν· ὑπῆν δὲ βὴξ, ἀπόχρεμψις διετέλει αἰεὶ πουλλὴ, ῥηϊδίως, πρῶτον γλίσχρη, λευκὴ, παχέη, ἐπεὶ δὲ ξυνεπεπαίνετο, ὁμοίη πυώδεσιν· οὖρα ἀπὸ ἑνδεκάτης καθαρώτερα, ὑπόστασις τρηχείη. Τρισκαιδεκάτῃ, ἄλγημα ἐπὶ δεξιὰ μέχρι κενεῶνος ἐς ὑπογάστριον· οὖρον ἴσχετο· πόμα τὸ ἀπὸ τοῦ καλλιφύλλου ξυνήνεγκεν. Πεντεκαιδεκάτῃ, πάλιν τὸ ἄλγημα. Ἑκκαιδεκάτῃ, ἐς νύκτα μᾶλλον τὸ ἄλγημα ὑποχονδρίου ἤρχετο ἐς κοιλίην· λινοζώστιος ὕδωρ ὑπήγαγεν. Ἡ θέρμη ἐντὸς τῶν εἴκοσιν ἐμωλύνθη, καὶ ἀποχρέμψιες παρηκολούθουν παχέαι, ῥηϊδίως, ἐς τεσσαράκοντα.

[60] Ὑποκαθαίρειν τὰς κοιλίας ἐν τοῖσι νουσήμασιν, ἐπὴν πέπονα ᾖ ἢ πεμπταῖα, τὰς μὲν κάτω, ἐπὴν ἱδρυμένα ἴδῃς· σημεῖον, ἢν μὴ ἀσώδεες μηδὲ καρηβαρικοὶ ἔωσι, καὶ ὅτε αἱ θέρμαι πρηΰταται, καὶ ὅταν λήγωσι μετὰ τοὺς παροξυσμούς· τὰς δὲ ἄνω, ἐν τοῖσι παροξυσμοῖσι, τότε γὰρ καὶ αὗται μετεωρίζονται, ἐπὴν ἀσώδεες καὶ βαρέες τὰ ἄνω ἔωσιν. Διὰ τοῦτο δὲ μὴ ἐν ἀρχῇσι καθαίρειν, ὅτι ἀπὸ τοῦ αὐτομάτου ἐν τοῖσι χρόνοισι τούτοισιν, ἢ χρόνια ἐπικίνδυνα.

[61] Ἐπὶ ὠλεκράνου ἐκ τρώματος τρωθέντος, πῆχυς ἐπισφακελίσας πυοῦται· πεπαινομένου δὲ, γλίσχρος ἰχὼρ καὶ κολλώδης ἐκθλίβεται· ταχὺ προσίσταται, ὡς καὶ Κλεογενίσκῳ καὶ Δημάρχῳ τῷ Ἀγλαοτέλεος· ὁμοίως δὲ καὶ πάνυ ἐκ τῶν αὐτῶν πῦον οὐδὲν, οἷον τῷ Αἰσχύλου παιδὶ ξυνέβη· πυουμένου δὲ, τοῖσι πλείστοισι φρῖκαι καὶ πυρετοὶ ἐπιγίνονται.

[62] Ἀλκμᾶνι ἐκ νεφριτικῶν ἀνακομιζομένῳ, κάτω καὶ αἵματος ἀφαιρεθέντος, ἄνω καθ᾿ ἧπαρ ἐστράφη· καὶ πρὸς καρδίην ἄλγος δεινόν· καὶ τὸ πνεῦμα ὑπὸ τοῦ πόνου κατείχετο· καὶ ἡ κοιλίη χαλεπῶς ὑπεχώρεε σμικρὰ σπυραθώδεα· ἄση οὐκ ἐνῆν· ῥῖγος δ᾿ ἔστιν ὅτε καὶ πυρετὸς ὑπελάμβανε, καὶ ἱδρὼς, καὶ ἔμετος· καὶ ἐν τῷ ἀλγήματι οὐ ξυνέφερεν ὑποκλύσαι θαλάσσῃ, ξυνήνεγκεν ἀπὸ πιτύρων. Ἠσίτησεν ἡμέρας ἑπτὰ, μελίκρητον ἀκρητέστερον ἔπιε, μετὰ δὲ, χυλὸν φακοῦ, ὁτὲ δὲ λεπτὸν τὸ ἔτνος, ἐπέπινεν ὕδωρ, μετὰ δὲ, σκυλακίου ἑφθοῦ, μάζης μικρὸν ὅτι μάλιστα πάλαι ξυγκειμένης· προϊόντος δὲ, ἢ βόεια τραχήλια, ἢ κωλῆνας ὑείων κρεῶν ἑφθῶν. Τῇ προτεραίῃ, ὑδροποσίη, ἡσυχίη, σκέπη· πρὸς τὸ νεφριτικὸν, ἐκ τῆς σικύης κλυσμός.

[63] Τῷ Παρμενίσκου παιδὶ, κώφωσις· ξυνήνεγκε μὴ κλύζειν, διακαθαίρειν δὲ εἰρίῳ· μοῦνον δὲ ἐγχέειν ἔλαιον ἢ νέτωπον· περιπατεῖν, ἐγείρεσθαι πρωῒ, οἶνον πίνειν λευκὸν, λαχάνων ἀπέχεσθαι, ἄρτῳ τρέφεσθαι, ἰχθύσι πετραίοισιν.

[64] Τῇ Ἀσπασίου ὀδόντος δεινὸν ἄλγημα καὶ γνάθου· καστόριον καὶ πέπερι διακλυζομένη, καὶ κατέχουσα ἐν τῷ στόματι, ἀνῆκε, καὶ στραγγουρικὸν αὐτῇ ἀνῆκε προσθεμένῃ τὸ ἄλευρον τὸ ξὺν τῷ ῥοδίνῳ. Τὰς ἀφ᾿ ὑστερέων κεφαλαλγίας καστόριον παύει. Τὰ πλεῖστα τῶν ὑστερικῶν, αἱ φῦσαι· σημεῖον, οἱ ἐρευγμοὶ, καὶ οἱ περὶ γαστέρα ψόφοι, καὶ ἐπάρματα ὀσφύος, καὶ περὶ νεφροὺς ἀλγήματα καὶ ἰσχία· καὶ ἐκγεγλευκισμένος μέλας· ἢ ἀρωμάτων τρίτον μέρος, ἀλεύρου δύο, ἐν οἴνῳ εὐώδει ἑψῆσαι λευκῷ, ἐπ᾿ ὀθόνιον ἐπιχέαντα, ἐπαλείψαντα, καταπλάσσειν, ᾗ ἐπὶ τῆς γαστρὸς ἀλγήματα ὑστερικά.

[65] Τῷ Καλλιμέδοντος ξυνήνεγκε πρὸς τὸ φῦμα τὸ ἐν τῷ τραχήλῳ, σκληρὸν ἐὸν καὶ μέγα καὶ ἄπεπτον καὶ ἐπώδυνον, καὶ ἀπόσχασις βραχίονος, λίνου σπόρῳ καταπλάσσειν πεφρυγμένῳ· οἴνῳ λευκῷ καὶ ἐλαίῳ δεύοντα ἐπιδεῖν μὴ θερμὸν μηδ᾿ ἑφθὸν ἄγαν, ἢ ξὺν μελικρήτῳ ἑψεῖν ἄλευρον τήλιος, ἢ κριθῶν, ἢ πυρῶν.

[66] Μελησάνδρῳ τοῦ οὔλου ἐπιβαλόντος, καὶ ὄντος ἐπωδύνου, καὶ σφόδρα οἰδέοντος, ἀπόσχασις βραχίονος, στυπτηρίη Αἰγυπτίη, ἐν ἀκμῇ παραστέλλειν.

[67] Εὐτυχίδει ἐκ χολερικῶν ἐπὶ τὰ τῶν σκελέων τετανώδεα ἔληξεν· ἅμα τῇ κάτω ὑποχωρήσει κατακορέα χολὴν πολλὴν ἤμει ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας, σφόδρα ὑπέρυθρον· ὑπὸ δὲ τὸν ἔμετον ἔπινε, καὶ ἀκρατὴς ἦν καὶ ἀσώδης, οὐδὲν κατέχειν ἠδύνατο οὐδὲ τὸ ἐκ τῶν σιδίων· καὶ οὔρου σχέσις καὶ τῆς κάτω διόδου· διὰ τοὺς ἐμέτους τρὺξ μαλθακὴ ἦλθε, καὶ κατέῤῥηξε κάτω.

[67 β] Ὑδρωπιώδεα ταλαιπωρέειν, ἱδροῦν, ἄρτον ἐσθίειν, πίνειν μὴ πουλὺ, λούεσθαι κατὰ κεφαλῆς πολλῷ, μὴ θερμῷ, ἀλλὰ χλιηρῷ· ὁ οἶνος λευκός· ὕπνῳ μὴ πολλῷ χρῆσθαι.

[68] Καλλιγένει, περὶ πέντε καὶ εἴκοσιν ἔτεα γεγενημένῳ, κατάῤῥοος· ἡ βὴξ πολλή· ἀνῆγε τὸ καταῤῥέον ὑπὸ βίης· οὐδὲν κάτω· ἔτεα τέσσαρα διετέλεσεν· θέρμαι λεπταὶ ἐν ἀρχῇ ἐγένοντο. Ἐλλέβορος οὐκ ὠφέλησεν, ἀλλὰ ὀλιγοσιτίη, ἀλλὰ τὸ συμπιασθῆναι· ἐσθίειν ἄρτον· οἶνον μέλανα· ὄψα, ὁποῖα ἐθέλοι· ἀπέχεσθαι δριμέων, ἁλυκῶν, λιπαρῶν, ὀποῦ σιλφίου, λαχάνων ὠμῶν· περιπατεῖν πουλλά· γαλακτοποσίη οὐ ξυνήνεγκεν, ἀλλὰ σήσαμον πίνειν, καθαρὸν, ὠμὸν, ὅσον ὀξύβαφον, σὺν οἴνῳ μαλθακῷ.

[69] Τιμοχάρει, χειμῶνος, κατάῤῥους, μάλιστα ἐς τὰς ῥῖνας· ἀφροδισιάσαντι, ἐξηράνθη πάντα· κόπος, θέρμη ἐπεγένετο· κεφαλὴ βαρέη· ἱδρὼς ἀπὸ κεφαλῆς πουλύς· κατέῤῥει δὲ καὶ κατὰ τοῦ σώματος ὅλου· ἦν δὲ καὶ ὑγιαίνων ἱδρώδης· τριταῖος ὑγιάνθη.

[70] Ὁ τοῦ Κλεομένεος παῖς, χειμῶνος ἀρξάμενος, ἀπόσιτος, ἄνευ πυρετοῦ ἐτρύχετο, καὶ ἤμει τὰ σιτία καὶ φλέγμα, μῆνας δὲ δύο ἡ ἀσιτίη παρηκολούθησεν.

[71] Τῷ μαγείρῳ ἐν Ἀκάνθῳ τὸ κώφωμα ἐκ φρενίτιδος ἐγένετο· φαρμακοποσίη οὐδεμίη ξυνήνεγκεν· οἶνος μέλας, καὶ ἀρτοσιτίη, καὶ λουτρῶν ἀπέχεσθαι, χρίεσθαί τε καὶ ἀνατρίβεσθαι χριόμενον, μὴ σφόδρα θάλπειν, μὴ πολλῷ πυρὶ, ἀλλ᾿ ἠπίῳ.

[72] Οἷσι ῥεύματα ἐν ὀφθαλμοῖσι λεπτὰ καὶ χρόνια, ἢν πέπονα κατὰ ῥῖνας χωρήσῃ, ὠφελέονται.

[73] ᾟσιν ἐν κυήμασιν ἐκ πτώματος ἢ σπάσματος ἢ πληγῆς πόνοι, ἐπιεικῶς ἐν τῇσι τρίτῃσι δηλοῖ, εἰ διαφθείρει.

[74] Τῇ Σίμου τὸ τριηκοσταῖον ἀπόφθαρμα πιούσῃ τι ἢ αὐτόματον· ξυνέβη πόνος, ἔμετος χολωδέων πολλῶν, ὠχρῶν, πρασοειδέων, μελάνων, ὅτε πίοι. Τριταίῃ, σπασμός· τὴν γλῶσσαν κατεμασσᾶτο. Πρὸς τεταρταίην εἰσῆλθον· ἡ γλῶσσα μέλαινα, μεγάλη· τῶν ὀφθαλμῶν τὰ λευκὰ, ἐρυθρά· ἄγρυπνος· τεταρταίη ἀπέθανεν ἐς νύκτα.

[75] Πυθοκλῆς τοῖσι κάμνουσιν ὕδωρ, γάλα πολλῷ τῷ ὕδατι μιγνὺς, ἐδίδου καὶ ἀνέτρεφεν.

[76] Χειμέτλων, κατασχᾷν, ἀλεαίνειν τοὺς πόδας, ὡς μάλιστα ἐκθερμαίνειν πυρὶ καὶ ὕδατι. Ὀφθαλμοῖσι πονηρὸν, φακή· τοῖσί γε οὕτως ἔχουσιν, ἡ γλυκέη ὀπώρη, καὶ λάχανα. Τοῖσι περὶ ὀσφὺν ἢ ἰσχίον ἢ σκέλεα ἀλγήμασιν ἐκ πόνων, θαλάσσῃ, ὄξει, θερμοῖσι καταιονῇν, καὶ σπόγγους βάπτοντα πυριῇν, ἐπικαταδεῖν δὲ εἰρίοισιν· Ὀρίγανος ὀφθαλμιῶσι κακὸν πινομένη καὶ ὀδοῦσιν.

[77] Ἡ ἀπὸ τοῦ κρημνοῦ κόρη πεσοῦσα, ἄφωνος· ῥιπτασμὸς αὐτὴν εἶχεν· ἤμεσεν ἐς νύκτα· αἷμα συχνὸν ἐῤῥύη, κατὰ τὸ οὖς τὸ ἀριστερὸν πεσούσης· καὶ μελίκρητον χαλεπῶς κατέπινεν· ῥέγχος εἶχε· πνεῦμα πυκνὸν, ὥσπερ τῶν ἀποθνησκόντων, φλέβες αἱ περὶ τὸ μέτωπον τεταμέναι, κλίσις ὑπτίη, πόδες χλιηροί· πυρετὸς πουλύς· ὁπότε ὀξύτατος, μάλιστα κατεπλήσσετο. Ἑβδόμῃ, φωνὴν ἔῤῥηξεν· αἱ θέρμαι λεπτότεραι· περιεγενέτο.

[78] Ὀνισαντίδης τοῦ ὤμου τὸ ἄλγημα ἔσχεν ἐν θέρει γενόμενον ἐξ ἀποστάσιος· ἐν τῇ θαλάσσῃ βρέχειν τὸ σῶμα καὶ τὸν ὦμον ὡς πλεῖστον χρόνον ἐπὶ τρεῖς ἡμέρας· οἶνον λευκὸν ὑδαρέα ἅμα πίνειν ἐν τῇ θαλάσσῃ κατακείμενον, καὶ οὐρέειν ἐν τῇ θαλάσσῃ.

[79] Ὁ γναφεὺς ὁ ἐν Σύρῳ, ὁ φρενιτικός· μετὰ δὲ καύσιος τρομώδης· σκελέων τὸ χρῶμα, οἷον ὑπὸ κωνώπων ἐν καταδήγμασιν· ὀφθαλμὸς μέγας, βραχείη κίνησις· φωνὴ κεκλασμένη, σαφὴς δέ· οὖρον καθαρὸν, ὑπόστασιν οὐκ ἔχον· ἦρα διὰ τὴν τῆς θαψίης ὑποχώρησιν; Ὀκτωκαιδεκαταῖος ἀνῆκε μολυνθεὶς ἄνευ ἱδρῶτος.

[80] Ὁ ἐν Ὀλύνθῳ Νικόξενος ὁμοίως· ἑβδομαῖος ἐδόκει χαλάσειν μεθ᾿ ἱδρῶτος· ῥοφήματα προσεφέρετο, οἶνον, βότρυν ἐξ ἡλίου. Πρὸς ἑπτακαιδεκαταῖον εἰσῆλθον· καυστικός· τοιοῦτον, ἡ γλῶσσα· θέρμη ἔξωθεν οὐ πάνυ ἰσχυρή· ἔκλυσις σώματος δεινή· φωνὴ κεκλασμένη, ἔργον ἀκοῦσαι, σαφὴς δέ· κρόταφοι ξυμπεπτωκότες· ὀφθαλμοὶ κοῖλοι· πόδες μαλθακοὶ καὶ χλιηροί· κατὰ σπλῆνα ξύντασις· τὸ κλύσμα οὐ πάνυ τι ἐδέχετο, ἀλλ᾿ ἀνεπήδα· ἐς νύκτα ἐπῆλθε κόπρος ξυνεστηκυῖα ὀλίγη, καὶ αἵματός τι, οἶμαι ἀπὸ τοῦ κλυσμοῦ· οὖρον καθαρὸν, λαμπρόν· κλίσις ὑπτίη, σκέλεα διηνοιγμένα διὰ τὴν ἔκλυσιν· παράπαν ἄγρυπνος. Ἐντὸς τῶν εἴκοσιν ἡ θέρμη ἐμολύνθη. Πρῶτον, ποτὸν τὸ ἀπὸ κρίμνου, ἄλλοτε ἀπὸ μήλων ὁμοῦ καὶ σίδης χυλὸς καὶ φακοῦ πεφωσμένου ψυχρός· καὶ ἀλεύρου πλύμα ἑφθὸν, ψυχρόν· λεπτὸν ῥύφημα· περιεγένετο.

[81] Τῶν κναφέων οἱ βουβῶνες ἐφυματοῦντο σκληροὶ καὶ ἀνώδυνοι περὶ ἥβην· ἐν τραχήλῳ ὅμοια μεγάλα· πυρετός· ἔμπροσθεν δὲ καὶ βηχώδεες ἀπὸ ῥηγμάτων. Τρίτῃ μὲν ἢ τετάρτῃ γαστὴρ ξυνετάκη, θέρμαι ἐπεγένοντο· γλῶσσα ξηρή· δίψα· ὑποχώρησις ἑκάστῳ χαλεπαί· ἀπέθανον.

[82] Τὰ χολερικὰ ἐκ κρεηφαγίης, μάλιστα δὲ χοιρείων ἐνωμοτέρων, καὶ ἐρεβίνθων, καὶ μέθης εὐώδεος παλαιοῦ, καὶ ἡλιώσιος, καὶ σηπίης, καὶ καράβων τε καὶ ἀστακῶν, καὶ λαχανοφαγίης, μάλιστα δὲ πράσων καὶ κρομμύων, ἔτι δὲ θριδάκων ἑφθῶν, καὶ κράμβης, καὶ λαπάθων ἐνωμοτέρων, καὶ ἀπὸ πεμμάτων, καὶ μελιτωμάτων, καὶ ὀπώρης, καὶ σικύου πέπονος, καὶ οἰνογάλακτος, καὶ ὀρόβων, καὶ ἀλφίτων νέων. Μᾶλλον ἐν θέρει τὰ χολερικὰ, καὶ οἱ διαλείποντες πυρετοί. Καὶ οἷσι φρῖκαι ἐπιγίνονται, οὗτοι ἔστιν ὅτε κακοήθεις γίνονται, καὶ ἐς νοσήματα ὀξέα καθίστανται· ἀλλ᾿ εὐλαβεῖσθαι χρή· μάλιστα δὲ τὰ τοιαῦτα νοσήματα ἡ πέμπτη καὶ ἡ ἑβδόμη καὶ ἡ ἐνάτη δηλοῦσι, βέλτιον δὲ μέχρι τῶν τεσσαρεσκαίδεκα φυλάσσεσθαι.

[83] Φερεκύδει μεθ᾿ ἡλίου τροπὰς χειμερινὰς, τῆς νυκτὸς, πλευροῦ δεξιοῦ ἄλγημα, καὶ πρότερον εἰθισμένον, ἔληξεν· ἠρίστησεν· ἐξελθὼν, ἔφριξε· πυρετὸς ἐς νύκτα· ἀνώδυνος· βηχίον ῥέον τι ξηρόν. Οὖρα πουλλὰ, ὑπόστασις πουλλὴ, ξυσματώδεα μαδαρὰ διεσπασμένα ἀπ᾿ ἀρχῆς, μετὰ δὲ τέσσαρας θολερὰ ὑφίστατο, καὶ τὸ οὖρον οὐκ ἄχροον, ὑπόστασιν ἔχον, καὶ τὸ σύστημα οὐκ ἐφαίνετο ἐν τῷ χερνιβίῳ, ψύχεος ἐόντος. Τριταίῳ αὐτομάτη κοιλίη ὑπῆλθεν. Τετάρτῃ, βαλάνου γεγονότος, κοπρώδεα καὶ χολώδεα διεχώρησεν· ὑγρὸς περίῤῥοος. Ὕπνος ἐς νύκτα οὐ πάνυ, ἡμέρης δέ τι ἐκοιμᾶτο· δίψα οὐ σφοδρὴ, τεταρταίῳ μάλιστα ἐς νύκτα· δέρμα περὶ μέτωπον καὶ τὸ ἄλλο, μαλθακὸν, ὑποφέρειν αἰεί· πυρετὸς ἐκρατεῖτο πρὸς χεῖρα, καὶ ὑπενότιζεν, ἄδηλος· σφυγμὸς σφόδρα ἐν μετώπῳ φλεβῶν· βάρος ἐν τῇσιν ἐπιστροφῇσι καὶ ἐν τῇσιν ὑποχωρήσεσι πάσῃσιν ὀλίγον χρόνον· διὰ παντὸς ἀνώδυνος· ἀπ᾿ ἀρχῆς ἀσώδης, καὶ κατὰ σμικρὸν ἤμει. Ἑβδόμῃ, παρὰ βαλάνου ὑπεχώρησε τρὶς, χολῶδες καὶ κοπρῶδες, ὑγρὸν σφόδρα καὶ ὠχρόν· καὶ ἤδη τι ὑποπαρέκρουε, καὶ νοτὶς ἐπ᾿ ὀλίγον ἔστιν ὅτε περὶ μέτωπον· τὸ ἱμάτιον ἐπὶ τὸ πρόσωπον· τὰ ὄμματα διὰ κενῆς, ὡς εἴ τι βλέπων, ξυνέστρεφε, καὶ πάλιν κατέμυεν· τὸ ἱμάτιον ἀπέβαλλεν. Ἐναταίῳ ἱδρὼς πρωῒ ἀρξάμενος μέχρι στήθεος διετέλει, ἕως ἐτελεύτησε, καὶ ὁ πυρετὸς ἐπέτεινε, καὶ ἡ παραλήρησις· περὶ μέτωπον πλεῖστος ἱδρὼς, καὶ οἷον δεινὸν μὲν ἢ ἔκλευκον τὸ χρῶμα, τὸ δὲ ὑπὸ τὰς τρίχας ὡς ἐστιγμένον· ὑποχόνδριον δεξιὸν ἐπηρμένον· ὑφῆκεν ὑφ᾿ ἑωυτὸν χολῶδες. Ὀγδόῃ, ὡς ὑπὸ κωνώπων ἀναδήγματα. Πρὸ τῆς τελευτῆς ἀνέβηξεν, οἷον ἐκ μύξης, μύκητα ξυνεστηκότα, λευκῷ φλέγματι περιεχόμενον· ἀπεχρέμπτετο δὲ καὶ ἔμπροσθεν σμικρὰ, λευκὰ, γαλακτώδεα.

[84] ..... μετὰ τὸ δεῖπνον ἐν τῷ ὕπνῳ ἔφριξεν. Πρωῒ ἐξανέστη καρηβαρικός· ἔφριξεν, ἀπήμεσε, κεφαλὴν ἐβαρύνετο· ἐς νύκτα ἀνῆκε μέχρι μέσου ἡμέρης ἐπιεικῶς· ἔφριξε πάλιν· νύκτα χαλεπῶς. Τὴν ἐπιοῦσαν δὲ ἡμέρην, πυρετὸς ὀξύς· κεφαλῆς σφάκελος· ἔμετος χολῆς πολλῆς, ἡ πλείστη πρασοειδής· ἔληξε πάντα· ὕπνος ἐς νύκτα. Πρωῒ περιέψυκτο· ἱδρώτιον, νοτὶς ἐπιπολὺ τοῦ σώματος· κατὰ σπλῆνα τῇ χειρὶ ἐδείκνυεν ὀλίγον χρόνον ξύστρεμμα ἀνώδυνον, παραχρῆμα ἐμαράνθη. Ἐς νύκτα ἄγρυπνος· περὶ ἀγορὴν παρωξύνετο πυρετός· ἄση, σκοτόδινος, στρόφος, κεφαλῆς ὀδύνη, ἔμετος πρασοειδὴς, λεῖος, γλίσχρος ὡς φλέγμα· πρὸς δυσμὰς ἔληξε πάντα· ἱδρὼς κεφαλῆς, τραχήλου· ὑπεχώρησε μετὰ τὸν ἔμετον κοπρώδεα, ὑγρὰ, χολώδεα, οὔτε μέλανα, οὔτε ἐπεοικότα. Νύκτα μετρίως, καὶ τὴν ἐπιοῦσαν ἡμέρην· ἐς νύκτα πάλιν ἄγρυπνος· ἔμετος ὄρθρου ὁμοίως, καὶ τὴν ἐπιοῦσαν ἡμέρην ἄνευ ἄσης· τῆς δὲ κεφαλῆς μετὰ τὸν ἱδρῶτα ἔληξαν αἱ ὀδύναι· ἐς τὴν ἑσπέρην πάντα ἐχάλασεν. Ἐνάτῃ, οὐκ ἔτι ἤμεσεν· ἐθερμάνθη μᾶλλον· τοῖσιν ἄλλοισιν οὐκ ἐδόκει πυρεταίνειν· αἱ ἐν κροτάφοισι φλέβες ἐπήδων· ἀνώδυνος πάντων· δίψος ἦν αἰεί. Ἐναταῖος, ἐπὶ θῶκον ἀναστὰς, ἐλειποψύχει σφόδρα· ὑπεχώρησε πρὸς βάλανον ξυσμάτια μέλανα καὶ χολώδεα· χρῶμα κοπρῶδες, ὅσον ἀπέσταξεν· ἡ φωνὴ κεκλασμένη· ἐν τῇσιν ἐπιστροφῇσι βαρύς· ὀφθαλμοὶ κοῖλοι· δέρμα μετώπου περιτεταμένον· ἄλλως, εὔπνοος, κόσμιος· πρὸς τοῖχον τὰ πλεῖστα ἀπεστραμμένος, ὑγρὸς ἐν τῇσι κλίσεσιν, ἐπικεκαμμένος, ἀτρεμίζων· γλῶσσα λευκὴ, λείη. Περὶ δὲ τὰς δέκα καὶ μετὰ, οὖρα ἐρυθρὰ τὰ κυκλώδεα, ἐν μέσῳ σμικρὸν λευκόν. Δωδεκαταίῳ, πρὸς βάλανον ὅμοια ἀπέσταξε χολώδεα καὶ ξυσματώδεα· μετὰ τοῦ βαλανίου, λειποψυχίη· ἔπειτα τὸ στόμα ἐπεξηραίνετο, διεκλύζετο αἰεί· καὶ εἰ μὴ σφόδρα ψυχρὸν ἦν, θερμὸν ἔφασκεν εἶναι· τῆς χιόνος ἐπιεικῶς· εἶτα δίψα οὐκ ἐνῆν· τὸ ἱμάτιον αἰεὶ ἀπὸ τῶν στηθέων ἀπεώθει· τὴν χλαμύδα χλιαίνειν οὐκ εἴα· τὸ πῦρ πόῤῥω καὶ σμικρόν· γνάθων ἀμφοτέρων ἔρευθος· μετὰ ταῦτα ἄκροπις· ἀνεθερμάνθη μίην ἢ δύο ἡμέρας, καὶ ἔληξεν.

[85] Ἀνδροθαλεῖ ἀφωνίη, ἄγνοια, παραλήρησις· παυθέντων δὲ τουτέων, περιῄει ἔτι συχνά· καὶ ὑποστροφαὶ ἐγίνοντο. Ἡ γλῶσσα διετέλει πάντα τὸν χρόνον ξηρή· εἰ μὴ διακλύσαιτο, διαλέγεσθαι οὐχ οἷός τε ἦν· καὶ σφόδρα πικρὴ ἦν τὰ πουλλά· ἔστι δ᾿ ὅτε καὶ πρὸς καρδίην ὀδύνη. Φλεβοτομίη ἔλυσε ταῦτα· ὑδροποσίη· μελίκρητον· ἐλλέβορον ἔπιε μέλανα, χολῶδες οὐ διῄει, ἀλλ᾿ ὀλίγον. Τέλος δὲ, χειμῶνος κατακλιθεὶς, ἐξ ἑωυτοῦ ἐγένετο· καὶ τὰ τῆς γλώσσης παθήματα ὅμοια· θέρμη λεπτή· γλῶσσα ἄχρως· φωνὴ περιπλευμονική· ἀπὸ τοῦ στήθεος τὸ ἱμάτιον ἀπέῤῥιπτε, καὶ ἐξάγειν ἑωυτὸν ὡς οὐρήσοντα ἐκέλευεν, οὐδὲν δυνάμενος σάφα εἰπεῖν, οὐδὲ ἐὼν παρ᾿ ἑωυτὸν, ἐξῆγον αὐτόν· ἐς νύκτα ἐτελεύτησεν· ᾗσι κατεκλίνη, δύο ἢ τρεῖς ἡμέραι ἐγένοντο.

[86] Τὸ Νικάνορος πάθος, ὁπότε ἐς ποτὸν ὥρμητο, φόβος τῆς αὐλητρίδος· ὅτε ἀρχομένης αὐλεῖν ἀκούσειεν ἐν τῷ ξυμποσίῳ, ὑπὸ δειμάτων ὄχλοι, μόγις ὑπομένειν ἔφη, ὅτε νὺξ εἴη, ἡμέρης δὲ ἀκούων, οὐδὲν διετρέπετο, καὶ ταῦτα παρείπετο χρόνον συχνόν.

[87] Δημοκλέης δὲ ὁ μετ᾿ ἐκείνου ἀμβλυώσσειν καὶ λυσισωματεῖν ἐδόκει, καὶ οὐκ ἂν παρὰ κρημνὸν ἔφη παρελθεῖν οὐδὲ ἐπὶ γεφύρης, οὐδὲ τοὐλάχιστον βάθος τάφρου τολμῆσαι ἂν, ὑπὸ δείματος μὴ πέσῃ, διελθεῖν, ἀλλὰ δι᾿ αὐτῆς τῆς τάφρου πορεύεσθαι· τοῦτο χρόνον τινὰ αὐτῷ ξυμβῆναι.

[88] Τὸ Φοίνικος, ἐκ τοῦ ὀφθαλμοῦ τὰ πουλλὰ ἐκ τοῦ δεξιοῦ ὥσπερ ἀστραπὴν ἐκλάμπειν ἐδόκει· οὐ πολὺ δὲ ἐπισχόντι, ὀδύνη ἐς κρόταφον τὸν δεξιὸν ἐγένετο δεινὴ, ἔπειτα καὶ ἐς ὅλην τὴν κεφαλὴν, καὶ ἐς τὸν τράχηλον, ᾗ δέδεται ἡ κεφαλὴ, ὄπισθεν τῶν σπονδύλων· καὶ ξύντασις καὶ σκληρότης ἀμφὶ τοὺς τένοντας· εἰ γοῦν ἐπειρᾶτο διακινέειν τὴν κεφαλὴν ἢ διοίγειν τοὺς ὀδόντας, ὠδυνᾶτο, ὡς σφόδρα ξυντεινόμενος. Ἔμετοι, ὁπότε γενοίατο, ἀπέτρεπον τὰς εἰρημένας ὀδύνας, ἢ ἠπιωτέρας ἐποίεον· καὶ φλεβοτομίη ὠφέλησε, καὶ ἐλλέβοροι ἦγον παντοδαπὰ, οὐχ ἥκιστα πρασοειδέα.

[89] Τῷ Παρμενίσκῳ καὶ πρότερον ἐνέπιπτον ἀθυμίαι καὶ ἵμερος τῆς ἀπαλλαγῆς βίου, ὁτὲ δὲ πάλιν εὐθυμίη. Ἐν Ὀλύνθῳ δέ ποτε φθινοπώρου ἄφωνος κατείχετο, ἡσυχίην ἔχων, βραχύ τι ὅσον ἄρχεσθαι ἐπιχειρέων προσειπεῖν· εἰ δὲ δή τι καὶ διαλεχθείη, καὶ πάλιν ἄφωνος. Ὕπνοι ἐνῆσαν, ὁτὲ δὲ ἀγρυπνίη, καὶ ῥιπτασμὸς μετὰ σιγῆς, καὶ ἀλυσμὸς, καὶ χεὶρ πρὸς ὑποχόνδρια ὡς ὀδυνωμένῳ· ὁτὲ δὲ ἀποστραφεὶς, ἔκειτο ἡσυχίην ἄγων. Ἀπύρετος δὲ διατελέως, καὶ εὔπνοος· ἔφη δὲ ὕστερον ἐπιγινώσκειν τοὺς ἐσιόντας· πιεῖν δὲ ὁτὲ μὲν ἡμέρης ὅλης καὶ νυκτὸς, καὶ διδόντων, οὐκ ἤθελεν, ὁτὲ δὲ ἐξαίφνης τὸν στάμνον ἀρπάσας τοῦ ὕδατος παντὸς ἐξέπιεν· οὖρον παχὺ ὡς ὑποζυγίου. Περὶ δὲ τὴν τεσσαρεσκαιδεκάτην ἀνῆκεν.

[90] Ἡ δὲ Κόνωνος θεράπαινα, ἐκ κεφαλῆς ὀδύνης ἀρξαμένης, ἐκτὸς ἑωυτῆς, καὶ βοὴ, καὶ κλαυθμὸς πουλὺς, ὀλιγάκις δὲ ἡσυχίη. Περὶ δὲ τὰς τεσσαράκοντα ἐτελεύτησεν· τὰς δὲ ἐπὶ τελευτῆς ὡς ἓξ ἡμέρας ἄφωνος καὶ σπασμώδης ἐγένετο.

[91] Καὶ ὁ τοῦ Τιμοχάριος θεράπων, ἐκ μελαγχολικῶν δοκεύντων εἶναι καὶ τοιούτων, ἐτελεύτησεν ὁμοίως, καὶ περὶ ἡμέρας τὰς αὐτάς.

[92] Τῷ Νικολάου, περὶ ἡλίου τροπὰς χειμερινὰς, ἐκ πότων ἔφριξεν· ἐς νύκτα πυρετός. Τῇ ὑστεραίῃ, ἔμετος χολώδης, ἄκρητος, ὀλίγος. Τρίτῃ δὲ, ἀγορῆς πληθούσης, ἱδρὼς δι᾿ ὅλου τοῦ σώματος· ἔληξε, καὶ ταχὺ πάλιν ἐθερμάνθη· περὶ μέσας νύκτας, ῥῖγος, πυρετὸς ὀξύς. Ἡμέρης δὲ τὴν αὐτὴν ὥρην ἱδρώς· ταχὺ πάλιν ἐπεθερμάνθη· ἔμετος ὅμοιος. Τῇ τετάρτῃ, ἀπὸ ὕδατος λινοζώστιος ὑπεχώρησεν εὖ κοπρώδεα καὶ ὑγρὰ, ὑπομύσαρα δέ· οὖρα σποδοειδέα, οἷα ὕδωρ λινοζώστιος, οὐκ ἀνόμοια, ὑπόστασις οὐκ ἦν, οὐδὲ πουλὺ τὸ οὖρον· ἐναιωρήματα σμικρά· ἀλγήματα ὑποχονδρίου ἀριστεροῦ καὶ ὀσφύος, ᾤετο ἐκ τοῦ ἐμέτου· ἐπανέπνει ἔστι δ᾿ ὅτε διπλόον· γλῶσσα λευκὴ, ἔχουσα ἐκ δεξιοῦ οἷον θέρμου πρόσφυσιν ὑποβρυχίην· διψώδης, ἄγρυπνος, ἔμφρων. Ἑκταίῳ δὲ δεξιὸς ὀφθαλμὸς μέζων ἐν τῷ βλέπειν. Ἑβδομαῖος ἐτελεύτησεν· κοιλίη πρὸ τῆς τελευτῆς ἐμετεωρίσθη, καὶ ἀποθανόντι τὰ ὄπισθεν ἐφοινίχθη.

[93] Μέτωνι, μετὰ πληϊάδων δύσιν, πυρετὸς, πλευροῦ ἀριστεροῦ ὀδύνη μέχρι κληῗδος, οὕτω δὲ δεινὴ, ὥστε ἀτρεμίζειν οὐχ οἷός τ᾿ ἦν, καὶ τὸ φλέγμα κατεῖχεν· ὑποχώρησις πουλλὴ, χολώδης. Ἐν τρισὶν ἡμέρῃσι σχεδὸν ἔληξεν ἡ ὀδύνη, ἡ θέρμη δὲ περὶ τὰς ἑπτὰ ἢ ἐννέα. Βὴξ ἐνῆν· ἀποχρέμψιες ὑπόχολοι οὐδὲ ἐγένοντο, οὐδὲ πολλαὶ, φλεγματώδεες δέ. Αἱ βῆχες παρηκολούθεον· σιτίων ἀπεγεύετο, ἔστιν ὅτε ἐξῄει ὡς ὑγιής· ὑπελάμβανον δὲ ἐνίοτε θέρμαι λεπταὶ ὀλίγον χρόνον· ἱδρώτια ἐγίνοντο ἐς νύκτα· τὸ πνεῦμα ἐν τῇ θέρμῃ πυκνότερον· γνάθων ἔρευθος· περὶ τὸ πλευρὸν βάρος καὶ ὑπὸ τὴν μασχάλην καὶ ἐς ὦμον. Αἱ βῆχες ἐπεῖχον· φάρμακον ἄνωθεν ἤγαγε χολώδεα· τρίτῃ ἀπὸ τοῦ φαρμάκου ἐῤῥάγη τὸ πῦον, ἀπὸ δὲ τῆς ἀρχῆς τοῦ ἀῤῥωστήματος τεσσαρακοστῇ· ἀπεκαθάρθη δὲ περὶ πέντε καὶ τριήκοντα ἡμέρας ἄλλας, καὶ ὑγιής.

[94] Τῇ Θεοτίμου ἐν ἡμιτριταίῳ ἄση, καὶ ἔμετος, καὶ φρίκη ἅμα ἀρχομένῳ τῷ πυρετῷ, καὶ δίψα· προϊόντος καὶ ἀρχομένῳ ἐξαίσιον τὸ θερμόν· μελίκρητον πιούσῃ, καὶ ἀπεμεύσῃ, ἥ τε φρίκη καὶ ἡ ἄση ἐπαύσατο· καὶ τὸ ἀπὸ τῆς σίδης ὕστερον.

[95] Τῇ Διοπείθεος ἀδελφεῇ ἐν ἡμιτριταίῳ δεινὴ καρδιαλγίη περὶ τὴν λῆψιν· καὶ ξυμπαρείπετο ὅλην τὴν ἡμέρην· καὶ κεφαλαλγίη, καὶ τῇσιν ἄλλῃσιν ὡσαύτως ὑπὸ πληϊάδος δύσιν· ἀνδράσι σπανιώτερα ἐγίνετο τὰ τοιαῦτα.

[96] Τῇ Ἀπομότου ἐν ἡμιτριταίῳ, περὶ ἀρκτοῦρον, δεινὴ καρδιαλγίη περὶ τὴν λῆψιν, καὶ ἔμετοι, καὶ πνῖγες προσίσταντο ἅμα ὑστερικαὶ, καὶ ἐς τὸ μετάφρενον ὀδύναι κατὰ ῥάχιν· ὅτε δὲ ἐνταῦθα εἴη, ἔληγον αἱ καρδιαλγίαι.

[97] Τῇ Τερπίδεω μητρὶ, τῇ ἀπὸ Δορίσκου, διαφθορῆς γενομένης μηνὶ πέμπτῳ διδύμων ἐκ πτώματος, τοῦ μὲν ἑτέρου αὐτίκα ὡς ἐν χιτῶνί τινι ἀπηλλάγη· τοῦ δὲ ἑτέρου ἢ πρότερον ἢ ὕστερον τεσσαράκοντα ἡμερέων ἀπηλλάγη· ὕστερον δὲ ἔλαβεν ἐν γαστρί. Ἔτει δὲ ἐνάτῳ ὀδύναι δειναὶ κατὰ γαστέρα ἐπὶ πουλὺν χρόνον· ἤρχοντο ἔστι μὲν ὅτε ἐκ τοῦ τραχήλου καὶ ῥάχιος, καθίσταντο δὲ ἐς ὑπογάστριον καὶ βουβῶνας· ἔστι δ᾿ ὅτε ἐκ γούνατος τοῦ δεξιοῦ, καθίσταντο δὲ ἐς τωὐτό· καὶ ὅτε μὲν κατὰ τὴν γαστέρα αἱ ὀδύναι εἶεν, ἐμετεωρίζετο ἡ κοιλίη· ὅτε δὲ ἐπαύσατο, ξυνέπιπτεν ἡ καρδιαλγίη· πνιγμοὶ οὐκ ἐνῆσαν· ψύξις δὲ τοῦ σώματος ὡς ἐν ὕδατι κειμένῳ, κατὰ τὸν χρόνον ἡνίκα ἡ ὀδύνη ἐγίνετο. Ὑπέστρεφε δι᾿ ὅλου τὰ ἀλγήματα ἠπιώτερα τῶν κατ᾿ ἀρχάς. Σκόροδα, σίλφιον, τὰ δριμέα ξύμπαντα οὐ ξυνέφερεν, οὐδὲ τὰ γλυκέα, οὐδὲ τὰ ὀξέα, οὐδὲ οἱ λευκοὶ οἶνοι· οἱ μέλανες δὲ καὶ λουτρὰ ὀλιγάκις. Ἀρχομένῃ, καὶ ἔμετοι δεινοὶ ἐπεγίνοντο, καὶ τῶν σιτίων ἀποκλείσιες, καὶ περὶ τὰς ὀδύνας τὰ γυναικεῖα οὐκ ἐφαίνετο.

[98] Τῇ Κλεομένεος, περὶ ζεφύρου πνοὰς, ἐκ ναυσίης καὶ κόπου, πλευροῦ ἀριστεροῦ ὀδύνη, ἐκ τραχήλου ἀρξαμένη καὶ τοῦ ὤμου· πυρετὸς καὶ φρίκη καὶ ἱδρώς. Ἤρξατο δὲ ὁ πυρετὸς, καὶ οὐκ ἔληγεν, ἀλλ᾿ ἐπέτεινε· καὶ ἡ ὀδύνη δεινή· βὴξ, ἀπόχρεμψις ὕφαιμος, ὠχρὴ, πουλλή· γλῶσσα λευκή· διαχωρήματα μέτρια, ὑγρά· οὖρα χολώδεα. Τετάρτῃ ἐς νύκτα, τὰ γυναικεῖα ἦλθε πουλλά· ἔληξεν ἥ τε βὴξ καὶ ἡ ἀπόχρεμψις καὶ ἡ ὀδύνη, ἡ δὲ θέρμη λεπτή.

[99] Τῇ Ἐπιχάρμου πρὸ τόκου δυσεντερίη, πόνος, ὑποχωρήματα ὕφαιμα, μυξώδεα· τεκοῦσα, παραχρῆμα ὑγιής.

[100] Τῇ Πολεμάρχου ἐν ἀρθριτικοῖσιν ἰσχίου ἄλγημα ἐξαίφνης, γυναικείων οὐ γενομένων. Τὸ ἐν τῷ σεύτλῳ πιούσῃ, ἴσχετο ἡ φωνὴ νύκτα καὶ ἐς μέσον ἡμέρης· ἤκουε δὲ καὶ ἐφρόνει, καὶ τῇ χειρὶ ἐσήμαινεν ἀμφὶ τὸ ἰσχίον εἶναι τὸ ἄλγημα.

[101] Τῇ Κλεινίου ἀδελφῇ, τῇ ἀφηλικεστέρῃ, ἔμετος, ὅ τι προσδέξαιτο, τεσσαρεσκαίδεκα ἡμέρας, ἄνευ πυρετοῦ, αἱματωδέων· ἐρευγμοί· καὶ, ξυνεσταλμένων, ἐχώρει πρὸς καρδίην πνίγμα. Καστόριον, σέσελι πάντα ἔπαυσε, καὶ τὸ ἀπὸ τῆς σίδης· ἀπέστη δὲ ἄλγημα μέτριον ἐς κενεῶνα. Βολβοῦ χυλός· καὶ οἶνος γαλακτώδης αὐστηρός· καὶ ἄρτοι ὡς ἐλάχιστοι ξὺν ἐλαίῳ.

[102] Τῇ Παυσανίου κούρῃ, μύκητα ὠμὸν φαγούσῃ, ἄση, πνιγμὸς, ὀδύνη γαστρός. Μελίκρητον θερμὸν πίνειν καὶ ἐμέειν ξυνήνεγκε, καὶ λουτρὸν θερμόν· ἐν τῷ λουτρῷ ἐξήμεσε τὸν μύκητα, καὶ, ἐπεὶ λήξειν ἔμελλεν, ἐξίδρωσεν.

[103] Ἐπιχάρμῳ, περὶ πληϊάδων δύσιν, ὤμου ὀδύνη, καὶ βάρος δεινὸν ἐς βραχίονα, ἄση, ἔμετοι συχνοὶ, ὑδροποσίη.

[104] Τῷ Εὔφρονος παιδὶ ἐξανθήματα, οἷα ἀπὸ κωνώπων.

[105] Μετὰ ζέφυρον αὐχμοὶ ἐγένοντο μέχρις ἰσημερίης μετοπωρινῆς· ὑπὸ κύνα δεινὰ πνίγεα, καὶ πνεύματα θερμὰ, καὶ πυρετοὶ ἱδρώδεες, καὶ πάλιν εὐθὺς ἐπεθέρμαινον· φύματα δὲ παρ᾿ οὖς πολλοῖσιν ἐγένετο· τῇ γραίῃ τῇ Βησσιακῇ περὶ ἐνάτην· τῷ μειρακίῳ τῷ σπληνώδει τῷ τῆς παιδίσκης, κοιλίης ὑγρανθείσης, περὶ τὸν αὐτὸν χρόνον· Κτησιφῶντι ὑπ᾿ ἀρκτοῦρον σχεδὸν περὶ τὰς ἑπτά· τῷ παιδὶ μοῦνον ἐπωθοῦντο· τῷ Ἐρατύλλου ἀπεμωλύνθη· παρὰ ἀμφοτέρων ἀνιδρώσιες, γλώσσης ὑπὸ ξηρότητος ψελλοί. Οἱ ὀρνιθίαι ἔπνευσαν πολλοὶ καὶ ψυχροί· καὶ χιόνες ἐξ εὐδίων ἔστιν ὅτε ἐγένοντο· καὶ μετὰ ἰσημερίην νότια διαμίσγοντα βορείοις, ὕδατα συχνά· ἐπεδήμησαν βῆχες πουλλαὶ, μᾶλλον δὲ παιδίοισι· παρὰ τὰ ὦτα πουλλοῖσιν, οἷα τοῖσι σατύροισιν· ὁτὲ δὲ ὁ πρὸ τούτου τοῦ χρόνου χειμὼν σφόδρα χειμερινὸς ἐγένετο ἐν χιόνι καὶ ὄμβροισι βορείοισιν.

[106] Τῷ Τιμώνακτος παιδίῳ ὡς διμηνιαίῳ ἐξανθήματα ἐν σκέλεσι, καὶ ἐν ἰσχίοισι, ὀσφύϊ, ὑπογαστρίῳ, καὶ οἰδήματα σφόδρα ἐνερευθῆ. Καταστάντων δὲ τούτων, σπασμοὶ καὶ ἐπιληπτικὰ ἐγένοντο ἄνευ πυρετῶν ἡμέρας πολλὰς, καὶ ἐτελεύτησεν.

[107] Τῷ τοῦ Πολεμάρχου ξυνέβη μὲν τῷ ἔμπροσθεν χρόνῳ ἐμπυωθῆναί τε καὶ ἀποχρέμψασθαι· ὕστερον δὲ θέρμαι αὐτῷ ἦσαν, καὶ ὑδρωπιώδης τε ἦν, καὶ ἐπίσπληνος, καὶ ἀσθματώδης, πρὸς αἶπος εἴ ποτε ἴοι, καὶ ἀδύνατος, καὶ διψώδης, καὶ ἀπόσιτος ἐπιεικῶς ἔστιν ὅτε, καὶ βηχία ξηρὰ ἐπὶ πουλὺν χρόνον οὕτως ἐγίνετο· ὑπεφέρετο, καὶ εἰ μή τι εὔλυτος γίνοιτο κοιλίη κάτω, πλήρης ἐγένετο ἄνω, καὶ ἆσθμα καὶ πνίγμα ἐγίνετο μᾶλλον. Τέλος δὲ κατάῤῥοος, καὶ ἀπόχρεμψις ἐπικατῆλθε, καὶ βήξ· ἡ δὲ ἀπόχρεμψις, παχέα καὶ ὠχρὰ πῦα· καὶ πυρετὸς σφοδρός· καὶ ἐδόκει λῆξαι, καὶ ἡ βὴξ πρηϋτέρη, καὶ ἡ ἀπόχρεμψις καθαρή. Ὑπέστρεψε, πάλιν ὀξὺς πυρετός· πνεῦμα πυκνόν· ἐτελεύτησε, πλὴν προσεῤῥίγωσε πόδας, καὶ κατεψύχθη· μετὰ ταῦτα πνεῦμα μᾶλλον ἐγκατελήφθη· ἡ οὔρησις ἔστη· τὰ ἄκρεα κατεψύχθη· ἔμφρων ἐτελεύτησε τριταῖος ἀπὸ τῆς ὑποστροφῆς.

[108] Τῷ τοῦ Θυνοῦ σφόδρα ἐν πυρετῷ καυσώδει ἐλιμοκτονήθη· ὑποχώρησις συχνὴ χολῆς ἐγένετο μετὰ ἀψυχίης καὶ ἱδρῶτος πολλοῦ· κατεψύχθη σφόδρα· ἄφωνος ἦν ἡμέρην ὅλην καὶ νύκτα· ἐγχεόμενος χυλὸν πτισάνης, κατείχετο, ἐφρόνεεν, εὔπνοος ἦν.

[109] Τῷ Ἐπιχάρμου ξυνέβη ἐκ περιόδου καὶ ποτοῦ ἀπεψίη. Τῇ ὑστεραίῃ δὲ πρωῒ ἄσης γενομένης, πιὼν ὕδωρ, ὄξος, ἅλας, ἐξήμεσε φλέγμα· μετὰ δὲ, ῥῖγος ἔλαβεν· ἐλούσατο πυρεταίνων, τὸ στῆθος ἤλγει. Τῇ τρίτῃ εὐθὺς πρωῒ, κῶμα ὀλίγον χρόνον ἐπεῖχε, καὶ ἐπελήρει, καὶ πυρετὸς ὀξύς· βαρέως ἔφερε τὴν νοῦσον. Τῇ τετάρτῃ, ἄγρυπνος· ἀπέθανεν.

[110] Ἀρίστωνι, δακτύλου ποδὸς ἡλκωμένου, ξὺν πυρετῷ ἀσάφεια· τὸ γαγγραινῶδες ἀνέδραμεν ἄχρι πρὸς γόνυ· ἀπώλετο· ἦν δὲ μέλαν, ὑπόξηρον, δυσῶδες.

[111] Ὁ τὸ καρκίνωμα τὸ ἐν τῇ φάρυγγι καυθεὶς, ὑγιὴς ἐγένετο ὑφ᾿ ἡμέων.

[112] Πολύφαντος ἐν Ἀβδήροισι κεφαλὴν ὠδυνᾶτο ἐν πυρετῷ σφοδρῷ· οὖρα λεπτὰ, πουλλά· ὑποστάσιες δασέαι καὶ ἀνατεταραγμέναι· οὐ παυομένου δὲ τοῦ ἀλγήματος τῆς κεφαλῆς, πταρμικὰ προσετέθη ἐόντι δεκαταίῳ. Μετὰ δὲ, ἐς τράχηλον ὀδύνη ἰσχυρή· οὖρον ἦλθεν ἐρυθρὸν, ἀνατεταραγμένον, οἷον ὑποζυγίου· παρέκρουσε τρόπον φρενιτικόν· ἀπέθανεν ἐν σπασμοῖσιν ἰσχυροῖσιν. Παραπλησίως δὲ καὶ ἡ τοῦ Εὐαλκίδου οἰκέτις ἐν Θάσῳ, ᾗ πουλὺν χρόνον τὰ δασέα ἐχώρει οὖρα, καὶ κεφαλαλγίαι ἐνῆσαν· φρενιτικὴ γενομένη ἀπέθανεν ὡσαύτως σπασμοῖσιν ἰσχυροῖσι· πάνυ γὰρ τὰ δασέα οὖρα καὶ ἀνατεταραγμένα, σημεῖον ἀκριβὲς κεφαλαλγίης καὶ σπασμοῦ καὶ θανάτου. Ὁ δὲ Ἁλικαρνασσεὺς ὁ ἐν τῇ Ξανθίππου οἰκίῃ καταλύων οὖς ἐν χειμῶνι ὠδυνᾶτο καὶ κεφαλὴν οὐ μετρίως· ἦν δὲ περὶ ἔτεα πεντήκοντα· φλέβα ἐτμήθη κατὰ Μνησίμαχον· ἐβλάβη ἡ κεφαλὴ κενωθεῖσα, καὶ ψυχθεῖσα, οὐ γὰρ ἐξεπύησε, φρενιτικὸς ἐγένετο, ἀπέθανεν· οὖρα καὶ τούτῳ δασέα.

[113] Ἐν Καρδίῃ, τῷ Μητροδώρου παιδὶ ἐξ ὀδόντων ὀδύνης σφακελισμὸς σιηγόνος, καὶ οὔλων ὑπερσάρκωσις δεινή· μετρίως ἐξεπύησεν· ἐξέπεσον οἵ τε γόμφιοι καὶ ἡ σιηγών.

[114] Ἀναξήνωρ, ἐν Ἀβδήροισιν, ἦν μὲν σπληνώδης καὶ κακόχρους· ξυνέβη δὲ αὐτῷ, οἰδήματος γενομένου περὶ μηρὸν τὸν ἀριστερὸν, ἐξαπίνης τοῦτο ἀφανισθῆναι· οὐ πολλῇσι δὲ ὕστερον ἡμέρῃσιν ἐγενήθη αὐτῷ κατὰ τὸν σπλῆνα οἷον ἐπινυκτὶς ἐξ ἀρχῆς, ἔτι δὲ οἴδημα καὶ ἐρύθημα σκληρόν· μετὰ δὲ ἡμέρην τετάρτην πυρετὸς ἐγένετο καυσώδης, καὶ ἐπελιδνώθη πάντα κύκλῳ καὶ σαπρὰ ἐδόκει· ἀπέθανεν· ὑπεκαθάρθη δὲ πρότερον καὶ κατενόει.

[115] Κλόνιγος, ἐν Ἀβδήροισιν, ἦν μὲν νεφριτικός· οὔρει δὲ αἷμα κατὰ σμικρὸν πουλὺ χαλεπῶς· ἠνώχλει δὲ καὶ κοιλίη δυσεντερική. Τούτῳ πρωῒ μὲν ἐδίδοτο γάλα αἴγειον καὶ ὕδατος πέμπτη μερὶς, ἀνεζεσμένον, τὸ πᾶν κοτύλαι τρεῖς· ἑσπέρην δὲ, ἄρτος μὲν ἔξοπτος· ὄψα δὲ, σεῦτλα, ἢ σίκυος, οἶνος μέλας λεπτός· ἐδίδοτο δὲ καὶ σίκυος πέπων· οὕτω δὲ διαιτωμένῳ καὶ ἡ κοιλίη ξυνέστη, καὶ τὰ οὖρα καθαρὰ ἐφοίτα· ἐγαλακτοπότησε δὲ, ἕως τὰ οὖρα ἀποκατέστη.

[116] Γυναικὶ, ἐν Ἀβδήροισι, καρκίνωμα ἐγένετο περὶ τὸ στῆθος· ἦν δὲ τοιοῦτον· διὰ τῆς θηλῆς ἰχὼρ ὕφαιμος ἔῤῥει· ἐπιληφθείσης δὲ τῆς ῥύσιος, ἀπέθανεν.

[117] Τῷ Δεινίου παιδίῳ ἐν Ἀβδήροισι μετρίως ὀμφαλὸν τμηθέντι, συρίγγιον κατελείφθη, καί ποτε καὶ ἕλμινς δι᾿ αὐτοῦ διῆλθεν ἁδρὰ, καὶ ἔφη, ὅτε πυρέξειε, χολώδεα ὅτι καὶ αὐτὰ ταύτῃ διῄει. Προσεπεπτώκει τούτῳ τὸ ἔντερον πρὸς τῷ συριγγίῳ, καὶ διεβέβρωτο ὡς τὸ συρίγγιον, καὶ ἐπανεῤῥήγνυτο, καὶ βηχία διεκώλυε διαμένειν.

[118] Τῷ παιδίῳ τῷ Πύθωνος, ἐν Πέλλῃ, πυρετὸς αὐτίκα ἤρξατο πουλὺς, καὶ καταφορὴ πουλλὴ μετὰ ἀφωνίης· ὕπνοι ἐγένοντο, καὶ κοιλίη σκληρὴ παρὰ πάντα τὸν χρόνον. Προστιθεμένου δὲ τοῦ ἐκ τῆς χολῆς, πουλλὰ διεχώρει, καὶ αὐτίκα ἐνεδίδου· ταχὺ δὲ πάλιν ἡ κοιλίη ἐπῄρετο, καὶ ὁ πυρετὸς παρωξύνετο, καὶ ἡ καταφορὴ διὰ τῶν αὐτῶν. Τῆς δ᾿ αὐτῆς ἀγωγῆς ἐούσης, ἐδόθη τι τῶν σὺν κνήκῳ, καὶ σικύου, καὶ μηκωνίου, καὶ χολώδεα κατέῤῥηξε, καὶ αὐτίκα τὸ κῶμα ἐπέπαυτο, καὶ ὁ πυρετὸς ἐπρηΰνετο, καὶ τὰ ὅλα ἐκουφίσθη, καὶ ἐκρίθη τεσσαρεσκαιδεκαταῖος.

[119] Εὔδημος σπλῆνα ἐπόνει ἰσχυρῶς· προσετάσσετο ὑπὸ τῶν ἰητρῶν ἐσθίειν πουλλὰ, πίνειν οἶνον μὴ ὀλίγον, λεπτὸν, περιπατεῖν συχνά· οὐ μετέβαλλεν· ἐφλεβοτομήθη· σιτία καὶ ποτὰ πεφεισμένως· περίπατοι ἐκ προσαγωγῆς· οἶνος μέλας λεπτός· ὑγιάνθη.

[120] Φιλιστίδι τῇ Ἡρακλείδου γυναικὶ ἤρξατο πυρετὸς ὀξὺς, ἔρευθος προσώπου, ἐξ οὐδεμιῆς προφάσιος· ὀλίγον δ᾿ ὕστερον τῆς ἡμέρης ἐῤῥίγωσεν· οὐκ ἀναθερμανθείσης, σπασμὸς ἐγένετο ἐν τοῖσι δακτύλοισι τῶν χειρῶν καὶ τῶν ποδῶν· σμικρὸν δὲ μετὰ ταῦτα ἐπεθερμάνθη, οὔρησε τροφιώδεα, νεφελώδεα, διεσπασμένα, νύκτα ἐκοιμήθη. Δευτέρῃ, ἐπεῤῥίγωσεν ἡμέρῃ, σμικρῷ μᾶλλον ἐθερμάνθη· καὶ τὸ ἔρευθος ἧσσον· καὶ οἱ σπασμοὶ ἐγένοντο μετριώτεροι· οὖρα διὰ τῶν αὐτῶν· νύκτα ἐκοιμήθη, σμικρὰ διαγρυπνήσασα, μηδεμιῆς δυσφορίης ἐούσης. Τριταίη οὔρησεν εὐχροώτερα, σμικρὰ ὑφεστηκότα· τὴν δ᾿ αὐτὴν ὥρην ἐπεῤῥίγωσε· πυρετὸς ὀξύς· ἱδρὼς ἐς νύκτα δι᾿ ὅλον· ὀψὲ δὲ τῆς ἡμέρης τὸ χρῶμα ἀνετράπη ἐς τὸν ἰκτερώδεα τρόπον· νύκτα ὕπνωσε δι᾿ ὅλου. Τεταρταίῃ αἷμα ἐκ τοῦ ἀριστεροῦ ἐῤῥύη καλῶς, καὶ γυναικεῖα σμικρὰ ἐπεφάνη ἐν τάξει· πάλιν δὲ τὴν αὐτὴν ὥρην τὸ πυρέτιον παρωξύνθη· οὖρα τροφιώδεα σμικρά· κοιλίη δὲ, φύσει μὲν σκληρὴ, πουλὺ δέ τι μᾶλλον ξυνεστήκει, καὶ οὐδὲν διῄει, εἰ μὴ βάλανον πρόσθοιτο· νύκτα ὕπνωσεν. Πεμπταίῃ τό τε πυρέτιον πρηΰτερον, καὶ πρὸς τὴν ἑσπέρην δι᾿ ὅλου ἵδρου· καὶ γυναικείων χώρησις· καὶ νύκτα ὕπνωσεν. Ἑκταίη οὔρησεν ἀθρόον πουλὺ τροφιῶδες, σμικρὴν ὑπόστασιν ἔχον ὁμόχροον· περὶ δὲ μέσον ἡμέρης, σμικρὰ ἐῤῥίγωσεν, ὑπεθερμάνθη, ἵδρωσε δι᾿ ὅλου· νύκτα ἐκοιμήθη. Ἑβδομαίη σμικρὰ ὑπεθερμάνθη, εὐφόρως ἤνεγκεν· ἵδρωσε δι᾿ ὅλου· οὖρα εὔχροα· ἐκρίθη πάντα.

[121] Τύχων ἐν τῇ πολιορκίῃ τῇ περὶ Δάτον ἐπλήγη καταπέλτῃ ἐς τὸ στῆθος, καὶ μετ᾿ ὀλίγον γέλως ἦν περὶ αὐτὸν θορυβώδης· ἐδόκει δέ μοι ὁ ἰητρὸς ἐξαίρων τὸ ξύλον ἐγκαταλιπεῖν τὸν σίδηρον κατὰ τὸ διάφραγμα. Ἀλγέοντος δὲ αὐτοῦ, περὶ τὴν ἑσπέρην ἔκλυσέ τε καὶ ἐφαρμάκευσε κάτω· νύκτα διήγαγε τὴν πρώτην δυσφόρως· ἅμα δὲ τῇ ἡμέρῃ ἐδόκει καὶ τῷ ἰητρῷ καὶ τοῖσιν ἄλλοισι βέλτιον ἔχειν· ἦν γὰρ ἡσυχαῖος. Πρόῤῥησις, ὅτι, σπασμοῦ γενομένου, οὐ βραδέως ἀπολεῖται. Ἐς τὴν ἐπιοῦσαν νύκτα, δύσφορος, ἄγρυπνος, ἐπὶ γαστέρα τὰ πολλὰ κείμενος. Τρίτῃ, πρωῒ ἐσπᾶτο· περὶ μέσον ἡμέρης ἐτελεύτησεν.

[122] Εὐνοῦχος ἐκ κυνηγεσίης καὶ διαδρομῆς ὑδραγωγὸς γίνεται. Ὁ παρὰ τὴν Ἐλεαλκέος κρήνην, ὁ περὶ τὰ ἓξ ἔτεα ἔσχεν ἵππουρίν τε καὶ βουβῶνα καὶ ἴξιν καὶ κέδματα. Ὁ τὸν αἰῶνα φθινήσας ἑβδομαῖος ἀπέθανεν. Πυοποιούντων ἄπεπτον, ἁλμυρὰ μετὰ μέλιτος. Πορνείη ἄχρωμος δυσεντερίης ἄκος.

[123] Τῇ Λεωνίδεω θυγατρὶ ἡ φύσις ὁρμήσασα ἀπεστράφη, ἀποστραφεῖσα, ἐμυκτήρισεν· μυκτηρίσασα διηλλάγη· ὁ ἰητρὸς οὐ ξυνεῖδεν· ἡ παῖς ἀπέθανεν.

[124] Ὁ Φιλοτίμου παῖς ἔφηβος ἦλθεν εἰς μὲ εὑρὼν κρανίον ὀστέον ἔρημον ἰητρικῆς ἐς ἰηχῖνα τὰ κρύφημα οὐκ ὀρῶν ἑστῶτα.


Περὶ τῶν ἐν τῇ Κεφαλῇ Τραυμάτων

ΠΕΡΙ ΤΩΝ ΕΝ ΚΕΦΑΛΗι ΤΡΩΜΑΤΩΝ.

[1] Τῶν ἀνθρώπων αἱ κεφαλαὶ οὐδὲν ὁμοίως σφίσιν αὐταῖς, οὐδὲ αἱ ῥαφαὶ τῆς κεφαλῆς πάντων κατὰ ταὐτὰ πεφύκασιν. Ἀλλ᾿ ὅστις μὲν ἔχει ἐκ τοῦ ἔμπροσθεν τῆς κεφαλῆς προβολὴν (ἡ δὲ προβολή ἐστι τὸ τοῦ ὀστέου ἐξέχον στρογγύλον παρὰ τὸ ἄλλο), τουτέου εἰσὶν αἱ ῥαφαὶ πεφυκυῖαι ἐν τῇ κεφαλῇ, ὡς γράμμα τὸ ταῦ, Τ, γράφεται· τὴν μὲν γὰρ βραχυτέρην γραμμὴν ἔχει πρὸ τῆς προβολῆς ἐπικαρσίην πεφυκυῖαν· τὴν δ᾿ ἑτέρην γραμμὴν ἔχει διὰ μέσης τῆς κεφαλῆς κατὰ μῆκος πεφυκυῖαν ἐς τὸν τράχηλον αἰεί. Ὅστις δ᾿ ὄπισθεν τῆς κεφαλῆς τὴν προβολὴν ἔχει, αἱ ῥαφαὶ τουτέῳ πεφύκασι τἀναντία ἢ τῷ προτέρῳ· ἡ μὲν γὰρ βραχυτέρη γραμμὴ πρὸ τῆς προβολῆς πέφυκεν ἐπικαρσίη· ἡ δὲ μακροτέρη διὰ μέσης τῆς κεφαλῆς πέφυκε κατὰ μῆκος ἐς τὸ μέτωπον αἰεί. Ὅστις δὲ ἀμφοτέρωθεν τῆς κεφαλῆς προβολὴν ἔχει, ἐκ τε τοῦ ἔμπροσθεν καὶ ἐκ τοῦ ὄπισθεν, τουτέῳ αἱ ῥαφαί εἰσιν ὁμοίως πεφυκυῖαι ὡς γράμμα τὸ ἦτα, Ϡ, γράφεται· πεφύκασι δὲ τῶν γραμμέων αἱ μὲν μακραὶ, πρὸ τῆς προβολῆς ἑκατέρης ἐπικάρσιαι πεφυκυῖαι· ἡ δὲ βραχείη διὰ μέσης τῆς κεφαλῆς κατὰ μῆκος πρὸς ἑκατέρην τελευτῶσα τὴν μακρὴν γραμμήν. Ὅστις δὲ μηδ᾿ ἑτέρωθι μηδεμίαν προβολὴν ἔχει, οὗτος ἔχει τὰς ῥαφὰς τῆς κεφαλῆς, ὡς γράμμα τὸ χῖ, Χ, γράφεται· πεφύκασι δὲ αἱ γραμμαὶ, ἡ μὲν ἑτέρη ἐπικαρσίη πρὸς τὸν κρόταφον ἀφίκουσα· ἡ δὲ ἑτέρη, κατὰ μῆκος διὰ μέσης τῆς κεφαλῆς. Δίπλοον δ᾿ ἐστὶ τὸ ὀστέον κατὰ μέσην τὴν κεφαλήν· σκληρότατον δὲ καὶ πυκνότατον αὐτέου πέφυκεν τό τε ἀνώτατον, ᾗ ἡ ὁμοχροίη τοῦ ὀστέου ἡ ὑπὸ τῇ σαρκὶ, καὶ τὸ κατώτατον τὸ πρὸς τῇ μήνιγγι, ᾗ ἡ ὁμοχροίη τοῦ ὀστέου ἡ κάτω· ἀποχωρέον δὲ ἀπὸ τοῦ ἀνωτάτου ὀστέου καὶ τοῦ κατωτάτου, ἀπὸ τῶν σκληροτάτων καὶ πυκνοτάτων ἐπὶ τὸ μαλθακώτερον καὶ ἧσσον πυκνὸν καὶ ἐπικοιλότερον ἐς τὴν διπλόην αἰεί. Ἡ δὲ διπλόη κοιλότατον καὶ μαλθακώτατον καὶ μάλιστα σηραγγῶδές ἐστιν. Ἔστι δὲ καὶ πᾶν τὸ ὀστέον τῆς κεφαλῆς, πλὴν κάρτα ὀλίγου τοῦ τε ἀνωτάτου καὶ τοῦ κατωτάτου, σπόγγῳ ὅμοιον· καὶ ἔχει τὸ ὀστέον ἐν ἑωυτῷ ὁκοῖα σαρκία πολλὰ καὶ ὑγρὰ, καὶ εἴ τις αὐτὰ διατρίβοι τοῖσι δακτύλοισιν, αἷμα ἂν διαγίγνοιτο ἐξ αὐτέων. Ἔνι δ᾿ ἐν τῷ ὀστέῳ καὶ φλέβια λεπτότερα καὶ κοιλότερα, αἵματος πλέα. Σκληρότητος μὲν οὖν καὶ μαλθακότητος καὶ κοιλότητος ὧδε ἔχει.

[2] Παχύτητι δὲ καὶ λεπτότητι, ξυμπάσης τῆς κεφαλῆς τὸ ὀστέον λεπτότατόν ἐστιν καὶ ἀσθενέστατον τὸ κατὰ βρέγμα, καὶ σάρκα ὀλιγίστην καὶ λεπτοτάτην ἔχει ἐφ᾿ ἑωυτέῳ ταύτῃ τῆς κεφαλῆς τὸ ὀστέον, καὶ ὁ ἐγκέφαλος κατὰ τοῦτο τῆς κεφαλῆς πλεῖστος ὕπεστιν. Καὶ δὴ, ὅτι οὕτω ταῦτα ἔχει, τῶν τε τρωσίων καὶ τῶν βελέων ἴσων τε ἐόντων κατὰ μεγέθος, καὶ ἐλασσόνων, καὶ ὁμοίως τε τρωθεὶς καὶ ἧσσον, τὸ ὀστέον ταύτῃ τῆς κεφαλῆς φλᾶταί τε μᾶλλον καὶ ῥήγνυται, καὶ ἔσω ἐσφλᾶται, καὶ θανασιμώτερά ἐστι καὶ χαλεπώτερα ἰητρεύεσθαί τε καὶ ἐκφυγγάνειν τὸν θάνατον ταύτῃ ἤπου ἄλλοθι τῆς κεφαλῆς· ἐξίσων τε ἐόντων τῶν τρωμάτων καὶ ἡσσόνων, καὶ ὁμοίως τε τρωθεὶς καὶ ἧσσον, ἀποθνήσκει ὁ ἄνθρωπος, ὅταν καὶ ἄλλως μέλλῃ ἀποθανεῖσθαι ἐκ τοῦ τρώματος, ἐν ἐλάσσονι χρόνῳ ὁ ταύτῃ ἔχων τὸ τρῶμα τῆς κεφαλῆς, ἤπου ἄλλοθι. Ὁ γὰρ ἐγκέφαλος τάχιστά τε καὶ μάλιστα κατὰ τὸ βρέγμα αἰσθάνεται τῶν κακῶν τῶν γιγνομένων ἔν τε τῇ σαρκὶ καὶ τῷ ὀστέῳ· ὑπὸ λεπτοτάτῳ γὰρ ὀστέῳ ἐστὶ ταύτῃ ὁ ἐγκέφαλος καὶ ὀλιγίστῃ σαρκὶ, καὶ ὁ πλεῖστος ἐγκέφαλος ὑπὸ τῷ βρέγματι κεῖται. Τῶν δὲ ἄλλων τὸ κατὰ τοὺς κροτάφους ἀσθενέστατόν ἐστιν· ξυμβολή τε γὰρ τῆς κάτω γνάθου πρὸς τὸ κρανίον, καὶ κίνησις ἔνεστιν ἐν τῷ κροτάφῳ ἄνω καὶ κάτω ὥσπερ ἄρθρου· καὶ ἡ ἀκοὴ πλησίον γίγνεται αὐτέου, καὶ φλὲψ διὰ τοῦ κροτάφου τέταται κοίλη τε καὶ ἰσχυρή. Ἰσχυρότερον δ᾿ ἐστὶ τῆς κεφαλῆς τὸ ὀστέον ἅπαν τὸ ὄπισθεν τῆς κορυφῆς καὶ τῶν οὐάτων, ἢ ἅπαν τὸ πρόσθεν, καὶ σάρκα πλέονα καὶ βαθυτέρην ἐφ᾿ ἑωυτέῳ ἔχει τοῦτο τὸ ὀστέον. Καὶ δὴ, τουτέων οὕτως ἐχόντων ὑπὸ τῶν τε τρωσίων καὶ τῶν βελέων ἴσων ἐόντων καὶ ὁμοίων, καὶ μεζόνων, καὶ ὁμοίως τιτρωσκόμενος καὶ μᾶλλον, ταύτῃ τῆς κεφαλῆς τὸ ὀστέον ἧσσον ῥήγνυται καὶ φλᾶται ἔσω· κἢν μέλλῃ ὥνθρωπος ἀποθνήσκειν καὶ ἄλλως ἐκ τοῦ τρώματος, ἐν τῷ ὄπισθεν τῆς κεφαλῆς ἔχων τὸ τρῶμα, ἐν πλέονι χρόνῳ ἀποθανεῖται· ἐν πλέονι γὰρ χρόνῳ τὸ ὀστέον ἐμπυΐσκεταί τε καὶ διαπυΐσκεται κάτω ἐπὶ τὸν ἐγκέφαλον διὰ τὴν παχύτητα τοῦ ὀστέου, καὶ ἐλάσσων ταύτῃ τῆς κεφαλῆς ὁ ἐγκέφαλος ὕπεστι, καὶ πλέονες ἐκφυγγάνουσι τὸν θάνατον τῶν ὄπισθεν τιτρωσκομένων τῆς κεφαλῆς ὡς ἐπιτοπολὺ, ἢ τῶν ἔμπροσθεν. Καὶ ἐν χειμῶνι πλέονα χρόνον ζῇ ὥνθρωπος ἢ ἐν θέρει, ὅστις καὶ ἄλλως μέλλει ἀποθανεῖσθαι ἐκ τοῦ τρώματος, ὁκουοῦν τῆς κεφαλῆς ἔχων τὸ τρῶμα.

[3] Αἱ δὲ ἕδραι τῶν βελέων τῶν ὀξέων καὶ κουφοτέρων, αὐταὶ ἐπὶ σφῶν αὐτέων γινόμεναι ἐν τῷ ὀστέῳ, ἄνευ ῥωγμῆς τε καὶ φλάσιος, ἢ ἔσω ἐσφλάσιος (αὗται δὲ γίνονται ὁμοίως ἔν τε τῷ ἔμπροσθεν τῆς κεφαλῆς, καὶ ἐν τῷ ὄπισθεν), ἐκ τουτέων ὁ θάνατος οὐ γίνεται κατά γε δίκην, οὐδ᾿ ἢν γένηται. Ῥαφὴ δὲ ἐν ἕλκει φανεῖσα, ὀστέου ψιλωθέντος, πανταχοῦ τῆς κεφαλῆς τοῦ ἕλκεος γενομένου, ἀσθενέστατον γίγνεται τῇ τρώσει καὶ τῷ βέλει ἀντέχειν, εἰ τύχοι τὸ βέλος ἐς αὐτὴν τὴν ῥαφὴν στηριχθέν· πάντων δὲ μάλιστα ἐν τῷ βρέγματι γενόμενον κατὰ τὸ ἀσθενέστατον τῆς κεφαλῆς, καὶ αἱ ῥαφαὶ εἰ τύχοιεν ἐοῦσαι περὶ τὸ ἕλκος, καὶ τὸ βέλος αὐτέων τύχοι τῶν ῥαφῶν.

[4] Τιτρώσκεται δὲ ὀστέον τὸ ἐν τῇ κεφαλῇ τοσούσδε τρόπους· τῶν δὲ τρόπων ἑκάστου πλέονες ἰδέαι γίγνονται τοῦ κατήγματος ἐν τῇ τρώσει. Ὀστέον ῥήγνυται τιτρωσκόμενον, καὶ τῷ περιέχοντι ὀστέῳ τὴν ῥωγμὴν, ἀνάγκη φλάσιν προσγίγνεσθαι, ἤνπερ ῥαγῇ· τῶν γὰρ βελέων ὅ τι περ ῥήγνυσι τὸ ὀστέον, τὸ αὐτὸ τοῦτο καὶ φλᾷ τὸ ὀστέον ἢ μᾶλλον, ἢ ἧσσον, αὐτό τε ἐν ᾧπερ καὶ ῥήγνυσι τὴν ῥωγμὴν, καὶ τὰ περιέχοντα ὀστέα τὴν ῥωγμήν· εἷς οὗτος τρόπος. Ἰδέαι δὲ ῥωγμέων παντοῖαι γίγνονται· καὶ γὰρ λεπτότεραί τε καὶ λεπταὶ πάνυ, ὥστε οὐ καταφανέες γίγνονται ἔστιν αἳ τῶν ῥωγμέων, οὔτε αὐτίκα μετὰ τὴν τρῶσιν, οὔτ᾿ ἐν τῇσιν ἡμέρῃσιν, ἐν ᾗσιν ἂν καὶ πλέον ὄφελος γένοιτο ἐκ τούτου τῷ ἀνθρώπῳ· αἱ δ᾿ αὖ παχύτεραί τε καὶ εὐρύτεραι ῥήγνυνται τῶν ῥωγμέων· ἔνιαι δὲ καὶ πάνυ εὐρέαι. Ἔστι δὲ αὐτέων καὶ αἳ μὲν ἐπὶ μακρότερον ῥήγνυνται, αἳ δὲ ἐπὶ βραχύτερον. Καὶ αἱ μὲν ἰθύτεραί τε καὶ ἰθεῖαι πάνυ, αἱ δὲ καμπυλώτεραί τε καὶ καμπύλαι· καὶ βαθύτεραί τε ἐς τὸ κάτω καὶ διὰ παντὸς τοῦ ὀστέου, καὶ ἧσσον βαθεῖαι ἐς τὸ κάτω, καὶ οὐ διὰ παντὸς τοῦ ὀστέου.

[5] Φλασθείη δ᾿ ἂν τὸ ὀστέον μένον ἐν τῇ ἑωυτοῦ φύσει, καὶ ῥωγμὴ τῇ φλάσει οὐκ ἂν προσγένοιτο ἐν τῷ ὀστέῳ οὐδεμία· δεύτερος οὗτος τρόπος. Ἰδέαι δὲ τῆς φλάσιος πλείους γίγνονται· καὶ γὰρ μᾶλλόν τε καὶ ἧσσον φλᾶται, καὶ ἐς βαθύτερόν τε καὶ διὰ παντὸς τοῦ ὀστέου, καὶ ἧσσον ἐς βαθὺ, καὶ οὐ διὰ παντὸς τοῦ ὀστέου, καὶ ἐπὶ πλέον τε καὶ ἔλασσον μήκεός τε καὶ πλατύτητος. Ἀλλ᾿ οὐ τουτέων τῶν ἰδεῶν οὐδεμίαν ἐστὶν ἰδόντα τοῖσιν ὀφθαλμοῖσι γνῶναι, ὁκοίη τίς ἐστι τὴν ἰδέην, καὶ ὁκόση τις τὸ μέγεθος· οὐδὲ γὰρ εἰ πέφλασται, ἢ μὴ πέφλασται, ἐόντων πεφλασμένων καὶ τοῦ κακοῦ γεγενημένου, γίγνεται τοῖσιν ὀφθαλμοῖσι καταφανὲς ἰδεῖν αὐτίκα μετὰ τὴν τρῶσιν, ὥσπερ οὐδὲ τῶν ῥωγμέων ἔνιαι ἑκὰς ἐοῦσαι.

[6] Καὶ ἐῤῥωγότος τοῦ ὀστέου, ἐσφλᾶται τὸ ὀστέον ἐκ τῆς φύσιος τῆς ἑωυτοῦ ἔσω σὺν ῥωγμῇσιν· ἄλλως γὰρ οὐκ ἂν ἐσφλασθείη· τὸ γὰρ ἐσφλώμενον, ἀποῤῥηγνύμενόν τε καὶ καταγνύμενον, ἐσφλᾶται ἔσω ἀπὸ τοῦ ἄλλου ὀστέου μένοντος ἐν τῇ φύσει τῇ ἑωυτοῦ· καὶ δὴ οὕτω ῥωγμὴ ἂν προσείη τῇ ἐσφλάσει· τρίτος οὗτος τρόπος. Ἐσφλᾶται δὲ τὸ ὀστέον πολλὰς ἰδέας· καὶ γὰρ ἐπὶ πλέον τοῦ ὀστέου καὶ ἐπ᾿ ἔλασσον, καὶ μᾶλλόν τε καὶ ἐς βαθύτερον κάτω, καὶ ἧσσον τε καὶ ἐπιπολαιότερον.

[7] Καὶ ἕδρης γενομένης ἐν τῷ ὀστέῳ βέλεος, προσγένοιτο ἂν ῥωγμὴ τῇ ἑδραίῃ· καὶ φλάσιν προσγενέσθαι ἀναγκαῖόν ἐστιν, ἢ μᾶλλον, ἢ ἧσσον, ἤνπερ καὶ ῥωγμὴ προσγένηται, ἐνθάπερ ἡ ἕδρη ἐγένετο καὶ ἡ ῥωγμὴ, καὶ ἐν τῷ ὀστέῳ τῷ περιέχοντι τήν τε ἕδρην καὶ τὴν ῥωγμήν· τέταρτος οὗτος τρόπος. Καὶ ἕδρη μὲν ἂν γένοιτο, φλάσιν ἔχουσα τοῦ ὀστέου περὶ αὐτὴν, ῥωγμὴ δὲ οὐκ ἂν προσγένοιτο τῇ ἕδρῃ καὶ τῇ φλάσει ὑπὸ τοῦ βέλεος. Καὶ ἕδρη δὲ τοῦ βέλεος γίγνεται ἐν τῷ ὀστέῳ· ἕδρη δὲ καλέεται, ὅταν, μένον τὸ ὀστέον ἐν τῇ ἑωυτοῦ φύσει, τὸ βέλος στηρίξαν ἐς τὸ ὀστέον δῆλον ποιήσῃ ὅκου ἐστήριξεν. Ἐν δὲ τῷ τρόπῳ ἑκάστῳ πλέονες ἰδέαι γίγνονται· καὶ περὶ μὲν φλάσιός τε καὶ ῥωγμῆς, ἢν ἄμφω ταῦτα προσγένηται τῇ ἕδρῃ, καὶ ἢν φλάσις μούνη γένηται, ἤδη πέφρασται, ὅτι πολλαὶ ἰδέαι γίνονται καὶ τῆς φλάσιος καὶ τῆς ῥωγμῆς. Ἡ δὲ ἕδρη αὐτὴ ἐφ᾿ ἑωυτῆς γίνεται, μακροτέρη καὶ βραχυτέρη ἐοῦσα, καὶ καμπυλωτέρη, καὶ ἰθυτέρη, καὶ κυκλοτερής· καὶ πολλαὶ ἄλλαι ἰδέαι τοῦ τοιουτέου τρόπου, ὁκοῖον ἄν τι καὶ τὸ σχῆμα τοῦ βέλεος ᾖ· αὐταὶ δὲ καὶ βαθύτεραι τὸ κάτω καὶ μᾶλλον καὶ ἧσσον, καὶ στενότεραι, καὶ εὐρύτεραι, καὶ πάνυ εὐρέαι. Ἡ διακέκοπται διακοπὴ δ᾿, ὁκοσητισοῦν γιγνομένη μήκεός τε καὶ εὐρύτητος ἐν τῷ ὀστέῳ, ἕδρη ἐστὶν, ἢν τὰ ἄλλα ὀστέα τὰ περιέχοντα τὴν διακοπὴν μένῃ ἐν τῇ φύσει τῇ ἑωυτέων, καὶ μὴ ξυνεσφλᾶται τῇ διακοπῇ ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέων· οὕτω δ᾿ ἔσφλασις ἂν εἴη, καὶ οὐκ ἔτι ἕδρη.

[8] Ὀστέον τιτρώσκεται ἄλλῃ τῆς κεφαλῆς, ἢ ᾗ τὸ ἕλκος ἔχει ὥνθρωπος, καὶ τὸ ὀστέον ἐψιλώθη τῆς σαρκός· πέμπτος οὗτος τρόπος. Καὶ ταύτην τὴν ξυμφορὴν, ὅταν γένηται, οὐκ ἂν ἔχοις ὠφελῆσαι οὐδέν. Οὐδὲ γὰρ, εἰ πέπονθε τὸ κακὸν τοῦτο, οὐκ ἔστιν ὅκως χρὴ αὐτὸν ἐξελέγξαντα εἰδέναι εἰ πέπονθε τὸ κακὸν τοῦτο ὥνθρωπος, οὐδ᾿ ὅκοι τῆς κεφαλῆς.

[9] Τούτων τῶν τρόπων τῆς κατήξιος ἐς πρίσιν ἀφήκει, ἥ τε φλάσις ἡ ἀφανὴς ἰδεῖν, καὶ ἤν πως τύχῃ φανερὴ γενομένη, καὶ ἡ ῥωγμὴ ἡ ἀφανὴς ἰδεῖν, καὶ ἢν φανερὴ ᾖ. Καὶ ἢν, ἕδρης γενομένης τοῦ βέλεος ἐν τῷ ὀστέῳ, προσγένηται ῥωγμὴ καὶ φλάσις τῇ ἕδρῃ, καὶ ἢν φλάσις μοῦνον προσγένηται ἄνευ ῥωγμῆς τῇ ἕδρῃ, καὶ αὕτη ἐς πρίσιν ἀφήκει. Τὸ δ᾿ ἔσω ἐσφλώμενον ὀστέον ἐκ τῆς φύσιος τῆς ἑωυτοῦ, ὀλίγα τῶν πολλῶν πρίσιος προσδεῖται· καὶ τὰ μάλιστα ἐσφλασθέντα καὶ μάλιστα καταῤῥαγέντα, ταῦτα πρίσιος ἥκιστα κέχρηται· οὐδὲ ἕδρη αὐτὴ ἐφ᾿ ἑωυτῆς γενομένη ἄτερ ῥωγμῆς καὶ φλάσιος, οὐδὲ αὐτὴ πρίσιος δεῖται· οὐδ᾿ ἡ διακοπὴ, ἢν μεγάλη καὶ εὐρέη, οὐδ᾿ αὐτή· διακοπὴ γὰρ καὶ ἕδρη τωὐτόν ἐστιν.

[10] Πρῶτον δὲ χρὴ τὸν τρωματίην σκοπεῖσθαι, ὅπη ἔχει τὸ τρῶμα τῆς κεφαλῆς, εἴτ᾿ ἐν τοῖσιν ἰσχυροτέροισιν, εἴτ᾿ ἐν τοῖσιν ἀσθενεστέροισι, καὶ τὰς τρίχας καταμανθάνειν τὰς περὶ τὸ ἕλκος, εἰ διακεκόφαται ὑπὸ τοῦ βέλεος, καὶ εἰ ἔσω ἤϊσαν ἐς τὸ τρῶμα· καὶ ἢν τοῦτο ᾖ, φάναι κινδυνεύειν τὸ ὀστέον ψιλὸν εἶναι τῆς σαρκὸς, καὶ ἔχειν τι σίνος τὸ ὀστέον ὑπὸ τοῦ βέλεος. Ταῦτα μὲν οὖν χρὴ ἀπόπροσθεν σκεψάμενον λέξαι, μὴ ἁπτόμενον τοῦ ἀνθρώπου· ἁπτόμενον δ᾿ ἤδη πειρᾶσθαι εἰδέναι σάφα, εἴ ἐστι ψιλὸν τὸ ὀστέον τῆς σαρκὸς, ἢ οὔ· καὶ ἢν μὲν καταφανὲς ᾖ τοῖσιν ὀφθαλμοῖσι τὸ ὀστέον ψιλόν· εἰ δὲ μὴ, τῇ μήλῃ σκέπτεσθαι. Καὶ ἢν μὲν εὕρῃς ψιλὸν ἐὸν τὸ ὀστέον τῆς σαρκὸς, καὶ μὴ ὑγιὲς ἀπὸ τοῦ τρώματος, χρὴ τοῦ ἐν τῷ ὀστέῳ ἐόντος τὴν διάγνωσιν πρῶτα ποιέεσθαι, ὁρέοντα ὅσον τέ ἐστι τὸ κακὸν, καὶ τίνος δεῖται ἔργου. Χρὴ δὲ καὶ ἐρωτᾷν τὸν τετρωμένον, ὅκως ἔπαθε καὶ τίνα τρόπον. Ἢν δὲ μὴ καταφανὲς ᾖ τὸ ὀστέον, εἰ ἔχει τι κακὸν ἢ μὴ ἔχει, πολλῷ ἔτι χρὴ μᾶλλον τὴν ἐρώτησιν ποιέεσθαι, ψιλοῦ ἐόντος τοῦ ὀστέου, τὸ τρῶμα ὅκως ἐγένετο, καὶ ὅντινα τρόπον· τὰς γὰρ φλάσιας καὶ τὰς ῥωγμὰς τὰς οὐ φαινομένας ἐν τῷ ὀστέῳ, ἐνεούσας δὲ, ἐκ τῆς ὑποκρίσιος τοῦ τετρωμένου πρῶτον διαγινώσκειν πειρῆσθαι, εἴ τι πέπονθε τουτέων τὸ ὀστέον ἢ οὐ πέπονθεν, ἔπειτα δὲ καὶ λόγῳ καὶ ἔργῳ ἐξελέγχειν πλὴν μηλώσιος. Μήλωσις γὰρ οὐκ ἐξελέγχει, εἰ πέπονθέ τι τουτέων τῶν κακῶν τὸ ὀστέον, καὶ εἴ τι ἔχει ἐν ἑωυτέῳ, ἢ οὐ πέπονθεν· ἀλλ᾿ ἕδρην τε τοῦ βέλεος ἐξελέγχει μήλωσις, καὶ ἢν ἐμφλασθῇ τὸ ὀστέον ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέου, καὶ ἢν ἰσχυρῶς ῥαγῇ τὸ ὀστέον, ἅπερ καὶ τοῖσιν ὀφθαλμοῖσι καταφανέα ἐστὶν ὁρῶντα γιγνώσκειν.

[11] Ῥήγνυται δὲ τὸ ὀστέον τάς τε ἀφανέας ῥωγμὰς καὶ τὰς φανερὰς, καὶ φλᾶται τὰς ἀφανέας φλάσιας, καὶ ἐσφλᾶται ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέου, μάλιστα ὅταν ἕτερος ὑφ᾿ ἑτέρου τιτρωσκόμενος ἐπίτηδες τρωθῇ, ἢ ὁκόταν, ἐπίτηδες τρῶσαι βουλόμενος ἢ ἀέκων, ἐξ ὑψηλοτέρου γίγνηται ἡ βολὴ ἢ ἡ πληγὴ, ὁκοτέρη ἂν ᾖ μᾶλλον, ἢ ὅταν ἐξ ἰσοπέδου τοῦ χωρίου, καὶ ἢν περικρατέῃ τῇ χειρὶ τὸ βέλος, ἤν τε βάλλῃ, ἤν τε τύπτῃ, καὶ ἰσχυρότερος ἐὼν ἀσθενέστερον τιτρώσκῃ. Ὅσοι δὲ πίπτοντες τιτρώσκονται πρός τε τὸ ὀστέον καὶ αὐτὸ τὸ ὀστέον, ὁ ἀπὸ ὑψηλοτάτου πίπτων καὶ ἐπὶ σκληρότατον καὶ ἀμβλύτατον, τουτέῳ κίνδυνος τὸ ὀστέον ῥαγῆναι καὶ φλασθῆναι, καὶ ἔσω ἐσφλασθῆναι ἐκ τῆς φύσιος τῆς ἑωυτέου· τῷ δ᾿ ἐξ ἰσοπέδου μᾶλλον χωρίου πίπτοντι καὶ ἐπὶ μαλθακώτερον, ἧσσον ταῦτα πάσχει τὸ ὀστέον, ἢ οὐκ ἂν πάθοι. Ὅσα δὲ ἐσπίπτοντα ἐς τὴν κεφαλὴν βέλεα τιτρώσκει πρὸς τὸ ὀστέον καὶ αὐτὸ τὸ ὀστέον, τὸ ἀπὸ ὑψηλοτάτου ἐμπεσὸν καὶ ἥκιστα ἐξ ἰσοπέδου, καὶ σκληρότατόν τε ἅμα καὶ ἀμβλύτατον καὶ βαρύτατον, καὶ ἥκιστα κοῦφον καὶ ἥκιστα ὀξὺ καὶ μαλθακὸν, τοῦτο ἂν ῥήξειε τὸ ὀστέον καὶ φλάσειεν. Καὶ μάλιστά γε ταῦτα πάσχειν τὸ ὀστέον κίνδυνος, ὅταν ταῦτά τε γίνηται, καὶ ἐς ἰθὺ τρωθῇ, καὶ κατ᾿ ἀντίον γένηται τὸ ὀστέον τοῦ βέλεος, ἤν τε πληγῇ ἐκ χειρὸς, ἤν τε βληθῇ, ἤν τέ τι ἐμπέσῃ αὐτέῳ, καὶ ἢν αὐτὸς καταπεσὼν τρωθῇ, καὶ ὁκωσοῦν τρωθεὶς κατ᾿ ἀντίον γενομένου τοῦ ὀστέου τῷ βέλει. Τὰ δ᾿ ἐς πλάγιον τοῦ ὀστέου παρασύραντα βέλεα ἧσσον καὶ ῥήγνυσι τὸ ὀστέον, καὶ φλᾷ, καὶ ἔσω ἐσφλᾷ, κἢν ψιλωθῇ τὸ ὀστέον τῆς σαρκός· ἔνια γὰρ τῶν τρωμάτων τῶν οὕτω τρωθέντων οὐδὲ ψιλοῦται τὸ ὀστέον τῆς σαρκός. Τῶν δὲ βελέων ῥήγνυσι μάλιστα τὸ ὀστέον τάς τε φανερὰς ῥωγμὰς καὶ τὰς ἀφανέας, καὶ φλᾶται καὶ ἐσφλᾷ ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέου τὸ ὀστέον, τὰ στρογγύλα τε καὶ περιφερέα, καὶ ἀρτίστομα, ἀμβλέα τε ἐόντα καὶ βαρέα καὶ σκληρά· καὶ τὴν σάρκα ταῦτα φλᾶται, καὶ πέπειρον ποιέει, καὶ κόπτει· καὶ τὰ ἕλκεα γίνεται ὑπὸ τῶν τοιουτέων βελέων, ἔς τε πλάγιον καὶ ἐν κύκλῳ, ὑπόκοιλα, καὶ διάπυά τε μᾶλλον γίγνεται, καὶ ὑγρά ἐστι, καὶ ἐπὶ πλέονα χρόνον καθαίρεται· ἀνάγκη γὰρ τὰς σάρκας τὰς φλασθείσας καὶ κοπείσας πῦον γενομένας ἐκτακῆναι. Τὰ δὲ βέλεα τὰ προμήκεα, ἐπιπολὺ λεπτὰ ἐόντα καὶ ὀξέα καὶ κοῦφα, τήν τε σάρκα διατάμνει μᾶλλον ἢ φλᾷ, καὶ τὸ ὀστέον ὡσαύτως· καὶ ἕδρην μὲν ἐμποιέει αὐτὸ καὶ διακόψαν (διακοπὴ γὰρ καὶ ἕδρη τωὐτόν ἐστι), φλᾷ δὲ οὐ μάλα τὸ ὀστέον τὰ τοιαῦτα βέλεα, οὐδὲ ῥήγνυσιν, οὐδ᾿ ἐκ τῆς φύσιος ἔσω ἐσφλᾷ. Ἀλλὰ χρὴ πρὸς τῇ ὄψει τῇ ἑωυτέου, ὅ τι ἄν σοι φαίνηται ἐν τῷ ὀστέῳ, καὶ ἐρώτησιν ποιέεσθαι πάντων τουτέων τοῦ γὰρ μᾶλλόν τε καὶ ἧσσον τρωθέντος ταῦτ᾿ ἐστὶ σημήϊα), καὶ ἢν ὁ τρωθεὶς καρωθῇ, καὶ σκότος περιχυθῇ, καὶ δῖνος ἔχῃ, καὶ πέσῃ.

[12] Ὅταν δὲ τύχῃ ψιλωθὲν τὸ ὀστέον τῆς σαρκὸς ὑπὸ τοῦ βέλεος, καὶ τύχῃ· κατ᾿ αὐτὰς τὰς ῥαφὰς γενόμενον τὸ ἕλκος, χαλεπὸν γίγνεται καὶ τὴν ἕδρην τοῦ βέλεος φράσασθαι τὴν ἐν τῷ ἄλλῳ ὀστέῳ φανερὴν γιγνομένην, εἴτ᾿ ἔνεστιν ἐν τῷ ὀστέῳ, εἴτε μὴ ἔνεστιν, καὶ ἢν τύχῃ γενομένη ἡ ἕδρη ἐν αὐτέῃσι τῇσι ῥαφῇσιν. Ξυγκλέπτεται γὰρ αὐτὴ ἡ ῥαφὴ τρηχυτέρη ἐοῦσα τοῦ ἄλλου ὀστέου, καὶ οὐ διάδηλον ὅ τι τε αὐτοῦ ῥαφή ἐστιν, καὶ ὅ τι τοῦ βέλεος ἕδρη, ἢν μὴ κάρτα μεγάλη γένηται ἡ ἕδρη. Προσγίνεται δὲ καὶ ῥῆξις τῇ ἕδρῃ ὡς ἐπὶ τὸ πουλὺ, τῇ ἐν τῇσι ῥαφῇσι γιγνομένῃ, καὶ γίνεται καὶ αὐτὴ ἡ ῥήξις χαλεπωτέρη φράσασθαι, ἐῤῥωγότος τοῦ ὀστέου, διὰ τοῦτο, ὅτι κατ᾿ αὐτὴν τὴν ῥαφὴν ἡ ῥῆξις γίνεται ἢν ῥηγνύηται, ὡς ἐπὶ τὸ πουλύ. Ἕτοιμον γὰρ ταύτῃ ῥήγνυσθαι τὸ ὀστέον καὶ διαχαλᾷν, διὰ τὴν ἀσθενείην τῆς φύσιος τοῦ ὀστέου ταύτῃ καὶ διὰ τὴν ἀραιότητα, καὶ δὴ ἅτε τῆς ῥαφῆς ἑτοίμης ἐούσης ῥήγνυσθαι καὶ διαχαλᾷν· τὰ δ᾿ ἄλλα ὀστέα, τὰ περιέχοντα τὴν ῥαφὴν, μένει ἀῤῥαγέα, ὅτι ἰσχυρότερά ἐστι τῆς ῥαφῆς. Ἡ δὲ ῥῆξις ἡ κατὰ τὴν ῥαφὴν γινομένη καὶ διαχάλασίς ἐστι τῆς ῥαφῆς, καὶ φράσασθαι οὐκ εὐμαρὴς, οὔτε ἢν ὑπὸ ἕδρης τοῦ βέλεος γενομένης ἐν τῇ ῥαφῇ ῥαγῇ καὶ διαχαλάσῃ, οὔτε ἢν, φλασθέντος τοῦ ὀστέου κατὰ τὰς ῥαφὰς, ῥαγῇ καὶ διαχαλάσῃ· ἀλλ᾿ ἔτι χαλεπώτερον φράσασθαι τὴν ἀπὸ τῆς φλάσιος ῥωγμήν. Ξυγκλέπτουσι γὰρ τὴν γνώμην καὶ τὴν ὄψιν τοῦ ἰητροῦ αὗται αἱ ῥαφαὶ ῥωγμοειδέες φαινόμεναι, καὶ τρηχύτεραι ἐοῦσαι τοῦ ἄλλου ὀστέου, ὅτι μὴ ἰσχυρῶς διεκόπη, καὶ διεχάλασεν· διακοπὴ δὲ καὶ ἕδρη τωὐτόν ἐστιν. Ἀλλὰ χρὴ, εἰ κατὰ τὰς ῥαφὰς τὸ τρῶμα γένοιτο καὶ πρός γε τὸ ὀστέον καὶ ἐς τὸ ὀστέον στηρίξειε τὸ βέλος, προσέχοντα τὸν νόον, ἀνευρίσκειν ὅ τι πέπονθε τὸ ὀστέον. Ἀπὸ γὰρ ἴσων τε βελέων τὸ μέγεθος καὶ ὁμοίων, καὶ πολλὸν ἐλασσόνων, καὶ ὁμοίως τρωθεὶς καὶ πολὺ ἧσσον, πολλῷ μέζον ἐκτήσατο τὸ κακὸν ἐν τῷ ὀστέῳ ὁ ἐς τὰς ῥαφὰς δεξάμενος τὸ βέλος, ἢ ὁ μὴ ἐς τὰς ῥαφὰς δεξάμενος. Καὶ τουτέων τὰ πολλὰ πρίεσθαι δεῖ· ἀλλ᾿ οὐ χρὴ αὐτὰς τὰς ῥαφὰς πρίειν, ἀλλ᾿ ἀποχωρήσαντα ἐν τῷ πλησίον ὀστέῳ τὴν πρίσιν ποιέεσθαι, ἢν πρίῃς.

[13] Περὶ δὲ ἰήσιος τρωσίων τῶν ἐν τῇ κεφαλῇ, καὶ ὡς χρὴ ἐξελέγχειν τὰς πάθας τὰς ἐν τῷ ὀστέῳ γινομένας τὰς μὴ φανερὰς, ὧδέ μοι δοκέει. Ἕλκος ἐν τῇ κεφαλῇ οὐ χρὴ τέγγειν οὐδενὶ, οὐδὲ οἴνῳ, ἀλλ᾿ ὡς ἥκιστα· οὐδὲ καταπλάσσειν, οὐδὲ μοτῷ τὴν ἴησιν ποιέεσθαι, οὐδ᾿ ἐπιδεῖν χρὴ ἕλκος ἐν κεφαλῇ, ἢν μὴ ἐν τῷ μετώπῳ ᾖ τὸ ἕλκος, ἐν τῷ ψιλῷ τῶν τριχῶν, ἢ περὶ τὴν ὀφρὺν καὶ τὸν ὀφθαλμόν. Ἐνταῦθα δὲ γινόμενα τὰ ἕλκεα καταπλάσιος καὶ ἐπιδέσιος μᾶλλον κέχρηται ἤ κου ἄλλοθι τῆς κεφαλῆς τῆς ἄλλης. Περιέχει γὰρ ἡ κεφαλὴ ἡ ἄλλη τὸ μέτωπον πᾶν· ἐκ δὲ τῶν περιεχόντων τὰ ἕλκεα, καὶ ἐν ὅτῳ ἂν ᾖ τὰ ἕλκεα, φλεγμαίνει καὶ ἐπανοιδίσκεται δι᾿ αἵματος ἐπιῤῥοήν. Χρὴ δὲ οὐδὲ τὰ ἐν τῷ μετώπῳ διὰ παντὸς τοῦ χρόνου καταπλάσσειν καὶ ἐπιδεῖν, ἀλλ᾿ ἐπειδὰν παύσηται φλεγμαίνοντα, καὶ τὸ οἴδημα καταστῇ, παύσασθαι καταπλάσσοντα καὶ ἐπιδέοντα. Ἐν δὲ τῇ ἄλλῃ κεφαλῇ ἕλκος οὔτε μοτοῦν χρὴ, οὔτε καταπλάσσειν, οὔτ᾿ ἐπιδεῖν, εἰ μὴ καὶ τομῆς δέοιτο. Τάμνειν δὲ χρὴ τῶν ἑλκέων τῶν ἐν τῇ κεφαλῇ γινομένων, καὶ ἐν τῷ μετώπῳ, ὅκου ἂν τὸ μὲν ὀστέον ψιλὸν ᾖ τῆς σαρκὸς, καὶ δοκέῃ τι σίνος ἔχειν ὑπὸ τοῦ βέλεος, τὰ ἕλκεα μὴ ἱκανὰ τὸ μέγεθος τοῦ μήκεος καὶ τῆς εὐρύτητος ἐς τὴν σκέψιν τοῦ ὀστέου, εἴ τι πέπονθεν ὑπὸ τοῦ βέλεος κακὸν, καὶ ὁκοῖόν τι πέπονθε, καὶ ὅσον μὲν ἡ σὰρξ πέφλασται, καὶ τὸ ὀστέον ἔχει τὸ σίνος, καὶ δ᾿ αὖ εἰ ἀσινές τέ ἐστι τὸ ὀστέον ὑπὸ τοῦ βέλεος, καὶ μηδὲν πέπονθε κακὸν, καὶ ἐς τὴν ἴησιν, ὁκοίης τινὸς δεῖται τό τε ἕλκος, ἥ τε σὰρξ, καὶ ἡ πάθη τοῦ ὀστέου. Τὰ δὴ τοιαῦτα τῶν ἑλκέων τομῆς δεῖται. Καὶ ἂν μὲν τὸ ὀστέον ψιλωθῇ τῆς σαρκὸς, ὑπόκοιλα δὲ ᾖ ἐς πλάγιον ἐπιπολὺ, ἐπανατάμνειν τὸ κοῖλον, ὅκου μὴ εὐχερὲς τῷ φαρμάκῳ ἐφικέσθαι, ὁκοίῳ ἄν τινι χρῇ· καὶ τὰ κυκλοτερέα τῶν ἑλκέων καὶ ὑπόκοιλα ἐπὶ πουλὺ καὶ τὰ τοιαῦτα, ἐπανατάμνων τὸν κύκλον διχῆ κατὰ μῆκος, ὡς πέφυκεν ὥνθρωπος, μακρὸν ποιέειν τὸ ἕλκος. Τάμνοντι δὲ κεφαλὴν, τὰ μὲν ἄλλα τῆς κεφαλῆς ἀσφαλείην ἔχει ταμνόμενα· ὁ δὲ κρόταφος, καὶ ἄνωθεν ἔτι τοῦ κροτάφου, κατὰ τὴν φλέβα τὴν διὰ τοῦ κροτάφου φερομένην, τοῦτο δὲ τὸ χωρίον μὴ τάμνειν. Σπασμὸς γὰρ ἐπιλαμβάνει τὸν τμηθέντα· καὶ ἢν μὲν ἐπ᾿ ἀριστερὰ τμηθῇ κροτάφου, τὰ ἐπὶ δεξιὰ ὁ σπασμὸς ἐπιλαμβάνει· ἢν δ᾿ ἐπὶ τὰ δεξιὰ τμηθῇ κροτάφου, τὰ ἐπ᾿ ἀριστερὰ ὁ σπασμὸς ἐπιλαμβάνει.

[14] Ὅταν οὖν τάμνῃς ἕλκος ἐν κεφαλῇ ὀστέων εἵνεκα τῆς σαρκὸς ἐψιλωμένων, θέλων εἰδέναι εἴ τι ἔχει τὸ ὀστέον κακὸν ὑπὸ τοῦ βέλεος, ἢ καὶ οὐκ ἔχει, τάμνειν χρὴ τὸ μέγεθος τὴν ὠτειλὴν, ὅση ἂν δοκέῃ ἀποχρῆναι. Τάμνοντα δὲ χρὴ ἀναστεῖλαι τὴν σάρκα ἀπὸ τοῦ ὀστέου, ᾗ πρὸς τῇ μήνιγγι καὶ πρὸς τῷ ὀστέῳ πέφυκεν· ἔπειτα διαμοτῶσαι τὸ ἕλκος πᾶν μοτῷ, ὅστις εὐρύτατον τὸ ἕλκος παρέξει ἐς τὴν ὑστεραίην ξὺν ἐλαχίστῳ πόνῳ· μοτώσαντα δὲ καταπλάσματι χρῆσθαι, ὅσον ἂν χρόνον καὶ τῷ μοτῷ, μάζην ἐκ λεπτῶν ἀλφίτων ἐν ὄξει διαμάσσειν, ἢ ἕψειν καὶ γλίσχρην ποιέειν ὡς μάλιστα. Τῇ δ᾿ ὑστεραίῃ ἡμέρῃ, ἐπειδὰν ἐξέλῃς τὸν μοτὸν, κατιδὼν τὸ ὀστέον ὅ τι πέπονθεν, ἐὰν μή σοι καταφανὴς ᾖ ἡ τρῶσις, ὁκοίη τίς ἐστιν ἐν τῷ ὀστέῳ, μηδὲ διαγινώσκῃς εἴ τέ τι ἔχει τὸ ὀστέον κακὸν ἐν ἑωυτέῳ, ἢ καὶ οὐκ ἔχει, τὸ δὲ βέλος δοκέῃ ἀφικέσθαι ἐς τὸ ὀστέον καὶ σίνασθαι, ἐπιξύειν χρὴ τῷ ξυστῆρι κατὰ βάθος καὶ κατὰ μῆκος τοῦ ἀνθρώπου ὡς πέφυκε, καὶ αὖθις ἐπικάρσιον τὸ ὀστέον, τῶν ῥηξίων εἵνεκα τῶν ἀφανέων ἰδεῖν, καὶ τῆς φλάσιος εἵνεκα τῆς ἀφανέος, τῆς οὐκ ἐσφλωμένης ἔσω ἐκ τῆς φύσιος τῆς κεφαλῆς τοῦ ἄλλου ὀστέου. Ἐξελέγχει γὰρ ἡ ξύσις μάλα τὸ κακὸν, ἢν μὴ καὶ ἄλλως καταφανέες ἔωσιν αὗται αἱ πάθαι ἐοῦσαι ἐν τῷ ὀστέῳ. Καὶ ἢν ἕδρην ἴδῃς ἐν τῷ ὀστέῳ τοῦ βέλεος, ἐπιξύειν χρὴ αὐτήν τε τὴν ἕδρην, καὶ τὰ περιέχοντα αὐτὴν ὀστέα, μὴ πολλάκις τῇ ἕδρῃ προσγένηται ῥῆξις καὶ φλάσις, ἢ μούνη φλάσις, ἔπειτα λανθάνῃ οὐ καταφανέα ἐόντα. Ἐπειδὰν δὲ ξύσῃς τὸ ὀστέον τῷ ξυστῆρι, ἢν μὲν δοκέῃ ἐς πρίσιν ἀφίκειν ἡ τρῶσις τοῦ ὀστέου, πρίειν χρὴ, καὶ οὐ δεῖ τὰς τρεῖς ἡμέρας μὴ ὑπερβάλλειν ἀπρίωτον, ἀλλ᾿ ἐν ταύτῃσι πρίειν, ἄλλως τε καὶ τῆς θερμῆς ὥρης, ἢν ἐξ ἀρχῆς λαμβάνῃς τὸ ἴημα. Ἢν δὲ ὑποπτεύσῃς μὲν τὸ ὀστέον ἐῤῥωγέναι, ἢ πεφλάσθαι, ἢ ἀμφότερα ταῦτα, τεκμαιρόμενος, ὅτι ἰσχυρῶς τέτρωται, ἐκ τῶν λόγων τοῦ τρωματίου, καὶ ὅτι ὑπὸ ἰσχυροτέρου τοῦ τρώσαντος, ἢν ἕτερος ὑφ᾿ ἑτέρου τρωθῇ, καὶ τὸ βέλος ὅτῳ ἐτρώθη, ὅτι τῶν κακούργων βελέων ἦν, ἔπειτα τὸν ἄνθρωπον ὅτι δῖνός τε ἔλαβε καὶ σκότος, καὶ ἐκαρώθη καὶ κατέπεσεν· τούτων δὲ οὕτω γιγνομένων, ἢν μὴ διαγινώσκῃς εἰ ἔῤῥωγε τὸ ὀστέον, ἢ πέφλασται, ἢ καὶ ἀμφότερα ταῦτα, μήτε ὅλως ὁρᾷν δύνῃ, δεῖ δὴ, ἐπὶ τὸ ὀστέον τὸ τηκτὸν τὸ μελάντατον δεύσαντα, τῷ μέλανι φαρμάκῳ τῷ τηκομένῳ στεῖλαι τὸ ἕλκος, ὑποτείναντα ὀθόνιον, ἐλαίῳ τέγξαντα, εἶτα καταπλάσαντα τῇ μάζῃ ἐπιδῆσαι· τῇ δ᾿ ὑστεραίῃ, ἀπολύσαντα, ἐκκαθήραντα τὸ ἕλκος, ἐπιξῦσαι. Καὶ ἢν μὴ ᾖ ὑγιὲς, ἀλλ᾿ ἐῤῥώγῃ καὶ πεφλασμένον ᾖ, τὸ μὲν ἄλλο ἔσται ὀστέον λευκὸν ἐπιξυόμενον· ἡ δὲ ῥωγμὴ καὶ ἡ φλάσις, κατατακέντος τοῦ φαρμάκου, δεξαμένη τὸ φάρμακον ἐς ἑωυτὴν μέλαν ἐὸν, ἔσται μέλαινα ἐν λευκῷ τῷ ὀστέῳ τῷ ἄλλῳ. Ἀλλὰ χρὴ αὖθις τὴν ῥωγμὴν ταύτην φανεῖσαν μέλαιναν ἐπιξέειν κατὰ βάθος· καὶ ἢν μὲν ἐπιξύων τὴν ῥωγμὴν ἐξέλῃς καὶ ἀφανέα ποιήσῃς, φλάσις μὲν γεγένηται τοῦ ὀστέου ἢ μᾶλλον ἢ ἧσσον, ἥτις περιέῤῥηξε καὶ τὴν ῥωγμὴν τὴν ἀφανισθεῖσαν ὑπὸ τοῦ ξυστῆρος· ἧσσον δὲ φοβερὸν καὶ ἧσσον ἂν πρῆγμα ἀπ᾿ αὐτέης γένοιτο ἀφανισθείσης τῆς ῥωγμῆς. Ἢν δὲ κατὰ βάθος ᾖ καὶ μὴ ἐθέλῃ ἐξιέναι ἐπιξυομένη, ἀφίκει ἐς πρίσιν ἡ τοιαύτη ξυμφορή. Ἀλλὰ χρὴ πρίσαντα τὰ λοιπὰ ἰητρεύειν τὸ ἔλκος.

[15] Φυλάσσεσθαι δὲ χρὴ, ὅκως μή τι κακὸν ἀπολαύσῃ τὸ ὀστέον ἀπὸ τῆς σαρκὸς, ἢν κακῶς ἰητρεύηται. Ὀστέῳ γὰρ καὶ πεπρισμένῳ, καὶ ἄλλως ἐψιλωμένῳ, ὑγιεῖ δὲ ἐόντι, καὶ ἔχοντί τι σίνος ὑπὸ τοῦ βέλεος, δοκέοντι δὲ ὑγιεῖ εἶναι, κίνδυνός ἐστι μᾶλλον ὑπόπυον γενέσθαι (ἢν καὶ ἄλλως μὴ μέλλῃ), ἢν καὶ ἡ σὰρξ ἡ περιέχουσα τὸ ὀστέον κακῶς θεραπεύηται, καὶ φλεγμαίνηται, καὶ περισφίγγηται· πυρετῶδες γὰρ γίγνεται, καὶ πολλοῦ φλογμοῦ πλέον. Καὶ δὴ τὸ ὀστέον ἐκ τῶν περιεχουσῶν σαρκέων ἐς ἑωυτὸ θέρμην τε καὶ φλογμὸν καὶ ἄραδον ἐμποιέει καὶ σφυγμὸν, καὶ ὅσα περ ἡ σὰρξ ἔχει κακὰ ἐν ἑωυτέῃ, καὶ ἐκ τουτέων ὧδε ὑπόπυον γίνεται. Κακὸν δὲ καὶ ὑγρήν τε εἶναι τὴν σάρκα ἐν τῷ ἕλκει καὶ μυδῶσαν, καὶ ἐπὶ πολλὸν χρόνον καθαίρεσθαι. Ἀλλὰ χρὴ διάπυον μὲν ποιῆσαι τὸ ἕλκος ὡς τάχιστα· οὕτω γὰρ ἂν ἥκιστα φλεγμαίνοι τὰ περιέχοντα τὸ ἕλκος, καὶ τάχιστα καθαρὸν εἴη· ἀνάγκη γὰρ ἔχει τὰς σάρκας τὰς κοπείσας καὶ φλασθείσας ὑπὸ τοῦ βέλεος, ὑποπύους γενομένας, ἐκτακῆναι. Ἐπειδὰν δὲ καθαρθῇ, ξηρότερον χρὴ γίγνεσθαι τὸ ἕλκος· οὕτω γὰρ ἂν τάχιστα ὑγιὲς γένοιτο, ξηρῆς σαρκὸς βλαστούσης καὶ μὴ ὑγρῆς, καὶ οὕτως οὐκ ἂν ὑπερσαρκήσειε τὸ ἕλκος. Ὁ δ᾿ αὐτὸς λόγος καὶ ὑπὲρ τῆς μήνιγγος τῆς περὶ τὸν ἐγκέφαλον· ἢν γὰρ αὐτίκα ἐκπρίσας τὸ ὀστέον καὶ ἀφελὼν ἀπὸ τῆς μήνιγγος ψιλώσῃς, αὐτὴν καθαρὴν χρὴ ποιῆσαι ὡς τάχιστα καὶ ξηρὴν, ὡς μὴ ἐπὶ πουλὺν χρόνον ὑγρὴ ἐοῦσα μυδήῃ τε καὶ ἐξαίρηται· τούτων γὰρ οὕτω γιγνομένων, σαπῆναι αὐτὴν κίνδυνος.

[16] Ὀστέον δὲ, ὅ τι δεῖ ἀποστῆναι ἀπὸ τοῦ ἄλλου ὀστέου, ἕλκεος ἐν κεφαλῇ γενομένου, ἕδρης τε ἐούσης τοῦ βέλεος ἐν τῷ ὀστέῳ, ἢ ἄλλως ἐπὶ πουλὺ ψιλωθέντος τοῦ ὀστέου, ἀφίσταται ἐπὶ πουλὺ ἔξαιμον γινόμενον. Ἀναξηραίνεται γὰρ τὸ αἷμα ἐκ τοῦ ὀστέου ὑπό τε τοῦ χρόνου καὶ ὑπὸ φαρμάκων τῶν πλείστων· τάχιστα δ᾿ ἂν ἀποσταίη, εἴ τις τὸ ἕλκος ὡς τάχιστα καθήρας ξηραίνοι τὸ λοιπὸν τό τε ἕλκος καὶ τὸ ὀστέον, καὶ τὸ μεῖζον καὶ τὸ ἧσσον. Τὸ γὰρ τάχιστα ἀποξηρανθὲν καὶ ἀποστρακωθὲν τούτῳ μάλιστα ἀφίεται ἀπὸ τοῦ ἄλλου ὀστέου τοῦ ἐναίμου τε καὶ ζῶντος αὐτέου, ἔξαιμόν τε γενόμενον καὶ ξηρὸν τῷ ἐναίμῳ καὶ ζῶντι μάλα ἐφίσταται.

[17] Ὅσα δὲ τῶν ὀστέων ἐσφλᾶται ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτῶν, καταῤῥαγέντα ἢ καὶ διακοπέντα πάνυ εὐρέα, ἀκινδυνότερα τὰ τοιαῦτα γίνεται, ἐπὴν ἡ μῆνιγξ ὑγιὴς ᾖ· καὶ τὰ πλέοσι ῥωγμῇσιν ἐσκαταῤῥαγέντα καὶ εὐρυτέρῃσιν, ἔτι ἀκινδυνότερα καὶ εὐμαρέστερα ἐς τὴν ἀφαίρεσιν γίνεται. Καὶ οὐ χρὴ πρίειν τῶν τοιούτων οὐδὲν, οὐδὲ κινδυνεύειν τὰ ὀστέα πειρώμενον ἀφαιρέειν, πρὶν ἢ αὐτόματα ἐπανίῃ, οἴδεος πρῶτον χαλάσαντος. Ἐπανέρχεται δὲ τῆς σαρκὸς ὑποφυομένης· ὑποφύεται δὲ ἐκ τῆς διπλόης τοῦ ὀστέου καὶ ἐκ τοῦ ὑγιέος, ἢν ἡ ἄνωθεν μοῖρα μούνη σφακελίσῃ. Οὕτω δ᾿ ἂν τάχιστα ἥ τε σὰρξ ὑποφύοιτο καὶ βλαστάνοι, καὶ τὰ ὀστέα ἐπανίοι, εἴ τις τὸ ἕλκος ὡς τάχιστα διάπυον ποιήσας καθαρὸν ποιήσηται. Καὶ ἢν διὰ παντὸς τοῦ ὀστέου ἄμφω αἱ μοῖραι ἐσφλασθῶσιν ἔσω ἐς τὴν μήνιγγα, ἥ τε ἄνω μοίρη τοῦ ὀστέου καὶ ἡ κάτω, ἰητρεύοντι ὡσαύτως τὸ ἕλκος ὑγιὲς τάχιστα ἔσται, καὶ τὰ ὀστέα τάχιστα ἐπάνεισι, τὰ ἐσφλασθέντα ἔσω.

[18] Τῶν δὲ παιδίων τὰ ὀστέα καὶ λεπτότερά ἐστι καὶ μαλθακώτερα διὰ τοῦτο, ὅτι ἐναιμότερά ἐστι, καὶ κοῖλα, καὶ σηραγγώδεα, καὶ οὔτε πυκνὰ, οὔτε στερεά. Καὶ ὑπὸ τῶν βελέων ἴσων τε ἐόντων καὶ ἀσθενεστέρων, καὶ τρωθέντων ὁμοίως τε καὶ ἧσσον, τὸ τοῦ νεωτέρου παιδίου καὶ μᾶλλον καὶ θᾶσσον ὑποπυΐσκεται, ἢ τὸ τοῦ πρεσβυτέρου, καὶ ἐν ἐλάσσονι χρόνῳ· καὶ ὅσα ἂν ἄλλως μέλλῃ ἀποθανεῖσθαι ἐκ τοῦ τρώματος, ὁ νεώτερος τοῦ πρεσβυτέρου θᾶσσον ἀπόλλυται. Ἀλλὰ χρὴ, ἢν ψιλωθῇ τῆς σαρκὸς τὸ ὀστέον, προσέχοντα τὸν νόον, πειρῆσθαι διαγινώσκειν ὅ τι μή ἐστι τοῖσιν ὀφθαλμοῖσιν ἰδεῖν, καὶ γνῶναι εἰ ἔῤῥωγε τὸ ὀστέον καὶ εἰ πέφλασται, ἢ μοῦνον πέφλασται, καὶ εἰ, ἕδρης γενομένης τοῦ βέλεος, πρόσεστι φλάσις, ἢ ῥωγμὴ, ἢ ἄμφω ταῦτα· καὶ ἤν τι τούτων πεπόνθῃ τὸ ὀστέον, ἀφεῖναι τοῦ αἵματος τρυπῶντα τὸ ὀστέον σμικρῷ τρυπάνῳ, φυλασσόμενον ἐπ᾿ ὀλίγον· λεπτότερον γὰρ τὸ ὀστέον, καὶ ἐπιπολαιότερον τῶν νέων ἢ τῶν πρεσβυτέρων.

[19] Ὅστις δὲ μέλλει ἐκ τρωμάτων ἐν κεφαλῇ ἀποθνήσκειν, καὶ μὴ δυνατὸν αὐτὸν ὑγιᾶ γενέσθαι, μηδὲ σωθῆναι, ἐκ τῶνδε τῶν σημείων χρὴ τὴν διάγνωσιν ποιέεσθαι τοῦ μέλλοντος ἀποθνήσκειν, καὶ προλέγειν τὸ μέλλον ἔσεσθαι. Πάσχει γὰρ τάδε· ὁκόταν τις ὀστέον κατεηγὸς, ἢ ἐῤῥωγὸς, ἢ πεφλασμένον, ἢ ὅτῳ γοῦν τρόπῳ κατεηγὸς μὴ ἐννοήσας ἁμάρτῃ, καὶ μήτε ξύσῃ, μήτε πρίσῃ, δεόμενον, μεθῇ δὲ ὡς ὑγιέος ὄντος τοῦ ὀστέου, πρὸ τῶν τεσσαρεσκαίδεκα ἡμερέων πυρετὸς ἐπιλήψεται ὡς ἐπὶ πουλὺ ἐν χειμῶνι· ἐν δὲ τῷ θέρει μετὰ τὰς ἑπτὰ ἡμέρας ὁ πυρετὸς ἐπιλαμβάνει. Καὶ ἐπειδὰν τοῦτο γένηται, τὸ ἕλκος ἄχροον γίνεται· καὶ ἐξ αὐτοῦ ἰχὼρ ῥέει σμικρός· καὶ τὸ φλεγμαῖνον ἐκτέθνηκεν ἐξ αὐτοῦ· καὶ γλισχρῶδες γίνεται, καὶ φαίνεται ὥσπερ τάριχος, χροιὴν πυῤῥὸν, ὑποπέλιον· καὶ τὸ ὀστέον σφακελίζειν τηνικαῦτα ἄρχεται, καὶ γίνεται περκνὸν, λευκὸν ὂν, τελευταῖον δὲ ἔπωχρον γενόμενον ἢ ἔκλευκον. Ὅταν δ᾿ ἤδη ὑπόπυον ᾖ, ἐπὶ τῇ γλώσσῃ φλυκταῖναι γίνονται, καὶ παραφρονέων τελευτᾷ. Καὶ σπασμὸς ἐπιλαμβάνει τοὺς πλείστους τὰ ἐπὶ θάτερα τοῦ σώματος· ἢν μὲν ἐν τῷ ἐπ᾿ ἀριστερὰ τῆς κεφαλῆς ἔχῃ τὸ ἕλκος, τὰ ἐπὶ δεξιὰ τοῦ σώματος ὁ σπασμὸς λαμβάνει· ἢν δ᾿ ἐν τῷ ἐπὶ δεξιὰ τῆς κεφαλῆς ἔχῃ τὸ ἕλκος, τὰ ἐπ᾿ ἀριστερὰ τοῦ σώματος ὁ σπασμὸς ἐπιλαμβάνει. Εἰσὶ δ᾿ οἳ καὶ ἀπόπληκτοι γίνονται. Καὶ οὕτως ἀπόλλυνται πρὸ ἑπτὰ ἡμερέων ἐν θέρει, ἢ τεσσάρων καὶ δέκα ἐν χειμῶνι. Ὁμοίως δὲ τὰ σημεῖα ταῦτα σημαίνει, καὶ ἐν πρεσβυτέρῳ ἐόντι τῷ τρώματι, ἢ καὶ ἐν νεωτέρῳ. Ἀλλὰ χρὴ, εἰ ἐννοοίης τὸν πυρετὸν ἐπιλαμβάνοντα, καὶ τῶν ἄλλων τι σημεῖον τούτῳ προσγενόμενον, μὴ διατρίβειν, ἀλλὰ πρίσαντα τὸ ὀστέον πρὸς τὴν μήνιγγα, ἢ καταξύσαντα τῷ ξυστῆρι (εὔπριστον δὲ γίνεται καὶ εὔξυστον), ἔπειτα τὰ λοιπὰ οὕτως ἰητρεύειν, ὅκως ἂν δοκέῃ ξυμφέρειν, πρὸς τὸ γινόμενον ὁρῶν.

[20] Ὅταν δ᾿ ἐπὶ τρώματι ἐν κεφαλῇ ἀνθρώπου ἢ πεπριωμένου ἢ ἀπριώτου, ἐψιλωμένου δὲ τοῦ ὀστέου, οἴδημα ἐπιγένηται ἐρυθρὸν καὶ ἐρυσιπελατῶδες ἐν τῷ προσώπῳ, καὶ ἐν τοῖσιν ὀφθαλμοῖσιν ἀμφοτέροισιν, ἢ τῷ ἑτέρῳ, καὶ, εἴ τις ἅπτοιτο τοῦ οἰδήματος, ὀδυνῷτο, καὶ πυρετὸς ἐπιλαμβάνοι καὶ ῥῖγος, τὸ δὲ ἕλκος αὐτό τε ἀπὸ τῆς σαρκὸς καλῶς ἔχοι ἰδέσθαι, καὶ τἀπὸ τοῦ ὀστέου, καὶ τὰ περιέχοντα τὸ ἕλκος ἔχοι καλῶς, πλὴν τοῦ οἰδήματος τοῦ ἐν τῷ προσώπῳ, καὶ ἄλλην ἁμαρτάδα μηδεμίαν ἔχοι τὸ οἴδημα τῆς ἄλλης διαίτης, τούτου χρὴ τὴν κάτω κοιλίην ὑποκαθῆραι φαρμάκῳ, ὅ τι χολὴν ἄγει· καὶ οὕτω καθαρθέντος, ὅ τε πυρετὸς ἀφίησι, καὶ τὸ οἴδημα καθίσταται, καὶ ὑγιὴς γίνεται. Τὸ δὲ φάρμακον χρὴ διδόναι πρὸς τὴν δύναμιν τοῦ ἀνθρώπου ὁρῶν, ὡς ἂν ἔχῃ ἰσχύος.

[21] Περὶ δὲ πρίσιος, ὅταν καταλάβῃ ἀνάγκη πρίσαι ἄνθρωπον, ὧδε γινώσκειν· ἢν ἐξ ἀρχῆς λαβὼν τὸ ἴημα πρίῃς, οὐ χρὴ ἐκπρίειν τὸ ὀστέον πρὸς τὴν μήνιγγα αὐτίκα· οὐ γὰρ συμφέρει τὴν μήνιγγα ψιλὴν εἶναι τοῦ ὀστέου ἐπὶ πουλὺν χρόνον κακοπαθοῦσαν, ἀλλὰ τελευτῶσά πη καὶ διεμύδησεν. Ἔστι δὲ καὶ ἕτερος κίνδυνος, ἢν αὐτίκα ἀφαιρέῃς πρὸς τὴν μήνιγγα ἐκπρίσας τὸ ὀστέον, τρῶσαι ἐν τῷ ἔργῳ τῷ πρίονι τὴν μήνιγγα. Ἀλλὰ χρὴ πρίοντα, ἐπειδὰν ὀλίγον πάνυ δέῃ διαπεπρίσθαι, καὶ ἤδη κινέηται τὸ ὀστέον, παύσασθαι πρίοντα, καὶ ἐᾷν ἐπὶ τὸ αὐτόματον ἀποστῆναι τὸ ὀστέον. Ἐν γὰρ τῷ διαπριωτῷ ὀστέῳ καὶ ἐπιλελειμμένῳ τῆς πρίσιος οὐκ ἂν ἐπιγένοιτο κακὸν οὐδέν· λεπτὸν γὰρ τὸ λειπόμενον ἤδη γίνεται. Τὰ δὲ λοιπὰ ἰῆσθαι χρὴ, ὡς ἂν δοκέῃ ξυμφέρειν τῷ ἕλκεϊ. Πρίοντα δὲ χρὴ πυκινὰ ἐξαιρέειν τὸν πρίονα τῆς θερμασίης εἵνεκα τοῦ ὀστέου, καὶ ὕδατι ψυχρῷ ἐναποβάπτειν. Θερμαινόμενος γὰρ ὑπὸ τῆς περιόδου ὁ πρίων, καὶ τὸ ὀστέον ἐκθερμαίνων καὶ ἀναξηραίνων, κατακαίει, καὶ μεῖζον ποιέει ἀφίστασθαι τὸ ὀστέον τὸ περιέχον τὴν πρίσιν, ἢ ὅσον μέλλει ἀφίστασθαι. Καὶ ἢν αὐτίκα βούλῃ ἐκπρῖσαι τὸ πρὸς τὴν μήνιγγα, ἔπειτα ἀφελέειν τὸ ὀστέον, ὡσαύτως χρὴ πυκινά τε ἐξαιρέειν τὸν πρίονα, καὶ ἐναποβάπτειν τῷ ὕδατι τῷ ψυχρῷ. Ἢν δὲ μὴ ἐξ ἀρχῆς λαμβάνῃς τὸ ἴημα, ἀλλὰ παρ᾿ ἄλλου παραδέχῃ ὑστερίζων τῆς ἰήσιος, πρίονι χρὴ χαρακτῷ ἐκπρίειν μὲν αὐτίκα τὸ ὀστέον πρὸς τὴν μήνιγγα, θαμινὰ δὲ ἐξαιρεῦντα τὸν πρίονα σκοπεῖσθαι καὶ ἄλλως καὶ τῇ μήλῃ πέριξ κατὰ τὴν ὁδὸν τοῦ πρίονος. Καὶ γὰρ πουλὺ θᾶσσον διαπρίεται τὸ ὀστέον, ἢν ὑπόπυόν τε ἐὸν ἤδη καὶ διάπυον πρίῃς, καὶ πολλάκις τυγχάνει ἐπιπόλαιον ἐὸν τὸ ὀστέον, ἄλλως τε καὶ ἢν ταύτῃ τῆς κεφαλῆς ᾖ τὸ τρῶμα, ᾗ τυγχάνει λεπτότερον ἐὸν τὸ ὀστέον ἢ παχύτερον. Ἀλλὰ φυλάσσεσθαι χρὴ, ὡς μὴ λάθῃς προσβαλὼν τὸν πρίονα, ἀλλ᾿ ὅπη δοκέῃ παχύτατον εἶναι τὸ ὀστέον, ἐς τοῦτο αἰεὶ ἐνστηρίζειν τὸν πρίονα, θαμινὰ σκοπούμενος, καὶ πειρᾶσθαι ἀνακινέων τὸ ὀστέον ἀναβάλλειν, ἀφελὼν δὲ, τὰ λοιπὰ ἰητρεύειν ὡς ἂν δοκέῃ ξυμφέρειν τῷ ἕλκεϊ. Καὶ ἢν, ἐξ ἀρχῆς λαβὼν τὸ ἴημα, αὐτίκα βούλῃ ἐκπρίσας τὸ ὀστέον ἀφελεῖν ἀπὸ τῆς μήνιγγος, ὡσαύτως χρὴ πυκινά τε σκοπεῖσθαι τῇ μήλῃ τὴν περίοδον τοῦ πρίονος, καὶ ἐς τὸ παχύτατον ἀεὶ τοῦ ὀστέου τὸν πρίονα ἐνστηρίζειν, καὶ ἀνακινέων βούλεσθαι ἀφελέειν τὸ ὀστέον. Ἢν δὲ τρυπάνῳ χρῇ, πρὸς δὲ τὴν μήνιγγα μὴ ἀφικνέεσθαι, ἢν ἐξ ἀρχῆς λαμβάνων τὸ ἴημα τρυπᾷς, ἀλλ᾿ ἐπιλιπεῖν τοῦ ὀστέου λεπτὸν, ὥσπερ καὶ ἐν τῇ πρίσει γέγραπται.


Κατ᾿ Ἰατρεῖον

ΚΑΤ᾿ ΙΗΤΡΕΙΟΝ.

[1] Ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς· ἀπὸ τῶν μεγίστων, ἀπὸ τῶν ῥηΐστων, ἀπὸ τῶν πάντη πάντως γιγνωσκομένων. Ἃ καὶ ἰδεῖν, καὶ θιγεῖν, καὶ ἀκοῦσαι ἔστιν· ἃ καὶ τῇ ὄψει, καὶ τῇ ἁφῇ, καὶ τῇ ἀκοῇ, καὶ τῇ ῥινὶ, καὶ τῇ γλώσσῃ, καὶ τῇ γνώμῃ ἔστιν αἰσθέσθαι· ἃ, οἷς γιγνώσκομεν ἅπασιν, ἔστι γνῶναι.

[2] Τὰ δ᾿ ἐς χειρουργίην κατ᾿ ἰητρεῖον· ὁ ἀσθενέων· ὁ δρῶν· οἱ ὑπηρέται· τὰ ὄργανα· τὸ φῶς· ὅκου· ὅκως· ὅσα· ὅκως· ὅκου τὸ σῶμα, τὰ ἄρμενα· ὁ χρόνος· ὁ τρόπος· ὁ τόπος.

[3] Ὁ δρῶν, ἢ καθήμενος, ἢ ἑστεὼς, ξυμμέτρως πρὸς ἑωυτὸν, πρὸς τὸ χειριζόμενον, πρὸς τὴν αὐγήν. Αὐγέης μὲν οὖν δύο εἴδεα, τὸ μὲν κοινὸν, τὸ δὲ τεχνητόν. Τὸ μὲν οὖν κοινὸν οὐκ ἐφ᾿ ἡμῖν· τὸ δὲ τεχνητὸν, καὶ ἐφ᾿ ἡμῖν. Ὧν ἑκατέρου δισσαὶ χρήσιες, ἢ πρὸς αὐγὴν, ἢ ὑπ᾿ αὐγήν. Ὑπ᾿ αὐγὴν μὲν οὖν ὀλίγη τε ἡ χρῆσις, καταφανής τε ἡ μετριότης. Τὰ δὲ πρὸς αὐγὴν ἐκ τῶν παρεουσέων, ἐκ τῶν ξυμφερουσέων αὐγέων, πρὸς τὴν λαμπροτάτην τρέπειν τὸ χειριζόμενον· πλὴν ὁκόσα λαθεῖν δεῖ, ἢ ὁρῇν αἰσχρόν· οὕτω δὲ τὸ μὲν χειριζόμενον ἐναντίον τῇ αὐγῇ, τὸν δὲ χειρίζοντα, ἐναντίον τῷ χειριζομένῳ, πλὴν ὥστε μὴ ἐπισκοτάζειν· οὕτω γὰρ ἂν ὁ μὲν δρῶν ὁρῴη, τὸ δὲ χειριζόμενον οὐχ ὁρῷτο. Πρὸς ἑωυτὸν δὲ, καθημένῳ πόδες ἐς τὴν ἄνω ἴξιν κατ᾿ ἰθὺ γούνασιν· διάστασιν δὲ, ὀλίγον ξυμβεβῶτες· γούνατα δὲ ἀνωτέρω βουβώνων σμικρὸν, διάστασιν δὲ, ἀγκώνων θέσει καὶ παραθέσει. Ἱμάτιον, εὐσταλέως, εὐκρινέως, ἴσως, ὁμοίως, ἀγκῶσιν, ὤμοισιν. Πρὸς δὲ τὸ χειριζόμενον, τοῦ μὲν πρόσω καὶ ἐγγὺς, καὶ τοῦ ἄνω, καὶ τοῦ κάτω, καὶ ἔνθα ἢ ἔνθα, ἢ μέσον. Τοῦ μὲν πρόσω καὶ ἐγγὺς ὅριον, ἀγκῶνας ἐς μὲν τὸ πρόσθεν γούνατα μὴ ἀμείβειν, ἐς δὲ τὸ ὄπισθεν, πλευράς· τοῦ δὲ ἄνω, μὴ ἀνωτέρω μαζῶν ἄκρας χεῖρας ἔχειν· τοῦ δὲ κάτω, μὴ κατωτέρω, ἢ ὡς τὸ στῆθος ἐπὶ γούνασιν ἔχοντα, ἔχειν ἄκρας χεῖρας ἐγγωνίους πρὸς βραχίονας· τὰ μὲν κατὰ μέσον οὕτως· τὰ δὲ ἔνθα, ἢ ἔνθα, μὴ ἔξω τῆς ἔδρης, κατὰ λόγον δὲ τῆς ἐπιτροφῆς προσβαλλόμενον τὸ σῶμα, καὶ τοῦ σώματος τὸ ἐργαζόμενον. Ἑστεῶτα δὲ, ἰδεῖν μὲν ἐπ᾿ ἀμφοτέρων βεβῶτα ἐξ ἴσου τῶν ποδῶν ἅλις, δρῇν δὲ τῷ ἑτέρῳ ἐπιβεβῶτα, μὴ τῷ κατὰ τὴν δρῶσαν χεῖρα· ὕψος γούνατος πρὸς βουβῶνας, ὡς ἐν ἕδρῃ· καὶ τὰ ἄλλα ὅρια τὰ αὐτά. Ὁ δὲ χειριζόμενος τῷ χειρίζοντι τῷ ἄλλῳ τοῦ σώματος μέρει ὑπηρετείτω, ἢ ἑστεὼς, ἢ καθήμενος, ἢ κείμενος, ὅκως ἂν ῥήϊστα, ὃ δεῖ, σχῆμα ἔχων διατελέῃ, φυλάσσων ὑπόῤῥυσιν, ὑπόστασιν, ἔκτρεψιν, καταντίαν, ὡς ὃ δεῖ, σώζηται καὶ σχῆμα καὶ εἶδος τοῦ χειριζομένου, ἐν παρέξει, ἐν χειρισμῷ, ἐν τῇ ἔπειτα ἕξει.

[4] Ὄνυχας μήτε ὑπερέχειν, μήτε ἐλλείπειν· δακτύλων κορυφῇσι χρῆσις· ἀσκέειν, δακτύλοισι μὲν ἄκροις, τὰ πλεῖστα λιχανῷ πρὸς μέγαν· ὅλῃ δὲ, καταπρηνεῖ· ἀμφοτέρῃσι δὲ, ἐναντίῃσιν· δακτύλων εὐφυΐα, μέγα τὸ ἐν μέσῳ τῶν δακτύλων, καὶ ἀπεναντίον τὸν μέγαν τῷ λιχανῷ. Νοῦσος δὲ δι᾿ ἣν καὶ βλάπτονται, οἷσιν ἐκ γενεῆς ἢ ἐν τροφῇ εἴθισται ὁ μέγας ὑπὸ τῶν ἄλλων δακτύλων κατέχεσθαι, δῆλον. Τὰ ἔργα πάντα ἀσκέειν ἑκατέρῃ δρῶντα, καὶ ἀμφοτέρῃσιν ἅμα (ὅμοιαι γάρ εἰσιν ἀμφότεραι), στοχαζόμενον ἀγαθῶς, καλῶς, ταχέως, ἀπόνως, εὐρύθμως, εὐπόρως.

[5] Ὅργανα μὲν, καὶ ὅτε, καὶ οἵως, εἰρήσεται· ὅκου δεῖ· μὴ ἐμποδὼν τῷ ἔργῳ, μηδὲ ἐμποδὼν τῇ ἀναιρέσει, παρὰ τὸ ἐργαζόμενον δὲ τοῦ σώματος· ἄλλος δὲ ἢν διδῷ, ἕτοιμος ὀλίγῳ πρότερον ἔστω, ποιείτω δὲ, ὅταν κελεύῃς.

[6] Οἱ δὲ περὶ τὸν ἀσθενέοντα τὸ μὲν χειριζόμενον παρεχόντων, ὡς ἂν δοκῇ· τὸ δὲ ἄλλο σῶμα κατεχόντων, ὡς ἂν ἀτρεμέῃ, σιγῶντες, ἀκούοντες τοῦ ἐφεστεῶτος.

[7] Ἐπιδέσιος δύο εἴδεα, εἰργασμένον, καὶ ἐργαζόμενον. Ἐργαζόμενον μὲν, ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως· ταχέως μὲν, ἀνύειν τὰ ἔργα· ἀπόνως δὲ, ῥηϊδίως δρῇν· εὐπόρως δὲ, ἐς πᾶν ἑτοίμως· εὐρύθμως δὲ, ὁρῆσθαι ἡδέως· ἀφ᾿ ὧν δὲ ταῦτα ἀσκημάτων, εἴρηται. Εἰργασμένον δὲ ἀγαθῶς, καλῶς· καλῶς μὲν, ἁπλῶς, εὐκρινέως· ἢ ὅμοια καὶ ἴσα, ἴσως καὶ ὁμοίως· ἢ ἄνισα καὶ ἀνόμοια[, ἀνίσως καὶ ἀνομοίως]· τὰ δὲ εἴδεα, ἁπλοῦν, σκέπαρνον, σιμὸν, ὀφθαλμὸς, ῥόμβος, καὶ ἡμίτομον· ἁρμόζον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τοῦ ἐπιδεομένου.

[8] Ἀγαθὰ δὲ δύο εἴδεα τοῦ ἐπιδεομένου· ἰσχύος μὲν, ἢ πιέξει, ἢ πλήθει ὀθονίων. Τὸ μὲν οὖν, αὕτη ἡ ἐπίδεσις ἰῆται, τὸ δὲ τοῖσιν ἰωμένοισιν ὑπηρετέει. Ἐς μὲν οὖν ταῦτα νόμος· ἐν δὲ τουτέοισι μέγιστα ἐπιδέσιος· πίεξις μὲν, ὥστε τὰ ἐπικείμενα μὴ ἀφεστάναι, μηδὲ ἐρηρεῖσθαι κάρτα, ἀλλὰ ἡρμόσθαι μὲν, προσηναγκάσθαι δὲ μὴ, ἧσσον μὲν τὰ ἔσχατα, ἥκιστα δὲ τὰ μέσα. Ἅμμα, καὶ ῥάμμα νεμόμενον μὴ κάτω, ἀλλ᾿ ἄνω, ἐν παρέξει, καὶ σχέσει, καὶ ἐπιδέσει, καὶ πιέξει. Ἀρχὰς βάλλεσθαι μὴ ἐπὶ τὸ ἕλκος, ἀλλ᾿ ἔνθα τὸ ἅμμα. Τὸ δὲ ἅμμα μήτε ἐν τρίβῳ, μήτε ἐν ἔργῳ, μήτε ἐκεῖσε, ὅκου ἐνεόν. Ἅμμα δὲ καὶ ῥάμμα μαλθακὸν, οὐ μέγα.

[9] Εὖ γε μὴν γνόντα, ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει πᾶς ἐπίδεσμος, οἷον, κεφαλῆς μὲν τὸ ἄνω, κνήμης δὲ τὸ κάτω. Ἐπιδεῖν δεξιὰ ἐπ᾿ ἀριστερὰ, ἀριστερὰ ἐπὶ δεξιὰ, πλὴν τῆς κεφαλῆς· ταύτην δὲ κατ᾿ ἴξιν. Τὰ δ᾿ ὑπεναντία, ἀπὸ δύο ἀρχέων· ἢν δὲ ἀπὸ μιῆς, ἐφ᾿ ὅμοιον ἐς τὸ μόνιμον, οἷον τὸ μέσον τῆς κεφαλῆς, ἢ ὅ τι ἄλλο τοιοῦτον. Τὰ δὲ κινεύμενα, οἷον ἄρθρα, ὅπη μὲν ξυγκάμπτεται, ὡς ἥκιστα, καὶ εὐσταλέστατα περιβάλλειν, οἷον ἰγνύῃ· ὅπη δὲ περιτείνεται, ἁπλᾶ τε καὶ πλατέα, οἷον μύλῃ· προσπεριβάλλειν δὲ καταλήψιος μὲν τῶν περὶ ταῦτα εἵνεκα, ἀναλήψιος δὲ τοῦ ξύμπαντος ἐπιδέσμου, ἐν τοῖσιν ἀτρεμέουσι καὶ λαπαρωτέροισι τοῦ σώματος, οἷον τὸ ἄνω καὶ τὸ κάτω τοῦ γούνατος· ὁμολογέει δὲ ὤμου μὲν ἡ περὶ τὴν ἑτέρην μασχάλην περιβολὴ, βουβῶνος δὲ, ἡ περὶ τὸν ἕτερον κενεῶνα, καὶ κνήμης, ἡ ὑπὲρ γαστροκνημίης. Ὁκόσοισι μὲν ἄνω ἡ φυγὴ, κάτωθεν ἡ ἀντίληψις· οἷσι δὲ κάτω, τοὐναντίον· οἷσι δὲ μὴ ἔστι, οἷον κεφαλῇ, τουτέων ἐν τῷ ὁμαλωτάτῳ τὰς καταλήψιας ποιέεσθαι, καὶ ἥκιστα λοξῷ τῷ ἐπιδέσμῳ χρέεσθαι, ὡς τὸ μονιμώτατον ὕστατον περιβληθὲν τὰ πλανωδέστατα κατέχῃ. Ὁκόσοισι δὲ τοῖσιν ὀθονίοισι μὴ εὐκαταλήπτως, μηδὲ εὐαναλήπτως ἔχει, ῥάμμασι τὰς ἀναλήψιας ποιέεσθαι ἐκ καταβολῆς ἢ ξυῤῥαφῆς.

[10] Ἐπιδέσματα καθαρὰ, κοῦφα, μαλθακὰ, λεπτά. Ἑλίσσειν ἀμφοτέρῃσιν ἅμα, καὶ ἑκατέρῃ χωρὶς ἀσκέειν. Τῇ πρεπούσῃ δὲ, ἐς τὰ πλάτη καὶ τὰ πάχη τῶν μορίων τεκμαιρόμενον, χρέεσθαι. Ἑλίξιος κεφαλαὶ σκληραὶ, ὁμαλαὶ, εὐκρινέες. Τὰ δὲ δὴ μέλλοντα ἀποπίπτειν κακίω ταχέως ἀποπεσόντων· τὰ δὲ, ὡς μήτε πιέζειν, μήτε ἀποπίπτειν.

[11] Ὧν δὲ ἔχεται ἢ ἐπίδεσις, ἢ ὑπόδεσις, ἢ ἀμφότερα· ὑπόδεσις μὲν αἰτίη, ὥστε ἢ ἀφεστεῶτα προστεῖλαι, ἢ ἐκπεπταμένα συστεῖλαι, ἢ ξυνεσταλμένα διαστεῖλαι, ἢ διεστραμμένα διορθῶσαι, ἢ τἀναντία. Παρασκευάζειν δὲ ὀθόνια κοῦφα, λεπτὰ, μαλθακὰ, καθαρὰ, πλατέα, μὴ ἔχοντα ξυῤῥαφὰς, μηδ᾿ ἐξαστίας, καὶ ὑγιέα, ὥστε τάνυσιν φέρειν, καὶ ὀλίγῳ κρέσσω, μὴ ξηρὰ, ἀλλ᾿ ἔγχυμα χυμῷ, ᾧ ἕκαστα ξύντροφα. Ἀφεστεῶτα μὲν, ὥστε τὰ μετέωρα τῆς ἕδρης ψαύειν μὲν, πιέζειν δὲ μή· ἄρχεσθαι δὲ ἐκ τοῦ ὑγιέος, τελευτᾷν δὲ πρὸς τὸ ἕλκος, ὡς τὸ μὲν ὑπεὸν ἐξαθέλγηται, ἕτερον δὲ μὴ ἐπιξυλλέγηται· ἐπιδεῖν τὰ μὲν ὀρθὰ ἐς ὀρθὸν, τὰ δὲ λοξὰ λοξῶς, ἐν σχήματι ἀπόνῳ, ἐν ᾧ μήτε ἀπόσφιγξις, μήτε ἀπόστασις ἔσται τις, ἐξ οὗ, ὅταν μεταλλάσσῃ ἢ ἐς ἀνάληψιν ἢ ἐς θέσιν, οὐ μεταλλάξουσιν, ἀλλ᾿ ὅμοια ταῦτα ἕξουσι, μύες, φλέβες, νεῦρα, ὀστέα, ᾗ μάλιστα εὔθετα καὶ εὔσχετα· ἀναλελάφθαι δὲ, ἢ κέεσθαι ἐν σχήματι ἀπόνῳ τῷ κατὰ φύσιν· ὧν δὲ ἂν ἀποστῇ, τἀναντία. Ὧν δὲ ἐκπεπταμένα ξυστεῖλαι, τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ, ἐκ πολλοῦ δέ τινος δεῖ τὴν ξυναγωγὴν, καὶ ἐκ προσαγωγῆς τὴν πίεξιν, τὸ πρῶτον ἥκιστα, ἔπειτα ἐπὶ μᾶλλον, ὅριον τοῦ μάλιστα τὸ ξυμψαύειν. Ὧν δὲ ξυνεσταλμένα διαστεῖλαι, ξὺν μὲν φλεγμονῇ τἀναντία· ἄνευ δὲ ταύτης, παρασκευῇ μὲν τῇ αὐτῇ, ἐπιδέσει δὲ ἐναντίῃ. Διεστραμμένα δὲ διορθῶσαι, τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά· δεῖ δὲ τὰ μὲν ἀπεληλυθότα ἐπαγαγεῖν ὑποδέσει, παρακολλήσει, ἀναλήψει· τὰ δὲ ἐναντία, ἐναντίως.

[12] Κατήγμασι δὲ, σπληνῶν μήκεα, πλάτεα, πάχεα, πλήθεα· μῆκος, ὅση ἡ ἐπίδεσις· πλάτος τριῶν ἢ τεσσάρων δακτύλων· πάχος, τριπτύχους ἢ τετραπτύχους· πλῆθος, κυκλεῦντας μὴ ὑπερβάλλειν, μηδὲ ἐλλείπειν· οἷσι δὲ ἐς διόρθωσιν, μῆκος, κυκλεῦντα· πλάτος καὶ πάχος τῇ ἐνδείῃ τεκμαίρεσθαι, μὴ ἀθρόα πληρεῦντα. Τῶν δὲ ὀθονίων ὑποδεσμίδες εἰσὶ δύο· τῇ πρώτῃ ἐκ τοῦ σίνεος ἐς τὸ ἄνω τελευτώσῃ, τῇ δὲ δευτέρῃ, ἐκ τοῦ σίνεος ἐς τὸ κάτω, ἐκ τοῦ κάτω ἐς τὸ ἄνω τελευτώσῃ· τὰ κατὰ τὸ σίνος πιέζειν μάλιστα, ἥκιστα τὰ ἄκρα, τὰ δὲ ἄλλα κατὰ λόγον. Ἡ δὲ ἐπίδεσις πουλὺ τοῦ ὑγιέος προσλαμβανέτω. Ἐπιδέσμων δὲ πλῆθος, μῆκος, πλάτος· πλῆθος μὲν, μὴ ἡσσᾶσθαι τοῦ σίνεος, μηδὲ νάρθηξιν ἐνέρεισιν εἶναι, μηδὲ ἄχθος, μηδὲ περίῤῥεψιν, μηδὲ ἐκθήλυνσιν· μῆκος δὲ καὶ πλάτος, τριῶν, ἢ τεσσάρων, ἢ πέντε, ἢ ἓξ, πήχεων μὲν μῆκος, δακτύλων δὲ πλάτος. Καὶ παραιρήματος περιβολαὶ τοσαῦται, ὥστε μὴ πιέζειν· μαλθακὰ δὲ, μὴ παχέα· ταῦτα πάντα, ὡς ἐπὶ μήκει καὶ πλάτει καὶ πάχει τοῦ παθόντος. Νάρθηκες δὲ λεῖοι, ὁμαλοὶ, σιμοὶ κατ᾿ ἄκρα, σμικρῷ μείους ἔνθεν καὶ ἔνθεν τῆς ἐπιδέσιος, παχύτατοι δὲ, ᾗ ἐξήριπε τὸ κάτηγμα Ὁκόσα δὲ κυρτὰ καὶ ἄσαρκα φύσει, φυλασσόμενον τῶν ὑπερεχόντων, οἷον κατὰ δακτύλους ἢ σφυρὰ, ἢ τῇ θέσει, ἢ τῇ βραχύτητι. Παραιρήμασι δὲ ἑρμάζειν, μὴ πιέζειν τὸ πρῶτον. Κηρωτῇ μαλθακῇ, καὶ λείῃ, καὶ καθαρῇ ἑλισσέσθω.

[13] Ὕδατος θερμότης, πλῆθος· θερμότης μὲν, κατὰ τῆς ἑωυτοῦ χειρὸς καταχεῖν· πλῆθος δὲ, χαλάσαι μὲν καὶ ἰσχνῆναι τὸ πλεῖστον, ἄριστον, σαρκῶσαι δὲ καὶ ἁπαλῦναι, τὸ μέτριον· μέτρον δὲ τῆς καταχύσιος, ἔτι μετεωριζομένου, δεῖ, πρὶν ξυμπίπτειν, παύεσθαι· τὸ μὲν γὰρ πρῶτον αἴρεται, ἔπειτα δὲ ἰσχναίνεται.

[14] Θέσις δὲ μαλθακὴ, ὁμαλὴ, ἀνάῤῥοπος τοῖσιν ἐξέχουσι τοῦ σώματος, οἷον πτέρνῃ καὶ ἰσχίῳ, ὡς μήτε ἀνακλᾶται, μήτε ἀποκλᾶται, μήτε ἐκτρέπηται. Σωλῆνα παντὶ τῷ σκέλει, ἢ ἡμίσει· ἐς τὸ πάθος δὲ βλέπειν καὶ τἄλλα ὅσα βλάπτει δῆλα.

[15] Πάρεξις δὲ, καὶ διάτασις, καὶ ἀνάπλασις, καὶ τὰ ἄλλα κατὰ φύσιν. Φύσις δὲ ἐν μὲν ἔργοις, τοῦ ἔργου τῇ πρήξει, ὃ βούλεται, τεκμαρτέον· ἐς δὲ ταῦτα, ἐκ τοῦ ἐλινύοντος, ἐκ τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος· ἐκ μὲν τοῦ ἐλινύοντος καὶ ἀφειμένου, τὰς ἰθυωρίας σκέπτεσθαι, οἷον τὸ τῆς χειρός· ἐκ δὲ τοῦ κοινοῦ, ἔκτασιν, ξύγκαμψιν, οἷον τὸ ἐγγὺς τοῦ ἐγγωνίου πήχεος πρὸς βραχίονα· ἐκ δὲ τοῦ ἔθεος, ὅτι οὐκ ἄλλα σχήματα φέρειν δυνατώτερον, οἷον σκέλεα ἔκτασιν· ἀπὸ τουτέων γὰρ ῥήϊστα πλεῖστον χρόνον ἔχοι ἂν μὴ μεταλλάσσοντα. Ἐν δὲ τῇ μεταλλαγῇ ἐκ διατάσιος ὅμοια ταῦτα ἕξουσιν ἐς ἕξιν ἢ θέσιν μύες, φλέβες, νεῦρα, ὀστέα, ᾗ μάλιστα εὔθετα καὶ εὔσχετα.

[16] Διάτασις μάλιστα, τὰ μέγιστα καὶ πάχιστα, καὶ ὅκου ἀμφότερα· δεύτερα, ὧν τὸ ὑποτεταγμένον· ἥκιστα, ὧν τὸ ἄνω· μᾶλλον δὲ τοῦ μετρίου, βλάβη, πλὴν παιδίων· ἔχειν ἀνάντη σμικρόν. Διορθώσιος παράδειγμα, τὸ ὁμώνυμον, τὸ ὁμόζυγον, τὸ ὅμοιον, τὸ ὑγιές.

[17] Ἀνάτριψις δύναται λῦσαι, δῆσαι, σαρκῶσαι, μινυθῆσαι· ἡ σκληρὴ, δῆσαι· ἡ μαλακὴ, λῦσαι· ἡ πολλὴ, μινυθῆσαι· ἡ μετρίη, παχῦναι.

[18] Ἐπιδεῖν δὲ τὸ πρῶτον· ὁ μὲν ἐπιδεδεμένος μάλιστα φάτω πεπιέχθαι κατὰ τὸ σίνος, ἥκιστα τὰ ἄκρα· ἡρμάσθαι δὲ, μὴ πεπιέχθαι· πλήθει, μὴ ἰσχύϊ· τὴν δὲ ἡμέρην ταύτην καὶ νύκτα, ὀλίγῳ μᾶλλον, τὴν δ᾿ ὑστέρην, ἧσσον· τρίτη, χαλαρά. Εὑρεθήτω δὲ τῇ μὲν ὑστεραίῃ ἐν ἄκροισιν οἴδημα μαλθακόν· τῇ τρίτῃ δὲ τὸ ἐπιδεθὲν λυθὲν, ἰσχνότερον, παρὰ πάσας τὰς ἐπιδέσιας τοῦτο. Τῇ δὲ ὑστεραίῃ ἐπιδέσει, ἢν δικαίως ἐπιδεδεμένον φανῇ, μαθεῖν δεῖ· ἐντεῦθεν δὲ μᾶλλον καὶ ἐπὶ πλέοσι πιεχθήτω· τῇ δὲ τρίτῃ ἐπὶ μᾶλλον καὶ ἐπὶ πλέοσιν. Τῇ δὲ ἑβδόμῃ ἀπὸ τῆς πρώτης ἐπιδέσιος λυθέντα, εὑρεθήτω ἰσχνὰ, χαλαρὰ τὰ ὀστέα. Ἐς δὲ νάρθηκας, δεθέντα, ἢν ἰσχνὰ καὶ ἄκνησμα καὶ ἀνέλκεα ᾖ, ἐᾷν μέχρις εἴκοσιν ἡμερέων ἀπὸ τοῦ σίνεος· ἢν δέ τι ὑποπτεύηται, λῦσαι ἐν τῷ μέσῳ· νάρθηκας διὰ τρίτης ἐρείδειν.

[19] Ἡ ἀνάληψις, ἡ θέσις, ἡ ἐπίδεσις, ὡς ἐν τῷ αὐτῷ σχήματι διαφυλάσσειν. Κεφάλαια σχημάτων, ἔθεα, φύσιες ἑκάστου τῶν μελέων· τὰ εἴδεα, ἐκ τοῦ τρέχειν, ὁδοιπορέειν, ἑστάναι, κατακεῖσθαι, ἐκ τοῦ ἔργου, ἐκ τοῦ ἀφεῖσθαι.

[20] Ὅτι χρῆσις κρατύνει, ἀργίη δὲ τήκει.

[21] Ἡ πίεξις πλήθει, μὴ ἰσχύϊ.

[22] Ὁκόσα δὲ ἐκχυμώματα, ἢ φλάσματα, ἢ σπάσματα, ἢ οἰδήματα ἀφλέγμαντα, ἐξερύεται αἷμα ἐκ τοῦ τρώματος, ἐς μὲν τὸ ἄνω τοῦ σώματος πλεῖστον, βραχὺ δέ τι καὶ ἐς τὸ κάτω· μὴ κατάντη τὴν χεῖρα ἔχοντα, ἢ τὸ σκέλος· τιθέμενον τὴν ἀρχὴν κατὰ τὸ τρῶμα, καὶ μάλιστα ἐρείδοντα, ἥκιστα τὰ ἄκρα, μέσως τὰ διὰ μέσου· τὸ ἔσχατον πρὸς τὰ ἄνω τοῦ σώματος νεμόμενον· ἐπιδέσει, πιέξει· ἀτὰρ καὶ ταῦτα, πλήθει μᾶλλον, ἢ ἰσχύϊ· μάλιστα δὲ τουτέοισιν ὀθόνια λεπτὰ, κοῦφα, μαλθακὰ, καθαρὰ, πλατέα, ὑγιέα, ὡς ἂν ἄνευ ναρθήκων· καὶ καταχύσει χρῆσθαι.

[23] Τὰ δὲ ἐκπτώματα, ἢ στρέμματα, ἢ διαστήματα, ἢ ἀποσπάσματα, ἢ ἀποκλάσματα, ἢ διαστρέμματα, οἷα τὰ κυλλὰ, τὰ ἑτερόῤῥοπα, ὅθεν μὲν ἐξέστη, ξυνδιδόντα, ὅπη δὲ ξυντείνοντα, ὡς ἐς τἀναντία ῥέπῃ, ἐπιδεθέντα, ἢ πρὶν ἐπιδεθῆναι, σμικρῷ μᾶλλον, ἢ ὥστε ἐξ ἴσου εἶναι· καὶ τοῖσιν ἐπιδέσμοισι, καὶ τοῖσι σπλήνεσι, καὶ τοῖσιν ἀναλήμμασι, καὶ τοῖσι σχήμασι, κατατάσει, ἀνατρίψει, διορθώσει, ταῦτα καὶ καταχύσει πλείονι.

[24] Τὰ δὲ μινυθήματα, πουλὺ προσλαμβάνοντα τοῦ ὑγιέος, ἐπιδεῖν ὡς ἂν ἐξ ἐπιδρομῆς τὰ ξυντακέντα πλέον ἢ αὐτὰ ἐμινύθει, ἀλλοίῃ τῇ ἐπιδέσει παραλλάξαντα, ἐκκλίνειν ἐς τὴν αὔξησιν καὶ ἀνάπλασιν τῶν σαρκῶν ποιήσηται. Βέλτιον δὲ καὶ τὸ ἄνωθεν, οἷον κνήμης, καὶ τὸν ἕτερον μηρὸν, καὶ τὸ σκέλος τὸ ὑγιὲς συνεπιδεῖν, ὡς ὁμοιότερον ᾖ, καὶ ὁμοίως ἐλινύῃ, καὶ ὁμοίως τῆς τροφῆς ἀποκλείηται καὶ δέχηται· ὀθονίων πλήθει, μὴ πιέξει· ἀνιέντα πρῶτον τὸ μάλιστα δεόμενον, καὶ ἀνατρίψει χρώμενον σαρκούσῃ, καὶ καταχύσει· ἄνευ ναρθήκων.

[25] Τὰ δὲ ἑρμάσματα καὶ ἀποστηρίγματα, οἷον στήθει, πλευρῇσι, κεφαλῇ, καὶ τοῖσιν ἄλλοισιν, ὅσα τοιαῦτα· τὰ μὲν, σφυγμῶν ἕνεκεν, ὡς μὴ ἐνσείηται· τὰ δὲ, καὶ τῶν διαστασίων τῶν κατὰ τὰς ἁρμονίας ἐν τοῖσι κατὰ τὴν κεφαλὴν ὀστέοισιν, ἐρεισμάτων χάριν· ἐπί τε βηχέων, ἢ πταρμέων, ἢ ἄλλης κινήσιος, οἷα τὰ κατὰ θώρηκα καὶ κεφαλὴν ἀποστηρίγματα γίγνεται. Τουτέων ἁπάντων αἱ αὐταὶ ξυμμετρίαι τῆς ἐπιδέσιος· ᾗ μὲν γὰρ τὰ σίνη, μάλιστα πιέζει· ὑποτιθέναι οὖν μαλθακόν τι ἁρμόζον τῷ πάθει· ἐπιδεῖν δὲ μὴ μᾶλλον πιεζεῦντα, ἢ ὥστε τοὺς σφυγμοὺς μὴ ἐνσείειν, μηδὲ μᾶλλον ἢ ὥστε τῶν διεστηκότων τὰ ἔσχατα τῶν ἁρμονιῶν ψαύειν ἀλλήλων, μηδὲ τὰς βῆχας καὶ τοὺς πταρμοὺς ὥστε κωλύειν, ἀλλ᾿ ὥστε ἀποστήριγμα εἶναι, ὡς μήτε διαναγκάζηται, μήτε ἐνσείηται.


Περὶ Ἀγμῶν (καταγμάτων)

ΠΕΡΙ ΑΓΜΩΝ.

[1] Ἐχρῆν τὸν ἰητρὸν τῶν ἐκπτωσίων τε καὶ κατηγμάτων ὡς ἰθυτάτας τὰς κατατάσιας ποιέεσθαι· αὕτη γὰρ ἡ δικαιοτάτη φύσις. Ἢν δέ τι ἐγκλίνῃ ἢ τῇ ἢ τῇ, ἐπὶ τὸ πρηνὲς ῥέπειν· ἐλάσσων γὰρ ἡ ἁμαρτὰς ἢ ἐπὶ τὸ ὕπτιον. Οἱ μὲν οὖν μηδὲν προβουλεύσαντες οὐδὲν ἐξαμαρτάνουσιν ὡς ἐπὶ τὸ πουλύ· αὐτὸς γὰρ ὁ ἐπιδεόμενος τὴν χεῖρα ἀπορέγει, οὕτως ὑπὸ τῆς δικαίης φύσιος ἀναγκαζόμενος· οἱ δὲ ἰητροὶ σοφιζόμενοι δῆθεν ἐστὶν οἳ ἁμαρτάνουσιν. Σπουδὴ μὲν οὐ πολλὴ χεῖρα κατεαγυῖαν χειρίσαι, καὶ παντὸς δὲ ἰητροῦ, ὡς ἔπος εἰπεῖν· ἀναγκάζομαι δ᾿ ἐγὼ πλείω γράφειν περὶ αὐτέου, ὅτι οἶδα ἰητροὺς σοφοὺς δόξαντας εἶναι ἀπὸ σχημάτων χειρὸς ἐν ἐπιδέσει, ἀφ᾿ ὧν ἀμαθέας αὐτέους ἐχρῆν δοκέειν εἶναι. Ἄλλα γὰρ πολλὰ οὕτω ταύτης τῆς τέχνης κρίνεται· τὸ γὰρ ξενοπρεπὲς οὔπω ξυνιέντες εἰ χρηστὸν, μᾶλλον ἐπαινέουσιν, ἢ τὸ ξύνηθες, ὃ ἤδη οἴδασιν ὅτι χρηστὸν, καὶ τὸ ἀλλόκοτον, ἢ τὸ εὔδηλον. Ῥητέον οὖν ὁκόσας ἐθέλω τῶν ἁμαρτάδων τῶν ἰητρῶν, τὰς μὲν ἀποδιδάξαι, τὰς δὲ διδάξαι περὶ τῆς φύσιος τῆς χειρός· καὶ γὰρ ἄλλων ὀστέων τῶν κατὰ τὸ σῶμα δίδαγμα ὅδε ὁ λόγος ἐστίν.

[2] Τὴν μὲν οὖν χεῖρα, περὶ οὗ ὁ λόγος, ἔδωκέ τις ἐπιδῆσαι, πρηνέα ποιήσας· ὁ δ᾿ ἠνάγκαζεν οὕτως ἔχειν, ὥς περ οἱ τοξεύοντες, ἐπὴν τὸν ὦμον ἐμβάλλωσι, καὶ οὕτως ἔχουσαν ἐπέδει, νομίζων ἑωυτῷ εἶναι τοῦτο αὐτέῃ τὸ κατὰ φύσιν· καὶ μαρτύριον ἐπήγετο τά τε ὀστέα ἅπαντα τὰ ἐν τῷ πήχει, ὅτι ἰθυωρίην κατάλληλα εἶχε, τήν τε ὁμοχροίην, ὅτι αὐτὴ καθ᾿ ἑωυτὴν τὴν ἰθυωρίην ἔχει οὕτω καὶ ἐκ τοῦ ἔξωθεν μέρεος καὶ ἐκ τοῦ ἔσωθεν· οὕτω δὲ ἔφη καὶ τὰς σάρκας καὶ τὰ νεῦρα πεφυκέναι, καὶ τὴν τοξικὴν ἐπήγετο μαρτύριον. Ταῦτα λέγων καὶ ταῦτα ποιέων, σοφὸς ἐδόκεεν εἶναι· τῶν δὲ ἄλλων τεχνέων ἐπελελήθει, καὶ ὁκόσα ἰσχύϊ ἐργάζονται, καὶ ὁκόσα τεχνήμασιν, οὐκ εἰδὼς ὅτι ἄλλο ἐν ἄλλῳ τὸ κατὰ φύσιν σχῆμά ἐστιν, καὶ ἐν τῷ αὐτέῳ ἔργῳ ἕτερα τῆς δεξιῆς χειρὸς σχήματα κατὰ φύσιν ἐστὶ, καὶ ἕτερα τῆς ἀριστερῆς, ἢν οὕτω τύχῃ. Ἄλλο μὲν γὰρ σχῆμα ἐν ἀκοντισμῷ κατὰ φύσιν, ἄλλο δὲ ἐν σφενδονήσει, ἄλλο δὲ ἐν λιθοβολίῃσιν, ἄλλο ἐν πυγμῇ, ἄλλο ἐν τῷ ἐλινύειν. Ὁκόσας δ᾿ ἄν τις τέχνας εὕροι, ἐννοέοι οὐ τὸ αὐτὸ σχῆμα τῶν χειρέων κατὰ φύσιν εἶναι ἐν ἑκάστῃ τῶν τεχνέων· ἀλλὰ πρὸς τὸ ἄρμενον ὃ ἂν ἔχῃ ἕκαστος, καὶ πρὸς τὸ ἔργον ὃ ἂν ἐπιτελέσασθαι θέλῃ, σχηματίζονται αἱ χεῖρες. Τοξικὴν δὲ ἀσκέοντι εἰκὸς τοῦτο τὸ σχῆμα κράτιστον εἶναι τῆς ἑτέρης χειρός· τοῦ γὰρ βραχίονος τὸ γιγγλυμοειδὲς, ἐν τῇ τοῦ πήχεος βαθμίδι ἐν τουτέῳ τῷ σχήματι ἐρεῖδον, ἰθυωρίην ποιέει τοῖσιν ὀστέοισι τοῦ πήχεος καὶ τοῦ βραχίονος, ὡς εἰ ἓν εἴη τὸ πᾶν· καὶ ἡ ἀνάκλασις τοῦ ἄρθρου κέκλασται ἐν τουτέῳ τῷ σχήματι. Εἰκὸς μὲν οὖν οὕτως ἀκαμπτότατόν τε καὶ τετανώτατον εἶναι τὸ χωρίον, καὶ μὴ ἡσσᾶσθαι, μηδὲ ξυνδιδόναι, ἑλκομένης τῆς νευρῆς ὑπὸ τῆς δεξιῆς χειρός· καὶ οὕτως ἐπὶ πλεῖστον μὲν τὴν νευρὴν ἑλκύσει, ἀφήσει δὲ ἀπὸ στερεωτάτου καὶ ἀθροωτάτου· ἀπὸ τῶν τοιουτέων γὰρ ἀφεσίων τῶν τοξευμάτων, ταχεῖαι καὶ αἱ ἰσχύες καὶ τὰ μήκεα γίνονται. Ἐπιδέσει δὲ καὶ τοξικῇ οὐδὲν κοινόν. Τοῦτο μὲν γὰρ, εἰ ἐπιδήσας ἔχειν τὴν χεῖρα οὕτως ἐκέλευε, πόνους ἂν ἄλλους πολλοὺς προσετίθει μείζονας τοῦ τρώματος· τοῦτο δ᾿, εἰ ξυγκάμψαι ἐκέλευεν, οὔτε τὰ ὀστέα, οὔτε τὰ νεῦρα, οὔτε αἱ σάρκες ἔτι ἐν τῷ αὐτέῳ ἐγίνοντο, ἀλλὰ ἄλλῃ μετεκοσμεῖτο, κρατέοντα τὴν ἐπίδεσιν· καὶ τί ὄφελός ἐστι τοξικοῦ σχήματος; Καὶ ταῦτα ἴσως οὐκ ἂν ἐξημάρτανε σοφιζόμενος, εἰ εἴα τὸν τετρωμένον αὐτὸν τὴν χεῖρα παρασχέσθαι.

[3] Ἄλλος δ᾿ αὖ τις τῶν ἰητρῶν ὑπτίην τὴν χεῖρα δοὺς, οὕτω κατατείνειν ἐκέλευε, καὶ οὕτως ἔχουσαν ἐπέδει, τοῦτο νομίζων τὸ κατὰ φύσιν εἶναι, τῷ τε χροῒ σημαινόμενος, καὶ τὰ ὀστέα νομίζων κατὰ φύσιν εἶναι οὕτως, ὅτι φαίνεται τὸ ἐξέχον ὀστέον τὸ παρὰ τὸν καρπὸν, ᾗ ὁ σμικρὸς δάκτυλος, κατ᾿ ἰθυωρίην εἶναι τοῦ ὀστέου ἀφ᾿ ὁτέου τὸν πῆχυν οἱ ἄνθρωποι μετρέουσιν. Ταῦτα τὰ μαρτύρια ἐπήγετο, ὅτι κατὰ φύσιν οὕτως ἔχει, καὶ ἐδόκεεν εὖ λέγειν. Ἀλλὰ τοῦτο μὲν, εἰ ὑπτίη ἡ χεὶρ κατατείνοιτο, ἰσχυρῶς πονοίη ἄν· γνοίη δ᾿ ἄν τις τὴν ἑωυτοῦ χεῖρα κατατείνας, ὡς ἐπώδυνον τὸ σχῆμα. Ἐπεὶ καὶ ἀνὴρ ἥσσων κρέσσονα διαλαβὼν οὕτως εὖ τῇσιν ἑωυτοῦ χερσὶν, ὡς κλᾶται ὁ ἄγκων ὕπτιος, ἄγοι ἂν ὅπῃ ἐθέλοι· οὔτε γὰρ εἰ ξίφος ἐν ταύτῃ τῇ χειρὶ ἔχοι, ἔχοι ἂν ὅ τι χρήσαιτο τῷ ξίφει, οὕτω βίαιον τοῦτο τὸ σχῆμά ἐστιν. Τοῦτο δὲ, εἰ ἐπιδήσας τις ἐν τουτέῳ τῷ σχήματι ἐῴη, μέζων μὲν πόνος, εἰ περιίοι, μέγας δὲ καὶ εἰ κατακέοιτο. Τοῦτο δὲ, εἰ ξυγκάμψει τὴν χεῖρα, ἀνάγκη πᾶσα τούς τε μύας καὶ τὰ ὀστέα ἄλλο σχῆμα ἔχειν. Ἠγνόει δὲ καὶ τάδε τὰ ἐν τῷ σχήματι χωρὶς τῆς ἄλλης λύμης· τὸ γὰρ ὀστέον τὸ παρὰ τὸν καρπὸν ἐξέχον, τὸ κατὰ τὸν σμικρὸν δάκτυλον, τοῦτο μὲν τοῦ πήχεός ἐστιν· τὸ δ᾿ ἐν τῇ ξυγκάμψει ἐὸν, ἀφ᾿ ὅτευ τὸν πῆχυν οἱ ἄνθρωποι μετρέουσι, τοῦτο δὴ τοῦ βραχίονος ἡ κεφαλή ἐστιν. Ὁ δὲ ᾤετο τωὐτὸ ὀστέον εἶναι τοῦτό τε κἀκεῖνο, πολλοὶ δὲ καὶ ἄλλοι· ἔστι δ᾿ ἐκείνῳ τῷ ὀστέῳ τωὐτὸ ὁ ἄγκων καλεόμενος, ᾧ ποτὶ στηριζόμεθα. Οὕτως οὖν ὑπτίην ἔχοντι τὴν χεῖρα, τοῦτο μὲν, τὸ ὀστέον διεστραμμένον φαίνεται· τοῦτο δὲ, τὰ νεῦρα τὰ ἀπὸ τοῦ καρποῦ τείνοντα ἐκ τοῦ εἴσω μέρεος καὶ ἀπὸ τῶν δακτύλων, ταῦτα ὑπτίην ἔχοντι τὴν χεῖρα διεστραμμένα γίνεται· τείνει τε γὰρ ταῦτα τὰ νεῦρα πρὸς τὸ τοῦ βραχίονος ὀστέον, ὅθεν ὁ πῆχυς μετρεῖται. Αὗται τοσαῦται καὶ τοιαῦται αἱ ἁμαρτάδες καὶ ἄγνοιαι τῆς φύσιος τῆς χειρός. Εἰ δ᾿, ὡς ἐγὼ κελεύω, χεῖρα κατεαγυῖαν κατατείνοι τις, ἐπιστρέψει μὲν τὸ ὀστέον ἐς ἰθὺ, τὸ κατὰ τὸν σμικρὸν δάκτυλον, τὸ ἐς τὸν ἀγκῶνα τεῖνον, ἰθυωρίην δὲ ἕξει τὰ νεῦρα τὰ ἀπὸ τοῦ καρποῦ πρὸς τοῦ βραχίονος τὰ ἄκρα τείνοντα· ἀναλαμβανομένη δὲ ἡ χεὶρ ἐν παραπλησίῳ σχήματι ἔσται, ἐν ᾧ περ καὶ ἐπιδεομένη, ἄπονος μὲν ὁδοιπορέοντι, ἄπονος δὲ κατακειμένῳ καὶ ἀκάματος. Καθίννυσθαι δὲ χρὴ τὸν ἄνθρωπον οὕτως, ὅκως ᾖ τὸ ἐξέχον τοῦ ὀστέου πρὸς τὴν λαμπροτάτην τῶν παρεουσέων αὐγέων, ὡς μὴ λάθῃ τὸν χειρίζοντα ἐν τῇ κατατάσει, εἰ ἱκανῶς ἐξίθυνται. Τοῦ γε μὴν ἐμπείρου οὐδ᾿ ἂν τὴν χεῖρα λάθοι ἐπαγομένην τὸ ἐξέχον· ἀτὰρ καὶ ἀλγέει μάλιστα κατὰ τὸ ἐξέχον ψαυόμενον.

[4] Τῶν δὲ ὀστέων τοῦ πήχεος, ὧν μὴ ἀμφότερα κατέηγε, ῥᾴων ἡ ἴησις, ἢν τὸ ἄνω ὀστέον τετρωμένον ἔῃ, καί περ παχύτερον ἐόν· ἅμα μὲν ὅτι τὸ ὑγιὲς ὑποτεταμένον γίνεται ἀντὶ θεμελίου, ἅμα δ᾿ ὅτι εὐκρυπτότερον γίνεται, πλὴν εἰ τὸ ἐγγὺς τοῦ καρποῦ· παχείη γὰρ ἡ τῆς σαρκὸς ἐπίφυσις ἡ ἐπὶ τὸ ἄνω. Τὸ δὲ κάτω ὀστέον ἄσαρκον, καὶ οὐκ εὐξύγκρυπτον, καὶ κατατάσιος ἰσχυροτέρης δέεται. Ἢν δὲ μὴ τοῦτο ξυντριβῇ, ἀλλὰ τὸ ἕτερον, φαυλοτέρη ἡ κατάτασις ἀρκέει· ἢν δὲ ἀμφότερα κατεηγῇ, ἰσχυροτάτης κατατάσιος δεῖται· παιδίου μὲν γὰρ ἤδη εἶδον καταταθέντα μᾶλλον ἢ ὡς ἔδει, οἱ δὲ πλεῖστοι ἧσσον τείνονται ἢ ὡς δεῖ. Χρὴ δ᾿, ἐπὴν τείνωσι, τὰ θέναρα προσβάλλοντα διορθοῦν· ἔπειτα χρίσαντα κηρωτῇ μὴ πάνυ πουλλῇ, ὡς μὴ περιπλέῃ τὰ ἐπιδέσματα, οὕτως ἐπιδεῖν, ὅκως μὴ κατωτέρω ἄκρην τὴν χεῖρα ἕξει τοῦ ἀγκῶνος, ἀλλὰ σμικρῷ τινι ἀνωτέρω, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἐπιῤῥέῃ, ἀλλὰ ἀπολαμβάνηται· ἔπειτα ἐπιδεῖν τῷ ὀθονίῳ, τὴν ἀρχὴν βαλλόμενος κατὰ τὸ κάτηγμα· ἐρείδων μὲν οὖν, μὴ πιέζων δὲ κάρτα. Ἐπὴν δὲ περιβάλλῃ κατὰ τωὐτὸ δὶς ἢ τρὶς, ἐπὶ τὸ ἄνω νεμέσθω ἐπιδέων, ἵνα αἱ ἐπιῤῥοαὶ τοῦ αἵματος ἀπολαμβάνωνται, καὶ τελευτησάτω κεῖθι· χρὴ δὲ μὴ μακρὰ εἶναι τὰ πρῶτα ὀθόνια. Τῶν δὲ δευτέρων ὀθονίων, τὴν μὲν ἀρχὴν βάλλεσθαι ἐπὶ τὸ κάτηγμα· περιβαλὼν δὲ ἅπαξ ἐς τωὐτὸ, ἔπειτα νεμέσθω ἐς τὸ κάτω, καὶ ἐπὶ ἧσσον πιέζων, καὶ ἐπὶ μέζον διαβιβάσκων, ὡς ἂν αὐτὸ ἱκανὸν γένηται τὸ ὀθόνιον ἀναπαλινδρομῆσαι κεῖθι, ἵνα περ τὸ ἕτερον ἐτελεύτησεν. Ἐνταῦθα μὲν οὖν τὰ ὀθόνια ἐπ᾿ ἀριστερὰ ἢ ἐπὶ δεξιὰ ἐπιδεδέσθω ἢ ἐπὶ ὁκότερα ἂν ξυμφέρῃ πρὸς τὸ σχῆμα τοῦ κατεηγότος, καὶ ἐφ᾿ ὁκότερα ἂν περιῤῥέπειν ξυμφέρῃ. Μετὰ δὲ ταῦτα, σπλῆνας κατατείνειν χρὴ κεχρισμένους κηρωτῇ ὀλίγῃ· καὶ γὰρ προσηνέστερον καὶ εὐθετώτερον· ἔπειτα οὕτως ἐπιδεῖν τοῖσιν ὀθονίοισιν ὡς ἐναλλὰξ, ὁτὲ μὲν ἐπὶ δεξιὰ, ὁτὲ δὲ ἐπ᾿ ἀριστερά· καὶ τὰ μὲν πλείω κάτωθεν ἀρχόμενος, ἐς τὸ ἄνω ἄγειν, ἔστι δ᾿ ὅτε καὶ ἄνωθεν ἐς τὸ κάτω. Τὰ δὲ ὑπόξηρα ἀκέεσθαι τοῖσι σπλήνεσι κυκλεῦντα· τῷ δὲ πλήθει τῶν περιβολέων μὴ πᾶν ἀθρόον ξυνδιορθοῦντα, ἀλλὰ κατὰ μέρος· περιβάλλειν δὲ χρὴ χαλαρὰ καὶ περὶ τὸν καρπὸν τῆς χειρὸς, ἄλλοτε καὶ ἄλλοτε. Πλῆθος δὲ τῶν ὀθονίων ἱκανὸν τὸ πρῶτον, αἱ δύο μοῖραι.

[5] Σημεῖα δὲ τοῦ καλῶς ἰητρευμένου ταῦτα, καὶ ὀρθῶς ἐπιδεομένου, εἰ ἐρωτῴης αὐτὸν εἰ πεπίεκται, καὶ εἰ φαίη μὲν πεπιέχθαι, ἡσύχως δὲ, καὶ μάλιστα εἰ κατὰ τὸ κάτηγμα φαίη· τοιαῦτα τοίνυν φάναι χρὴ πεπρηγμένα διὰ τέλεος τὸν ὀρθῶς ἐπιδεόμενον. Σημεῖα δὲ ταῦτα τῆς μετριότητος, τὴν μὲν ἡμέρην ἣν ἂν ἐπιδεθῇ, καὶ τὴν νύκτα δοκείτω αὐτὸς ἑωυτῷ μὴ ἐπὶ ἧσσον πεπιέχθαι, ἀλλ᾿ ἐπὶ μᾶλλον· τῇ δ᾿ ὑστεραίῃ οἰδημάτιον ἐλθεῖν ἐς χεῖρα ἄκρην μαλθακόν· μετριότητος γὰρ σημεῖον τῆς πιέξιός σου. Τελευτώσης δὲ τῆς ἡμέρης, ἐπὶ ἧσσον δοκείτω πεπιέχθαι· τῇ δὲ τρίτῃ, χαλαρά σοι δοκείτω εἶναι τὰ ἐπιδέσματα. Κἢν μέν τι τούτων τῶν εἰρημένων ἐλλείπῃ, γινώσκειν χρὴ ὅτι χαλαρωτέρη ἡ ἐπίδεσις τοῦ μετρίου· ἢν δέ τι τῶν εἰρημένων πλεονάζῃ, χρὴ γινώσκειν ὅτι μᾶλλον ἐπιέχθη τοῦ μετρίου· καὶ τουτέοισι σημαινόμενος, τὸ ὕστερον ἐπιδέων, ἢ χαλᾷν μᾶλλον, ἢ πιέζειν. Ἀπολύσαντα δὲ χρὴ τριταῖον ἐόντα, κατατεινάμενον καὶ διορθωσάμενον, αὖθις ἐπιδῆσαι· κἢν μετρίως τὸ πρῶτον τετυχήκῃς ἐπιδήσας, ταύτην τὴν ἐπίδεσιν χρὴ ὀλίγῳ μᾶλλον ἢ ἐκείνην πιέσαι. Βάλλεσθαι δὲ χρὴ τὰς ἀρχὰς κατὰ τὸ κάτηγμα, ὥσπερ καὶ τὸ πρότερον· ἢν μὲν γὰρ τοῦτο πρότερον ἐπιδέῃς, ἐξειρύαται ἐκ τούτου οἱ ἰχῶρες ἐς τὰς ἐσχατιὰς ἔνθα καὶ ἔνθα· ἢν δέ τι ἄλλο πρότερον πιέζῃς, ἐς τοῦτο ἐξειρύαται ἐκ τοῦ πιεχθέντος· ἐς πολλὰ δ᾿ εὔχρηστον τὸ ξυνιέναι. Οὕτως οὖν ἄρχεσθαι μὲν αἰεὶ χρὴ τὴν ἐπίδεσιν καὶ τὴν πίεξιν ἐκ τουτέου τοῦ χωρίου, τὰ δ᾿ ἄλλα κατὰ λόγον, ὡς προσωτέρω ἀπὸ τοῦ κατήγματος ἀγάγῃς, ἐπὶ ἧσσον τὴν πίεξιν ποιέεσθαι. Χαλαρὰ δὲ παντάπασι μηδέποτε περιβάλλειν, ἀλλὰ προσπεπτωκότα. Ἔπειτα δὲ πλείοσιν ὀθονίοισι χρὴ ἐπιδεῖν ἑκάστην τῶν ἐπιδεσίων. Ἐρωτώμενος δὲ φάτω ὀλίγῳ μᾶλλόν οἱ πεπιέχθαι, ἢ τὸ πρότερον, καὶ μάλιστα φάτω κατὰ τὸ κάτηγμα, καὶ τὰ ἄλλα δὲ κατὰ λόγον· καὶ ἀμφὶ τῷ οἰδήματι, καὶ ἀμφὶ τῷ πονέειν, καὶ ἀμφὶ τῷ ῥῃΐζειν, κατὰ λόγον τῆς προτέρης ἐπιδέσιος γινέσθω. Ἐπὴν δὲ τριταῖος ᾖ, χαλαρώτερά οἱ δοκείτω εἶναι τὰ ἐπιδέσματα. Ἔπειτα ἀπολύσαντα χρὴ αὖθις ἐπιδῆσαι, ὀλίγῳ μᾶλλον πιέζοντα, καὶ ἐν πᾶσι τοῖσιν ὀθονίοισιν οἷσί περ ἤμελλεν ἐπιδεῖσθαι· καὶ ἔπειτα αὐτὸν πάντα ταῦτα καταλαβέτω, ἅπερ καὶ ἐν τῇσι πρώτῃσι περιόδοισι τῶν ἐπιδεσίων.

[6] Ἐπὴν δὲ τριταῖος γένηται, ἑβδομαῖος δὲ ἀπὸ τῆς πρώτης ἐπιδέσιος, ἢν ὀρθῶς ἐπιδέηται, τὸ μὲν οἴδημα ἐν ἄκρῃ τῇ χειρὶ ἔσται, οὐδὲ τοῦτο λίην μέγα· τὸ δ᾿ ἐπιδεόμενον χωρίον ἐν πάσῃσι τῇσιν ἐπιδέσεσιν ἐπὶ τὸ λεπτότερον καὶ ἰσχνότερον εὑρεθήσεται, ἐν δὲ τῇ ἑβδόμῃ καὶ πάνυ λεπτὸν, καὶ τὰ ὀστέα τὰ κατεηγότα ἐπὶ μᾶλλον κινεύμενα καὶ εὐπαράγωγα ἐς κατόρθωσιν. Καὶ ἢν ᾖ ταῦτα τοιαῦτα, κατορθωσάμενον χρὴ ἐπιδῆσαι ὡς ἐς νάρθηκας, ὀλίγῳ μᾶλλον πιέσαντα, ἢ τὸ πρότερον, ἢν μὴ πόνος τις πλείων ᾖ ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρί. Ἐπὴν δὲ ἐπιδήσῃς τοῖσιν ὀθονίοισι, τοὺς νάρθηκας περιθεῖναι χρὴ καὶ περιλαβεῖν ἐν τοῖσι δεσμοῖσιν ὡς χαλαρωτάτοισιν, ὁκόσον ἠρεμέειν, ὥστε μηδὲν ξυμβάλλεσθαι ἐς τὴν πίεξιν τῆς χειρὸς τὴν τῶν ναρθήκων πρόσθεσιν. Μετὰ δὲ ταῦτα, ὅ τε πόνος, αἵ τε ῥᾳστῶναι αἱ αὐταὶ γινέσθωσαν, αἵ περ καὶ ἐν τῇσι πρώτῃσι περιόδοισι τῶν ἐπιδεσίων. Ἐπὴν δὲ τριταῖος ἐὼν φῇ χαλαρὸν εἶναι, τότ᾿ ἔπειτα χρὴ τοὺς νάρθηκας ἐρείσασθαι, μάλιστα μὲν κατὰ τὸ κάτηγμα, ἀτὰρ καὶ τἄλλα, κατὰ λόγον, ᾗπερ καὶ ἡ ἐπίδεσις ἐχάλα μᾶλλον ἢ ἐπίεζεν. Παχύτατον δὲ χρὴ εἶναι τὸν νάρθηκα, ᾗ ἐξέστη τὸ κάτηγμα, μὴ μὴν πολλῷ. Ἐπιτηδεύειν δὲ χρὴ μάλιστα μὲν κατ᾿ ἰθυωρίην τοῦ μεγάλου δακτύλου, ὡς μὴ κείσηται ὁ νάρθηξ, ἀλλὰ τῇ ἢ τῇ, μηδὲ κατὰ τὴν τοῦ σμικροῦ ἰθυωρίην ᾗ τὸ ὀστέον ὑπερέχει ἐν τῷ καρπῷ, ἀλλὰ τῇ ἢ τῇ. Ἢν δὲ ἄρα πρὸς τὸ κάτηγμα ξυμφέρῃ κεῖσθαι κατὰ ταῦτά τινας τῶν ναρθήκων, βραχυτέρους αὐτοὺς χρὴ τῶν ἄλλων ποιέειν, ὡς μὴ ἐξικνέωνται πρὸς τὰ ὀστέα τὰ ὑπερέχοντα παρὰ τὸν καρπόν· κίνδυνος γὰρ ἑλκώσιος, καὶ νεύρων ψιλώσιος. Χρὴ δὲ διὰ τρίτης ἐρείδειν τοῖσι νάρθηξι πάνυ ἡσυχῇ, οὕτω τῇ γνώμῃ ἔχοντα, ὡς οἱ νάρθηκες φυλακῆς εἵνεκα τῆς ἐπιδέσιος προσκέονται, ἀλλ᾿ οὐ τῆς πιέξιος εἵνεκεν ἐπιδέδενται.

[7] Ἢν μὲν οὖν εὖ εἰδῇς ὅτι ἱκανῶς τὰ ὀστέα ἀπίθυνται ἐν τῇσι προτέρῃσιν ἐπιδέσεσι, καὶ μήτε κνησμοί τινες λυπέωσι, μήτε τις ἕλκωσις μηδεμία ὑποπτεύηται εἶναι, ἐᾷν χρὴ ἐπιδεδέσθαι ἐν τοῖσι νάρθηξιν, ἔστ᾿ ἂν ὑπὲρ εἴκοσιν ἡμέρας γίνηται. Ἐν τριήκοντα δὲ μάλιστα τῇσι ξυμπάσῃσι κρατύνεται ὀστέα τὰ ἐν τῷ πήχει τὸ ἐπίπαν· ἀτρεκὲς δὲ οὐδέν· μάλα γὰρ καὶ φύσις φύσιος, καὶ ἡλικίη ἡλικίης διαφέρει. Ἐπὴν δὲ λύσῃς, ὕδωρ θερμὸν καταχέαι χρὴ, καὶ μετεπιδῆσαι, ἧσσον μὲν ὀλίγῳ πιέσαντα, ἢ τὸ πρόσθεν, ἐλάσσοσι δὲ τοῖσιν ὀθονίοισιν, ἢ τὸ πρότερον· καὶ ἔπειτα διὰ τρίτης ἡμέρης λύσαντα ἐπιδεῖν, ἐπὶ μὲν ἧσσον πιέζοντα, ἐπὶ δὲ ἐλάσσοσι τοῖσιν ὀθονίοισιν. Ἐπὴν δὲ, ὅταν τοῖσι νάρθηξι δεθῇ, ὑποπτεύῃς τὰ ὀστέα μὴ ὀρθῶς κεῖσθαι, ἢ ἄλλο τι ὀχλέῃ τὸν τετρωμένον, λῦσαι ἐν τῷ ἡμίσει τοῦ χρόνου, ἢ ὀλίγῳ πρόσθεν, καὶ αὖθις μετεπιδῆσαι. Δίαιτα δὲ τουτέοισιν, οἷσιν ἂν μὴ ἕλκεα ἐξ ἀρχῆς γένηται, ἢ ὀστέα ἔξω ἐξίσχῃ, ἀρκέει ὑποφαύλη· ἐνδεέστερον δὲ χρὴ διαιτᾷν ἄχρις ἡμερέων δέκα, ἅτε ἤδη καὶ ἐλινύοντας· καὶ ὄψοισιν ἁπαλοῖσι χρῆσθαι, ὁκόσα τῇ διεξόδῳ μετριότητα παρασχήσει· οἴνου δὲ καὶ κρεηφαγίης ἀπέχεσθαι· ἔπειτα μέντοι ἐκ προσαγωγῆς ἀνακομίζεσθαι. Οὗτος ὁ λόγος ὥσπερ νόμος κεῖται δίκαιος περὶ κατηγμάτων ἰήσιος, ὥστε χειρίζειν χρὴ, καὶ ὥστε ἀποβαίνει ἀπὸ τῆς δικαίης χειρίξιος· ὅ τι δ᾿ ἂν μὴ οὕτως ἀποβαίνῃ, εἰδέναι χρὴ ὅτι ἐν τῇ χειρίξει τι ἐνδεὲς πεποίηται, ἢ πεπλεόνασται. Ἔτι δὲ τάδε χρὴ προσξυνιέναι ἐν τούτῳ τῷ ἁπλῷ τρόπῳ, ἃ οὐ κάρτα ἐπιμελέονται οἱ ἰητροὶ, καίτοι πᾶσαν μελέτην καὶ πᾶσαν ἐπίδεσιν οἷά τε διαφθείρειν ἐστὶ, μὴ ὀρθῶς ποιεύμενα· ἢν γὰρ τὰ μὲν ὀστέα ἄμφω κατηγῇ, ἢ τὸ κάτω μοῦνον, ὁ δὲ ἐπιδεδεμένος ἐν ταινίῃ τινὶ τὴν χεῖρα ἔχῃ ἀναλελαμμένην, τυγχάνῃ δὲ ἡ ταινίη κατὰ τὸ κάτηγμα πλείστη ἐοῦσα, ἔνθεν δὲ καὶ ἔνθεν ἡ χεὶρ ἀπαιωρέηται, τοῦτον ἀνάγκη τὸ ὀστέον εὑρεθῆναι διεστραμμένον ἔχοντα πρὸς τὸ ἄνω μέρος· ἢν δὲ, κατεηγότων τῶν ὀστέων οὕτως, ἄκρην τε τὴν χεῖρα ἐν τῇ ταινίῃ ἔχῃ καὶ παρὰ τὸν ἀγκῶνα, ὁ δὲ ἄλλος πῆχυς μὴ μετέωρος ἔῃ, οὗτος εὑρεθήσεται τὸ ὀστέον ἐς τὸ κάτω μέρος διεστραμμένον ἔχων. Χρὴ οὖν ἐν ταινίῃ πλάτος ἐχούσῃ, μαλθακῇ, τὸ πλεῖστον τοῦ πήχεος καὶ τὸν καρπὸν τῆς χειρὸς ὁμαλῶς αἰωρέεσθαι.

[8] Ἢν δὲ ὁ βραχίων καταγῇ, ἢν μέν τις ἀποτανύσας τὴν χεῖρα ἐν τουτέῳ τῷ σχήματι διατείνῃ, ὁ μῦς τοῦ βραχίονος κατατεταμένος ἐπιδεθήσεται· ἐπὴν δ᾿ ἐπιδεθεὶς ξυγκάμψῃ τὸν ἀγκῶνα, ὁ μῦς τοῦ βραχίονος ἄλλο σχῆμα σχήσει. Δικαιοτάτη οὖν βραχίονος κατάτασις ἥδε· ξύλον πηχυαῖον ἢ ὀλίγῳ βραχύτερον, ὁκοῖοι οἱ στειλαιοί εἰσι τῶν σκαφίων, κρεμάσαι χρὴ, ἔνθεν καὶ ἔνθεν σειρῇ δήσαντα· καθίσαντα δὲ τὸν ἄνθρωπον ἐπὶ ὑψηλοῦ τινος, τὴν χεῖρα ὑπερκεῖσθαι, ὡς ὑπὸ τῇ μασχάλῃ γένηται ὁ στειλαιὸς ἔχων ξυμμέτρως, ὥστε μόλις δύνασθαι καθίννυσθαι τὸν ἄνθρωπον, σμικροῦ δέοντα μετέωρον εἶναι· ἔπειτα θέντα τι ἄλλο ἔφεδρον, καὶ ὑποθέντα σκύτινον ὑποκεφάλαιον, ἢ ἓν ἢ πλείω ὅκως ξυμμέτρως σχοίη ὕψεος τοῦ πήχεος πλαγίου πρὸς ὀρθὴν γωνίην. Ἄριστον μὲν σκύτος πλατὺ καὶ μαλθακὸν, ἢ ταινίην πλατέην ἀμφιβάλλοντα, τῶν μεγάλων τι σταθμίων ἐξαρτῆσαι, ὅ τι μετρίως ἕξει κατατείνειν· εἰ δὲ μὴ, τῶν ἀνδρῶν ὅστις ἐῤῥωμένος, ἐν τούτῳ τῷ σχήματι τοῦ πήχεος ἐόντος, παρὰ τὸν ἀγκῶνα καταναγκαζέτω ἐς τὸ κάτω. Ὁ δὲ ἰητρὸς ὀρθὸς μὲν ἐὼν χειριζέτω, τὸν ἕτερον πόδα ἐπὶ ὑψηλοτέρου τινὸς ἔχων, κατορθώσας δὲ τοῖσι θέναρσι τὸ ὀστέον· ῥηϊδίως δὲ κατορθώσεται· ἀγαθὴ γὰρ ἡ κατάστασις, ἤν τις καλῶς παρασκευάσηται. Ἔπειτα ἐπιδείτω, τάς τε ἀρχὰς βαλλόμενος ἐπὶ τὸ κάτηγμα, καὶ τἄλλα πάντα ὥσπερ πρότερον παρῃνέθη, χειριζέτω· καὶ ἐρωτήματα ταὐτὰ ἐρωτάτω· καὶ σημείοισι χρήσθω τοῖσιν αὐτέοισιν, εἰ μετρίως ἔχει, ἢ οὔ· καὶ διὰ τρίτης ἐπιδείτω, καὶ ἐπὶ μᾶλλον πιεζέτω· καὶ ἑβδομαῖον ἢ ἐναταῖον ἐν νάρθηξι δησάτω[, ἔστ᾿ ἂν ὑπὲρ τριήκοντα ἡμέρας γίνηται]. Καὶ ἢν ὑποπτεύσῃ μὴ καλῶς κεῖσθαι τὸ ὀστέον, μεσηγὺ τουτέου τοῦ χρόνου λυσάτω, καὶ εὐτεθισάμενος μετεπιδησάτω. Κρατύνεται δὲ μάλιστα βραχίονος ὀστέον ἐν τεσσαράκοντα ἡμέρῃσιν. Ἐπὴν δὲ ταύτας ὑπερβάλῃ, λύειν χρὴ, καὶ ἐπὶ ἧσσον πιέζειν τοῖσιν ὀθονίοισι, καὶ ἐπὶ ἐλάσσοσιν ἐπιδεῖν. Δίαιταν δὲ ἀκριβεστέρην τινὰ ἢ τὸ πρότερον διαιτᾷν, καὶ πλείω χρόνον· τεκμαίρεσθαι δὲ πρὸς τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρὶ, τὴν ῥώμην ὁρέων. Προσξυνιέναι δὲ χρὴ καὶ τάδε, ὅτι ὁ βραχίων κυρτὸς πέφυκεν ἐς τὸ ἔξω μέρος· ἐς τοῦτο τοίνυν τὸ μέρος διαστρέφεσθαι φιλέει, ἐπὴν μὴ καλῶς ἰητρεύηται· ἀτὰρ καὶ τἄλλα πάντα ὀστέα, ἐς ὅπερ πέφυκε διεστραμμένα, ἐς τοῦτο καὶ ἰητρευόμενα φιλέει διαστρέφεσθαι, ἐπὴν κατεαγῇ. Χρὴ τοίνυν, ἐπὴν τοιοῦτό τι ὑποπτεύηται, ταινίῃ πλατείῃ προσεπιλαμβάνειν τὸν βραχίονα κύκλῳ περὶ τὸ στῆθος περιδέοντα· καὶ ἐπὴν ἀναπαύεσθαι μέλλῃ, μεσηγὺ τοῦ ἀγκῶνος καὶ τῶν πλευρέων σπλῆνά τινα πουλύπτυχον πτύξαντα ὑποτιθέναι, ἢ ἄλλο τι ὃ τουτέῳ ἔοικεν· οὕτω γὰρ ἂν ἰθὺ τὸ κύρτωμα τοῦ ὀστέου γένοιτο· φυλάσσεσθαι μέντοι χρὴ, ὅπως μὴ ᾖ ἄγαν ἐς τὸ ἔσω μέρος.

[9] Ποὺς δὲ ἀνθρώπου ἐκ πολλῶν καὶ μικρῶν ὀστέων ξύγκειται, ὥσπερ χεὶρ ἄκρη. Κατάγνυται μὲν οὐ πάνυ τι ταῦτα τὰ ὀστέα, ἢν μὴ ξὺν τῷ χρωτὶ τιτρωσκομένῳ ὑπὸ ὀξέος τινὸς ἢ βαρέος· τὰ μὲν οὖν τιτρωσκόμενα, ἐν ἑλκωσίων μέρει εἰρήσεται, ὡς χρὴ ἰητρεύειν. Ἢν δέ τι κινηθῇ ἐκ τῆς χώρης, ἢ τῶν δακτύλων ἄρθρον, ἢ ἄλλο τι τῶν ὀστέων τοῦ ταρσοῦ καλεομένου, ἀναγκάζειν μὲν χρὴ ἐς τὴν ἑωυτοῦ χώρην ἕκαστον, ὥσπερ καὶ τὰ ἐν τῇ χειρὶ εἴρηται· ἰητρεύειν δὲ κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν, ὥσπερ καὶ τὰ κατήγματα, πλὴν τῶν ναρθήκων, τὸν μὲν αὐτὸν τρόπον πιεζεῦντα, διὰ τρίτης δὲ ἐπιδέοντα· ὑποκρινέσθω δὲ ὁ ἐπιδεόμενος παραπλήσια, οἷά περ καὶ ἐν τοῖσι κατήγμασι, καὶ περὶ τοῦ πεπιέχθαι, καὶ περὶ τοῦ χαλᾷν. Ὑγιέα δὲ γίνεται ἐν εἴκοσιν ἡμέρῃσι τελέως ἅπαντα, πλὴν ὁκόσα κοινωνέει τοῖσι τῆς κνήμης ὀστέοισι· καὶ αὐτέῃ τῇ ἴξει. Ξυμφέρει δὲ κατακεῖσθαι τοῦτον τὸν χρόνον· ἀλλὰ γὰρ οὐ τολμέουσιν ὑπερορῶντες τὸ νόσημα, ἀλλὰ περιέρχονται, πρὶν ὑγιέες γενέσθαι. Διὰ τοῦτο καὶ οἱ πλεῖστοι οὐκ ἐξυγιαίνουσι τελέως. Ἀλλὰ πολλάκις αὐτοὺς ὁ πόνος ὑπομιμνήσκει· εἰκότως· ὅλον γὰρ τὸ ἄχθος τοῦ σώματος οἱ πόδες ὀχέουσιν. Ὁκόταν οὖν μήπω ὑγιέες ἐόντες ὁδοιπορέωσι, φλαύρως ξυναλθάσσεται τὰ ἄρθρα τὰ κινηθέντα· διὰ τοῦτο ἄλλοτε καὶ ἄλλοτε ὁδοιπορέοντες ὀδυνῶνται τὰ πρὸς τῇ κνήμῃ.

[10] Τὰ δὲ κοινωνέοντα τοῖσι τῆς κνήμης ὀστέοισι μείζω τε τῶν ἑτέρων ἐστὶ, καὶ κινηθέντων τούτων πουλυχρονιωτέρη ἡ ἄλθεξις. Ἴησις μὲν οὖν ἡ αὐτή· ὀθονίοισι δὲ πλείοσι χρέεσθαι, καὶ σπλήνεσιν· καὶ ἐπὶ πᾶν ἔνθεν καὶ ἔνθεν ἐπιδέειν· πιέζειν δὲ, ὥσπερ καὶ τἄλλα πάντα, ταύτῃ μάλιστα ᾗ ἐκινήθη, καὶ τὰς πρώτας περιβολὰς τῶν ὀθονίων κατὰ ταῦτα ποιέεσθαι. Ἐν δὲ ἑκάστῃ τῶν ἀπολυσίων ὕδατι πολλῷ θερμῷ χρέεσθαι· ἐν πᾶσι δὲ πολλὸν ὕδωρ θερμὸν καταχέειν τοῖσι κατ᾿ ἄρθρα σίνεσιν. Αἱ δὲ πιέξιες καὶ αἱ χαλάσιες ἐν τοῖσιν αὐτέοισι χρόνοισι τὰ αὐτὰ σημεῖα δεικνυόντων, ἅπερ ἐπὶ τοῖσι πρόσθεν· καὶ τὰς μετεπιδέσιας ὡσαύτως χρὴ ποιέεσθαι. Ὑγιέες δὲ τελέως οὗτοι γίνονται ἐν τεσσαράκοντα ἡμέρῃσι μάλιστα, ἢν τολμέωσι κατακεῖσθαι· ἢν δὲ μὴ, πάσχουσι ταῦτα ἃ καὶ πρότερον, καὶ ἐπὶ μᾶλλον.

[11] Ὅσοι δὲ πηδήσαντες ἀφ᾿ ὑψηλοῦ τινος ἐστηρίξαντο τῇ πτέρνῃ ἰσχυρῶς, τουτέοισι διίσταται μὲν τὰ ὀστέα, φλέβια δ᾿ ἐκχυμοῦνται ἀμφιφλασθείσης τῆς σαρκὸς ἀμφὶ τὸ ὀστέον, οἴδημα δὲ ἐπιγίνεται καὶ πόνος πουλύς. Τὸ γὰρ ὀστέον τοῦτο οὐ σμικρόν ἐστι, καὶ ὑπερέχει μὲν ὑπὸ τὴν ἰθυωρίην τῆς κνήμης, κοινωνέει δὲ φλεψὶ καὶ νεύροισιν ἐπικαίροισιν· ὁ τένων δὲ ὁ ὀπίσθιος τούτῳ προσήρτηται τῷ ὀστέῳ. Τούτους χρὴ ἰητρεύειν μὲν κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν· ὕδατι δὲ θερμῷ πλείστῳ ἐπὶ τουτέοισι χρῆσθαι· καὶ ὀθονίων πλειόνων ἐπὶ τουτέοισι δεῖ, καὶ ἄλλως ὡς βελτίστων καὶ προσηνεστάτων. Καὶ ἢν μὲν τύχῃ ἁπαλὸν τὸ δέρμα φύσει ἔχων τὸ ἀμφὶ τῇ πτέρνῃ, ἐᾷν οὕτως· ἢν δὲ παχὺ καὶ σκληρὸν, οἷα μετεξέτεροι ἴσχουσιν, κατατάμνειν χρὴ ὁμαλῶς, καὶ διαλεπτύνειν μὴ διατιτρώσκοντα. Ἐπιδεῖν δὲ ἀγαθῶς οὐ παντὸς ἀνδρός ἐστι τὰ τοιαῦτα· ἢν γάρ τις ἐπιδέῃ, ὥσπερ καὶ τὰ ἄλλα τὰ κατὰ τὰ σφυρὰ ἐπιδεῖται, ὁτὲ μὲν περὶ τὸν πόδα περιβαλλόμενος, ὁτὲ δὲ περὶ τὸν τένοντα, αἱ ἀποσφίγξιες αὗται χωρίζουσι τὴν πτέρνην, ᾗ τὸ φλάσμα ἐγένετο· καὶ οὕτω κίνδυνος σφακελίσαι τὸ ὀστέον τὸ τῆς πτέρνης· καίτοι ἢν σφακελίσῃ, τὸν αἰῶνα πάντα ἱκανὸν ἀντίσχειν τὸ νόσημα. Καὶ γὰρ τἄλλα ὅσα μὴ ἐκ τοιούτου τρόπου σφακελίζει, ἀλλ᾿ ἐν κατακλίσει μελανθείσης τῆς πτέρνης ὑπὸ ἀμελείης τοῦ σχήματος, ἢ ἐν κνήμῃ τρώματος γενομένου ἐπικαίρου καὶ χρονίου καὶ κοινοῦ τῇ πτέρνῃ, ἢ ἐν μηρῷ, ἢ ἐπὶ ἄλλῳ νουσήματι ὑπτιασμοῦ χρονίου γενομένου, ὁμῶς καὶ τοῖσι τοιούτοισι χρόνια, καὶ ὀχλώδεα, καὶ πολλάκις ἀναῤῥηγνύμενα, ἢν μὴ χρηστῇ μὲν μελέτῃ θεραπευθῇ, πολλῇ δ᾿ ἡσυχίῃ, ὡς τά γε σφακελίζοντα· ἐκ τοῦ τοιούτου δὲ τρόπου σφακελίζοντα καὶ κινδύνους μεγάλους τῷ σώματι παρέχει πρὸς τῇ ἄλλῃ λύμῃ. Καὶ γὰρ πυρετοὶ ὑπεροξέες, ξυνεχέες, τρομώδεες, λυγγώδεες, γνώμης ἁπτόμενοι, καὶ ὀλιγήμεροι, κτείνοντές τε· γένοιντο δ᾿ ἂν καὶ φλεβῶν αἱμοῤῥόων πελιώσιες, ναυσιώσιες, καὶ γαγγραινώσιες ὑπὸ τῆς πιέξιος· γένοιτο δ᾿ ἂν ταῦτα ἔξω τοῦ ἄλλου σφακελισμοῦ. Ταῦτα μὲν οὖν εἴρηται, οἷα τὰ ἰσχυρότατα φλάσματα γίνεται· τὰ μέντοι πλεῖστα ἡσυχαίως ἀμφιφλᾶται, καὶ οὐδεμίη πολλὴ σπουδὴ τῆς μελέτης, ἀλλ᾿ ὅμως ὀρθῶς γε χρὴ χειρίζειν. Ἐπὴν μέντοι ἰσχυρὸν δόξῃ εἶναι τὸ ἔρεισμα, τά τε εἰρημένα ποιέειν χρὴ, καὶ τὴν ἐπίδεσιν τὴν πλείστην ποιέεσθαι ἀμφὶ τὴν πτέρνην περιβάλλοντα, ἄλλοτε πρὸς τὰ ἄκρα τοῦ ποδὸς ἀντιπεριβάλλοντα, ἄλλοτε πρὸς τὰ μέσα, ἄλλοτε πρὸς τὰ περὶ τὴν κνήμην· προσεπιδεῖν δὲ καὶ τὰ πλησίον πάντα ἔνθεν καὶ ἔνθεν, ὥσπερ καὶ πρόσθεν εἴρηται· καὶ ἰσχυρὴν μὲν μὴ ποιέεσθαι τὴν πίεξιν, ἐν πολλοῖσι δὲ τοῖσιν ὀθονίοισιν· ἄμεινον δὲ καὶ ἐλλέβορον πιπίσκειν αὐθημερὸν, ἢ τῇ ὑστεραίῃ· ἀπολῦσαι δὲ τριταῖον, καὶ αὖθις μετεπιδῆσαι. Σημεῖα δὲ τάδε, ἢν παλιγκοταίνῃ, ἢ οὔ· ἐπὴν μὲν τὰ ἐκχυμώματα τῶν φλεβῶν, καὶ τὰ μελάσματα, καὶ τὰ ἐγγὺς ἐκείνων ὑπέρυθρα γίνηται καὶ ὑπόσκληρα, κίνδυνος παλιγκοτῆσαι. Ἀλλ᾿ ἢν μὲν ἀπύρετος ᾖ, φαρμακεύειν ἄνω χρὴ, ὥσπερ εἴρηται, καὶ ὅσα ἂν μὴ ξυνεχῆ πυρεταίνηται· ἢν δὲ ξυνεχῆ πυρεταίνηται, μὴ φαρμακεύειν, ἀπέχειν δὲ σιτίων καὶ ῥοφημάτων, ποτῷ δὲ χρῆσθαι ὕδατι, καὶ μὴ οἴνῳ, ἀλλὰ τῷ ὀξυγλυκεῖ. Ἢν δὲ μὴ μέλλῃ παλιγκοταίνειν, τὰ ἐκχυμώματα καὶ τὰ μελάσματα καὶ τὰ περιέχοντα ὑπόχλωρα γίνεται καὶ οὐ σκληρά· ἀγαθὸν τοῦτο τὸ μαρτύριον ἐν πᾶσι τοῖσιν ἐκχυμώμασιν, τοῖσι μὴ μέλλουσι παλιγκοταίνειν· ὅσα δὲ σὺν σκληρύσμασι πελιοῦται, κίνδυνος μὲν μελανθῆναι. Τὸν δὲ πόδα ἐπιτηδεύειν χρὴ, ὅκως ἀνωτέρω τοῦ ἄλλου σώματος ἔσται τὰ πλεῖστα ὀλίγον. Ὑγιὴς δ᾿ ἂν γένοιτο ἐν ἑξήκοντα ἡμέρῃσιν, εἰ ἀτρεμέοι.

[12] Ἡ δὲ κνήμη δύο ὀστέα ἐστὶ, τῇ μὲν συχνῷ λεπτότερον τὸ ἕτερον τοῦ ἑτέρου, τῇ δὲ οὐ πολλῷ λεπτότερον· ξυνέχεται δὲ ἀλλήλοισι τὰ πρὸς τοῦ ποδὸς, καὶ ἐπίφυσιν κοινὴν ἔχει, ἐν ἰθυωρίῃ δὲ τῆς κνήμης οὐ ξυνέχεται· τὰ δὲ πρὸς τοῦ μηροῦ ξυνέχεται, καὶ ἐπίφυσιν ἔχει, καὶ ἡ ἐπίφυσις διάφυσιν· μακρότερον δὲ τὸ ἕτερον ὀστέον σμικρῷ τὸ κατὰ τὸν σμικρὸν δάκτυλον· ἡ μὲν φύσις τοιαύτη τῶν ὀστέων τῶν ἐν τῇ κνήμῃ.

[13] Ὀλισθάνει δὲ ἔστιν ὅτε τὰ πρὸς τοῦ ποδὸς, ὁτὲ μὲν ξὺν τῇ ἐπιφύσει ἀμφότερα τὰ ὀστέα, ὁτὲ δὲ ἡ ἐπίφυσις ἐκινήθη, ὁτὲ δὲ τὸ ἕτερον ὀστέον. Ταῦτα δὲ ὀχλώδεα μὲν ἧσσον, ἢ τὰ ἐν τῷ καρπῷ τῶν χειρέων, εἰ τολμῷεν ἀτρεμέειν οἱ ἄνθρωποι. Ἴησις δὲ παραπλησίη, οἵη περ ἐκείνων· τήν τε γὰρ ἐμβολὴν χρὴ ποιέεσθαι ἐκ κατατάσιος ὥσπερ ἐκείνων, ἰσχυροτέρης δὲ δεῖται τῆς κακατάσιος, ὅσῳ καὶ ἰσχυρότερον τὸ σῶμα ταύτῃ. Ἐς τὰ πλεῖστα μὲν γὰρ ἀρκέουσιν ἄνδρες δύο, ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν τείνοντες. Ἢν δὲ μὴ ἰσχύωσιν, ἰσχυροτέρην ῥηΐδιόν ἐστι ποιέειν τὴν κατάτασιν· ἢ γὰρ πλήμνην κατορύξαντα χρὴ, ἢ ἄλλο τι ὅ τι τούτῳ ἔοικεν, μαλθακόν τι περὶ τὸν πόδα περιβάλλειν· ἔπειτα πλατέσι βοείοισιν ἱμᾶσι περιδήσαντα τὸν πόδα, τὰς ἀρχὰς τῶν ἱμάντων, ἢ πρὸς ὕπερον, ἢ πρὸς ἕτερον ξύλον προσδήσαντα, τὸ ξύλον πρὸς τὴν πλήμνην ἄκρον ἐνθέντα ἐπανακλᾷν· τοὺς δὲ ἀντιτείνειν, ἄνωθεν τῶν τε ὤμων ἐχομένους καὶ τῆς ἰγνύης. Ἔστι δὲ καὶ τὸ ἄνω τοῦ σώματος ἀνάγκῃ προσλαβεῖν· τοῦτο μὲν ἢν βούλῃ, ξύλον στρογγύλον, λεῖον, κατορύξας βαθέως, μέρος τι αὐτοῦ ὑπερέχον τοῦ ξύλου μεσηγὺ τῶν σκελέων ποιήσασθαι παρὰ τὸν περίνεον, ὡς κωλύῃ ἀκολουθέειν τὸ σῶμα τοῖσι πρὸς ποδῶν τείνουσιν· ἔπειτα πρὸς τὸ τεινόμενον σκέλος μὴ ῥέπειν, τὸν δέ τινα πλάγιον παρακαθήμενον ἀπωθέειν τὸν γλουτὸν, ὡς μὴ περιέλκηται τὸ σῶμα. Τοῦτο δὲ καὶ ἢν βούλῃ, περὶ τὰς μασχάλας ἔνθεν καὶ ἔνθεν τὰ ξύλα παραπέπηγεν, αἱ δὲ χεῖρες παρατεταμέναι φυλάσσονται, προσεπιλαμβανέτω δέ τις κατὰ τὸ γόνυ, καὶ οὕτως ἀντιτείνοιτο. Τοῦτο δ᾿ ἢν παρὰ τὸ γόνυ βούληται, ἄλλους ἱμάντας περιδήσας, ἢ περὶ τὸν μηρὸν, πλήμνην ἄλλην ὑπὲρ κεφαλῆς κατορύξας, ἐξαρτήσας τοὺς ἱμάντας ἔκ τινος ξύλου, τὸ ξύλον στηρίζων ἐς τὴν πλήμνην, τἀναντία τῶν πρὸς ποδῶν ἕλκειν. Τοῦτο δ᾿ ἢν βούλῃ, ἀντὶ τῶν πλημνέων δοκίδα ὑποτείνας ὑπὸ τὴν κλίνην μετρίην, ἔπειτα πρὸς τῆς δοκίδος ἔνθεν καὶ ἔνθεν τὴν κεφαλὴν στηρίζων καὶ ἀνακλῶν τὰ ξύλα, κατατείνειν τοὺς ἱμάντας· ἢν δὲ θέλῃς, ὀνίσκους καταστήσας ἔνθεν καὶ ἔνθεν, ἐπ᾿ ἐκείνων τὴν κατάτασιν ποιέεσθαι. Πολλοὶ δὲ καὶ ἄλλοι τρόποι κατατασίων. Ἄριστον δὲ, ὅστις ἐν πόλει μεγάλῃ ἰητρεύει, κεκτῆσθαι ἐσκευασμένον ξύλον, ἐν ᾧ πᾶσαι αἱ ἀνάγκαι ἔσονται πάντων μὲν κατηγμάτων, πάντων δὲ ἄρθρων ἐμβολῆς ἐκ κατατάσιος καὶ μοχλεύσιος· ἀρκέει δὲ τὸ ξύλον, ἢν ᾖ τοιοῦτον οἷον οἱ τετράγωνοι στῦλοι οἷοι δρύϊνοι γίνονται, μῆκος καὶ πλάτος καὶ πάχος.

[14] Ἐπὴν δὲ ἱκανῶς κατατανύσῃς, ῥηΐδιον ἤδη τὸ ἄρθρον ἐμβαλεῖν· ὑπεραιωρέεται γὰρ ἐς ἰθυωρίην ὑπὲρ τῆς ἀρχαίης ἕδρης. Κατορθοῦσθαι οὖν χρὴ τοῖσι θέναρσι τῶν χειρῶν, τοῖσι μὲν ἐς τὸ ἐξεστηκὸς ἐρείδοντα, τοῖσι δὲ ἐπὶ θάτερα κατώτερον τοῦ σφυροῦ ἀντερείδοντα. Ἐπὴν δὲ ἐμβάλῃς, ἢν μὲν οἷόν τε ᾖ, κατατεταμένα ἐπιδεῖν χρή· ἢν δὲ κωλύηται ὑπὸ τῶν ἱμάντων, ἐκείνους λύσαντα ἀντικατατείνειν, ἔστ᾿ ἂν ἐπιδήσῃς. Ἐπιδεῖν δὲ τὸν αὐτὸν τρόπον, καὶ τὰς ἀρχὰς ὡσαύτως βαλλόμενον κατὰ τὸ ἐξεστηκὸς, καὶ τὰς περιβολὰς τὰς πρώτας πλείστας κατὰ τοῦτο ποιέεσθαι, καὶ τοὺς σπλῆνας πλείστους κατὰ τοῦτο, καὶ τὴν πίεξιν μάλιστα κατὰ τωὐτό· προσεπιδεῖν δὲ καὶ ἔνθεν καὶ ἔνθεν ἐπὶ συχνόν. Μᾶλλον δέ τι τοῦτο τὸ ἄρθρον πεπιέχθαι χρὴ ἐν τῇ πρώτῃ ἐπιδέσει, ἢ τὸ ἐν τῇ χειρί. Ἐπὴν δὲ ἐπιδήσῃς, ἀνωτέρω μὲν τοῦ ἄλλου σώματος ἐχέτω τὸ ἐπιδεθὲν, τὴν δὲ θέσιν δεῖ ποιέεσθαι οὕτως, ὅκως ἥκιστα ἀπαιωρηθήσεται ὁ πούς. Τὸν δὲ ἰσχνασμὸν τοῦ σώματος οὕτω ποιέεσθαι, ὁκοίην τινὰ δύναμιν ἔχει καὶ τὸ ὀλίσθημα· τὰ μὲν γὰρ σμικρὸν, τὰ δὲ μέγα ὀλισθάνει. Τὸ ἐπίπαν δὲ ἰσχναίνειν μᾶλλον καὶ ἐπὶ πλείω χρόνον χρὴ ἐν τοῖσι κατὰ τὰ σκέλεα τρώμασιν, ἢ ἐν τοῖσι κατὰ τὰς χεῖρας· καὶ γὰρ μέζω καὶ παχύτερα ταῦτα ἐκείνων· καὶ δὴ καὶ ἀναγκαῖον ἐλινύειν τὸ σῶμα καὶ κατακεῖσθαι. Μετεπιδῆσαι δὲ τὸ ἄρθρον, οὔτε τι κωλύει τριταῖον, οὔτε κατεπείγει. Καὶ τὰ ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὥσπερ καὶ τὰ παροιχόμενα. Καὶ ἢν μὲν τολμᾷ ἀτρέμα κατακεῖσθαι, ἱκαναὶ τεσσαράκοντα ἡμέραι, ἢν μοῦνον ἐς τὴν ἑωυτῶν χώρην τὰ ὀστέα αὖθις καθίζηται· ἢν δὲ μὴ θέλῃ ἀτρεμέειν, χρῷτο μὲν ἂν οὐ ῥᾳδίως τῷ σκέλεϊ, ἐπιδεῖσθαι δὲ ἀναγκάζοιτ᾿ ἂν πουλὺν χρόνον. Ὁκόσα μέντοι τῶν ὀστέων μὴ τελέως ἵζει ἐς τὴν ἑωυτῶν χώρην, ἀλλά τι ἐπιλείπει, τῷ χρόνῳ λεπτύνεται ἰσχίον καὶ μηρὸς καὶ κνήμη· καὶ ἢν μὲν εἴσω ὀλίσθῃ, τὸ ἔξω μέρος λεπτύνεται, ἢν δὲ ἔξω, τὸ εἴσω. Τὰ πλεῖστα δὲ ἐς τὸ ἔσω ὀλισθάνει.

[15] Ἐπὴν δὲ κνήμης ὀστέα ἀμφότερα καταγῇ ἄνευ ἑλκώσιος, κατατάσιος ἰσχυροτέρης δεῖται. Τείνειν δὲ τουτέων τῶν τρόπων ἐνίοισι τῶν προειρημένων, ἢν μεγάλαι αἱ παραλλάξιες ἔωσιν. Ἱκαναὶ δὲ καὶ αἱ ἀπὸ τῶν ἀνδρῶν κατατάσιες· τὰ πλεῖστα γὰρ ἀρκέοιεν ἂν δύο ἄνδρες ἐῤῥωμένοι, ὁ μὲν ἔνθεν, ὁ δ᾿ ἔνθεν ἀντιτείνοντες. Τείνειν δὲ ἐς τὸ ἰθὺ χρὴ κατὰ φύσιν καὶ κατὰ τὴν ἰθυωρίην τῆς κνήμης καὶ τοῦ μηροῦ, καὶ ἢν κνήμης ὀστέα κατεηγυίης κατατείνῃς, καὶ ἢν μηροῦ. Καὶ ἐπιδεῖν δὲ οὕτως, ἐκτεταμένων ἀμφοτέρων, ὁκότερον ἂν τουτέων ἐπιδέῃς· οὐ γὰρ ταὐτὰ ξυμφέρει σκέλει τε καὶ χειρί. Πήχεος μὲν γὰρ καὶ βραχίονος ἐπὴν ἐπιδεθῶσιν ὀστέα κατεηγότα, ἀναλαμβάνεται ἡ χεὶρ, καὶ ἢν ἐκτεταμένα ἐπιδέῃς, τὰ σχήματα τῶν σαρκῶν ἑτεροιοῦται ἐν τῇ ξυγκάμψει τοῦ ἀγκῶνος· ἀδύνατος γὰρ ὁ ἀγκὼν ἐκτετάσθαι πουλὺν χρόνον· οὐ γὰρ πολλάκις ἐν τοιούτῳ εἴθισται ἐσχηματίσθαι, ἀλλ᾿ ἐν τῷ ξυγκεκάμφθαι· καὶ δὴ καὶ ἅτε δυνάμενοι οἱ ἄνθρωποι περιιέναι, ἐπὴν κατὰ χεῖρα τρωθῶσι, ξυγκεκάμφθαι κατὰ τὸν ἀγκῶνα δέονται. Σκέλος δὲ ἔν τε τῇσιν ὁδοιπορίῃσιν καὶ ἐν τῷ ἑστάναι εἴθισται ὁτὲ μὲν ἐκτετάσθαι, ὁτὲ δὲ σμικροῦ δεῖν ἐκτετάσθαι· καὶ εἴθισται καθεῖσθαι ἐς τὸ κάτω κατὰ φύσιν, καὶ δὴ καὶ πρὸς τὸ ὀχέειν τὸ ἄλλο σῶμα· διὰ τοῦτο εὔφορον αὐτῷ ἐστι τὸ ἐκτετάσθαι, ὅταν ἀνάγκη ἔχῃ· καὶ δὴ καὶ ἐν τῇσι κοίτῃσι πολλάκις ἐν τῷ σχήματι τουτέῳ ἐστίν· ἐπὴν δὲ δὴ τρωθῇ, ἀνάγκη καταδουλοῦται τὴν γνώμην, ὅτι ἀδύνατοι μετεωρίζεσθαι γίνονται, ὥστε οὐδὲ μέμνηνται περὶ τοῦ ξυγκαμφθῆναι καὶ ἀναστῆναι, ἀλλὰ ἀτρεμέουσιν ἐν τουτέῳ τῷ σχήματι κείμενοι. Διὰ οὖν ταύτας τὰς προφάσιας χειρὸς καὶ σκέλεος, οὔτε ἡ κατάτασις, οὔτε ἡ ἐπίδεσις τοῦ σχήματος ξυμφέρει ἡ αὐτή. Ἢν μὲν οὖν ἱκανὴ ἡ κατάτασις ἡ ἀπὸ τῶν ἀνδρῶν ᾖ, οὐ δεῖ μάτην πονέεσθαι· καὶ γὰρ σολοικότερον μηχανοποιέειν μηδὲν δέον· ἢν δὲ μὴ ἱκανὴ ἡ κατάτασις ἡ ἀπὸ τῶν ἀνδρῶν, καὶ τῶν ἄλλων τινὰ τῶν ἀναγκέων προσφέρειν, ἥν τινά γε προσχωρέοι. Ὅταν δὲ δὴ ἱκανῶς καταταθῇ, ῥηΐδιον ἤδη κατορθώσασθαι τὰ ὀστέα καὶ ἐς τὴν φύσιν ἀγαγεῖν, τοῖσι θέναρσι τῶν χειρέων ἀπευθύνοντα καὶ ἐξευκρινέοντα.

[16] Ἐπὴν δὲ κατορθώσῃ, ἐπιδεῖν τοῖσιν ὀθονίοισι κατατεταμένα, ἤν τ᾿ ἐπὶ δεξιὰ, ἤν τ᾿ ἐπ᾿ ἀριστερὰ περιφέρειν ξυμφέρῃ αὐτέοισι τὰ πρῶτα ὀθόνια· βαλλέσθω δὲ τὴν ἀρχὴν τοῦ ὀθονίου κατὰ τὸ κάτηγμα, καὶ περιβαλλέσθω κατὰ τοῦτο τὰς πρώτας περιβολάς· κἄπειτα νεμέσθω ἐπὶ τὴν ἄνω κνήμην ἐπιδέων, ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισι κατήγμασιν εἴρηται. Τὰ δὲ ὀθόνια πλατύτερα χρὴ εἶναι, καὶ μακρότερα καὶ πλέω πουλὺ τὰ κατὰ τὸ σκέλος τῶν ἐν τῇ χειρί. Ἐπὴν δὲ ἐπιδήσῃς, καταθεῖναι ἐφ᾿ ὁμαλοῦ τινος καὶ μαλθακοῦ, ὥστε μὴ διεστράφθαι ἢ τῇ, ἢ τῇ, μήτε λορδὸν, μήτε κυφὸν εἶναι· μάλιστα δὲ ξυμφέρει προσκεφάλαιον, ἢ λίνεον, ἢ ἐρίνεον, μὴ σκληρὸν, λαπαρὸν μέσον κατὰ μῆκος ποιήσαντα, ὑποθεῖναι, ἢ ἄλλο τι ὃ τούτῳ ἔοικεν. Περὶ γὰρ τῶν σωλήνων τῶν ὑποτιθεμένων ὑπὸ τὰ σκέλεα τὰ κατεηγότα, ἀπορέω ὅ τι ξυμβουλεύσω, εἰ ὑποτιθέναι χρὴ ἢ οὔ. Ὠφελέουσι μὲν γὰρ, οὐχ ὅσον δὲ οἱ ὑποτιθέντες οἴονται. Οὐ γὰρ ἀναγκάζουσιν οἱ σωλῆνες ἀτρεμέειν, ὡς οἴονται· οὔτε γὰρ τῷ ἄλλῳ σώματι στρεφομένῳ ἢ ἔνθα, ἢ ἔνθα, ἐπαναγκάζει ὁ σωλὴν μὴ ἐπακολουθέειν τὸ σκέλος, ἢν μὴ ἐπιμελῆται αὐτὸς ὥνθρωπος. οὔτε αὖ τὸ σκέλος ἄνευ τοῦ σώματος κωλύει ὁ σωλὴν κινηθῆναι ἢ τῇ ἢ τῇ. Ἀλλὰ μὴν ἀστεργέστερον ξύλον ὑποτετάσθαι, ἢν μὴ ὁμῶς ἄν τις μαλθακόν τι ἐς αὐτὸ ἐντεθῇ. Εὐχρηστότατον δέ ἐστιν ἐν τῇσι μεθυποστρώσεσι, καὶ ἐν τῇσιν ἐς ἄφοδον προχωρήσεσιν. Ἔστιν οὖν σὺν σωλῆνι καὶ ἄνευ σωλῆνος καὶ καλῶς καὶ αἰσχρῶς κατασκευάσασθαι· πιθανώτερον δὲ τοῖσι δημότῃσίν ἐστι, καὶ τὸν ἰητρὸν ἀναμαρτητότερον εἶναι, ἢν σωλὴν ὑποκέηται· καίτοι ἀτεχνέστερόν γέ ἐστιν. Δεῖ μὲν γὰρ ἐφ᾿ ὁμαλοῦ καὶ μαλθακοῦ κεῖσθαι πάντη πάντως ἐς ἰθύ· ἐπεί τοί γε ἀνάγκη κρατηθῆναι τὴν ἐπίδεσιν ὑπὸ τῆς διαστροφῆς τῆς ἐν τῇ θέσει, ὅποι ἂν ῥέπῃ, καὶ ὁκόσα ἂν ῥέπῃ. Ὑποκρινέσθω δὲ ὁ ἐπιδεδεμένος ταὐτὰ, ἅπερ καὶ πρότερον εἴρηται· καὶ γὰρ τὴν ἐπίδεσιν χρὴ τοιαύτην εἶναι, καὶ τὸ οἴδημα οὕτως ἐξαείρεσθαι ἐς τὰ ἄκρεα, καὶ τὰς χαλάσιας οὕτω, καὶ τὰς μετεπιδέσιας διὰ τρίτης, καὶ εὑρισκέσθω ἰσχνότερον τὸ ἐπιδεόμενον, καὶ τὰς ἐπιδέσιας ἐπὶ μᾶλλον ποιέσθαι, καὶ πλέοσι τοῖσιν ὀθονίοισιν· περιλαμβάνειν τε καὶ τὸν πόδα χαλαρῶς, ἢν μὴ ἄγαν ἐγγὺς ᾖ τοῦ γούνατος τὸ τρῶμα. Κατατείνειν δὲ μετρίως καὶ ἐπικατορθοῦν ἐφ᾿ ἑκάστῃ ἐπιδέσει χρὴ τὰ ὀστέα· ἢν γὰρ ὀρθῶς μὲν ἰητρεύηται, κατὰ λόγον δὲ τὸ οἴδημα χωρέῃ, ἔτι μὲν λεπτότερον καὶ ἰσχνότερον τὸ ἐπιδεόμενον χωρίον ἔσται, ἔτι δὲ αὖ παραγωγότερα τὰ ὀστέα, ἐνακούοντα τῆς κατατάσιος μᾶλλον. Ἐπὴν δὲ ἑβδομαῖος, ἢ ἐναταῖος, ἢ ἑνδεκαταῖος γένηται, τοὺς νάρθηκας προστιθέναι, ὥσπερ καὶ ἐπὶ τοῖσιν ἄλλοισι κατήγμασιν εἴρηται. Τῶν δὲ ναρθήκων τὰς ἐνέδρας χρὴ φυλάσσεσθαι κατά τε τῶν σφυρῶν τὴν ἴξιν, καὶ κατὰ τὸν τένοντα τὸν ἐν τῇ κνήμῃ τοῦ ποδός. Ὀστέα δὲ κνήμης κρατύνεται ἐν τεσσαράκοντα ἡμέρῃσιν, ἢν ὀρθῶς ἰητρεύηται. Ἢν δὲ ὑποπτεύῃς τῶν ὀστέων τι δεῖσθαί τινος διορθώσιος, ἤ τινα ἕλκωσιν ὀῤῥωδέῃς, ἐν τῷ μεσηγὺ χρόνῳ χρὴ λύσαντα καὶ εὐθετισάμενον μετεπιδῆσαι.

[17] Ἢν δὲ τὸ ἕτερον ὀστέον κατεηγῇ ἐν κνήμῃ, κατατάσιος μὲν ἀσθενεστέρης δεῖται, οὐ μὴν ἐπιλείπειν χρὴ, οὐδὲ βλακεύειν ἐν τῇ κατατάσει, μάλιστα μὲν ἐν τῇ πρώτῃ ἐπιδέσει κατατείνεσθαι, ὅσον ἐφικνέεται αἰεί ποτε πάντα τὰ κατήγματα, εἰ δὲ μὴ, ὡς τάχιστα· ὅ τι γὰρ ἂν μὴ κατὰ τρόπον ηὐθετισμένων τῶν ὀστέων ἐπιδέων τις πιέζῃ, ὀδυναίτερον τὸ χωρίον γίνεται. Ἡ δὲ ἄλλη ἰητρείη ἡ αὐτή.

[18] Τῶν δὲ ὀστέων τὸ μὲν ἔσω τοῦ ἀντικνημίου καλεομένου ὀχλωδέστερον ἐν τῇ ἰητρείῃ ἐστὶ, καὶ κατατάσιος μᾶλλον δεόμενον, καὶ ἢν μὴ ὀρθῶς τὰ ὀστέα τεθῇ, ἀδύνατον κρύψαι, φανερὸν γὰρ καὶ ἄσαρκον πᾶν ἐστιν· καὶ ἐπιβαίνειν ἐπὶ τὸ σκέλος πολλῷ βραδύτερον δύναιντ᾿ ἂν, τουτέου κατεηγότος. Ἢν δὲ τὸ ἔξω ὀστέον κατεηγῇ, πουλὺ μὲν εὐφορώτερον φέρουσι, πουλὺ δ᾿ εὐκρυπτότερον, καὶ ἢν μὴ καλῶς ξυντεθῇ, ἐπίσαρκον γάρ ἐστιν· ἐπὶ πόδας τε ταχέως ἵστανται, τὸ πλεῖστον γὰρ τοῦ ἄχθεος ὀχέει τὸ ἔσωθεν τοῦ ἀντικνημίου ὀστέον. Ἅμα μὲν γὰρ αὐτῷ τῷ σκέλει καὶ τῇ ἰθυωρίῃ τοῦ ἄχθεος τοῦ κατὰ τὸ σκέλος, τὸ πλεῖον ἔχει τοῦ πόνου τὸ ἔσω ὀστέον· τοῦ γὰρ μηροῦ ἡ κεφαλὴ ὑπεροχέει τὸ ὕπερθεν τοῦ σώματος, αὕτη δὲ εἴσωθεν πέφυκε τοῦ σκέλεος, καὶ οὐκ ἔξωθεν, ἀλλὰ κατὰ τὴν τοῦ ἀντικνημίου ἴξιν· ἅμα δὲ τὸ ἄλλο ἥμισυ τοῦ σώματος γειτονεύεται μᾶλλον ταύτῃ τῇ ἴξει, ἀλλ᾿ οὐχὶ τῇ ἔξωθεν· ἅμα δὲ, ὅτι παχύτερον τὸ ἔσω τοῦ ἔξωθεν, ὥσπερ τὸ ἐν τῷ πήχει τὸ κατὰ τὴν τοῦ μικροῦ δακτύλου ἴξιν λεπτότερον καὶ μακρότερον. Ἐν μέντοι τῷ ἄρθρῳ τῷ κάτω οὐχ ὁμοίη ἡ ὑπότασις τοῦ ὀστέου τοῦ μακροτέρου· ἀνομοίως γὰρ ὁ ἀγκὼν καὶ ἡ ἰγνύη κάμπτεται. Διὰ οὖν ταύτας τὰς προφάσιας, τοῦ μὲν ἔξωθεν ὀστέου κατεηγότος, ταχεῖαι αἱ ἐπιβάσιες, τοῦ δὲ ἔσωθεν κατεηγότος, βραδεῖαι αἱ ἐπιβάσιες.

[19] Ἢν δὲ τὸ τοῦ μηροῦ ὀστέον καταγῇ, τὴν κατάτασιν χρὴ ποιέεσθαι περὶ παντὸς, ὅκως μὴ ἐνδεεστέρως σχήσει· πλεονασθεῖσα μὲν γὰρ οὐδὲν ἂν σίνοιτο. Οὐδὲ γὰρ, εἰ διεστεῶτα τὰ ὀστέα ὑπὸ τῆς ἰσχύος τῆς κατατάσιος ἐπιδέοι τις, οὐκ ἂν δύναιτο κρατέειν ἡ ἐπίδεσις, ὥστε διεστάναι, ἀλλὰ συνέλθοι ἂν πρὸς ἄλληλα τὰ ὀστέα, ὡς τάχιστα ἂν ἀφείησαν οἱ τείνοντες· παχεῖαι γὰρ καὶ ἰσχυραὶ αἱ σάρκες ἐοῦσαι, κρατήσουσι τῆς ἐπιδέσιος, ἀλλ᾿ οὐ κρατηθήσονται. Περὶ οὗ οὖν ὁ λόγος, διατείνειν εὖ μάλα καὶ ἀδιαστρέπτως χρὴ, μηδὲν ἐπιλείποντα· μεγάλη γὰρ ἡ αἰσχύνη καὶ βλάβη βραχύτερον τὸν μηρὸν ἀποδεῖξαι. Χεὶρ μὲν γὰρ, βραχυτέρη γενομένη, καὶ ξυγκρυφθείη ἂν, καὶ οὐ μέγα τὸ σφάλμα· σκέλος δὲ βραχύτερον γενόμενον, χωλὸν ἀποδείξειε τὸν ἄνθρωπον· τὸ γὰρ ὑγιὲς ἐλέγχει παρατιθέμενον, μακρότερον ἐὸν, ὥστε λυσιτελέει τὸν μέλλοντα κακῶς ἰητρεύεσθαι, ἀμφότερα καταγῆναι τὰ σκέλεα μᾶλλον ἢ τὸ ἕτερον· ἰσόῤῥοπος γοῦν ἂν εἴη αὐτὸς ἑωυτῷ. Ἐπὴν μέντοι ἱκανῶς κατατανύσῃς, κατορθωσάμενον χρὴ τοῖσι θέναρσι τῶν χειρῶν ἐπιδεῖν τὸν αὐτὸν τρόπον, ὥσπερ καὶ πρόσθεν γέγραπται, καὶ τὰς ἀρχὰς βαλλόμενον, ὥσπερ εἴρηται, καὶ νεμόμενον ἐς τὸ ἄνω τῇ ἐπιδέσει. Καὶ ὑποκρινέσθω ταὐτὰ ὥσπερ καὶ πρόσθεν, καὶ πονεέτω κατὰ ταὐτὰ καὶ ῥηϊζέτω, καὶ μετεπιδείσθω ὡσαύτως· καὶ ναρθήκων πρόσθεσις ἡ αὐτή. Κρατύνεται δὲ ὁ μηρὸς ἐν πεντήκοντα ἡμέρῃσιν.

[20] Προσξυνιέναι δὲ χρὴ καὶ τόδε, ὅτι ὁ μηρὸς γαῦσός ἐστιν ἐς τὸ ἔξω μέρος, ἢ ἐς τὸ ἔσω, καὶ ἐς τὸ ἔμπροσθεν μᾶλλον, ἢ ἐς τοὔπισθεν· ἐς ταῦτα τοίνυν τὰ μέρεα καὶ διαστρέφεται, ἐπὴν μὴ καλῶς ἰητρεύηται· καὶ δὴ καὶ κατὰ ταῦτα ἀσαρκότερος αὐτὸς ἑωυτοῦ ἐστιν, ὥστε οὐδὲ ξυγκρύπτειν δύνανται ἐν τῇ διαστροφῇ. Ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς, μηχανοποιέεσθαι χρὴ οἷά περ ἐν τῷ βραχίονι τῷ διεστραμμένῳ παρῄνηται. Προσπεριβάλλειν δὲ χρὴ ὀλίγα τῶν ὀθονίων κύκλῳ ἀμφὶ τὸ ἰσχίον καὶ τὰς ἰξύας, ὅκως ἂν οἱ βουβῶνές τε καὶ τὸ ἄρθρον τὸ κατὰ τὴν πλιχάδα καλεομένην προσεπιδέηται· καὶ γὰρ ἄλλως ξυμφέρει, καὶ ὅκως μὴ τὰ ἄκρεα τῶν ναρθήκων σίνηται πρὸς τὰ ἀνεπίδετα προσβαλλόμενα. Ἀπολείπειν δὲ χρὴ ἀπὸ τοῦ γυμνοῦ αἰεὶ τοὺς νάρθηκας, καὶ ἔνθεν καὶ ἔνθεν, ἱκανῶς· καὶ τὴν θέσιν αἰεὶ τῶν ναρθήκων προμηθέεσθαι χρὴ, ὅκως μήτε κατὰ τὸ ὀστέον, τῶν ἐξεχόντων παρὰ τὰ ἄρθρα φύσει πεφυκότων, μήτε κατὰ τὸ νεῦρον ἔσται.

[21] Τὰ δὲ οἰδήματα τὰ κατ᾿ ἰγνύην, ἢ κατὰ πόδα, ἢ κατά τι ἄλλο ἐξαειρεύμενα ὑπὸ τῆς πιέξιος, εἰρίοισι πουλλοῖσι, ῥυπαροῖσιν, εὖ κατεργασμένοισιν, οἴνῳ καὶ ἐλαίῳ ῥήνας, κηρωτῇ ὑποχρίων, καταδεῖν, καὶ ἢν πιέζωσιν οἱ νάρθηκες, χαλᾷν. Θᾶσσον ἰσχναίνοις δ᾿ ἂν, εἰ, ἀφιεὶς τοὺς νάρθηκας, ὀθονίοισι συχνοῖσιν ἐπιδέοις τὰ οἰδήματα, ἀρξάμενος ἀπὸ τοῦ κατωτάτω ἐπὶ τὸ ἄνω νεμόμενος· οὕτω γὰρ ἂν τάχιστα ἰσχνὸν τὸ οἴδημα γένοιτο, καὶ ὑπερθοίη ἂν ὑπὸ τὰ ἀρχαῖα ἐπιδέσματα. Ἀλλ᾿ οὐ χρὴ τούτῳ τῷ τρόπῳ χρῆσθαι τῆς ἐπιδέσιος, ἢν μὴ κίνδυνος ᾖ ἐν τῷ οἰδήματι φλυκταινώσιος ἢ μελασμοῦ· γίνεται δὲ οὐδὲν τοιοῦτο, ἢν μὴ ἄγαν τις πιέζῃ τὸ κάτηγμα, ἢ κατακρεμάμενον ἔχῃ, ἢ κνῆται τῇ χειρὶ, ἢ ἄλλο τι προσπίπτῃ ἐρεθιστικὸν πρὸς τὸν χρῶτα.

[22] Σωλῆνα δὲ εἰ μέν τις ὑπ᾿ αὐτὸν τὸν μηρὸν ὑποθείη μὴ ὑπερβάλλοντα τὴν ἰγνύην, βλάπτοι ἂν μᾶλλον ἢ ὠφελέοι· οὔτε γὰρ ἂν τὸ σῶμα κωλύοι, οὔτε τὴν κνήμην, ἄνευ τοῦ μηροῦ κινέεσθαι. Ἀσηρὸν γὰρ εἴη πρὸς τὴν ἰγνύην προσβαλλόμενον· καὶ ὃ ἥκιστα δεῖ, τοῦτ᾿ ἂν ἐποτρύνοι ποιέειν· ἥκιστα γὰρ δεῖ κατὰ τὸ γόνυ κάμπτειν· πᾶσαν γὰρ ἂν τύρβην παρέχοι τῇσιν ἐπιδέσεσιν· καὶ μηροῦ ἐπιδεδεμένου καὶ κνήμης, ὅστις κατὰ τὸ γόνυ κάμπτοι, ἀνάγκη ἂν εἴη τούτῳ τοὺς μύας ἄλλοτε ἄλλο σχῆμα ἴσχειν· ἀνάγκη δ᾿ ἂν εἴη καὶ τὰ ὀστέα τὰ κατεηγότα κίνησιν ἔχειν. Περὶ παντὸς οὖν ποιητέον τὴν ἰγνύην ἐντετάσθαι. Δοκέοι ἂν οὖν μοι ὁ σωλὴν, ὁ περιέχων πρὸς τὸν πόδα ἀπὸ τοῦ ἰσχίου, ὠφελέειν ὑποτιθέμενος· καὶ ἄλλως κατ᾿ ἰγνύην ταινίην χαλαρῶς περιβάλλειν ξὺν τῷ σωλῆνι, ὥσπερ τὰ παιδία ἐν τῇσι κοίτῃσι σπαργανοῦται· εἶτα ἐπὴν ὁ μηρὸς ἐς τὸ ἄνω διαστρέφοιτο, ἢ ἐς τὸ πλάγιον, εὐκατασχετώτερον εἴη ἂν ξὺν τῷ σωλῆνι οὕτως. Ἢ οὖν διαμπερὲς εἴη ποιητέος ὁ σωλὴν, ἢ οὐ ποιητέος.

[23] Πτέρνης δὲ ἄκρης κάρτα χρὴ ἐπιμελέεσθαι, ὡς εὐθέτως ἔχοι, καὶ ἐν τοῖσι κατὰ κνήμην, καὶ ἐν τοῖσι κατὰ μηρὸν κατήγμασιν. Ἢν μὲν γὰρ ἀπαιωρῆται ὁ ποὺς, τῆς ἄλλης κνήμης ἡρματισμένης, ἀνάγκη κατὰ τὸ ἀντικνήμιον τὰ ὀστέα κυρτὰ φαίνεσθαι· ἢν δὲ ἡ μὲν πτέρνη ὑψηλοτέρη ᾖ τοῦ μετρίου ἡρματισμένη, ἡ δὲ ἄλλη κνήμη ὑπομετέωρος ᾖ, ἀνάγκη τὸ ὀστέον τοῦτο κατὰ τὸ ἀντικνήμιον κοιλότερον φανῆναι τοῦ μετρίου, προσέτι καὶ ἢν ἡ πτέρνη τυγχάνῃ ἐοῦσα τοῦ ἀνθρώπου φύσει μεγάλη. Ἀτὰρ καὶ κρατύνεται πάντα τὰ ὀστέα βραδύτερον, ἢν μὴ κατὰ φύσιν κείμενα ᾖ, καὶ τὰ μὴ ἀτρεμέοντα ἐν τῷ αὐτέῳ σχήματι, καὶ αἱ πωρώσιες ἀσθενέστεραι.

[24] Ταῦτα μὲν δὴ, ὅσοισι τὰ μὲν ὀστέα κατέηγεν, ἐξέχει δὲ μὴ, μηδὲ ἄλλως ἕλκος ἐγένετο. Οἷσι δὲ τὰ ὀστέα κατέηγεν ἁπλῷ τῷ τρόπῳ, καὶ μὴ πουλυσχιδεῖ, ἐξέσχε δὲ, αὐθήμερα ἐμβληθέντα, ἢ τῇ ὑστεραίῃ, καὶ κατὰ χώρην ἱζόμενα, καὶ μὴ ἐπίδοξος ἡ ἀπόστασις παρασχίδων ὀστέων ἀπιέναι, ἢ καὶ οἷσιν ἕλκος μὲν ἐγένετο, τὰ δὲ ὀστέα τὰ κατεηγότα οὐκ ἐξίσχει, οὐδ᾿ ὁ τρόπος τῆς κατήξιος τοιοῦτος, οἷος παρασχίδας ὀστέων εἶναι ἐπιδόξους ἀναπλῶσαι, τοὺς τοιούτους οἱ μὲν μήτε μέγα ἀγαθὸν, μήτε μέγα κακὸν ποιέοντες, ἰητρεύουσι τὰ μὲν ἕλκεα καθαρτικῷ τινι, ἢ πισσηρὴν ἐπιθέντες, ἢ ἔναιμον, ἢ ἄλλο τι ὧν εἰώθασι ποιέειν· ἐπάνω δὲ τοὺς οἰνηροὺς σπλῆνας ἢ εἴρια ῥυπαρὰ ἐπιδέουσιν, ἢ ἄλλο τι τοιοῦτον. Ἐπὴν δὲ τὰ ἕλκεα καθαρὰ γένηται, καὶ ἤδη ξυμφύηται, τότε τοῖσιν ὀθονίοισι συχνοῖσι πειρῶνται ἐπιδεῖν, καὶ νάρθηξι κατορθοῦν. Αὕτη μὲν ἡ ἴησις ἀγαθόν τι ποιέει, κακὸν δὲ οὐ μέγα. Τὰ μέντοι ὀστέα οὐχ ὁμοίως δύναται ἱδρύεσθαι ἐς τὴν ἑωυτῶν χώρην, ἀλλά τινι ὀγκηρότερα τὰ ὀστέα τοῦ καιροῦ ταύτῃ γίνεται· γένοιτο δ᾿ ἂν καὶ βραχύτερα, ὧν ἀμφότερα τὰ ὀστέα κατέηγεν ἢ πήχεος, ἢ κνήμης.

[25] Ἄλλοι δ᾿ αὖ τινές εἰσιν, οἳ ὀθονίοισι τὰ τοιαῦτα ἰητρεύουσιν εὐθέως, καὶ ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδέουσι τοῖσιν ὀθονίοισι, κατὰ δὲ τὸ ἕλκος αὐτὸ διαλείπουσι, καὶ ἐῶσιν ἀνεψύχθαι· ἔπειτα ἐπιτιθέασιν ἐπὶ τὸ ἕλκος τῶν καθαρτικῶν τι, καὶ σπλήνεσιν οἰνηροῖσιν, ἢ εἰρίοισι ῥυπαροῖσι θεραπεύουσιν. Αὕτη ἡ ἴησις κακὴ, καὶ εἰκὸς τοὺς οὕτως ἰητρεύοντας τὰ μέγιστα ἀσυνετέειν, καὶ ἐν τοῖσιν ἄλλοισι κατήγμασι, καὶ ἐν τοῖσι τοιούτοισιν. Μέγιστον γάρ ἐστι τὸ γινώσκειν, καθ᾿ ὁποῖον τρόπον χρὴ τὴν ἀρχὴν βάλλεσθαι τοῦ ὀθονίου, καὶ καθ᾿ ὁποῖον μάλιστα πεπιέχθαι, καὶ οἷά τε ὠφελέονται, ἢν ὀρθῶς τις βάλληται τὴν ἀρχὴν καὶ πιέζῃ ᾗ μάλιστα χρὴ, καὶ οἷα βλάπτονται, ἢν μὴ ὀρθῶς τις βάλληται, μηδὲ πιέζῃ ᾗ μάλιστα χρὴ, ἀλλὰ ἔνθεν καὶ ἔνθεν. Εἴρηται μὲν οὖν καὶ ἐν τοῖσι πρόσθεν γεγραμμένοισιν, ὁποῖα ἀφ᾿ ἑκατέρου ἀποβαίνει· μαρτυρέει δὲ καὶ αὐτὴ ἡ ἰητρική· ἀνάγκη γὰρ τῷ οὕτως ἐπιδεομένῳ τὸ οἶδος ἐξαείρεσθαι ἐς αὐτὸ τὸ ἕλκος. Καὶ γὰρ εἰ ὑγιὴς χρὼς ἔνθεν καὶ ἔνθεν ἐπιδεθείη, ἐν μέσῳ δὲ διαλειφθείη, μάλιστα κατὰ τὴν διάλειψιν οἰδήσειεν ἂν, καὶ ἀχροιήσειεν· πῶς οὖν οὐχὶ ἕλκος γε ταῦτα ἂν πάθοι; Ἀναγκαίως οὖν ἔχει ἄχροον μὲν καὶ ἐκπεπλιγμένον τὸ ἕλκος εἶναι, δακρυῶδές τε καὶ ἀνεκπύητον, ὀστέα δὲ, καὶ μὴ μέλλοντα ἀποστῆναι, ἀποστατικὰ γενέσθαι· σφυγμῶδές τε καὶ πυρῶδες τὸ ἕλκος ἂν εἴη. Ἀναγκάζονται δὲ διὰ τὸ οἶδος ἐπικαταπλάσσειν· ἀσύμφορον δὲ καὶ τοῦτο τοῖσιν ἔνθεν καὶ ἔνθεν ἐπιδεομένοισιν· ἄχθος γὰρ ἀνωφελὲς πρὸς τῷ ἄλλῳ σφυγμῷ ἐπιγίνεται. Τελευτῶντες δὲ ἀπολύουσι τὰ ἐπιδέσματα, ὁπόταν σφιν παλιγκοτέῃ, καὶ ἰητρεύουσι τὸ λοιπὸν ἄνευ ἐπιδέσιος· οὐδὲν δ᾿ ἧσσον, καὶ ἤν τι ἄλλο τρῶμα τοιοῦτο λάβωσι, τῷ αὐτῷ τρόπῳ ἰητρεύουσιν· οὐ γὰρ οἴονται τὴν ἐπίδεσιν τὴν ἔνθεν καὶ ἔνθεν, καὶ τὴν ἀνάψυξιν τοῦ ἕλκεος αἰτίην εἶναι, ἀλλ᾿ ἄλλην τινὰ ἀτυχίην. Οὐ μέντοι γε ἂν ἔγραφον περὶ τουτέου τοσαῦτα, εἰ μὴ εὖ μὲν ᾔδειν ἀσύμφορον ἐοῦσαν τὴν ἐπίδεσιν, συχνοὺς δὲ οὕτως ἰητρεύοντας, ἐπίκαιρον δὲ τὸ ἀπομάθημα, μαρτύριον δὲ τοῦ ὀρθῶς γεγράφθαι τὰ πρόσθεν γεγραμμένα, εἴτε μάλιστα πιεστέα τὰ κατήγματα, εἴτε ἥκιστα.

[26] Χρὴ δὲ, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι, οἷσιν ἂν μὴ ἐπίδοξος ᾖ ἡ τῶν ὀστέων ἀπόστασις ἔσεσθαι, τὴν αὐτὴν ἰητρείην ἰητρεύειν, ὥσπερ ἂν οἷσιν ὀστέα μὲν κατεηγότα εἴη, ἕλκος δὲ μὴ ἔχοντα· τάς τε γὰρ κατατάσιας καὶ κατορθώσιας τῶν ὀστέων τὸν αὐτὸν τρόπον ποιέεσθαι, τήν τε ἐπίδεσιν παραπλήσιον τρόπον. Ἐπὶ μὲν γὰρ αὐτὸ τὸ ἕλκος πισσηρὴν κηρωτὴν χρίσαντα, σπλῆνα λεπτὸν διπλόον ἐπιδεθῆναι, τὰ δὲ πέριξ κηρωτῇ λευκῇ χρίειν. Τὰ δὲ ὀθόνια καὶ τὰ ἄλλα πλατύτερά τινι ἐσχισμένα ἔστω, ἢ εἰ μὴ ἕλκος εἶχεν· καὶ ᾧ ἂν πρώτῳ ἐπιδέηται, συχνῷ ἔστω τοῦ ἕλκεος πλατύτερον. Τὰ γὰρ στενότερα τοῦ ἕλκεος ζώσαντα ἔχει τὸ ἕλκος· τὸ δὲ οὐ χρή· ἀλλ᾿ ἡ πρώτη περιβολὴ ὅλον κατεχέτω τὸ ἕλκος, καὶ ὑπερεχέτω τὸ ὀθόνιον ἔνθεν τε καὶ ἔνθεν. Βάλλεσθαι μὲν οὖν χρὴ τὸ ὀθόνιον κατ᾿ αὐτὴν τὴν ἴξιν τοῦ ἕλκεος, πιέζειν δὲ ὀλίγῳ ἧσσον ἢ εἰ μὴ ἕλκος εἶχεν, ἐπινέμεσθαι δὲ τῇ ἐπιδέσει ὥσπερ καὶ πρόσθεν εἴρηται. Τὰ δὲ ὀθόνια αἰεὶ μὲν τοῦ τρόπου τοῦ μαλθακοῦ ἔστωσαν, μᾶλλον δέ τι δεῖ ἐν τοῖσι τοιούτοισιν, ἢ εἰ μὴ ἕλκος εἶχεν. Πλῆθος δὲ τῶν ὀθονίων, μὴ ἐλάσσω ἔστω τῶν πρότερον εἰρημένων, ἀλλά τινι καὶ πλείω. Ἢν δὲ ἐπιδεθῇ, δοκείτω τῷ ἐπιδεδεμένῳ ἡρμόσθαι μὲν, πεπιέχθαι δὲ μή· φάτω δὲ κατὰ τὸ ἕλκος μάλιστα ἡρμόσθαι. Τοὺς δὲ χρόνους τοὺς αὐτοὺς μὲν χρὴ εἶναι ἐπὶ τὸ μᾶλλον δοκέειν ἡρμόσθαι, τοὺς αὐτοὺς δὲ ἐπὶ τὸ μᾶλλον δοκέειν χαλᾷν, ὥσπερ καὶ ἐν τοῖσι πρόσθεν εἴρηται. Μετεπιδεῖν δὲ διὰ τρίτης, πάντα μεταποιέοντα ἐς τοὺς τρόπους τοὺς παραπλησίους, ὥσπερ καὶ πρόσθεν εἴρηται, πλὴν ἐς τὸ σύμπαν ἧσσόν τινι πιέζειν ταῦτα ἢ ἐκεῖνα. Καὶ ἢν κατὰ λόγον τὰ εἰκότα γένηται, ἰσχνότερον μὲν αἰεὶ εὑρεθήσεται τὸ κατὰ τὸ ἕλκος, ἰσχνὸν δὲ καὶ τὸ ἄλλο πᾶν τὸ ὑπὸ τῆς ἐπιδέσιος κατεχόμενον· καὶ αἵ τε ἐκπυήσιες ἔσονται θάσσους ἢ τῶν ἄλλως ἰητρευμένων ἑλκέων, ὅσα τε σαρκία ἐν τῷ τρώματι ἐμελάνθη καὶ ἐθανατώθη, θᾶσσον περιῤῥήγνυται καὶ ἐκπίπτει ἐπὶ ταύτῃ τῇ ἰητρείῃ, ἢ ἐν τῇσιν ἄλλῃσιν, ἐς ὠτειλάς τε θᾶσσον ὁρμᾶται τὸ ἕλκος οὕτως ἢ ἄλλως ἰητρευμένον. Πάντων δὲ τούτων αἴτιον, ὅτι ἰσχνὸν μὲν τὸ κατὰ τὸ ἕλκος χωρίον γίνεται, ἰσχνὰ δὲ τὰ περιέχοντα. Τὰ μὲν οὖν ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὡς τὰ ἄνευ ἑλκώσιος ὀστέα κατηγνύμενα. Τοὺς δὲ νάρθηκας οὐ χρὴ προστιθέναι. Διὰ τοῦτο καὶ τὰ ὀθόνια χρὴ τούτοισι πλείω εἶναι ἢ τοῖσιν ἑτέροισιν, ὅτι τε ἧσσον πιέζεται, ὅτι τε οἱ νάρθηκες βραδύτεροι προστίθενται. Ἢν μέντοι τοὺς νάρθηκας προστιθῇς, μὴ κατὰ τὴν ἴξιν τοῦ ἕλκεος προστιθέναι, ἄλλως τε καὶ χαλαρῶς προστιθέναι, προμηθεύμενος ὅκως μηδεμία σφίγξις μεγάλη ἔσται ἀπὸ τῶν ναρθήκων. Εἴρηται δὲ τοῦτο καὶ ἐν τοῖσι πρότερον γεγραμμένοισιν. Τὴν μέντοι δίαιταν ἀκριβεστέρην καὶ πλείω χρόνον χρὴ ποιέεσθαι οἷσιν ἐξ ἀρχῆς ἕλκεα γίνεται, καὶ οἷσιν ὀστέα ἐξίσχει· καὶ τὸ ξύμπαν δὲ εἰρῆσθαι, ἐπὶ τοῖσι ἰσχυροτάτοισι τρώμασιν ἀκριβεστέρην καὶ πουλυχρονιωτέρην εἶναι χρὴ τὴν δίαιταν.

[27] Ἡ αὐτὴ δὲ ἰητρείη τῶν ἑλκέων, καὶ οἷσιν ὀστέα μὲν κατέηγεν, ἕλκος δὲ ἐξ ἀρχῆς μηδὲν ἦν, ἐν δὲ τῇ ἰητρείῃ ἐπιγίνεται, ἢ τοῖσιν ὀθονίοισιν μᾶλλον πιεχθέντος νάρθηκος ὑπὸ ἐνέδρης, ἢ ὑπὸ ἄλλης τινὸς προφάσιος. Γινώσκεται μὲν οὖν τὰ τοιαῦτα, ἢν ἕλκος ὑπῇ, τῇ τε ὀδύνῃ καὶ τοῖσι σφυγμοῖσιν· καὶ τὸ οἴδημα τὸ ἐν τοῖσιν ἄκροισι, σκληρότερον γίνεται τῶν τοιουτέων, καὶ εἰ τὸν δάκτυλον ἐπαγάγοις, τὸ ἔρευθος ἐξαιρέεται, ἀτὰρ καὶ αὖθις ὑποτρέχει ταχέως. Ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς, λύσαντα χρὴ, ἢν μὲν ᾖ κνησμὸς κατὰ τὰς ὑποδεσμίδας, ἢ ἐπὶ τὸ ἄλλο τὸ ἐπιδεδεμένον, πισσηρῇ κηρωτῇ ἀντὶ τῆς ἑτέρης χρῆσθαι. Ἢν δὲ τούτων μὲν μηδὲν ᾖ, αὐτὸ δὲ τὸ ἕλκος ἠρεθισμένον εὑρίσκηται, μέλαν ἐπὶ πουλὺ ἢ ἀκάθαρτον, καὶ τῶν μὲν σαρκῶν ἐκπυησομένων, τῶν δὲ νεύρων προσεκπεσουμένων, τουτέους οὐδὲν χρὴ ἀναψύχειν παντάπασιν, οὐδέ τι φοβεῖσθαι τὰς ἐκπυήσιας ταύτας, ἀλλ᾿ ἰητρεύειν, τὰ μὲν ἄλλα παραπλήσιον τρόπον, ὥσπερ καὶ οἷσιν ἐξ ἀρχῆς ἕλκος ἐγένετο. Τοῖσι δὲ ὀθονίοισιν ἄρχεσθαι χρὴ ἐπιδέοντα ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν τοῖσιν ἀκραίοις πάνυ χαλαροῖσι, καὶ ἔπειτα ἐπινέμεσθαι τῇ ἐπιδέσει αἰεὶ ἐς τὸ ἄνω, καὶ πεπιέχθαι μὲν μηδαμῇ, ἡρμόσθαι δὲ μάλιστα κατὰ τὸ ἕλκος, τὰ δὲ ἄλλα ἐπὶ ἧσσον. Τὰ δὲ ὀθόνια τὰ πρῶτα, ταῦτα μὲν καθαρὰ ἔστω καὶ μὴ στενά· τὸ δὲ πλῆθος τῶν ὀθονίων ἔστω, ὅσον περ καὶ ἐν τοῖσι νάρθηξιν εἰ ἐπιδέοιντο, ἢ ὀλίγῳ ἔλασσον. Ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἱκανὸν σπληνίον τῇ λευκῇ κηρωτῇ κεχρισμένον· ἤν τε γὰρ σὰρξ, ἤν τε νεῦρον μελανθῇ, προσεκπεσεῖται· τὰ γὰρ τοιαῦτα οὐ χρὴ δριμέσιν ἰητρεύειν, ἀλλὰ μαλθακοῖσιν, ὥσπερ τὰ πυρίκαυστα. Μετεπιδεῖν δὲ διὰ τρίτης, νάρθηκας δὲ μὴ προστιθέναι· ἀτρεμέειν δὲ ἐπὶ μᾶλλον, ἢ τὸ πρόσθεν, καὶ ὀλιγοσιτέειν. Εἰδέναι δὲ χρὴ, εἴ τε σὰρξ, εἴ τε νεῦρον τὸ ἐκπεσούμενόν ἐστιν, ὅτι οὕτω πολλῷ μὲν ἧσσον νέμεται ἐπὶ πλεῖον, πολλῷ δὲ θᾶσσον ἐκπεσεῖται, πολλῷ δὲ ἰσχνότερα τὰ περιέχοντα ἔσται, ἢ εἴ τις, ἀπολύσας τὰ ὀθόνια, ἐπιθείη τι τῶν καθαρτικῶν φαρμάκων ἐπὶ τὸ ἕλκος. Καίτοι καὶ ἢν ἐκπέσῃ τὸ ἐκπεσούμενον, θᾶσσόν τε σαρκοῦται ἐκείνως ἢ ἑτέρως ἰητρευόμενον, καὶ θᾶσσον ὠτειλοῦται. Πάντα μήν ἐστι ταῦτα ὀρθῶς ἐπιδεῖν καὶ μετρίως ἐπίστασθαι. Προσσυμβάλλεται δὲ καὶ τὰ σχήματα, καὶ οἷα χρὴ, εἶναι, καὶ ἡ ἄλλη δίαιτα, καὶ τῶν ὀθονίων ἡ ἐπιτηδειότης.

[28] Ἢν δ᾿ ἄρα ἐξαπατηθῇς ἐν τοῖσι νεοτρώτοισι, μὴ οἰόμενος ὀστέων ἀπόστασιν ἔσεσθαι, τὰ δ᾿ ἐπίδοξα ᾖ ἀναπλῶσαι, οὐ χρὴ ὀῤῥωδέειν τοῦτον τὸν τρόπον τῆς ἰητρείης· οὐδὲν γὰρ ἂν μέγα φλαῦρον γένοιτο, ἢν μοῦνον οἷός τε ᾖς τῇ χειρὶ τὰς ἐπιδέσιας ἀγαθὰς καὶ ἀσινέας ποιέεσθαι. Σημεῖον δὲ τόδε, ἢν μέλλῃ ὀστέων ἀπόστασις ἔσεσθαι ἐν τῷ τρόπῳ τούτῳ τῆς ἰητρείης· πῦον γὰρ συχνὸν ῥέει ἐκ τοῦ ἕλκεος, καὶ ὀργᾷν φαίνεται. Πυκνότερον οὖν μετεπιδέεσθαι διὰ τὸν πλάδον· ἐπεὶ ἄλλως τε καὶ ἀπύρετοι γίνονται, ἢν μὴ κάρτα πιέζωνται ὑπὸ τῆς ἐπιδέσιος, καὶ τὸ ἕλκος, καὶ τὰ περιέχοντα ἰσχνά. Ὅσαι μὲν οὖν λεπτῶν πάνυ ὀστέων ἀποστάσιες, οὐδεμιῆς μεγάλης μεταβολῆς δέονται, ἀλλ᾿ ἢ χαλαρωτέρως ἐπιδεῖν, ὡς μὴ ἀπολαμβάνηται τὸ πῦον, ἀλλ᾿ εὐαπόῤῥυτον ᾖ, καὶ πυκνότερον μετεπιδεῖν, ἔστ᾿ ἂν ἀποστῇ τὸ ὀστέον, καὶ νάρθηκας μὴ προστιθέναι.

[29] Ὁκόσοισι δὲ μείζονος ὀστέου ἀπόστασις ἐπίδοξος γένηται, ἤν τε ἐξ ἀρχῆς προγνῷς, ἤν τε καὶ ἔπειτα μεταγνῷς, οὐκ ἔτι τῆς αὐτῆς ἰητρείης δεῖται· ἀλλὰ τὰς μὲν κατατάσιας, καὶ τὰς διορθώσιας οὕτω ποιέεσθαι, ὥσπερ εἴρηται· σπλῆνας δὲ χρὴ διπλοῦς, πλάτος μὲν ἡμισπιθαμιαίους, μὴ ἐλάσσους (ὁκοῖον δὲ ἄν τι καὶ τὸ τρῶμα ᾖ, πρὸς τοῦτο τεκμαίρεσθαι), μῆκος δὲ βραχυτέρους μὲν μὴ ὀλίγῳ, ἢ ὥστε δὶς περιικνέεσθαι περὶ τὸ τετρωμένον, μακροτέρους δὲ συχνῷ, ἢ ὥστε ἅπαξ περιικνέεσθαι, πλῆθος δὲ, ὁκόσους ἂν ξυμφέρῃ, ποιησάμενον, τούτους ἐν οἴνῳ μέλανι αὐστηρῷ βρέχοντα, χρὴ ἐκ μέσου ἀρχόμενον, ὡς ἀπὸ δύο ἀρχῶν ὑποδεσμὶς ἐπιδεῖται, περιελίσσειν, κἄπειτα σκεπαρνηδὸν παραλλάσσοντα τὰς ἀρχὰς ἀφιέναι. Ταῦτα κατά τε αὐτὸ τὸ ἕλκος ποιέειν, καὶ κατὰ τὸ ἔνθεν καὶ ἔνθεν τοῦ ἕλκεος· καὶ πεπιέχθω μὲν μὴ, ἀλλ᾿ ὅσον ἑρμασμοῦ ἕνεκεν τοῦ ἕλκεος προσκείσθω. Ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἐπιτιθέναι χρὴ πισσηρὴν, ἤ τι τῶν ἐναίμων, ἤ τι τῶν ἄλλων φαρμάκων, ὅ τι ξύντροφόν ἐστιν ἐπιτέγξει. Καὶ ἢν μὲν ἡ ὥρη θερινὴ ᾖ, ἐπιτέγγειν τῷ οἴνῳ τοὺς σπλῆνας πυκνά· ἢν δὲ χειμερινὴ ἡ ὥρη ᾖ, εἰρία πουλλὰ ῥυπαρὰ, νενοτισμένα οἴνῳ καὶ ἐλαίῳ, ἐπικείσθω. Ἰξαλῆν δὲ χρὴ ὑποτετάσθαι, καὶ εὐαπόῤῥυτα ποιέειν, φυλάσσοντα τοὺς ὑποῤῥόους, μεμνημένον ὅτι οἱ τόποι οἱ ἐν τοῖσιν αὐτοῖσι σχήμασι πολλὸν χρόνον κείμενοι, ἐκτρίμματα δυσάκεστα ποιέουσιν.

[30] Ὅσους δὲ μὴ οἷόν τε ἐπιδέσει ἰήσασθαι διά τινα τούτων τῶν εἰρημένων τρόπων, ἢ τῶν εἰρησομένων, τούτους περὶ πλείονος χρὴ ποιέεσθαι, ὅκως εὐθέτως σχήσουσι τὸ κατεηγὸς τοῦ σώματος κατ᾿ ἰθυωρίην, προσέχοντα τὸν νόον, καὶ τῷ ἀνωτέρω δὲ μᾶλλον ἢ τῷ κατωτέρω. Εἰ δέ τις μέλλοι καλῶς καὶ εὐχερῶς ἐργάζεσθαι, ἄξιον καὶ μηχανοποιήσασθαι, ὅκως κατάτασιν δικαίην καὶ μὴ βιαίην σχήσει τὸ κατεηγὸς τοῦ σώματος· μάλιστα δὲ ἐν κνήμῃ ἐνδέχεται μηχανοποιέειν. Εἰσὶ μὲν οὖν τινες, οἳ ἐπὶ πᾶσι τοῖσι τῆς κνήμης κατήγμασι, καὶ τοῖσιν ἐπιδεομένοισι, καὶ τοῖσι μὴ ἐπιδεομένοισι, τὸν πόδα ἄκρον προσδέουσι πρὸς τὴν κλίνην, ἢ πρὸς ἄλλο τι ξύλον παρὰ τὴν κλίνην κατορύξαντες. Οὗτοι μὲν οὖν πάντα κακὰ ποιέουσιν, ἀγαθὸν δὲ οὐδέν· οὔτε γὰρ τοῦ κατατείνεσθαι ἄκος ἐστὶ τὸ προσδεδέσθαι τὸν πόδα, οὐδὲν γὰρ ἧσσον τὸ ἄλλο σῶμα προσχωρήσει πρὸς τὸν πόδα, καὶ οὕτως οὐκ ἂν ἔτι τείνοιτο· οὔτ᾿ αὖ ἐς τὴν ἰθυωρίην οὐδὲν ὠφελέει, ἀλλὰ καὶ βλάπτει, στρεφομένου γὰρ τοῦ ἄλλου σώματος ἢ τῇ ἢ τῇ, οὐδὲν κωλύσει ὁ δεσμὸς τὸν πόδα καὶ τὰ ὀστέα τὰ τῷ ποδὶ προσηρτημένα ἐπακολουθέειν τῷ ἄλλῳ σώματι. Εἰ δὲ μὴ προσεδέδετο, ἧσσον ἂν διεστρέφετο· ἧσσον γὰρ ἂν ἐγκατελείπετο ἐν τῇ κινήσει τοῦ ἄλλου σώματος. Εἰ δέ τις σφαίρας δύο ῥάψαιτο ἐκ σκύτεος αἰγυπτίου τοιαύτας οἵας φοροῦσιν οἱ ἐν τῇσι μεγάλῃσι πέδῃσι πολλὸν χρόνον πεπεδημένοι, αἱ δὲ σφαῖραι ἔχοιεν ἔνθεν καὶ ἔνθεν χιτῶνας, τὰ μὲν πρὸς τοῦ τρώματος βαθυτέρους, τὰ δὲ πρὸς τῶν ἄρθρων βραχυτέρους, εἶεν δὲ ὀγκηραὶ μὲν καὶ μαλθακαὶ, ἁρμόζουσαι δὲ, ἡ μὲν ἄνωθεν τῶν σφυρῶν, ἡ δὲ κάτωθεν τοῦ γούνατος· ἐκ δὲ πλαγίης ἄκρης δισσὰ ἡ κάτωθεν ἔχοι προσηρτημένα, ἢ ἁπλόου ἱμάντος, ἢ διπλόου, βραχέα ὥσπερ ἀγκύλας, τὰ μέν τι τοῦ σφυροῦ ἑκατέρωθεν, τὰ δέ τι τοῦ γούνατος· καὶ ἡ ἄνωθεν σφαῖρα ἕτερα τοιαῦτα ἔχοι κατὰ τὴν ἰθυωρίην τὴν αὐτήν. Κἄπειτα κραναΐνας ῥάβδους τέσσαρας λαβὼν ἴσον τὸ μέγεθος ἀλλήλῃσιν ἐχούσας, πάχος μὲν ὡς δακτυλιαίας, μῆκος δὲ ὡς κεκαμμέναι ἐναρμόσωσιν ἐς τὰ ἀπαιωρήματα, ἐπιμελόμενος ὅκως τὰ ἄκρα τῶν ῥάβδων μὴ ἐς τὸν χρῶτα, ἀλλ᾿ ἐς τὰ ἄκρα τῶν σφαιρέων ἐγκέλσει. Εἶναι δὲ χρὴ ζεύγεα τρία τῶν ῥάβδων, καὶ πλέω, καί τινι μακροτέρας τὰς ἑτέρας τῶν ἑτέρων, καί τινι καὶ βραχυτέρας καὶ σμικροτέρας, ὡς καὶ μᾶλλον διατείνειν, ἢν βούληται, καὶ ἧσσον· ἔστωσαν δὲ αἱ ῥάβδοι ἑκάτεραι ἔνθεν καὶ ἔνθεν τῶν σφυρῶν. Ταῦτα τοίνυν εἰ καλῶς μηχανοποιηθείη, τήν τε κατάτασιν καὶ δικαίην ἂν παρέχοι καὶ ὁμαλὴν κατὰ τὴν ἰθυωρίην, καὶ τῷ τρώματι πόνος οὐδεὶς ἂν εἴη· τὰ γὰρ ἀποπιέσματα, εἴ τι καὶ ἀποπιέζοιτο, τὰ μὲν ἂν ἐς τὸν πόδα ἀπάγοιτο, τὰ δὲ ἐς τὸν μηρόν· αἵ τε ῥάβδοι εὐθετώτεραι, αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν τῶν σφυρῶν, ὥστε μὴ κωλύεσθαι τὴν θέσιν τῆς κνήμης· τό τε τρῶμα εὐκατάσκεπτον καὶ εὐβάστακτον· οὐδὲν γὰρ ἐμποδὼν, εἴ τις ἐθέλοι τὰς δύο τῶν ῥάβδων τὰς ἀνωτέρω αὐτὰς πρὸς ἀλλήλας ζεῦξαι, καὶ ἤν τις κούφως βούληται ἐπιβάλλειν, ὥστε τὸ ἐπιβαλλόμενον μετέωρον ἀπὸ τοῦ τρώματος εἶναι. Εἰ μὲν οὖν αἵ τε σφαῖραι προσηνέες καὶ καλαὶ καὶ μαλθακαὶ καὶ καιναὶ ῥαφεῖεν, καὶ ἡ ἔντασις τῶν ῥάβδων χρηστῶς ἐνταθείη, ὥσπερ ἤδη εἴρηται, εὔχρηστον τὸ μηχάνημα· εἰ δέ τι τουτέων μὴ καλῶς ἕξει, βλάπτοι ἂν μᾶλλον ἢ ὠφελέοι. Χρὴ δὲ καὶ τὰς ἄλλας μηχανὰς ἢ καλῶς μηχανᾶσθαι, ἢ μὴ μηχανᾶσθαι· αἰσχρὸν γὰρ καὶ ἄτεχνον μηχανοποιέοντα ἀμηχανοποιέεσθαι.

[31] Τοῦτο δὲ, οἱ πλεῖστοι τῶν ἰητρῶν τὰ κατήγματα, καὶ τὰ μεθ᾿ ἑλκέων, καὶ τὰ ἄνευ ἑλκέων, τὰς πρώτας τῶν ἡμερέων ἰητρεύουσιν εἰρίοισι ῥυπαροῖσιν· καὶ οὐδέν τι ἄτεχνον δοκέει τοῦτο εἶναι. Ὅσοι μὲν ἀναγκάζονται ὑπὸ τῶν αὐτίκα νεοτρώτων ἐόντων, μὴ ἔχοντες ὀθόνια, εἰρίοισι παρασκευάσασθαι, τουτέοισι πλείστη συγγνώμη· οὐ γὰρ ἄν τις ἔχοι ἄνευ ὀθονίων ἄλλο τι πολλῷ βέλτιον εἰρίου ἐπιδῆσαι ἐπὶ τὰ τοιαῦτα· εἶναι δὲ χρὴ πάμπολλα, καὶ πάνυ καλῶς εἰργασμένα, καὶ μὴ τρηχέα· τῶν γὰρ ὀλίγων καὶ φλαύρων ὀλίγη καὶ ἡ δύναμις. Ὅσοι δὲ ἐπὶ μίαν ἢ δύο ἡμέρας εἴρια ἐπιδέειν δικαιοῦσι, τρίτῃ δὲ καὶ τετάρτῃ ὀθονίοισιν ἐπιδέοντες πιέζουσι καὶ κατατείνουσι τότε μάλιστα, οὗτοι πουλύ τι τῆς ἰητρικῆς καὶ κάρτα ἐπίκαιρον ἀσυνετέουσιν· ἥκιστα γὰρ χρὴ τῇ τρίτῃ καὶ τετάρτῃ στυφελίζειν πάντα τὰ τρώματα, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι· καὶ μηλώσιας δὲ πάσας φυλάσσεσθαι χρὴ ἐν ταύτῃσι τῇσιν ἡμέρῃσι, καὶ ὁκόσοισιν ἄλλοισι τρώμασιν ἠρέθισται. Τὸ ἐπίπαν γὰρ ἡ τρίτη καὶ τετάρτη ἡμέρη ἐπὶ τοῖσι πλείστοισι τῶν τρωμάτων τίκτει τὰς παλιγκοτήσιας, καὶ ὅσα ἐς φλεγμονὴν καὶ ἀκαθαρσίην ὁρμᾷ, καὶ ὅσα ἂν ἐς πυρετοὺς ἴῃ. Καὶ μάλα πολλοῦ ἄξιον τοῦτο τὸ μάθημα, εἴ πέρ τι καὶ ἄλλο. Τίνι γὰρ οὐκ ἐπικοινωνέει τῶν ἐπικαιροτάτων ἐν ἰητρικῇ, οὐ κατὰ τὰ ἕλκεα μοῦνον, ἀλλὰ καὶ κατὰ ἄλλα πουλλὰ νουσήματα; εἰ μή τις φήσειε καὶ τἄλλα νουσήματα ἕλκεα εἶναι. Ἔχει γάρ τινα καὶ οὗτος ὁ λόγος ἐπιείκειαν· πολλαχῆ γὰρ ἠδέλφισται τὰ ἕτερα τοῖσιν ἑτέροισιν. Ὁκόσοι μέντοι δικαιοῦσιν εἰρίοισι χρῆσθαι, ἔστ᾿ ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν, ἔπειτα κατατείνειν τε καὶ κατορθοῦν, καὶ ὀθονίοισιν ἐπιδεῖν, οὗτοι οὐκ ἂν ἀσύνετοι ὁμοίως φανεῖεν· καὶ γὰρ τῆς φλεγμονῆς τὸ ἐπικαιρότατον παρελήλυθε, καὶ τὰ ὀστέα χαλαρὰ καὶ εὔθετα μετὰ ταύτας τὰς ἡμέρας ἂν εἴη. Πολλῷ μέντοι ἡσσᾶται καὶ αὕτη ἡ μελέτη τῆς ἐξ ἀρχῆς τοῖσιν ὀθονίοισιν ἐπιδέσιος· κεῖνος μὲν γὰρ ὁ τρόπος ἑβδομαίους ἐόντας ἀφλεγμάντους ἀποδείκνυσι, καὶ παρασκευάζει νάρθηξι τελέως ἐπιδεῖν· οὗτος δὲ ὁ τρόπος πουλὺ ὑστερεῖ, βλάβας δέ τινας καὶ ἄλλας ἔχει, ἀλλὰ μακρὸν ἂν εἴη πάντα γράφειν.

[31 β] Ὁκόσοισι δὲ τὰ ὀστέα κατεηγότα καὶ ἐξίσχοντα μὴ δύνηται ἐς τὴν ἑωυτῶν χώρην καθιδρύεσθαι, ἥδε ἡ κατάστασις· σιδήρια χρὴ ποιέεσθαι ἐς τοῦτον τὸν τρόπον ὅνπερ οἱ μοχλοὶ ἔχουσιν, οἷς οἱ λατύποι χρέονται, τὸ μέν τι πλατύτερον, τὸ δέ τι στενότερον· εἶναι δὲ χρὴ καὶ τρία καὶ ἔτι πλείω, ὡς τοῖσι μάλιστα ἁρμόζουσί τις χρήσαιτο· ἔπειτα τουτέοισι χρὴ ἅμα τῇ κατατάσει μοχλεύειν ὑποβάλλοντα, πρὸς μὲν τὸ κατώτερον τοῦ ὀστέου τὸ κατώτερον ἐρείδοντα, πρὸς δὲ τὸ ἀνώτερον τὸ ἀνώτερον τοῦ σιδηρίου, ἁπλῷ δὲ λόγῳ ὥσπερ εἰ λίθον τις ἢ ξύλον μοχλεύοι ἰσχυρῶς· ἔστω δὲ σθεναρὰ τὰ σιδήρια ὡς οἷόν τε, ὡς μὴ κάμπτηται. Αὕτη μεγάλη τιμωρίη, ἤν τε τὰ σιδήρια ἐπιτήδεια ᾖ, καὶ μοχλεύηταί τις ὡς χρή. Ὁκόσα γὰρ ἀνθρώποις ἄρμενα μεμηχάνηται, πάντων, ἰσχυρότατά ἐστι τρία ταῦτα, ὄνου τε περιαγωγὴ, καὶ μόχλευσις, καὶ σφήνωσις. Ἄνευ δὲ τούτων, ἢ ἑνὸς δή τινος, ἢ πάντων, οὐδὲν τῶν ἔργων τῶν ἰσχυροτάτων οἱ ἄνθρωποι ἐπιτελέουσιν. Οὔκουν ἀτιμαστέη αὕτη ἡ μόχλευσις· ἢ γὰρ οὕτως ἐμπεσεῖται τὰ ὀστέα, ἢ οὐκ ἄλλως. Ἢν δ᾿ ἄρα τοῦ ὀστέου τὸ ἄνω παρηλλαγμένον μὴ ἐπιτήδειον ἔχῃ ἐνέδρην τῷ μοχλῷ, ἀλλὰ πάροξυ ἐὸν παραφέρῃ, παραγλύψαντα χρὴ τοῦ ὀστέου ἐνέδρην τῷ μοχλῷ ἀσφαλέα ποιῆσαι. Μοχλεύειν δὲ χρὴ καὶ τείνειν αὐθήμερα, ἢ δευτεραῖα, τριταῖα δὲ μὴ, τεταρταῖα δὲ, ὡς ἥκιστα, καὶ πεμπταῖα. Καὶ γὰρ μὴ ἐμβάλλοντι, ὀχλήσαντι δὲ ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν, φλεγμονὴν ἂν ποιήσειε, καὶ ἐμβάλλοντι οὐδὲν ἧσσον· σπασμὸν μέντοι ἐμβάλλοντι πουλὺ ἂν μᾶλλον ποιήσειεν, ἢ ἀπορήσαντι ἐμβάλλειν. Ταῦτα εὖ χρὴ εἰδέναι· καὶ γὰρ εἰ ἐπιγένοιτο σπασμὸς ἐμβάλλοντι, ἐλπίδες μὲν οὐ πολλαὶ σωτηρίης· λυσιτελέει δὲ ὀπίσω ἐκβάλλειν τὸ ὀστέον, εἰ οἷόν τε εἴη ἀόχλως. Οὐ γὰρ ἐπὶ τοῖσι χαλαρωτέροισι τοῦ καιροῦ σπασμοὶ καὶ τέτανοι ἐπιγίνονται, ἀλλ᾿ ἐπὶ τοῖσιν ἐντεταμένοισι μᾶλλον. Περὶ οὗ οὖν ὁ λόγος, οὐ χρὴ ἐνοχλέειν ἐν τῇσι προειρημένῃσιν ἡμέρῃσι ταύτῃσιν, ἀλλὰ μελετᾷν ὅκως ἥκιστα φλεγμανεῖ τὸ ἕλκος, καὶ μάλιστα ἐκπυήσει. Ἐπὴν δὲ ἑπτὰ ἡμέραι παρέλθωσιν, ἢ ὀλίγῳ πλείους, ἢν ἀπύρετος ᾖ, καὶ μὴ φλεγμαίνῃ τὸ ἕλκος, τότε ἧσσον κωλύει πειρῆσθαι ἐμβάλλειν, ἢν ἐλπίζῃς κρατήσειν· ἢν δὲ μὴ, οὐδὲν δεῖ μάτην ὀχλέειν καὶ ὀχλέεσθαι.

[32] Ἢν μὲν οὖν ἐμβάλῃς τὰ ὀστέα ἐς τὴν ἑωυτῶν χώρην, γεγράφαται ἤδη οἱ τρόποι οἵως χρὴ ἰητρεύειν, ἤν τε ἐλπίζῃς ὀστέα ἀποστήσεσθαι, ἤν τε μή. Χρὴ δὲ, καὶ ἢν μὲν ἐλπίζῃς ὀστέα ἀποστήσεσθαι, τῷ τρόπῳ τῶν ὀθονίων ἐπὶ πᾶσι τοῖσι τοιουτέοισι τὴν ἐπίδεσιν ποιέεσθαι, ἐκ μέσου τοῦ ὀθονίου ἀρχόμενον ὡς ἐπὶ τὸ πουλὺ, ὡς ἀπὸ δύο ἀρχέων ὑποδεσμὶς ἐπιδεῖται· τεκμαίρεσθαι δὲ χρὴ πρὸς τὴν μορφὴν τοῦ ἕλκεος, ὅκως ἥκιστα σεσηρὸς καὶ ἐκπεπλιγμένον ἔσται παρὰ τὴν ἐπίδεσιν· τοῖσι μὲν γὰρ ἐπὶ δεξιὰ ἐπιδεῖν ξυντρόφως ἔχει, τοῖσι δὲ ἐπ᾿ ἀριστερὰ, τοῖσι δὲ ἀπὸ δύο ἀρχέων.

[33] Ὁκόσα δὲ κατηπορήθη ὀστέα ἐμπεσεῖν, ταῦτα αὐτὰ εἰδέναι χρὴ ὅτι ἀποστήσεται, καὶ ὅσα τελέως ἐψιλώθη τῶν σαρκῶν· ψιλοῦται δὲ ἐνίων μὲν τὸ ἄνω μέρος, μετεξετέρων δὲ κύκλωθεν ἀμφιθνήσκουσιν αἱ σάρκες· καὶ τῶν μὲν ἀπὸ τοῦ ἀρχαίου τρώματος σεσάπρισται ἔνια τῶν ὀστέων, τῶν δ᾿ οὔ· καὶ τῶν μὲν μᾶλλον, τῶν δ᾿ ἧσσον· καὶ τὰ μὲν σμικρὰ, τὰ δὲ μεγάλα. Διὰ οὖν ταῦτα τὰ εἰρημένα οὐκ ἔστιν ἑνὶ ὀνόματι εἰπεῖν, ὁκότε τὰ ὀστέα ἀποστήσεται. Τὰ μὲν γὰρ διὰ σμικρότητα, τὰ δὲ διὰ τὸ ἐπ᾿ ἄκρου ἔχεσθαι, θᾶσσον ἀφίσταται· τὰ δὲ, διὰ τὸ μὴ ἀφίστασθαι, ἀλλὰ λεπιδοῦσθαι, καταξηρανθέντα, καὶ σαπρὰ γενόμενα· πρὸς δὲ τούτοις, διαφέρει τι καὶ ἰητρείη ἰητρείης. Ὡς μὲν οὖν τὸ ἐπίπαν τάχιστα τουτέων ὀστέα ἀφίσταται, ὧν τάχισται μὲν αἱ ἐκπυήσιες, τάχισται δὲ καὶ κάλλισται αἱ σαρκοφυΐαι· καὶ γὰρ αἱ ὑποφυόμεναι σάρκες κατὰ τὸ σιναρὸν αὗται μετεωρίζουσι τὰ ὀστέα ὡς ἐπὶ τὸ πουλύ. Ὅλος μὴν ὁ κύκλος τοῦ ὀστέου, ἢν ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποστῇ, καλῶς ἀποστήσεται· ἔνια γὰρ ἐς ἑξήκοντα ἡμέρας ἀφικνεῖται, ἢ καὶ πλείους· τὰ μὲν γὰρ ἀραιότερα τῶν ὀστέων θᾶσσον ἀφίσταται· τὰ δὲ στερεώτερα, βραδύτερον· τὰ δὲ ἄλλα τὰ μείω, πολλὸν ἐνδοτέρω, ἄλλα δ᾿ ἄλλως. Ἀποπρίειν δ᾿ ὀστέον ἐξέχον ἐπὶ τῶνδε τῶν προφασίων χρὴ, ἢν μὴ δύνηται ἐμβάλλειν, μικροῦ δέ τινος αὐτῷ δοκέῃ δεῖν παρελθεῖν, καὶ οἷόν τε ᾖ παραιρεθῆναι· ἤν τε ἀσηρὸν ᾖ καὶ θραῦόν τι τῶν σαρκίων, καὶ δυσθεσίην παρέχῃ, ψιλὸν δὲ τυγχάνῃ ἐὸν, καὶ τὸ τοιοῦτον ἀφαιρέειν χρή. Τὰ δ᾿ ἄλλα οὐδὲν μέγα διαφέρει, οὔτε ἀποπρῖσαι, οὔτε μὴ ἀποπρῖσαι. Σαφέως γὰρ εἰδέναι χρὴ, ὅτι ὀστέα, ὅσα τελέως στέρεται τῶν σαρκῶν καὶ ἐπιξηραίνεται, πάντα τελέως ἀποστήσεται. Ὅσα δὲ ἀπολεπιδοῦσθαι μέλλει, ταῦτα οὐ χρὴ ἀποπρίειν· τεκμαίρεσθαι δὲ χρὴ ἀπὸ τῶν τεταγμένων σημείων τὰ τελέως ἀποστησόμενα.

[34] Ἰητρεύειν δὲ τοὺς τοιούτους σπλήνεσι καὶ τῇ οἰνηρῇ ἰητρείῃ, ὥσπερ καὶ πρόσθεν γέγραπται ἐπὶ τῶν ἀποστησομένων ὀστέων. Φυλάσσεσθαι δὲ χρὴ μὴ ψυχροῖσι τέγγειν τὸν πρῶτον χρόνον· ῥιγέων γὰρ πυρετωδέων κίνδυνος· κίνδυνος δὲ καὶ σπασμῶν· προκαλέεται γὰρ σπασμὸν τὰ ψυχρὰ, ποτὶ δὲ καὶ ἕλκη. Εἰδέναι δὲ χρὴ, ὅτι ἀνάγκη βραχύτερα τὰ σώματα ταύτῃ γίνεσθαι, ὧν ἀμφότερα τὰ ὀστέα κατεηγότα καὶ παρηλλαγμένα ἰητρεύεται, καὶ οἷς ὅλος ὁ κύκλος τοῦ ὀστέου ἀπέστη.

[35] Ὅσοισι δὲ μηροῦ ὀστέον ἢ βραχίονος ἐξέσχεν, οὗτοι οὐ μάλα περιγίνονται. Τὰ γὰρ ὀστέα μεγάλα καὶ πολυμύελα, καὶ πολλὰ καὶ ἐπίκαιρα τὰ συντιτρωσκόμενα νεῦρα καὶ μύες καὶ φλέβες· καὶ ἢν μὲν ἐμβάλλῃς, σπασμοὶ φιλέουσιν ἐπιγίνεσθαι, μὴ ἐμβληθεῖσι δὲ, πυρετοὶ ὀξέες, καὶ ἐπίχολοι, καὶ λυγγώδεες, καὶ ἐπιμελαίνονται. Περιγίνονται δὲ οὐχ ἧσσον, οἷσι μὴ ἐμβληθῇ, μηδὲ πειρηθῇ ἐμβάλλεσθαι· ἔτι δὲ μᾶλλον περιγίνονται, οἷσι τὸ κάτω μέρος τοῦ ὀστέου ἐξέσχεν, ἢ οἷσι τὸ ἄνω· περιγένοιντο δ᾿ ἂν καὶ οἷσιν ἐμβληθείη, σπανίως γε μήν. Μελέται γὰρ μελετέων μέγα διαφέρουσι, καὶ φύσιες φυσίων τῶν σωμάτων εἰς εὐφορίην. Διαφέρει δὲ μέγα, καὶ ἢν ἔσω τοῦ βραχίονος καὶ τοῦ μηροῦ τὰ ὀστέα ἐξέχῃ· πολλαὶ γὰρ καὶ ἐπίκαιροι κατατάσιες φλεβῶν ἐν τῷ ἔσω μέρει, ὧν ἔνιαι τιτρωσκόμεναι σφάγιαί εἰσιν· εἰσὶ δὲ καὶ ἐν τῷ ἔξω μέρει, ἧσσον δέ. Ἐν τοῖσιν οὖν τοιούτοισι τρώμασι τοὺς μὲν κινδύνους οὐ χρὴ λήθειν, ὁκοῖοί τινές εἰσι, καὶ προλέγειν χρὴ πρὸς τοὺς καιρούς. Εἰ δὲ ἀναγκάζοιο μὲν ἐμβάλλειν, ἐλπίζοις δὲ ἐμβαλεῖν, καὶ μὴ πολλὴ ἡ παράλλαξις εἴη τοῦ ὀστέου, καὶ μὴ ξυνδεδραμήκοιεν οἱ μύες (φιλέουσι γὰρ ξυνθεῖν), ἡ μόχλευσις καὶ τούτοισι μετὰ τῆς κατατάσιος εὖ ἂν ξυλλαμβάνοιτο.

[36] Ἐμβάλλοντα δὲ, ἐλλέβορον μαλθακὸν πιπίσαι χρὴ αὐθημερὸν, ἢν αὐθημερὸν ἐμβληθῇ· εἰ δὲ μὴ, οὐδ᾿ ἐγχειρέειν χρή. Τὸ δὲ ἕλκος ἰητρεύειν χρὴ, οἷσί περ κεφαλῆς ὀστέα κατεηγυίης, καὶ ψυχρὸν μηδὲν προσφέρειν· σιτίου δὲ στερῆσαι τελέως· καὶ ἢν μὲν πικρόχολος φύσει ᾖ, ὀξύγλυκυ εὐῶδες ὀλίγον ἐπὶ ὕδωρ ἐπιστάζοντα, τουτέῳ διαιτᾷν· ἢν δὲ μὴ πικρόχολος ᾖ, ὕδατι πόματι χρῆσθαι· καὶ ἢν μὲν πυρεταίνῃ ξυνεχῶς, τεσσαρεσκαίδεκα ἡμέρῃσι τὸ ἐλάχιστον οὕτω διαιτᾷν, ἢν δὲ ἀπύρετος ᾖ, ἑπτὰ ἡμέρῃσιν· ἔπειτα ἐκ προσαγωγῆς κατὰ λόγον ἐς φαύλην δίαιταν ἄγειν. Καὶ οἷσιν ἂν μὴ ἐμβληθῇ τὰ ὀστέα, καὶ τὴν φαρμακείην χρὴ τοιαύτην ποιέεσθαι, καὶ τῶν ἑλκέων τὴν μελέτην καὶ τὴν δίαιταν· ὡσαύτως καὶ τὸ ἀπαιωρεύμενον τοῦ σώματος μὴ κατατείνειν, ἀλλὰ καὶ προσάγειν μᾶλλον, ὥστε χαλαρώτερον εἶναι τὸ κατὰ τὸ ἕλκος. Τῶν δὲ ὀστέων ἀπόστασις χρονίη, ὥσπερ καὶ πρόσθεν εἴρηται. Μάλιστα δὲ χρὴ τὰ τοιαῦτα διαφυγεῖν, ἅμα ἤν τις καλὴν ἔχῃ τὴν ἀποφυγήν· αἵ τε γὰρ ἐλπίδες ὀλίγαι, καὶ οἱ κίνδυνοι πολλοί· καὶ μὴ ἐμβάλλων ἄτεχνος ἂν δοκέοι εἶναι, καὶ ἐμβάλλων ἐγγυτέρω ἂν τοῦ θανάτου ἀγάγοι, ἢ τῆς σωτηρίης.

[37] Τὰ δὲ ὀλισθήματα τὰ κατὰ τὰ γούνατα, καὶ τὰ διακινήματα τῶν ὀστέων εὐηθέστερα πουλὺ τῶν κατ᾿ ἀγκῶνα κινημάτων καὶ ὀλισθημάτων. Τό τε γὰρ ἄρθρον τοῦ μηροῦ εὐσταλέστερον ὡς ἐπὶ μεγέθει, ἢ τὸ τοῦ βραχίονος, καὶ δικαίην φύσιν μοῦνον ἔχον, καὶ ταύτην περιφερέα· τὸ δὲ τοῦ βραχίονος ἄρθρον μέγα τε καὶ βαθμίδας πλείονας ἔχον. Πρὸς δὲ τούτοις, τὰ μὲν τῆς κνήμης ὀστέα παραπλήσια μῆκός ἐστι, καὶ σμικρόν τι οὐκ ἄξιον λόγου τὸ ἔξω ὀστέον ὑπερέχει, οὐδενὸς μεγάλου κώλυμα ἐὸν, ἀφ᾿ οὗ περ πέφυκεν ὁ ἔξω τένων ὁ παρὰ τὴν ἰγνύην· τὰ δὲ τοῦ πήχεος ὀστέα ἄνισά ἐστιν, καὶ τὸ βραχύτερον παχύτερον συχνῷ, τὸ δὲ λεπτότερον πολλῷ ὑπερβάλλει καὶ ὑπερέχει τὸ ἄρθρον· ἐξήρτηται μέντοι καὶ τοῦτο τῶν νεύρων κατὰ τὴν κοινὴν ξύμφυσιν τῶν ὀστέων· πλεῖον δὲ μέρος ἔχει τῆς ἐξαρτήσιος τῶν νεύρων ἐν τῷ βραχίονι τὸ λεπτὸν ὀστέον, ἤπερ τὸ παχύ. Ἡ μὲν οὖν φύσις τοιουτότροπος τῶν ἄρθρων τούτων καὶ τῶν ὀστέων τοῦ ἀγκῶνος. Καὶ διὰ τὸν τρόπον τῆς φύσιος τὰ κατὰ τὸ γόνυ ὀστέα πολλάκις μὲν ὀλισθάνει, ῥηϊδίως δὲ ἐμπίπτει· φλεγμονὴ δὲ οὐ μεγάλη προσγίνεται, οὐδὲ δεσμὸς τοῦ ἄρθρου. Ὀλισθάνει δὲ τὰ πλεῖστα ἐς τὸ ἔσω μέρος, ἔστι δ᾿ ὅτε καὶ ἐς τὸ ἔξω, ποτὲ δὲ καὶ ἐς τὴν ἰγνύην. Τούτων ἁπάντων αἱ ἐμβολαὶ οὐ χαλεπαὶ, ἀλλὰ τὰ μὲν ἔξω καὶ ἔσω ὀλισθάνοντα, καθῆσθαι μὲν χρὴ τὸν ἄνθρωπον ἐπὶ χαμαιζήλου τινὸς, τὸ δὲ σκέλος ἀνωτέρω ἔχειν, μὴ μὴν πολλῷ. Κατάτασις δὲ ὡς ἐπὶ τὸ πουλὺ μετρίη ἀρκέει, τῇ μὲν κατατείνειν τὴν κνήμην, τῇ δὲ ἀντιτείνειν τὸν μηρόν.

[38] Τὰ δὲ κατὰ τὸν ἀγκῶνα ὀχλωδέστερά ἐστι τῶν κατὰ τὸ γόνυ, καὶ δυσεμβολώτερα καὶ διὰ τὴν φλεγμονὴν καὶ διὰ τὴν φύσιν, ἢν μή τις αὐτίκα ἐμβάλῃ. Ὀλισθάνει μὲν γὰρ ἧσσον, ἢ ἐκεῖνα, δυσεμβολώτερα δὲ καὶ δυσθετώτερα, καὶ ἐπιφλεγμαίνει μᾶλλον καὶ ἐπιπωροῦται.

[38] Ἔστι δὲ καὶ τούτων τὰ μὲν πλεῖστα σμικραὶ ἐγκλίσιες, ἄλλοτε ἐς τὸ πρὸς τῶν πλευρέων μέρος, ἄλλοτε ἐς τὸ ἔξω· οὐ πᾶν δὲ τὸ ἄρθρον μεταβεβηκὸς, ἀλλὰ, μένον κατὰ τὸ κοῖλον τοῦ ὀστέου τοῦ βραχίονος, ᾗ τὸ τοῦ πήχεος ὀστέον τὸ ὑπερέχον, ἐξέσχεν. Τὰ μὲν οὖν τοιαῦτα, κἂν τῇ ἢ τῇ ὀλίσθῃ, ῥηΐδιον ἐμβάλλειν, καὶ ἀπόχρη ἡ κατάτασις ἡ ἐς τὸ ἰθὺ γινομένη κατ᾿ ἰθυωρίην τοῦ βραχίονος, τὸν μὲν κατὰ τὸν καρπὸν τῆς χειρὸς τείνειν, τὸν δὲ κατὰ τὴν μασχάλην περιβάλλοντα, τὸν δὲ τῇ ἑτέρῃ πρὸς τὸ ἐξεστεὸς ἄρθρον τὸ θέναρ προσβάλλοντα ὠθέειν, τῇ δ᾿ ἑτέρῃ ἀντωθέειν προσβάλλοντα ἐγγὺς τῷ ἄρθρῳ. Ἐνακούει δὲ οὐ βραδέως ἐμβαλλόμενα τὰ τοιαῦτα ὀλισθήματα, ἢν, πρὶν φλεγμήνῃ, ἐμβάλλῃ τις. Ὀλισθάνει δὲ ὡς ἐπὶ τὸ πουλὺ μᾶλλον ἐς τὸ ἔσω μέρος, ὀλισθάνει δὲ καὶ ἐς τὸ ἔξω, εὔδηλα δὲ τῷ σχήματι. Καὶ πολλάκις ἐμπίπτει τὰ τοιαῦτα, καὶ ἄνευ ἰσχυρῆς κατατάσιος· χρὴ δὲ τῶν ἔσω ὀλισθανόντων, τὸ μὲν ἄρθρον ἀπωθέειν ἐς τὴν φύσιν, τὸν δὲ πῆχυν ἐς τὸ καταπρηνὲς μᾶλλον ῥέποντα περιάγειν. Τὰ μὲν πλεῖστα ἀγκῶνος τοιαῦτα ὀλισθήματα.

[41] Ἢν δὲ ὑπερβῇ τὸ ἄρθρον ἢ ἔνθα ἢ ἔνθα ὑπὲρ τὸ ὀστέον τοῦ πήχεος τὸ ἐξέχον ἐς τὸ κοῖλον τοῦ βραχίονος, γίνεται μὲν οὖν ὀλιγάκις τοῦτο, ἢν δὲ γένηται, οὐκ ἔτι ὁμοίως ἡ κατάτασις ἡ ἐς τὴν ἰθυωρίην γινομένη ἐπιτηδείη τῶν τοιουτέων ὀλισθημάτων κωλύει γὰρ ἐν τῇ τοιαύτῃ κατατάσει τὸ ἀπὸ τοῦ πήχεος ὑπερέχον ὀστέον τὴν ὑπέρβασιν τοῦ βραχίονος. Χρὴ τοίνυν τοῖσιν οὕτως ἐκβεβληκόσι τὴν κατάτασιν ποιέεσθαι τοιαύτην, οἵηπερ πρόσθεν γέγραπται, ἐπήν τις ὀστέα βραχίονος κατεηγότα ἐπιδέῃ, ἀπὸ μὲν τῆς μασχάλης ἐς τὸ ἄνω τείνεσθαι, ἀπὸ δὲ τοῦ ἀγκῶνος αὐτοῦ ἐς τὸ κάτω ἀναγκάζειν, οὕτω γὰρ ἂν μάλιστα ὁ βραχίων ὑπεραιωρηθείη ὑπὲρ τῆς ἑωυτοῦ βαθμίδος· ἢν δὲ ὑπεραιωρηθῇ, ῥηϊδίη ἡ κατάστασις, τοῖσι θέναρσι τῶν χειρῶν τὸ μὲν ἐξεστεὸς τοῦ βραχίονος ἐμβάλλοντα ὠθέειν, τὸ δὲ ἐς τὸ τοῦ πήχεος ὀστέον τὸ παρὰ τὸ ἄρθρον ἐμβάλλοντα ἀντωθέειν, τὸν αὐτὸν τρόπον ἄμφω. Ἴσως μέντοι ἡ τοιαύτη κατάτασις τοῦ τοιούτου ὀλισθήματος δικαιοτάτη· ἐμβληθείη δ᾿ ἂν καὶ ἀπὸ τῆς ἐς ἰθὺ κατατάσιος, ἧσσον δὲ ἢ οὕτω.

[42] Ἢν δὲ ἐς τοὔμπροσθεν ὀλίσθῃ ὁ βραχίων, ἐλαχιστάκις μὲν τοῦτο γίνεται, ἀλλὰ τί ἂν ἐξαπιναίη ἐκπάλησις οὐκ ἐκβάλλοι; πολλὰ γὰρ καὶ παρὰ τὴν οἰκείην φύσιν ἐκπίπτει, κἢν μέγα τι ᾖ τὸ κωλῦον· ταύτῃ δὲ τῇ ἐκπαλήσει μέγα τι τὸ ὑπερβαινόμενον τὸ ὑπὲρ τὸ παχύτερον τῶν ὀστέων, καὶ τῶν νεύρων συχνὴ κατάτασις· ὅμως δὲ δή τισιν ἐξεπάλησεν. Σημεῖον δὲ τοῖσιν οὕτως ἐκπαλήσασιν· οὐδὲν γὰρ χρῆμα τοῦ ἀγκῶνος κάμψαι δύνανται, εὔδηλον δὲ καὶ τὸ ἄρθρον ψαυόμενον. Ἢν μὲν οὖν μὴ αὐτίκα ἐμβληθῇ; ἰσχυραὶ καὶ βίαιοι φλεγμοναὶ καὶ πυρετώδεες γίνονται· ἢν δὲ δὴ αὐτίκα τις παρατύχῃ, εὐέμβολον. Χρὴ δὲ ὀθόνιον σκληρὸν (ὀθόνιον γὰρ σκληρὸν εἱλιγμένον ἀρκέει μὴ μέγα) ἐνθέντα πλάγιον ἐς τὴν καμπὴν τοῦ ἀγκῶνος, ἐξαπίνης ξυγκάμψαι τὸν ἀγκῶνα, καὶ προσαγαγεῖν ὡς μάλιστα τὴν χεῖρα πρὸς τὸν ὦμον. Ἱκανὴ μὲν οὖν αὕτη ἡ ἐμβολὴ τοῖσιν οὕτως ἐκπαλήσασιν· ἀτὰρ καὶ ἡ ἐς τὸ ἰθὺ κατάτασις δύναται εὐθετίζειν τοῦτον τὸν τρόπον τῆς ἐκβολῆς· τοῖσι μέντοι θέναρσι τῆς χειρὸς χρὴ, τὸν μὲν ἐμβάλλοντα ἐς τὸ τοῦ βραχίονος ἐξέχον τὸ παρὰ τὴν καμπὴν ὀπίσω ἀπωθέειν, τὸν δέ τινα κάτωθεν ἐς τὸ τοῦ ἀγκῶνος ὀξὺ ἐμβάλλοντα ἀντωθέειν ἐς τὴν ἰθυωρίην τοῦ πήχεος ῥέποντα. Δύναται δὲ ἐν τουτέῳ τῷ τρόπῳ τῆς ὀλισθήσιος κἀκείνη ἡ κατάτασις ἡ πρόσθεν γεγραμμένη, ὡς χρὴ κατατείνειν τὰ ὀστέα τοῦ βραχίονος κατεηγότα, ἐπὴν μέλλωσιν ἐπιδεῖσθαι· ἐπὴν δὲ καταταθῇ, οὕτω χρὴ τοῖσι θέναρσι τὰς προσβολὰς ποιέεσθαι, ὥσπερ καὶ πρόσθεν γέγραπται.

[43] Ἢν δὲ ἐς τοὐπίσω βραχίων ἐκπέσῃ (ὀλιγάκις δὲ τοῦτο γίνεται, ἐπωδυνώτατόν τε τοῦτο πάντων καὶ πυρετωδέστατον ξυνεχέων πυρετῶν καὶ ἀκρητοχόλων, θανατωδέων καὶ ὀλιγημέρων), οἱ τοιοῦτοι ἐκτανύειν οὐ δύνανται. Ἢν μὲν οὖν αὐτίκα παρατύχῃς, βιάσασθαι χρὴ ἐκτανύσαντα τὸν ἀγκῶνα, καὶ αὐτομάτως ἐμπίπτει. Ἢν δέ σε φθάσῃ πυρετήνας, οὐκ ἔτι χρὴ ἐμβάλλειν· κατατείνειε γὰρ ἂν ἡ ὀδύνη ἀναγκαζομένου. Ὡς δ᾿ ἐν κεφαλαίῳ εἰρῆσθαι, οὐδ᾿ ἄλλο χρὴ ἄρθρον πυρεταίνοντι ἐμβάλλειν, ἥκιστα δὲ ἀγκῶνα.

[44] Ἔστι δὲ καὶ ἄλλα σίνεα κατ᾿ ἀγκῶνα ὀχλώδεα· τοῦτο μὲν γὰρ, τὸ παχύτερον ὀστέον ἔστιν ὅτε ἐκινήθη ἀπὸ τοῦ ἑτέρου, καὶ οὔτε ξυγκάμπτειν, οὔτε κατατανύειν ὁμοίως δύνανται. Δῆλον δὲ γίνεται, ψαυόμενον κατὰ τὴν ξύγκαμψιν τοῦ ἀγκῶνος παρὰ τὴν διασχίδα τῆς φλεβὸς τὴν ἄνωθεν τοῦ μυὸς τείνουσαν. Οἷσι δὲ τὸ τοιοῦτον, οὐκ ἔτι ῥηΐδιον ἐς τὴν ἑωυτοῦ φύσιν ἀγαγεῖν· οὐδὲ γὰρ ἄλλην οὐδεμίην ῥηΐδιον ξυμφυάδα κοινὴν δύο ὀστέων κινηθεῖσαν ἐς τὴν ἀρχαίην φύσιν ἱδρυνθῆναι, ἀλλ᾿ ἀνάγκη ὄγκον ἴσχειν τὴν διάστασιν. Ὡς δ᾿ ἐπιδέειν χρὴ ἐν ἄρθρῳ, ἐν τῇ κατὰ σφυρὸν ἐπιδέσει εἴρηται.

[45] Ἔστι δ᾿ οἷσι κατήγνυται τοῦ πήχεος τὸ ὀστέον τὸ ὑποτεταγμένον τῷ βραχίονι, ὁτὲ μὲν τὸ χονδρῶδες αὐτοῦ ἀφ᾿ οὗ πέφυκεν ὁ τένων ὁ ὄπισθεν τοῦ βραχίονος· [ὁτὲ δὲ τὰ πρόσω κατὰ τὴν ἀρχὴν τῆς ἐκφύσεως τοῦ προσθίου κορωνοῦ·] καὶ ἐπὴν τοῦτο κινηθῇ, πυρετῶδες καὶ κακόηθες γίνεται· τὸ μέντοι ἄρθρον μένει ἐν τῇ ἑωυτοῦ χώρῃ· πᾶσα γὰρ ἡ βάσις αὐτέου ταύτῃ ὑπερέχει. Ὅταν δὲ ἀπαγῇ ταύτῃ ᾗ ὑπερέχει ἡ κεφαλὴ τοῦ βραχίονος, πλανωδέστερον τὸ ἄρθρον γίνεται, ἢν παντάπασιν ἀποκαυλισθῇ. Ἀσινέστερα δὲ, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντα τὰ κατηγνύμενα τῶν ὀστέων ἐστὶν, ἢ οἷσι τὰ μὲν ὀστέα οὐ κατάγνυται, φλέβες δὲ καὶ νεῦρα ἐπίκαιρα ἀμφιφλᾶται ἐν τούτοισι τοῖσι χωρίοισιν· ἐγγυτέρω γὰρ θανάτου πελάζει ταῦτα ἢ ἐκεῖνα, ἢν ἐκπυρωθῇ ξυνεχεῖ πυρετῷ· ὀλίγα γε μὴν τὰ τοιαῦτα κατήγματα γίνεται.

[46] Ἔστι δ᾿ ὅτε αὐτὴ ἡ κεφαλὴ τοῦ βραχίονος κατὰ τὴν ἐπίφυσιν κατάγνυται· τοῦτο δὲ δοκέον κακοσινώτερον εἶναι πολλῷ, πολλῷ τινι εὐηθέστερον τῶν κατ᾿ ἀγκῶνα σινέων ἐστίν.

[47] Ὡς μὲν οὖν ἕκαστα τῶν ὀλισθημάτων ἁρμόσσει μάλιστα ἰητρεύειν, γέγραπται, καὶ ὅτι παραχρῆμα ἐμβάλλειν μάλιστα ἄρθρον ξυμφέρει διὰ τὸ τάχος τῆς φλεγμονῆς τῶν νεύρων. Καὶ γὰρ ἢν ἐκπεσόντα αὐτίκα ἐμπέσῃ, ὅμως φιλέει τὰ νεῦρα ξύντασιν ποιέεσθαι, καὶ κωλύειν ἐπὶ ποσὸν χρόνον τήν τε ἔκτασιν ὅσην περ φιλέει ποιέεσθαι, τήν τε ξύγκαμψιν. Ἰητρεύειν δὲ πάντα παραπλησίως ταῦτα ξυμφέρει, καὶ ὁκόσα ἀπάγνυται, καὶ ὁκόσα διίσταται, καὶ ὁκόσα ὀλισθάνει· πάντα γὰρ χρὴ ὀθονίοισι πολλοῖσι καὶ σπλήνεσι καὶ κηρωτῇ ἰητρεύειν, ὥσπερ καὶ τἄλλα κατήγματα. Τὸ δὲ σχῆμα τοῦ ἀγκῶνος ἐν τούτοισι παντάπασι δεῖ τοιοῦτον ποιέεσθαι, οἷόν περ οἷσι βραχίων ἐπεδεῖτο καταγεὶς, καὶ πῆχυς. Κοινότατον μὲν γὰρ πᾶσι τοῖσιν ὀλισθήμασι καὶ τοῖσι κινήμασι καὶ τοῖσι κατήγμασι τοῦτο τὸ σχῆμά ἐστιν· κοινότατον δὲ πρὸς τὴν ἔπειτα διάτασιν, καὶ τὸ ἐκτανύειν ἕκαστα, καὶ ξυγκάμπτειν· ἐντεῦθεν γὰρ ὁδοὶ ἐς ἀμφότερα παραπλήσιοι. Εὐοχώτατον δὲ καὶ εὐανάληπτον αὐτῷ τῷ κάμνοντι τοῦτο τὸ σχῆμα. Ἔτι δὲ πρὸς τούτοισιν, εἰ ἄρα κρατηθείη ὑπὸ τοῦ πωρώματος, εἰ μὲν ἐκτεταμένη ἡ χεὶρ κρατηθείη, κρέσσων ἂν εἴη μὴ προσεοῦσα, πολλῷ μὲν γὰρ κώλυμα εἴη, ὠφελοίη δὲ ὀλίγῳ· εἰ δ᾿ αὖ ξυγκεκαμμένη, μᾶλλον εὔχρηστος ἂν εἴη· πολλῷ δὲ εὐχρηστοτέρη, εἰ τὸ διὰ μέσου σχῆμα ἔχουσα πωρωθείη. Τὰ μὲν περὶ τοῦ σχήματος τοιαῦτα.

[48] Ἐπιδεῖν δὲ χρὴ, τήν τε ἀρχὴν τοῦ πρώτου ὀθονίου βαλλόμενον κατὰ τὸ βλαφθὲν, ἤν τε καταγῇ, ἤν τε ἐκστῇ, ἤν τε διαστῇ, καὶ τὰς περιβολὰς τὰς πρώτας κατὰ τοῦτο ποιέεσθαι· καὶ ἐρηρείσθω μάλιστα ταύτῃ, ἔνθεν δὲ καὶ ἔνθεν ἐπὶ ἧσσον. Τὴν δὲ ἐπίδεσιν κοινὴν ποιέεσθαι χρὴ τοῦ τε πήχεος καὶ τοῦ βραχίονος, καὶ ἐπὶ πουλὺ πλέον ἑκάτερον ἢ ὡς οἱ πλεῖστοι ποιέουσιν, ὅκως ἐξαρύηται ὡς μάλιστα ἀπὸ τοῦ σίνεος τὸ οἴδημα ἔνθεν καὶ ἔνθεν. Προσπεριβαλλέσθω δὲ καὶ τὸ ὀξὺ τοῦ πήχεος, ἢν τὸ σίνος κατὰ τοῦτο ᾖ, ἤν τε μὴ, ἵνα μὴ τὸ οἴδημα ἐνταῦθα περὶ αὐτὸ ξυλλέγηται. Περιφεύγειν δὲ χρὴ ἐν τῇ ἐπιδέσει, ὅκως μὴ κατὰ τὴν καμπὴν πολλὸν τοῦ ὀθονίου ἠθροισμένον ἔσται ἐκ τῶν δυνατῶν· πεπιέχθαι δὲ κατὰ τὸ σίνος ὡς μάλιστα. Καὶ τὰ ἄλλα καταλαβέτω αὐτὸν περὶ τῆς πιέξιος καὶ τῆς χαλάσιος ταὐτὰ, καὶ κατὰ τοὺς αὐτοὺς χρόνους ἕκαστα, ὥσπερ τῶν ὀστέων τῶν κατεηγότων ἐν τῇ ἰητρείῃ πρόσθεν γέγραπται· καὶ αἱ μετεπιδέσιες διὰ τρίτης ἔστωσαν· χαλᾷν δὲ δοκεέτω τῇ τρίτῃ, ὥσπερ καὶ τότε. Καὶ νάρθηκας προσπεριβάλλειν ἐν τῷ ἱκνεομένῳ χρόνῳ (οὐδὲν γὰρ ἀπὸ τρόπου, καὶ τοῖσι τὰ ὀστέα κατεηγόσι, καὶ τοῖσι μὴ, ἢν μὴ πυρεταίνῃ), ὡς χαλαρωτάτους δὲ, τοὺς μὲν ἀπὸ τοῦ βραχίονος κατατεταγμένους, τοὺς δὲ ἀπὸ τοῦ πήχεος ἀνειμένους· ἔστωσαν δὲ μὴ παχέες οἱ νάρθηκες· ἀναγκαῖον δὲ καὶ ἀνίσους αὐτοὺς εἶναι ἀλλήλοισιν, παραλλάσσειν δὲ παρ᾿ ἀλλήλους, ᾗ ἂν ξυμφέρῃ, τεκμαιρόμενον πρὸς τὴν ξύγκαμψιν. Ἀτὰρ καὶ τῶν σπληνῶν τὴν πρόσθεσιν τοιαύτην χρὴ ποιέεσθαι, ὥσπερ καὶ τῶν ναρθήκων εἴρηται, ὀγκηροτέρους δὲ ὀλίγῳ κατὰ τὸ σίνος προστιθέναι. Τοὺς δὲ χρόνους τοὺς ἀπὸ τῆς φλεγμονῆς τεκμαίρεσθαι καὶ ἀπὸ τῶν πρόσθεν γεγραμμένων.


Περὶ Ἄρθρων

ΠΕΡΙ ΑΡΘΡΩΝ.

[1] Ὤμου δὲ ἄρθρον ἕνα τρόπον οἶδα ὀλισθάνον, τὸν ἐς τὴν μασχάλην· ἄνω δὲ οὐδέποτε εἶδον, οὐδὲ ἐς τὸ ἔξω· οὐ μέντοι διισχυριείω ἔγωγε, εἰ ὀλισθάνοι ἂν, ἢ οὒ, καίπερ ἔχων περὶ αὐτοῦ ὅ τι λέγω. Ἀτὰρ οὐδὲ ἐς τὸ ἔμπροσθεν οὐδέπω ὄπωπα, ὅ τι ἔδοξέ μοι ὠλισθηκέναι. Τοῖσι μέντοι ἰητροῖσι δοκέει κάρτα ἐς τοὔμπροσθεν ὀλισθάνειν, καὶ μάλιστα ἐξαπατέονται ἐν τουτέοισιν, ὧν ἂν φθίσις καταλάβῃ τὰς σάρκας τὰς περὶ τὸ ἄρθρον τε καὶ τὸν βραχίονα· φαίνεται γὰρ ἐν τοῖσι τοιουτέοισι παντάπασιν ἡ κεφαλὴ τοῦ βραχίονος ἐξέχουσα ἐς τοὔμπροσθεν. Καὶ ἔγωγέ ποτε τὸ τοιοῦτον οὐ φὰς ἐκπεπτωκέναι, ἤκουσα φλαύρως ὑπό τε τῶν ἰητρῶν, ὑπό τε τῶν δημοτέων, διὰ τοῦτο τὸ πρῆγμα· ἐδόκεον γὰρ αὐτοῖσιν ἠγνοηκέναι μοῦνος, οἱ δὲ ἄλλοι ἐγνωκέναι, καὶ οὐκ ἠδυνάμην αὐτοὺς ἀναγνῶσαι, εἰ μὴ μόλις, ὅτι τόδ᾿ ἐστὶ τοιόνδε· εἴ τις τοῦ βραχίονος ψιλώσειε μὲν τῶν σαρκέων τὴν ἐπωμίδα, ψιλώσειε δὲ ᾗ ὁ μῦς ἀνατείνει, ψιλώσειε δὲ τὸν τένοντα τὸν κατὰ τὴν μασχάλην καὶ τὴν κληῗδα πρὸς τὸ στῆθος ἔχοντα, φαίνοιτο ἂν ἡ κεφαλὴ τοῦ βραχίονος ἐς τοὔμπροσθεν ἐξέχουσα ἰσχυρῶς, καίπερ οὐκ ἐκπεπτωκυῖα· πέφυκε γὰρ ἐς τοὔμπροσθεν προπετὴς ἡ κεφαλὴ τοῦ βραχίονος· τὸ δ᾿ ἄλλο ὀστέον τοῦ βραχίονος ἐς τὸ ἔξω καμπύλον. Ὁμιλέει δὲ ὁ βραχίων τῷ κοίλῳ τῆς ὠμοπλάτης πλάγιος, ὅταν παρὰ τὰς πλευρὰς παρατεταμένος ἔῃ· ὅταν μέντοι ἐς τοὔμπροσθεν ἐκτανυσθῇ ἡ ξύμπασα χεὶρ, τότε ἡ κεφαλὴ τοῦ βραχίονος κατ᾿ ἴξιν τῆς ὠμοπλάτης τῷ κοίλῳ γίνεται, καὶ οὐκ ἔτι ἐξέχειν ἐς τοὔμπροσθεν φαίνεται. Περὶ οὗ οὖν ὁ λόγος, οὐδέποτε εἶδον οὐδὲ ἐς τοὔμπροσθεν ἐκπεσόν· οὐ μὴν ἰσχυριείω γε οὐδὲ περὶ τούτου, εἰ μὴ ἐκπέσοι ἂν οὕτως, ἢ οὔ. Ὅταν οὖν ἐκπέσῃ ὁ βραχίων ἐς τὴν μασχάλην, ἅτε πολλοῖσιν ἐκπίπτοντος, πολλοὶ ἐπίστανται ἐμβάλλειν· εὐπαίδευτον δέ ἐστι τὸ εἰδέναι πάντας τοὺς τρόπους, οἷσιν οἱ ἰητροὶ ἐμβάλλουσι, καὶ ὡς ἄν τις αὐτοῖσι τοῖσι τρόποισι τούτοισι κάλλιστα χρῷτο. Χρέεσθαι δὲ χρὴ τῷ κρατίστῳ τῶν τρόπων, ἢν τὴν ἰσχυρονάτην ἀνάγκην ὁρᾷς· κράτιστος δὲ ὁ ὕστατος γεγραψόμενος.

[2] Ὅσοισι μὲν οὖν πυκινὰ ἐκπίπτει ὁ ὦμος, ἱκανοὶ ὡς ἐπὶ τὸ πλεῖστον αὐτοὶ σφίσιν αὐτοῖσιν ἐμβάλλειν εἰσίν· ἐνθέντες γὰρ τῆς ἑτέρης χειρὸς τοὺς κονδύλους ἐς τὴν μασχάλην, ἀναγκάζουσιν ἄνω τὸ ἄρθρον, τὸν δὲ ἀγκῶνα παράγουσιν ἐπὶ τὸ στῆθος. Τὸν αὐτὸν δὲ τρόπον τοῦτον καὶ ὁ ἰητρὸς ἂν ἐμβάλλοι, εἰ αὐτὸς μὲν ὑπὸ τὴν μασχάλην ἐσωτέρω τοῦ ἄρθρου τοῦ ἐκπεπτωκότος ὑποτείνας τοὺς δακτύλους, ἀπαναγκάζοι ἀπὸ τῶν πλευρέων, ἐμβάλλων τὴν ἑωυτοῦ κεφαλὴν ἐς τὸ ἀκρώμιον, ἀντερείσιος ἕνεκα, τοῖσι δὲ γούνασι παρὰ τὸν ἀγκῶνα ἐς τὸν βραχίονα ἐμβάλλων, ἀντωθέοι πρὸς τὰς πλευράς· ξυμφέρει δὲ κρατερὰς τὰς χεῖρας ἔχειν τὸν ἐμβάλλοντα. Ἢ αὐτὸς μὲν τῇσι χερσὶ καὶ τῇ κεφαλῇ οὕτω ποιοίη, ἄλλος δέ τις τὸν ἀγκῶνα παράγοι παρὰ τὸ στῆθος. Ἐστὶ δὲ ἐμβολὴ ὤμου, καὶ ἐς τοὐπίσω ὑπερβάλλοντα τὸν πῆχυν ἐπὶ τὴν ῥάχιν, ἔπειτα τῇ μὲν ἑτέρῃ χειρὶ ἀνακλᾷν ἐς τὸ ἄνω τοῦ ἀγκῶνος ἐχόμενον, τῇ δὲ ἑτέρῃ παρὰ τὸ ἄρθρον ὄπισθεν ἐρείδειν. Αὕτη ἡ ἐμβολὴ, καὶ ἡ πρόσθεν εἰρημένη, οὐ κατὰ φύσιν ἐοῦσαι, ὅμως ἀμφισφάλλουσαι τὸ ἄρθρον, ἀναγκάζουσιν ἐμπίπτειν.

[3] Οἱ δὲ τῇ πτέρνῃ πειρώμενοι ἐμβάλλειν, ἐγγύς τι τοῦ κατὰ φύσιν ἀναγκάζουσιν· χρὴ δὲ τὸν μὲν ἄνθρωπον χαμαὶ κατακλῖναι ὕπτιον, τὸν δὲ ἐμβάλλοντα χαμαὶ ἵζεσθαι ἐφ᾿ ὁκότερα ἂν τὸ ἄρθρον ἐκπεπτώκῃ· ἔπειτα λαβόμενον τῇσι χερσὶ τῇσιν ἑωυτέου τῆς χειρὸς τῆς σιναρῆς, κατατείνειν αὐτὴν, τὴν δὲ πτέρνην ἐς τὴν μασχάλην ἐμβάλλοντα ἀντωθέειν, τῇ μὲν δεξιῇ ἐς τὴν δεξιὴν, τῇ δὲ ἀριστερῇ ἐς τὴν ἀριστερήν. Δεῖ δὲ ἐς τὸ κοῖλον τῆς μασχάλης ἐνθεῖναι στρογγύλον τι ἐναρμόσσον· ἐπιτηδειόταται δὲ αἱ πάνυ σμικραὶ σφαῖραι καὶ σκληραὶ, οἷαι ἐκ τῶν πολλῶν σκυτέων ῥάπτονται· ἢν γὰρ μή τι τοιοῦτον ἐγκέηται, οὐ δύναται ἡ πτέρνη ἐξικνέεσθαι πρὸς τὴν κεφαλὴν τοῦ βραχίονος· κατατεινομένης γὰρ τῆς χειρὸς, κοιλαίνεται ἡ μασχάλη· οἱ γὰρ τένοντες οἱ ἔνθεν καὶ ἔνθεν τῆς μασχάλης, ἀντισφίγγοντες, ἐναντίοι εἰσίν. Χρὴ δέ τινα ἐπὶ θάτερα τοῦ κατατεινομένου καθήμενον κατέχειν κατὰ τὸν ὑγιέα ὦμον, ὡς μὴ περιέλκηται τὸ σῶμα, τῆς χειρὸς τῆς σιναρῆς ἐπὶ θάτερα τεινομένης· ἔπειτα ἱμάντος μαλθακοῦ πλάτος ἔχοντος ἱκανὸν, ὅταν ἡ σφαίρη ἐντεθῇ ἐς τὴν μασχάλην, περὶ τὴν σφαίρην περιβεβλημένου τοῦ ἱμάντος, καὶ κατέχοντος, λαβόμενον ἀμφοτερέων τῶν ἀρχέων τοῦ ἱμάντος, ἀντικατατείνειν τινὰ, ὑπὲρ κεφαλῆς τοῦ κατατεινομένου καθήμενον, τῷ ποδὶ προσβάντα πρὸς τοῦ ἀκρωμίου τὸ ὀστέον. Ἡ δὲ σφαίρη ὡς ἐσωτάτω καὶ ὡς μάλιστα πρὸς τῶν πλευρέων κείσθω, καὶ μὴ ἐπὶ τῇ κεφαλῇ τοῦ βραχίονος.

[4] Ἔστι δὲ καὶ ἄλλη ἐμβολὴ, ᾗ κατωμίζουσιν ἐς ὀρθόν· μείζω μέντοι εἶναι χρὴ τὸν κατωμίζοντα, διαλαβόντα δὲ τὴν χεῖρα, ὑποθεῖναι τὸν ὦμον τὸν ἑωυτοῦ ὑπὸ τὴν μασχάλην ὀξύν· κἄπειτα ὑποστρέψαι, ὡς ἂν ἐνίζηται ἕδρῃ, οὕτω στοχασάμενον ὅκως ἀμφὶ τὸν ὦμον τὸν ἑωυτοῦ κρεμάσαι τὸν ἄνθρωπον κατὰ τὴν μασχάλην· αὐτὸς δὲ ἑωυτὸν ὑψηλότερον ἐπὶ τοῦτον τὸν ὦμον ποιεέτω, ἢ ἐπὶ τὸν ἕτερον· τοῦ δὲ κρεμαμένου τὸν βραχίονα πρὸς τὸ ἑωυτοῦ στῆθος προσαναγκαζέτω ὡς τάχιστα· ἐν τούτῳ δὲ τῷ σχήματι προσανασειέτω, ὁκόταν μετεωρίσῃ τὸν ἄνθρωπον, ὡς ἀντιῤῥέποι τὸ ἄλλο σῶμα αὐτῷ, ἀντίον τοῦ βραχίονος τοῦ κατεχομένου· ἢν δὲ ἄγαν κοῦφος ἔῃ ὁ ἄνθρωπος, προσεπικρεμασθήτω τούτου ὄπισθέν τις κοῦφος παῖς. Αὗται δὲ αἱ ἐμβολαὶ πᾶσαι κατὰ παλαίστρην εὔχρηστοί εἰσιν, ὅτι οὐδὲν ἀλλοίων ἀρμένων δέονται ἐπεισενεχθῆναι· χρήσαιτο δ᾿ ἄν τις καὶ ἄλλοθι.

[5] Ἀτὰρ καὶ οἱ περὶ τὸ ὕπερον ἀναγκάζοντες, ἐγγύς τι τοῦ κατὰ φύσιν ἐμβάλλουσιν· χρὴ δὲ τὸ μὲν ὕπερον κατειλίχθαι ταινίῃ τινὶ μαλθακῇ (ἧσσον γὰρ ἂν ὑπολισθάνοι), ὑπηναγκάσθαι δὲ μεσηγὺ τῶν πλευρέων καὶ τῆς κεφαλῆς τοῦ βραχίονος· καὶ ἢν μὲν βραχὺ ἔῃ τὸ ὕπερον, καθῆσθαι χρὴ τὸν ἄνθρωπον ἐπί τινος, ὡς μόλις τὸν βραχίονα περιβάλλειν δύνηται περὶ τὸ ὕπερον· μάλιστα δὲ ἔστω μακρότερον τὸ ὕπερον, ὡς ἂν ἑστεὼς ὁ ἄνθρωπος κρέμασθαι μικροῦ δέῃ ἀμφὶ τῷ ξύλῳ. Κἄπειτα ὁ μὲν βραχίων καὶ ὁ πῆχυς παρατεταμένος παρὰ τὸ ὕπερον ἔστω, τὸ δὲ ἐπὶ θάτερα τοῦ σώματος καταταγκαζέτω τις, περιβάλλων κατὰ τὸν αὐχένα παρὰ τὴν κληῗδα τὰς χεῖρας. Αὕτη ἡ ἐμβολὴ κατὰ φύσιν ἐπιεικέως ἐστὶ, καὶ ἐμβάλλειν δύναται, ἢν χρηστῶς σκευάσωνται αὐτήν.

[6] Ἀτὰρ καὶ ἡ διὰ τοῦ κλιμακίου ἑτέρη τις τοιαύτη, καὶ ἔτι βελτίων, ὅτι ἀσφαλεστέρως ἂν τὸ σῶμα, τὸ μὲν τῇ, τὸ δὲ τῇ, ἀντισηκωθείη μετεωρισθέν· περὶ γὰρ τὸ ὑπεροειδὲς ὁ ὦμος ἢν καὶ καταπεπήγῃ, περισφάλλεσθαι τὸ σῶμα κίνδυνος ἢ τῇ, ἢ τῇ· χρὴ μέντοι, καὶ ἐπὶ τῷ κλιμακτῆρι ἐπιδεδέσθαι τι ἄνωθεν στρογγύλον ἐναρμόσσον ἐς τὸ κοῖλον τῆς μασχάλης, ὃ προσδιαναγκάσει τὴν κεφαλὴν τοῦ βραχίονος ἐς τὴν φύσιν ἀπιέναι.

[7] Κρατίστη μέντοι πασέων τῶν ἐμβολέων ἡ τοιήδε· ξύλον χρὴ εἶναι, πλάτος μὲν ὡς πενταδάκτυλον, ἢ τετραδάκτυλον τὸ ἐπίπαν, πάχος δὲ ὡς διδάκτυλον, ἢ καὶ λεπτότερον, μῆκος δὲ δίπηχυ, ἢ ὀλίγῳ ἔλασσον· ἔστω δὲ ἐπὶ θάτερα τὸ ἄκρον περιφερὲς καὶ στενότατον ταύτῃ καὶ λεπτότατον· ἄμβην δὲ ἐχέτω, σμικρὸν ὑπερέχουσαν, ἐπὶ τῷ ὑστάτῳ τοῦ περιφερέος, ἐν τῷ μέρεϊ, μὴ τῷ πρὸς τὰς πλευρὰς, ἀλλὰ τῷ πρὸς τὴν κεφαλὴν τοῦ βραχίονος ἔχοντι, ὡς ὑφαρμόσειε τῇ μασχάλῃ παρὰ τὰς πλευρὰς ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος ὑποτιθέμενον· ὀθονίῳ δὲ ἢ ταινίῃ μαλθακῇ κατακεκολλήσθω ἄκρον τὸ ξύλον, ὅκως προσηνέστερον ἔῃ. Ἔπειτα χρὴ ὑπώσαντα τὴν κεφαλὴν τοῦ ξύλου ὑπὸ τὴν μασχάλην ὡς ἐσωτάτω μεσηγὺ τῶν πλευρέων καὶ τῆς κεφαλῆς τοῦ βραχίονος, τὴν δὲ ὅλην χεῖρα πρὸς τὸ ξύλον κατατείναντα, προσκαταδῆσαι κατά τε τὸν βραχίονα, κατά τε τὸν πῆχυν, κατά τε τὸν καρπὸν τῆς χειρὸς, ὡς ἂν ἀτρεμέῃ ὅτι μάλιστα· περὶ παντὸς δὲ χρὴ ποιέεσθαι, ὅκως τὸ ἄκρον τοῦ ξύλου ὡς ἐσωτάτω τῆς μασχάλης ἔσται, ὑπερβεβηκὸς τὴν κεφαλὴν τοῦ βραχίονος. Ἔπειτα χρὴ μεσηγὺ δύο στύλων στρωτῆρα πλάγιον εὖ προσδῆσαι, ἔπειτα ὑπερενεγκεῖν τὴν χεῖρα ξὺν τῷ ξύλῳ ὑπὲρ τοῦ στρωτῆρος, ὅκως ἡ μὲν χεὶρ ἐπὶ θάτερα ἔῃ, ἐπὶ θάτερα δὲ τὸ σῶμα, κατὰ δὲ τὴν μασχάλην ὁ στρωτήρ· κἄπειτα ἐπὶ μὲν θάτερα τὴν χεῖρα καταναγκάζειν ξὺν τῷ ξύλῳ περὶ τὸν στρωτῆρα, ἐπὶ θάτερα δὲ τὸ ἄλλο σῶμα. Ὕψος δὲ ἔχων ὁ στρωτὴρ προσδεδέσθω, ὥστε μετέωρον τὸ ἄλλο σῶμα εἶναι ἐπ᾿ ἄκρων τῶν ποδῶν. Οὗτος ὁ τρόπος παραπολὺ κράτιστος ἐμβολῆς ὤμου· δικαιότατα μὲν γὰρ μοχλεύει, ἢν μοῦνον ἐσωτέρω ἔῃ τὸ ξύλον τῆς κεφαλῆς τοῦ βραχίονος· δικαιόταται δὲ αἱ ἀντιῤῥοπαὶ, ἀσφαλέες δὲ τῷ ὀστέῳ τοῦ βραχίονος. Τὰ μὲν οὖν νεαρὰ ἐμπίπτει θᾶσσον, ἢ ὡς ἄν τις οἴοιτο, πρὶν ἢ καὶ κατατετάσθαι δοκέειν· ἀτὰρ καὶ τὰ παλαιὰ μούνη αὕτη τῶν ἐμβολέων οἵη τε ἐμβιβάσαι, ἢν μὴ ἤδη ὑπὸ χρόνου σὰρξ μὲν ἐπεληλύθῃ ἐπὶ τὴν κοτύλην, ἡ δὲ κεφαλὴ τοῦ βραχίονος ἤδη τρίβον ἑωυτῇ πεποιημένη ἔῃ ἐν τῷ χωρίῳ, ἵνα ἐξεκλίθη· οὐ μὴν ἀλλ᾿ ἐμβάλλειν γάρ μοι δοκέει καὶ οὕτω πεπαλαιωμένον ἔκπτωμα τοῦ βραχίονος (τί γὰρ ἂν δικαίη μόχλευσις οὐχὶ κινήσειε;), μένειν μέντοι οὐκ ἄν μοι δοκέοι κατὰ χώρην, ἀλλ᾿ ὀλισθάνοι ἂν ὡς τὸ ἔθος. Τὸ αὐτὸ δὲ ποιέει καὶ περὶ κλιμακτῆρα καταναγκάζειν, τοῦτον τὸν τρόπον σκευάσαντα. Πάνυ μὴν ἱκανῶς ἔχει, καὶ περὶ μέγα ἕδος θεσσαλικὸν ἀναγκάζειν, ἢν νεαρὸν ἔῃ τὸ ὀλίσθημα· ἐσκευάσθαι μέντοι χρὴ τὸ ξύλον οὕτως, ὥσπερ εἴρηται· ἀτὰρ τὸν ἄνθρωπον καθίσαι πλάγιον ἐπὶ τῷ δίφρῳ· κἄπειτα τὸν βραχίονα ξὺν τῷ ξύλῳ ὑπερβάλλειν ὑπὲρ τοῦ ἀνακλισμοῦ, καὶ ἐπὶ μὲν θάτερα τὸ σῶμα καταναγκάζειν, ἐπὶ δὲ θάτερα τὸν βραχίονα σὺν τῷ ξύλῳ. Τὸ αὐτὸ δὲ ποιέει καὶ ὑπὲρ δίκλειδος θύρης ἀναγκάζειν. Χρέεσθαι δὲ χρὴ αἰεὶ τούτοισιν, ἃ ἂν τύχῃ παρεόντα.

[8] Εἰδέναι μὲν οὖν χρὴ, ὅτι φύσιες φυσίων μέγα διαφέρουσιν ἐς τὸ ῥηϊδίως ἐμπίπτειν τὰ ἐκπίπτοντα· διενέγκοι μὲν γὰρ ἄν τι καὶ κοτύλη κοτύλης, ἡ μὲν εὐυπέρβατος ἐοῦσα, ἡ δὲ ἧσσον· πλεῖστον δὲ διαφέρει καὶ τῶν νεύρων ὁ σύνδεσμος, τοῖσι μὲν ἐπιδόσιας ἔχων, τοῖσι δὲ ξυντεταμένος ἐών. Καὶ γὰρ ἡ ὑγρότης τοῖσιν ἀνθρώποισι γίνεται ἡ ἐκ τῶν ἄρθρων, διὰ τῶν νεύρων τὴν ἀπάρτισιν, ἢν χαλαρά τε ἔῃ φύσει, καὶ τὰς ἐπιτάσιας εὐφόρως φέρῃ· συχνοὺς γὰρ ἄν τις ἴδοι, οἳ οὕτως ὑγροί εἰσιν, ὥστε, ὁπόταν ἐθέλωσι, τότε αὐτοῖσι τὰ ἄρθρα ἐξίσταται ἀνωδύνως, καὶ καθίσταται ἀνωδύνως. Διαφέρει μέντοι τι καὶ σχέσις τοῦ σώματος· τοῖσι μὲν γὰρ εὖ ἔχουσι τὸ γυῖον καὶ σεσαρκωμένοισιν ἐκπίπτει τε ἧσσον, ἐμπίπτει τε χαλεπώτερον· ὅταν δὲ αὐτοὶ σφέων αὐτῶν λεπτότεροι καὶ ἀσαρκότεροι ἔωσι, τότε ἐκπίπτει τε μᾶλλον, ἐμπίπτει τε ῥᾷον. Σημήϊον δὲ, ὅτι ταῦτα οὕτως ἔχει, καὶ τόδε· τοῖσι γὰρ βουσὶ τότε ἐκπίπτουσι μᾶλλον οἱ μηροὶ ἐκ τῆς κοτύλης, ἡνίκα ἂν αὐτοὶ σφέων αὐτῶν λεπτότατοι ἔωσιν· γίνονται δὲ βόες λεπτότατοι, τοῦ χειμῶνος τελευτῶντος· τότε οὖν καὶ ἐξαρθρέουσι μάλιστα, εἰ δή τι καὶ τοιοῦτο δεῖ ἐν ἰητρικῇ γράψαι· δεῖ δέ· καλῶς γὰρ Ὅμηρος καταμεμαθήκει, ὅτι πάντων τῶν προβάτων βόες μάλιστα πονέουσι ταύτην τὴν ὥρην, καὶ βοῶν οἱ ἀρόται, ὅτι κατὰ τὸν χειμῶνα ἐργάζονται. Τούτοισι τοίνυν ἐκπίπτει μάλιστα· οὗτοι γὰρ μάλιστα λεπτύνονται. Τὰ μὲν γὰρ ἄλλα βοσκήματα δύναται βραχείην τὴν ποίην βόσκεσθαι· βοῦς δὲ οὐ μάλα, πρὶν βαθεῖα γένηται· τοῖσι μὲν γὰρ ἄλλοισίν ἐστι λεπτὴ ἡ προβολὴ τοῦ χείλεος, λεπτὴ δὲ ἡ ἄνω γνάθος· βοῒ δὲ παχείη μὲν ἡ προβολὴ τοῦ χείλεος, παχείη δὲ καὶ ἀμβλεῖα ἡ ἄνω γνάθος· διὰ ταῦτα ὑποβάλλειν ὑπὸ τὰς βραχείας ποίας οὐ δύναται. Τά τε αὖ μώνυχα τῶν ζώων, ἅτε ἀμφόδοντα ἐόντα, δύναται μὲν σαρκάζειν, δύναται δὲ ὑπὸ τὴν βραχείην ποίην ὑποβάλλειν τοὺς ὀδόντας, καὶ ἥδεται τῇ οὕτως ἐχούσῃ ποίῃ μᾶλλον, ἢ τῇ βαθείῃ· καὶ γὰρ τὸ ἐπίπαν ἀμείνων καὶ στερεωτέρη ἡ βραχείη ποίη τῆς βαθείης, ποτὶ καὶ πρὶν ἐκκαρπεῖν τὴν βαθείην. Διὰ τοῦτο οὖν ἐποίησεν ὧδε τάδε τὰ ἔπη· [Ὡς δ᾿ ὁπότ᾿ ἀσπάσιον ἔαρ ἤλυθε βουσὶν ἕλιξιν], ὅτι ἀσμενωτάτη αὐτοῖσιν ἡ βαθείη ποίη φαίνεται. Ἀτὰρ καὶ ἄλλως ὁ βοὺς χαλαρὸν φύσει τὸ ἄρθρον τοῦτο ἔχει μᾶλλον τῶν ἄλλων ζώων· διὰ τοῦτο καὶ εἰλίπουν ἐστὶ μᾶλλον τῶν ἄλλων ζώων, καὶ μάλιστα ὅταν λεπτὸν καὶ γηραλέον ἔῃ. Διὰ ταῦτα πάντα καὶ ἐκπίπτει βοῒ μάλιστα· πλείω δὲ γέγραπται περὶ αὐτέου, ὅτι πάντων τῶν προειρημένων ταῦτα μαρτύριά ἐστιν. Περὶ οὗ οὖν ὁ λόγος, τοῖσιν ἀσάρκοισι μᾶλλον ἐκπίπτει, καὶ θᾶσσον ἐμπίπτει, ἢ τοῖσι σεσαρκωμένοισιν· καὶ ἧσσον ἐπιφλεγμαίνει τοῖσιν ὑγροῖσιν καὶ τοῖσιν ἀσάρκοισιν, ἢ τοῖσι σκελιφροῖσι καὶ σεσαρκωμένοισιν, καὶ ἧσσόν γε δέδεται ἐς τὸν ἔπειτα χρόνον· ἀτὰρ καὶ ἡ μύξα πλείων ὑπείη τοῦ μετρίου μὴ ξὺν φλεγμονῇ, καὶ οὕτως ἂν ὀλισθηρὸν εἴη· μυξωδέστερα γὰρ τοὐπίπαν τὰ ἄρθρα τοῖσιν ἀσάρκοισιν, ἢ τοῖσι σεσαρκωμένοισίν ἐστιν· καὶ γὰρ αὗται αἱ σάρκες τῶν μὴ ἀπὸ τέχνης ὀρθῶς λελιμαγχημένων, αἱ τῶν λεπτῶν, μυξωδέστεραί εἰσιν, ἢ αἱ τῶν παχέων. Ὅσοισι μέντοι ξὺν φλεγμονῇ μύξα ὑπογίνεται, ἡ φλεγμονὴ δήσασα ἔχει τὸ ἄρθρον· διὰ τοῦτο οὐ μάλα ἐκπίπτει τὰ ὑπόμυξα, ἐκπίπτοντα ἂν, εἰ μή τι ἢ πλέον, ἢ ἔλασσον φλεγμονῆς ὑπεγένετο.

[9] Οἷσι μὲν οὖν, ὅταν ἐμπέσῃ τὸ ἄρθρον, μὴ ἐπιφλεγμαίνει τὰ περιέχοντα, χρῆσθαί τε ἀνωδύνως αὐτίκα τῷ ὤμῳ δύνανται, οὗτοι μὲν οὐδὲν νομίζουσι δεῖν ἑωυτῶν ἐπιμελέεσθαι· ἰητροῦ μήν ἐστι καταμαντεύσασθαι τῶν τοιούτων· τοῖσι τοιούτοισι γὰρ ἐκπίπτει καὶ αὖθις μᾶλλον, ἢ οἷσιν ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα. Τοῦτο κατὰ πάντα τὰ ἄρθρα οὕτως ἔχει, καὶ μάλιστα κατ᾿ ὦμον καὶ κατὰ γόνυ· μάλιστα γὰρ οὖν ὀλισθάνει ταῦτα. Οἷσι δ᾿ ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα, οὐ δύνανται χρέεσθαι τῷ ὤμῳ· κωλύει γὰρ ἡ ὀδύνη καὶ ἡ ξύντασις τῆς φλεγμονῆς. Τοὺς οὖν τοιούτους ἰῆσθαι χρὴ κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι πολλοῖσιν ἐπιδέοντα· ὑποτιθέναι δὲ ἐς τὴν μασχάλην εἴριον μαλθακὸν, καθαρὸν ξυνειλίσσοντα, ἐκπλήρωμα τοῦ κοίλου ποιέοντα, ἵνα ἀντιστήριγμα μὲν τῇ ἐπιδέσει ἔῃ, ἀνακωχέῃ δὲ τὸ ἄρθρον· τὸν δὲ βραχίονα ἐς τὸ ἄνω ῥέποντα ἴσχειν χρὴ τὰ πλεῖστα· οὕτω γὰρ ἂν ἑκαστάτω εἴη τοῦ χωρίου, ἐς ὃ ὤλισθεν ἡ κεφαλὴ τοῦ ὤμου. Χρὴ δὲ, ὅταν ἐπιδήσῃς τὸν ὦμον, ἔπειτα προσκαταδεῖν τὸν βραχίονα πρὸς τὰς πλευρὰς ταινίῃ τινὶ, κύκλῳ περὶ τὸ σῶμα περιβάλλοντα. Χρὴ δὲ καὶ ἀνατρίβειν τὸν ὦμον ἡσυχαίως καὶ λιπαρῶς. Πολλῶν δὲ ἔμπειρον δεῖ εἶναι τὸν ἰητρὸν, ἀτὰρ δὴ καὶ ἀνατρίψιος· ἀπὸ γὰρ τοῦ αὐτέου ὀνόματος οὐ τωὐτὸ ἀποβαίνει· καὶ γὰρ ἂν δήσειεν ἄρθρον ἀνάτριψις, χαλαρώτερον τοῦ καιροῦ ἐὸν, καὶ λύσειεν ἄρθρον, σκληρότερον τοῦ καιροῦ ἐόν· ἀλλὰ διοριεῖται ἡμῖν περὶ ἀνατρίψιος ἐν ἄλλῳ λόγῳ. Τὸν γοῦν τοιοῦτον ὦμον μαλθακῇσι ξυμφέρει τῇσι χερσὶν ἀνατρίβειν, καὶ ἄλλως πρηέως· τὸ δὲ ἄρθρον διακινέειν μὴ βίῃ, ἀλλὰ τοσοῦτον, ὅσον ἀνωδύνως κινῆσαι. Καθίσταται δὲ πάντα, τὰ μὲν ἐν πλείονι χρόνῳ, τὰ δ᾿ ἐν ἐλάσσονι.

[10] Γινώσκειν δὲ, εἰ ἐκπέπτωκεν ὁ βραχίων, τοισίδε χρὴ τοῖσι σημείοισιν· τοῦτο μὲν, ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι, καὶ τὰς χεῖρας, καὶ τὰ σκέλεα, παραδείγματι χρέεσθαι δεῖ τῷ ὑγιέϊ πρὸς τὸ μὴ ὑγιὲς, καὶ τῷ μὴ ὑγιεῖ πρὸς τὸ ὑγιὲς, μὴ τὰ ἀλλότρια ἄρθρα καθορῶντα (ἄλλοι γὰρ ἄλλων μᾶλλον ἔξαρθροι πεφύκασιν), ἀλλὰ τὰ αὐτοῦ τοῦ κάμνοντος, ἢν ἀνόμοιον ἔῃ τὸ ὑγιὲς τῷ κάμνοντι. Καὶ τοῦτο εἴρηται μὲν ὀρθῶς, παραξύνεσιν δὲ ἔχει πάνυ πολλήν· διὰ τὰ τοιαῦτα, καὶ οὐκ ἀρκέει μοῦνον λόγῳ εἰδέναι τὴν τέχνην ταύτην, ἀλλὰ καὶ ὁμιλίῃ ὁμιλέειν· πολλοὶ γὰρ ὑπὸ ὀδύνης, ἢ καὶ ὑπ᾿ ἀλλοίης προφάσιος, οὐκ ἐξεστεώτων αὐτέοισι τῶν ἄρθρων, ὅμως οὐ δύνανται ἐς τὰ ὅμοια σχήματα καθίστασθαι ἐς οἷά περ τὸ ὑγιαῖνον σῶμα σχηματίζεται· προσξυνιέναι μὲν οὖν, καὶ ἐννοεῖν καὶ τὸ τοιόνδε σχῆμα χρή. Ἀτὰρ καὶ ἐν τῇ μασχάλῃ ἡ κεφαλὴ τοῦ βραχίονος φαίνεται ἐγκειμένη πολλῷ μᾶλλον τοῦ ἐκπεπτωκότος ἢ τοῦ ὑγιέος· τοῦτο δὲ, ἄνωθεν κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον, καὶ τὸ τοῦ ἀκρωμίου ὀστέον ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος τοῦ ἄρθρου ἐς τὸ κάτω χωρίον· παραξύνεσιν μὴν καὶ ἐν τούτῳ ἔχει τινὰ, ἀλλ᾿ ὕστερον περὶ αὐτοῦ γεγράψεται, ἄξιον γὰρ γραφῆς ἐστιν· τοῦτο δὲ, τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων, ἢ τοῦ ἑτέρου· εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μὲν, ἐπιπόνως δέ· τοῦτο δὲ, ἄνω τὴν χεῖρα ἆραι εὐθεῖαν παρὰ τὸ οὖς, ἐκτεταμένου τοῦ ἀγκῶνος, οὐ μάλα δύνανται, ὥσπερ τὴν ὑγιέα, οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. Τά τε οὖν σημήϊα ταῦτά ἐστιν ὤμου ἐκπεπτωκότος· αἵ τε ἐμβολαὶ αἱ γεγραμμέναι, αἵ τε ἰητρεῖαι αὗται.

[11] Ἐπάξιον δὲ τὸ μάθημα, ὡς χρὴ ἰητρεύειν τοὺς πυκνὰ ἐκπίπτοντας ὤμους· πολλοὶ μὲν γὰρ ἤδη ἀγωνίης ἐκωλύθησαν διὰ ταύτην τὴν ξυμφορὴν, τἄλλα πάντα ἀξιόχρεοι ἐόντες· πολλοὶ δὲ ἐν πολεμικοῖσιν ἀχρήϊοι ἐγένοντο, καὶ διεφθάρησαν διὰ ταύτην τὴν ξυμφορήν· ἅμα δὲ ἐπάξιον καὶ διὰ τοῦτο, ὅτι οὐδένα οἶδα ὀρθῶς ἰητρεύοντα, ἀλλὰ τοὺς μὲν μηδὲ ἐγχειρέοντας, τοὺς δὲ τἀναντία τοῦ ξυμφέροντος φρονέοντάς τε καὶ ποιέοντας. Συχνοὶ γὰρ ἤδη ἰητροὶ ἔκαυσαν ὤμους ἐκπίπτοντας, κατά τε τὴν ἐπωμίδα, κατά τε τὸ ἔμπροσθεν, ᾗ ἡ κεφαλὴ τοῦ βραχίονος ἐξογκέει, κατά τε τοὔπισθεν ὀλίγον τῆς ἐπωμίδος· αὗται οὖν αἱ καύσιες, εἰ μὲν ἐς τὸ ἄνω ἐξέπιπτεν ὁ βραχίων, ἢ ἐς τοὔμπροσθεν, ἢ ἐς τοὔπισθεν, ὀρθῶς ἂν ἔκαιον· νῦν δὲ δὴ, ὅτε ἐς τὸ κάτω ἐκπίπτει, ἐκβάλλουσιν αὗται αἱ καύσιες μᾶλλον, ἢ κωλύουσιν· ἀποκλείουσι γὰρ τῆς ἄνω εὐρυχωρίης τὴν κεφαλὴν τοῦ βραχίονος. Χρὴ δὲ ὧδε καίειν ταῦτα· ἀπολαβόντα τοῖσι δακτύλοισι κατὰ τὴν μασχάλην τὸ δέρμα ἀφελκύσαι κατ᾿ αὐτὴν τὴν ἴξιν μάλιστα, καθ᾿ ἣν ἡ κεφαλὴ τοῦ βραχίονος ἐκπίπτει· ἔπειτα οὕτως ἀφελκυσάμενον τὸ δέρμα διακαῦσαι ἐς τὸ πέρην. Σιδηρίοισι δὲ χρὴ ταῦτα καίειν, μὴ παχέσι, μηδὲ λίην φαλακροῖσιν, ἀλλὰ προμήκεσι (ταχυπορώτερα γὰρ), καὶ τῇ χειρὶ ἐπερείδειν· χρὴ δὲ καὶ διαφανέσι καίειν, ὡς ὅτι τάχιστα περαιωθῇ κατὰ δύναμιν· τὰ γὰρ παχέα, βραδέως περαιούμενα, πλατυτέρας τὰς ἐκπτώσιας τῶν ἐσχαρῶν ποιέεται, καὶ κίνδυνος ἂν εἴη ξυῤῥαγῆναι τὰς ὠτειλάς· καὶ κάκιον μὲν οὐδὲν ἂν εἴη, αἴσχιον δὲ καὶ ἀτεχνότερον. Ὅταν δὲ διακαύσῃς ἐς τὸ πέρην, τῶν μὲν πλείστων ἱκανῶς ἂν ἔχοι ἐν τῷ κάτω μέρεϊ τὰς ἐσχάρας ταύτας μόνας θεῖναι· ἢν δὲ μὴ κίνδυνος φαίνηται εἶναι ξυῤῥαγῆναι τὰς ὠτειλὰς, ἀλλὰ πολὺ τὸ διὰ μέσου ἔῃ, ὑπάλειπτρον χρὴ λεπτὸν διέρσαι διὰ τῶν καυμάτων, ἔτι ἀναλελαμμένου τοῦ δέρματος, οὐ γὰρ ἂν ἄλλως δύναιο διέρσαι· ἐπὴν δὲ διέρσῃς, ἀφεῖναι τὸ δέρμα, ἔπειτα μεσηγὺ τῶν ἐσχαρέων ἄλλην ἐσχάρην ἐμβάλλειν λεπτῷ σιδηρίῳ, καὶ διακαῦσαι, ἄχρις ἂν τῷ ὑπαλείπτρῳ ἐγκύρσῃ. Ὁκόσον δέ τι χρὴ τὸ δέρμα τὸ ἀπὸ τῆς μασχάλης ἀπολαμβάνειν, τοισίδε χρὴ τεκμαίρεσθαι· ἀδένες ὕπεισιν ἢ ἐλάσσους ἢ μείζους πᾶσιν ὑπὸ τῇ μασχάλῃ, πολλαχῆ δὲ καὶ ἄλλῃ τοῦ σώματος. Ἀλλὰ ἐν ἄλλῳ λόγῳ περὶ ἀδένων οὐλομελίης γεγράψεται, ὅ τι τέ εἰσι, καὶ οἷα ἐν οἵοισι σημαίνουσί τε καὶ δύνανται. Τοὺς μὲν οὖν ἀδένας οὐ χρὴ προσαπολαμβάνειν, οὐδ᾿ ὅσα ἐσωτέρω τῶν ἀδένων· μέγας γὰρ ὁ κίνδυνος· τοῖσι γὰρ ἐπικαιροτάτοισι τόνοισι γειτονεύονται· ὅσον δὲ ἐξωτέρω τῶν ἀδένων, ἐπιπλεῖστον ἀπολαμβάνειν· ἀσινέα γάρ. Γινώσκειν δὲ χρὴ καὶ τάδε, ὅτι, ἢν μὲν ἰσχυρῶς τὸν βραχίονα ἀνατείνῃς, οὐ δυνήσῃ τοῦ δέρματος ἀπολαβεῖν οὐδὲν τοῦ ὑπὸ τῇ μασχάλῃ, ὅ τι καὶ ἄξιον λόγου· καταναισιμοῦται γὰρ ἐν τῇ ἀνατάσει· οἱ δ᾿ αὖ τόνοι, οὓς οὐδεμιῇ μηχανῇ δεῖ τιτρώσκειν, οὗτοι πρόχειροι γίνονται καὶ κατατεταμένοι ἐν τούτῳ τῷ σχήματι· ἢν δὲ μικρὸν ἐπάρῃς τὸν βραχίονα, πολὺ μὲν τοῦ δέρματος ἀπολήψῃ, οἱ δὲ τόνοι, ὧν δεῖ προμηθέεσθαι, εἴσω καὶ πρόσω τοῦ χειρίσματος γίνονται. Ἆρ᾿ οὖν οὐκ ἐν πάσῃ τῇ τέχνῃ περὶ παντὸς χρὴ ποιέεσθαι, τὰ δίκαια σχήματα ἐξευρίσκειν ἐφ᾿ ἑκάστοισιν; ταῦτα μὲν τὰ κατὰ τὴν μασχάλην, καὶ ἱκαναὶ αὐταὶ αἱ καταλήψιες, ἢν ὀρθῶς τεθῶσιν αἱ ἐσχάραι. Ἔκτοσθεν δὲ τῆς μασχάλης, δισσὰ μόνα ἐστὶ χωρία, ἵνα ἄν τις ἐσχάρας θείη, τιμωρεούσας τῷ παθήματι· μίαν μὲν ἐν τῷ ἔμπροσθεν μεσηγὺ τῆς τε κεφαλῆς τοῦ βραχίονος καὶ τοῦ τένοντος τοῦ κατὰ τὴν μασχάλην· καὶ ταύτῃ τὸ μὲν δέρμα τελέως διακαίειν χρὴ, βαθύτερον δὲ οὐ χρή· φλέψ τε γὰρ παχείη πλησίη, καὶ νεῦρα, ὧν οὐδέτερα θερμαντέα. Ἔξωθεν δ᾿ αὖ ἄλλην ἐσχάρην ἐνδέχεται ἐνθεῖναι ἀνωτέρω μὲν συχνῷ τοῦ τένοντος τοῦ κατὰ τὴν μασχάλην, κατωτέρω δὲ ὀλίγῳ τῆς κεφαλῆς τοῦ βραχίονος· καὶ τὸ μὲν δέρμα τελέως χρὴ διακαίειν, βαθείην δὲ μηδὲ κάρτα ταύτην ποιέειν· πολέμιον γὰρ τὸ πῦρ νεύροισιν. Ἰητρεύειν μὲν οὖν χρὴ διὰ πάσης τῆς ἰητρείης τὰ ἕλκεα, μηδέποτε ἰσχυρῶς ἀνατείνοντα τὸν βραχίονα, ἀλλὰ μετρίως, ὅσον τῶν ἑλκέων ἐπιμελείης εἵνεκα· ἧσσον μὲν γὰρ ἂν διαψύχοιτο (ξυμφέρει γὰρ πάντα τὰ καύματα σκέπειν, ὡς ἐπιεικέως ἰητρεύεσθαι)· ἧσσον δ᾿ ἂν ἐκπλίσσοιτο· ἧσσον δ᾿ ἂν αἱμοῤῥαγοίη· ἧσσον δ᾿ ἂν σπασμὸς ἐπιγένοιτο. Ὅταν δὲ δὴ καθαρὰ γένηται τὰ ἕλκεα, ἐς ὠτειλάς τε ἴῃ, τότε δὴ καὶ παντάπασι χρὴ αἰεὶ τὸν βραχίονα πρὸς τῇσι πλευρῇσι προσδεδέσθαι, καὶ νύκτα καὶ ἡμέρην· ἀτὰρ καὶ ὅταν ὑγιέα γένηται τὰ ἕλκεα, ὁμοίως ἐπὶ πολὺν χρόνον χρὴ προσδεῖν τὸν βραχίονα πρὸς τὰς πλευράς· οὕτω γὰρ ἂν μάλιστα ἐπουλωθείη, καὶ ἀποληφθείη ἡ εὐρυχωρίη, καθ᾿ ἣν μάλιστα ὀλισθάνει ὁ βραχίων.

[12] Ὅσοισι δ᾿ ἂν ὦμος καταπορηθῇ ἐμβληθῆναι, ἢν μὲν ἔτι ἐν αὐξήσει ἔωσιν, οὐκ ἐθέλει συναύξεσθαι τὸ ὀστέον τοῦ βραχίονος ὁμοίως τῷ ὑγιέϊ, ἀλλὰ αὔξεται μὲν ἐπί τι, βραχύτερον δὲ τοῦ ἑτέρου γίνεται καὶ οἱ καλεόμενοι δὲ ἐκ γενεῆς γαλιάγκωνες· διὰ δισσὰς ξυμφορὰς ταύτας γίνονται, ἤν τέ τι τοιοῦτον αὐτοὺς ἐξάρθρημα καταλάβῃ ἐν τῇ γαστρὶ ἐόντας, διά τε ἄλλην ξυμφορὴν, περὶ ἧς ὕστερόν ποτε γεγράψεται· ἀτὰρ καὶ οἷσιν ἔτι νηπίοισιν ἐοῦσι κατὰ τὴν κεφαλὴν τοῦ βραχίονος βαθεῖαι καὶ ὑποβρύχιοι ἐκπυήσιες γίνονται, καὶ οὗτοι πάντες γαλιάγκωνες γίνονται· καὶ ἤν τε τμηθῶσιν, ἤν τε καυθῶσιν, ἤν τε αὐτόματόν σφιν ἐκραγῇ, εὖ εἰδέναι χρὴ, ὅτι ταῦτα οὕτως ἔχει. Χρέεσθαι μέντοι τῇ χειρὶ δυνατώτατοί εἰσιν οἱ ἐκ γενεῆς γαλιάγκωνες, οὐ μὴν οὐδὲ ἐκεῖνοί γε ἀνατεῖναι παρὰ τὸ οὖς τὸν βραχίονα, ἐκτανύσαντες τὸν ἀγκῶνα, δύνανται, ἀλλὰ πολὺ ἐνδεεστέρως, ἢ τὴν ὑγιέα χεῖρα. Οἷσι δ᾿ ἂν ἤδη ἀνδράσιν ἐοῦσιν ἐκπέσῃ ὁ ὦμος, καὶ μὴ ἐμβληθῇ, ἡ ἐπωμὶς ἀσαρκοτέρη γίνεται, καὶ ἡ ἕξις λεπτὴ ἡ κατὰ τοῦτο τὸ μέρος· ὅταν μέντοι ὀδυνώμενοι παύσωνται, ὁκόσα μὲν δεῖ ἐργάζεσθαι ἐπάραντας τὸν ἀγκῶνα ἀπὸ τῶν πλευρέων ἐς τὸ πλάγιον, ταῦτα μὲν οὐ δύνανται ἅπαντα ὁμοίως ἐργάζεσθαι· ὁκόσα δὲ δεῖ ἐργάζεσθαι, παραφέροντας τὸν βραχίονα παρὰ τὰς πλευρὰς, ἢ ἐς τοὐπίσω, ἢ ἐς τοὔμπροσθεν, ταῦτα δὲ δύνανται ἐργάζεσθαι· καὶ γὰρ ἂν ἀρίδα ἑλκύσαιεν, καὶ πρίονα, καὶ πελεκήσαιεν ἂν, καὶ σκάψαιεν ἂν, μὴ κάρτα ἄνω αἴροντες τὸν ἀγκῶνα, καὶ τἄλλα ὅσα ἐκ τῶν τοιούτων σχημάτων ἐργάζονται.

[13] Ὅσοισι δ᾿ ἂν τὸ ἀκρώμιον ἀποσπασθῇ, τουτέοισι φαίνεται ἐξέχον τὸ ὀστέον τὸ ἀπεσπασμένον· ἔστι δὲ τοῦτο ὁ ξύνδεσμος τῆς κληῗδος καὶ τῆς ὠμοπλάτης· ἑτεροίη γὰρ ἡ φύσις ἀνθρώπου ταύτῃ, ἢ τῶν ἄλλων ζώων. Οἱ οὖν ἰητροὶ μάλιστα ἐξαπατέονται ἐν τούτῳ τῷ τρώματι (ἅτε γὰρ ἀνασχόντος τοῦ ὀστέου τοῦ ἀποσπασθέντος, ἡ ἐπωμὶς φαίνεται χαμαιζήλη καὶ κοίλη), ὥστε καὶ προμηθέεσθαι τῶν ὤμων τῶν ἐκπεπτωκότων· πολλοὺς οὖν οἶδα ἰητροὺς, τἄλλα οὐ φλαύρους ἐόντας, οἳ πολλὰ ἤδη ἐλυμήναντο, ἐμβάλλειν πειρώμενοι τοὺς τοιούτους ὤμους, οὕτως οἰόμενοι ἐκπεπτωκέναι, καὶ οὐ πρόσθεν παύονται, πρὶν ἢ ἀπογνῶναι, ἢ ἀπορῆσαι, δοκέοντες αὐτοὶ σφέας αὐτοὺς ἐμβάλλειν τὸν ὦμον. Τούτοισιν ἰητρείη μὲν, ἥπερ καὶ τοῖσιν ἄλλοισιν τοῖσι τοιούτοισι, κηρωτὴ καὶ σπλῆνες καὶ ὀθόνια, καὶ ἐπίδεσις τοιαύτη. Καταναγκάζειν μέντοι τὸ ὑπερέχον χρὴ, καὶ τοὺς σπλῆνας κατὰ τοῦτο τιθέναι πλείστους, καὶ πιέζειν ταύτῃ μάλιστα, καὶ τὸν βραχίονα πρὸς τῇσι πλευρῇσι προσηρτημένον ἐς τὸ ἄνω μέρος ἔχειν· οὕτω γὰρ ἂν μάλιστα πλησιάζοι τὸ ἀπεσπασμένον. Τάδε μὴν εὖ εἰδέναι χρὴ, καὶ προλέγειν ὡς ἀσφαλέα, εἰ ἄλλως ἐθέλοις, ὅτι βλάβη μὲν οὐδεμίη, οὔτε σμικρὴ, οὔτε μεγάλη, τῷ ὤμῳ γίνεται ἀπὸ τούτου τοῦ τρώματος, αἴσχιον δὲ τὸ χωρίον· οὐδὲ γὰρ τοῦτο τὸ ὀστέον ἐς τὴν ἀρχαίην ἕδρην ὁμοίως ἂν ἱδρυνθείη, ὥσπερ ἐπεφύκεεν, ἀλλ᾿ ἀνάγκη πλέον ἢ ἔλασσον ὀγκηρότερον εἶναι ἐς τὸ ἄνω. Οὐδὲ γὰρ ἄλλο ὀστέον οὐδὲν ἐς τωὐτὸ καθίσταται, ὅ τι ἂν κοινωνέον ἔῃ ἑτέρῳ ὀστέῳ, καὶ προσπεφυκὸς ἀποσπασθῇ ἀπὸ τῆς ἀρχαίης φύσιος. Ἀνώδυνον δὲ τὸ ἀκρώμιον ἐν ὀλίγῃσιν ἡμέρῃσι γίνεται, ἢν χρηστῶς ἐπιδέηται.

[14] Κληῒς δὲ κατεαγεῖσα, ἢν μὲν ἀτρεκέως ἀποκαυλισθῇ, εὐιητοτέρη ἐστίν· ἢν δὲ παραμηκέως, δυσιητοτέρη. Τἀναντία δὲ τούτοισίν ἐστιν, ἢ ὡς ἄν τις οἴοιτο· τὴν μὲν γὰρ ἀτρεκέως ἀποκαυλισθεῖσαν προσαναγκάσειεν ἄν τις μᾶλλον ἐς τὴν φύσιν ἐλθεῖν· καὶ γὰρ εἰ πάνυ προμηθηθείη, τὸ ἀνωτέρω κατωτέρω ἂν ποιήσειε, σχήμασί τε ἐπιτηδείοισι καὶ ἐπιδέσει ἁρμοζούσῃ· εἰ δὲ μὴ τελέως ἱδρυνθείη, ἀλλ᾿ οὖν τὸ ὑπερέχον γε τοῦ ὀστέου οὐ κάρτα ὀξὺ γίνεται. Ὧν δὲ ἂν παράμηκες τὸ ὀστέον κατεαγῇ, ἰκέλη ἡ ξυμφορὴ γίνεται τοῖσιν ὀστέοισι τοῖσιν ἀπεσπασμένοισι, περὶ ὧν πρόσθεν γέγραπται· οὔτε γὰρ ἱδρυνθῆναι αὐτὸ πρὸς ἑωυτὸ κάρτα ἐθέλει, ἥ τε ὑπερέχουσα ὄκρις τοῦ ὀστέου ὀξείη γίνεται κάρτα. Τὸ μὲν οὖν ξύμπαν, εἰδέναι χρὴ, ὅτι βλάβη οὐδεμίη τῷ ὤμῳ, οὐδὲ τῷ ἄλλῳ σώματι γίνεται διὰ τὴν κάτηξιν τῆς κληῗδος, ἢν μὴ ἐπισφακελίσῃ· ὀλιγάκις δὲ τοῦτο γίνεται. Αἶσχός γε μὴν προσγίνεται περὶ τὴν κάτηξιν τῆς κληῗδος, καὶ τούτοισι τὸ πρῶτον αἴσχιστον, ἔπειτα μὴν ἐπὶ ἧσσον γίνεται. Ξυμφύεται δὲ ταχέως κληῒς, καὶ τἄλλα πάντα ὅσα χαῦνα ὀστέα· ταχείην γὰρ τὴν ἐπιπώρωσιν ποιέεται τὰ τοιαῦτα. Ὅταν μὲν οὖν νεωστὶ κατεαγῇ, οἱ τετρωμένοι σπουδάζουσιν, οἰόμενοι μέζον τὸ κακὸν εἶναι, ἢ ὅσον ἐστίν· οἵ τε ἰητροὶ προθυμέονται δῆθεν ὀρθῶς ἰῆσθαι· προϊόντος δὲ τοῦ χρόνου, οἱ τετρωμένοι, ἅτε οὐκ ὀδυνώμενοι, οὐδὲ κωλυόμενοι οὔτε ὁδοιπορίης, οὔτε ἐδωδῆς, καταμελέουσιν· οἵ τε αὖ ἰητροὶ, ἅτε οὐ δυνάμενοι καλὰ τὰ χωρία ἀποδεικνύναι, ἀποδιδράσκουσι, καὶ οὐκ ἄχθονται τῇ ἀμελείῃ τῶν τετρωμένων· ἐν τούτῳ δὲ ἡ ἐπιπώρωσις ξυνταχύνεται. Ἐπιδέσιος μὲν οὖν τρόπος καθέστηκε παραπλήσιος τοῖσι πλείστοισι, κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι μαλθακοῖσιν ἰητρεύειν· καὶ τάδε δεῖ προσξυνιέναι καὶ μάλιστα ἐν τούτῳ τῷ χειρίσματι, ὅτι τούς τε σπλῆνας πλείστους κατὰ τὸ ἐξέχον χρὴ τιθέναι, καὶ τοῖσιν ἐπιδέσμοισι πλείστοισι καὶ μάλιστα κατὰ τοῦτο πιέζειν. Εἰσὶ δὲ δή τινες, οἳ ἐπεσοφίσαντο ἤδη μολύβδιον βαρὺ προσεπικαταδεῖν, ὡς καταναγκάζειν τὸ ὑπερέχον· ξυνιᾶσι μὲν οὖν ἴσως οὐδὲ οἱ ἁπλῶς ἐπιδέοντες· ἀτὰρ δὴ οὐδ᾿ οὗτος ὁ τρόπος κληῗδος κατήξιός ἐστιν· οὐ γὰρ δυνατὸν τὸ ὑπερέχον καταναγκάζεσθαι οὐδὲν, ὅ τι καὶ ἄξιον λόγου. Ἄλλοι δ᾿ αὖ τινές εἰσιν, οἵτινες, καταμαθόντες τοῦτο, ὅτι αὗται αἱ ἐπιδέσιες παράφοροί εἰσι καὶ οὐ κατὰ φύσιν καταναγκάζουσι τὰ ὑπερέχοντα, ἐπιδέουσι μὲν αὐτοὺς, σπλήνεσι καὶ ὀθονίοισι χρώμενοι, ὥσπερ καὶ οἱ ἄλλοι· ζώσαντες δὲ τὸν ἄνθρωπον ταινίῃ τινὶ, ᾗ εὐζωστότατος αὐτὸς ἑωυτοῦ ἐστιν, ὅταν ἐπιθῶσι τοὺς σπλῆνας ἐπὶ τὰ ὑπερέχοντα τοῦ κατήγματος, ἐξογκώσαντες ἐπὶ τὰ ἐξέχοντα, τὴν ἀρχὴν τοῦ ὀθονίου προσέδησαν πρὸς τὸ ζῶσμα ἐκ τοῦ ἔμπροσθεν, καὶ οὕτως ἐπιδέουσιν, ἐπὶ τὴν ἴξιν τῆς κληῗδος ἐπιτανύοντες, ἐς τοὔπισθεν ἄγοντες· κἄπειτα περιβάλλοντες περὶ τὸ ζῶσμα, ἐς τοὔμπροσθεν ἄγουσι, καὶ αὖθις ἐς τοὔπισθεν. Οἱ δέ τινες οὐχὶ περὶ τὸ ζῶσμα περιβάλλουσι τὸ ὀθόνιον, ἀλλὰ περὶ τὸ περίνεόν τε καὶ παρ᾿ αὐτὴν τὴν ἕδρην, καὶ παρὰ τὴν ἄκανθαν κυκλεύοντες τὸ ὀθόνιον, οὕτω πιέζουσι τὸ κάτηγμα. Ταῦτα γοῦν ἀπείρῳ μὲν ἀκοῦσαι φαίνεται ἐγγὺς τοῦ κατὰ φύσιν εἶναι, χρεομένῳ δὲ ἄχρηστα· οὔτε γὰρ μόνιμα οὐδένα χρόνον, οὐδ᾿ εἰ κατακέοιτό τις, καίτοι ἐγγυτάτω ἂν οὕτως· ἀλλ᾿ ὅμως εἰ καὶ κατακείμενος ἢ τὸ σκέλος συγκάμψειεν, ἢ αὐτὸς καμφθείη, πάντα ἂν τὰ ἐπιδέσματα κινέοιτο· ἄλλως τε ἀσηρὴ ἡ ἐπίδεσις· ἥ τε γὰρ ἕδρη ἀπολαμβάνεται, ἀθρόα τε τὰ ὀθόνια ἐν ταύτῃ τῇ στενοχωρίῃ γίνεται· τά τε αὖ περὶ τὴν ζώνην περιβαλλόμενα, οὐχ οὕτως ἰσχυρῶς ἔζωσται, ὡς οὐκ ἀναγκάσαι ἐς τὸ ἄνω τὴν ζώνην ἐπανιέναι, καὶ οὕτως ἀνάγκη ἂν εἴη πάντα χαλᾷν τὰ ἐπιδέσματα. Ἄγχιστα δ᾿ ἄν τις δοκέοι ποιέειν, καίπερ οὐ μεγάλα ποιέων, εἰ τοῖσι μέν τισι τῶν ὀθονίων περὶ τὴν ζώνην περιβάλλοι, τοῖσι δὲ πλείστοισι τῶν ὀθονίων τὴν ἀρχαίην ἐπίδεσιν ἐπιδέοι· οὕτω γὰρ ἂν μάλιστα τὰ ἐπιδέσματα μόνιμά τε εἴη, καὶ ἀλλήλοισι τιμωρέοι. Τὰ μὲν οὖν πλεῖστα εἴρηται, ἅσσα καταλαμβάνει τοὺς τὴν κληῗδα καταγνυμένους. Προσξυνιέναι δὲ καὶ τόδε χρὴ, ὅτι κληῒς ὡς ἐπὶ τὸ πολὺ κατάγνυται, ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος πεφυκὸς ὀστέον ἐς τὸ ἄνω μέρος ὑπερέχειν, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης πεφυκὸς ὀστέον ἐν τῷ κάτω μέρει εἶναι. Αἴτια δὲ τούτων τάδε, ὅτι τὸ μὲν στῆθος οὔτε κατωτέρω ἂν πολὺ, οὔτε ἀνωτέρω χωρήσειεν· σμικρὸς γὰρ ὁ κιγκλισμὸς τοῦ ἄρθρου τοῦ ἐν τῷ στήθεϊ· αὐτό τε γὰρ ἑωυτῷ ξυνεχές ἐστι τὸ στῆθος, καὶ τῇ ῥάχει· ἄγχιστα μὴν ἡ κληῒς πρὸς τὸ τοῦ ὤμου ἄρθρον πλοώδης ἐστίν· ἠνάγκασται γὰρ πυκινοκίνητος εἶναι διὰ τὴν τῆς ἀκρωμίης σύζευξιν. Ἄλλως τε, ὅταν τρωθῇ, φεύγει ἐς τὸ ἄνω μέρος τὸ πρὸς τῷ στήθει προσεχόμενον, καὶ οὐ μάλα ἐς τὸ κάτω μέρος ἀναγκάζεσθαι ἐθέλει· καὶ γὰρ πέφυκε κοῦφον, καὶ ἡ εὐρυχωρίη αὐτῷ ἄνω πλείων ἢ κάτω. Ὁ δὲ ὦμος, καὶ ὁ βραχίων, καὶ τὰ προσηρτημένα τούτοισιν εὐαπόλυτά ἐστιν ἀπὸ τῶν πλευρέων καὶ τοῦ στήθεος, καὶ διὰ τοῦτο δύναται καὶ ἀνωτέρω πολὺ ἀνάγεσθαι καὶ κατωτέρω· ὅταν οὖν καταγῇ ἡ κληῒς, τὸ πρὸς τῷ ὤμῳ ὀστέον ἐς τὸ κατωτέρω ἐπιῤῥέπει· ἐς τοῦτο γὰρ ἐπιφορώτερον αὐτὸ ἅμα τῷ ὤμῳ καὶ τῷ βραχίονι κάτω ῥέψαι μᾶλλον, ἢ ἐς τὸ ἄνω. Ὁπότε οὖν ταῦτα τοιαῦτά ἐστιν, ἀξυνετέουσιν ὅσοι τὸ ὑπερέχον τοῦ ὀστέου ἐς τὸ κάτω καταναγκάσαι οἴονται. Ἀλλὰ δῆλον, ὅτι τὸ κάτω πρὸς τὸ ἄνω προσακτέον ἐστίν· τοῦτο γὰρ ἔχει κίνησιν, τοῦτο γάρ ἐστι καὶ τὸ ἀποστὰν ἀπὸ τῆς φύσιος. Δῆλον οὖν, ὅτι ἄλλως μὲν οὐδαμῶς ἐστιν ἀναγκάσαι τοῦτο (αἱ γὰρ ἐπιδέσιες οὐδέν τι μᾶλλον προσαναγκάζουσιν ἢ ἀπαναγκάζουσιν)· εἰ δέ τις τὸν βραχίονα πρὸς τῇσι πλευρῇσιν ἐόντα ἀναγκάζοι ὡς μάλιστα ἄνω, ὡς ὅτι ὀξύτατος ὁ ὦμος φαίνηται εἶναι, δῆλον ὅτι οὕτως ἂν ἁρμοσθείη πρὸς τὸ ὀστέον τὸ ἀπὸ τοῦ στήθεος πεφυκὸς, ὅθεν ἀπεσπάσθη. Εἰ οὖν τις τῇ μὲν ἐπιδέσει χρῷτο τῇ νομίμῃ τοῦ ταχέως ξυναλθεσθῆναι εἵνεκα, ἡγήσαιτο δὲ τἄλλα πάντα μάτην εἶναι παρὰ τὸ σχῆμα τὸ εἰρημένον, ὀρθῶς τε ἂν ξυνίοι, ἰητρεύοι τε ἂν τάχιστα καὶ κάλλιστα. Κατακέεσθαι μέντοι τὸν ἄνθρωπον μέγα τὸ διάφορόν ἐστιν· καὶ ἡμέραι ἱκαναὶ τεσσαρεσκαίδεκα, εἰ ἀτρεμέοι, εἴκοσι δὲ πάμπολλαι.

[15] Εἰ μέντοι τινὶ ἐπὶ τἀναντία ἡ κληῒς κατεαγείη, ὃ οὐ μάλα γίνεται, ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος ὀστέον ὑποδεδυκέναι, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης ὀστέον ὑπερέχειν καὶ ἐποχέεσθαι ἐπὶ τοῦ ἑτέρου, οὐδεμιῆς μεγάλης ἰητρείης ταῦτά γ᾿ ἂν δέοιτο· αὐτὸς γὰρ ὁ ὦμος ἀφιέμενος καὶ ὁ βραχίων ἱδρύοι ἂν τὰ ὀστέα πρὸς ἄλληλα, καὶ φαύλη ἄν τις ἐπίδεσις ἀρκέοι, καὶ ὀλίγαι ἡμέραι τῆς πωρώσιος γένοιντ᾿ ἄν.

[16] Εἰ δὲ μὴ κατεαγείη μὲν οὕτως, παρολισθάνοι δὲ ἐς τὸ πλάγιον ἢ τῇ ἢ τῇ, ἐς τὴν φύσιν μὲν ἀπαγαγεῖν ἂν δέοι, ἀναγαγόντα τὸν ὦμον σὺν τῷ βραχίονι, ὥσπερ καὶ πρόσθεν εἴρηται· ὅταν δὲ ἵζηται ἐς τὴν ἀρχαίην φύσιν, ταχείη ἂν ἡ ἄλλη ἰητρείη εἴη. Τὰ μὲν οὖν πλεῖστα τῶν παραλλαγμάτων κατορθοῖ αὐτὸς ὁ βραχίων ἀναγκαζόμενος πρὸς τὰ ἄνω. Ὅσα δὲ τῶν ἄνωθεν παρολισθάνοντα ἐς τὸ πλάγιον ἦλθεν, ἢ ἐς τὸ κατωτέρω, συμπορσύνοι ἂν τὴν κατόρθωσιν, εἰ ὁ μὲν ἄνθρωπος ὕπτιος κέοιτο, κατὰ δὲ τὸ μεσηγὺ τῶν ὠμοπλατέων ὑψηλότερόν τι ὀλίγῳ ὑποκέοιτο, ὡς περιῤῥηδὲς ἔῃ τὸ στῆθος ὡς μάλιστα· καὶ τὸν βραχίονα εἰ ἀνάγοι τις παρὰ τὰς πλευρὰς παρατεταμένον, ὁ δὲ ἰητρὸς τῇ μὲν ἑτέρῃ χειρὶ ἐς τὴν κεφαλὴν τοῦ βραχίονος ἐμβαλὼν τὸ θέναρ τῆς χειρὸς ἀπωθέοι, τῇ δὲ ἑτέρῃ τὰ ὀστέα τὰ κατεηγότα εὐτεθίζοι, οὕτως ἂν μάλιστα ἐς τὴν φύσιν ἄγοι· ἀτὰρ, ὥσπερ ἤδη εἴρηται, οὐ μάλα τὸ ἄνωθεν ὀστέον ἐς τὸ κάτω φιλέει ὑποδύνειν. Τοῖσι μὲν οὖν πλείστοισιν, ὅταν ἐπιδεθῶσι, τὸ σχῆμα ἀρήγει, παρ᾿ αὐτὰς τὰς πλευρὰς τὸν ἀγκῶνα ἔχοντα, οὕτως ἐς τὸ ἄνω τὸν ὦμον ἀναγκάζεσθαι· ἔστι δ᾿ οἷσι μὲν τὸν ὦμον ἀναγκάζειν δεῖ ἐς τὸ ἄνω, ὡς εἴρηται, τὸν δὲ ἀγκῶνα πρὸς τὸ στῆθος παράγειν, ἄκρην δὲ τὴν χεῖρα παρὰ τὸ ἀκρώμιον τοῦ ὑγιέος ὤμου ἴσχειν. Ἢν μὲν οὖν κατακέεσθαι τολμᾷ, ἀντιστήριγμά τι προστιθέναι χρὴ, ὡς ἂν ὁ ὦμος ἀνωτάτω ἔῃ· ἢν δὲ περιίῃ, σφενδόνην χρὴ, ἐκ ταινίης περὶ τὸ ὀξὺ τοῦ ἀγκῶνος ποιήσαντα, ἀναλαμβάνειν περὶ τὸν αὐχένα.

[17] Ἀγκῶνος δὲ ἄρθρον παραλλάξαν μὲν ἢ παραρθρῆσαν πρὸς πλευρὴν ἢ ἔξω, μένοντος τοῦ ὀξέος τοῦ ἐν τῷ κοίλῳ τοῦ βραχίονος, ἐς εὐθὺ κατατείναντα, τὸ ἐξέχον ἀπωθεῖν ὀπίσω καὶ ἐς τὸ πλάγιον.

[18] Τὰ δὲ τελείως ἐκβάντα ἢ ἔνθα, ἢ ἔνθα, κατάτασις μὲν, ἐν ᾗ ὁ βραχίων κατεαγεὶς ἐπιδέεται· οὕτω γὰρ ἂν τὸ καμπύλον τοῦ ἀγκῶνος οὐ κωλύσει. Ἐκπίπτει δὲ μάλιστα ἐς τὸ πρὸς πλευρὰς μέρος. Τὰς δὲ κατορθώσιας, ἀπάγοντα ὅτι πλεῖστον, ὡς μὴ ψαύῃ τῆς κορώνης ἡ κεφαλὴ, μετέωρον περιάγειν, καὶ περικάμπτειν, καὶ μὴ ἐς εὐθὺ βιάζεσθαι, ἅμα δὲ ὠθέειν τἀναντία ἐφ᾿ ἑκάτερα, καὶ παρωθέειν ἐς χώρην· ξυνωφελοίη δ᾿ ἂν καὶ ἐπίστρεψις ἀγκῶνος ἐν τουτέοισιν, ἐν τῷ μὲν ἐς τὸ ὕπτιον, ἐν τῷ δὲ ἐς τὸ πρηνές. Ἴησις δὲ, σχήματος μὲν, ὀλίγῳ ἀνωτέρω ἄκρην τὴν χεῖρα τοῦ ἀγκῶνος ἔχειν, βραχίονα δὲ κατὰ πλευράς· οὕτω δὲ καὶ ἀνάληψις, καὶ θέσις, καὶ εὔφορον· καὶ φύσις, καὶ χρῆσις ἐν κοινῷ, ἢν ἄρα μὴ κακῶς πωρωθῇ· πωροῦται δὲ ταχέως. Ἴησις δὲ, ὀθονίοισι κατὰ τὸν νόμον τὸν ἀρθριτικὸν, καὶ τὸ ὀξὺ προσεπιδέειν.

[19] Παλιγκοτώτατον δὲ ὁ ἀγκὼν πυρετοῖσιν, ὀδύνῃ ἀσώδεϊ, ἀκρητοχόλῳ, ἀγκῶνος δὲ μάλιστα τοὐπίσω διὰ τὸ ναρκῶδες, δεύτερον δὲ τοὔμπροσθεν· ἴησις δὲ ἡ αὐτή· ἐμβολαὶ δὲ, τοῦ μὲν ὀπίσω, ἐκτείναντα κατατεῖναι· σημεῖον δέ· οὐ γὰρ δύνανται ἐκτείνειν· τοῦ δὲ ἔμπροσθεν, οὐ δύνανται ξυγκάμπτειν· τουτέῳ δὲ ἐνθέντα τι ξυνειλιγμένον σκληρὸν, περὶ τοῦτο ξυγκάμψαι ἐξ ἐκτάσιος ἐξαίφνης.

[20] Διαστάσιος δὲ ὀστέων σημήϊον, κατὰ τὴν φλέβα τὴν κατὰ τὸν βραχίονα σχιζομένην διαψαύοντι.

[21] Ταῦτα δὲ ταχέως διαπωροῦται· ἐκ γενεῆς δὲ, βραχύτερα τὰ κάτω τοῦ σίνεος ὀστέα, πλεῖστον τὰ ἐγγύτατα τοῦ πήχεος, δεύτερον, χειρὸς, τρίτον, δακτύλων· βραχίων δὲ καὶ ὦμος, ἐγκρατέστερα διὰ τὴν τροφήν· ἡ δὲ ἑτέρη χεὶρ διὰ τὰ ἔργα ἔτι πλείω ἐγκρατεστέρη. Μινύθησις δὲ σαρκῶν, εἰ μὲν ἔξω ἐξέπεσεν, ἔσωθεν· εἰ δὲ μὴ, ἐς τοὐναντίον, ᾗ ἐξέπεσεν.

[22] Ἀγκὼν δὲ ἢν ἔσω ἢ ἔξω ἐκβῇ, κατάτασις μὲν ἐν σχήματι ἐγγωνίῳ τῷ πήχεϊ πρὸς βραχίονα· τὴν μὲν μασχάλην ἀναλαμβάνοντα ταινίῃ ἀνακρεμάσαι, ἀγκῶνι δὲ ἄκρῳ ὑποτιθέντα τι παρὰ τὸ ἄρθρον βάρος, ἐκκρεμάσαι, ἢ χερσὶ καταναγκάζειν· ὑπεραιωρηθέντος δὲ τοῦ ἄρθρου, αἱ παραγωγαὶ τοῖσι θέναρσιν, ὡς τὰ ἐν χερσίν· ἐπίδεσις ἐν τουτέῳ τῷ σχήματι, καὶ ἀνάληψις, καὶ θέσις.

[23] Τὰ δὲ ὄπισθεν, ἐξαίφνης ἐκτείνοντα, διορθοῦν τοῖσι θέναρσιν· ἅμα δὲ δεῖ ἐν τῇ διορθώσει καὶ ἐν τοῖσιν ἑτέροισιν. Ἢν δὲ ἔμπροσθεν, ἀμφὶ ὀθόνιον ξυνειλιγμένον, εὔογκον, ξυγκάμπτοντα ἅμα διορθοῦν.

[24] Ἢν δὲ ἑτεροκλινὲς ἔῃ, ἐν τῇ διορθώσει ἀμφότερα ἅμα χρὴ ποιέειν. Τῆς δὲ μελέτης τῆς θεραπείης, κοινὸν τὸ σχῆμα καὶ ἡ ἐπίδεσις. Δύναται δὲ καὶ ἐκ τῆς διατάσιος κοινῇ ξυμπίπτειν ἅπαντα.

[25] Τῶν δὲ ἐμβολέων, αἱ μὲν ἐξ ὑπεραιωρήσιος ἐμβάλλονται, αἱ δὲ ἐκ κατατάσιος, αἱ δὲ ἐκ περισφάλσιος· αὗται δὲ ἐκ τῶν ὑπερβολέων τῶν σχημάτων, ἢ τῇ, ἢ τῇ, ξὺν τῷ τάχει.

[26] Χειρὸς δὲ ἄρθρον ὀλισθάνει ἢ ἔσω, ἢ ἔξω, ἔσω δὲ τὰ πλεῖστα. Σημήϊα δὲ εὔσημα· ἢν μὲν εἴσω, ξυγκάμπτειν τοὺς δακτύλους οὐ δύνανται· ἢν δὲ ἔξω, ἐκτείνειν. Ἐμβολὴ δὲ, ὑπὲρ τραπέζης τοὺς δακτύλους ἔχων, τοὺς μὲν τείνειν, τοὺς δὲ ἀντιτείνειν, τὸ δὲ ἐξέχον ἢ θέναρι, ἢ πτέρνῃ ἅμα ἀπωθέειν, πρόσω καὶ κάτωθεν κατὰ τὸ ἕτερον ὀστέον, ὄγκον μαλθακὸν ὑποθεὶς, ἢν μὲν ἄνω, καταστρέψας τὴν χεῖρα, ἢν δὲ κάτω, ὑπτίην. Ἴησις δὲ, ὀθονίοισιν.

[27] Ὅλη δὲ ἡ χεὶρ ὀλισθάνει, ἢ ἔσω, ἢ ἔξω, ἢ ἔνθα, ἢ ἔνθα, μάλιστα δὲ εἴσω· ἔστι δ᾿ ὅτε καὶ ἡ ἐπίφυσις ἐκινήθη· ἔστι δ᾿ ὅτε τὸ ἕτερον τῶν ὀστέων διέστη. Τουτέοισι κατάτασις ἰσχυρὴ ποιητέη· καὶ τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δὲ ἕτερον ἀντωθέειν, δύο εἴδεα ἅμα, ἐς τοὐπίσω καὶ ἐς τὸ πλάγιον, ἢ χερσὶν ἐπὶ τραπέζης, ἢ πτέρνῃ. Παλίγκοτα δὲ καὶ ἀσχήμονα· τῷ δὲ χρόνῳ κρατύνεται ἐς χρῆσιν. Ἴησις, ὀθονίοισι ξὺν τῇ χειρὶ καὶ τῷ πήχεϊ· καὶ νάρθηκας μέχρι δακτύλων τιθέναι· ἐν νάρθηξι δὲ τεθέντα ταῦτα πυκνότερον λύειν, ἢ τὰ κατήγματα, καὶ καταχύσει πλείονι χρέεσθαι.

[28] Ἐκ γενεῆς δὲ, βραχυτέρη ἡ χεὶρ γίνεται, καὶ μινύθησις σαρκῶν μάλιστα τἀναντία, ἢ ᾗ τὸ ἔκπτωμα· ηὐξημένῳ δὲ τὰ ὀστέα μένει.

[29] Δακτύλου δὲ ἄρθρον, ὀλισθὸν μὲν, εὔσημον. Ἐμβολὴ δὲ, κατατείναντα ἐς ἰθὺ, τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δὲ ἐναντίον ἀντωθέειν· ἴησις δὲ, ὀθονίοισιν. Μὴ ἐμπεσὸν δὲ, ἐπιπωροῦται ἔξωθεν. Ἐκ γενεῆς δὲ ἢ ἐν αὐξήσει ἐξαρθρήσαντα, τὰ ὀστέα βραχύνεται τὰ κάτω τοῦ ὀλισθήματος, καὶ σάρκες μινύθουσι τἀναντία μάλιστα, ἢ ὡς τὸ ἔκπτωμα· ηὐξημένῳ δὲ τὰ ὀστέα μένει.

[30] Γνάθος δὲ ὀλίγοισι τελέως ἐξήρθρησεν· ὀστέον τε γὰρ τὸ ἀπὸ τῆς ἄνω γνάθου πεφυκὸς ὑπεζύγωται πρὸς τῷ ὑπὸ τὸ οὖς ὀστέῳ προσπεφυκότι, ὅπερ ἀποκλείει τὰς κεφαλὰς τῆς κάτω γνάθου, τῆς μὲν ἀνωτέρω ἐὸν, τῆς δὲ κατωτέρω τῶν κεφαλέων. Τὰ δὲ ἄκρεα τῆς κάτω γνάθου, τὸ μὲν διὰ τὸ μῆκος οὐκ εὐπαρείσδυτον, τὸ δ᾿ αὖ κορωνόν τε καὶ ὑπερέχον ὑπὲρ τοῦ ζυγώματος· ἅμα τε ἀπ᾿ ἀμφοτέρων τῶν ἀκρέων τούτων νευρώδεες τένοντες πεφύκασιν, ἐξ ὧν ἐξήρτηνται οἱ μύες οἱ κροταφῖται καὶ μασσητῆρες καλεόμενοι· διὰ τοῦτο δὲ καλέονται, καὶ διὰ τοῦτο κινέονται, ὅτι ἐντεῦθεν ἐξήρτηνται· ἐν γὰρ τῇ ἐδωδῇ, καὶ ἐν τῇ διαλέκτῳ, καὶ ἐν τῇ ἄλλῃ χρήσει τοῦ στόματος, ἡ μὲν ἄνω γνάθος ἀτρεμέει· ξυνήρτηται γὰρ τῇ κεφαλῇ, καὶ οὐ διήρθρωται· ἡ δὲ κάτω γνάθος κινέεται· ἀπήρθρωται γὰρ ἀπὸ τῆς ἄνω γνάθου, καὶ ἀπὸ τῆς κεφαλῆς. Διότι μὲν οὖν ἐν σπασμοῖσι καὶ τετάνοισι πρῶτον τοῦτο τὸ ἄρθρον ἐπισημαίνει συντεταμένον, καὶ διότι πληγαὶ καίριοι καὶ καροῦσαι αἱ κροταφίτιδες γίνονται, ἐν ἄλλῳ λόγῳ εἰρήσεται. Περὶ δὲ τοῦ μὴ κάρτα ἐξαρθρέειν τάδε τὰ αἴτια· αἴτιον δὲ καὶ τόδε, ὅτι οὐ μάλα καταλαμβάνουσι τοιαῦται ἀνάγκαι βρωμάτων, ὥστε τὸν ἄνθρωπον χανέειν μέζον ἢ ὅσον δύναται· ἐκπέσοι δ᾿ ἂν ἀπ᾿ οὐδενὸς ἄλλου σχήματος, ἢ ἀπὸ τοῦ μέγα χανόντα παραγαγεῖν τὴν γένυν ἐπὶ θάτερα. Προσξυμβάλλεται μέντοι καὶ τόδε πρὸς τὸ ἐκπίπτειν· ὁκόσα γὰρ νεῦρα καὶ ὁκόσοι μύες παρὰ τὰ ἄρθρα εἰσὶν, ἢ ἀπὸ ἄρθρων ἀφ᾿ ὧν ξυνδέδενται, τούτων ὅσα ἐν τῇ χρήσει πλειστάκις διακινέεται, ταῦτα καὶ ἐς τὰς κατατάσιας δυνατώτατα ἐπιδιδόναι, ὥσπερ καὶ τὰ δέρματα τὰ εὐδεψητότατα πλείστην ἐπίδοσιν ἔχει. Περὶ οὗ οὖν ὁ λόγος, ἐκπίπτει μὲν γνάθος ὀλιγάκις· σχᾶται μέντοι πολλάκις ἐν χάσμῃσιν, ὥσπερ καὶ ἄλλαι πολλαὶ μυῶν παραλλαγαὶ καὶ νεύρων τοῦτο ποιέουσιν. Δῆλον μὲν οὖν ἐκ τῶνδε μάλιστά ἐστιν, ὅταν ἐκπεπτώκῃ· προΐσχει γὰρ ἡ κάτω γνάθος ἐς τοὔμπροσθεν, καὶ παρῆκται τἀναντία τοῦ ὀλισθήματος, καὶ τοῦ ὀστέου τὸ κορωνὸν ὀγκηρότερον φαίνεται παρὰ τὴν ἄνω γνάθον, καὶ χαλεπῶς ξυμβάλλουσι τὰς κάτω γνάθους. Τούτοισι δὲ ἐμβολὴ πρόδηλος, ἥτις γίνοιτ᾿ ἂν ἁρμόζουσα· χρὴ γὰρ τὸν μέν τινα κατέχειν τὴν κεφαλὴν τοῦ τετρωμένου, τὸν δὲ περιλαβόντα τὴν κάτω γνάθον καὶ ἔσωθεν καὶ ἔξωθεν τοῖσι δακτύλοισι κατὰ τὸ γένειον, χάσκοντος τοῦ ἀνθρώπου ὅσον μετρίως δύναται, πρῶτον μὲν διακινέειν τὴν κάτω γνάθον χρόνον τινὰ, τῇ καὶ τῇ παράγοντα τῇ χειρὶ, καὶ αὐτὸν τὸν ἄνθρωπον κελεύειν χαλαρὴν τὴν γνάθον ἔχειν, καὶ ξυμπαράγειν, καὶ ξυνδιδόναι ὡς μάλιστα· ἔπειτα ἐξαπίνης σχάσαι, τρισὶ σχήμασιν ὁμοῦ προσέχοντα τὸν νόον· δεῖ μὲν γὰρ παράγεσθαι ἐκ τῆς διαστροφῆς ἐς τὴν φύσιν, δεῖ δὲ ἐς τοὐπίσω ἀπωσθῆναι τὴν γνάθον τὴν κάτω, δεῖ δὲ ἑπόμενον τούτοισι ξυμβάλλειν τὰς γνάθους, καὶ μὴ χάσκειν. Ἐμβολὴ μὲν οὖν αὕτη, καὶ οὐκ ἂν γένοιτο ἀπ᾿ ἄλλων σχημάτων. Ἰητρείη δὲ βραχείη ἀρκέει· σπλῆνα προστιθέντα κεκηρωμένον χαλαρῷ ἐπιδέσμῳ ἐπιδεῖν. Ἀσφαλέστερον δὲ χειρίζειν ἐστὶν ὕπτιον κατακλίναντα τὸν ἄνθρωπον, ἐρείσαντα τὴν κεφαλὴν αὐτοῦ ἐπὶ σκυτίνου ὑποκεφαλαίου ὡς πληρεστάτου, ἵνα ὡς ἥκιστα ὑπείκῃ· προσκατέχειν δέ τινα χρὴ τὴν κεφαλὴν τοῦ τετρωμένου.

[31] Ἢν δ᾿ ἀμφότεραι αἱ γνάθοι ἐξαρθρήσωσιν, ἡ μὲν ἴησις ἡ αὐτή. Ξυμβάλλειν δέ τι ἧσσον οὗτοι τὸ στόμα δύνανται· καὶ γὰρ προπετέστεραι αἱ γένυες τούτοισιν, ἀστραβέες δέ· τὸ δὲ ἀστραβὲς μάλιστ᾿ ἂν γνοίης τοῖσιν ὁρίοισι τῶν ὀδόντων, τῶν τε ἄνω καὶ τῶν κάτω κατ᾿ ἴξιν. Τούτοισι ξυμφέρει ἐμβάλλειν ὡς τάχιστα· ἐμβολῆς δὲ τρόπος πρόσθεν εἴρηται. Ἢν δὲ μὴ ἐμπέσῃ, κίνδυνος περὶ τῆς ψυχῆς ὑπὸ πυρετῶν ξυνεχέων καὶ νωθρῆς καρώσιος (καρώδεες γὰρ οἱ μύες οὗτοι, καὶ ἀλλοιούμενοι, καὶ ἐντεινόμενοι παρὰ φύσιν· φιλέει δὲ καὶ ἡ γαστὴρ ὑποχωρέειν τούτοισι χολώδεα, ἄκρητα, ὀλίγα· καὶ ἢν ἐμέωσιν, ἄκρητα ἐμέουσιν· οὗτοι οὖν καὶ θνήσκουσι δεκαταῖοι μάλιστα.

[32] Ἢν δὲ κατεαγῇ ἡ κάτω γνάθος, ἢν μὲν μὴ ἀποκαυλισθῇ παντάπασιν, ἀλλὰ ξυνέχηται τὸ ὀστέον, ἐκκεκλιμένον δὲ ἔῃ, κατορθῶσαι μὲν χρὴ τὸ ὀστέον, παρά γε τὴν γλῶσσαν πλαγίην ὑπείραντα τοὺς δακτύλους, τὸ δὲ ἔξωθεν ἀντερείδοντα, ὡς ἂν ξυμφέρῃ· καὶ ἢν διεστραμμένοι ἔωσιν οἱ ὀδόντες οἱ κατὰ τὸ τρῶμα καὶ κεκινημένοι, ὁκόταν τὸ ὀστέον κατορθωθῇ, ζεῦξαι τοὺς ὀδόντας χρὴ πρὸς ἀλλήλους, μὴ μόνον τοὺς δύο, ἀλλὰ καὶ πλέονας, μάλιστα μὲν χρυσίῳ, ἔστ᾿ ἂν κρατυνθῇ τὸ ὀστέον, εἰ δὲ μὴ, λίνῳ· ἔπειτα ἐπιδεῖν κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν ὀλίγοισι, μὴ ἄγαν ἐρείδοντα, ἀλλὰ χαλαροῖσιν. Εὖ γὰρ εἰδέναι χρὴ, ὅτι ἐπίδεσις ὀθονίων, γνάθου καταγείσης, μικρὰ μὲν ἂν ὠφελέοι, εἰ χρηστῶς ἐπιδέοιτο, μεγάλα δ᾿ ἂν βλάπτοι, εἰ κακῶς ἐπιδέοιτο. Πυκνὰ δὲ παρὰ τὴν γλῶσσαν ἐσματέεσθαι χρὴ, καὶ πουλὺν χρόνον ἀντέχειν τοῖσι δακτύλοισι κατορθοῦντα τοῦ ὀστέου τὸ ἐκκλιθέν· ἄριστον δὲ, εἰ αἰεὶ δύναιτο, ἀλλ᾿ οὐχ οἷόν τε.

[33] Ἢν δὲ ἀποκαυλισθῇ παντάπασι τὸ ὀστέον (ὀλιγάκις δὲ τοῦτο γίνεται), κατορθοῦν μὲν χρὴ τὸ ὀστέον οὕτω, καθάπερ εἴρηται. Ὅταν δὲ κατορθώσῃς, τοὺς ὀδόντας χρὴ ζευγνῦναι, ὡς πρόσθεν εἴρηται· μέγα γὰρ ἂν ξυλλαμβάνοι ἐς τὴν ἀτρεμίην, προσέτι καὶ ἤν τις ὀρθῶς ζεύξῃ, ὥσπερ χρὴ, τὰς ἀρχὰς ῥάψας. Ἀλλὰ γὰρ οὐ ῥηΐδιον ἐν γραφῇ χειρουργίην πᾶσαν ἀτρεκέως διηγέεσθαι, ἀλλὰ καὶ αὐτὸν ὑποτοπέεσθαι χρὴ ἐκ τῶν γεγραμμένων. Ἔπειτα χρὴ δέρματος καρχηδονίου, ἢν μὲν νηπιώτερος ἔῃ ὁ τρωθεὶς, ἀρκέει τῷ λοπῷ χρέεσθαι, ἢν δὲ τελειότερος ἔῃ, αὐτῷ τῷ δέρματι· ταμόντα δὲ χρὴ εὖρος ὡς τριδάκτυλον, ἢ ὅκως ἂν ἁρμόζῃ, ὑπαλείψαντα κόμμι τὴν γνάθον (εὐμενέστερον γὰρ), κόλλῃ προσκολλῆσαι τὸ δέρμα ἄκρον πρὸς τὸ ἀποκεκαυλισμένον τῆς γνάθου, ἀπολείποντα ὡς δάκτυλον ἀπὸ τοῦ τρώματος ἢ ὀλίγῳ πλέον· τοῦτο μὲν ἐς τὸ κάτω μέρος· ἐχέτω δὲ ἐντομὴν κατὰ τὴν ἴξιν τοῦ γενείου ὁ ἱμὰς, ὡς ἀμφιβεβήκῃ ἀμφὶ τὸ ὀξὺ τοῦ γενείου. Ἕτερον δὲ ἱμάντα τοιοῦτον, ἢ ὀλίγῳ πλατύτερον προσκολλῆσαι χρὴ πρὸς τὸ ἄνω μέρος τῆς γνάθου, ἀπολείποντα καὶ τοῦτον ἀπὸ τοῦ τρώματος, ὅσονπερ ὁ ἕτερος ἀπέλιπεν· ἐσχίσθω δὲ καὶ οὗτος ὁ ἱμὰς τὴν ἀμφὶ τὸ οὖς περίβασιν. Ἀποξέες δὲ ἔστωσαν οἱ ἱμάντες ἀμφὶ τὴν ξυναφήν· ἐν δὲ τῇ κολλήσει ἡ σὰρξ τοῦ σκύτεος πρὸς τοῦ χρωτὸς ἔστω, ἐχεκολλότερον γὰρ οὕτως. Ἔπειτα κακατείναντα χρὴ καὶ τοῦτον τὸν ἱμάντα μᾶλλον δέ τι τὸν περὶ τὸ γένειον, ὡς ὅτι μάλιστα μὴ ἀπομυλλήνῃ ἡ γνάθος, ξυνάψαι τοὺς ἱμάντας κατὰ τὴν κορυφὴν, κἄπειτα περὶ τὸ μέτωπον ὀθονίῳ καταδῆσαι, καὶ κατάβλημα χρὴ εἶναι, ὥσπερ νομίζεται, ὡς ἀτρεμέῃ τὰ δεσμά. Τὴν δὲ κατάκλισιν ποιεέσθω ἐπὶ τὴν ὑγιέα γνάθον, μὴ τῇ γνάθῳ ἐρηρεισμένος, ἀλλὰ τῇ κεφαλῇ. Ἰσχναίνειν δὲ χρὴ τὸ σῶμα ἄχρι ἡμερέων δέκα, ἔπειτα ἀνατρέφειν μὴ βραδέως· ἢν γὰρ ἐν τῇσι πρώτῃσιν ἡμέρῃσι μὴ φλεγμήνῃ, ἐν εἴκοσιν ἡμέρῃσιν ἡ γνάθος κρατύνεται· ταχέως γὰρ ἐπιπωροῦται, ὥσπερ καὶ τὰ ἄλλα τὰ ἀραιὰ ὀστέα, ἢν μὴ ἐπισφακελίσῃ. Ἀλλὰ γὰρ περὶ σφακελισμῶν τῶν ξυμπάντων ὀστέων ἄλλος μακρὸς λόγος λείπεται. Αὕτη ἡ διάτασις ἡ ἀπὸ τῶν κολλημάτων εὐμενὴς, καὶ εὐταμίευτος, καὶ ἐς πολλὰ καὶ πολλαχοῦ διορθώματα εὔχρηστος. Τῶν δὲ ἰητρῶν οἱ μὴ ξὺν νόῳ εὔχειρες, καὶ ἐν ἄλλοισι τρώμασι τοιοῦτοί εἰσι καὶ ἐν γνάθων κατήξεσιν· ἐπιδέουσι γὰρ γνάθον κατεαγεῖσαν ποικίλως καὶ καλῶς καὶ κακῶς. Πᾶσα γὰρ ἐπίδεσις γνάθου οὕτω καταγείσης ἐκκλίνει τὰ ὀστέα τὰ ἐς τὸ κάτηγμα ῥέποντα μᾶλλον, ἢ ἐς τὴν φύσιν ἄγει.

[34] Ἢν δὲ ἡ κάτω γνάθος κατὰ τὴν ξύμφυσιν τὴν κατὰ τὸ γένειον διασπασθῇ (μούνη δὲ αὕτη ξύμφυσις ἐν τῇ κάτω γνάθῳ ἐστὶν, ἐν δὲ τῇ ἄνω πολλαί· ἀλλ᾿ οὐ βούλομαι ἀποπλανᾷν τὸν λόγον, ἐν ἄλλοισι γὰρ εἴδεσι νουσημάτων περὶ τούτων λεκτέον), ἢν οὖν διαστῇ ἡ κατὰ τὸ γένειον ξύμφυσις, κατορθῶσαι μὲν παντὸς ἀνδρός ἐστιν· τὸ μὲν γὰρ ἐξεστεὸς ἐσωθέειν χρὴ ἐς τὸ ἔσω μέρος, προσβάλλοντα τοὺς δακτύλους· τὸ δὲ εἴσω ῥέπον ἀνάγειν ἐς τὸ ἔξω μέρος, ἐνερείσαντα τοὺς δακτύλους. Ἐς διάστασιν μέντοι διατεινάμενον, ταῦτα χρὴ ποιέειν· ῥᾷον γὰρ οὕτως ἐς τὴν φύσιν ἥξει, ἢ εἰ ἐγχρίπτων τις ἐς ἄλληλα τὰ ὀστέα, καταναγκάζειν πειρᾶται· τοῦτο παρὰ πάντα τὰ τοιαῦτα ὑπομνήματα χάριεν εἰδέναι. Ὁκόταν δὲ κατορθώσῃς, ζεῦξαι μὲν χρὴ τοὺς ὀδόντας τοὺς ἔνθεν καὶ ἔνθεν πρὸς ἀλλήλους, ὥσπερ καὶ πρόσθεν εἴρηται. Ἰῆσθαι δὲ χρὴ κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν. Ἐπίδεσιν δὲ βραχείην ποικίλην μάλιστα τοῦτο τὸ χωρίον ἐπιδέχεται, ἐγγὺς γάρ τι τοῦ ἰσοῤῥόπου ἐστὶν, ὡς δὴ μὴ ἰσόῤῥοπον ἐόν· τοῦ δὲ ὀθονίου τὴν περιβολὴν ποιέεσθαι χρὴ, ἢν μὲν ἡ δεξιὴ γνάθος ἐξεστήκῃ, ἐπὶ δεξιὰ (ἐπὶ δεξιὰ γὰρ νομίζεται εἶναι, ἢν ἡ δεξιὴ χεὶρ προηγῆται τῆς ἐπιδέσιος)· ἢν δὲ ἡ ἑτέρη γνάθος ἐξεστήκῃ, ὡς ἑτέρως χρὴ τὴν ἐπίδεσιν ἄγειν. Κἢν μὲν ὀρθῶς τις κατορθώσηται καὶ ἐπατρεμήσῃ ὡς χρὴ, ταχείη μὲν ἡ ἄλθεξις, οἱ δὲ ὀδόντες ἀσινέες γίνονται· ἢν δὲ μὴ, χρονιωτέρη μὲν ἡ ἄλθεξις, διαστροφὴν δὲ ἴσχουσιν οἱ ὀδόντες, καὶ σιναροὶ καὶ ἀχρήϊοι γίνονται.

[35] Ἢν δὲ ἡ ῥὶς καταγῇ, τρόπος μὲν οὐχ εἷς ἐστι κατήξιος· ἀτὰρ πολλὰ μὲν δὴ καὶ ἄλλα λωβέονται οἱ χαίροντες τῇσι καλῇσιν ἐπιδέσεσιν ἄνευ νόου, ἐν δὲ τοῖσι περὶ τὴν ῥῖνα μάλιστα· ἐπιδεσίων γάρ ἐστιν αὕτη ποικιλωτάτη, καὶ πλείστους μὲν σκεπάρνους ἔχουσα, διαῤῥωγὰς δὲ καὶ διαλείψιας ποικιλωτάτας τοῦ χρωτὸς ῥομβοειδέας. Ὡς οὖν εἴρηται, οἱ τὴν ἀνόητον εὐχειρίην ἐπιτηδεύοντες ἄσμενοι ῥινὸς κατεαγυίης ἐπιτυγχάνουσιν, ὡς ἐπιδήσωσιν. Μίαν μὲν οὖν ἡμέρην, ἢ δύο, ἀγάλλεται μὲν ὁ ἰητρὸς, χαίρει δὲ ὁ ἐπιδεδεμένος· ἔπειτα ταχέως μὲν ὁ ἐπιδεδεμένος κορίσκεται, ἀσηρὸν γὰρ τὸ φόρημα· ἀρκέει δὲ τῷ ἰητρῷ, ἐπειδὴ ἐπέδειξεν, ὅτι ἐπίσταται ποικίλως ῥῖνα ἐπιδέειν. Ποιέει δὲ ἡ ἐπίδεσις ἡ τοιαύτη πάντα τἀναντία τοῦ δέοντος· τοῦτο μὲν γὰρ, ὁκόσοι σιμοῦνται διὰ τὴν κάτηξιν, δηλονότι, εἰ ἄνωθέν τις μᾶλλον πιέζοι, σιμώτεροι ἂν ἔτι εἶεν· τοῦτο δὲ, ὅσοισι παραστρέφεται ἢ ἔνθα ἢ ἔνθα ἡ ῥὶς, ἢ κατὰ τὸν χόνδρον, ἢ ἀνωτέρω, δηλονότι οὐδὲν αὐτοὺς ἡ ἄνωθεν ἐπίδεσις ὠφελήσει, ἀλλὰ καὶ βλάψει μᾶλλον· οὐχ οὕτω γὰρ εὖ ξυναρμόσει σπλήνεσι τὸ ἐπὶ θάτερον τῆς ῥινὸς, καίτοι οὐδὲ τοῦτο ποιέουσιν οἱ ἐπιδέοντες.

[36] Ἄγχιστα δὲ ἡ ἐπίδεσίς μοι δοκέῃ ἄν τι ποιέειν, εἰ κατὰ μέσην τὴν ῥῖνα, κατὰ τὸ ὀξὺ, ἀμφιφλασθείη ἡ σὰρξ κατὰ τὸ ὀστέον, ἢ εἰ κατὰ τὸ ὀστέον μικρόν τι σίνος εἴη, καὶ μὴ μέγα· τοῖσι γὰρ τοιούτοισιν ἐπιπώρωμα ἴσχει ἡ ῥὶς, καὶ ὀκριοειδεστέρη τινὶ γίνεται· ἀλλ᾿ ὅμως οὐδὲ τούτοισι δή που πολλοῦ ὄχλου δέεται ἡ ἐπίδεσις, εἰ δή τι καὶ δεῖ ἐπιδέειν· ἀρκέει δὲ ἐπὶ μὲν τὸ φλάσμα σπληνίον ἐπιτείναντα κεκηρωμένον, ἔπειτα ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέεται, οὕτως ὀθονίῳ ἐς ἅπαξ περιβάλλειν. Ἀρίστη μέντοι ἰητρείη, τῷ ἀλήτῳ, τῷ σιτανίῳ, τῷ πλυτῷ, γλίσχρῳ, πεφυρημένῳ, ὀλίγῳ, καταπλάσσειν τὰ τοιαῦτα· χρὴ δὲ, ἢν μὲν ἐξ ἀγαθῶν ἔῃ τῶν πυρῶν τὸ ἄλητον καὶ εὐόλκιμον, τούτῳ χρέεσθαι ἐς πάντα τὰ τοιαῦτα· ἢν δὲ μὴ πάνυ ὅλκιμον ἔῃ, ὀλίγην μάννην ὕδατι ὡς λειοτάτην διέντα, τούτῳ φυρᾷν τὸ ἄλητον, ἢ κόμμι πάνυ ὀλίγον ὡσαύτως μίσγειν.

[37] Ὁκόσοισι μὲν οὖν ῥὶς ἐς τὸ κάτω καὶ ἐς τὸ σιμὸν ῥέπουσα κατεαγῇ, ἢν μὲν ἐκ τοῦ ἔμπροσθεν μέρεος κατὰ τὸν χόνδρον ἵζηται, οἷόν τέ ἐστι καὶ ἐντιθέναι τι διόρθωμα ἐς τοὺς μυκτῆρας· ἢν δὲ μὴ, ἀνορθοῦν μὲν χρὴ πάντα τὰ τοιαῦτα, τοὺς δακτύλους ἐς τοὺς μυκτῆρας ἐντιθέντα, ἢν ἐνδέχηται· ἢν δὲ μὴ, παχὺ ὑπάλειπτρον μὴ ἐς τὸ ἔμπροσθεν τῆς ῥινὸς ἀνάγοντα τοῖσι δακτύλοισιν, ἀλλ᾿ ᾗ ἵδρυται· ἔξωθεν δὲ τῆς ῥινὸς ἔνθεν καὶ ἔνθεν ἀμφιλαμβάνοντα τοῖσι δακτύλοισι, ξυναναγκάζειν τε ἅμα καὶ ἀναφέρειν ἐς τὸ ἄνω. Καὶ ἢν μὲν πάνυ ἐν τῷ ἔμπροσθεν τὸ κάτηγμα ἔῃ, οἷόν τέ τι καὶ ἔσω τῶν μυκτήρων ἐντιθέναι, ὥσπερ ἤδη εἴρηται, ἢ ἄχνην τὴν ἀφ᾿ ἡμιτυβίου, ἢ ἄλλο τι τοιοῦτον ἐν ὀθονίῳ εἱλίσσοντα, μᾶλλον δὲ ἐν καρχηδονίῳ δέρματι ἐῤῥάψαντα, σχηματίσαντα τὸ ἁρμόσσον σχῆμα τῷ χωρίῳ, ἵνα ἐγκείσεται. Ἢν μέντοι πρωσωτέρω ἔῃ τὸ κάτηγμα, οὐδὲν οἷόν τε ἔσω ἐντιθέναι· καὶ γὰρ εἰ ἐν τῷ ἔμπροσθεν ἀσηρὸν τὸ φόρημα, πῶς γε δὴ οὐκ ἐν τῷ ἐσωτέρω; Τὸ μὲν οὖν πρῶτον, καὶ ἔσωθεν ἀναπλάσσεσθαι καὶ ἔξωθεν ἀφειδήσαντα, χρὴ ἀναγαγεῖν ἐς τὴν ἀρχαίην φύσιν, καὶ διορθώσασθαι. Κάρτα γὰρ οἵη τε ῥὶς καταγεῖσα ἀναπλάσσεσθαι, μάλιστα μὲν αὐθήμερος, ἢν δὲ μὴ, ὀλίγῳ ὕστερον· ἀλλὰ καταβλακεύουσιν οἱ ἰητροὶ, καὶ ἁπαλωτέρως τὸ πρῶτον ἅπτονται, ἢ ὡς χρή· παραβάλλοντα γὰρ τοὺς δακτύλους χρὴ ἔνθεν καὶ ἔνθεν κατὰ τὴν φύσιν τῆς ῥινὸς ὡς κατωτάτω, κάτωθεν ξυναναγκάζειν, καὶ οὕτω μάλιστα ἀνορθοῦται σὺν τῇ ἔσωθεν διορθώσει. Ἔπειτα δὲ ἐς ταῦτα ἰητρὸς οὐδεὶς ἄλλος ἐστὶ τοιοῦτος, εἰ ἐθέλοι καὶ μελετᾷν καὶ τολμᾷν, ὡς οἱ δάκτυλοι αὐτοῦ οἱ λιχανοί· οὗτοι γὰρ κατὰ φύσιν μάλιστά εἰσιν. Παραβάλλοντα γὰρ χρὴ τῶν δακτύλων ἑκάτερον, παρὰ πᾶσαν τὴν ῥῖνα ἐρείδοντα, ἡσύχως οὕτως ἔχειν, μάλιστα μὲν, εἰ οἷόν τε εἴη, αἰεὶ, ἔστ᾿ ἂν κρατυνθῇ, εἰ δὲ μὴ, ὡς πλεῖστον χρόνον, αὐτὸν, ὡς εἴρηται· εἰ δὲ μὴ, ἢ παῖδα ἢ γυναῖκά τινα· μαλθακὰς γὰρ τὰς χεῖρας δεῖ εἶναι. Οὕτω γὰρ ἂν κάλλιστα ἰητρευθείη, ὁτέῳ ἡ ῥὶς μὴ ἐς τὸ σκολιὸν, ἀλλ᾿ ἐς τὸ κάτω ἱδρυμένη, ἰσόῤῥοπος εἴη. Ἐγὼ μὲν οὖν οὐδεμίην που ῥῖνα εἶδον, ἥτις οὕτω κατεαγεῖσα οὐχ οἵη τε διορθωθῆναι, αὐτίκα πρὶν πωρωθῆναι ξυναναγκαζομένη, ἐγένετο, εἴ τις ὀρθῶς ἐθέλοι ἰητρεύειν. Ἀλλὰ γὰρ οἱ ἄνθρωποι αἰσχροὶ μὲν εἶναι πολλοῦ ἀποτιμῶνται, μελετᾷν δὲ ἅμα μὲν οὐκ ἐπίστανται, ἅμα δὲ οὐ τολμέουσιν, ἢν μὴ ὀδυνέωνται, ἢ θάνατον δεδοίκωσιν· καίτοι ὀλιγοχρόνιος ἡ πώρωσις τῆς ῥινός· ἐν γὰρ δέκα ἡμέρῃσι κρατύνεται, ἢν μὴ ἐπισφακελίσῃ.

[38] Ὁκόσοισι δὲ τὸ ὀστέον ἐς τὸ πλάγιον κατάγνυται, ἡ μὲν ἴησις ἡ αὐτή· τὴν δὲ διόρθωσιν δηλονότι χρὴ ποιέεσθαι, οὐκ ἰσόῤῥοπον ἀμφοτέρωθεν, ἀλλὰ τό τε ἐκκεκλιμένον ὠθέειν ἐς τὴν φύσιν, ἔκτοσθεν ἀναγκάζοντα, καὶ ἐσματτευόμενον ἐς τοὺς μυκτῆρας, καὶ τὰ εἴσω ῥέψαντα διορθοῦν ἀόκνως, ἔστ᾿ ἂν κατορθώσῃς, εὖ εἰδότα, ὅτι, ἢν μὴ αὐτίκα κατορθώσῃς, οὐχ οἷόν τε μὴ οὐχὶ διεστράφθαι τὴν ῥῖνα. Ὅταν δὲ ἀγάγῃς ἐς τὴν φύσιν, προσβάλλοντα χρὴ ἐς τὸ χωρίον, ἢ τοὺς δακτύλους, ἢ τὸν ἕνα δάκτυλον, ᾗ ἐξέσχεν, ἀνακωχέειν, ἢ αὐτὸν, ἢ ἄλλον τινὰ, ἔστ᾿ ἂν κρατυνθῇ τὸ τρῶμα· ἀτὰρ καὶ ἐς τὸν μυκτῆρα τὸν σμικρὸν δάκτυλον ἀπωθέοντα, ἄλλοτε καὶ ἄλλοτε διορθοῦν χρὴ τὰ ἐγκλιθέντα. Ὅ τι δ᾿ ἂν φλεγμονῆς ὑπογίνηται τουτέοισι, χρὴ τῷ σταιτὶ χρέεσθαι· τοῖσι μέντοι δακτύλοισι προσέχειν χρὴ ὁμοίως, καὶ τοῦ σταιτὸς ἐπικειμένου. Ἢν δέ που κατὰ τὸν χόνδρον ἐς τὰ πλάγια καταγῇ, ἀνάγκη τὴν ῥῖνα ἄκρην παρεστράφθαι. Χρὴ οὖν τοῖσι τοιούτοισιν ἐς τὸν μυκτῆρα ἄκρον διόρθωμά τι τῶν εἰρημένων, ἢ ὅ τι τούτοισιν ἔοικεν, ἐντιθέναι· πολλὰ δ᾿ ἄν τις εὕροι τὰ ἐπιτήδεια, ὅσα μήτε ὀδμὴν ἴσχει, ἄλλως τε καὶ προσηνέα ἐστίν· ἐγὼ δέ ποτε πλεύμονος προβάτου ἀπότμημα ἐνέθηκα, τοῦτο γάρ πως παρέτυχεν· οἱ γὰρ σπόγγοι ἐντιθεμένοι ὑγράσματα δέχονται. Ἔπειτα χρὴ καρχηδονίου δέρματος λοπὸν, πλάτος ὡς τοῦ μεγάλου δακτύλου τετμημένον, ἢ ὅκως ἂν ξυμφέρῃ, προσκολλῆσαι ἐς τὸ ἔκτοσθεν πρὸς τὸν μυκτῆρα τὸν ἐκκεκλιμένον· κἄπειτα κατατεῖναι τὸν ἱμάντα, ὅκως ἂν ξυμφέρῃ· μᾶλλον δὲ ὀλίγῳ τείνειν χρὴ, [ἢ] ὥστε ὀρθὴν καὶ ἀπαρτῆ τὴν ῥῖνα εἶναι. Ἔπειτα (μακρὸς γὰρ ἔστω ὁ ἱμὰς), κάτωθεν τοῦ ὠτὸς ἀγαγόντα αὐτὸν, ἀναγαγεῖν περὶ τὴν κεφαλήν· καὶ ἔξεστι μὲν κατὰ τὸ μέτωπον προσκολλῆσαι τὴν τελευτὴν τοῦ ἱμάντος, ἔξεστι δὲ καὶ μακρότερον ἐπιπεριελίσσοντα περὶ τὴν κεφαλὴν καταδέειν. Τοῦτο ἅμα μὲν δικαίην τὴν διόρθωσιν ἔχει, ἅμα δὲ εὐταμίευτον, καὶ μᾶλλον, ἢν ἐθέλῃ, καὶ ἧσσον τὴν ἀντιῤῥοπίην ποιῆσαι τῆς ῥινός. Ἀτὰρ καὶ ὁκόσοισιν ἐς τὸ πλάγιον ἡ ῥὶς κατάγνυται, τὰ μὲν ἄλλα ἰητρεύειν χρὴ, ὡς προείρηται· προσδέεται δὲ τοῖσι πλείστοισι καὶ τοῦ ἱμάντος πρὸς ἄκρην τὴν ῥῖνα προσκολληθῆναι τῆς ἀντιῤῥοπίης εἵνεκα.

[39] Ὅσοισι δὲ σὺν τῇ κατήξει καὶ ἕλκεα προσγίνεται, οὐδὲν δεῖ ταράσσεσθαι διὰ τοῦτο· ἀλλ᾿ ἐπὶ μὲν τὰ ἕλκεα ἐπιτιθέναι ἢ πισσηρὴν, ἢ τῶν ἐναίμων τι· εὐαλθέα γὰρ τῶν τοιούτων τὰ πλεῖστά ἐστιν ὁμοίως, κἢν ὀστέα μέλλῃ ἀπιέναι. Τὴν δὲ διόρθωσιν τὴν πρώτην ἀόκνως χρὴ ποιέεσθαι, μηδὲν ἐπιλείποντα, καὶ τὰς διορθώσιας τοῖσι δακτύλοισιν ἐν τῷ ἔπειτα χρόνῳ, χαλαρωτέροισι μὲν χρεόμενον, χρεόμενον δέ· εὐπλαστότατον γάρ τι παντὸς τοῦ σώματος ἡ ῥίς ἐστιν. Τῶν δὲ ἱμάντων τῇ κολλήσει καὶ τῇ ἀντιῤῥοπίῃ παντάπασιν οὐδὲν κωλύει χρέεσθαι, οὔτ᾿ ἢν ἕλκος ᾖ, οὔτ᾿ ἢν ἐπιφλεγμήνῃ· ἀλυπόταται γάρ εἰσιν.

[40] Ἢν δὲ οὖς κατεαγῇ, ἐπιδέσιες μὲν πᾶσαι πολέμιαι· οὐ γὰρ οὕτω τις χαλαρὸν περιβάλλοι· ἢν δὲ μᾶλλον πιέζῃ, πλέον κακὸν ἐργάζεται· ἐπεὶ καὶ ὑγιὲς οὖς, ἐπιδέσει πιεχθὲν, ὀδυνηρὸν καὶ σφυγματῶδες καὶ πυρετῶδες γίνεται. Ἀτὰρ καὶ τὰ ἐπιπλάσματα, κάκιστα μὲν τὰ βαρύτατα τὸ ἐπίπαν· ἀτὰρ καὶ τὰ πλεῖστα φλαῦρα καὶ ἀποστατικὰ, καὶ μύξαν τε ὑποποιέει πλείω, κἄπειτα ἐκπυήσιας ἀσηράς· τούτων δὲ ἥκιστα οὖς κατεαγὲν προσδέεται· ἄγχιστα μὴν, εἴπερ χρὴ, τὸ γλίσχρον ἄλητον· χρὴ δὲ μηδὲ τοῦτο βάρος ἔχειν. Ψαύειν δὲ ὡς ἥκιστα ξυμφέρει· ἀγαθὸν γὰρ φάρμακόν ἐστιν ἐνίοτε καὶ τὸ μηδὲν προσφέρειν καὶ πρὸς οὖς καὶ πρὸς ἄλλα πολλά. Χρὴ δὲ καὶ τὴν ἐπικοίμησιν φυλάσσεσθαι· τὸ δὲ σῶμα ἰσχναίνειν, καὶ μᾶλλον, ᾧ ἂν κίνδυνος ἔῃ ἔμπυον τὸ οὖς γενέσθαι· ἄμεινον δὲ καὶ μαλθάξαι τὴν κοιλίην· ἢν δὲ καὶ εὐήμετος ἔῃ, ἐμέειν ἀπὸ συρμαϊσμοῦ. Ἢν δὲ ἐς ἐμπύησιν ἔλθῃ, ταχέως μὲν οὐ χρὴ στομοῦν· πολλὰ γὰρ καὶ τῶν δοκεόντων ἐκπυέεσθαι ἀναπίνεταί ποτε, κἢν μηδέν τις καταπλάσῃ. Ἢν δὲ ἀναγκασθῇ στομῶσαι, τάχιστα μὲν ὑγιὲς γίνεται, ἤν τις πέρην διακαύσῃ· εἰδέναι μέντοι χρὴ σαφῶς, ὅτι κυλλὸν ἔσται τὸ οὖς καὶ μεῖον τοῦ ἑτέρου, ἢν πέρην διακαυθῇ. Ἢν δὲ μὴ πέρην καίηται, τάμνειν χρὴ τὸ μετέωρον, μὴ πάνυ σμικρὴν τομήν· διὰ παχυτέρου μὴν καὶ τὸ πῦον εὑρίσκεται, ἢ ὡς ἄν τις δοκέοι· ὡς δ᾿ ἐν κεφαλαίῳ εἰπεῖν, καὶ πάντα τἄλλα τὰ μυξώδεα καὶ μυξοποιὰ, ἅτε γλίσχρα ἐόντα, ὑποθιγγανόμενα διολισθάνει ταχέως ὑπὸ τοὺς δακτύλους καὶ ἔνθα καὶ ἔνθα· διὰ τοῦτο διὰ παχυτέρου εὑρίσκουσι τὰ τοιαῦτα οἱ ἰητροὶ, ἢ ὡς οἴονται· ἐπεὶ καὶ τῶν γαγγλιωδέων ἔνια, ὅσα ἂν πλαδαρὰ ἔῃ, καὶ μυξώδεα σάρκα ἔχῃ, πολλοὶ στομοῦσιν, οἰόμενοι ῥεῦμα ἀνευρήσειν ἐς τὰ τοιαῦτα· ἡ μὲν οὖν γνώμη τοῦ ἰητροῦ ἐξαπατᾶται· τῷ δὲ πρήγματι τῷ τοιούτῳ οὐδεμία βλάβη στομωθέντι. Ὅσα δὲ ὑδατώδεα χωρία ἐστὶν, ἢ μύξης πεπληρωμένα, καὶ ἐν οἵοισι χωρίοισιν ἕκαστα θάνατον φέρει στομούμενα, ἢ καὶ ἀλλοίας βλάβας, περὶ τούτων ἐν ἄλλῳ λόγῳ γεγράψεται. Ὅταν οὖν τάμῃ τις τὸ οὖς, πάντων μὲν καταπλασμάτων, πάσης τε μοτώσιος ἀπέχεσθαι χρή· ἰητρεύειν δὲ ἢ ἐναίμῳ, ἢ ἄλλῳ τῳ, ὅ τι μήτε βάρος, μήτε πόνον παρασχήσει· ἢν γὰρ ὁ χόνδρος ἄρξηται ψιλοῦσθαι, καὶ ὑποστάσιας ἴσχῃ, ὀχλῶδες· γίγνεται δὲ τοῦτο δι᾿ ἐκείνας τὰς ἰήσιας. Πάντων δὲ τῶν παλιγκοτησάντων ἡ πέρην διάκαυσις αὐταρκέστατον.

[41] Σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, ὅσοισι μὲν ὑπὸ νοσημάτων ἕλκονται ἐς τὸ κυφὸν, τὰ μὲν πλεῖστα ἀδύνατα λύεσθαι, ποτὶ καὶ ὅσα ἀνωτέρω τῶν φρενῶν τῆς προσφύσιος κυφοῦται. Τῶν δὲ κατωτέρω μετεξέτερα λύουσι κιρσοὶ γενόμενοι ἐν τοῖσι σκέλεσι, μᾶλλον δέ τι ἐγγινόμενοι κιρσοὶ ἐν τῇ κατ᾿ ἰγνύην φλεβί· οἷσι δ᾿ ἂν τὰ κυφώματα λύηται, ἐγγίνονται δὲ καὶ ἐν τῇ κατὰ βουβῶνα· ἤδη δέ τισιν ἔλυσε καὶ δυσεντερίη πολυχρόνιος γενομένη. Καὶ οἷσι μὲν κυφοῦται ῥάχις παισὶν ἐοῦσι, πρὶν ἢ τὸ σῶμα τελειωθῆναι ἐς αὔξησιν, τουτέοισι μὲν οὐδὲ ξυναύξεσθαι ἐθέλει κατὰ τὴν ῥάχιν τὸ σῶμα, ἀλλὰ σκέλεα μὲν καὶ χεῖρες τελειοῦνται· ταῦτα δὲ ἐνδεέστερα γίνεται. Καὶ ὅσοισιν ἂν ᾖ ἀνωτέρω τῶν φρενῶν τὸ κῦφος, τούτοισι μὲν αἵ τε πλευραὶ οὐκ ἐθέλουσιν ἐς τὸ εὐρὺ αὔξεσθαι, ἀλλ᾿ ἐς τοὔμπροσθεν, τό τε στῆθος ὀξὺ γίνεται, ἀλλ᾿ οὐ πλατὺ, αὐτοί τε δύσπνοοι γίνονται, καὶ κερχώδεες· ἧσσον γὰρ εὐρυχωρίην ἔχουσιν αἱ κοιλίαι αἱ τὸ πνεῦμα δεχόμεναι καὶ προπέμπουσαι. Καὶ μέντοι καὶ ἀναγκάζονται κατὰ τὸν μέγαν σπόνδυλον λορδὸν τὸν αὐχένα ἔχειν, ὡς μὴ προπετὴς ἔῃ αὐτέοισιν ἡ κεφαλή· στενοχωρίην μὲν οὖν πολλὴν τῇ φάρυγγι παρέχει καὶ τοῦτο, ἐς τὸ ἔσω ῥέπον· καὶ γὰρ τοῖσιν ὀρθοῖσι φύσει δύσπνοιαν παρέχει τοῦτο τὸ ὀστέον, ἢν ἔσω ῥέψῃ, ἔστ᾿ ἂν ἀναπιεχθῇ. Δι᾿ οὖν τὸ τοιοῦτον σχῆμα ἐξεχέβρογχοι οἱ τοιοῦτοι τῶν ἀνθρώπων μᾶλλον φαίνονται, ἢ οἱ ὑγιέες· φυματίαι τε ὡς ἐπὶ τὸ πολὺ κατὰ τὸν πλεύμονά εἰσιν οἱ τοιοῦτοι σκληρῶν φυμάτων καὶ ἀπέπτων· καὶ γὰρ ἡ πρόφασις τοῦ κυφώματος καὶ ἡ ξύντασις τοῖσι πλείστοισι διὰ τοιαύτας ξυστροφὰς γίνεται, ᾗσιν ἂν κοινωνήσωσιν οἱ τόνοι οἱ ξύνεγγυς. Ὅσοισι δὲ κατωτέρω τῶν φρενῶν τὸ κύφωμά ἐστι, τούτοισι νοσήματα μὲν ἐνίοισι προσγίνεται νεφριτικὰ, καὶ κατὰ κύστιν· ἀτὰρ καὶ ἀποστάσιες ἐμπυήματι καὶ κατὰ κενεῶνας, καὶ κατὰ βουβῶνας, χρόνιαι καὶ δυσαλθέες, καὶ τουτέων οὐδετέρη λύει τὰ κυφώματα· ἰσχία δὲ τοῖσι τοιουτέοισιν ἔτι ἀσαρκότερα γίνεται, ἢ τοῖσιν ἄνωθεν κυφοῖσιν· ἡ μέντοι ξύμπασα ῥάχις μακροτέρη τουτέοισιν, ἢ τοῖσιν ἄνωθεν κυφοῖσιν· ἥβη δὲ καὶ γένειον βραδύτερα καὶ ἀτελέστερα, καὶ ἀγονώτεροι οὗτοι τῶν ἄνωθεν κυφῶν. Οἷσι δ᾿ ἂν ηὐξημένοισιν ἤδη τὸ σῶμα ἡ κύφωσις γένηται, τούτοισιν ἀπαντικρὺ μὲν τῆς νούσου τῆς τότε παρεούσης κρίσιν ποιέει ἡ κύφωσις· ἀνὰ χρόνον μέντοι ἐπισημαίνει τι τῶν αὐτέων, ὥσπερ καὶ τοῖσι νεωτέροισιν, ἢ πλέον, ἢ ἔλασσον· ἧσσον δὲ κακοήθως ὡς τὸ ἐπίπαν μὴν τοιαῦτα πάντα ἐστίν. Πολλοὶ μέντοι ἤδη καὶ εὐφόρως ἤνεγκαν καὶ ὑγιεινῶς τὴν κύφωσιν ἄχρι γήρως, μάλιστα δὲ οὗτοι, οἷσιν ἂν ἐς τὸ εὔσαρκον καὶ πιμελῶδες προτράπηται τὸ σῶμα· ὀλίγοι μὴν ἤδη καὶ τῶν τοιούτων ὑπὲρ ἑξήκοντα ἔτη ἐβίωσαν· οἱ δὲ πλεῖστοι βραχυβιώτεροί εἰσιν. Ἔστι δ᾿ οἷσι καὶ ἐς τὸ πλάγιον σκολιοῦνται σπόνδυλοι ἢ τῇ, ἢ τῇ· πάντα μὴν ἢ τὰ πλεῖστα τὰ τοιαῦτα γίνεται διὰ ξυστροφὰς τὰς ἔσωθεν τῆς ῥάχιος· προσξυμβάλλεται δὲ ἐνίοισι ξὺν τῇ νούσῳ καὶ τὰ σχήματα, ἐφ᾿ ὁκοῖα ἂν ἐθισθέωσι κεκλίσθαι. Ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖσι χρονίοισι κατὰ πλεύμονα νοσήμασιν εἰρήσεται· ἐκεῖ γάρ εἰσιν αὐτῶν χαριέσταται προγνώσιες περὶ τῶν μελλόντων ἔσεσθαι.

[42] Ὅσοισι δὲ ἐκ καταπτώσιος ῥάχις κυφοῦται, ὀλίγα δὴ τούτων ἐκρατήθη, ὥστε ἐξιθυνθῆναι. Τοῦτο μὲν γὰρ, αἱ ἐν τῇ κλίμακι κατασείσιες οὐδένα πω ἐξίθυναν, ὧν γε ἐγὼ οἶδα· χρέονται δὲ οἱ ἰητροὶ μάλιστα αὐτῇ οὗτοι οἱ ἐπιθυμέοντες ἐκχαυνοῦν τὸν πολὺν ὄχλον· τοῖσι γὰρ τοιούτοισι ταῦτα θαυμάσιά ἐστιν, ἢν ἢ κρεμάμενον ἴδωσιν, ἢ ῥιπτεόμενον, ἢ ὅσα τοῖσι τοιούτοισιν ἔοικε, καὶ ταῦτα κληΐζουσιν αἰεὶ, καὶ οὐκέτι αὐτοῖσι μέλει, ὁκοῖόν τι ἀπέβη ἀπὸ τοῦ χειρίσματος, εἴτε κακὸν, εἴτε ἀγαθόν. Οἱ μέντοι ἰητροὶ οἱ τὰ τοιαῦτα ἐπιτηδεύοντες, σκαιοί εἰσιν, οὓς ἔγωγε ἔγνων· τὸ μὲν γὰρ ἐπινόημα ἀρχαῖον, καὶ ἐπαινέω ἔγωγε σφόδρα τὸν πρῶτον ἐπινοήσαντα καὶ τοῦτο καὶ ἄλλο πᾶν, ὅ τι μηχάνημα κατὰ φύσιν ἐπενοήθη· οὐδὲν γάρ μοι ἄελπτον, εἴ τις καλῶς σκευάσας καλῶς κατασείσειε, κἂν ἐξιθυνθῆναι ἔνια. Αὐτὸς μέντοι κατῃσχύνθην πάντα τὰ τοιουτότροπα ἰητρεύειν οὕτω, διὰ τοῦτο ὅτι πρὸς ἀπατεώνων μᾶλλον οἱ τοιοῦτοι τρόποι.

[43] Ὅσοισι μὲν οὖν ἐγγὺς τοῦ αὐχένος ἡ κύφωσις γίνεται, ἧσσον εἰκὸς ὠφελέειν τὰς κατασείσιας ταύτας τὰς ἐπὶ κεφαλήν· σμικρὸν γὰρ τὸ βάρος ἡ κεφαλὴ καὶ τὰ ἀκρώμια καταῤῥέποντα· ἀλλὰ τούς γε τοιούτους εἰκὸς ἐπὶ τοὺς πόδας κατασεισθέντας μᾶλλον ἐξιθυνθῆναι· μέζων γὰρ οὕτως ἡ καταῤῥοπίη ἡ ἐπὶ ταῦτα. Ὅσοισι δὲ κατωτέρω τὸ ὕβωμα, τουτέοισιν εἰκὸς μᾶλλον ἐπὶ κεφαλὴν κατασείεσθαι. Εἰ οὖν τις ἐθέλοι κατασείειν, ὀρθῶς ἂν ὧδε σκευάζοι· τὴν μὲν κλίμακα χρὴ σκυτίνοισιν ὑποκεφαλαίοισι πλαγίοισιν, ἢ ἐρινέοισι, καταστρῶσαι εὖ προσδεδεμένοισιν, ὀλίγῳ πλέον καὶ ἐπὶ μῆκος καὶ ἔνθεν καὶ ἔνθεν, ἢ ὅσον ἂν τὸ σῶμα τοῦ ἀνθρώπου κατάσχοι· ἔπειτα τὸν ἄνθρωπον ὕπτιον κατακλῖναι ἐπὶ τὴν κλίμακα χρή· κἄπειτα προσδῆσαι μὲν τοὺς πόδας παρὰ τὰ σφυρὰ πρὸς τὴν κλίμακα μὴ διαβεβῶτας, δεσμῷ εὐόχῳ μὲν, μαλθακῷ δέ· προσδῆσαι δὲ κατωτέρω ἑκάτερον τῶν γουνάτων, καὶ ἀνωτέρω· προσδῆσαι δὲ καὶ κατὰ τὰ ἰσχία· κατὰ δὲ τοὺς κενεῶνας καὶ κατὰ τὸ στῆθος χαλαρῇσι ταινίῃσι περιβαλέειν οὕτως, ὅκως μὴ κωλύωσι τὴν κατάσεισιν· τὰς δὲ χεῖρας παρὰ τὰς πλευρὰς παρατείναντα προσκαταλαβεῖν πρὸς αὐτὸ τὸ σῶμα, καὶ μὴ πρὸς τὴν κλίμακα. Ὅταν δὲ ταῦτα κατασκευάσῃς οὕτως, ἀνέλκειν τὴν κλίμακα ἢ πρὸς τύρσιν τινὰ ὑψηλὴν, ἢ πρὸς ἀέτωμα οἴκου· τὸ δὲ χωρίον, ἵνα κατασείεις, ἀντίτυπον ἔστω· τοὺς δὲ ἀνατείνοντας εὐπαιδεύτους χρὴ εἶναι, ὅκως ὁμαλῶς καὶ ἰσοῤῥόπως καὶ ἐξαπιναίως ἀφήσουσι, καὶ μήτε ἡ κλίμαξ ἑτερόῤῥοπος ἐπὶ τὴν γῆν ἀφίξεται, μήτε αὐτοὶ προπετέες ἔσονται. Ἀπὸ μέντοι τύρσιος ἀφιεὶς ἢ ἀπὸ ἱστοῦ καταπεπηγότος καρχήσιον ἔχοντος, ἔτι κάλλιον ἄν τις σκευάσαιτο, ὥστε ἀπὸ τροχιλίης τὰ χαλώμενα εἶναι ὅπλα, ἢ ἀπὸ ὄνου. Ἀηδὲς μὴν καὶ μακρολογέειν περὶ τούτων· ὅμως δὲ ἐκ τουτέων ἂν τῶν κατασκευῶν κάλλιστ᾿ ἄν τις κατασεισθείη.

[44] Εἰ μέντοι κάρτα ἄνω εἴη τὸ ὕβωμα, δέοι δὲ κατασείειν πάντως, ἐπὶ πόδας κατασείειν λυσιτελέει, ὥσπερ ἤδη εἴρηται· πλείων γὰρ οὕτω γίνεται ἡ καταῤῥοπίη ἐπὶ ταῦτα. Ἑρμάσαι δὲ χρὴ, κατὰ μὲν τὸ στῆθος πρὸς τὴν κλίμακα προσδήσαντα ἰσχυρῶς, κατὰ δὲ τὸν αὐχένα ὡς χαλαρωτάτῃ ταινίῃ, ὅσον τοῦ κατορθοῦσθαι εἵνεκα καὶ αὐτὴν τὴν κεφαλὴν κατὰ τὸ μέτωπον προσδῆσαι πρὸς τὴν κλίμακα· τὰς δὲ χεῖρας παρατανύσαντα πρὸς τὸ σῶμα προσδῆσαι, καὶ μὴ πρὸς τὴν κλίμακα· τὸ μέντοι ἄλλο σῶμα ἄδετον εἶναι χρὴ, πλὴν, ὅσον τοῦ κατορθοῦσθαι εἵνεκα, ἄλλῃ καὶ ἄλλῃ ταινίῃ χαλαρῇ περιβεβλῆσθαι· ὅκως δὲ μὴ κωλύωσιν οὗτοι οἱ δεσμοὶ τὴν κατάσεισιν, σκοπέειν· τὰ δὲ σκέλεα πρὸς μὲν τὴν κλίμακα μὴ προσδεδέσθω, πρὸς ἄλληλα δὲ, ὡς κατὰ τὴν ῥάχιν ἰθύῤῥοπα ἔῃ. Ταῦτα μέντοι τοιουτοτρόπως ποιητέα, εἰ πάντως δέοι ἐν κλίμακι κατασεισθῆναι· αἰσχρὸν μέντοι καὶ ἐν πάσῃ τέχνῃ καὶ οὐχ ἥκιστα ἐν ἰητρικῇ πουλὺν ὄχλον, καὶ πολλὴν ὄψιν, καὶ πουλὺν λόγον παρασχόντα, ἔπειτα μηδὲν ὠφελῆσαι.

[45] Χρὴ δὲ πρῶτον μὲν γινώσκειν τὴν φύσιν τῆς ῥάχιος, οἵη τίς ἐστιν· ἐς πολλὰ γὰρ νουσήματα προσδέοι ἂν αὐτῆς. Τοῦτο μὲν γὰρ, τὸ πρὸς τὴν κοιλίην ῥέπον, οἱ σπόνδυλοι ἐντὸς ἄρτιοί εἰσιν ἀλλήλοισι, καὶ δέδενται πρὸς ἀλλήλους δεσμῷ μυξώδεϊ καὶ νευρώδεϊ, ἀπὸ χόνδρων ἀποπεφυκότι ἄχρι πρὸς τὸν νωτιαῖον. Ἄλλοι δέ τινες τόνοι νευρώδεες διανταῖοι, πρόσφυτοι, παρατέτανται ἔνθεν καὶ ἔνθεν αὐτῶν. Αἱ δὲ φλεβῶν καὶ ἀρτηριῶν κοινωνίαι ἐν ἑτέρῳ λόγῳ δεδηλώσονται, ὅσαι τε καὶ οἷαι, καὶ ὅθεν ὡρμημέναι, καὶ ἐν οἵοισιν οἷα δύνανται, αὐτὸς δὲ ὁ νωτιαῖος οἷσιν ἐλύτρωται ἐλύτροισι, καὶ ὅθεν ὡρμημένοισι, καὶ ὅπη κραίνουσιν, καὶ οἷσι κοινωνέουσι, καὶ οἷα δυναμένοισιν. Ἐν δὲ τῷ ἐπέκεινα, ἐν ἄρθροισι γεγιγγλύμωνται πρὸς ἀλλήλους οἱ σπόνδυλοι. Τόνοι δὲ κοινοὶ παρὰ πάντας, καὶ ἐν τοῖσιν ἔξω μέρεσι, καὶ ἐν τοῖσιν ἔσω παρατέτανται. Ἀπόφυσις δέ ἐστιν ὀστέου ἐς τὸ ἔξω μέρος ἀπὸ πάντων τῶν σπονδύλων, μία ἀπὸ ἑνὸς ἑκάστου, ἀπό τε τῶν μειζόνων, ἀπό τε τῶν ἐλασσόνων· ἐπὶ δὲ τῇσιν ἀποφύσεσι ταύτῃσι χονδρίων ἐπιφύσιες, καὶ ἀπ᾿ ἐκείνων νεύρων ἀποβλάστησις ἠδελφισμένη τοῖσιν ἐξωτάτω τόνοισιν. Πλευραὶ δὲ προσπεφύκασιν, ἐς τὸ εἴσω μέρος τὰς κεφαλὰς ῥέπουσαι μᾶλλον, ἢ ἐς τὸ ἔξω· καθ᾿ ἕνα δὲ ἕκαστον τῶν σπονδύλων προσήρθρωνται· καμπυλώταται δὲ πλευραὶ ἀνθρώπου εἰσὶ ῥαιβοειδέα τρόπον. Τὸ δὲ μεσηγὺ τῶν πλευρέων καὶ τῶν ὀστέων τῶν ἀποπεφυκότων ἀπὸ τῶν σπονδύλων, ἀποπληρέουσιν ἑκατέρωθεν οἱ μύες ἀπὸ τοῦ αὐχένος ἀρξάμενοι, ἄχρι τῆς προσφύσιος. Αὐτὴ δὲ ἡ ῥάχις κατὰ μῆκος ἰθυσκόλιός ἐστιν· ἀπὸ μὲν τοῦ ἱεροῦ ὀστέου ἄχρι τοῦ μεγάλου σπονδύλου, παρ᾿ ὃν προσήρτηται τῶν σκελέων ἡ πρόσφυσις, ἄχρι μὲν τούτου κυφή· κύστις τε γὰρ, καὶ γοναὶ, καὶ ἀρχοῦ τὸ χαλαρὸν ἐν τουτέῳ ἔκτισται. Ἀπὸ δὲ τούτου ἄχρι φρενῶν προσαρτήσιος, ἰθυλόρδη· καὶ παραφύσιας ἔχει μυῶν τοῦτο μοῦνον τὸ χωρίον ἐκ τῶν εἴσωθεν μερῶν, ἃς δὴ καλέουσι ψόας. Ἀπὸ δὲ τούτου ἄχρι τοῦ μεγάλου σπονδύλου τοῦ ὑπὲρ τῶν ἐπωμίδων, ἰθυκύφη· ἔτι δὲ μᾶλλον δοκέει ἢ ἐστίν· ἡ γὰρ ἄκανθα κατὰ μέσον ὑψηλοτάτας τὰς ἐκφύσιας τῶν ὀστέων ἔχει, ἔνθεν δὲ καὶ ἔνθεν ἐλάσσους. Αὐτὸ δὲ τὸ ἄρθρον τοῦ αὐχένος λορδόν ἐστιν.

[46] Ὁκόσοισι μὲν οὖν κυφώματα γίνεται κατὰ τοὺς σπονδύλους, ἔξωσις μὲν μεγάλη ἀποῤῥαγεῖσα ἀπὸ τῆς ξυμφύσιος ἢ ἑνὸς σπονδύλου, ἢ καὶ πλειόνων, οὐ μάλα πολλοῖσι γίνεται, ἀλλ᾿ ὀλίγοισιν. Οὐδὲ γὰρ τὰ τρώματα τὰ τοιαῦτα ῥηΐδιον γίνεσθαι· οὔτε γὰρ ἐς τὸ ἔξω ἐξωσθῆναι ῥηΐδιόν ἐστιν, εἰ μὴ ἐκ τοῦ ἔμπροσθεν ἰσχυρῷ τινι τρωθείη διὰ τῆς κοιλίης (οὕτω δ᾿ ἂν ἀπόλοιτο), ἢ εἴ τις ἀφ᾿ ὑψηλοῦ τοῦ χωρίου πεσὼν ἐρείσειε τοῖσιν ἰσχίοισιν ἢ τοῖσιν ὤμοισιν (ἀλλὰ καὶ οὕτως ἂν ἀποθάνοι, παραχρῆμα δὲ οὐκ ἂν ἀποθάνοι)· ἐκ δὲ τοῦ ὄπισθεν οὐ ῥηΐδιον τοιαύτην ἔξαλσιν γενέσθαι ἐς τὸ ἔσω, εἰ μὴ ὑπέρβαρύ τι ἄχθος ἐμπέσοι· τῶν τε γὰρ ὀστέων τῶν ἐκπεφυκότων ἔξω ἓν ἕκαστον τοιοῦτόν ἐστιν, ὥστε πρόσθεν ἂν αὐτὸ καταγῆναι, πρὶν ἢ μεγάλην ῥοπὴν εἴσω ποιῆσαι, τούς τε ξυνδέσμους βιησάμενον, καὶ τὰ ἄρθρα τὰ ἐνηλλαγμένα. Ὅ τε αὖ νωτιαῖος πονοίη ἂν, εἰ ἐξ ὀλίγου χωρίου τὴν περικαμπὴν ἔχοι, τοιαύτην ἔξαλσιν ἐξαλλομένου σπονδύλου· ὅ τ᾿ ἐκπηδήσας σπόνδυλος πιέζοι ἂν τὸν νωτιαῖον, εἰ μὴ καὶ ἀποῤῥήξειεν· πιεχθεὶς δ᾿ ἂν καὶ ἀπολελαμμένος, πολλῶν ἂν καὶ μεγάλων καὶ ἐπικαίρων ἀπονάρκωσιν ποιήσειεν· ὥστε οὐκ ἂν μέλοι τῷ ἰητρῷ, ὅκως χρὴ τὸν σπόνδυλον κατορθῶσαι, πολλῶν καὶ βιαίων ἄλλων κακῶν παρεόντων. Ὥστε δὴ οὐδ᾿ ἐμβαλεῖν οἷόν τε πρόδηλον τὸν τοιοῦτον οὔτε κατασείσει, οὔτε ἄλλῳ τρόπῳ οὐδενὶ, εἰ μή τις διαταμὼν τὸν ἄνθρωπον, ἔπειτα ἐσμασάμενος ἐς τὴν κοιλίην, ἐκ τοῦ εἴσωθεν τῇ χειρὶ ἐς τὸ ἔξω ἀντωθέοι· καὶ ταῦτα νεκρῷ μὲν οἷόν τε ποιέειν, ζῶντι δὲ οὐ πάνυ. Διὰ τί οὖν ταῦτα γράφω; Ὅτι οἴονταί τινες ἰητρευκέναι ἀνθρώπους, οἷσιν ἔσωθεν ἔπεσον σπόνδυλοι, τελέως ὑπερβάντες τὰ ἄρθρα· καίτοι γε ῥηΐστην ἐς τὸ περιγενέσθαι τῶν διαστροφέων ταύτην ἔνιοι νομίζουσι, καὶ οὐδὲν δέεσθαι ἐμβολῆς, ἀλλ᾿ αὐτόματα ὑγιέα γίνεσθαι τὰ τοιαῦτα. Ἀγνοέουσι δὲ πολλοὶ, καὶ κερδαίνουσιν, ὅτι ἀγνοέουσιν· πείθουσι γὰρ τοὺς πέλας. Ἐξαπατῶνται δὲ διὰ τόδε· οἴονται γὰρ τὴν ἄκανθαν τὴν ἐξέχουσαν κατὰ τὴν ῥάχιν ταύτην τοὺς σπονδύλους αὐτοὺς εἶναι, ὅτι στρογγύλον αὐτῶν ἕκαστον φαίνεται ψαυόμενον, ἀγνοεῦντες ὅτι τὰ ὀστέα ταῦτά ἐστι τὰ ἀπὸ τῶν σπονδύλων πεφυκότα, περὶ ὧν ὁ λόγος ὀλίγῳ πρόσθεν εἴρηται· οἱ δὲ σπόνδυλοι πολὺ προσωτέρω ἄπεισιν· στενοτάτην γὰρ πάντων τῶν ζώων ὥνθρωπος κοιλίην ἔχει, ὡς ἐπὶ τῷ μεγέθει, ἀπὸ τοῦ ὄπισθεν ἐς τὸ ἔμπροσθεν, ποτὶ καὶ κατὰ τὸ στῆθος. Ὅταν οὖν τι τούτων τῶν ὀστέων τῶν ὑπερεχόντων ἰσχυρῶς καταγῇ, ἤν τε ἓν, ἤν τε πλείω, ταύτῃ ταπεινότερον τὸ χωρίον γίνεται, ἢ τὸ ἔνθεν καὶ ἔνθεν, καὶ διὰ τοῦτο ἐξαπατῶνται, οἰόμενοι τοὺς σπονδύλους ἔσω οἴχεσθαι. Προσεξαπατᾷ δὲ ἔτι αὐτοὺς καὶ τὰ σχήματα τῶν τετρωμένων· ἢν μὲν γὰρ πειρῶνται καμπύλλεσθαι, ὀδυνῶνται, περιτενέος γινομένου ταύτῃ τοῦ δέρματος, ᾗ τέτρωνται· καὶ ἅμα τὰ ὀστέα τὰ κατεηγότα ἐνθράσσει οὕτω μᾶλλον τὸν χρῶτα· ἢν δὲ λορδαίνωσι, ῥᾴους εἰσίν· χαλαρώτερον γὰρ τὸ δέρμα κατὰ τὸ τρῶμα ταύτῃ γίνεται, καὶ τὰ ὀστέα ἧσσον ἐνθράσσει· ἀτὰρ καὶ ἤν τις ψαύῃ αὐτῶν, κατὰ τοῦτο ὑπείκουσι λορδοῦντες, καὶ τὸ χωρίον κενεὸν καὶ μαλθακὸν ψαυόμενον ταύτῃ φαίνεται. Ταῦτα πάντα τὰ εἰρημένα προσεξαπατᾷ τοὺς ἰητρούς· Ὑγιέες δὲ ταχέως καὶ ἀσινέες αὐτόματοι οἱ τοιοῦτοι γίνονται· ταχέως γὰρ πάντα τὰ τοιαῦτα ὀστέα ἐπιπωροῦται, ὅσα χαῦνά ἐστιν.

[47] Σκολιαίνεται μὲν οὖν ῥάχις, καὶ ὑγιαίνουσι, κατὰ πολλοὺς τρόπους καὶ γὰρ ἐν τῇ φύσει καὶ ἐν τῇ χρήσει οὕτως ἔχει· ἀτὰρ καὶ ὑπὸ γήραος καὶ ὑπὸ ὀδυνημάτων ξυνδοτική ἐστιν. Αἱ δὲ δὴ κυφώσιες, αἱ ἐν τοῖσι πτώμασιν, ὡς ἐπὶ τὸ πολὺ γίνονται, ἢν ἢ τοῖσιν ἰσχίοισιν ἐρείσῃ, ἢ ἐπὶ τοὺς ὤμους πέσῃ. Ἀνάγκη γὰρ ἔξω φαίνεσθαι ἐν τῷ κυφώματι ἕνα μέν τινα ὑψηλότερον τῶν σπονδύλων, τοὺς δὲ ἔνθεν καὶ ἔνθεν, ἐπὶ ἧσσον· οὔκουν εἷς ἐπὶ πουλὺ ἀποπεπηδηκὼς ἀπὸ τῶν ἄλλων ἐστὶν, ἀλλὰ μικρὸν ἕκαστος ξυνδιδοῖ, ἀθρόον δὲ πολὺ γίνεται. Διὰ οὖν τοῦτο καὶ ὁ νωτιαῖος μυελὸς εὐφόρως φέρει τὰς τοιαύτας διαστροφὰς, ὅτι κυκλώδης αὐτῷ ἡ διαστροφὴ γίνεται, ἀλλ᾿ οὐ γωνιώδης. Χρὴ δὲ τὴν κατασκευὴν τοῦ διαναγκασμοῦ τοιήνδε κατασκευάσαι· ἔξεστι μὲν ξύλον ἰσχυρὸν καὶ πλατὺ, ἐντομὴν παραμήκεα ἔχον, κατορύξαι· ἔξεστι δὲ καὶ ἀντὶ τοῦ ξύλου ἐν τοίχῳ ἐντομὴν παραμήκεα ἐνταμεῖν, ἢ πήχεϊ ἀνωτέρω τοῦ ἐδάφεος, ἢ ὅκως ἂν μετρίως ἔχῃ· ἔπειτα οἷον στύλον δρύϊνον, τετράγωνον, πλάγιον παραβάλλειν, ἀπολείποντα ἀπὸ τοῦ τοίχου, ὅσον παρελθεῖν τινα, ἢν δέῃ· καὶ ἐπὶ μὲν τὸν στύλον ἐπιστορέσαι ἢ χλαίνας, ἢ ἄλλο τι, ὃ μαλθακὸν μὲν ἔσται, ὑπείξει δὲ μὴ μέγα· τὸν δὲ ἄνθρωπον πυριῆσαι, ἢν ἐνδέχηται, ἢ πολλῷ θερμῷ λοῦσαι· κἄπειτα πρηνέα κατακλῖναι κατατεταμένον, καὶ τὰς μὲν χεῖρας αὐτοῦ παρατείναντα κατὰ φύσιν προσδῆσαι πρὸς τὸ σῶμα· ἱμάντι δὲ μαλθακῷ, ἱκανῶς πλατέϊ τε καὶ μακρῷ, ἐκ δύο διανταίων ξυμβεβλημένῳ, μέσῳ, κατὰ μέσον τὸ στῆθος δὶς περιβεβλῆσθαι χρὴ ὡς ἐγγυτάτω τῶν μασχαλέων· ἔπειτα τὸ περισσεῦον τῶν ἱμάντων κατὰ τὴν μασχάλην, ἑκάτερον περὶ τοὺς ὤμους περιβεβλήσθω· ἔπειτα αἱ ἀρχαὶ πρὸς ξύλον ὑπεροειδές τι προσδεδέσθωσαν, ἁρμόζουσαι τὸ μῆκος τῷ ξύλῳ τῷ ὑποτεταμένῳ, πρὸς ὅ τι προσβάλλον τὸ ὑπεροειδὲς ἀντιστηρίζοντα κατατείνειν. Τοιούτῳ δέ τινι ἑτέρῳ δεσμῷ χρὴ ἄνωθεν τῶν γουνάτων δήσαντα καὶ ἄνωθεν τῶν πτερνέων, τὰς ἀρχὰς τῶν ἱμάντων πρὸς τοιοῦτό τι ξύλον προσδῆσαι· ἄλλῳ δὲ ἱμάντι πλατέϊ, καὶ μαλθακῷ, καὶ δυνατῷ, ταινιοειδέϊ, πλάτος ἔχοντι καὶ μῆκος ἱκανὸν, ἰσχυρῶς περὶ τὰς ἰξύας κύκλῳ περιδεδέσθαι ὡς ἐγγύτατα τῶν ἰσχίων· ἔπειτα τὸ περισσεῦον τοῦ ταινιοειδέος, ἅμα ἀμφοτέρας τὰς ἀρχὰς τῶν ἱμάντων, πρὸς τὸ ξύλον προσδῆσαι τὸ πρὸς τῶν ποδῶν· κἄπειτα κατατείνειν ἐν τούτῳ τῷ σχήματι ἔνθα καὶ ἔνθα, ἅμα μὲν ἰσοῤῥόπως, ἅμα δὲ ἐς ἰθύ. Οὐδὲν γὰρ ἂν μέγα κακὸν ἡ τοιαύτη κατάτασις ποιήσειεν, εἰ χρηστῶς σκευασθείη, εἰ μὴ ἄρα ἐξεπίτηδές τις βούλοιτο σίνεσθαι. Τὸν δὲ ἰητρὸν χρὴ ἢ ἄλλον, ὅστις ἰσχυρὸς καὶ μὴ ἀμαθὴς, ἐπιθέντα τὸ θέναρ τῆς χειρὸς ἐπὶ τὸ ὕβωμα, καὶ τὴν ἑτέρην χεῖρα προσεπιθέντα ἐπὶ τὴν ἑτέρην, καταναγκάζειν, προσξυνιέντα, ἤν τε ἐς ἰθὺ ἐς τὸ κάτω πεφύκῃ καταναγκάζεσθαι, ἤν τε πρὸς τῆς κεφαλῆς, ἤν τε πρὸς τῶν ἰσχίων. Καὶ ἀσινεστάτη μὲν αὕτη ἡ ἀνάγκη· ἀσινὲς δὲ καὶ ἐπικαθίζεσθαί τινα ἐπὶ τὸ κύφωμα, αὐτοῦ ἅμα κατατεινομένου, καὶ ἐνσεῖσαι μετεωρισθέντα. Ἀτὰρ καὶ ἐπιβῆναι τῷ ποδὶ, καὶ ὀχηθῆναι ἐπὶ τὸ κύφωμα, ἡσύχως τε ἐπενσεῖσαι οὐδὲν κωλύει· τὸ τοιοῦτο δὲ ποιῆσαι μετρίως ἐπιτήδειος ἄν τις εἴη τῶν ἀμφὶ παλαίστρῃ εἰθισμένων. Δυνατωτάτη μέντοι τῶν ἀναγκέων ἐστὶν, εἰ ὁ μὲν τοῖχος, ᾗ ἐντέτμηται, ἢ τὸ ξύλον τὸ κατορωρυγμένον, ᾗ ἐντέτμηται, κατωτέρω εἴη τῆς ῥάχιος τοῦ ἀνθρώπου, ὁκόσῳ ἂν δοκέῃ μετρίως ἔχειν, σανὶς δὲ φιλυρίνη, μὴ λεπτὴ, ἐνείη, ἢ καὶ ἄλλου τινὸς ξύλου· ἔπειτα ἐπὶ τὸ ὕβωμα ἐπιτεθείη ἢ τρύχιόν τι πολύπτυχον, ἢ σμικρόν τι σκύτινον ὑποκεφάλαιον· ὡς ἐλάχιστα μὴν ἐπικεῖσθαι ξυμφέρει, μόνον προμηθεόμενον, ὡς μὴ ἡ σανὶς ὑπὸ σκληρότητος ὀδύνην παρὰ καιρὸν προσπαρέχῃ· κατ᾿ ἴξιν δὲ ἔστω ὡς μάλιστα τῇ ἐντομῇ τῇ ἐς τὸν τοῖχον, τὸ ὕβωμα, ὡς ἂν ἡ σανὶς, ᾗ μάλιστα ἐξέστηκε, ταύτῃ μάλιστα πιέζῃ ἐπιτεθεῖσα. Ὅταν δὲ ἐπιτεθῇ, τὸν μέν τινα καταναγκάζειν χρὴ τὸ ἄκρον τῆς σανίδος, ἤν τε ἕνα δέῃ, ἤν τε δύο, τοὺς δὲ κατατείνειν τὸ σῶμα κατὰ μῆκος, ὡς πρόσθεν εἴρηται, τοὺς μὲν τῇ, τοὺς δὴ τῇ. Ἔξεστι δὲ καὶ ὀνίσκοισι τὴν κατάτασιν ποιέεσθαι, ἢ παρακατορύξαντα παρὰ τὸ ξύλον, ἢ ἐν αὐτῷ τῷ ξύλῳ τὰς φλιὰς τῶν ὀνίσκων ἐντεκτηνάμενον, ἤν τε ὀρθὰς ἐθέλῃς ἑκατέρωθεν σμικρὸν ὑπερεχούσας, ἤν τε κατὰ κορυφὴν τοῦ ξύλου ἔνθεν καὶ ἔνθεν. Αὗται αἱ ἀνάγκαι εὐταμίευτοί εἰσι καὶ ἐς τὸ ἰσχυρότερον καὶ ἐς τὸ ἧσσον, καὶ ἰσχὺν ἔχουσι τοιαύτην, ὥστε, καὶ εἴ τις ἐπὶ λύμῃ βούλοιτο, ἀλλὰ μὴ ἐπὶ ἰητρείῃ, ἐς τοιαύτας ἀνάγκας ἀγαγεῖν, κἂν τούτῳ ἰσχυρῶς δύνασθαι· καὶ γὰρ ἂν κατατείνων κατὰ μῆκος μοῦνον ἔνθεν καὶ ἔνθεν οὕτω, καὶ ἄλλην ἀνάγκην οὐδεμίην προστιθεὶς, ὅμως κατατείνειεν ἄν τις ἱκανῶς· καὶ εἰ μὴ κατατείνων, αὐτῇ δὲ μοῦνον τῇ σανίδι οὕτως ἰποίη τις, καὶ οὕτως ἂν ἱκανῶς καταναγκάσειεν. Καλαὶ οὖν αἱ τοιαῦται ἰσχύες εἰσὶν, ᾗσιν ἔξεστι καὶ ἀσθενεστέρῃσι καὶ ἰσχυροτέρῃσι χρέεσθαι αὐτὸν ταμιεύοντα. Καὶ μὲν δὴ καὶ κατὰ φύσιν γε ἀναγκάζουσιν· τὰ μὲν γὰρ ἐξεστεῶτα ἐς τὴν χώρην ἀναγκάζει ἡ ἴπωσις ἰέναι, τὰ δὲ ξυνεληλυθότα κατὰ φύσιν κατατείνουσιν αἱ κατὰ φύσιν κατατάσιες. Οὔκουν ἐγὼ ἔχω τουτέων ἀνάγκας καλλίους, οὐδὲ δικαιοτέρας· ἡ γὰρ κατ᾿ αὐτὴν τὴν ἄκανθαν ἰθυωρίη τῆς κατατάσιος κάτωθέν τε καὶ κατὰ τὸ ἱερὸν ὀστέον καλεόμενον οὐκ ἔχει ἐπιλαβὴν οὐδεμίην· ἄνωθεν δὲ κατὰ τὸν αὐχένα καὶ κατὰ τὴν κεφαλὴν, ἐπιλαβὴν μὲν ἔχει, ἀλλ᾿ ἐσιδέειν γε ἀπρεπὴς ταύτῃ τοι γινομένη ἡ κατάτασις, καὶ ἄλλας βλάβας ἂν προσπαρέχοι πλεονασθεῖσα. Ἐπειρήθην δὲ δή ποτε, ὕπτιον τὸν ἄνθρωπον κατατείνας, ἀσκὸν ἀφύσητον ὑποθεῖναι ὑπὸ τὸ ὕβωμα, κἄπειτα αὐλῷ ἐκ χαλκείου ἐς τὸν ἀσκὸν τὸν ὑποκείμενον ἐνιέναι φῦσαν. Ἀλλά μοι οὐκ εὐπορεῖτο· ὅτε μὲν γὰρ εὖ κατατείνοιμι τὸν ἄνθρωπον, ἡσσᾶτο ὁ ἀσκὸς, καὶ οὐκ ἠδύνατο ἡ φῦσα ἐσαναγκάζεσθαι· καὶ ἄλλως ἕτοιμον περιολισθάνειν ἦν, ἅτε ἐς τὸ αὐτὸ ἀναγκαζόμενον, τό τε τοῦ ἀνθρώπου ὕβωμα, καὶ τὸ τοῦ ἀσκοῦ πληρουμένου κύρτωμα. Ὅτε δ᾿ αὖ μὴ κάρτα κατατείνοιμι τὸν ἄνθρωπον, ὁ μὲν ἀσκὸς ὑπὸ τῆς φύσης ἐκυρτοῦτο, ὁ δὲ ἄνθρωπος πάντη μᾶλλον ἐλορδαίνετο ἢ ᾗ ξυνέφερεν. Ἔγραψα δὲ ἐπίτηδες τοῦτο· καλὰ γὰρ καὶ ταῦτα τὰ μαθήματά ἐστιν, ἃ, πειρηθέντα, ἀπορηθέντα ἐφάνη, καὶ δι᾿ ἅσσα ἠπορήθη.

[48] Ὅσοισι δὲ ἐς τὸ εἴσω σκολιαίνονται οἱ σπόνδυλοι ὑπὸ πτώματος, ἢ καὶ ἐμπεσόντος τινὸς βαρέος, εἷς μὲν οὐδεὶς τῶν σπονδύλων μέγα ἐξίσταται κάρτα ὡς ἐπὶ τὸ πολὺ ἐκ τῶν ἄλλων, ἢν δὲ ἐκστῇ μέγα ἢ εἷς, ἢ πλείονες, θάνατον φέρουσιν· ὥσπερ δὲ καὶ πρόσθεν εἴρηται, κυκλώδης καὶ αὕτη, καὶ οὐ γωνιώδης γίνεται ἡ παραλλαγή. Οὖρα μὲν οὖν τούτοισι καὶ ἀπόπατος μᾶλλον ἴσχεται, ἢ τοῖσιν ἔξω κυφοῖσι, καὶ πόδες καὶ ὅλα τὰ σκέλεα ψύχεται μᾶλλον, καὶ θανατηφόρα ταῦτα μᾶλλον ἐκείνων· καὶ ἢν περιγένωνται δὲ, ῥυώδεες τὰ οὖρα μᾶλλον οὗτοι, καὶ τῶν σκελέων ἀκρατέστεροι καὶ ναρκωδέστεροι· ἢν δὲ καὶ ἐν τῷ ἄνω μέρεϊ μᾶλλον τὸ λόρδωμα γένηται, παντὸς τοῦ σώματος ἀκρατέες καὶ κατανεναρκωμένοι γίνονται. Μηχανὴν δὲ οὐκ ἔχω οὐδεμίην ἔγωγε, ὅκως χρὴ τὸν τοιοῦτον ἐς τὸ αὐτὸ καταστῆσαι, εἰ μή τινα ἡ κατὰ τῆς κλίμακος κατάσεισις ὠφελέειν οἵη τε εἴη, ἢ καὶ ἄλλη τις τοιαύτη ἴησις, ἢ κατάτασις, οἵηπερ ὀλίγῳ πρόσθεν εἴρηται. Κατανάγκασιν δὲ σὺν τῇ κατατάσει οὐδεμίην ἔχω, ἥτις ἂν γίνοιτο, ὥσπερ τῷ κυφώματι τὴν κατανάγκασιν ἡ σανὶς ἐποιέετο. Πῶς γὰρ ἄν τις ἐκ τοῦ ἔμπροσθεν διὰ τῆς κοιλίης ἀναγκάσαι δύναιτο; οὐ γὰρ οἷόν τε. Ἀλλὰ μὴν οὔτε βῆχες, οὔτε πταρμοὶ οὐδεμίην δύναμιν ἔχουσιν, ὥστε τῇ κατατάσει ξυντιμωρέειν· οὐ μὴν οὐδ᾿ ἔνεσις φύσης ἐνιεμένη ἐς τὴν κοιλίην οὐδὲν ἂν δυνασθείη. Καὶ μὴν αἱ μεγάλαι σικύαι προσβαλλόμεναι ἀνασπάσιος εἵνεκα δῆθεν τῶν ἔσω ῥεπόντων, σπονδύλων, μεγάλη ἁμαρτὰς γνώμης ἐστίν· ἀπωθέουσι γὰρ μᾶλλον, ἢ ἀνασπῶσιν· καὶ οὐδ᾿ αὐτὸ τοῦτο γινώσκουσιν οἱ προσβάλλοντες· ὅσῳ γὰρ ἄν τις μέζω προσβάλλῃ, τοσούτῳ μᾶλλον λορδοῦνται οἱ προσβληθέντες, ξυναναγκαζομένου ἄνω τοῦ δέρματος. Τρόπους δὲ ἄλλους κατασεισίων, ἢ οἷοι πρόσθεν εἴρηνται, ἔχοιμι ἂν εἰπεῖν, ἁρμόσαι οὓς ἄν τις δοκέοι τῷ παθήματι μᾶλλον· ἀλλ᾿ οὐ κάρτα πιστεύω αὐτοῖσιν· διὰ τοῦτο οὐ γράφω. Ἀθρόον δὲ ξυνιέναι χρὴ περὶ τούτων, ὧν ἐν κεφαλαίῳ εἴρηται, ὅτι τὰ μὲν ἐς τὸ λορδὸν ῥέψαντα ὀλέθριά ἐστι καὶ σινάμωρα, τὰ δὲ ἐς τὸ κυφὸν ἀσινέα θανάτου, καὶ οὔρων σχεσίων, καὶ ἀποναρκωσίων τὸ ἐπίπαν· οὐ γὰρ ἐντείνει τοὺς ὀχετοὺς τοὺς κατὰ τὴν κοιλίην, οὐδὲ κωλύει εὐρόους εἶναι ἡ ἐς τὸ ἔξω κύφωσις· ἡ δὲ λόρδωσις ταῦτά τε ἀμφότερα ποιέει, καὶ ἐς τὰ ἄλλα πολλὰ προσγίνεται. Ἐπείτοι πολὺ πλείονες σκελέων τε καὶ χειρῶν ἀκρατέες γίνονται, καὶ καταναρκοῦνται τὸ σῶμα, καὶ οὖρα ἴσχεται αὐτέοισιν, οἷσιν ἂν μὴ ἐκστῇ μὲν τὸ ὕβωμα μήτε ἔξω, μήτε ἔσω, σεισθέωσι δὲ ἰσχυρῶς ἐς τὴν ἰθυωρίην τῆς ῥάχιος· οἷσι δὲ ἂν ἐκστῇ τὸ ὕβωμα, ἧσσον τοιαῦτα πάσχουσιν.

[49] Πολλὰ δὲ καὶ ἄλλα ἐν ἰητρικῇ ἄν τις θεάσοιτο, ὧν τὰ μὲν ἰσχυρὰ ἀσινέα ἐστὶ, καὶ καθ᾿ ἑωυτὰ τὴν κρίσιν ὅλην λαμβάνοντα τοῦ νουσήματος, τὰ δὲ ἀσθενέστερα σινάμωρα, καὶ ἀποτόκους νοσημάτων χρονίους ποιέοντα, καὶ κοινωνέοντα τῷ ἄλλῳ σώματι ἐπὶ πλέον. Ἐπεὶ καὶ πλευρέων κάτηξις τοιοῦτόν τι πέπονθεν· οἷσι μὲν γὰρ ἂν καταγῇ πλευρὴ, μία ἢ πλέονες, ὡς τοῖσι πλείστοισι κατάγνυται, μὴ διασχόντα τὰ ὀστέα ἐς τὸ ἔσω μέρος, μηδὲ ψιλωθέντα, ὀλίγοι μὲν ἤδη ἐπυρέτηναν· ἀτὰρ οὐδὲ αἷμα πολλοὶ ἤδη ἔπτυσαν, οὐδὲ ἔμπυοι πολλοὶ γίνονται, οὐδὲ ἔμμοτοι, οὐδὲ ἐπισφακελίσιες τῶν ὀστέων· δίαιτά τε φαύλη ἀρκέει· ἢν γὰρ μὴ πυρετὸς ξυνεχὴς ἐπιλαμβάνῃ αὐτοὺς, κενεαγγέειν κάκιον τοῖσι τοιούτοισιν, ἢ μὴ κενεαγγέειν, καὶ ἐπωδυνέστερον, καὶ πυρετωδέστερον, καὶ βηχωδέστερον· τὸ γὰρ πλήρωμα τὸ μέτριον τῆς κοιλίης, διόρθωμα τῶν πλευρέων γίνεται· ἡ δὲ κένωσις κρεμασμὸν τῇσι πλευρῇσι ποιέει· ὁ δὲ κρεμασμὸς, ὀδύνην. Ἔξωθέν τε αὖ φαύλη ἐπίδεσις τοῖσι τοιούτοισιν ἀρκέει· κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν ἡσύχως ἐρείδοντα, ὁμαλὴν τὴν ἐπίδεσιν ποιέεσθαι, ἢ καὶ ἐριῶδές τι προσεπιθέντα. Κρατύνεται δὲ πλευρὴ ἐν εἴκοσιν ἡμέρῃσιν· ταχεῖαι γὰρ αἱ ἐπιπωρώσιες τῶν τοιουτέων ὀστέων.

[50] Ἀμφιφλασθείσης μέντοι τῆς σαρκὸς ἀμφὶ τῇσι πλευρῇσιν, ἢ ὑπὸ πληγῆς, ἢ ὑπὸ πτώματος, ἢ ὑπὸ ἀντερείσιος, ἢ ἄλλου τινὸς τοιουτοτρόπου, πολλοὶ ἤδη πουλὺ αἷμα ἔπτυσαν· οἱ γὰρ ὀχετοὶ οἱ κατὰ τὸ λαπαρὸν τῆς πλευρῆς ἑκάστης παρατεταμένοι, καὶ οἱ τόνοι ἀπὸ τῶν ἐπικαιροτάτων τῶν ἐν τῷ σώματι τὰς ἀφορμὰς ἔχουσιν· πολλοὶ οὖν ἤδη βηχώδεες, καὶ φυματίαι, καὶ ἔμπυοι ἐγένοντο, καὶ ἔμμοτοι, καὶ ἡ πλευρὴ ἐπεσφακέλισεν αὐτοῖσιν. Ἀτὰρ καὶ οἷσι μηδὲν τοιοῦτον προσεγένετο, ἀμφιφλασθείσης τῆς σαρκὸς ἀμφὶ τῇσι πλευρῇσιν, ὅμως δὲ βραδύτερον ὀδυνώμενοι παύονται οὗτοι, ἢ οἷσιν ἂν πλευρὴ καταγῇ, καὶ ὑποστροφὰς μᾶλλον ἴσχει ὀδυνημάτων τὸ χωρίον ἐν τοῖσι τοιούτοισι τρώμασιν, ἢ τοῖσιν ἑτέροισιν. Μάλα μὲν οὖν μετεξέτεροι καταμελέουσι τῶν τοιούτων σινέων, μᾶλλον ἢ ἢν πλευρὴ κατεαγῇ αὐτέοισιν· ἀτὰρ καὶ ἰήσιος σκεθροτέρης οἱ τοιοῦτοι δέονται, εἰ σωφρονοῖεν· τῇ τε γὰρ διαίτῃ ξυμφέρει ξυνεστάλθαι, ἀτρεμέειν τε τῷ σώματι ὡς μάλιστα, ἀφροδισίων τε ἀπέχεσθαι, βρωμάτων τε λιπαρῶν, καὶ κερχνωδέων, καὶ ἰσχυρῶν πάντων, φλέβα τε κατ᾿ ἀγκῶνα τέμνεσθαι, σιγᾷν τε ὡς μάλιστα, ἐπιδέεσθαί τε τὸ χωρίον τὸ φλασθὲν σπλήνεσι μὴ πολυπτύχοισι, συχνοῖσι δὲ καὶ πολὺ πλατυτέροισι πάντη τοῦ φλάσματος, κηρωτῇ τε ὑποχρίειν, ὀθονίοισί τε πλατέσι σὺν ταινίῃσι πλατείῃσι καὶ μαλθακῇσιν ἐπιδέειν, ἐρείδειν τε μετρίως, ὥστε μὴ κάρτα πεπιέχθαι φάναι τὸν ἐπιδεδεμένον, μηδ᾿ αὖ χαλαρόν· ἄρχεσθαι δὲ τὸν ἐπιδέοντα κατὰ τὸ φλάσμα, καὶ ἐρηρεῖσθαι ταύτῃ μάλιστα, τὴν δὲ ἐπίδεσιν ποιέεσθαι, ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέεται, ἵνα μὴ περιῤῥεπὲς τὸ δέρμα τὸ περὶ τὰς πλευρὰς ἔῃ, ἀλλ᾿ ἰσόῤῥοπον, ἐπιδέειν δὲ ἢ καθ᾿ ἑκάστην ἡμέρην, ἢ παρ᾿ ἑτέρην. Ἄμεινον δὲ καὶ τὴν κοιλίην μαλθάξαι κούφῳ τινὶ, ὅσον κενώσιος εἵνεκεν τοῦ σίτου, καὶ ἐπὶ μὲν δέκα ἡμέρας ἰσχναίνειν, ἔπειτα ἀναθρέψαι τὸ σῶμα, καὶ ἁπαλῦναι· τῇ δὲ ἐπιδέσει, ἔστ᾿ ἂν μὲν ἰσχναίνῃς, ἐρηρεισμένῃ μᾶλλον χρέεσθαι, ὁκόταν δὲ ἐς τὸν ἁπαλυσμὸν ἄγῃς, ἐπιχαλαρωτέρῃ· καὶ ἢν μὲν αἷμα ἀποπτύσῃ καταρχὰς, τεσσαρακονθήμερον τὴν μελέτην καὶ τὴν ἐπίδεσιν ποιέεσθαι χρή· ἢν δὲ μὴ πτύσῃ τὸ αἷμα, ἀρκέει ἐν εἴκοσιν ἡμέρῃσιν ἡ μελέτη ὡς ἐπὶ τὸ πολύ· τῇ ἰσχύϊ δὲ τοῦ τρώματος τοὺς χρόνους προτεκμαίρεσθαι χρή. Ὅσοι δ᾿ ἂν ἀμελήσωσι τῶν τοιουτέων ἀμφιφλασμάτων, ἢν καὶ ἄλλο μηδὲν αὐτοῖσι φλαῦρον μέζον γένηται, ὅμως τό γε χωρίον ἀμφιφλασθὲν μυξωδεστέρην τὴν σάρκα ἴσχει, ἢ πρόσθεν εἶχεν. Ὅκου δέ τι τοιοῦτον ἐγκαταλείπεται, καὶ μὴ εὖ ἐξιποῦται τῇ γε ἀλθέξει, φαυλότερον μὲν, ἢν παρ᾿ αὐτὸ τὸ ὀστέον ἐγκαταλειφθῇ τὸ μυξῶδες· οὔτε γὰρ ἔτι ἡ σὰρξ ὁμοίως ἅπτεται τοῦ ὀστέου, τό τε ὀστέον νοσηρότερον γίνεται, σφακελισμοί τε χρόνιοι ὀστέου πολλοῖσιν ἤδη ἀπὸ τοιουτέων προφασίων ἐγένοντο. Ἀτὰρ καὶ ἢν μὴ παρὰ τὸ ὀστέον, ἀλλ᾿ αὐτὴ ἡ σὰρξ μυξώδης ἔῃ, ὅμως ὑποστροφαὶ γίνονται καὶ ὀδύναι ἄλλοτε καὶ ἄλλοτε, ἤν τι τῷ σώματι τύχῃ πονήσας· καὶ διὰ τοῦτο τῇ ἐπιδέσει χρέεσθαι χρὴ, ἅμα μὲν ἀγαθῇ, ἅμα δὲ ἐπὶ πουλὺ προηκούσῃ, ἕως ἂν ξηρανθῇ μὲν καὶ ἀναποθῇ τὸ ἐκχύμωμα τὸ ἐν τῇ φλάσει γενόμενον, αὐξηθῇ δὲ σαρκὶ ὑγιέϊ τὸ χωρίον, ἅψηται δὲ τοῦ ὀστέου ἡ σάρξ. Οἷσι δ᾿ ἂν ἀμεληθεῖσι χρονιωθῇ, καὶ ὀδυνῶδες τὸ χωρίον γένηται, καὶ ἡ σὰρξ ὑπόμυξος ἔῃ, τούτοισι καῦσις ἴησις ἀρίστη. Καὶ ἢν μὲν αὐτὴ ἡ σὰρξ μυξώδης ἔῃ, ἄχρι τοῦ ὀστέου καίειν χρὴ, μὴ μὴν διαθερμανθῆναι τὸ ὀστέον· ἢν δὲ μεσηγὺ τῶν πλευρέων ἔῃ, ἐπιπολῆς μὲν οὐδ᾿ οὕτω χρὴ καίειν, φυλάσσεσθαι μέντοι, μὴ διακαύσῃς πέρην. Ἢν δὲ πρὸς τῷ ὀστέῳ δοκέῃ εἶναι τὸ φλάσμα, καὶ ἔτι νεαρὸν ἔῃ, καὶ μήπω σφακελίσῃ τὸ ὀστέον, ἢν μὲν κάρτα ὀλίγον ἔῃ, οὕτω καίειν χρὴ ὥσπερ εἴρηται· ἢν μέντοι παραμήκης ἔῃ ὁ μετεωρισμὸς ὁ κατὰ τὸ ὀστέον, πλείονας ἐσχάρας ἐμβάλλειν χρή· περὶ δὲ σφακελισμοῦ πλευρῆς ἅμα τῇ τῶν ἐμμότων ἰητρείῃ εἰρήσεται.

[51] Ἢν δὲ μηροῦ ἄρθρον ἐξ ἰσχίου ἐκπέσῃ, ἐκπίπτει δὲ κατὰ τέσσαρας τρόπους, ἐς μὲν τὸ ἔσω πλειστάκις, ἐς δὲ τὸ ἔξω τῶν ἄλλων πλειστάκις· ἐς δὲ τὸ ὄπισθεν καὶ τὸ ἔμπροσθεν ἐκπίπτει μὲν, ὀλιγάκις δέ· οἷσι μὲν οὖν ἂν ἐκβῇ ἐς τὸ ἔσω, μακρότερον τὸ σκέλος φαίνεται, παραβαλλόμενον πρὸς τὸ ἕτερον, διὰ δισσὰς προφάσιας εἰκότως· ἐπί τε γὰρ τὸ ἀπὸ τοῦ ἰσχίου πεφυκὸς ὀστέον, τὸ ἄνω φερόμενον πρὸς τὸν κτένα, ἐπὶ τοῦτο ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ γίνεται, καὶ ὁ αὐχὴν τοῦ ἄρθρου ἐπὶ τῆς κοτύλης ὀχέεται. Ἔξωθέν τε αὖ ὁ γλουτὸς κοῖλος φαίνεται, ἅτε ἔσω ῥεψάσης τῆς κεφαλῆς τοῦ μηροῦ, τό τε αὖ κατὰ τὸ γόνυ τοῦ μηροῦ ἄκρον ἀναγκάζεται ἔξω ῥέπειν, καὶ ἡ κνήμη καὶ ὁ ποὺς ὡσαύτως. Ἅτε οὖν ἔξω ῥέποντος τοῦ ποδὸς, οἱ ἰητροὶ δι᾿ ἀπειρίην τὸν ὑγιέα πόδα πρὸς τοῦτον προσίσχουσιν, ἀλλ᾿ οὐ τοῦτον πρὸς τὸν ὑγιέα· διὰ τοῦτο πουλὺ μακρότερον φαίνεται τὸ σιναρὸν τοῦ ὑγιέος· πολλαχῆ δὲ καὶ ἄλλῃ τὰ τοιαῦτα παραξύνεσιν ἔχει. Οὐ μὴν οὐδὲ ξυγκάμπτειν δύνανται κατὰ τὸν βουβῶνα ὁμοίως τῷ ὑγιέϊ· ἀτὰρ καὶ ψαυομένη ἡ κεφαλὴ τοῦ μηροῦ κατὰ τὸν περίνεον ὑπερογκέουσα εὔδηλός ἐστιν. Τὰ μὲν οὖν σημήϊα ταῦτά ἐστιν, οἷσιν ἂν ἔσω ἐκπεπτώκῃ ὁ μηρός.

[52] Οἷσι μὲν ἂν οὖν ἐκπεσὼν μὴ ἐμπέσῃ, ἀλλὰ καταπορηθῇ καὶ ἀμεληθῇ, ἥ τε ὁδοιπορίη περιφοράδην τοῦ σκέλεος ὥσπερ τοῖσι βουσὶ γίνεται, καὶ ἡ ὄχησις πλείστη αὐτέοισιν ἐπὶ τοῦ ὑγιέος σκέλεός ἐστιν. Καὶ ἀναγκάζονται κατὰ τὸν κενεῶνα καὶ κατὰ τὸ ἄρθρον τὸ ἐκπεπτωκὸς κοῖλοι καὶ σκολιοὶ εἶναι· κατὰ δὲ τὸ ὑγιὲς ἐς τὸ ἔξω ὁ γλουτὸς ἀναγκάζεται περιφερὴς εἶναι· εἰ γάρ τις ἔξω τῷ ποδὶ τοῦ ὑγιέος σκέλεος βαίνοι, ἀπωθοίη ἂν τὸ σῶμα τὸ ἄλλο ἐς τὸ σιναρὸν σκέλος τὴν ὄχησιν ποιέεσθαι· τὸ δὲ σιναρὸν οὐκ ἂν δύναιτο ὀχέειν· πῶς γάρ; ἀναγκάζεται οὖν οὕτω κατὰ τοῦ ὑγιέος σκέλεος τῷ ποδὶ ἔσω βαίνειν, ἀλλὰ μὴ ἔξω· οὕτω γὰρ ὀχέει μάλιστα τὸ σκέλος τὸ ὑγιὲς, καὶ τὸ ἑωυτοῦ μέρος τοῦ σώματος, καὶ τὸ τοῦ σιναροῦ σκέλεος μέρος. Κοιλαινόμενοι δὲ κατὰ τὸν κενεῶνα καὶ κατὰ τὰ ἄρθρα, μικροὶ φαίνονται, καὶ τῷ ξύλῳ ἀναγκάζονται ἀντερείδεσθαι πλάγιοι κατὰ τὸ ὑγιὲς σκέλος· δέονται γὰρ ἀντικοντώσιος ταύτῃ· ἐπὶ τοῦτο γὰρ οἱ γλουτοὶ ῥέπουσι, καὶ τὸ ἄχθος τοῦ σώματος ὀχέεται ἐπὶ τοῦτο. Ἀναγκάζονται δὲ καὶ ἐπικύπτειν· τὴν γὰρ χεῖρα τὴν κατὰ τὸ σκέλος τὸ σιναρὸν ἀναγκάζονται κατὰ πλάγιον τὸν μηρὸν ἐρείδειν· οὐ γὰρ δύναται τὸ σιναρὸν σκέλος ὀχέειν τὸ σῶμα ἐν τῇ μεταλλαγῇ τῶν σκελέων, ἢν μὴ κατέχηται πρὸς τὴν γῆν πιεζόμενον. Ἐν τούτοισιν οὖν τοῖσι σχήμασιν ἀναγκάζονται ἐσχηματίσθαι, οἷσιν ἂν ἔσω ἐκβὰν τὸ ἄρθρον μὴ ἐμπέσῃ, οὐ προβουλεύσαντος τοῦ ἀνθρώπου, ὅκως ἂν ῥήϊστα ἐσχηματισμένον ἔῃ, ἀλλ᾿ αὐτὴ ἡ ξυμφορὴ διδάσκει ἐκ τῶν παρεόντων τὰ ῥήϊστα αἱρέεσθαι. Ἐπεὶ καὶ ὁκόσοι ἕλκος ἔχοντες ἐν ποδὶ ἢ κνήμῃ οὐ κάρτα δύνανται ἐπιβαίνειν τῷ σκέλεϊ, πάντες, καὶ οἱ νήπιοι, οὕτως ὁδοιπορέουσιν· ἔξω γὰρ βαίνουσι τῷ σιναρῷ σκέλεϊ· καὶ δισσὰ κερδαίνουσι, δισσῶν γὰρ δέονται· τό τε γὰρ σῶμα οὐκ ὀχέεται ὁμοίως ἐπὶ τοῦ ἔξω ἀποβαινομένου, ὥσπερ ἐπὶ τοῦ εἴσω· οὐδὲ γὰρ κατ᾿ ἰθυωρίην αὐτῷ γίνεται τὸ ἄχθος, ἀλλὰ πολλῷ μᾶλλον ἐπὶ τοῦ ὑποβαινομένου· κατ᾿ ἰθυωρίην γὰρ αὐτῷ γίνεται τὸ ἄχθος ἔν τε αὐτῇ τῇ ὁδοιπορίῃ καὶ τῇ μεταλλαγῇ τῶν σκελέων. Ἐν τούτῳ τῷ σχήματι τάχιστα ἂν δύναιτο ὑποτιθέναι τὸ ὑγιὲς σκέλος, εἰ τῷ μὲν σιναρῷ ἐξωτέρω βαίνοι, τῷ δὲ ὑγιέϊ ἐσωτέρω. Περὶ οὗ οὖν ὁ λόγος, ἀγαθὸν εὑρίσκεσθαι αὐτὸ ἑωυτῷ τὸ σῶμα [ἐς] τὰ ῥήϊστα τῶν σχημάτων. Ὅσοισι μὲν οὖν μήπω τετελειωμένοισιν ἐς αὔξησιν ἐκπεσὼν μὴ ἐμπέσοι, γυιοῦται ὁ μηρὸς καὶ ἡ κνήμη καὶ ὁ πούς· οὔτε γὰρ τὰ ὀστέα ἐς τὸ μῆκος ὁμοίως αὔξεται, ἀλλὰ βραχύτερα γίνεται, μάλιστα δὲ τὸ τοῦ μηροῦ, ἄσαρκόν τε ἅπαν τὸ σκέλος καὶ ἄμυον καὶ ἐκτεθηλυσμένον καὶ λεπτότερον γίνεται, ἅμα μὲν, διὰ τὴν στέρησιν τῆς χώρης τοῦ ἄρθρου, ἅμα δὲ, ὅτι ἀδύνατον χρέεσθαί ἐστιν, ὅτι οὐ κατὰ φύσιν κέεται· χρῆσις γὰρ μετεξετέρη ῥύεται τῆς ἄγαν ἐκθηλύνσιος· ῥύεται δέ τι καὶ τῆς ἐπὶ μῆκος ἀναυξήσιος. Κακοῦται μὲν οὖν μάλιστα, οἷσιν ἂν ἐν γαστρὶ ἐοῦσιν ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον, δεύτερον δὲ, οἷσιν ἂν ὡς νηπιωτάτοισιν ἐοῦσιν, ἥκιστα δὲ τοῖσι τετελειωμένοισιν. Τοῖσι μὲν οὖν τετελειωμένοισιν εἴρηται, οἵη τις ἡ ὁδοιπορίη γίνεται· οἷσι δ᾿ ἂν νηπίοισιν ἐοῦσιν ἡ ξυμφορὴ αὕτη γένηται, οἱ μὲν πλεῖστοι καταβλακεύουσι τὴν διόρθωσιν τοῦ σώματος, ἀλλὰ κακῶς εἰλέονται ἐπὶ τὸ ὑγιὲς σκέλος, τῇ χειρὶ πρὸς τὴν γῆν ἀπερειδόμενοι τῇ κατὰ τὸ ὑγιὲς σκέλος· καταβλακεύουσι δὲ ἔνιοι τὴν ἐς τὸ ὀρθὸν ὁδοιπορίην, καὶ οἷσιν ἂν τετελειωμένοισιν αὕτη ἡ ξυμφορὴ γένηται. Ὁκόσοι δ᾿ ἂν νήπιοι ἐόντες, ταύτῃ τῇ ξυμφορῇ χρησάμενοι, ὀρθῶς παιδαγωγηθῶσι, τῷ μὲν ὑγιέϊ σκέλεϊ χρέονται ἐς ὀρθὸν, ὑπὸ δὲ τὴν μασχάλην τὴν κατὰ τὸ ὑγιὲς σκέλος σκίπωνα περιφέρουσι, μετεξέτεροι δὲ, καὶ ὑπ᾿ ἀμφοτέρας τὰς χεῖρας· τὸ δὲ σιναρὸν σκέλος μετέωρον ἔχουσι, καὶ τοσούτῳ ῥηΐους εἰσὶν, ὅσῳ ἂν αὐτοῖσιν ἔλασσον τὸ σκέλος τὸ σιναρὸν ἔῃ· τὸ δὲ ὑγιὲς ἰσχύει αὐτέοισιν οὐδὲν ἧσσον, ἢ εἰ καὶ ἀμφότερα ὑγιέα ἦν. Θηλύνονται δὲ πᾶσι τοῖσι τοιούτοισιν αἱ σάρκες τοῦ σκέλεος, μᾶλλον δέ τι θηλύνονται αἱ ἐκ τοῦ ἔξω μέρεος, ἢ αἱ ἐκ τοῦ ἔσω ὡς ἐπὶ πολύ.

[53] Μυθολογοῦσι δέ τινες, ὅτι αἱ Ἀμαζονίδες τὸ ἄρσεν γένος τὸ ἑωυτῶν αὐτίκα νήπιον ἐὸν ἐξαρθρέουσιν, αἱ μὲν, κατὰ [τὰ] γούνατα, αἱ δὲ, κατὰ τὰ ἰσχία, ὡς δῆθεν χωλὰ γίνοιτο, καὶ μὴ ἐπιβουλεύοι τὸ ἄρσεν γένος τῷ θήλεϊ· χειρώναξιν ἄρα τουτέοισι χρέονται, ὁκόσα ἢ σκυτείης ἔργα, ἢ χαλκείης, ἢ ἄλλο ὅ τι ἑδραῖον ἔργον. Εἰ μὲν οὖν ἀληθέα ταῦτά ἐστιν, ἐγὼ μὲν οὐκ οἶδα· ὅτι δὲ γίνοιτο ἂν τοιαῦτα, οἶδα, εἴ τις ἐξαρθρέοι αὐτίκα νήπια ἐόντα. Κατὰ μὲν οὖν τὰ ἰσχία μέζον τὸ διάφορόν ἐστιν ἐς τὸ ἔσω, ἢ ἐς τὸ ἔξω ἐξαρθρῆσαι· κατὰ δὲ τὰ γούνατα διαφέρει μέν τι, ἔλασσον δέ τι διαφέρει· τρόπος δὲ ἑκατέρου τοῦ χωλώματος ἴδιός ἐστιν· κυλλοῦται γὰρ μᾶλλον, οἷσιν ἂν ἐς τὸ ἔξω ἐξαρθρήσῃ· ὀρθοὶ δὲ ἧσσον ἵστανται, οἷσιν ἂν ἐς τὸ ἔσω ἐξαρθρήσῃ. Ὡσαύτως δὲ καὶ ἢν παρὰ τὸ σφυρὸν ἐξαρθρήσῃ, ἢν μὲν ἐς τὸ ἔξω μέρος, κυλλοὶ μὲν γίνονται, ἑστάναι δὲ δύνανται· ἢν δὲ ἐς τὸ ἔσω μέρος, βλαισοὶ μὲν γίνονται, ἧσσον δὲ ἑστάναι δύνανται. Ἥ γε μὴν ξυναύξησις τῶν ὀστέων τοιήδε γίνεται· οἷσι μὲν ἂν τὸ κατὰ τὸ σφυρὸν ὀστέον τὸ τῆς κνήμης ἐκστῇ, τούτοισι μὲν τὰ τοῦ ποδὸς ὀστέα ἥκιστα ξυναύξεται, ταῦτα γὰρ ἐγγυτάτω τοῦ τρώματός ἐστι, τὰ δὲ τῆς κνήμης ὀστέα αὔξεται μὲν, οὐ πολὺ δὲ ἐνδεεστέρως, αἱ μέντοι σάρκες μινύθουσιν. Οἷσι δ᾿ ἂν κατὰ μὲν τὸ σφυρὸν μένῃ τὸ ἄρθρον κατὰ φύσιν, κατὰ δὲ τὸ γόνυ ἐξεστήκῃ, τούτοισι τὸ τῆς κνήμης ὀστέον οὐκ ἐθέλει ξυναύξεσθαι ὁμοίως, ἀλλὰ βραχύτατον γίνεται, τοῦτο γὰρ ἐγγυτάτω τοῦ τρώματός ἐστιν· τοῦ μέντοι ποδὸς τὰ ὀστέα μινύθει μὲν, ἀτὰρ οὐχ ὁμοίως, ὥσπερ ὀλίγον τι πρόσθεν εἴρηται, ὅτι τὸ ἄρθρον τὸ παρὰ τὸν πόδα σῶόν ἐστιν· εἰ δέ οἱ χρέεσθαι ἠδύναντο, ὥσπερ καὶ τῷ κυλλῷ, ἔτι ἂν ἧσσον ἐμινύθει τὰ τοῦ ποδὸς ὀστέα τούτοισιν. Οἷσι δ᾿ ἂν κατὰ τὸ ἰσχίον ἡ ἐξάρθρησις γένηται, τούτοισι τοῦ μηροῦ τὸ ὀστέον οὐκ ἐθέλει ξυναύξεσθαι ὁμοίως, τοῦτο γὰρ ἐγγυτάτω τοῦ τρώματός ἐστιν, ἀλλὰ βραχύτερον τοῦ ὑγιέος γίνεται· τὰ μέντοι τῆς κνήμης ὀστέα οὐχ ὁμοίως τούτοισιν ἀναυξέα γίνεται, οὐδὲ τὰ τοῦ ποδὸς, διὰ τοῦτο δὲ, ὅτι τὸ τοῦ μηροῦ ἄρθρον τὸ παρὰ τὴν κνήμην ἐν τῇ ἑωυτοῦ φύσει μένει, καὶ τὸ τῆς κνήμης τὸ παρὰ τὸν πόδα· σάρκες μέντοι μινύθουσι παντὸς τοῦ σκέλεος τούτοισιν· εἰ μέντοι χρέεσθαι τῷ σκέλεϊ ἠδύναντο, ἔτι ἂν μᾶλλον τὰ ὀστέα ξυνηυξάνετο, ὡς καὶ πρόσθεν εἴρηται, πλὴν τοῦ μηροῦ, κἂν ἧσσον ἄσαρκα εἴη, ἀσαρκότερα δὲ πολλῷ ἢ εἰ ὑγιέα ἦν. Σημήϊον δὲ, ὅτι ταῦτα τοιαῦτά ἐστιν· ὁκόσοι γὰρ, τοῦ βραχίονος ἐκπεσόντος, γαλιάγκωνες ἐγένοντο ἐκ γενεῆς, ἢ καὶ ἐν αὐξήσει πρὶν τελειωθῆναι, οὗτοι τὸ μὲν ὀστέον τοῦ βραχίονος βραχὺ ἴσχουσι, τὸν δὲ πῆχυν καὶ ἄκρην τὴν χεῖρα ὀλίγῳ ἐνδεεστέρην τοῦ ὑγιέος, διὰ ταύτας τὰς προφάσιας τὰς εἰρημένας, ὅτι ὁ μὲν βραχίων ἐγγυτάτω τοῦ ἄρθρου τοῦ τρώματός ἐστιν, ὥστε διὰ τοῦτο βραχύτερος γέγονεν· ὁ δ᾿ αὖ πῆχυς διὰ τοῦτο οὐχ ὁμοίως ἐνακούει τῆς ξυμφορῆς, ὅτι τὸ τοῦ βραχίονος ἄρθρον τὸ πρὸς τοῦ πήχεος ἐν τῇ ἀρχαίῃ φύσει μένει, ἥ τε αὖ χεὶρ ἄκρη ἔτι τηλοτέρω ἄπεστιν, ἢ ὁ πῆχυς, ἀπὸ τῆς ξυμφορῆς. Διὰ ταύτας οὖν τὰς εἰρημένας προφάσιας, τῶν ὀστέων τά τε μὴ ξυναυξανόμενα οὐ ξυναυξάνεται, τά τε ξυναυξανόμενα ξυναυξάνεται. Ἐς δὲ τὸ εὔσαρκον τῇ χειρὶ καὶ τῷ βραχίονι ἡ ταλαιπωρίη τῆς χειρὸς μέγα προσωφελέει· ὅσα γὰρ χειρῶν ἔργα ἐστὶ, τὰ πλεῖστα προθυμέονται οἱ γαλιάγκωνες ἐργάζεσθαι τῇ χειρὶ ταύτῃ, ὅσα περ καὶ τῇ ἑτέρῃ δύνανται, οὐδὲν ἐνδεεστέρως τῆς ἀσινέος· οὐ γὰρ δεῖ ὀχέεσθαι τὸ σῶμα ἐπὶ τῶν χειρῶν, ὡς ἐπὶ τῶν σκελέων, ἀλλὰ κοῦφα αὐτέῃσι τὰ ἔργα ἐστίν. Διὰ δὲ τὴν χρῆσιν οὐ μινύθουσιν αἱ σάρκες αἱ κατὰ τὴν χεῖρα καὶ τὸν πῆχυν τοῖσι γαλιάγκωσιν, ἀλλὰ καὶ ὁ βραχίων τι προσωφελέεται ἐς εὐσαρκίην διὰ ταῦτα· ὅταν δὲ ἰσχίον ἐκπαλὲς γένηται ἐς τὸ ἔσω μέρος ἐκ γενεῆς, ἢ καὶ ἔτι νηπίῳ ἐόντι, μινύθουσιν αἱ σάρκες διὰ τοῦτο μᾶλλον ἢ τῆς χειρὸς, ὅτι οὐ δύνανται χρέεσθαι τῷ σκέλεϊ. Μαρτύριον δέ τι ἓν ἔσται καὶ ἐν τοῖσιν ὀλίγον ὕστερον εἰρησομένοισιν, ὅτι ταῦτα τοιαῦτά ἐστιν.

[54] Ὁκόσοισι δ᾿ ἂν ἐς τὸ ἔξω ἡ τοῦ μηροῦ κεφαλὴ ἐκβῇ, τούτοισι βραχύτερον μὲν τὸ σκέλος φαίνεται παρατεινόμενον παρὰ τὸ ἕτερον· εἰκότως· οὐ γὰρ ἐπ᾿ ὀστέον ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ ἐστιν, ὡς ὅτε ἔσω ἐκπέπτωκεν, ἀλλὰ παρ᾿ ὀστέον παρεγκεκλιμένην τὴν φύσιν ἔχον, ἐν σαρκὶ δὲ στηρίζεται ὑγρῇ καὶ ὑπεικούσῃ· διὰ τοῦτο μὲν βραχύτερον φαίνεται. Ἔσωθεν δὲ ὁ μηρὸς παρὰ τὴν πλιχάδα καλεομένην κοιλότερος καὶ ἀσαρκότερος φαίνεται· ἔξωθεν δὲ ὁ γλουτὸς ὑποκυρτότερος, ἅτε ἐς τὸ ἔξω τῆς κεφαλῆς τοῦ μηροῦ ὠλισθηκυίης· ἀτὰρ καὶ ἀνωτέρω φαίνεται ὁ γλουτὸς, ἅτε ὑπειξάσης τῆς σαρκὸς τῆς ἐνταῦθα τῇ τοῦ μηροῦ κεφαλῇ· τὸ δὲ παρὰ τὸ γόνυ τοῦ μηροῦ ἄκρον ἔσω ῥέπον φαίνεται, καὶ ἡ κνήμη, καὶ ὁ πούς· ἀτὰρ οὐδὲ ξυγκάμπτειν ὥσπερ τὸ ὑγιὲς σκέλος δύνανται. Τὰ μὲν οὖν σημήϊα ταῦτα τοῦ ἔξω ἐκπεπτωκότος μηροῦ εἰσιν.

[55] Οἷσι μὲν οὖν ἂν τετελειωμένοισιν ἤδη ἐκπεσὸν τὸ ἄρθρον μὴ ἐμπέσῃ, τούτοισι βραχύτερον μὲν φαίνεται τὸ ξύμπαν σκέλος, ἐν δὲ τῇ ὁδοιπορίῃ τῇ μὲν πτέρνῃ οὐ δύνανται καθικνέεσθαι ἐπὶ τῆς γῆς, τῷ δὲ στήθεϊ τοῦ ποδὸς βαίνουσιν ἐπὶ τὴν γῆν· ὀλίγον δὲ ἐς τὸ ἔσω μέρος ῥέπουσι τοῖσι δακτύλοισιν ἄκροισιν. Ὀχέειν δὲ δύναται τὸ σῶμα τὸ σιναρὸν σκέλος τούτοισι πολλῷ μᾶλλον, ἢ οἷσιν ἂν ἐς τὸ ἔσω μέρος ἐκπεπτώκῃ, ἅμα μὲν, ὅτι ἡ κεφαλὴ τοῦ μηροῦ, καὶ ὁ αὐχὴν τοῦ ἄρθρου πλάγιος φύσει πεφυκὼς, ὑπὸ συχνῷ μέρεϊ τοῦ ἰσχίου τὴν ὑπόστασιν πεποίηται, ἅμα δὲ, ὅτι ἄκρος ὁ ποὺς οὐκ ἐς τὸ ἔξω μέρος ἀναγκάζεται ἐκκεκλίσθαι, ἀλλ᾿ ἐγγύς ἐστι τῆς ἰθυωρίης τῆς κατὰ τὸ σῶμα, καὶ τείνει καὶ ἐσωτέρω. Ὅταν οὖν τρίβον μὲν λάβῃ τὸ ἄρθρον ἐν τῇ σαρκὶ, εἰς ἣν ἐξεκλίθη, ἡ δὲ σὰρξ γλισχρανθῇ, ἀνώδυνον τῷ χρόνῳ γίνεται· ὅταν δὲ ἀνώδυνον γένηται, δύνανται μὲν ὁδοιπορέειν ἄνευ ξύλου, ἢν ἄλλως βούλωνται· δύνανται δὲ ὀχέειν τὸ σῶμα ἐπὶ τὸ σιναρὸν σκέλος. Δι᾿ οὖν τὴν χρῆσιν ἧσσον τοῖσι τοιούτοισιν ἐκθηλύνονται αἱ σάρκες, ἢ οἷσιν ὀλίγον πρόσθεν εἴρηται· ἐκθηλύνονται δὲ ἢ πλεῖον, ἢ ἔλασσον· μᾶλλον δέ τι ἐκθηλύνονται κατὰ τὸ ἔσω μέρος, ἢ κατὰ τὸ ἔξω, ὡς ἐπὶ τὸ πολύ. Τὸ μέντοι ὑπόδημα μετεξέτεροι τούτων ὑποδέεσθαι οὐ δύνανται διὰ τὴν ἀκαμπίην τοῦ σκέλεος, οἱ δέ τινες καὶ δύνανται. Οἷσι δὲ ἂν ἐν γαστρὶ ἐοῦσιν ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον, ἢ ἔτι ἐν αὐξήσει ἐοῦσι βίῃ ἐκπεσὸν ἤδη μὴ ἐμπέσῃ, ἢ καὶ ὑπὸ νούσου ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον καὶ ἐκπαλήσῃ (πολλὰ γὰρ τοιαῦτα γίνεται, καὶ ἐνίων μὲν τῶν τοιούτων ἢν ἐπισφακελίσῃ ὁ μηρὸς, ἐμπυήματα χρόνια καὶ ἔμμοτα γίνεται, καὶ ὀστέων ψιλώσιες ἐνίοισιν), ὁμοίως δὲ καὶ οἷσιν ἐπισφακελίζει, καὶ οἷσι μὴ ἐπισφακελίζει, τοῦ μηροῦ τὸ ὀστέον πολλῷ βραχύτερον γίνεται, καὶ οὐκ ἐθέλει ξυναύξεσθαι, ὥσπερ τοῦ ὑγιέος· τὰ μέντοι τῆς κνήμης βραχύτερα μὲν γίνεται, ἢ τὰ τῆς ἑτέρης, ὀλίγῳ δὲ, διὰ τὰς αὐτὰς προφάσιας, αἳ καὶ πρόσθεν εἴρηνται· ὁδοιπορέειν τε δύνανται οἱ τοιοῦτοι, οἱ μέν τινες αὐτῶν τοῦτον τὸν τρόπον, ὥσπερ οἷσι τετελειωμένοισιν ἐξέπεσε καὶ μὴ ἐνέπεσεν, οἱ δὲ καὶ βαίνουσι μὲν παντὶ τῷ ποδὶ, διαῤῥέπουσι δὲ ἐν τῇσιν ὁδοιπορίῃσιν, ἀναγκαζόμενοι διὰ τὴν βραχύτητα τοῦ σκέλεος. Ταῦτα δὲ τοιαῦτα γίνεται, ἢν ἐπιμελέως μὲν παιδαγωγηθῶσιν ἐν τοῖσι σχήμασι καὶ ὀρθῶς, ἐν οἷσι δεῖ, πρὶν κρατυνθῆναι ἐς τὴν ὁδοιπορίην, ἐπιμελέως δὲ καὶ ὀρθῶς, ἐπὴν κρατυνθῶσιν· πλείστης δὲ ἐπιμελείης δέονται, οἷσιν ἂν νηπιωτάτοισιν ἐοῦσιν αὕτη ἡ ξυμφορὴ γένηται· ἢν γὰρ ἀμεληθῶσι νήπιοι ἐόντες, ἀχρήϊον παντάπασι καὶ ἀναυξὲς ὅλον τὸ σκέλος γίνεται. Αἱ δὲ σάρκες τοῦ ξύμπαντος σκέλεος μινύθουσι μᾶλλον, ἢ τοῦ ὑγιέος· πάνυ μὴν πολλῷ ἧσσον τούτοισι μινύθουσιν, ἢ οἷσιν ἂν ἔσω ἐκπεπτώκῃ, διὰ τὴν χρῆσιν καὶ τὴν ταλαιπωρίην, οἷον εὐθέως δύνασθαι χρέεσθαι τῷ σκέλεϊ, ὡς καὶ πρόσθεν ὀλίγῳ περὶ τῶν γαλιαγκώνων εἴρηται.

[56] Εἰσὶ δέ τινες, ὧν τοῖσι μὲν ἐκ γενεῆς αὐτίκα, τοῖσι δὲ καὶ ὑπὸ νούσου ἀμφοτέρων τῶν σκελέων ἐξέστη τὰ ἄρθρα ἐς τὸ ἔξω μέρος· τούτοισιν οὖν τὰ μὲν ὀστέα ταὐτὰ παθήματα πάσχει· αἱ μέντοι σάρκες ἥκιστα ἐκθηλύνονται τοῖσι τοιούτοισιν· εὔσαρκα δὲ καὶ τὰ σκέλεα γίνεται, πλὴν εἴ τι ἄρα κατὰ τὸ εἴσω μέρος ἐλλείποι ὀλίγον· διὰ τοῦτο δὲ εὔσαρκά ἐστιν, ὅτι ἀμφοτέροισι τοῖσι σκέλεσιν ὁμοίως ἡ χρῆσις γίνεται· ὁμοίως γὰρ σαλεύουσιν ἐν τῇ ὁδοιπορίῃ ἔνθα καὶ ἔνθα· ἐξεχέγλουτοι δὲ οὗτοι ἰσχυρῶς φαίνονται διὰ τὴν ἔκστασιν τῶν ἄρθρων. Ἢν δὲ μὴ ἐπισφακελίσῃ αὐτοῖσι τὰ ὀστέα, μηδὲ κυφοὶ ἀνωτέρω τῶν ἰσχίων γένωνται (ἐνίους γὰρ καὶ τὰ τοιαῦτα καταλαμβάνει), ἢν οὖν μὴ τοιοῦτόν τι γένηται, ἱκανῶς ὑγιηροὶ τἄλλα διαφέρονται· ἀναυξέστεροι μέντοι τὸ πᾶν σῶμα οὗτοι γίνονται, πλὴν τῆς κεφαλῆς.

[57] Ὅσοισι δ᾿ ἂν ἐς τοὔπισθεν ἡ κεφαλὴ τοῦ μηροῦ ἐκπέσῃ, ὀλίγοισι δὲ ἐκπίπτει, οὗτοι ἐκτανύειν οὐ δύνανται τὸ σκέλος, οὔτε κατὰ τὸ ἄρθρον τὸ ἐκπεσὸν, οὔτε τι κάρτα κατὰ τὴν ἰγνύην· ἀλλ᾿ ἥκιστα τῶν ἐκπαλέων οὗτοι ἐκτανύουσι καὶ τὸ κατὰ τὸν βουβῶνα, καὶ τὸ κατὰ τὴν ἰγνύην ἄρθρον. Προσξυνιέναι μὲν οὖν καὶ τόδε χρὴ (εὔχρηστον γὰρ καὶ πολλοῦ ἄξιόν ἐστι, καὶ τοὺς πλείστους λήθει), ὅτι οὐδ᾿ ὑγιαίνοντες δύνανται κατὰ τὴν ἰγνύην ἐκτανύειν τὸ ἄρθρον, ἢν μὴ ξυνεκτανύωσι καὶ τὸ κατὰ τὸν βουβῶνα ἄρθρον, πλὴν ἢν μὴ πάνυ ἄνω ἀείρωσι τὸν πόδα, οὕτω δ᾿ ἂν δύναιντο· οὐ τοίνυν οὐδὲ ξυγκάμπτειν δύνανται τὸ κατὰ τὴν ἰγνύην ἄρθρον ὁμοίως, ἀλλὰ πολὺ χαλεπώτερον, ἢν μὴ ξυγκάμψωσι καὶ τὸ κατὰ τὸν βουβῶνα ἄρθρον. Πολλὰ δὲ καὶ ἄλλα κατὰ τὸ σῶμα τοιαύτας ἀδελφίξιας ἔχει, καὶ κατὰ νεύρων ξυντάσιας, καὶ κατὰ μυῶν σχήματα, καὶ πλεῖστά τε καὶ πλείστου ἄξια γινώσκεσθαι, ἢ ὥς τις οἴεται, καὶ κατὰ τὴν τοῦ ἐντέρου φύσιν, καὶ τὴν τῆς ξυμπάσης κοιλίης, καὶ κατὰ τὰς τῶν ὑστερέων πλάνας καὶ ξυντάσιας· ἀλλὰ περὶ μὲν τούτων ἑτέρωθι λόγος ἔσται, ἠδελφισμένος τοῖσι νῦν λεγομένοισιν. Περὶ οὗ δὲ ὁ λόγος ἐστὶν, οὔτε ἐκτανύειν δύνανται, ὥσπερ ἤδη εἴρηται· βραχύτερόν τε τὸ σκέλος φαίνεται διὰ δισσὰς προφάσιας, ὅτι τε οὐκ ἐκτανύεται, ὅτι τε πρὸς τὴν σάρκα ὠλίσθηκε τὴν τοῦ πυγαίου· ἡ γὰρ φύσις τοῦ ἰσχίου τοῦ ὀστέου ταύτῃ, ᾗ καὶ ἡ κεφαλὴ καὶ ὁ αὐχὴν τοῦ μηροῦ γίνεται, ὅταν δὲ ἐξαρθρήσῃ, καταφερὴς πέφυκεν ἐπὶ τοῦ πυγαίου τὸ ἔξω μέρος. Ξυγκάμπτειν μέντοι δύνανται, ὅταν μὴ ἡ ὀδύνη κωλύῃ· καὶ ἡ κνήμη τε καὶ ὁ ποὺς ὀρθὰ ἐπιεικέως φαίνεται, καὶ οὔτε τῇ, οὔτε τῇ πολὺ ἐκκεκλιμένα· κατὰ δὲ τὸν βουβῶνα δοκέει τι ἡ σὰρξ λαπαρωτέρη εἶναι, ποτὶ καὶ ψαυομένη, ἅτε τοῦ ἄρθρου ἐς τὰ ἐπὶ θάτερα μέρη ὠλισθηκότος· κατὰ δὲ αὐτὸ τὸ πυγαῖον διαψαυομένη ἡ κεφαλὴ τοῦ μηροῦ δοκέει ἐξογκέειν μᾶλλον. Τὰ μὲν οὖν σημήϊα ταῦτα, ᾧ ἂν ἐς τὸ ὄπισθεν ἐκπεπτώκῃ ὁ μηρός.

[58] Ὅτεῳ μὲν οὖν ἂν τετελειωμένῳ ἤδη ἐκπεσὼν μὴ ἐμπέσῃ, ὁδοιπορέειν μὲν δύναται, ὅταν ὁ χρόνος ἐγγένηται, καὶ ἡ ὀδύνη παύσηται, καὶ ἐθισθῇ τὸ ἄρθρον ἐν τῇ σαρκὶ ἐνστροφᾶσθαι· ἀναγκάζεται μέντοι ἰσχυρῶς ξυγκάμπτειν κατὰ τοὺς βουβῶνας ὁδοιπορέων, διὰ δισσὰς προφάσιας, ἅμα μὲν ὅτι πολλῷ βραχύτερον τὸ σκέλος γίνεται διὰ τὰ προειρημένα, καὶ τῇ μὲν πτέρνῃ καὶ πάνυ πολλοῦ δέεται ψαύειν τῆς γῆς· μόλις δὲ τῷ στήθεϊ τοῦ ποδὸς καθικνέεται, καὶ οὐδὲ οὕτως, ἢν μὴ κάμψῃ αὐτὸς ἑωυτὸν κατὰ τοὺς βουβῶνας, καὶ τῷ ἑτέρῳ σκέλεϊ κατὰ τὴν ἰγνύην ἐπιξυγκάμψῃ. Ἐπὶ δὲ τούτοισιν ἀναγκάζεται, ὥστε τῇ χειρὶ τῇ κατὰ τὸ σιναρὸν σκέλος ἐρείδεσθαι ἐς τὸ ἄνω τοῦ μηροῦ ἐφ᾿ ἑκάστῃ ξυμβάσει· ἀναγκάζει οὖν τι καὶ τοῦτο αὐτὸ, ὥστε κάμπτεσθαι κατὰ τοὺς βουβῶνας· ἐν γὰρ τῇ μεταλλαγῇ τῶν σκελέων ἐν τῇ ὁδοιπορίῃ οὐ δύναται τὸ σῶμα ὀχέεσθαι ἐπὶ τοῦ σιναροῦ σκέλεος, εἰ μὴ προσκατερείδεται τὸ σιναρὸν πρὸς τὴν γῆν ὑπὸ τῆς χειρὸς, ἅτε οὐχ ὑφεστεῶτος τοῦ ἄρθρου ὑπὸ τῷ σώματι, ἀλλ᾿ ἐς τὸ ὄπισθεν ἐξεστεῶτος κατὰ τὸ ἰσχίον· εἰ γὰρ πειρήσαιτο καὶ ἐπ᾿ ὀλίγον τοῦ ποδὸς ὀχηθῆναι μηδενὶ ἄλλῳ ἀντιστηριζόμενος, ἐς τὸ ὀπίσω ἂν πέσοι· ἡ γὰρ ῥοπὴ πολλὴ ἂν εἴη, τῶν ἰσχίων ἐπὶ πουλὺ ἐς τοὐπίσω ὑπερεχόντων ὑπὲρ τοῦ ποδὸς τῆς βάσιος, καὶ τῆς ῥάχιος ἐς τὰ ἰσχία ῥεπούσης. Ἄνευ μὲν οὖν ξύλου δύνανται ὁδοιπορέειν οἱ τοιοῦτοι, ἢν ἄλλως ἐθισθέωσιν· διὰ τοῦτο, ὅτι ἡ βάσις τοῦ ποδὸς κατὰ τὴν ἀρχαίην ἰθυωρίην ἐστὶν, ἀλλ᾿ οὐκ ἐς τὸ ἔξω ἐκκεκλιμένη, διὰ τοῦτο οὐδὲ δέονται τῆς ἀντικοντώσιος. Ὅσοι μέντοι βούλονται ἀντὶ τῆς τοῦ μηροῦ ἐπιλαβῆς ὑπὸ τὴν μασχάλην τὴν κατὰ τὸ σιναρὸν σκέλος ὑποτιθέμενοι σκίπωνα ἀντερείδειν, κεῖνοι, ἢν μὲν μακρότερον τὸν σκίπωνα ὑποτιθέοιντο, ὀρθότεροι μὲν ὁδοιπορήσουσι, τῷ δὲ ποδὶ πρὸς τὴν γῆν οὐκ ἐρείδονται· εἰ δ᾿ αὖ βούλονται ἐρείδεσθαι τῷ ποδὶ, βραχύτερον μὲν τὸ ξύλον φορητέον, κατὰ δὲ τοὺς βουβῶνας ἐπιξυγκάμπτεσθαι ἂν δέοι αὐτούς. Τῶν δὲ σαρκῶν αἱ μινυθήσιες κατὰ λόγον γίνονται καὶ τούτοισιν, ὥσπερ πρόσθεν εἴρηται· τοῖσι μὲν γὰρ μετέωρον ἔχουσι τὸ σκέλος καὶ μηδὲν ταλαιπωρέουσιν, τούτοισι καὶ μάλιστα μινύθουσιν· οἳ δ᾿ ἂν πλεῖστα χρέωνται τῇ ἐπιβάσει, τούτοισιν ἥκιστα μινύθουσιν. Τὸ μέντοι ὑγιὲς σκέλος οὐκ ὠφελέεται, ἀλλὰ μᾶλλον καὶ ἀσχημονέστερον γίνεται, ἢν χρέωνται τῷ σιναρῷ σκέλεϊ ἐπὶ τὴν γῆν· ξυνυπουργέον γὰρ ἐκείνῳ ἐξίσχιόν τε ἀπαναγκάζεται εἶναι, καὶ κατὰ τὴν ἰγνύην ξυγκάμπτειν· ἢν δὲ μὴ προσχρέηται τῷ σιναρῷ ἐπὶ τὴν γῆν, ἀλλὰ, μετέωρον ἔχων, σκίπωνι ἀντερείδηται, οὕτω δὲ καρτερὸν γίνεται τὸ ὑγιὲς σκέλος· ἔν τε γὰρ τῇ φύσει διαιτᾶται, καὶ τὰ γυμνάσια προσκρατύνει αὐτό. Φαίη μὲν οὖν ἄν τις, ἔξω ἰητρικῆς τὰ τοιαῦτα εἶναι· τί γὰρ δῆθεν δεῖ περὶ τῶν ἤδη ἀνηκέστων γεγονότων ἔτι προσξυνιέναι; πολλοῦ δὲ δεῖ οὕτως ἔχειν· τῆς γὰρ αὐτῆς γνώμης καὶ ταῦτα ξυνιέναι· οὐ γὰρ οἷόν τε ἀπαλλοτριωθῆναι ἀπ᾿ ἀλλήλων. Δεῖ μὲν γὰρ ἐς τὰ ἀκεστὰ μηχανάασθαι, ὅκως μὴ ἀνήκεστα ἔσται, ξυνιέντα ὅκη ἂν μάλιστα κωλυτέα ἐς τὸ ἀνήκεστον ἐλθεῖν· δεῖ δὲ τὰ ἀνήκεστα ξυνιέναι, ὡς μὴ μάτην λυμαίνηται· τὰ δὲ προῤῥήματα λαμπρὰ καὶ ἀγωνιστικὰ, ἀπὸ τοῦ διαγινώσκειν, ὅπη ἕκαστον, καὶ οἵως, καὶ ὁκότε τελευτήσει, ἤν τε ἐς τὸ ἀκεστὸν τράπηται, ἤν τε ἐς τὸ ἀνήκεστον. Ὁκόσοισι δ᾿ ἂν ἐκ γενεῆς, ἢ καὶ ἄλλως πως ἐν αὐξήσει ἐοῦσιν, οὕτως ὀλίσθῃ τὸ ἄρθρον ὀπίσω, καὶ μὴ ἐμπέσῃ, ἤν τε βίῃ ὀλίσθῃ, ἤν τε καὶ ὑπὸ νούσου (πολλὰ γὰρ τοιαῦτα ἐξαρθρήματα γίνεται ἐν νούσοισιν· οἷαι δέ τινές εἰσιν αἱ νοῦσοι, ἐν ᾗσιν ἐξαρθρέεται τὰ τοιαῦτα, ὕστερον γεγράψεται), ἢν οὖν ἐκστὰν μὴ ἐμπέσῃ, τοῦ μὲν μηροῦ τὸ ὀστέον βραχὺ γίνεται, κακοῦται δὲ καὶ πᾶν τὸ σκέλος, καὶ ἀναυξέστερον γίνεται καὶ ἀσαρκότερον πολλῷ διὰ τὸ μηδὲν προσχρέεσθαι αὐτῷ· κακοῦται γὰρ τούτοισι καὶ τὸ κατὰ τὴν ἰγνύην ἄρθρον· τὰ γὰρ νεῦρα ἐντεταμένα γίνεται διὰ τὰ πρόσθεν εἰρημένα· διὸ οὐ δύνανται τὸ κατὰ τὴν ἰγνύην ἄρθρον ἐκτανύειν, οἷσιν ἂν οὕτως ἰσχίον ἐκπέσῃ. Ὡς γὰρ ἐν κεφαλαίῳ εἰπεῖν, πάντα τὰ ἐν τῷ σώματι ὁκόσα ἐπὶ χρήσει γέγονε, χρεομένοισι μὲν μέτρια καὶ γυμναζομένοισιν ἐν τῇσι ταλαιπωρίῃσιν, ἐν ᾗσιν ἕκαστα εἴθισται, οὕτω μὲν ὑγιεινὰ καὶ αὔξιμα καὶ εὔγηρα γίνεται· μὴ χρεομένοισι δὲ, ἀλλ᾿ ἐλινύουσι νοσηρότερα γίνεται καὶ ἀναυξέα καὶ ταχύγηρα. Ἐν δὲ τούτοισιν οὐχ ἥκιστα τὰ ἄρθρα τοῦτο πέπονθε καὶ τὰ νεῦρα, ἢν μή τις αὐτοῖσι χρέηται· κακοῦνται μὲν οὖν διὰ ταύτας τὰς προφάσιας μᾶλλόν τι ἐν τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος, ἢ ἐν τοῖσιν ἄλλοισιν· ὅλον γὰρ τὸ σκέλος ἀναυξὲς γίνεται, καὶ τῇ ἀπὸ τῶν ὀστέων φύσει, καὶ τῇ ἀπὸ τῶν σαρκῶν· οἱ οὖν τοιοῦτοι ὁκόταν ἀνδρωθῶσι, μετέωρον καὶ ξυγκεκαμμένον τὸ σκέλος ἴσχουσιν, ἐπὶ δὲ τοῦ ἑτέρου ὀχέονται, καὶ τῷ ξύλῳ ἀντιστηριζόμενοι, οἱ μὲν, ἑνὶ, οἱ δὲ, δυσίν.

[59] Οἷσι δ᾿ ἂν ἐς τοὔμπροσθεν ἡ κεφαλὴ τοῦ μηροῦ ἐκπέσῃ, ὀλίγοισι δὲ τοῦτο γίνεται, οὗτοι ἐκτανύειν μὲν τὸ σκέλος δύνανται τελείως, ξυγκάμπτειν δὲ ἥκιστα οὗτοι δύνανται τὰ κατὰ τὸν βουβῶνα· πονέουσι δὲ, καὶ ἢν κατὰ τὴν ἰγνύην ἀναγκάζωνται ξυγκάμπτειν. Μῆκος δὲ τοῦ σκέλεος παραπλήσιον φαίνεται, κατὰ μὲν τὴν πτέρνην καὶ πάνυ· ἄκρος δὲ ὁ ποὺς ἧσσόν τι προκύπτειν ἐθέλει ἐς τοὔμπροσθεν· ὅλον δὲ τὸ σκέλος ἔχει τὴν ἰθυωρίην τὴν κατὰ φύσιν, καὶ οὔτε τῇ, οὔτε τῇ ῥέπει. Ὀδυνῶνται δὲ αὐτίκα οὗτοι μάλιστα, καὶ οὖρον ἴσχεται τὸ πρῶτον τούτοισι μᾶλλόν τι, ἢ τοῖσιν ἄλλοισιν ἐξαρθρήμασιν· ἐγκέεται γὰρ ἡ κεφαλὴ τοῦ μηροῦ ἐγγυτάτω τούτοισι τῶν τόνων τῶν ἐπικαίρων. Καὶ κατὰ μὲν τὸν βουβῶνα ἐξογκέον τε καὶ κατατεταμένον τὸ χωρίον φαίνεται, κατὰ δὲ τὸ πυγαῖον, στολιδωδέστερον καὶ ἀσαρκότερον. Ταῦτα μὲν οὖν σημήϊά ἐστι τὰ εἰρημένα, ὧν ἂν οὕτως ἐκπεπτώκῃ ὁ μηρός.

[60] Ὁκόσοισι μὲν οὖν ἂν ἤδη ἠνδρωμένοισι τοῦτο τὸ ἄρθρον ἐκπεσὸν μὴ ἐμπέσῃ, οὗτοι, ὁκόταν αὐτοῖσιν ἡ ὀδύνη παύσηται καὶ τὸ ἄρθρον ἐθισθῇ ἐν τῷ χωρίῳ τούτῳ στροφᾶσθαι, ἵνα ἐξέπεσεν, οὗτοι δύνανται σχεδὸν εὐθὺς ὀρθοὶ ὁδοιπορέειν ἄνευ ξύλου, καὶ πάνυ μέντοι εὐθέες, ἐπὶ δὲ τὸ σιναρὸν, ἅτε οὔτε κατὰ τὸν βουβῶνα εὔκαμπτοι ἐόντες, οὔτε κατὰ τὴν ἰγνύην· διὰ οὖν τοῦ βουβῶνος τὴν ἀκαμπίην εὐθυτέρῳ ὅλῳ τῷ σκέλεϊ ἐν τῇ ὁδοιπορίῃ χρέονται, ἢ ὅτε ὑγίαινον. Καὶ σύρουσι δὲ ἐνίοτε πρὸς τὴν γῆν τὸν πόδα, ἅτε οὐ ῥηϊδίως ξυγκάμπτοντες τὰ ἄνω ἄρθρα, καὶ ἅτε παντὶ βαίνοντες τῷ ποδί· οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ οὗτοι βαίνουσιν, ἢ τῷ ἔμπροσθεν· εἰ δέ γε ἠδύναντο μέγα προβαίνειν, κἂν πάνυ πτερνοβάται ἦσαν· καὶ γὰρ οἱ ὑγιαίνοντες ὅσῳ ἂν μέζον προβαίνοντες ὁδοιπορέωσι, τοσούτῳ μᾶλλον πτερνοβάται εἰσὶ, τιθέντες τὸν πόδα, αἴροντες δὲ τὸν ἐναντίον. Ὁκόσοισι δὲ δὴ οὕτως ἐκπέπτωκε, καὶ ἔτι μᾶλλον τῇ πτέρνῃ προσεγχρίπτουσιν, ἢ τῷ ἔμπροσθεν· τὸ γὰρ ἔμπροσθεν τοῦ ποδὸς, ὅταν ἐκτεταμένον ἔῃ τὸ ἄλλο σκέλος, οὐχ ὁμοίως δύναται ἐς τὸ πρόσω καμπύλλεσθαι, ὥσπερ ὅταν ξυγκεκαμμένον ἔῃ τὸ σκέλος· οὔτ᾿ αὖ σιμοῦσθαι δύναται ὁ ποὺς, ξυγκεκαμμένου τοῦ σκέλεος, ὡς ὅταν ἐκτεταμένον ἔῃ τὸ σκέλος. Ὑγιαίνουσά τε οὖν ἡ φύσις οὕτω πέφυκεν, ὥσπερ εἴρηται· ὅταν δὲ ἐκπεσὸν μὴ ἐμπέσῃ τὸ ἄρθρον, οὕτως ὁδοιπορέουσιν, ὡς εἴρηται, διὰ τὰς προφάσιας ταύτας τὰς εἰρημένας· ἀσαρκότερον μέντοι τὸ σκέλος τοῦ ἑτέρου γίνεται, κατά τε τὸ πυγαῖον, κατά τε τὴν γαστροκνημίην, καὶ κατὰ τὴν ὄπισθεν ἴξιν. Οἷσι δ᾿ ἂν νηπίοισιν ἔτι ἐοῦσι τὸ ἄρθρον οὕτως ὀλισθάνον μὴ ἐμπέσῃ, ἢ καὶ ἐκ γενεῆς οὕτω γένηται, καὶ τούτοισι τὸ τοῦ μηροῦ ὀστέον μᾶλλόν τι μινύθει, ἢ τὰ τῆς κνήμης καὶ τὰ τοῦ ποδός· ἥκιστα μὴν ἐν τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος ὁ μηρὸς μειοῦται. Μινύθουσι μέντοι αἱ σάρκες πάντη, μάλιστα δὲ κατὰ τὴν ὄπισθεν ἴξιν, ὥσπερ ἤδη καὶ πρόσθεν εἴρηται. Ὅσοι μὲν οὖν ἂν τιθηνηθῶσιν ὀρθῶς, οὗτοι μὲν δύνανται προσχρέεσθαι τῷ σκέλεϊ αὐξανόμενοι, βραχυτέρῳ μέν τινι τοῦ ἑτέρου ἐόντι, ὅμως δὲ ἐρειδόμενοι ξύλῳ ἐπὶ ταῦτα, ᾗ τὸ σιναρὸν σκέλος· οὐ γὰρ κάρτα δύνανται ἄνευ τῆς πτέρνης τῷ στήθεϊ τοῦ ποδὸς χρέεσθαι, ἐπικαθιέντες ὥσπερ ἐν ἑτέροισι χωλεύμασιν ἔνιοι δύνανται· αἴτιον δὲ τοῦ μὴ δύνασθαι τὸ ὀλίγῳ πρόσθεν εἰρημένον· διὰ οὖν τοῦτο προσδέονται ξύλου. Ὅσοι δ᾿ ἂν καταμεληθέωσι καὶ μηδὲν χρέωνται ἐπὶ τὴν γῆν τῷ σκέλεϊ, ἀλλὰ μετέωρον ἔχωσι, τούτοισι μινύθει μὲν τὰ ὀστέα ἐς αὔξησιν μᾶλλον, ἢ τοῖσι χρεομένοισιν· μινύθουσι δὲ καὶ αἱ σάρκες πολὺ μᾶλλον, ἢ τοῖσι χρεομένοισιν· κατὰ δὲ τὰ ἄρθρα ἐς τὸ εὐθὺ πηροῦται τούτοισι τὸ σκέλος μᾶλλόν τι, ἢ οἷσιν ἂν ἄλλως ἐκπεπτώκῃ.

[61] Ὡς μὲν οὖν ἐν κεφαλαίῳ εἰρῆσθαι, τὰ ἄρθρα τὰ ἐκπίπτοντα καὶ τὰ ὀλισθάνοντα ἀνίσως αὐτὰ ἑωυτοῖσιν ἐκπίπτει καὶ ὀλισθάνει, ἄλλοτε μὲν πουλὺ πλεῖον, ἄλλοτε δὲ πολὺ ἔλασσον· καὶ οἷσι μὲν ἂν πολὺ πλεῖον ὀλίσθῃ ἢ ἐκπέσῃ, χαλεπώτερα ἐμβάλλειν τὸ ἐπίπαν ἐστὶ, καὶ ἢν μὴ ἐμβιβασθῇ, μέζους καὶ ἐπιδηλοτέρας τὰς πηρώσιας καὶ κακώσιας ἴσχει τὰ τοιαῦτα, καὶ ὀστέων, καὶ σαρκῶν, καὶ σχημάτων· ὅταν δὲ μεῖον ἐκπέσῃ καὶ ὀλίσθῃ, ῥηΐδιον μὲν ἐμβάλλειν τὰ τοιαῦτα τῶν ἑτέρων γίνεται, ἢν δὲ καταπορηθῇ ἢ ἀμεληθῇ ἐμπεσεῖν, μείους καὶ ἀσινέστεραι αἱ πηρώσιες γίνονται τούτοισιν, ἢ οἷσιν ὀλίγῳ πρόσθεν εἴρηται. Τὰ μὲν οὖν ἄλλα ἄρθρα καὶ πάνυ πολὺ διαφέρει ἐς τὸ ὁτὲ μὲν μεῖον, ὁτὲ δὲ μεῖζον τὸ ὀλίσθημα ποιέεσθαι· μηροῦ δὲ καὶ βραχίονος κεφαλαὶ παραπλησιώτατα ὀλισθάνουσιν αὐτὴ ἑωυτῇ ἑκατέρη· ἅτε γὰρ στρογγύλαι μὲν αἱ κεφαλαὶ ἐοῦσαι, ἁπλῆν τὴν στρογγύλωσιν καὶ φαλακρὴν ἔχουσι, κυκλοτερέες δὲ αἱ κοιλίαι ἐοῦσαι, αἱ δεχόμεναι τὰς κεφαλὰς, ἁρμόζουσι δὲ τῇσι κεφαλῇσιν· διὰ τοῦτο οὐκ ἔστιν αὐτῇσι τὸ ἥμισυ ἐκστῆναι τοῦ ἄρθρου· ὀλισθάνοι γὰρ ἂν διὰ τὴν περιφερείην, ἢ ἐς τὸ ἔξω, ἢ ἐς τὸ ἔσω. Περὶ οὗ οὖν ὁ λόγος, ἐκπίπτουσι τελέως ἤδη, ἐπεὶ ἄλλως γε οὐκ ἐκπίπτουσιν· ὅμως δὲ καὶ ταῦτα ὁτὲ μὲν πλεῖον ἀποπηδᾷ ἀπὸ τῆς φύσιος, ὁτὲ δὲ ἔλασσον· μᾶλλον δέ τι μηρὸς τοῦτο βραχίονος πέπονθεν.

[62] Ἐπεὶ ἔνια καὶ τῶν ἐκ γενεῆς γενομένων ὀλισθημάτων, ἢν μικρὸν ὀλίσθῃ, οἷά τε ἐς τὴν φύσιν ἄγεσθαι, καὶ μάλιστα τὰ παρὰ τοῦ ποδὸς ἄρθρα. Ὁκόσοι ἐκ γενεῆς κυλλοὶ γίνονται, τὰ πλεῖστα τούτων ἰήσιμά ἐστιν, ἢν μὴ πάνυ μεγάλη ἡ ἔκκλισις ἔῃ, ἢ καὶ προαυξέων γεγονότων ἤδη τῶν παιδίων ξυμβῇ. Ἄριστον μὲν οὖν ὡς τάχιστα ἰητρεύειν τὰ τοιαῦτα, πρὶν πάνυ μεγάλην τὴν ἔνδειαν τῶν ὀστέων τῶν ἐν τῷ ποδὶ γενέσθαι, πρίν τε πάνυ μεγάλην τὴν ἔνδειαν τῶν σαρκῶν τῶν κατὰ τὴν κνήμην εἶναι. Τρόπος μὲν οὖν κυλλώσιος οὐχ εἷς, ἀλλὰ πλείονες, τὰ πλεῖστα μὴν οὐκ ἐξηρθρηκότα παντάπασιν, ἀλλὰ δι᾿ ἔθος σχήματος ἔν τινι ἀπολήψει τοῦ ποδὸς κεκυλλωμένα. Προσέχειν δὲ καὶ ἐν τῇ ἰητρείῃ τοισίδε χρή· ἀπωθέειν μὲν καὶ κατορθοῦν τῆς κνήμης τὸ κατὰ τὸ σφυρὸν ὀστέον, τὸ ἔξωθεν, ἐς τὸ ἔσω μέρος, ἀντωθέειν δὲ ἐς τὸ ἔξω μέρος τὸ τῆς πτέρνης τὸ κατὰ τὴν ἴξιν, ὅκως ἀλλήλοις ἀπαντήσῃ τὰ ὀστέα τὰ ἐξίσχοντα κατὰ μέσον τε καὶ πλάγιον τὸν πόδα· τοὺς δ᾿ αὖ δακτύλους ἀθρόους ξὺν τῷ μεγάλῳ δακτύλῳ ἐς τὸ εἴσω μέρος ἐγκλίνειν καὶ περιαναγκάζειν οὕτως· ἐπιδεῖν δὲ κηρωτῇ ἐῤῥητινωμένῃ εὖ, καὶ σπλήνεσι, καὶ ὀθονίοισι μαλθακοῖσι, μὴ ὀλίγοισι, μηδὲ ἄγαν πιέζοντα· οὕτω δὲ τὰς περιαγωγὰς ποιέεσθαι τῆς ἐπιδέσιος, ὥσπερ καὶ τῇσι χερσὶν ἡ κατόρθωσις ἦν τοῦ ποδὸς, ὅκως ὁ ποὺς ὀλίγῳ μᾶλλον ἐς τὸ βλαισὸν ῥέπων φαίνηται. Ἴχνος δέ τι χρὴ ποιέεσθαι, ἢ δέρματος μὴ ἄγαν σκληροῦ, ἢ μολύβδινον, προσεπιδεῖν δὲ, μὴ πρὸς τὸν χρῶτα τιθέντα, ἀλλ᾿ ὅταν ἤδη τοῖσιν ὑστάτοισιν ὀθονίοισι μέλλῃς ἐπιδέειν· ὅταν δὲ ἤδη ἐπιδεδεμένος ἔῃ, ἑνός τινος τῶν ὀθονίων χρὴ, οἷσιν ἐπιδέεται, τὴν ἀρχὴν προσράψαι πρὸς τὰ κάτω τοῦ ποδὸς ἐπιδέσματα κατὰ τὴν ἴξιν τοῦ μικροῦ δακτύλου· ἔπειτα ἐς τὸ ἄνω τείνοντα, ὅκως ἂν δοκέῃ μετρίως ἔχειν, περιβάλλειν ἄνωθεν τῆς γαστροκνημίης, ὡς μόνιμον ἔῃ, κατατεταγμένον οὕτως. Ἁπλῷ δὲ λόγῳ, ὥσπερ κηροπλαστέοντα, χρὴ ἐς τὴν φύσιν τὴν δικαίην ἄγειν καὶ τὰ ἐκκεκλιμένα καὶ τὰ συντεταμένα παρὰ τὴν φύσιν, καὶ τῇσι χερσὶν οὕτω διορθοῦντα, καὶ τῇ ἐπιδέσει ὡσαύτως, προσάγειν δὲ οὐ βιαίως, ἀλλὰ παρηγορικῶς· προσράπτειν δὲ τὰ ὀθόνια, ὅκως ἂν ξυμφέρῃ τὰς ἀναλήψιας ποιέεσθαι, ἄλλα γὰρ ἄλλης τῶν χωλωμάτων δέεται ἀναλήψιος. Ὑποδημάτιον δὲ ποιέεσθαι μολύβδινον, ἔξωθεν τῆς ἐπιδέσιος ἐπιδεδεμένον, οἷον αἱ χῖαι κρηπῖδες ῥυθμὸν εἶχον· ἀλλ᾿ οὐδὲν αὐτοῦ δεῖ, ἤν τις ὀρθῶς μὲν τῇσι χερσὶ διορθώσῃ, ὀρθῶς δὲ τοῖσιν ὀθονίοισιν ἐπιδέῃ, ὀρθῶς δὲ καὶ τὰς ἀναλήψιας ποιοῖτο. Ἡ μὲν οὖν ἴησις αὕτη, καὶ οὔτε τομῆς, οὔτε καύσιος οὐδὲν δεῖ, οὔτ᾿ ἄλλης ποικιλίης· θᾶσσον γὰρ ἐνακούει τὰ τοιαῦτα τῆς ἰητρείης, ἢ ὡς ἄν τις οἴοιτο. Προσνικᾷν μέντοι χρὴ τῷ χρόνῳ, ἕως ἂν αὐξηθῇ τὸ σῶμα ἐν τοῖσι δικαίοισι σχήμασιν. Ὅταν δὲ ἐς ὑποδήματος λόγον ἴῃ, ἀρβύλαι ἐπιτηδειόταται αἱ πηλοπάτιδες καλεόμεναι· τοῦτο γὰρ ὑποδημάτων ἥκιστα κρατέεται ὑπὸ τοῦ ποδὸς, ἀλλὰ κρατέει μᾶλλον· ἐπιτήδειος δὲ καὶ ὁ κρητικὸς τρόπος τῶν ὑποδημάτων.

[63] Ὅσοισι δ᾿ ἂν κνήμης ὀστέα ἐξαρθρήσαντα καὶ ἕλκος ποιήσαντα τελείως ἐξίσχῃ κατὰ τὰ παρὰ τὸν πόδα ἄρθρα, εἴτε ἔσω ῥέψαντα, εἴτε μέντοι καὶ ἔξω, τὰ τοιαῦτα μὴ ἐμβάλλειν, ἀλλ᾿ ἐᾷν τὸν βουλόμενον τῶν ἰητρῶν ἐμβάλλειν. Σαφέως γὰρ εἰδέναι χρὴ, ὅτι ἀποθανεῖται, ᾧ ἂν ἐμβληθέντα ἐμμείνῃ, καὶ ἡ ζωὴ δὲ ὀλιγήμερος τουτέοισι γενήσεται· ὀλίγοι γὰρ ἂν αὐτέων τὰς ἑπτὰ ἡμέρας ὑπερβάλλοιεν· σπασμὸς γὰρ ὁ κτείνων ἐστίν· ἀτὰρ καὶ γαγγραινοῦσθαι ἱκνέεται τὴν κνήμην καὶ τὸν πόδα. Ταῦτα βεβαίως εἰδέναι χρὴ οὕτως ἐσόμενα· καὶ οὐκ ἄν μοι δοκέει οὐδὲ ἐλλέβορος ὠφελήσειν, αὐθημερόν τε δοθεὶς, καὶ αὖθις πινόμενος, ἄγχιστα δὲ, εἴπερ τι τοιοῦτον· οὐ μέντοι γε οὐδὲ τοῦτο δοκέω. Ἢν δὲ μὴ ἐμβληθῇ, μηδ᾿ ἀπ᾿ ἀρχῆς μηδεὶς πειρηθῇ ἐμβάλλειν, περιγίνονται οἱ πλεῖστοι αὐτέων. Χρὴ δὲ ἡρμόσθαι μὲν τὴν κνήμην καὶ τὸν πόδα οὕτως, ὡς αὐτὸς ἐθέλει, μοῦνον δὲ, μὴ ἀπῃωρημένα, μηδὲ κινεύμενα ἔστω· ἰητρεύειν δὲ πισσηρῇ καὶ σπλήνεσιν οἰνηροῖσιν, ὀλίγοισι, μὴ ἄγαν ψυχροῖσι, ψῦχος γὰρ ἐν τοῖσι τοιούτοισι σπασμὸν ἐπικαλέεται· ἐπιτήδεια δὲ καὶ φύλλα σεύτλων, ἢ βηχίου, ἢ ἄλλου τινὸς τῶν τοιουτέων, ἐν οἴνῳ μέλανι αὐστηρῷ ἡμίεφθα ἐπιτιθέντα ἰητρεύειν ἐπί τε τὸ ἕλκος, ἐπί τε τὰ περιέχοντα, κηρωτῇ δὲ χλιερῇ ἐπιχρίειν αὐτὸ τὸ ἕλκος· ἢν δὲ ἡ ὥρη χειμερινὴ ἔῃ, καὶ ἔρια ῥυπαρὰ οἴνῳ καὶ ἐλαίῳ καταῤῥαίνοντα χλιεροῖσιν ἄνωθεν ἐπιτέγγειν· καταδεῖν δὲ μηδὲν μηδενὶ, μηδὲ περιπλάσσειν· εὖ γὰρ εἰδέναι χρὴ, ὅτι πίεξις καὶ ἀχθοφορίη πᾶν κακὸν τοῖσι τοιούτοισίν ἐστιν. Ἐπιτήδεια δὲ πρὸς τὰ τοιαῦτα καὶ τῶν ἐναίμων μετεξέτερα, ὅσοισιν αὐτῶν ξυμφέρει· ἔρια δὲ ἐπιτιθέντα, οἴνῳ ἐπιτέγγοντα, πουλὺν χρόνον ἐᾷν· τὰ δὲ ὀλιγημερώτατα τῶν ἐναίμων, καὶ ὅσα ῥητίνῃ προσκαταλαμβάνεται, οὐχ ὁμοίως ἐπιτήδεια ἐκείνοισίν ἐστιν· χρονίη γὰρ ἡ κάθαρσις τῶν ἑλκέων γίνεται τούτων· πουλὺν γὰρ χρόνον πλαδαρὴ γίνεται· τινὰς δὲ τούτων ἀγαθὸν ἐπιδέειν. Εἰδέναι μὲν δή που σάφα χρὴ, ὅτι ἀνάγκη τὸν ἄνθρωπον χωλὸν αἰσχρῶς γενέσθαι· καὶ γὰρ ὁ ποὺς ἐς τὸ ἄνω ἀνέσπασται τῶν τοιούτων, καὶ τὰ ὀστέα τὰ διολισθήσαντα ἔξω ἐξέχοντα φαίνεται· οὔτε γὰρ ψιλοῦται τῶν τοιούτων ὀστέων οὐδὲν ὡς ἐπὶ τὸ πουλὺ, εἰ μὴ κατὰ βραχύ τι, οὔτε ἀφίσταται, ἀλλὰ περιωτειλοῦται λεπτῇσιν ὠτειλῇσι καὶ ἀσθενέσι, καὶ ταῦτα, ἢν ἀτρεμίζωσι πουλὺν χρόνον· ἢν δὲ μὴ, ἑλκύδριον ἐγκαταλειφθῆναι κίνδυνος ἀναλθές. Ὅμως δὲ, περὶ οὗ ὁ λόγος, οὕτω μὲν ἰητρευόμενοι σώζονται, ἐμβληθέντος δὲ τοῦ ἄρθρου καὶ ἐμμείναντος, ἀποθνήσκουσιν.

[64] Ωὑτὸς δὲ λόγος οὗτος, ἢν καὶ τὰ τοῦ πήχεος ὀστέα τὰ παρὰ τὸν καρπὸν τῆς χειρὸς ἕλκος ποιήσαντα ἐξίσχῃ, ἤν τε ἐς τὸ ἔσω μέρος τῆς χειρὸς, ἤν τε ἐς τὸ ἔξω. Σάφα γὰρ ἐπίστασθαι χρὴ, ὅτι ἀποθανεῖται ἐν ὀλίγῃσιν ἡμέρῃσι τοιούτῳ θανάτῳ, οἵῳπερ καὶ πρόσθεν εἴρηται, ὅτῳ ἂν ἐμβληθέντα τὰ ὀστέα ἐμμείνῃ. Οἷσι δ᾿ ἂν μὴ ἐμβληθῇ, μηδὲ πειρηθῇ ἐμβάλλεσθαι, οὗτοι πολὺ πλείονες περιγίνονται· ἰητρείη δὲ τοιαύτη τοῖσι τοιουτέοισιν ἐπιτηδείη, οἵηπερ εἴρηται· τὸ δὲ σχῆμα αἰσχρὸν τοῦ χωλώματος ἀνάγκη εἶναι, καὶ τοὺς δακτύλους τῆς χειρὸς ἀσθενέας καὶ ἀχρηΐους· ἢν μὲν γὰρ ἐς τὸ ἔσω μέρος ὀλίσθῃ τὰ ὀστέα, ξυγκάμπτειν οὐ δύνανται τοὺς δακτύλους· ἢν δὲ ἐς τὸ ἔξω μέρος, ἐκτανύειν οὐ δύνανται.

[65] Ὅσοισι δ᾿ ἂν κνήμης ὀστέον, ἕλκος ποιησάμενον παρὰ τὸ γόνυ, ἔξω ἐξίσχῃ, ἤν τε ἐς τὸ ἔξω μέρος, ἤν τε ἐς τὸ ἔσω, τούτοισιν ἢν μέν τις ἐμβάλῃ, ἔτι ἑτοιμότερος ὁ θάνατός ἐστιν, ἤπερ τοῖσιν ἑτέροισι, καίπερ κἀκείνοισιν ἕτοιμος ἐών. Ἢν δὲ μὴ ἐμβαλὼν ἰητρεύῃς, ἐλπίδες μὲν σωτηρίης οὕτω μόνως εἰσίν. Κινδυνωδέστερα δὲ ταῦτα τῶν ἑτέρων γίνεται, ὅσῳ ἂν ἀνωτέρω, καὶ ὅσῳ ἂν ἰσχυρότερα ἔῃ, καὶ ἀπὸ ἰσχυροτέρων ὠλισθήκῃ. Ἢν δὲ τὸ ὀστέον τὸ τοῦ μηροῦ τὸ πρὸς τοῦ γόνατος ἕλκος ποιησάμενον ἐξολίσθῃ, ἐμβληθὲν μὲν καὶ ἐμμεῖναν, ἔτι βιαιότερον καὶ θᾶσσον τὸν θάνατον ποιήσει τῶν πρόσθεν εἰρημένων· μὴ ἐμβληθὲν δὲ, πουλὺ κινδυνωδέστερον, ἢ τὰ πρόσθεν· ὅμως δὲ μούνη ἐλπὶς αὕτη σωτηρίης.

[66] Ωὑτὸς δὲ λόγος καὶ περὶ τῶν κατὰ τὸν ἀγκῶνα ἄρθρων, καὶ περὶ τῶν τοῦ πήχεος καὶ βραχίονος· ἃ γὰρ ἂν τούτων ἐξαρθρήσαντα ἐξίσχῃ ἕλκος ποιησάμενα, πάντα, ἢν ἐμβληθῇ, θάνατον φέρει, μὴ ἐμβληθέντα δὲ, ἐλπίδα σωτηρίης· χώλωσις δὲ ἑτοίμη τοῖσι περιγενομένοισιν. Θανατωδέστερα δὲ τοῖσιν ἐμβαλλομένοισίν ἐστι τὰ ἀνωτέρω τῶν ἄρθρων, ἀτὰρ καὶ τοῖσι μὴ ἐμβαλλομένοισι κινδυνωδέστερα αὐτὰ ταῦτα. Εἰ δέ τινι τὰ ἀνώτατα ἄρθρα ἐξαρθρήσαντα, ἕλκος ποιήσαντα, ἐξίσχοι, ταῦτα ἂν ἔτι καὶ ἐμβαλλόμενα ταχυθανατώτατα εἴη, καὶ μὴ ἐμβαλλόμενα κινδυνωδέστατα· ἰητρείη δὲ ἤδη εἴρηται, οἵη τις ἐμοὶ δοκέει ἐπιτηδειοτάτη εἶναι τῶν τοιουτέων.

[67] Ὅσοισι δὲ ἄρθρα δακτύλων, ἢ ποδὸς ἢ χειρὸς, ἐξαρθρήσαντα, ἕλκος ποιήσαντα, ἐξέσχε, μὴ κατεηγότος τοῦ ὀστέου, ἀλλὰ κατ᾿ αὐτὴν τὴν ξύμφυσιν ἀποσπασθέντος, τούτοισιν ἢν ἐμβληθέντα ἐμμείνῃ, ἔνι μέν τις κίνδυνος σπασμοῦ, ἢν μὴ χρηστῶς ἰητρεύωνται· ὅμως δέ τι ἄξιον ἐμβάλλειν, προειπόντα ὅτι φυλακῆς πολλῆς καὶ μελέτης δέεται. Ἐμβάλλειν μέντοι ῥήϊστον καὶ δυνατώτατον καὶ τεχνικώτατόν ἐστι τῷ μοχλίσκῳ, ὥσπερ καὶ πρόσθεν εἴρηται ἐν τοῖσι καταγνυμένοισι καὶ ἐξίσχουσιν ὀστέοισιν· ἔπειτα ἀτρεμέειν ὡς μάλιστα χρὴ, καὶ κατακεῖσθαι, καὶ ὀλιγοσιτέειν· ἄμεινον δὲ καὶ φαρμακεῦσαι ἄνω κούφῳ τινὶ φαρμάκῳ· τὸ δὲ ἕλκος, ἰητρεύειν μὲν ἢ ἐναίμοισι τοῖσιν ἐπιτέγκτοισιν, ἢ πολυοφθάλμοισιν, ἢ οἷσι κεφαλῆς ὀστέα κατεηγότα ἰητρεύεται, κατάψυχρον δὲ κάρτα μηδὲν προσφέρειν. Ἥκιστα μὲν οὖν τὰ πρῶτα ἄρθρα κινδυνώδεά ἐστι, τὰ δὲ ἔτι ἀνωτέρω κινδυνωδέστερα. Ἐμβάλλειν δὲ χρὴ αὐθημερὸν, ἢ τῇ ὑστεραίῃ, τριταίῳ δὲ ἢ τεταρταίῳ ἥκιστα· τεταρταῖα γὰρ ἐόντα, ἐπισημαίνει τῇσι παλιγκοτίῃσι μάλιστα. Οἷσιν ἂν οὖν μὴ αὐτίκα ἐγγένηται ἐμβάλλειν, ὑπερβαίνειν χρὴ ταύτας τὰς εἰρημένας ἡμέρας· ὅ τι γὰρ ἂν ἔσω δέκα ἡμερέων ἐμβάλλῃς, σπᾷν καταληπτέον. Ἢν δὲ ἄρα ἐμβεβλημένῳ σπασμὸς ἐπιγένηται, ἐκβάλλειν τὸ ἄρθρον δεῖ ταχὺ, καὶ θερμῷ τέγγειν ὡς πλειστάκις, καὶ τὸ ὅλον σῶμα θερμῶς καὶ λιπαρῶς καὶ μαλθακῶς ἔχειν, καὶ μάλιστα κατὰ τὰ ἄρθρα· κεκάμφθαι δὲ μᾶλλον ἢ ἐκτετάσθαι πᾶν τὸ σῶμα χρή. Προσδέχεσθαι μέντοι χρὴ κατὰ τοὺς δακτύλους τὰ ἄρθρα τὰ ἐμβαλλόμενα ἀποστατικὰ ἔσεσθαι· τὰ γὰρ πλεῖστα οὕτω γίνεται, ἢν καὶ ὁτιοῦν φλεγμονῆς ὑπογένηται, ὡς, εἰ μὴ δι᾿ ἀμαθίην τῶν δημοτέων ἐν αἰτίῃ ἔμελλεν ὁ ἰητρὸς ἔσεσθαι, οὐδὲν ἂν πάντως οὐδ᾿ ἐμβάλλειν ἔδει. Τὰ μὲν οὖν κατὰ τὰ ἄρθρα ὀστέα ἐξίσχοντα ἐμβαλλόμενα οὕτω κινδυνώδεά ἐστιν, ὡς εἴρηται.

[68] Ὅσα δὲ κατὰ τὰ ἄρθρα τὰ κατὰ τοὺς δακτύλους ἀποκόπτεται τελείως, ταῦτα ἀσινέα τὰ πλεῖστά ἐστιν, εἰ μή τις ἐν αὐτῇ τῇ τρώσει λειποθυμήσας βλαβείη· καὶ ἰητρείη φαύλη ἀρκέσει τῶν τοιούτων ἑλκέων. Ἀτὰρ καὶ ὅσα μὴ κατὰ τὰ ἄρθρα, ἀλλὰ κατ᾿ ἄλλην τινὰ ἴξιν τῶν ὀστέων ἀποκόπτεται, καὶ ταῦτα ἀσινέα ἐστὶ, καὶ ἔτι εὐαλθέστερα τῶν ἑτέρων· καὶ ὅσα κατὰ τοὺς δακτύλους ὀστέα κατεηγότα ἐξίσχει μὴ κατὰ τὸ ἄρθρον, καὶ ταῦτα ἀσινέα ἐστὶν ἐμβαλλόμενα. Ἀποκόψιες δὲ τέλειαι ὀστέων καὶ κατὰ τὰ ἄρθρα καὶ ἐν ποδὶ, καὶ ἐν χειρὶ, καὶ ἐν κνήμῃ, τοῖσι παρὰ τὰ σφυρὰ, καὶ ἐν πήχεϊ, τοῖσι παρὰ τοὺς καρποὺς, τοῖσι πλείστοισιν ἀποκοπτομένοισιν ἀσινέα γίνεται, ὅσα ἂν μὴ αὐτίκα λειποθυμίη ἀνατρέψῃ, ἢ τεταρταίοισιν ἐοῦσι πυρετὸς ξυνεχὴς ἐπιγένηται.

[69] Ἀποσφακελίσιες μέντοι σαρκῶν, καὶ ἐν τρώμασιν αἱμοῤῥόοισι γενομένοισιν ἀποσφιγχθεῖσιν ἰσχυρῶς, καὶ ἐν ὀστέων κατήγμασι πιεχθεῖσι μᾶλλον τοῦ καιροῦ, καὶ ἐν ἄλλοισι δεσμοῖσι βιαίοισιν ἀποληφθέντα ἀποπίπτει πολλοῖσι, καὶ οἱ πολλοὶ περιγίνονται τῶν τοιούτων, καὶ οἷσι μηροῦ μέρος τι ἀποπίπτει, καὶ τῶν σαρκῶν καὶ τοῦ ὀστέου, καὶ οἷσι βραχίονος, ἧσσον δέ· πήχεός τε καὶ κνήμης ἀποπεσούσης, καὶ ἔτι εὐφόρως περιγίνονται. Οἷσι μὲν οὖν, κατεαγέντων τῶν ὀστέων, ἀποσφίγξιες αὐτίκα ἐγένοντο καὶ μελασμοὶ, τούτοισι μὲν ταχεῖαι αἱ περιῤῥήξιες γίνονται τοῦ σώματος, καὶ τὰ ἀποπίπτοντα ταχέως ἀποπίπτει, ἤδη τῶν ὀστέων προενδεδωκότων· οἷσι δὲ, ὑγιέων ἐόντων τῶν ὀστέων, οἱ μελασμοὶ γίνονται, αἱ μὲν σάρκες ταχέως θνήσκουσι καὶ τούτοισι, τὰ δὲ ὀστέα βραδέως ἀφίσταται, ᾗ ἂν τὰ ὅρια τοῦ μελασμοῦ γένηται καὶ ἡ ψίλωσις τοῦ ὀστέου. Χρὴ δὲ, ὅσα ἂν κατωτέρω τοῦ σώματος τῶν ὁρίων τοῦ μελασμοῦ ἔῃ, ταῦτα, ὅταν ἤδη πάμπαν τεθνήκῃ καὶ ἀναλγέα ἔῃ, ἀφαιρέειν κατὰ τὸ ἄρθρον, προμηθεόμενον ὅκως μὴ τιτρώσκῃ· ἢν γὰρ ὀδυνηθῇ ἀποταμνόμενος, καὶ μήπω κυρήσῃ τὸ σῶμα τεθνεὸς ταύτῃ, ἧ ἀποτέμνεται, κάρτα κίνδυνος ὑπὸ τῆς ὀδύνης λειποθυμῆσαι· αἱ δὲ τοιαῦται λειποθυμίαι πολλοὺς παραχρῆμα ἤδη ἀπώλεσαν. Μηροῦ μὲν οὖν ὀστέον, ψιλωθὲν ἐκ τοιούτου τρόπου, ὀγδοηκοσταῖον εἶδον ἐγὼ ἀποστάν· ἡ μέντοι κνήμη τούτῳ τῷ ἀνθρώπῳ κατὰ τὸ γόνυ ἀφῃρέθη εἰκοσταίη, ἐδόκεε δέ μοι καὶ ἐγγυτέρω· οὐ γὰρ ἅμα, ἀλλ᾿ ἐπὶ τὸ προμηθέστερον ἔδοξέ μοί τι ποιέειν. Κνήμης δὲ ὀστέα ἐκ τοιούτου μελασμοῦ, μάλα κατὰ μέσην τὴν κνήμην ἐόντα, ἑξηκοσταῖά μοι ἀπέπεσεν, ὅσα ἐψιλώθη αὐτέων. Διενέγκοι μὲν γὰρ ἄν τι καὶ ἰητρείη ἰητρείης ἐς τὸ θᾶσσόν τε καὶ βραδύτερον τὰ ὀστέα ψιλούμενα ἀποπίπτειν· διενέγκοι δ᾿ ἄν τι καὶ πίεξις πιέξιος, καὶ ἐπὶ τὸ ἰσχυρότερόν τε καὶ ἀσθενέστερον, καὶ ἐς τὸ θᾶσσόν τε καὶ βραδύτερον ἀπομελανθέντα ἀποθανεῖν τὰ νεῦρα καὶ τὰς σάρκας καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας· ἐπεὶ ὅσα μὴ ἰσχυρῶς ἀποληφθέντων θνήσκει, ἔνια τῶν τοιουτέων οὐκ ἀφικνέεται ἐς ὀστέων ψιλώματα, ἀλλ᾿ ἐπιπολαιότερα ἐκπίπτει· ἔνια δὲ οὐδὲ ἐς νεύρων ψιλώματα ἀφικνεῖται, ἀλλὰ ἐπιπολαιότερα ἐκπίπτει. Διὰ οὖν ταύτας τὰς εἰρημένας προφάσιας οὐκ ἐστὶν ἓν οὔνομα ἀριθμοῦ τῷ χρόνῳ θέσθαι, ἐν ὁκόσῳ ἕκαστα τούτων κρίνεται. Προσδέχεσθαι δὲ μάλα χρὴ τὰ τοιαῦτα ἰήματα· ἐσιδέειν γὰρ φοβερώτερά ἐστιν, ἢ ἰητρεύειν· καὶ ἰητρείη πραείη ἀρκέει πᾶσι τοιούτοισιν· αὐτὰ γὰρ ἑωυτὰ κρίνει μοῦνον· τῆς δὲ διαίτης ἐπιμελέεσθαι χρὴ, ὡς κατὰ δύναμιν ἀπύρετος ἔῃ, καὶ ἐν σχήμασι δικαίοισιν εὐθετίζειν τὸ σῶμα· δίκαια δὲ ταῦτα, μηδὲ μετέωρον ποιέειν, μηδὲ ἐς τὸ κάτω ῥέπον, ἀλλὰ μᾶλλον ἐς τὸ ἄνω, ποτὶ καὶ ἔστ᾿ ἂν τελείως περιῤῥαγῇ· αἱμοῤῥαγιέων γὰρ ἐν τούτῳ τῷ χρόνῳ κίνδυνος· διὰ τοῦτο οὖν οὐ χρὴ κατάῤῥοπα τὰ τρώματα ποιέειν, ἀλλὰ τἀναντία. Ἐπεὶ ὅταν γε χρόνος ἐγγένηται πλείων, καὶ καθαρὰ τὰ ἕλκεα γένηται, οὐκ ἔτι τὰ αὐτὰ σχήματα ἐπιτήδειά ἐστιν, ἀλλ᾿ ἡ εὐθεῖα θέσις, καὶ ἐνίοτε ἐπὶ τὸ κατάῤῥοπον ῥέποντα· ἀνὰ χρόνον γὰρ ἐνίοισι τουτέων ἀποστάσιες πύου γίνονται, καὶ ὑποδεσμίδων δέονται. Προσδέχεσθαι δὲ χρὴ τοὺς τοιούτους ἀνὰ χρόνον ὑπὸ δυσεντερίης πιέζεσθαι· καὶ γὰρ ἐπὶ τοῖσι μελαινομένοισι τοῖσι πλείστοισιν ἐπιγίνεται δυσεντερίη, καὶ ἐπὶ τῇσιν αἱμοῤῥαγίῃσιν ἐξ ἑλκέων· ἐπιγίνεται δὲ ὡς ἐπὶ τὸ πολὺ, κεκριμένων ἤδη τῶν μελασμῶν καὶ τῆς αἱμοῤῥαγίης, καὶ ὁρμᾶται μὲν λαύρως καὶ ἰσχυρῶς· ἀτὰρ οὔτε πολυήμερος γίνεται, οὔτε θανατώδης· οὔτε γὰρ μάλα ἀπόσιτοι γίνονται οἱ τοιοῦτοι, οὔτε ἄλλως ξυμφέρει κενεαγγέειν.

[70] Μηροῦ δὲ ὀλίσθημα κατ᾿ ἰσχίον ὧδε χρὴ ἐμβάλλειν, ἢν ἐς τὸ ἔσω μέρος ὠλισθήκῃ· ἀγαθὴ μὲν ἥδε καὶ δικαίη καὶ κατὰ φύσιν ἡ ἐμβολὴ, καὶ δή τι καὶ ἀγωνιστικὸν ἔχουσα, ὅστις γε τοῖσι τοιούτοισιν ἥδεται κομψευόμενος. Κρεμάσαι χρὴ τὸν ἄνθρωπον τῶν ποδῶν πρὸς μεσόδμην δεσμῷ δυνατῷ μὲν, μαλθακῷ δὲ καὶ πλάτος ἔχοντι· τοὺς δὲ πόδας διέχειν χρὴ, ὅσον τέσσαρας δακτύλους ἀπ᾿ ἀλλήλων, ἢ καὶ ἔλασσον· χρὴ δὲ καὶ ἐπάνωθεν τῶν ἐπιγουνίδων προσπεριβεβλῆσθαι πλατεῖ ἱμάντι καὶ μαλθακῷ, ἀνατείνοντι ἐς τὴν μεσόδμην· τὸ δὲ σκέλος τὸ σιναρὸν ἐντετάσθαι χρὴ ὡς δύο δακτύλους μᾶλλον τοῦ ἑτέρου· ἀπὸ δὲ τῆς γῆς τὴν κεφαλὴν ἀπεχέτω ὡς δύο πήχεας, ἢ ὀλίγῳ πλέον, ἢ ἔλασσον· τὰς δὲ χεῖρας παρατεταμένας παρὰ τὰς πλευρὰς προσδεδεμένος ἔστω μαλθακῷ τινι· πάντα δὲ ταῦτα ὑπτίῳ κατακειμένῳ κατασκευασθήτω, ὡς ὅτι ἐλάχιστον χρόνον κρέμηται. Ὅταν δὲ κρεμασθῇ, ἄνδρα χρὴ εὐπαίδευτον καὶ μὴ ἀσθενέα, ἐνείραντα τὸν πῆχυν μεσηγὺ τῶν μηρῶν, εἶτα θέσθαι τὸν πῆχυν μεσηγὺ τοῦ περινέου καὶ τῆς κεφαλῆς τοῦ μηροῦ τῆς ἐξεστηκυίης, ἔπειτα ξυνάψαντα τὴν ἑτέρην χεῖρα πρὸς τὴν διῃρμένην, παραστάντα ὀρθὸν παρὰ τὸ σῶμα τοῦ κρεμαμένου, ἐξαπίνης ἐκκρεμασθέντα, μετέωρον αἰωρηθῆναι ὡς ἰσοῤῥοπώτατον. Αὕτη δὲ ἡ ἐμβολὴ παρέχεται πάντα, ὅσα χρὴ κατὰ φύσιν· αὐτό τε γὰρ τὸ σῶμα, κρεμάμενον, τῷ ἑωυτοῦ βάρεϊ κατάτασιν ποιέεται, ὅ τε ἐκκρεμασθεὶς ἅμα μὲν τῇ κατατάσει ἀναγκάζει ὑπεραιωρέεσθαι τὴν κεφαλὴν τοῦ μηροῦ ὑπὲρ τῆς κοτύλης, ἅμα δὲ τῷ ὀστέῳ τοῦ πήχεος ἀπομοχλεύει καὶ ἀναγκάζει ἐς τὴν ἀρχαίην φύσιν ὀλισθάνειν. Χρὴ δὲ παγκάλως μὲν τοῖσι δεσμοῖσιν ἐσκευάσθαι, φρονέοντα δὲ καὶ ὡς ἐχυρώτατον τὸν ἐξαιωρούμενον εἶναι.

[71] Ὡς μὲν οὖν καὶ πρόσθεν εἴρηται, μέγα τὸ διαφέρον ἐστὶ τῶν φυσίων τοῖσιν ἀνθρώποισιν ἐς τὸ εὐέμβλητα εἶναι, καὶ δυσέμβλητα· καὶ διότι μέγα διαφέρει, εἴρηται πρόσθεν ἐν τοῖσι περὶ ὤμου. Ἐνίοισι γὰρ ὁ μηρὸς ἐμπίπτει ἀπ᾿ οὐδεμιῆς παρασκευῆς, ἀλλ᾿ ὀλίγης μὲν κατατάσιος, ὅσον τῇσι χερσὶ κατιθῦναι, βραχείης δὲ κιγκλίσιος· πολλοῖσι δὲ ξυγκάμψασι τὸ σκέλος κατὰ τὸ ἄρθρον, ἐνέπεσεν, ἤδη ἀμφίσφαλσιν ποιησάμενον. Ἀλλὰ γὰρ τὰ πουλὺ πλείω οὐκ ἐνακούει τῆς τυχούσης παρασκευῆς· διὰ τοῦτο ἐπίστασθαι μὲν χρὴ τὰ κράτιστα περὶ ἑκάστου ἐν πάσῃ τῇ τέχνῃ· χρέεσθαι δὲ, οἷσιν ἂν δόξῃ ἑκάστοτε. Εἴρηνται μὲν οὖν τρόποι κατατασίων καὶ ἐν τοῖσιν ἔμπροσθεν γεγραμμένοισιν, ὥστε χρέεσθαι τούτων, ὅστις ἂν παρατύχῃ. Δεῖ γὰρ ἀντικατατετάσθαι ἰσχυρῶς, ἐπὶ θάτερα μὲν τοῦ σκέλεος, ἐπὶ θάτερα δὲ τοῦ σώματος· ἢν γὰρ εὖ καταταθῇ, ὑπεραιωρηθήσεται ἡ κεφαλὴ τοῦ μηροῦ ὑπὲρ τῆς ἀρχαίης ἕδρης· καὶ ἢν μὲν ὑπεραιωρηθῇ οὕτως, οὐδὲ κωλύσαι ἔτι ῥηΐδιον ἵζεσθαι αὐτὴν ἐς τὴν ἑωυτῆς ἕδρην, ὥστε ἤδη πᾶσα ἀρκέει μόχλευσίς τε καὶ κατόρθωσις· ἀλλὰ γὰρ ἐλλείπουσιν ἐν τῇ κατατάσει· διὰ τοῦτο ὄχλον πλείω παρέχει ἡ ἐμβολή. Χρὴ οὖν οὐ μόνον παρὰ τὸν πόδα τὰ δεσμὰ ἐξηρτῆσθαι, ἀλλὰ καὶ ἄνωθεν τοῦ γούνατος, ὅκως μὴ κατὰ τὸ τοῦ γούνατος ἄρθρον ἐν τῇ τανύσει ἡ ἐπίδεσις ἔῃ μᾶλλον, ἢ κατὰ τὸ τοῦ ἰσχίου ἄρθρον. Οὕτω μὲν οὖν χρὴ τὴν κατάτασιν, τὴν πρὸς τὸ τοῦ ποδὸς μέρος, ἐσκευάσθαι· ἀτὰρ καὶ τὴν ἐπὶ θάτερα κατάτασιν, μὴ μοῦνον ἐκ τῆς περὶ τὸ στῆθος καὶ τὰς μασχάλας περιβολῆς ἀντιτείνεσθαι, ἀλλὰ καὶ ἱμάντι μακρῷ, διπτύχῳ, ἰσχυρῷ, προσηνεῖ, παρὰ τὸν περίνεον βεβλημένῳ, παρατεταμένῳ ἐπὶ μὲν τὰ ὄπισθεν παρὰ τὴν ῥάχιν, ἐπὶ δὲ τὰ ἔμπροσθεν παρὰ τὴν κληῗδα, προσηρτημένῳ πρὸς τὴν ἀρχὴν τὴν ἀκτικατατείνουσαν, οὕτω διαναγκάζεσθαι, τοῖσι μὲν ἔνθα διατεινομένοισι, τοῖσι δὲ ἔνθα, ὅκως δὲ ὁ ἱμὰς ὁ παρὰ τὸν περίνεον μὴ περὶ τὴν κεφαλὴν τοῦ μηροῦ παρατεταμένος ἔσται, ἀλλὰ μεσηγὺ τῆς κεφαλῆς καὶ τοῦ περινέου· ἐν δὲ τῇ κατατάσει, κατὰ μὲν τὴν κεφαλὴν τοῦ μηροῦ ἐρείσας τὴν πυγμὴν, ἐς τὸ ἔξω ὠθεέτω· ἢν δὲ μετεωρίζηται ἑλκόμενος, διέρσας τὴν χεῖρα καὶ ἐπιξυνάψας τῇ ἑτέρῃ χειρὶ, ἅμα μὲν συγκατατεινέτω, ἅμα δὲ ἐς τὸ ἔξω ξυναναγκαζέτω· ἄλλος δέ τις τὸ παρὰ τὸ γόνυ τοῦ μηροῦ ἡσύχως ἐς τὸ ἔσω μέρος κατορθούτω.

[72] Εἴρηται δὲ καὶ πρόσθεν ἤδη, ὅτι ἐπάξιον, ὅστις ἐν πόλει πολυανθρώπῳ ἰητρεύει, ξύλον κεκτῆσθαι τετράγωνον, ὡς ἑξάπηχυ ἢ ὀλίγῳ μέζον, εὖρος δὲ, ὡς δίπηχυ, πάχος δὲ, ἀρκέει σπιθαμιαῖον· ἔπειτα κατὰ μῆκος μὲν, ἔνθεν καὶ ἔνθεν ἐντομὴν ἔχειν χρὴ, ὡς μὴ ὑψηλοτέρη τοῦ καιροῦ ἡ μηχάνησις ἔῃ· ἔπειτα φλιὰς βραχείας, ἰσχυρὰς, καὶ ἰσχυρῶς ἐνηρμοσμένας, ὀνίσκον ἔχειν ἑκατέρωθεν· ἔπειτα ἀρκέει μὲν ἐν τῷ ἡμίσεϊ τοῦ ξύλου (οὐδὲν δὲ κωλύει καὶ διὰ παντὸς) ἐντετμῆσθαι ὡς καπέτους μακρὰς πέντε ἢ ἓξ, διαλείπουσας ἀπ᾿ ἀλλήλων ὡς τέσσαρας δακτύλους, αὐτὰς δὲ ἀρκέει εὖρος τριδακτύλους εἶναι, καὶ βάθος οὕτως. Ἔχειν δὲ κατὰ μέσον τὸ ξύλον καὶ καταγλυφὴν χρὴ βαθυτέρην, ἐπὶ τετράγωνον, ὡς τριῶν δακτύλων, καὶ ἐς μὲν τὴν καταγλυφὴν ταύτην, ὅταν δοκέῃ προσδεῖν, ξύλον ἐμπηγνύναι ἐναρμόζον τῇ καταγλυφῇ, τὸ δὲ ἄνω στρογγύλον, ἐμπηγνύναι δὲ, ἐπήν ποτε δοκέῃ ξυμφέρειν, μεσηγὺ τοῦ περινέου καὶ τῆς κεφαλῆς τοῦ μηροῦ. Τοῦτο τὸ ξύλον ἑστεὸς κωλύει τὴν ἐπίδοσιν ἐπιδιδόναι τὸ σῶμα τοῖσι πρὸς ποδῶν ἕλκουσιν· ἐνίοτε γὰρ ἀρκέει αὐτὸ τὸ ξύλον τοῦτο ἀντὶ τῆς ἄνωθεν ἀντικατατάσιος· ἐνίοτε δὲ καὶ, κατατεινομένου τοῦ σκέλεος ἔνθεν καὶ ἔνθεν, αὐτὸ τὸ ξύλον τοῦτο, χαλαρὸν ἐγκείμενον ἢ τῇ ἢ τῇ, ἐκμοχλεύειν ἐπιτήδειον ἂν εἴη τὴν κεφαλὴν τοῦ μηροῦ ἐς τὸ ἔξω μέρος. Διὰ τοῦτο γὰρ καὶ αἱ κάπετοι ἐντετμέαται, ὡς, καθ᾿ ὁκοίην ἂν αὐτέων ἁρμόσῃ, ἐμβαλλόμενος ξύλινος μοχλὸς μοχλεύοι, ἢ παρὰ τὰς κεφαλὰς τῶν ἄρθρων, ἢ κατὰ τὰς κεφαλὰς τελέως ἐρειδόμενος ἅμα τῇ κατατάσει, ἤν τε ἐς τὸ ἔξω μέρος ξυμφέρῃ ἐκμοχλεύεσθαι, ἤν τε ἐς τὸ ἔσω, καὶ ἤν τε στρογγύλον τὸν μοχλὸν ξυμφέρῃ εἶναι, ἤν τε πλάτος ἔχοντα· ἄλλος γὰρ ἄλλῳ τῶν ἄρθρων ἁρμόζει. Εὔχρηστος δέ ἐστιν ἐπὶ πάντων τῶν ἄρθρων ἐμβολῆς, τῶν κατὰ τὰ σκέλεα, αὕτη ἡ μόχλευσις ξὺν τῇ κατατάσει. Περὶ οὗ οὖν ὁ λόγος ἐστὶ, στρογγύλος ἁρμόζει ὁ μοχλὸς εἶναι· τῷ μέντοι ἔξω ἐκπεπτωκότι ἄρθρῳ πλατὺς ἁρμόσει εἶναι. Ἀπὸ τουτέων τῶν μηχανέων καὶ ἀναγκέων οὐδὲν ἄρθρον μοι δοκέει οἷόν τε εἶναι ἀπορηθῆναι ἐμπεσεῖν.

[73] Εὕροι δ᾿ ἄν τις καὶ ἄλλους τρόπους τούτου τοῦ ἄρθρου ἐμβολῆς· εἰ γὰρ τὸ ξύλον τὸ μέγα τοῦτο ἔχοι κατὰ μέσον καὶ ἐκ πλαγίων φλιὰς δύο, ὡς ποδιαίας, ὕψος δὲ ὅκως ἂν δοκέοι ξυμφέρειν, τὴν μὲν ἔνθεν, τὴν δὲ ἔνθεν, ἔπειτα ξύλον πλάγιον ἐνείη ἐν τῇσι φλιῇσιν ὡς κλιμακτὴρ, ἔπειτα διέρσαι τὸ ὑγιὲς σκέλος μεσηγὺ τῶν φλιέων, τὸ δὲ σιναρὸν ἄνωθεν τοῦ κλιμακτῆρος ἔχειν ἁρμόζον ἀπαρτὶ πρὸς τὸ ὕψος καὶ πρὸς τὸ ἄρθρον, ᾗ ἐκπέπτωκεν· ῥηΐδιον δὲ ἁρμόζειν· τὸν γὰρ κλιμακτῆρα ὑψηλότερόν τινι χρὴ ποιέειν τοῦ μετρίου, καὶ ἱμάτιον πολύπτυχον, ὡς ἂν ἁρμόσῃ, ὑποτείνειν ὑπὸ τὸ σῶμα. Ἔπειτα χρὴ ξύλον, ἔχον πλάτος μέτριον καὶ μῆκος, ἄχρι τοῦ σφυροῦ ὑποτεταμένον ὑπὸ τὸ σκέλος εἶναι, ἱκνεόμενον ἐπέκεινα τῆς κεφαλῆς τοῦ μηροῦ ὡς οἷόν τε· προσκαταδεδέσθαι δὲ χρὴ πρὸς τὸ σκέλος, ὅκως ἂν μετρίως ἔχῃ. Κἄπειτα κατατεινομένου τοῦ σκέλεος, εἴτε ξύλῳ ὑπεροειδέϊ, εἴτε τουτέων τινὶ τῶν κατατασίων, ὁμοῦ χρὴ καταναγκάζεσθαι τὸ σκέλος περὶ τὸν κλιμακτῆρα ἐς τὸ κάτω μέρος ξὺν τῷ ξύλῳ τῷ προσδεδεμένῳ· τὸν δέ τινα κατέχειν τὸν ἄνθρωπον ἀνωτέρω τοῦ ἄρθρου κατὰ τὸ ἰσχίον. Καὶ γὰρ οὕτως ἅμα μὲν ἡ κατάτασις ὑπεραιωρέοι ἂν τὴν κεφαλὴν τοῦ μηροῦ ὑπὲρ τῆς κοτύλης, ἅμα δὲ ἡ μόχλευσις ἀπωθέοι τὴν κεφαλὴν τοῦ μηροῦ ἐς τὴν ἀρχαίην φύσιν. Αὗται πᾶσαι αἱ εἰρημέναι ἀνάγκαι ἰσχυραὶ, καὶ πᾶσαι κρέσσους τῆς ξυμφορῆς, ἤν τις ὀρθῶς καὶ καλῶς σκευάζῃ. Ὥσπερ δὲ καὶ πρόσθεν ἤδη εἴρηται, πουλύ τι ἀπὸ ἀσθενεστέρων κατατασίων καὶ φαυλοτέρης κατασκευῆς τοῖσι πλείοσιν ἐμπίπτει.

[74] Ἢν δὲ ἐς τὸ ἔξω κεφαλὴ μηροῦ ὀλίσθῃ, τὰς μὲν κατατάσιας ἔνθα καὶ ἔνθα χρὴ ποιέεσθαι, ὥσπερ εἴρηται, ἢ τοιουτοτρόπως· τὴν δὲ μόχλευσιν πλάτος ἔχοντι μοχλῷ μοχλεύειν χρὴ ἅμα τῇ κατατάσει, ἐκ τοῦ ἔξω μέρεος ἐς τὸ ἔσω ἀναγκάζοντα, κατά γε αὐτὸν τὸν γλουτὸν τιθέμενον τὸν μοχλὸν καὶ ὀλίγῳ ἀνωτέρω· ἐπὶ δὲ τὸ ὑγιὲς ἰσχίον κατὰ τὸν γλουτὸν ἀντιστηριζέτω τις τῇσι χερσὶν, ὡς μὴ ὑπείκῃ τὸ σῶμα, ἢ ἑτέρῳ τινὶ τοιούτῳ μοχλῷ, ὑποβάλλων καὶ ἐρείσας, ἐκ τῶν καπέτων τὴν ἁρμόζουσαν ἀντικατεχέτω· τοῦ δὲ μηροῦ τοῦ ἐξηρθρηκότος τὸ παρὰ τὸ γόνυ ἔσωθεν ἔξω παραγέτω ἡσύχως. Ἡ δὲ κρέμασις οὐχ ἁρμόσει τούτῳ τῷ τρόπῳ τῆς ὀλισθήσιος τοῦ ἄρθρου· ὁ γὰρ πῆχυς τοῦ ἐκκρεμαμένου ἀπωθέοι ἂν τὴν κεφαλὴν τοῦ μηροῦ ἀπὸ τῆς κοτύλης. Τὴν μέντοι ξὺν τῷ ξύλῳ τῷ ὑποτεινομένῳ μόχλευσιν μηχανήσαιτ᾿ ἄν τις, ὥστε ἁρμόζειν καὶ τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος, ἔξωθεν προσαρτέων. Ἀλλὰ τί καὶ δεῖ πλείω λέγειν; ἢν γὰρ ὀρθῶς μὲν καὶ εὖ κατατείνηται, ὀρθῶς δὲ μοχλεύηται, τί οὐκ ἂν ἐμπέσοι ἄρθρον, οὕτως ἐκπεπτωκός;

[75] Ἢν δὲ ἐς τοὔπισθεν μέρος ἐκπεπτώκῃ ὁ μηρὸς, τὰς μὲν κατατάσιας καὶ ἀντιτάσιας οὕτω δεῖ ποιέεσθαι, καθάπερ εἴρηται· ἐπιστορέσαντα δὲ ἐπὶ τὸ ξύλον ἱμάτιον πολύπτυχον, ὡς μαλακώτατον ἔῃ, πρηνέα κατακλίναντα τὸν ἄνθρωπον, οὕτω κατανείνειν· ἅμα δὲ τῇ κατατάσει χρὴ τῇ σανίδι καταναγκάζειν τὸν αὐτὸν τρόπον ὡς τὰ ὑβώματα, κατ᾿ ἴξιν τοῦ πυγαίου ποιησάμενον τὴν σανίδα, καὶ μᾶλλον ἐς τὸ κάτω μέρος, ἢ ἐς τὸ ἄνω τῶν ἰσχίων· καὶ ἡ ἐντομὴ, ἡ ἐν τῷ τοίχῳ τῇ σανίδι, μὴ εὐθεῖα ἔστω, ἀλλ᾿ ὀλίγον καταφερὴς πρὸς τὸ τῶν ποδῶν μέρος. Αὕτη ἡ ἐμβολὴ κατὰ φύσιν τε μάλιστα τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματός ἐστι, καὶ ἅμα ἰσχυροτάτη. Ἀρκέσειε δ᾿ ἂν ἴσως ἀντὶ τῆς σανίδος καὶ ἐφεζόμενόν τινα, ἢ τῇσι χερσὶν ἐρεισάμενον, ἢ ἐπιβάντα, ἐξαπίνης ἐπαιωρηθῆναι ἅμα τῇ κατατάσει. Ἄλλη δὲ οὐδεμίη ἐμβολὴ τῶν προειρημένων κατὰ φύσιν ἐστὶ τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματος.

[76] Ἢν δὲ ἐς τὸ ἔμπροσθεν ὀλίσθῃ, τῶν μὲν κατατασίων ὁ αὐτὸς τρόπος ποιητέος, ἄνδρα δὲ χρὴ ὡς ἰσχυρότατον ἀπὸ χειρῶν καὶ ὡς εὐπαιδευτότατον, ἐνερείσαντα τὸ θέναρ τῆς χειρὸς τῆς ἑτέρης παρὰ τὸν βουβῶνα, καὶ τῇ ἑτέρῃ χειρὶ τὴν ἑωυτοῦ χεῖρα προσκαταλαβόντα, ἅμα μὲν ἐς τὸ κάτω ὠθέειν τὸ ὀλίσθημα, ἅμα δὲ ἐς τὸ ἔμπροσθεν τοῦ γούνατος μέρος. Οὗτος γὰρ ὁ τρόπος τῆς ἐμβολῆς μάλιστα κατὰ φύσιν τούτῳ τῷ ὀλισθήματί ἐστιν. Ἀτὰρ καὶ ὁ κρεμασμὸς ἐγγύς τι τοῦ κατὰ φύσιν· δεῖ μέντοι τὸν ἐκκρεμάμενον ἔμπειρον εἶναι, ὡς μὴ ἐκμοχλεύῃ τῷ πήχεϊ τὸ ἄρθρον, ἀλλὰ περὶ μέσον τὸν περίνεον καὶ κατὰ τὸ ἱερὸν ὀστέον τὴν ἐκκρέμασιν ποιέηται.

[77] Εὐδοκιμέει δὲ δὴ καὶ ἀσκῷ τοῦτο τὸ ἄρθρον ἐμβάλλεσθαι· καὶ ἤδη μέν τινας εἶδον, οἵτινες ὑπὸ φαυλότητος καὶ τὰ ἔξω ἐκκεκλιμένα καὶ τὰ ὄπισθεν ἀσκῷ ἐπειρῶντο ἐμβάλλειν, οὐ γινώσκοντες, ὅτι ἐξέβαλλον αὐτὸ μᾶλλον, ἢ ἐνέβαλλον· ὁ μέντοι πρῶτος ἐπινοήσας δῆλον ὅτι πρὸς τὰ ἔσω ὠλισθηκότα, ἀσκῷ ἐμβάλλειν ἐπειρήσατο. Ἐπίστασθαι μὲν οὖν χρὴ, ὡς χρηστέον ἀσκῷ, εἰ δέοι χρέεσθαι, διαγινώσκειν δὲ χρὴ, ὅτι ἕτερα πολλὰ ἀσκοῦ κρέσσω ἐστίν· χρὴ δὲ τὸν μὲν ἀσκὸν κατατιθέναι ἐς τοὺς μηροὺς ἀφύσητον ἐόντα, ὡς ἂν δύναιτο, ἀνωτάτω πρὸς τὸν περίνεον ἀνάγοντα· ἀπὸ δὲ τῶν ἐπιγουνίδων ἀρξάμενον, ταινίῃ πρὸς ἀλλήλους τοὺς μηροὺς καταδῆσαι ἄχρι τοῦ ἡμίσεος τῶν μηρῶν· ἔπειτα ἐς ἕνα τῶν ποδῶν, τὸν λελυμένον, ἐνθέντα αὐλὸν ἐκ χαλκείου, φῦσαν ἐσαναγκάζειν ἐς τὸν ἀσκόν· τὸν δὲ ἄνθρωπον πλάγιον κατακέεσθαι, τὸ σιναρὸν σκέλος ἐπιπολῆς ἔχοντα. Ἡ μὲν οὖν παρασκευὴ αὕτη ἐστίν· σκευάζονται δὲ κάκιον οἱ πλεῖστοι, ἢ ὡς ἐγὼ εἴρηκα· οὐ γὰρ καταδέουσι τοὺς μηροὺς ἐπὶ συχνὸν, ἀλλὰ μοῦνον τὰ γούνατα, οὐδὲ κατατείνουσι, χρὴ δὲ καὶ προσκατατείνειν· ὅμως δὲ ἤδη τινὲς ἐνέβαλον, ῥηϊδίου πρήγματος ἐπιτυχόντες. Εὐφόρως δὲ οὐ πάνυ ἔχει διαναγκάζεσθαι οὕτως· ὅ τε γὰρ ἀσκὸς, ἐμφυσώμενος, οὐ τὰ ὀγκηρότατα αὐτοῦ ἔχει πρὸς τῷ ἄρθρῳ τῆς κεφαλῆς, ἣν δεῖ μάλιστα ἐκμοχλεύσασθαι, ἀλλὰ κατὰ ἑωυτὸν αὐτὸς μέσος, καὶ τῶν μηρῶν ἴσως ἢ κατὰ τὸ μέσον ἢ ἔτι κατωτέρω· οἵ τε αὖ μηροὶ φύσει γαυσοὶ πεφύκασιν, ἄνωθεν γὰρ σαρκώδεές τε καὶ ξύμμηροι, ἐς δὲ τὸ κάτω ὑπόξηροι, ὥστε καὶ ἡ τῶν μηρῶν φύσις ἀπαναγκάζει τὸν ἀσκὸν ἀπὸ τοῦ ἐπικαιροτάτου χωρίου. Εἴ τε οὖν τις μικρὸν ἐνθήσει τὸν ἀσκὸν, μικρὴ ἡ ἰσχὺς ἐοῦσα ἀδύνατος ἔσται ἀναγκάζειν τὸ ἄρθρον. Εἰ δὲ δεῖ ἀσκῷ χρέεσθαι, ἐπὶ πουλὺ οἱ μηροὶ ξυνδετέοι πρὸς ἀλλήλους, καὶ ἅμα τῇ κατατάσει τοῦ σώματος ὁ ἀσκὸς φυσητέος· τὰ δὲ σκέλεα ἀμφότερα ὁμοῦ καὶ καταδέειν ἐν τούτῳ τῷ τρόπῳ τῆς ἐμβολῆς ἐπὶ τὴν τελευτήν.

[78] Χρὴ δὲ περὶ πλείστου μὲν ποιέεσθαι ἐν πάσῃ τῇ τέχνῃ, ὅκως ὑγιὲς μὲν ποιήσεις τὸ νοσέον· εἰ δὲ πολλοῖσι τρόποισιν οἷόν τε εἴη ὑγιέας ποιέειν, τὸν ἀοχλότατον χρὴ αἱρέεσθαι· καὶ γὰρ ἀνδραγαθικώτερον τοῦτο καὶ τεχνικώτερον, ὅστις μὴ ἐπιθυμέει δημοειδέος κιβδηλίης. Περὶ οὗ οὖν ὁ λόγος ἐστὶ, τοιαίδε ἄν τινες κατοικίδιοι κατατάσιες εἶεν τοῦ σώματος, ὥστε ἐκ τῶν παρεόντων τὸ εὔπορον εὑρίσκειν· τοῦτο μὲν, εἰ τὰ δεσμὰ τὰ ἱμάντινα μὴ παρείη τὰ μαλθακὰ καὶ προσηνέα, ἀλλ᾿ ἢ σιδήρεα, ἢ ὅπλα, ἢ σχοινία, ταινίῃσι χρὴ ἢ ἐκρήγμασι τρυχίων ἐρινεῶν περιελίσσειν ταύτῃ μάλιστα, ᾗ μέλλει τὰ δεσμὰ καθέξειν, καὶ ἔτι ἐπὶ πλέον· ἔπειτα οὕτω δεῖν τοῖσι δεσμοῖσιν· τοῦτο δὲ, ἐπὶ κλίνης χρὴ, ἥτις ἰσχυροτάτη καὶ μεγίστη τῶν παρεουσέων, κατατετάσθαι καλῶς τὸν ἄνθρωπον· τῆς δὲ κλίνης τοὺς πόδας, ἢ τοὺς πρὸς κεφαλῆς, ἢ τοὺς πρὸς ποδῶν, ἐρηρεῖσθαι πρὸς τὸν οὐδὸν, εἴ τε ἔξωθεν ξυμφέρει, εἴτε ἔσωθεν· παρὰ δὲ τοὺς ἑτέρους πόδας παρεμβεβλῆσθαι ξύλον τετράγωνον, πλάγιον, διῆκον ἀπὸ τοῦ ποδὸς πρὸς τὸν πόδα, καὶ, ἢν μὲν λεπτὸν ἔῃ τὸ ξύλον, προσδεδέσθω πρὸς τοὺς πόδας τῆς κλίνης, ἢν δὲ παχὺ ἔῃ, μηδέν· ἔπειτα τὰς ἀρχὰς χρὴ τῶν δεσμῶν, καὶ τῶν πρὸς τῆς κεφαλῆς, καὶ τῶν πρὸς τῶν ποδῶν, προσδῆσαι ἑκατέρας πρὸς ὕπερον, ἢ πρὸς ἄλλο τι τοιοῦτον ξύλον· ὁ δὲ δεσμὸς ἐχέτω ἰθυωρίην κατὰ τὸ σῶμα, ἢ καὶ ὀλίγον ἀνωτέρω, ξυμμέτρως δὲ ἐκτετάσθω πρὸς τὰ ὕπερα, ὡς, ὀρθὰ ἑστεῶτα, τὸ μὲν παρὰ τὸν οὐδὸν ἐρείδηται, τὸ δὲ παρὰ τὸ ξύλον τὸ παραβεβλημένον· κἄπειτα οὕτω τὰ ὕπερα ἀνακλῶντα χρὴ τὴν κατάτασιν ποιέειν. Ἀρκέει δὲ καὶ κλίμαξ ἰσχυροὺς ἔχουσα τοὺς κλιμακτῆρας, ὑποτεταμένη ὑπὸ τὴν κλίνην, ἀντὶ τοῦ οὐδοῦ τε καὶ τοῦ ξύλου τοῦ παρατεταμένου, ὡς τὰ ὕπερα, πρὸς τῶν κλιμακτήρων τοὺς ἁρμόζοντας ἔνθεν καὶ ἔνθεν προσερηρεισμένα, ἀνακλώμενα, οὕτω τὴν κατάτασιν ποιέηται τῶν δεσμῶν. Ἐμβάλλεται δὲ μηροῦ ἄρθρον καὶ τόνδε τὸν τρόπον, ἢν ἐς τὸ ἔσω ὠλισθήκῃ καὶ ἐς τὸ ἔμπροσθεν· κλίμακα χρὴ κατορύξαντα, ἐπικαθίσαι τὸν ἄνθρωπον, ἔπειτα τὸ μὲν ὑγιὲς σκέλος ἡσύχως κατατείναντα προσδῆσαι, ὅκου ἂν ἁρμόσῃ, ἐκ δὲ τοῦ σιναροῦ ἐς κεράμιον ὕδωρ ἐγχέαντα ἐκκρεμάσαι ἢ ἐς σφυρίδα λίθους ἐμβαλόντα. Ἕτερος τρόπος ἐμβολῆς· ἢν ἐς τὸ ἔσω ὠλισθήκῃ, στρωτῆρα χρὴ διαδῆσαι μεταξὺ δύο στύλων, ὕψος ἔχοντα σύμμετρον· προεχέτω δὲ τοῦ στρωτῆρος κατὰ τὸ ἓν μέρος ὁκόσον τὸ πυγαῖον· περιδήσας δὲ περὶ τὸ στῆθος τοῦ ἀνθρώπου ἱμάτιον, ἐπικαθίσαι τὸν ἄνθρωπον ἐπὶ τὸ προέχον τοῦ στρωτῆρος· εἶτα προσλαβεῖν τὸ στῆθος πρὸς τὸν στύλον πλατέϊ τινί· ἔπειτα τὸ μὲν ὑγιὲς σκέλος κατεχέτω τις, ὡς μὴ περισφάλληται· ἐκ δὲ τοῦ σιναροῦ ἐκκρεμάσαι βάρος, ὅσον ἂν ἁρμόζῃ, ὡς καὶ πρόσθεν ἤδη εἴρηται.

[79] Πρῶτον μὲν οὖν δεῖ εἰδέναι, ὅτι πάντων τῶν ὀστέων αἱ ξυμβολαί εἰσιν ὡς ἐπὶ πουλὺ ἡ κεφαλὴ καὶ ἡ κοτύλη· ἐφ᾿ ὧν δὲ καὶ ἡ χώρα κοτυλοειδὴς καὶ ἐπίμακρος· ἔνιαι δὲ τῶν χωρέων γληνοειδέες εἰσίν. Ἀεὶ δὲ ἐμβάλλειν δεῖ πάντα τὰ ἐκπίπτοντα ἄρθρα, μάλιστα μὲν εὐθὺς παραχρῆμα ἔτι θερμῶν ἐόντων· εἰ δὲ μὴ, ὡς τάχιστα· καὶ γὰρ τῷ ἐμβάλλοντι ῥηΐτερον καὶ θᾶσσόν ἐστιν ἐμβαλεῖν, καὶ τῷ ἀσθενέοντι πουλὺ ἀπονωτέρη ἡ ἐμβολὴ, ἡ πρὶν διοιδεῖν, ἐστιν. Δεῖ δὲ ἀεὶ πάντα τὰ ἄρθρα, ὁκόταν μέλλῃς ἐμβάλλειν, προαναμαλάξαι καὶ διακιγκλίσαι· ῥᾷον γὰρ ἐθέλει ἐμβάλλεσθαι. Παρὰ πάσας δὲ τὰς τῶν ἄρθρων ἐμβολὰς ἰσχναίνειν δεῖ τὸν ἄνθρωπον, μάλιστα μὲν περὶ τὰ μέγιστα ἄρθρα καὶ χαλεπώτατα ἐμβάλλεσθαι, ἥκιστα δὲ περὶ τὰ ἐλάχιστα καὶ ῥηΐδια.

[80] Δακτύλων δὲ ἢν ἐκπέσῃ ἄρθρον τι τῶν τῆς χειρὸς, ἤν τε τὸ πρῶτον, ἤν τε τὸ δεύτερον, ἤν τε τὸ τρίτον, ωὑτὸς καὶ ἴσος τρόπος τῆς ἐμβολῆς· χαλεπώτερα μέντοι ἀεὶ τὰ μέγιστα τῶν ἄρθρων ἐμβάλλειν. Ἐκπίπτει δὲ κατὰ τέσσαρας τρόπους, ἢ ἄνω, ἢ κάτω, ἢ ἐς τὸ πλάγιον ἑκατέρωθεν, μάλιστα μὲν ἐς τὸ ἄνω, ἥκιστα δὲ ἐς τὰ πλάγια, ἐν τῷ σφόδρα κινέεσθαι. Ἑκατέρωθεν δὲ τῆς χώρης, οὗ ἐκβέβηκεν, ὥσπερ ἄμβη ἐστίν. Ἢν μὲν οὖν ἐς τὸ ἄνω ἐκπέσῃ ἢ ἐς τὸ κάτω διὰ τὸ λειοτέρην εἶναι ταύτην τὴν χώρην, ἢ ἐκ τῶν πλαγίων, καὶ ἅμα μικρῆς ἐούσης τῆς ὑπερβάσιος, ἢν μεταστῇ τὸ ἄρθρον, ῥηΐδιόν ἐστιν ἐμβάλλειν. Τρόπος δὲ τῆς ἐμβολῆς ὅδε· περιελίξαι τὸν δάκτυλον ἄκρον ἢ ἐπιδέσματί τινι ἢ ἄλλῳ τρόπῳ τοιούτῳ τινὶ, ὅκως, ὁκόταν κατατείνῃς ἄκρου λαβόμενος, μὴ ἀπολισθάνῃ· ὅταν δὲ περιελίξῃς, τὸν μέν τινα διαλαβέσθαι ἄνωθεν τοῦ καρποῦ τῆς χειρὸς, τὸν δὲ τοῦ κατειλημμένου· ἔπειτα κατατείνειν πρὸς ἑωυτὸν ἀμφοτέρους εὖ μάλα, καὶ ἅμα ἀπῶσαι τὸ ἐξεστηκὸς ἄρθρον ἐς τὴν χώρην. Ἢν δὲ ἐς τὰ πλάγια ἐκπέσῃ, τῆς μὲν κατατάσιος ωὑτὸς τρόπος· ὅταν δὲ δὴ δοκέῃ σοι ὑπερβεβηκέναι τὴν γραμμὴν, ἅμα χρὴ κατατείναντας ἀπῶσαι ἐς τὴν χώρην εὐθὺς, ἕτερον δέ τινα ἐκ τοῦ ἑτέρου μέρεος τοῦ δακτύλου φυλάσσειν καὶ ἀνωθέειν, ὅκως μὴ πάλιν ἐκεῖθεν ἀπολίσθῃ. Ἐμβάλλουσι δὲ ἐπιεικέως καὶ αἱ σαῦραι αἱ ἐκ τῶν φοινίκων πλεκόμεναι, ἢν κατατείνῃς ἔνθεν καὶ ἔνθεν τὸν δάκτυλον, λαβόμενος τῇ μὲν ἑτέρῃ τῆς σαύρης, τῇ δὲ ἑτέρῃ τοῦ καρποῦ τῆς χειρός. Ὁκόταν δὲ ἐμβάλῃς, ἐπιδεῖν δεῖ ὀθονίοισιν ὡς τάχιστα, λεπτοτάτοισι, κεκηρωμένοισι κηρωτῇ μήτε λίην μαλακῇ μήτε λίην σκληρῇ, ἀλλὰ μετρίως ἐχούσῃ· ἡ μὲν γὰρ σκληρὴ ἀφέστηκεν ἀπὸ τοῦ δακτύλου, ἡ δὲ ἁπαλὴ καὶ ὑγρὴ διατήκεται καὶ ἀπόλλυται, θερμαινομένου τοῦ δακτύλου· λύειν δὲ ἄρθρον δακτύλου τριταῖον ἢ τεταρταῖον· τὸ δὲ ὅλον, ἢν μὲν φλεγμήνῃ, πυκνότερον λύειν, ἢν δὲ μὴ, ἀραιότερον· κατὰ πάντων δὲ τῶν ἄρθρων ταῦτα λέγω. Καθίσταται δὲ τοῦ δακτύλου τὸ ἄρθρον τεσσαρεσκαιδεκαταῖον. Ὁ αὐτὸς δέ ἐστι θεραπείης τρόπος δακτύλων χειρός τε καὶ ποδός.

[81] Παρὰ πάσας δὲ τὰς τῶν ἄρθρων ἐμβολὰς δεῖ ἰσχναίνειν καὶ λιμαγχονέειν ἄχρι ἑβδόμης· καὶ εἰ μὲν φλεγμαίνοι, πυκνότερον λύειν, εἰ δὲ μὴ, ἀραιότερον· ἡσυχίην δὲ δεῖ ἔχειν ἀεὶ τὸ πονέον ἄρθρον, καὶ ὡς κάλλιστα ἐσχηματισμένον κέεσθαι.

[82] Γόνυ δὲ εὐηθέστερον ἀγκῶνος διὰ τὴν εὐσταλίην καὶ τὴν εὐφυΐην, διὸ καὶ ἐκπίπτει καὶ ἐμπίπτει ῥᾷον· ἐκπίπτει δὲ πλειστάκις ἔσω, ἀτὰρ καὶ ἔξω καὶ ὄπισθεν. Ἐμβολαὶ δὲ, ἐκ τοῦ ξυγκεκάμφθαι· ἢ ἐκλακτίσαι ὀξέως, ἢ ξυνελίξας ταινίης ὄγκον, ἐν τῇ ἰγνύϊ θεὶς, ἀμφὶ τοῦτον ἐξαίφνης ἐς ὄκλασιν ἀφιέναι τὸ σῶμα. Δύναται δὲ καὶ κατατεινόμενον μετρίως, ὥσπερ ἀγκὼν, ἐμπίπτειν, τὰ ὄπισθεν· τὰ δὲ ἔνθα ἢ ἔνθα, ἐκ τοῦ ξυγκεκάμφθαι, ἢ ἐκλακτίσαι, ἀτὰρ καὶ ἐκ κατατάσιος μετρίης. Ἡ διόρθωσις ἅπασι κοινή. Ἢν δὲ μὴ ἐμπέσῃ, τοῖσι μὲν ὄπισθεν, ξυγκάμπτειν οὐ δύνανται, ἀτὰρ οὐδὲ τοῖσιν ἄλλοισι πάνυ· μινύθει δὲ μηροῦ καὶ κνήμης τοὔμπροσθεν· ἢν δὲ ἐς τὸ ἔσω, βλαισότεροι, μινύθει δὲ τὰ ἔξω· ἢν δὲ ἐς τὸ ἔξω, γαυσότεροι, χωλοὶ δὲ ἧσσον, κατὰ γὰρ τὸ παχύτερον ὀστέον ὀχέει, μινύθει δὲ τὰ ἔσω. Ἐκ γενεῆς δὲ καὶ ἐν αὐξήσει κατὰ λόγον τὸν πρόσθεν.

[83] Τὰ δὲ κατὰ τὰ σφυρὰ, κατατάσιος ἰσχυρῆς δέεται, ἢ τῇσι χερσὶν, ἢ ἄλλοισι τοιούτοισι, κατορθώσιος δὲ ἅμα ἀμφότερα ποιεούσης· κοινὸν δὲ τοῦτο ἅπασιν.

[84] Τὰ δὲ ἐν ποδὶ, ὡς καὶ τὰ ἐν χειρὶ, ὑγιέες.

[85] Τὰ δὲ τῆς κνήμης ξυγκοινωνέοντα, καὶ ἐκπεσόντα ἐκ γενεῆς, ἢ καὶ ἐν αὐξήσει ἐξαρθρήσαντα, ταὐτὰ ἃ καὶ ἐν χειρί.

[86] Ὁκόσοι δὲ πηδήσαντες ἄνωθεν ἐστηρίξαντο τῇ πτέρνῃ, ὥστε διαστῆναι τὰ ὀστέα, καὶ φλέβας ἐκχυμωθῆναι, καὶ νεῦρα ἀμφιφλασθῆναι, ὁκόταν γένηται οἷα τὰ δεινὰ, κίνδυνος μὲν σφακελίσαντα τὸν αἰῶνα πρήγματα παρασχεῖν· ῥοιώδη μὲν γὰρ τὰ ὀστέα, τὰ δὲ νεῦρα ἀλλήλοισι κοινωνέοντα. Ἐπεὶ καὶ οἷσιν ἂν μάλιστα κατεηγεῖσιν, ἢ ὑπὸ τρώματος ἢ ἐν κνήμῃ, ἢ ἐν μηρῷ, ἢ νεύρων ἀπολυθέντων, ἃ κοινωνέει τούτων, ἢ ἐκ κατακλίσιος ἀμελέος ἐμελάνθη πτέρνη, καὶ τούτοισι τὰ παλιγκοτέοντα ἐκ τῶν τοιούτων. Ἔστιν ὅτε καὶ πρὸς τῷ σφακελισμῷ γίνονται πυρετοὶ ὀξέες, λυγμώδεες, γνώμης ἁπτόμενοι, ταχυθάνατοι, καὶ ἔτι φλεβῶν αἱμοῤῥοιέων πελιώσιες. Σημήϊα δὲ τῶν παλιγκοτησάντων, ἢν τὰ ἐκχυμώματα καὶ τὰ μελάσματα καὶ τὰ περὶ ταῦτα ὑπόσκληρα καὶ ὑπέρυθρα· ἤν τε ξὺν σκληρύσματι πελιδνωθῇ, κίνδυνος μελανθῆναι· ἢν δὲ ὑποπέλια ᾖ, ἢ καὶ πέλια μάλα καὶ ἐκκεχυμωμένα, ἢ ὑπόχλωρα καὶ μαλακὰ, ταῦτα ἐπὶ πᾶσι τοῖσι τοιούτοισιν ἀγαθά. Ἴησις, ἢν μὲν ἀπύρετος ἔῃ, ἐλλέβορον· ἢν δὲ μὴ, μή· ἀλλὰ ποτὸν ὀξύγλυκυ, εἰ δέοι. Ἐπίδεσις δὲ, ἄρθρων· ἐπὶ δὲ πάντα, μᾶλλον τοῖσι φλάσμασιν, ὀθονίοισι πλείοσι καὶ μαλθακωτέροισιν· πίεξις ἧσσον· προσπεριβάλλειν δὲ τὰ πλεῖστα τῇ πτέρνῃ. Τὸ σχῆμα, ὅπερ ἡ ἐπίδεσις, ὡς μὴ ἐς τὴν πτέρνην ἀποπιέζηται. Νάρθηξι δὲ μὴ χρέεσθαι.

[87] Οἷσι δ᾿ ἂν ἐκβῇ ὁ ποὺς ἢ αὐτὸς, ἢ ξὺν τῇ ἐπιφύσει, ἐκπίπτει μὲν μᾶλλον ἐς τὸ ἔσω. Ἢν δὲ μὴ ἐμπέσῃ, λεπτύνεται ἀνὰ χρόνον τό τε ἰσχίον καὶ ὁ μηρὸς καὶ κνήμης τὸ ἀντίον τοῦ ὀλισθήματος. Ἐμβολὴ δὲ ἄλλη, ὥσπερ καρποῦ, κατάτασις δὲ ἰσχυρή. Ἴησις δὲ, νόμος ἄρθρων. Παλιγκοτέει, ἧσσον δὲ καρποῦ, ἢν ἡσυχάσωσιν. Δίαιτα μείων, ἐλινύουσιν. Τὰ δὲ ἐκ γενεῆς ἢ ἐν αὐξήσει, κατὰ λόγον τὸν πρότερον.


Μοχλικός

ΜΟΧΛΙΚΟΣ.

[1] Ὀστέων φύσις· δακτύλων μὲν ἁπλᾶ καὶ ὀστέα καὶ ἄρθρα· χειρὸς δὲ καὶ ποδὸς πουλλὰ, ἄλλα ἀλλοίως συνηρθρωμένα· μέγιστα δὲ τὰ ἀνωτάτω· πτέρνης δὲ ἓν οἷον ἔξω φαίνεται, πρὸς δὲ αὐτὴν οἱ ὀπίσθιοι τένοντες τείνουσιν. Κνήμης δὲ δύο, ἄνωθεν καὶ κάτωθεν ξυνεχόμενα, κατὰ μέσον δὲ διέχοντα σμικρόν· τὸ ἔξωθεν, κατὰ τὸν σμικρὸν δάκτυλον λεπτότερον βραχεῖ, πλεῖστον δὲ ταύτῃ διεχούσῃ καὶ σμικροτέρῃ ῥοπῇ κατὰ γόνυ, καὶ ὁ τένων ἐξ αὐτοῦ πέφυκεν, ὁ παρὰ τὴν ἰγγύην ἔξω· ἔχουσι δὲ κάτωθεν κοινὴν ἐπίφυσιν, πρὸς ἣν ὁ ποὺς κινέεται· ἄλλην δὲ ἄνωθεν ἔχουσιν ἐπίφυσιν, ἐν ᾗ τὸ τοῦ μηροῦ ἄρθρον κινέεται, ἁπλόον καὶ εὐσταλὲς ὡς ἐπὶ μήκει· εἶδος κονδυλῶδες, ἔχον ἐπιμυλίδα· αὐτὸς δ᾿ ἔγκυρτος ἔξω καὶ ἔμπροσθεν· ἡ δὲ κεφαλὴ ἐπίφυσίς ἐστι στρογγύλη, ἐξ ἧς τὸ νεῦρον τὸ ἐν τῇ κοτύλῃ τοῦ ἰσχίου πέφυκεν· ὑποπλάγιον δὲ καὶ τοῦτο προσήρτηται, ἧσσον δὲ βραχίονος. Τὸ δ᾿ ἰσχίον προσίσχεται πρὸς τῷ μεγάλῳ σπονδύλῳ τῷ παρὰ τὸ ἱερὸν ὀστέον, χονδρονευρώδει δεσμῷ. Ῥάχις δὲ ἀπὸ μὲν τοῦ ἱεροῦ ὀστέου μέχρι τοῦ μεγάλου σπονδύλου κυφή· κύστις τε καὶ γονὴ καὶ ἀρχοῦ τὸ ἐγκεκλιμένον, ἐν τούτῳ· ἀπὸ δὲ τούτου ἄχρι φρενῶν ἦλθεν ἡ ἰθύλορδος, καὶ αἱ ψόαι κατὰ τοῦτο· ἐντεῦθεν δὲ ἄχρι τοῦ μεγάλου σπονδύλου, τοῦ ὑπὲρ τῶν ἐπωμίδων, ἰθυκυφής· ἔτι δὲ μᾶλλον δοκέει, ἢ ἐστίν· αἱ γὰρ ὄπισθεν τῶν σπονδύλων ἀποφύσιες ταύτῃ ὑψηλόταται· τὸ δὲ τοῦ αὐχένος ἄρθρον, λορδόν. Σπόνδυλοι δὲ ἔσωθεν ἄρτιοι πρὸς ἀλλήλους, ἀπὸ δὲ τῶν ἔξωθεν χόνδρων νεύρῳ συνεχόμενοι· ἡ δὲ ξυνάρθρωσις αὐτῶν, ἐν τῷ ὄπισθεν τοῦ νωτιαίου· ὄπισθεν δὲ ἔχουσιν ἔκφυσιν ὀξείην, ἔχουσαν ἐπίφυσιν χονδρώδεα, ἔνθεν νεύρων ἀπόφυσις καταφερὴς, ὥσπερ καὶ οἱ μύες παραπεφύκασιν ἀπὸ αὐχένος ἐς ὀσφὺν, πληρεῦντες δὲ πλευρέων καὶ ἀκάνθης τὸ μέσον. Πλευραὶ δὲ κατὰ τὰς διαφύσιας τῶν σπονδύλων νευρίῳ προσπεφύκασιν ἀπ᾿ αὐχένος ἐς ὀσφὺν ἔσωθεν, ἐπίπροσθεν δὲ κατὰ τὸ στῆθος, χαῦνον καὶ μαλθακὸν τὸ ἄκρον ἔχουσαι· εἶδος ῥαιβοειδέστατον τῶν ζώων· στενότατος γὰρ ταύτῃ ὁ ἄνθρωπος ἐπ᾿ ὄγκον· ᾗ δὲ δὴ πλευρῇσιν ἔκφυσις πλαγίη βραχείη καὶ πλατείη, ἐφ᾿ ἑκάστῳ σπονδύλῳ νευρίῳ προσπεφύκασιν. Στῆθος δὲ ξυνεχὲς αὐτὸ ἑωυτῷ, διαφύσιας ἔχον πλαγίας, ᾗ πλευραὶ προσήρτηνται, χαῦνον δὲ καὶ χονδρῶδες. Κληῗδες δὲ περιφερέες ἐς τοὔμπροσθεν, ἔχουσαι πρὸς μὲν τὸ στῆθος βραχείας κινήσιας, πρὸς δὲ τὸ ἀκρώμιον συχνοτέρας. Ἀκρώμιον δὲ ἐξ ὠμοπλατέων πέφυκεν, ἀνομοίως τοῖσι πλείστοισιν. Ὠμοπλάτη δὲ χονδρώδης τὸ πρὸς ῥάχιν, τὸ δ᾿ ἄλλο χαύνη, τὸ ἀνώμαλον ἔξω ἔχουσα, αὐχένα δὲ καὶ κοτύλην ἔχουσα χονδρώδεα, ἐξ ἧς αἱ πλευραὶ κίνησιν ἔχουσιν, εὐαπόλυτος ἐοῦσα ὀστέων, πλὴν βραχίονος. Τούτου δὲ ἐκ τῆς κοτύλης νευρίῳ ἡ κεφαλὴ ἐξήρτηται, χόνδρου χαύνου περιφερῆ ἐπίφυσιν ἔχουσα· αὐτὸς δ᾿ ἔγκυρτος ἔξω καὶ ἔμπροσθεν, πλάγιος, οὐκ ὀρθὸς πρὸς κοτύλην. Τὸ δὲ πρὸς ἀγκῶνα αὐτοῦ, πλατὺ καὶ κονδυλῶδες καὶ βαλβιδῶδες καὶ στερεὸν, ἔγκοιλον ὄπισθεν, ἐν ᾧ ἡ κορώνη ἡ ἐκ τοῦ πήχεος, ὅταν ἐκταθῇ ἡ χεὶρ, ἔνεστιν· ἐς τοῦτο καὶ τὸ ναρκῶδες νεῦρον, ὃ ἐκ τῆς διαφύσιος τῶν τοῦ πήχεος ὀστέων, ἐκ μέσων, ἐκπέφυκε καὶ περαίνεται.

[2] Ῥὶς δὲ κατεαγεῖσα ἀναπλάσσεται, εἰ οἷόν τε, αὐθωρόν. Κἢν μὲν οὖν ὁ χόνδρος, ἐντιθέναι ἄχνην ὀθονίου ἐναποδέοντα λοπῷ καρχηδονίῳ, ἢ ἐν ἄλλῳ, ὃ μὴ ἐρεθιεῖ· τῷ λοπῷ δὲ τὰς παραλλάξιας παρακολλᾷν, καὶ ἀναλαμβάνειν. Ταῦτα δὲ ἐπίδεσις κακὰ ποιέει. Ἴησις, ἀλήτῳ ξὺν μάννῃ, ἢ θείῳ ξὺν κηρωτῇ. Αὐτίκα ἀναπλάσεις, ἔπειτα ἀνακωχήσεις τοῖσι δακτύλοισιν, ἐσματτευόμενος καὶ παραστρέφων· καὶ τὸ καρχηδόνιον. Πωροῖτο ἂν, καὶ ἢν ἕλκος ἐνῇ, καὶ ἢν ὀστέα ἀπιέναι μέλλῃ (οὐ γὰρ παλιγκοτώτατα), οὕτω ποιητέα.

[3] Οὖς κατεαγὲν, μὴ ἐπιδεῖν, μηδὲ καταπλάσσειν· ἢν δέ τι δέῃ, ὡς κουφότατον, ἡ κηρωτή· καὶ θείῳ κατακολλᾷν. Ὧν δὲ ἔμπυα τὰ ὦτα, διὰ παχέος εὑρίσκεται· πάντα δὲ τὰ ὑπόμυξα καὶ τῇ ὑγρῇ σαρκὶ πλήρεα ἐξαπατᾷ· οὐ μὴ βλάβη γένηται στομωθὲν τὸ τοιοῦτον· ἐστὶ γὰρ ἄσαρκα καὶ ὑδατώδεα, μύξης πλέα, ὅπου δὲ καὶ οἷα ἐόντα θανατώδεά ἐστι, παρεθέντα. Ὤτων καῦσις πέρην, τάχιστα ὑγιάζει· κυλλὸν δὲ καὶ μεῖον γίνεται τὸ οὖς, ἢν πέρην καυθῇ. Ἢν δὲ στομωθῇ, κούφῳ ἐναίμῳ δεήσει χρῆσθαι.

[4] Γνάθοι δὲ κατασπῶνται μὲν πολλάκις καὶ καθίστανται· ἐκπίπτουσι δὲ ὀλιγάκις, μάλιστα μὲν χασμωμένοισιν· οὐ γὰρ ἐκπίπτει, ἢν μή τις χανὼν μέγα παρανάγῃ· ἐκπίπτει δὲ μᾶλλον, ὅτι τὰ νεῦρα ἐν πλαγίῳ καὶ λελυγισμένα συνδιδοῖ. Σημεῖα· προέχει ἡ κάτω γνάθος, καὶ παρέστραπται τἀναντία τοῦ ἐκπτώματος, ξυμβάλλειν οὐ δύνανται· ἢν δ᾿ ἀμφότεραι, προΐσχουσι μᾶλλον, συμβάλλουσιν ἧσσον, ἀστραβέες· δηλοῖ δὲ τὰ ὅρια τῶν ὀδόντων τὰ ἄνω τοῖσι κάτω κατ᾿ ἴξιν. Ἢν οὖν ἀμφότεραι ἐκπεσοῦσαι μὴ αὐτίκα ἐμπέσωσι, θνήσκουσι δεκαταῖοι οὗτοι μάλιστα πυρετῷ ξυνεχέϊ, νωθρῇ τε καρώσει· οἱ γὰρ μύες οὗτοι, τοιοῦτοι· γαστὴρ ἐπιταράσσεται ὀλίγα ἄκρητα· καὶ ἢν ἐμέωσι, τοιαῦτα ἐμέουσιν. Ἡ δ᾿ ἑτέρη ἀσινεστέρη. Ἐμβολὴ δὲ ἡ αὐτὴ ἀμφοτέρων· κατακειμένου ἢ καθημένου τοῦ ἀνθρώπου, τῆς κεφαλῆς ἐχόμενον, περιλαβόντα τὰς γνάθους ἀμφοτέρας ἀμφοτέρῃσι χερσὶν ἔσωθεν καὶ ἔξωθεν, τρία ἅμα ποιῆσαι· ὦσαι ἐς ὀρθὸν, καὶ ἐς τοὐπίσω, καὶ συσχεῖν τὸ στόμα. Ἴησις, μαλάγμασι, καὶ σχήμασι, καὶ ἀναλήψει γενείου, ποιοῦσι ταὐτὰ τῇ ἐμβολῇ.

[5] Ὦμος δὲ ἐκπίπτει κάτω. Ἄλλῃ δὲ οὔπω ἤκουσα. Δοκέει μὲν γὰρ ἐς τοὔμπροσθεν ἐκπίπτειν, ὧν αἱ σάρκες αἱ περὶ τὸ ἄρθρον μεμινυθήκασι διὰ τὴν φθίσιν, οἷον καὶ τοῖσι βουσὶ χειμῶνος φαίνεται διὰ λεπτότητα. Καὶ ἐκπίπτει μᾶλλον, τοῖσι δὲ λεπτοῖσιν, ἢ ἰσχνοῖσι, [ἢ ξηροῖσι] καὶ τοῖσιν ὑγράσματα περὶ τὰ ἄρθρα ἔχουσιν ἄνευ φλεγμονῆς· αὐτὴ γὰρ συνδεῖ. Οἱ δὲ καὶ βουσὶν ἐμβάλλοντες καὶ ἀποπερονῶντες ἐξαμαρτάνουσι, καὶ ὅτι διὰ τὴν χρῆσιν, ὡς χρῆται βοῦς σκέλεϊ, λήθει, καὶ ὅτι κοινὸν καὶ ἀνθρώπῳ οὕτως ἔχοντι τὸ σχῆμα τοῦτο· τό τε Ὁμήρειον· καὶ διότι λεπτότατοι βόες τηνικαῦτα. Ὅσα τε τὸν πῆχυν πλάγιον ἀπὸ πλευρέων ἄραντες δρῶσιν, οὐ πάνυ δύνανται δρᾷν, οἷσιν ἂν μὴ ἐμπέσῃ. Οἷσι μὲν οὖν ἐκπίπτει μάλιστα, καὶ ὡς ἔχουσιν, εἴρηται. Οἷσι δὲ ἐκ γενεῆς, τὰ ἐγγύτατα μᾶλλον βραχύνεται ὀστέα, οἷον ἐν τούτῳ οἱ γαλιάγκωνες· πῆχυς δὲ ἧσσον, χεὶρ δὲ ἔτι ἧσσον, τὰ δ᾿ ἄνωθεν οὐδέν. Καὶ ἀσαρκότατα ἐγγύς· μινύθει δὲ μάλιστα τὰ ἐναντία τῶν ὀλισθημάτων, καὶ τὰ ἐν αὐξήσει, ἧσσον δέ τινι τῶν ἐκ γενεῆς. Καὶ τὰ παραπυήματα, τὰ κατ᾿ ἄρθρον βαθέα, νεογενέσι μάλιστα παρ᾿ ὦμον γίνεται, καὶ τουτέοισιν ὥσπερ τὰ ἐξαρθρήσαντα ποιέει. Ἢν δὲ ηὐξημένοισι, τὰ μὲν ὀστέα οὐ μειοῦται, οὐδὲ γὰρ ἔχει, ᾗ ἄλλα οὐ ξυναύξεται ὁμοίως· αἱ δὲ μινυθήσιες τῶν σαρκῶν· τοῦτο γὰρ καθ᾿ ἡμέρην καὶ αὔξεται καὶ μειοῦται, καὶ καθ᾿ ἡλικίας. Καὶ ἃ δύναται σχήματα, καὶ αὖ σημεῖον τὸ παρὰ τὸ ἀκρώμιον κατεσπασμένον καὶ κοῖλον, διότι, ὅταν τὸ ἀκρώμιον ἀποσπασθῇ, καὶ κοῖλον ᾖ, οἴονται τὸν βραχίονα ἐκπεπτωκέναι. Κεφαλὴ δὲ τοῦ βραχίονος ἐν τῇ μασχάλῃ φαίνεται· αἴρειν γὰρ οὐ δύνανται, οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως· ὁ ἕτερος ὦμος μηνύει. Ἐμβολαὶ δέ· αὐτὸς μὲν τὴν πυγμὴν ὑπὸ μασχάλην ὑποθεὶς, τὴν κεφαλὴν ἀνωθέειν, τὴν δὲ χεῖρα ἐπιπαράγειν ἐπὶ τὸ στῆθος. Ἄλλη· ἐς τοὐπίσω περιαναγκάσαι, ὡς ἀμφισφαλῇ. Ἄλλη· κεφαλῇ μὲν πρὸς τὸ ἀκρώμιον, χερσὶ δὲ ὑπὸ μασχάλην, κεφαλὴν ἀπάγειν βραχίονος, γούνασι δὲ ἀγκῶνα ἀπωθέειν, ἢ ἀντὶ τῶν γουνάτων τὸν ἀγκῶνα τὸν ἕτερον παράγειν, ὡς τὸ πρότερον. Ἢ κατ᾿ ὤμου ἵζεσθαι, ὑποθεὶς τῇ μασχάλῃ τὸν ὦμον· ἢ τῇ πτέρνῃ, ἐνθέντα ἐκπλήρωμα τῇ μασχάλῃ, δεξιῇ δεξιόν· ἢ περὶ ὕπερον· ἢ περὶ κλιμακτῆρα· ἢ περίοδος ξὺν τῷ ξύλῳ τῷ ὑπὸ χεῖρα τεινομένῳ. Ἴησις· τὸ σχῆμα, πρὸς πλευρῇσι βραχίων, χεὶρ ἄκρη ἄνω, ὦμος ἄνω· οὕτως ἐπίδεσις, ἀνάληψις. Ἢν δὲ μὴ ἐμπέσῃ, ἀκρώμιον προσλεπτύνεται.

[6] Ἀκρώμιον ἀποσπασθὲν, τὸ μὲν εἶδος φαίνεται, οἷόνπερ ὤμου ἐκπεσόντος, στερίσκεται δ᾿ οὐδενὸς, ἐς δὲ τὸ αὐτὸ οὐ καθίσταται. Σχῆμα τὸ αὐτὸ, ᾧ καὶ ἐκπεσόντι, ἐν ἐπιδέσει καὶ ἀναλήψει· ἐπιδέσιος καὶ ὡς νόμος.

[7] Ἀγκῶνος ἄρθρον παραλλάξαν μὲν ἢ πρὸς πλευρὴν, ἢ ἔξω, μένοντος τοῦ ὀξέος τοῦ ἐν τῷ κοίλῳ τοῦ βραχίονος, ἐς ἰθὺ κατατείνοντα, τὰ ἐξέχοντα ἀνωθέειν ὀπίσω καὶ ἐς τὸ πλάγιον.

[8] Τὰ δὲ τελέως ἐκβάντα ἢ ἔνθα ἢ ἔνθα· κατάτασις μὲν, ἐν ᾗ ὁ βραχίων ἐπιδεῖται· οὕτω γὰρ τὸ καμπύλον τοῦ ἀγκῶνος οὐ κωλύσει. Ἐκπίπτει δὲ μάλιστα ἐς τὸ πρὸς πλευρία μέρος. Τὰς δὲ κατορθώσιας, ἀπάγοντα ὅτι πλεῖστον, ὡς μὴ ψαύσῃ τῆς κορώνης ἡ κεφαλὴ, μετέωρον δὲ περιάγειν καὶ περικάμψαι, καὶ μὴ ἐς ἰθὺ βιάζεσθαι, ἅμα δὲ ὠθέειν τἀναντία ἐφ᾿ ἑκάτερα, καὶ παρωθέειν ἐς χώρην. Συνωφελοίη δ᾿ ἂν καὶ ἐπίστρεψις ἀγκῶνος ἐν τούτοισιν, ἐν τῷ μὲν ἐς τὸ ὕπτιον, ἐν τῷ δὲ ἐς τὸ πρηνές· ἐμβολὴ δέ· σχήματος μὲν, ὀλίγον ἀνωτέρω ἄκρην χεῖρα ἀγκῶνος ἔχειν, βραχίονα δὲ κατὰ τὰς πλευράς· οὕτω δὲ καὶ ἀνάληψις, καὶ εὔφορον, καὶ φύσις, καὶ χρῆσις ἐν τῷ κοινῷ, ἢν ἄρα μὴ κακῶς πωρωθῇ· πωροῦται δὲ ταχέως. Ἴησις, ὀθονίοισι κατὰ τὸν νόμον τὸν ἀρθριτικὸν, καὶ τὸ ὀξὺ προσεπιδεῖν.

[9] Παλιγκοτώτατον δὲ ἀγκὼν πυρετοῖσι, ὀδύνῃ ἀσώδει, ἀκρατοχόλῳ, ἀγκῶνος δὲ μάλιστα ὀπίσω διὰ τὸ ναρκῶδες, δεύτερον τὸ ἔμπροσθεν. Ἴησις ἡ αὐτή. Ἐμβολαὶ δὲ τοῦ μὲν ὀπίσω, ἐκτείνοντα κατατεῖναι· σημεῖον δὲ, οὐ γὰρ δύνανται ἐκτείνειν· τοῦ δὲ ἔμπροσθεν, οὐ δύνανται ξυγκάμπτειν. Τούτῳ δὲ ἐνθέντα τι σκληρὸν συνειλεγμένον, περὶ τοῦτο ξυγκάμψαι ἐξ ἐκτάσιος ἐξαίφνης.

[10] Διαστάσιος δὲ ὀστέων σημεῖον, κατὰ τὴν φλέβα τὴν κατὰ τὸν βραχίονα σχιζομένην διαψαύοντι.

[11] Ταῦτα δὲ ταχέως διαπωροῦται. Ἐκ γενεῆς δὲ, βραχύτερα τὰ κάτω ὀστέα τοῦ σίνεος, πλεῖστον τὰ ἐγγύτατα πήχεος, δεύτερον χειρὸς, τρίτον δακτύλων. Βραχίων δὲ καὶ ὦμος ἐγκρατέστερα διὰ τὴν τροφήν. Ἡ δ᾿ ἑτέρη χεὶρ διὰ τὰ ἔργα πλείω ἔτι ἐγκρατεστέρη. Μινύθησις δὲ σαρκῶν, εἰ μὲν ἔξω ἐξέπεσεν, εἴσω, εἰ δὲ μὴ, ἐς τοὐναντίον ᾗ ἐξέπεσεν.

[12] Ἀγκὼν δὲ ἢν μὲν ἔξω ἢ ἔσω ἐκβῇ, κατάτασις μὲν ἐν σχήματι ἐγγωνίῳ, κοινῷ τῷ πήχει πρὸς βραχίονα· τὴν γὰρ μασχάλην ἀναλαβὼν ταινίῃ ἀνακρεμάσαι, ἀγκῶνι δὲ ἄκρῳ ὑποθείς τι παρὰ τὸ ἄρθρον βάρος ἐκκρεμάσαι, ἢ χερσὶ καταναγκάσαι. Ὑπεραιωρηθέντος δὲ τοῦ ἄρθρου, αἱ παραγωγαὶ τοῖσι θέναρσιν, ὡς τὰ ἐν χερσίν. Ἐπίδεσις ἐν τούτῳ τῷ σχήματι, καὶ ἀνάληψις, καὶ θέσις.

[13] Τὰ δ᾿ ὄπισθεν ἐξαίφνης ἐκτείνοντα διορθοῦν τοῖσι θέναρσιν· ἅμα δὲ δεῖ ἐν τῇ διορθώσει, καὶ τοῖσιν ἑτέροισιν. Ἢν δὲ πρόσθεν, ἀμφὶ ὀθόνιον ξυνειλεγμένον, εὔογκον, ξυγκάμπτοντα ἅμα διορθοῦσθαι.

[14] Ἢν δ᾿ ἑτεροκλινὲς ᾖ, ἐν τῇ διορθώσει ἀμφότερα ἅμα χρὴ ποιέειν. Τῆς δὲ μελέτης, κοινὸν τὸ σχῆμα καὶ ἡ ἐπίδεσις. Δύναται γὰρ ἐκ τῆς διατάσιος κοινῇ ξυμπίπτειν πάντα.

[15] Τῶν δὲ ἐμβολέων αἱ μὲν ἐξ ὑπεραιωρήσιος ἐμβάλλονται, αἱ δὲ ἐκ κατατάσιος, αἱ δὲ ἐκ περισφάλσιος· αὗται δὲ ἐκ τῶν ὑπερβολέων τῶν σχημάτων, ἢ τῇ ἢ τῇ, ξὺν τῷ τάχει.

[16] Χειρὸς δὲ ἄρθρον ὀλισθάνει ἢ ἔσω, ἢ ἔξω, ἔσω δὲ τὰ πλεῖστα. Σημεῖα δ᾿ εὔσημα· ἢν μὲν ἔσω, ξυγκάμπτειν ὅλως σφῶν τοὺς δακτύλους οὐ δύνανται· ἢν δ᾿ ἔξω, ἐκτείνειν. Ἐμβολὴ δὲ, ὑπὲρ τραπέζης τοὺς δακτύλους ἔχων, τοὺς μὲν τείνειν, τοὺς δ᾿ ἀντιτείνειν, τὸ δὲ ἐξέχον ἢ θέναρι ἢ πτέρνῃ ἅμα ἀπωθέειν πρόσω καὶ κάτωθεν κατὰ τὸ ἕτερον ὀστέον, ὄγκον τε μαλθακὸν ὑποθεὶς, κἢν μὲν ἄνω, καταστρέψας τὴν χεῖρα, ἢν δὲ κάτω, ὑπτίην. Ἴησις, ὀθονίοισιν.

[17] Ὅλη δὲ ἡ χεὶρ ὀλισθάνει ἢ ἔσω ἢ ἔξω, μάλιστα δὲ ἔσω, ἢ ἔνθα ἢ ἔνθα· ἔστι δ᾿ ὅτε ἡ ἐπίφυσις ἐκινήθη· ἔστι δ᾿ ὅτε τὸ ἕτερον τῶν ὀστέων διέστη. Τουτέοισι κατάτασις ἰσχυρὴ ποιητέη, καὶ τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δ᾿ ἕτερον ἀντωθέειν, δύο εἴδεα ἅμα, καὶ ἐς τοὐπίσω καὶ ἐς τὸ πλάγιον, ἢ χερσὶν ἐπὶ τραπέζης, ἢ πτέρνῃ. Παλίγκοτα δὲ καὶ ἀσχήμονα, τῷ χρόνῳ δὲ κρατύνεται ἐς χρῆσιν. Ἴησις, ὀθονίοισι ξὺν τῇ χειρὶ καὶ τῷ πήχεϊ, καὶ νάρθηκας μέχρι δακτύλων τιθέναι· ἐν νάρθηξι δὲ τεθέντα ταῦτα πυκνότερον λύειν, ἢ τὰ κατήγματα, καὶ καταχύσει πλέονι χρῆσθαι.

[18] Ἐκ γενεῆς δὲ, βραχυτέρη ἡ χεὶρ γίνεται, καὶ ἡ μινύθησις σαρκῶν μάλιστα τἀναντία, ἢ ὡς τὸ ἔκπτωμα· ηὐξημένῳ δὲ τὰ ὀστέα μένει.

[19] Δακτύλου δὲ ἄρθρον ὀλισθὸν μὲν, εὔσημον, οὐ δεῖ γράφειν. Ἐμβολὴ δὲ αὐτοῦ ἥδε· κατατείναντα ἐς ἰθὺ, τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δὲ ἐναντίον ἀντωθέειν. Ἴησις δὲ ἡ προσήκουσα, τοῖσιν ὀθονίοισιν ἐπίδεσις. Μὴ ἐμπεσὸν γὰρ ἐπιπωροῦται ἔξωθεν. Ἐκ γενεῆς δὲ ἢ ἐν αὐξήσει ἐξαρθρήσαντα τὰ ὀστέα βραχύνεται κάτω τοῦ ὀλισθήματος· καὶ σάρκες μινύθουσι τἀναντία μάλιστα, ἢ ὡς τὸ ἔκπτωμα· ηὐξημένῳ δὲ τὰ ὀστέα μένει.

[20] Μηροῦ ἄρθρον ἐκπίπτει κατὰ τρόπους τέσσαρας· ἔσω πλεῖστα, ἔξω δεύτερον, τὰ δ᾿ ἄλλα ὁμοίως. Σημεῖα· κοινὸν μὲν τὸ ἕτερον σκέλος· ἴδιον δὲ τοῦ μὲν εἴσω· παρὰ τὸν περίνεον ψαύεται ἡ κεφαλὴ, ξυγκάμπτουσιν οὐχ ὁμοίως, δοκέει δὲ μακρότερον τὸ σκέλος, καὶ πουλὺ, ἢν μὴ ἐς μέσον ἀμφότερα ἄγων παρατείνῃς· καὶ γὰρ οὖν ἔξω ὁ ποὺς καὶ τὸ γόνυ ῥέπει. Ἢν μὲν οὖν ἐκ γενεῆς ἢ ἐν αὐξήσει ἐκπέσῃ, βραχύτερος ὁ μηρὸς, ἧσσον δὲ κνήμη, κατὰ λόγον δὲ τἄλλα· μινύθουσι δὲ σάρκες, μάλιστα δὲ ἔξω. Οὗτοι κατοκνέουσιν ὀρθοῦσθαι, καὶ εἰλέονται ἐπὶ τὸ ὑγιές· ἢν δὲ ἀναγκάζωνται, σκίμπονι ἑνὶ ἢ δυσὶν ὁδοιπορέουσι, τὸ δὲ σκέλος αἴρουσιν· ὅσῳ γὰρ μεῖον, τόσῳ ῥᾷον. Ἢν δ᾿ ηὐξημένοισι, τὰ μὲν ὀστέα μένει, αἱ δὲ σάρκες μινύθουσιν, ὡς προείρηται· ὁδοιπορέουσι δὲ περιστροφάδην ὡς βόες, ἐν δὲ τῷ κενεῶνι καμπύλοι, ἐπὶ τὸ ὑγιὲς ἐξίσχιοι ἐόντες· τῷ μὲν γὰρ ἀνάγκη ὑποβαίνειν, ὡς ὀχέῃ, τῷ δ᾿ ἀποβαίνειν (οὐ γὰρ δύναται ὀχέειν), ὥσπερ οἱ ἐν ποδὶ ἕλκος ἔχοντες. Κατὰ δὲ τὸ ὑγιὲς, πλάγιον ξύλῳ τῷ σώματι ἀντικοντέουσι, τὸ δὲ σιναρὸν τῇ χειρὶ ὑπὲρ τοῦ γούνατος καταναγκάζουσιν, ὡς ὀχέειν ἐν τῇ μεταβάσει τὸ σῶμα. Ἰσχίων κάτωθεν, εἰ χρῆται, κάτωθεν ἧσσον μινύθει καὶ ὀστέα, μᾶλλον δὲ σάρκες.

[21] Τοῦ δὲ ἔξω τἀναντία καὶ τὰ σημεῖα καὶ αἱ στάσιες· καὶ τὸ γόνυ καὶ ὁ ποὺς ἔσω ῥέπει βραχύ. Τοῖσι δὲ ἐν αὐξήσει ἢ ἐκ γενεῆς παθοῦσιν οὐχ ὁμοίως ξυναύξεται κατὰ τὸν αὐτὸν λόγον· ἰσχίον ἀνωτέρω τινὶ, οὐχ ὁμοίως. Οἷσι δὲ πυκνὰ ἐκπίπτει ἐς τὸ ἔξω ἄνευ φλεγμονῆς, ὑγροτέρῳ τῷ σκέλει χρῶνται· ὥσπερ ὁ μέγας τῆς χειρὸς δάκτυλος· μάλιστα γὰρ οὗτος ἐκπίπτει φύσει· οἷς μὲν ἐκπίπτει μᾶλλον ἢ ἧσσον, καὶ οἷς μὲν ἐκπίπτει χαλεπώτερον ἢ ῥᾷον, καὶ οἷσιν ἐλπὶς θᾶσσον ἐμπεσεῖν, καὶ οἷσιν οὐκ, ἄκη τούτου, καὶ οἷσι πολλάκις ἐκπίπτει, ἴησις τούτου. Ἐκ γενεῆς δὲ, ἢ ἐπ᾿ αὐξήσει, ἢ ἐν νούσῳ, μάλιστα γὰρ ἐκ νούσου, ἔστι μὲν οὖν οἷσιν ἐπισφακελίζει τὸ ὀστέον, ἀτὰρ καὶ οἷσι μὴ, πάσχει μὲν πάντα, ἧσσον δὲ ἢ τὸ ἔσω, ἢν χρηστῶς ἐπιμεληθῶσιν, ὥστε, καὶ ὅλῳ βαίνοντας τῷ ποδὶ, διαῤῥίπτειν· διὰ μελέτης πλείστης, τοῖσι νηπιωτάτοισιν· ἐαθέντα κακοῦται, ἐπιμεληθέντα δὲ ὠφελέεται· τοῖσιν ὅλοισιν, ἧσσον δέ τι, μινύθουσιν.

[22] Οἷσι δ᾿ ἂν ἀμφότερα οὕτως ἐκπέσῃ, τῶν ὀστέων ταὐτὰ παθήματα· εὔσαρκοι μὲν, πλὴν ἔσωθεν, ἐξεχέγλουτοι, ῥοικοὶ μηροὶ, ἢν μὴ ἐπισφακελίσῃ. Εἰ κυφοὶ τὰ ἄνωθεν ἰσχίων γένοιντο, ὑγιηροὶ μὲν, ἀναυξέες δὲ τὸ σῶμα, πλὴν κεφαλῆς.

[23] Οἷσι δὲ ὄπισθεν, σημεῖα, ἔμπροσθεν λαπαρώτερον, ὄπισθεν ἐξέχον, ποὺς ὀρθὸς, ξυγκάμπτειν οὐ δύνανται, εἰ μὴ μετ᾿ ὀδύνης, ἐκτείνειν ἥκιστα· τούτοισι σκέλος βραχύτερον. Ἀτὰρ οὐδ᾿ ἐκτανύειν δύνανται κατ᾿ ἰγνύην ἢ κατὰ βουβῶνα, ἢν μὴ πάνυ αἴρωσιν, οὐδὲ ξυγκάμπτειν. Ἡγεῖται ἐν τοῖσι πλείστοισι τὸ ἄνω ἄρθρον τὸ πρῶτον· κοινὸν τοῦτο ἄρθροισι, νεύροισι, μυσὶν, ἐντέροισιν, ὑστέρῃσιν, ἄλλοισιν. Ταύτῃ τοῦ ἰσχίου τὸ ὀστέον καταφερὲς ἐς τὸν γλουτὸν, διὰ τοῦτο βραχὺ, καὶ ὅτι ἐκτείνειν οὐ δύνανται. Σάρκες παντὸς τοῦ σκέλεος ἐν πᾶσι μινύθουσιν· ἐφ᾿ οἷσι δὲ μάλιστα, καὶ οἷ, εἴρηται. Τὰ ἔργα τὰ ἑωυτοῦ ἕκαστον τοῦ σώματος ἐργαζόμενον μὲν ἰσχύει, ἀργέον δὲ κακοῦται, πλὴν κόπου, πυρετοῦ, φλεγμονῆς. Καὶ τὸ ἔξω, ὅτι ἐς σάρκα ὑπείκουσαν, βραχύτερον, τὸ δὲ ἔσω, ὅτι ἐπ᾿ ὀστέον προέχον, μακρότερον. Ἢν μὲν οὖν ηὐξημένοισι μὴ ἐμπέσῃ, ἐπὶ βουβῶσι καμπύλοι ὁδοιπορέουσι, καὶ ἡ ἑτέρη ἰγνύη κάμπτεται· στήθεσι μόλις ἱκνεῖται· χειρὶ τὸ σκέλος καταλαμβάνει, ἄνευ ξύλου, ἢν ἐθέλωσιν· ἢν μὲν γὰρ μακρότερον ᾖ, οὐ βήσεται· ἢν δὲ βαίνῃ, βραχύ. Μινύθησις δὲ σαρκῶν· οἷσι πόνοι, καὶ ἡ ἴξις ἔμπροσθεν, καὶ τῷ ὑγιεῖ κατὰ λόγον. Οἷσι δὲ ἐκ γενεῆς, ἢ αὐξομένοισιν, ἢ ὑπὸ νούσου ἐνόσησε καὶ ἔξαρθρα ἐγένετο (ἐν αἷς, εἰρήσεται), οὗτοι μάλιστα κακοῦνται διὰ τὴν τῶν νεύρων καὶ ἄρθρων ἀργίην· καὶ τὸ γόνυ διὰ τὰ εἰρημένα ξυγκακοῦνται. Ξυγκεκαμμένον οὗτοι ἔχοντες ὁδοιπορέουσιν ἐπὶ ξύλου ἑνὸς ἢ δύο· τὸ δὲ ὑγιὲς, εὔσαρκον διὰ χρῆσιν.

[24] Οἷσι δὲ ἐς τοὔμπροσθεν, σημεῖα τἀναντία, ὄπισθεν λαπαρὸν, ἔμπροσθεν ἐξέχον, ἥκιστα ξυγκάμπτουσιν οὗτοι τὸ σκέλος, μάλιστα δὲ ἐκτείνουσιν· ὀρθὸς ποὺς, σκέλος ἴσον, πτέρνα· βραχεῖ ἄκρως ἀνέσταλται. Ἢ πονέουσι μάλιστα οὗτοι αὐτίκα, καὶ οὖρον ἴσχεται μάλιστα ἐν τούτοισι τοῖσιν ἐξαρθρήμασιν· ἐν γὰρ τόνοισιν ἔγκειται τοῖσιν ἐπικαίροισιν. Τὰ ἔμπροσθεν κατατέταται, ἀναυξέα, νοσώδεα, ταχύγηρα· τὰ ὄπισθεν στολιδώδεις. Οἷσιν ηὐξημένοισιν, ὁδοιπορέουσιν ὀρθοὶ, πτέρνῃ μᾶλλον βαίνοντες· εἰ δὲ ἠδύναντο μέγα προβαίνειν, κἂν πάνυ· σύρουσι δέ· μινύθει δὲ ἥκιστα, τούτοισι δὲ ἡ χρῆσις αἰτία, μάλιστα δὲ ὄπισθεν· διὰ παντὸς τοῦ σκέλεος ὀρθότεροι τοῦ μετρίου, ξύλου δέονται κατὰ τὸ σιναρόν. Οἷσι δὲ ἐκ γενεῆς ἢ αὐξανομένοισι, χρηστῶς μὲν ἐπιμεληθεῖσιν ἡ χρῆσις, ὥσπερ τοῖσιν ηὐξημένοισιν· ἀμεληθεῖσι δὲ, βραχὺ, ἐκτεταμένον· πωροῦται γὰρ τούτοισι μάλιστα ἐς ἰθὺ τὰ ἄρθρα. Αἱ δὲ τῶν ὀστέων μειώσιες καὶ αἱ τῶν σαρκῶν μινυθήσιες, κατὰ λόγον.

[25] Μηροῦ δὲ κατάτασις μὲν ἰσχυρή· καὶ ἡ διόρθωσις κοινὴ, ἢ χερσὶν, ἢ σανίδι, ἢ μοχλῷ, τὰ μὲν ἔσω στρογγύλῳ, τὰ δὲ ἔξω πλατεῖ, μάλιστα δὲ τὰ ἔξω. Καὶ τὰ μὲν ἔσω, ἀσκοῖσιν ἀκεσάμενον, ἐς τὸ ὑπόξηρον τοῦ μηροῦ, κατατάσιος δὲ καὶ ξυνδέσιος σκελέων· κρεμάσαι διαλείποντα σμικρὸν τοὺς πόδας, ἔπειτα πλέξαντα ἐκκρεμασθῆναί τινα, ἐν τῇ διορθώσει ἀμφότερα ἅμα ποιεῦντα. Καὶ τῷ ἔμπροσθεν τοῦτο ἱκανὸν καὶ τοῖσιν ἑτέροισιν, ἥκιστα δὲ τῷ ἔξω. Ἡ τοῦ ξύλου ὑπόστασις, ὥσπερ ὤμῳ ὑπὸ τὴν χεῖρα, οἷς ἔσω· τοῖσι γὰρ ἄλλοισιν ἧσσον. Καταναγκάσεις δὲ μετὰ διατάσιος, μάλιστα τῶν ἔμπροσθεν ἢ ὄπισθεν, ἢ ποδὶ ἢ χειρὶ ἐφίζεσθαι ἢ σανίδι.

[26] Γόνυ δὲ εὐηθέστερον ἀγκῶνος, διὰ τὴν εὐσταλίην καὶ εὐφυΐην· διὸ καὶ ἐκπίπτει καὶ ἐμπίπτει ῥᾷον. Ἐκπίπτει δὲ πλειστάκις ἔσω, ἀτὰρ καὶ ἔξω, καὶ ὄπισθεν. Ἐμβολαὶ δὲ, ἢ ἐκ τοῦ ξυγκεκάμφθαι, ἢ ἐκλακτίσαι ὀξέως, ἢ ξυνελίξας ταινίης ὄγκον, ἐν ἰγνύῃ θεὶς, ἀμφὶ τοῦτον ἐξαίφνης ἐς ὄκλασιν ἀφεῖναι τὸ σῶμα, μάλιστα ἐν τῇ τῶν ὄπισθεν· δύναται δὲ καὶ κατατεινόμενα μετρίως, ὥσπερ ἀγκὼν, ἐμπίπτειν τὰ ὄπισθεν. Τὰ δὲ ἔνθα, ἢ ἔνθα, ἐκ τοῦ ξυγκεκάμφθαι, ἢ ἐκλακτίσαι, [ἢ] ἐν καταστάσει, μάλιστα δὲ αὐτὴ τὸ ὄπισθεν· ἀτὰρ καὶ ἐκ κατατάσιος μετρίης. Ἡ διόρθωσις ἅπασι κοινή. Ἢν δὲ μὴ ἐμπέσῃ, τοῖσι μὲν ὄπισθεν ξυγκάμπτειν οὐ δύνανται, ἀτὰρ οὐδὲ τοῖσιν ἄλλοισι πάνυ τι· μινύθει δὲ μηροῦ καὶ κνήμης τὸ ἔμπροσθεν. Ἢν δὲ ἐς τὸ ἔσω, βλαισότεροι, μινύθει δὲ τὰ ἔξω. Ἢν δὲ ἐς τὰ ἔξω, γαυσότεροι, χωλοὶ δὲ ἧσσον, κατὰ γὰρ τὸ παχύτερον ὀστέον ὀχέει, μινύθει δὲ τὰ ἔσω. Ἐκ γενεῆς δὲ ἢ ἐν αὐξήσει, κατὰ λόγον τὸν πρόσθεν.

[27] Τὰ δὲ κατὰ τὰ σφυρὰ κατατάσιος ἰσχυρῆς δεῖται, ἢ τῇσι χερσὶν ἢ ἄλλοισι τοιούτοισι, κατορθώσιος δὲ ἅμα ἀμφότερα ποιεύσης· κοινὸν δὲ πᾶσιν.

[28] Τὰ δὲ ἐν ποδὶ, ὡς τὰ ἐν χειρὶ, ὑγιῆ.

[29] Τὰ δὲ ἐν τῇ κνήμῃ συγκοινωνέοντα καὶ μὴ ἐμπεσόντα, ἐκ γενεῆς καὶ ἐν αὐξήσει ἐξαρθρήσαντα, ταῦτα ἃ καὶ ἐν χειρί.

[30] Ὅσοι δὲ πηδήσαντες ἄνωθεν ἐστηρίξαντο τῇ πτέρνῃ, ὥστε διαστῆναι τὰ ὀστέα, καὶ φλέβας ἐκχυμωθῆναι, καὶ νεῦρα ἀμφιθλασθῆναι, ὅταν γένηται οἷα τὰ δεινότατα, κίνδυνος μὲν σφακελίσαντα τὸν αἰῶνα πρήγματα παρασχεῖν. Καὶ ῥοικώδη μὲν τὰ ὀστέα, τὰ δὲ νεῦρα ἀλλήλοισι κοινωνέοντα. Ἐπεὶ καὶ οἷσιν ἂν καταγεῖσιν, ἢ ὑπὸ τρώματος οἷα ἐν κνήμῃ, ἢ μηρῷ, νεύρων ἀπολυθέντων, ἃ κοινωνέει τουτέοισιν, ἢ ἐξ ἄλλης κατακλίσιος ἀμελέος ἐμελάνθη ἡ πτέρνη, καὶ τουτέοισι παλίγκοτα ἐκ τοιουτέων. Ἔστιν ὅτε πρὸς σφακελισμῷ γίνονται πυρετοὶ ὑπεροξέες, λυγγώδεες, τρομώδεες, γνώμης ἁπτόμενοι, ταχυθάνατοι, καὶ ἔτι φλεβῶν αἱμοῤῥόων πελιώσιες, καὶ γαγγραινώσιες. Σημεῖα τῶν παλιγκοτησάντων· ἢν τὰ ἐκχυμώματα, καὶ τὰ μελάσματα, καὶ τὰ περὶ ταῦτα ὑπόσκληρα καὶ ὑπέρυθρα ᾖ· ἢν γὰρ ξὺν σκληρύσματι πελιωθῇ, κίνδυνος μελανθῆναι· ἢν δ᾿ ὑποπέλια ἢ καὶ πέλια μάλα, καὶ κεχυμένα, ἢ ὑπόχλωρα καὶ μαλθακὰ, ταῦτα ἐν πᾶσι τοῖσι τοιούτοισιν ἀγαθά. Ἴησις δὲ, ἢν μὲν ἀπύρετοι ἔωσιν, ἐλλεβορίζειν· ἢν δὲ μὴ, μή· ἀλλὰ ποτὸν διδόναι ὀξύγλυκυ, εἰ δέοι. Ἐπίδεσις δὲ, ἡ ἄρθρων σύνδεσις· ἔτι δὲ ταῦτα· μᾶλλον τοῖσι φλάσμασι, καὶ ὀθονίοισι πλέοσι καὶ μαλθακωτέροισι χρῆσθαι· πίεξις ἧσσον· ὕδωρ πλέον· προσπεριβάλλειν τὰ πλεῖστα τῇ πτέρνῃ. Τὸ σχῆμα, ὅπερ ἡ ἐπίδεσις, ὡς μὴ ἐς τὴν πτέρνην ἀποπιέζηται· ἀνωτέρω γούνατος· ἔστω εὔθετος· νάρθηξι μὴ χρήσασθαι.

[31] Ὅταν δὲ ἐκστῇ ὁ ποὺς, ἢ μοῦνος, ἢ ξὺν τῇ ἐπιφύσει, ἐκπίπτει μᾶλλον ἐς τὸ ἔσω. Εἰ δὲ μὴ ἐμπέσοι, λεπτύνεται ἀνὰ χρόνον ἰσχίου καὶ μηροῦ καὶ κνήμης τὸ ἀντίον τοῦ ὀλισθήματος. Ἐμβολὴ, ὡς ἡ καρποῦ, κατάτασις δὲ ἰσχυροτέρη. Ἴησις, νόμος ἄρθρων. Παλιγκοτέει ἧσσον καρποῦ, ἢν ἡσυχάσῃ. Δίαιτα μείων, ἐλινύουσι γάρ. Τὰ δὲ ἐκ γενεῆς μὲν ἢ ἐν αὐξήσει, κατὰ λόγον τὸν πρότερον.

[32] Ἐπεὶ τὰ σμικρὸν ὠλισθηκότα ἐκ γενεῆς, ἔνια οἷά τε διορθοῦσθαι· μάλιστα δὲ ποδὸς κύλλωσις· κυλλώσιος γὰρ οὐχ εἷς ἐστι τρόπος. Ἡ δὲ ἴησις τουτέου· κηροπλαστεῖν· κηρωτὴ ῥητινώδης, ὀθόνια συχνὰ, ἢ πέλμα, ἢ μολύβδιον προσεπιδεῖν, μὴ χρωτί· ἀνάληψις, τά τε σχήματα ὁμολογείτω.

[33] Ἢν δὲ ἐξαρθρήσαντα ἕλκος ποιησάμενα ἐξίσχῃ, ἐώμενα ἀμείνω, ὥστε δὴ μὴ ἀπαιωρέεσθαι, μηδ᾿ ἀπαναγκάζεσθαι. Ἴησις δὲ, πισσηρῇ, ἢ σπλήνεσιν οἰνηροῖσι θερμοῖσιν (ἅπασι γὰρ τουτέοισι τὸ ψυχρὸν κακὸν), καὶ φύλλοισιν· χειμῶνος δὲ, εἰρίοισι ῥερυπωμένοισι τῆς σκέπης εἵνεκα· μὴ καταπλάσσειν, μηδὲ ἐπιδεῖν· δίαιτα λεπτή. Ψῦχος, ἄχθος πουλὺ, πίεξις, ἀνάγκη, σχήματος τάξις· εἰδέναι μὲν οὖν ταῦτα πάντα ὀλέθρια. Μετρίως δὲ θεραπευθέντες, χωλοὶ αἰσχρῶς· ἢν γὰρ παρὰ πόδας γένηται, ποὺς ἀνασπᾶται καὶ ἤν πη ἄλλῃ, κατὰ λόγον. Ὀστέα οὐ μάλα ἀφίστανται· μικρὰ γὰρ ψιλοῦται, περιωτειλοῦται λεπτῶς. Τουτέων τὰ μέγιστα κινδυνωδέστατα, καὶ τὰ ἀνωτάτω. Ἐλπὶς δὲ μούνη σωτηρίης, ἐὰν μὴ ἐμβάλλῃ, πλὴν τὰ κατὰ δακτύλους, καὶ χεῖρα ἄκρην· ταῦτα δὲ, προειπέτω τοὺς κινδύνους· ἐγχειρέειν ἐμβάλλειν ἢ τῇ πρώτῃ, ἢ τῇ δευτέρῃ· ἢν δὲ μὴ, πρὸς τὰς δέκα· ἥκιστα τεταρταῖα· ἐμβολὴ δὲ, οἱ μοχλίσκοι· ἴησις δὲ, ὡς κεφαλῆς ὀστέων, καὶ θέρμη· ἐλλεβόρῳ δὲ καὶ αὐτίκα ἐπὶ τοῖσιν ἐμβαλλομένοισι βέλτιον χρῆσθαι. Τὰ δ᾿ ἄλλα, εὖ εἰδέναι δεῖ, ὅτι, ἐμβαλλομένων, θάνατοι· τὰ μέγιστα καὶ τὰ ἀνωτάτω μάλιστα καὶ τάχιστα. Ποὺς δὲ ἐκβὰς, σπασμὸς, γάγγραινα· καὶ ἢν ἐμβληθέντι ἐπιγένηταί τι τουτέων, ἐκβάλλοντι ἐλπὶς, εἴ τις ἄρα ἐλπίς· οὐ γὰρ ἀπὸ τῶν χαλώντων οἱ σπασμοὶ, ἀλλ᾿ ἀπὸ τῶν ἐντεινόντων.

[34] Αἱ δὲ ἀποκοπαὶ ἢ ἐν ἄρθρῳ, ἢ κατὰ τὰ ὀστέα, μὴ ἄνω, ἀλλ᾿ ἢ παρὰ τῷ ποδὶ, ἢ παρὰ τῇ χειρὶ, ἐγγὺς περιγίνονται, ἢν μὴ αὐτίκα μάλα λειποθυμίῃ ἀπόλωνται. Ἴησις, ὡς κεφαλῆς, θέρμη.

[35] Ἀποσφακελίσιος μέντοι σαρκῶν, καὶ ἐν τρώμασιν αἱμοῤῥόοις ἀποσφιγχθὲν, καὶ ἐν ὀστέων κατήγμασι πιεχθὲν, καὶ ἐν δεσμοῖς ἀπομελανθέν. Καὶ οἷσι μηροῦ μέρος ἀποπίπτει καὶ βραχίονος, ὀστέα τε καὶ σάρκες [ἀποπίπτουσι], πολλοὶ περιγίνονται, ὡς τά γε ἄλλα εὐφορώτερα. Οἷσι μὲν οὖν καταγέντων ὀστέων, αἱ μὲν περιῤῥήξιες ταχεῖαι, αἱ δὲ τῶν ὀστέων ἀποπτώσιες, ᾗ ἂν τὰ ὅρια τῆς ψιλώσιος ᾖ, ταύτῃ ἀποπίπτουσι, βραδύτερον δέ. Δεῖ δὲ τὰ κατωτέρω τοῦ τρώματος προσαφαιρέειν καὶ τοῦ σώματος τοῦ ὑγιέος (προθνήσκει γὰρ), φυλασσόμενον ὀδύνην· ἅμα γὰρ λειποθυμίῃ θνήσκουσιν. Μηροῦ ὀστέον ἀπελύθη ἐκ τοιούτου ὀγδοηκοσταῖον, ἡ δὲ κνήμη ἀφῃρέθη εἰκοσταίη· κνήμης δὲ ὀστέα κατὰ μέσην, ἑξηκοσταῖα ἀπελύθη. Ἐκ τοιουτέων ταχὺ καὶ βραδέως, αἱ πιέξιες αἱ ἰητρικαί. Τὰ δ᾿ ἄλλα ὅσα ἡσυχαίως, τὰ μὲν ὀστέα οὐκ ἀποπίπτει, οὐδὲ σαρκῶν ψιλοῦται, ἀλλ᾿ ἐπιπολαιότερον. Προσδέχεσθαι ταῦτα χρή· τὰ γὰρ πλεῖστα φοβερώτερα ἢ κακίω. Ἡ ἴησις πραεῖα· θέρμῃ, διαίτῃ ἀκριβεῖ· κίνδυνος αἱμοῤῥαγιῶν, ψύχεος· σχήματα δὲ, ὡς μὲν ἀνάῤῥοπα, ἔπειτα ὑποστάσιος πύου εἵνεκα ἐξ ἴσου ἢ ὅσα ξυμφέρει. Ἐπὶ τοῖσι τοιουτέοισι καὶ ἐπὶ τοῖσι μελασμοῖσιν, αἱμοῤῥαγίαι· δυσεντερίαι, περὶ κρίσιν, λαῦροι μὲν, ὀλιγήμεροι δέ· οὐκ ἀπόσιτοι δὲ πάνυ, οὐδὲ πυρετώδεες, οὐδέ τι κενεαγγητέον.

[36] Ὕβωσις, ἡ μὲν εἴσω, ἐπιθάνατος, οὔρων σχέσιος, ἀποναρκώσιος· τὰ δὲ ἔξω, τουτέων ἀσινέα τὰ πλεῖστα, πουλὺ μᾶλλον, ἢ ὅσα σεισθέντα μὴ ἐξέστη· αὐτὰ μὲν ἑωυτοῖσι κρίσιν ποιησάμενα, κεῖνα δὲ ἐπὶ πλέον τῷ σώματι ἐπιδιδόντα, καὶ ἐν ἐπικαίροις ἔοντα. Οἷον πλευραὶ κατεαγεῖσαι μὲν, ὀλίγαι πυρετώδεες, καὶ αἵματος πτύσιος, καὶ σφακελισμοῦ, ἤν τε μία, ἤν τε πλείους, μὴ κατασχισθεῖσαι δέ· καὶ ἴησις φαύλη, μὴ κενεαγγοῦντα, ἢν ἀπύρετος ἔῃ· ἐπίδεσις, ὡς νόμος· ἡ δὲ πώρωσις, ἐν εἴκοσιν ἡμέρῃσι, χαῦνον γάρ. Ἢν δ᾿ ἀμφιφλασθῇ, φυματίαι, καὶ βηχώδεες, καὶ ἔμμοτοι, καὶ πλευρὰς ἐσφακέλισαν· παρὰ γὰρ πλευρὴν ἑκάστην, ἀπὸ πάντων τόνοι εἰσίν. Πολλοὶ δὲ καὶ αἷμα ἔπτυσαν, καὶ ἔμπυοι ἐγένοντο. Ἡ δὲ μελέτη, ἴησις, ἐπίδεσις, ὡς νόμος· διαίτης τὰ πρῶτα ἀτρεκέως, ἔπειτα ἁπαλύνειν· ἡσυχίῃ, σιγῇ· σχήματα, κοιλίη, ἀφροδίσια. Ἀτὰρ οἷς ἄναιμα, ἐπωδυνώτερα τῶν καταγνυμένων, καὶ φιλυποστροφώτερα χρόνοισιν· οἷσι δὲ καταλείπεται μυξῶδες, ὑπομιμνήσκει ἐν πόνοισιν. Ἴησις, καῦσις, τοῖσι μὲν ἀπ᾿ ὀστέου, μέχρις ὀστέου, μὴ αὐτὸ δέ· ἢν δὲ μεταξὺ, μὴ πέρην, μηδὲ ἐπιπολῆς. Σφακελισμός· καὶ τὰ ἔμμοτα πειρᾶσθαι· εἰρήσεται ἅπαντα τὰ ἐπεσιόντα. Ὁρατὰ, λόγοις δ᾿ οὐ μὴ, βρώματα, πόματα, θάλπος, ψῦχος, σχῆμα, ὅτι καὶ φάρμακα, τὰ μὲν ξηρὰ, τὰ δὲ ὑγρὰ, τὰ δὲ πυῤῥὰ, τὰ δὲ μέλανα, τὰ δὲ λευκὰ, τὰ δὲ στρυφνὰ, ἐπὶ ἕλκη, οὕτω καὶ δίαιται.

[37] Τὰ δ᾿ ἀπὸ καταπτώσιος ἧσσον δύναται ἐξιθύνεσθαι· χαλεπώτερα δὲ τὰ ἄνω φρενῶν ἐξιθύνεσθαι. Οἷσι δὲ παισὶν, οὐ συναύξεται, ἀλλ᾿ ἢ σκέλη καὶ χεῖρες καὶ κεφαλή. Ηὐξημένοισιν ὕβωσις, παραχρῆμα μὲν τῆς νούσου ῥύεται, ἀνὰ χρόνον δ᾿ ἐπισημαίνεται, δι᾿ ὧνπερ καὶ τοῖσι νεωτέροισιν, ἧσσον δὲ κακοήθως. Εἰσὶ δὲ οἳ εὐφόρως ἤνεγκαν, οἷσιν ἂν ἐς εὔσαρκον καὶ πιμελῶδες τράπηται. Ὀλίγοι δὲ τουτέων περὶ ἑξήκοντα ἔτεα ἐβίωσαν. Ἀτὰρ καὶ ἐς τὰ πλάγια διαστρέμματα γίνεται· συναίτια δὲ καὶ τὰ σχήματα, ἐν οἷσιν ἂν κατακέωνται· καὶ ἔχει προγνώσιας.

[38] Νόμος ἐμβολῆς καὶ διορθώσιος, ὄνος, μοχλὸς, σφηνίσκος, ἴπος, ὄνος μὲν ἀπάγειν, μοχλὸς δὲ παράγειν. Τὰ δὲ ἐμβλητέα ἢ διορθωτέα διαναγκάσαι δεῖ ἐκτείνοντα, ἐν ᾧ ἂν ἕκαστα σχήματι μέλλῃ ὑπεραιωρηθήσεσθαι· τὸ δ᾿ ἐκβὰν, ὑπὲρ τούτου ὅθεν ἐξέβη· τοῦτο δὲ, ἢ χερσὶν, ἢ κρεμασμῷ, ἢ ὄνοισιν, ἢ περί τι. Χερσὶ μὲν οὖν ὀρθῶς κατὰ μέρεα· καρπὸν δὲ καὶ ἀγκῶνα ἀπόχρη διαναγκάζειν, καρπὸν μὲν ἐς ἰθὺ ἀγκῶνος, ἀγκῶνα δὲ ἐγγώνιον πρὸς βραχίονα ἔχοντα, οἷον παρὰ τῷ βραχίονι τὸ ὑπὸ τὴν χεῖρα ὑποτεινόμενον. Ἐν οἷσι δὲ δακτύλου ποδὸς, χειρὸς, καρποῦ, ὑβώματος τὸ ἔξω διαναγκάσαι δεῖ καὶ καταναγκάσαι, τὰ μὲν ἄλλα ὑπὸ χειρῶν αἱ διαναγκάσεις ἱκαναὶ, καταναγκάσαι δὲ τὰ ὑπερέχοντα ἐς ἕδρην πτέρνῃ ἢ θέναρι ἐπί τινος· ὥστε κατὰ μὲν τὸ ἐξέχον ὑποκέεσθαι ὄγκον σύμμετρον μαλθακόν· κατὰ δὲ τὸ ἕτερον μὴ στορέσαντα χρὴ ὠθέειν ὀπίσω καὶ κάτω, ἤν τε ἔσω, ἤν τε ἔξω ἐκπεπτώκῃ· τὰ δ᾿ ἐκ πλαγίων, τὰ μὲν ἀπωθέειν, τὰ δὲ ἀντωθέειν ὀπίσω ἀμφότερα κατὰ τὸ ἕτερον. Τὰ δὲ ὑβώματα, τὰ μὲν ἔσω οὔτε πταρμῷ, οὔτε βηχὶ, οὔτε φύσης ἐνέσει, οὔτε σικύῃ· εἰ δέ τι, ἡ κατάτασις. Ἡ δὲ ἀπάτη, ὅτι οἴονταί ποτε καταγέντων σπονδύλων, καὶ τὰ λορδώματα διὰ τὴν ὀδύνην δοκέει ἔσω ὠλισθηκέναι· ταῦτα δὲ ταχύφυα καὶ ῥᾴδια. Τὰ δὲ ἔξω, κατάσεισις, τὰ μὲν ἄνω ἐπὶ πόδας, τὰ δὲ κάτω τἀναντία· κατανάγκασις δὲ σὺν κατατάσει, ἢ ἕδρῃ, ἢ ποδὶ, ἢ σανίδι. Τὰ δ᾿ ἔνθα ἢ ἔνθα, εἴ τι, ἡ κατάτασις, καὶ ἔτι τὰ σχήματα ἐν τῇ διαίτῃ. Τὰ ἄρμενα πάντα εἶναι πλατέα, προσηνέα, ἰσχυρά· εἰ δὲ μὴ, δεῖ ῥάκεσι προκατειλίχθαι· ἐσκευάσθαι πρὶν ἢ ἐν τῇσιν ἀνάγκῃσι, πάντα συμμεμετρημένως τὰ μήκεα, καὶ ὕψεα, καὶ εὔρεα. Διάτασις οἷον μηροῦ, τὸ παρὰ σφυρὸν δεδέσθαι, καὶ ἄνω τοῦ γούνατος, ταῦτα μὲν ἐς τὸ αὐτὸ τείνοντα· παρὰ δ᾿ ἰξύϊ, καὶ περὶ μασχάλας, καὶ κατὰ περίνεον, καὶ μηρὸν, τὰ μεταξὺ, τῆς ἀρχῆς τὸ μὲν ἐπὶ τὸ στῆθος, τὸ δ᾿ ἐπὶ νῶτον τείνοντα, ταῦτα δ᾿ ἐς τὸ αὐτὸ ἅπαντα τείνοντα, προσδεθέντα ἢ πρὸς ὑπεροειδέα, ἢ πρὸς ὄνον. Ἐπὶ μὲν οὖν κλίνης ποιέοντι, τοῦτο μὲν τῶν ποδῶν πρὸς οὐδὸν χρὴ ἐρεῖσαι, πρὸς δὲ τὸ ἕτερον, ξύλον ἰσχυρὸν πλάγιον παραβεβλῆσθαι, τὰ δὲ ὕπερθεν ὑπεροειδέα πρὸς ταῦτα ἀντιστηρίζοντα διατείνειν, ἢ πλήμνας κατορύξαντα, ἢ κλίμακα διαθέντα, ἀμφωτέρωθεν ὠθέειν. Τὸ δὲ κοινὸν, σανὶς ἑξάπηχυς, εὖρος δίπηχυς, πάχος σπιθαμῆς, ἔχουσα ὄνους δύο ταπεινοὺς ἔνθεν καὶ ἔνθεν, ἔχουσα δὲ καὶ κατὰ μέσον στυλίσκους ξυμμέτρους, ἐξ ὧν ὡς κλιμακτὴρ ἥρμοσται ἐς τὴν ὑπόστασιν τῷ ξύλῳ, ὥσπερ τῷ κατ᾿ ὦμον· καταγλύφους δὲ, ὥσπερ ληνοὺς, λείας ἔχειν, τετραδακτύλους εὖρος καὶ βάθος, καὶ διαλιπεῖν τοσοῦτον, ὅσον αὐτῇ τῇ μοχλεύσει ἐς διόρθωσιν· ἐν μέσῳ δὲ τετράγωνον καταγλυφὴν, ὥστε στυλίσκον ἐνεῖναι, ὃς παρὰ περίνεον ἐὼν περιῤῥέπειν τε κωλύσει, ἐών τε ὑποχάλαρος ὑπομοχλεύσει. Χρὴ δὲ, τῆς σανίδος [ἢ] ἐν τῷ τοίχῳ [τὸ ἄκρον] καταγεγλυμμένον τι ἐχούσης, τοῦ ξύλου ὦσαι τὸ ἄκρον, ἐπὶ δὲ θάτερα καταναγκάζειν, ὑποτιθέντα μαλθακά τινα σύμμετρα.

[39] Οἷσιν ὀστέον ἀπὸ ὑπερῴης ἀπῆλθε, μέση ἵζει ἡ ῥὶς τουτέοισιν. Οἱ δὲ φλώμενοι κεφαλὰς ἄνευ ἕλκεος, ἢ πεσόντος, ἢ κατάξαντος, ἢ πιέσαντος, τουτέων ἐνίοισι τὰ δριμέα ἔρχεται ἀπὸ κεφαλῆς κατὰ τὰς φάρυγγας, καὶ ἀπὸ τρώματος ἐν τῇ κεφαλῇ, καὶ ἐς τὸ ἧπαρ, καὶ ἐς τὸν μηρόν.

[40] Σημεῖα παραλλαγμάτων καὶ ἐκπτωμάτων, καὶ ᾗ, καὶ ὅκως, καὶ ὅσον διαφέρει ταῦτα πρὸς ἄλληλα. Καὶ οἷσιν ἡ κοτύλη παρέαγε, καὶ οἷσι νευρίον ἀπεσπάσθη, καὶ οἷσιν ἐπίφυσις ἀπέαγε, καὶ οἷσι, καὶ ὡς, καὶ ἓν ἢ δύο, ὧν δύο ἐστίν· ἐπὶ τουτέοισι κίνδυνοι, ἐλπίδες, οἷσι κακαὶ, καὶ ὅτε κακώσιες θανάτου, ὑγιείης ἀσφαλείης. Καὶ ἃ ἐμβλητέα, ἢ χειριστέα, καὶ ὅτε, καὶ ἃ οὒ, ἢ ὅτε οὔ· ἐπὶ τουτέοισιν ἐλπίδες, κίνδυνοι. Οἷα καὶ ὅτε χειριστέα καὶ τὰ ἐκ γενεῆς ἔξαρθρα, τὰ αὐξανόμενα, τὰ ηὐξημένα, καὶ ὅ τι θᾶσσον, καὶ ὅ τι βραδύτερον, καὶ ὅ τι χωλὸν, καὶ ὡς, καὶ οὔ· καὶ διότι καὶ ὅ τι μινυθήσει, καὶ ᾗ, καὶ ὡς, καὶ οἷσιν ἧσσον. Καὶ ὅτι τὰ καταγέντα θᾶσσον καὶ βραδύτερον φυόμενα, ᾗ αἱ διαστροφαὶ καὶ ἐπιπωρώσιες γίνονται, καὶ ἄκη τουτέων. Οἷσιν ἕλκεα αὐτίκα ἢ ὕστερον γίνονται· οἷσι καὶ ὀστέα καταγεῖσι, μείω, οἷσιν οὔ· οἷσι καταγέντα ἐξέσχεν, καὶ ᾗ ἐξίσχει μᾶλλον· οἷσιν ἐκβάντα [ἢ] ἄρθρα ἐξίσχει. Ἀπατῶνται, καὶ δι᾿ ἃ, ἐν οἷσιν ὁρῶσιν, ἐν οἷσι διανοεῦνται ἀμφὶ τὰ παθήματα, ἀμφὶ τὰ θεραπεύματα. Νόμοισι τοῖσι νομίμοισι, περὶ ἐπιδέσιος· παρασκευὴ, πάρεξις, κατάτασις, διόρθωσις, ἀνάτριψις, ἐπίδεσις, ἀνάληψις, θέσις, σχῆμα, χρόνοι, δίαιται. Τὰ χαυνότατα τάχιστα φύεται, τὰ δ᾿ ἐναντία ἐναντίως. Διαστροφαὶ, ᾗ κυρτοί· ἄσαρκοι, ἄνευροι, ᾗ τὸ ἐκπεσόν. Τὸ ἐμπεσὸν ὡς προσωτάτω ἔσται τοῦ χωρίου, οὗ ἐξέπεσεν. Νεύρων, τὰ μὲν ἐν κινήσει καὶ ἐν πλάδῳ, ἐπιδοτικά· τὰ δὲ μὴ, ἧσσον. Ἄριστον, ᾗ ἂν ἐκπέσῃ, εἰ ἐμπέσοι τάχιστα. Πυρεταίνοντι μὴ ἐμβάλλειν, μηδὲ τεταρταῖα, πεμπταῖα, ἥκιστα ἀγκῶνα, καὶ τὰ ναρκώδεα πάντα· ὡς τάχιστα ἄριστα, τὴν φλεγμονὴν παρέντα. Τὰ ἀποσπώμενα, ἢ νεῦρα, ἢ χόνδρια, ἢ ἐπιφύσιες, ἢ διιστάμενα κατὰ συμφύσεις, ἀδύνατα ὁμοιωθῆναι· διαπωροῦται ταχέως τοῖσι πλείστοισιν· ἡ δὲ χρῆσις σώζεται. Ἐκβάντων, τὰ ἔσχατα, ῥᾷον. Τὰ ῥᾷστα ἐκπεσόντα ἥκιστα φλεγμαίνει· τὰ δὲ ἥκιστα θερμαίνοντα, καὶ μὴ ἐπιθεραπευθέντα, μάλιστα αὖθις ἐκπίπτει. Κατατείνειν ἐν σχήματι τοιουτέῳ, ἐν ᾧ μάλιστα ὑπεραιωρηθήσεται, σκεπτόμενον ἐς τὴν φύσιν καὶ τὸν τόπον. ᾟ ἐξέβη, διόρθωσις· ὀπίσω ἐς ὀρθὸν καὶ ἐς πλάγιον παρωθεῖν· τὰ δὲ ταχέως ἀντισπάσαντα ἀντισπάσαι ταχέως ἤδη ἐκ περιαγωγῆς. Τὰ πλειστάκις ἐκπίπτοντα ῥᾷον ἐμπίπτει· αἴτιον φύσις, ἢ νεύρων, ἢ ὀστέων, νεύρων μὲν, μῆκος ἢ ἐπίδοσις, ὀστέων δὲ, κοτύλης ὁμαλότης, κεφαλῆς φαλακρότης· τὸ ἔθος τρίβον ποιέει· αἰτίη, καὶ σχέσις, καὶ ἕξις, καὶ ἡλικίη. Τὸ ὑπόμυξον, ἀφλέγμαντον.

[41] Οἷσιν ἕλκεα ἐγένετο, ἢ αὐτίκα, ἢ ὀστέων ἐξισχόντων, ἢ ἔπειτα, ἢ κνησμῶν, ἢ τρηχυσμῶν, ταῦτα μὲν ἢν αἰσθῇ, εὐθέως λύσας, πισσηρὴν ἐπὶ τὸ ἕλκος ἐπιθεὶς, ἐπιδεῖν ὡς ἐπὶ τὸ ἕλκος πρῶτον τὴν ἀρχὴν βαλλόμενος, καὶ τἄλλα ὡς οὐ ταύτῃ τοῦ σίνεος ἐόντος· οὕτω γὰρ αὐτό τε ἰσχνότατον, καὶ ἐκπυήσει τάχιστα, καὶ περιῤῥήξεται, καὶ καθαρθέντα τάχιστα φύσεται· νάρθηκας δὲ μήτε κατ᾿ αὐτὸ τοῦτο προσάγειν, μήτε πιέζειν· καὶ ὧν ὀστέα μὴ μεγάλα ἄπεισιν, οὕτω ποιέειν· ὧν δὲ μεγάλα, οὔ· πολλὴ γὰρ ἐμπύησις, καὶ ταῦτ᾿ οὐκ ἔτι οὕτως, ἀλλ᾿ ἀνέψυκται τῶν ὑποστασίων εἵνεκα. Τὰ δὲ τοιαῦτα ὁπόσα ἐξέσχε, καὶ, εἴ τε ἐμβληθῇ, εἴ τε μὴ, ἐπίδεσις μὲν οὐκ ἐπιτήδειον, διάτασις δὲ, σφαῖραι ποιηθεῖσαι, οἷαι πέδαις, ἡ μὲν παρὰ σφυρὸν, ἡ δὲ παρὰ γόνυ, ἐς κνήμην πλατεῖαι, προσηνέες, ἰσχυραὶ, κρίκους ἔχουσαι· ῥάβδοι τε σύμμετροι κρανίης καὶ μῆκος καὶ πάχος, ὥστε διατείνειν· ἱμάντια δὲ ἐξ ἄκρων ἀμφοτέρωθεν ἔχοντα εἰς τοὺς κρίκους ἐνδεδέσθαι, ὡς τὰ ἄκρα ἐς τὰς σφαίρας ἐνστηριζόμενα διαναγκάζῃ. Ἴησις δὲ, πισσηρὴ θερμή· σχήματα, καὶ ποδὸς θέσις καὶ ἰσχίου· δίαιτα ἀτρεκής. Ἐμβάλλειν τὰ ὀστέα τὰ ὑπερίσχοντα αὐθήμερα, ἢ δευτεραῖα, τεταρταῖα δὲ ἢ πεμπταῖα, μὴ, ἀλλ᾿ ἐπὴν ἰσχνὰ ᾖ. Ἡ δ᾿ ἐμβολὴ τοῖσι μοχλικοῖσιν· ἢ τὸ ἐμβαλλόμενον τοῦ ὀστέου, ἢν μὴ ἔχῃ ἀποστήριξιν, ἀποπρῖσαι τῶν κωλυόντων. Ἀτὰρ καὶ ὡς τὰ ψιλωθέντα ἀποπεσεῖται, καὶ βραχύτερα τὰ μέλεα.

[42] Τὰ δὲ ἄρθρα, τὰ μὲν πλέον, τὰ δὲ μεῖον ὀλισθάνει· καὶ τὰ μὲν μεῖον, ἐμβαλεῖν ῥᾴδιον· τὰ δὲ πλέον μέζους ποιεῖ τὰς κακώσιας καὶ ὀστέων, καὶ νεύρων, καὶ ἄρθρων, καὶ σαρκῶν, καὶ σχημάτων. Μηρὸς δὲ καὶ βραχίων ὁμοιότατα ἐκπίπτουσιν.


Ἀφορισμοί

ΑΦΟΡΙΣΜΟΙ.

[1]

ΤΜΗΜΑ ΠΡΩΤΟΝ.

[1] Ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὴ, ὁ δὲ καιρὸς ὀξὺς, ἡ δὲ πεῖρα σφαλερὴ, ἡ δὲ κρίσις χαλεπή. Δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιεῦντα, ἀλλὰ καὶ τὸν νοσέοντα, καὶ τοὺς παρεόντας, καὶ τὰ ἔξωθεν.

[2] Ἐν τῇσι ταραχῇσι τῆς κοιλίης, καὶ ἐμέτοισι, τοῖσιν αὐτομάτως γιγνομένοισιν, ἢν μὲν, οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν· ἢν δὲ μὴ, τοὐναντίον. Οὕτω δὲ καὶ κενεαγγείη, ἢν μὲν, οἷα δεῖ γίγνεσθαι, γίγνηται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν· ἢν δὲ μὴ, τοὐναντίον. Ἐπιβλέπειν οὖν δεῖ καὶ χώρην, καὶ ὥρην, καὶ ἡλικίην, καὶ νούσους, ἐν ᾗσι δεῖ, ἢ οὔ.

[3] Ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπ᾿ ἄκρον εὐεξίαι σφαλεραὶ, ἢν ἐν τῷ ἐσχάτῳ ἔωσιν· οὐ γὰρ δύνανται μένειν ἐν τῷ αὐτέῳ, οὐδὲ ἀτρεμέειν· ἐπεὶ δὲ οὐκ ἀτρεμέουσιν, οὐδ᾿ ἔτι δύνανται ἐπὶ τὸ βέλτιον ἐπιδιδόναι, λείπεται ἐπὶ τὸ χεῖρον· τουτέων οὖν εἵνεκεν τὴν εὐεξίην λύειν ξυμφέρει μὴ βραδέως, ἵνα πάλιν ἀρχὴν ἀναθρέψιος λαμβάνῃ τὸ σῶμα· μηδὲ τὰς ξυμπτώσιας ἐς τὸ ἔσχατον ἄγειν, σφαλερὸν γὰρ, ἀλλ᾿ ὁκοίη ἂν ἡ φύσις ᾖ τοῦ μέλλοντος ὑπομένειν, ἐς τοῦτο ἄγειν. Ὡσαύτως δὲ καὶ αἱ κενώσιες αἱ ἐς τὸ ἔσχατον ἄγουσαι, σφαλεραί· καὶ πάλιν αἱ ἀναθρέψιες, αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι, σφαλεραί.

[4] Αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται, καὶ ἐν τοῖσι μακροῖσιν αἰεὶ πάθεσι, καὶ ἐν τοῖσιν ὀξέσιν, οὗ μὴ ἐπιδέχεται, σφαλεραί. Καὶ πάλιν αἱ ἐς τὸ ἔσχατον λεπτότητος ἀφιγμέναι δίαιται, χαλεπαί· καὶ γὰρ αἱ πληρώσιες, αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι, χαλεπαί.

[5] Ἐν τῇσι λεπτῇσι διαίτῃσιν ἁμαρτάνουσιν οἱ νοσέοντες, διὸ μᾶλλον βλάπτονται· πᾶν γὰρ τὸ ἁμάρτημα ὃ ἂν γίνηται, μέγα γίνεται μᾶλλον, ἢ ἐν τῇσιν ὀλίγον ἁδροτέρῃσι διαίτῃσιν· διὰ τοῦτο καὶ τοῖσιν ὑγιαίνουσι σφαλεραὶ αἱ πάνυ λεπταὶ καὶ καθεστηκυῖαι καὶ ἀκριβέες δίαιται, ὅτι τὰ ἁμαρτανόμενα χαλεπώτερον φέρουσιν. Διὰ τοῦτο οὖν αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται, σφαλεραὶ ἐς τὰ πλεῖστα τῶν σμικρῷ ἁδροτέρων.

[6] Ἐς δὲ τὰ ἔσχατα νουσήματα αἱ ἔσχαται θεραπεῖαι ἐς ἀκριβείην, κράτισται.

[7] Ὅκου μὲν κάτοξυ τὸ νούσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει, καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι· ὅκου δὲ μὴ, ἀλλ᾿ ἐνδέχεται ἁδροτέρως διαιτᾷν, τοσοῦτον ὑποκαταβαίνειν, ὁκόσον ἂν ἡ νοῦσος μαλθακωτέρη τῶν ἐσχάτων ἔῃ.

[8] Ὁκόταν δὲ ἀκμάζῃ τὸ νούσημα, τότε λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι.

[9] Ξυντεκμαίρεσθαι δὲ χρὴ καὶ τὸν νοσέοντα, εἰ ἐξαρκέσει τῇ διαίτῃ πρὸς τὴν ἀκμὴν τῆς νούσου, καὶ πότερον ἐκεῖνος ἀπαυδήσει πρότερον, καὶ οὐκ ἐξαρκέσει τῇ διαίτῃ, ἢ ἡ νοῦσος πρότερον ἀπαυδήσει καὶ ἀμβλυνεῖται.

[10] Ὁκόσοισι μὲν οὖν αὐτίκα ἡ ἀκμὴ, αὐτίκα λεπτῶς διαιτῇν· ὁκόσοισι δὲ ἐς ὕστερον ἡ ἀκμὴ, ἐς ἐκεῖνο, καὶ πρὸ ἐκείνου σμικρὸν, ἀφαιρετέον· ἔμπροσθεν δὲ, πιοτέρως διαιτῇν, ὡς ἂν ἐξαρκέσῃ ὁ νοσέων.

[11] Ἐν δὲ τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή· τὸ προστιθέναι γὰρ βλάβη· καὶ ὁκόσα κατὰ περιόδους παροξύνεται, ἐν τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή.

[12] Τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι, καὶ αἱ ὧραι τοῦ ἔτεος, καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἀνταποδόσιες, ἤν τε καθ᾿ ἡμέρην, ἤν τε παρ᾿ ἡμέρην, ἤν τε καὶ διὰ πλείονος χρόνου γίγνωνται· ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν, οἷον ἐν πλευριτικοῖσι πτύελον ἢν μὲν αὐτίκα ἐπιφαίνηται, ἀρχομένου, βραχύνει, ἢν δ᾿ ὕστερον ἐπιφαίνηται, μηκύνει· καὶ οὖρα καὶ ὑποχωρήματα καὶ ἱδρῶτες, καὶ δύσκριτα καὶ εὔκριτα, καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα, ἐπιφαινόμενα, δηλοῖ.

[13] Γέροντες εὐφορώτατα νηστείην φέρουσι, δεύτερον, οἱ καθεστηκότες, ἥκιστα, μειράκια, πάντων δὲ μάλιστα, παιδία, τουτέων δὲ αὐτέων ἃ ἂν τύχῃ αὐτὰ ἑωυτέων προθυμότερα ἐόντα.

[14] Τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν· πλείστης οὖν δεῖται τροφῆς· εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται· γέρουσι δὲ ὀλίγον τὸ θερμὸν, διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκκαυμάτων δέονται· ὑπὸ πολλῶν γὰρ ἀποσβέννυται· διὰ τοῦτο καὶ οἱ πυρετοὶ τοῖσι γέρουσιν οὐχ ὁμοίως ὀξέες· ψυχρὸν γὰρ τὸ σῶμα.

[15] Αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει, καὶ ὕπνοι μακρότατοι· ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι, καὶ τὰ προσάρματα πλείω δοτέον· καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πλεῖστον ἔχει· τροφῆς οὖν πλείονος δεῖται· σημεῖον, αἱ ἡλικίαι καὶ οἱ ἀθληταί.

[16] Αἱ ὑγραὶ δίαιται πᾶσι τοῖσι πυρεταίνουσι ξυμφέρουσι, μάλιστα δὲ παιδίοισι, καὶ τοῖσιν ἄλλοισι τοῖσιν οὕτως εἰθισμένοισι διαιτᾶσθαι.

[17] Καὶ οἷσιν ἅπαξ, ἢ δὶς, καὶ πλείω ἢ ἐλάσσω, καὶ κατὰ μέρος· δοτέον δέ τι καὶ τῷ ἔθει, καὶ τῇ ὥρῃ, καὶ τῇ χώρῃ, καὶ τῇ ἡλικίῃ.

[18] Θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον.

[19] Τοῖσιν ἐν τῇσι περιόδοισι παροξυνομένοισι μηδὲν διδόναι, μηδ᾿ ἀναγκάζειν, ἀλλ᾿ ἀφαιρέειν τῶν προσθεσίων πρὸ τῶν κρισίων.

[20] Τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀρτίως, μὴ κινέειν, μηδὲ νεωτεροποιέειν, μήτε φαρμακείῃσι, μήτ᾿ ἄλλοισιν ἐρεθισμοῖσιν, ἀλλ᾿ ἐᾷν.

[21] Ἃ δεῖ ἄγειν, ὅκου ἂν μάλιστα ῥέπῃ, ταύτῃ ἄγειν, διὰ τῶν ξυμφερόντων χωρίων.

[22] Πέπονα φαρμακεύειν καὶ κινέειν, μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ· τὰ δὲ πλεῖστα οὐκ ὀργᾷ.

[23] Τὰ χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεσθαι, ἀλλ᾿ ὡς ἂν χωρέῃ οἷα δεῖ, καὶ φέρῃ εὐφόρως· καὶ ὅκου δεῖ μέχρι λειποθυμίης ἄγειν, καὶ τοῦτο ποιέειν, ἢν ἐξαρκέῃ ὁ νοσέων.

[24] Ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι, καὶ τοῦτο προεξευκρινήσαντα ποιέειν.

[25] Ἢν, οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται, ξυμφέρει τε, καὶ εὐφόρως φέρουσιν· τὰ δ᾿ ἐναντία, δυσχερῶς.

[2] ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ.

[1] Ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιέει, θανάσιμον· ἢν δὲ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον.

[2] Ὅκου παραφροσύνην ὕπνος παύει, ἀγαθόν.

[3] Ὕπνος, ἀγρυπνίη, ἀμφότερα τοῦ μετρίου μᾶλλον γενόμενα, κακόν.

[4] Οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ᾿ ἄλλο οὐδὲν ἀγαθὸν, ὅ τι ἂν μᾶλλον τῆς φύσιος ᾖ.

[5] Κόποι αὐτόματοι φράζουσι νούσους.

[6] Ὁκόσοι, πονέοντές τι τοῦ σώματος, τὰ πολλὰ τῶν πόνων οὐκ αἰσθάνονται, τουτέοισιν ἡ γνώμη νοσέει.

[7] Τὰ ἐν πολλῷ χρόνῳ λεπτυνόμενα σώματα νωθρῶς ἐπανατρέφειν, τὰ δὲ ἐν ὀλίγῳ, ὀλίγως.

[8] Ἢν ἐκ νούσου τροφὴν λαμβάνων τις μὴ ἰσχύῃ, σημαίνει ὅτι πλείονι τροφῇ τὸ σῶμα χρέεται· ἢν δὲ, τροφὴν μὴ λαμβάνοντος, τοῦτο γίγνηται, χρὴ εἰδέναι, ὅτι κενώσιος δεῖται.

[9] Τὰ σώματα χρὴ, ὅκου τις βούλεται καθαίρειν, εὔροα ποιέειν.

[10] Τὰ μὴ καθαρὰ τῶν σωμάτων, ὁκόσῳ ἂν θρέψῃς μᾶλλον, βλάψεις.

[11] Ῥᾷον πληροῦσθαι ποτοῦ, ἢ σιτίου.

[12] Τὰ ἐγκαταλιμπανόμενα ἐν τῇσι νούσοισι μετὰ κρίσιν, ὑποστροφὰς ποιέειν εἴωθεν.

[13] Ὁκόσοισι κρίσις γίνεται, τουτέοισιν ἡ νὺξ δύσφορος, ἡ πρὸ τοῦ παροξυσμοῦ, ἡ δὲ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ τὸ πουλύ.

[14] Ἐν τῇσι τῆς κοιλίης ῥύσεσιν αἱ μεταβολαὶ τῶν διαχωρημάτων ὠφελέουσιν, ἢν μὴ ἐς τὰ πονηρὰ μεταβάλλῃ.

[15] Ὅκου φάρυγξ νοσέει, ἢ φύματα ἐν τῷ σώματι ἐκφύεται, τὰς ἐκκρίσιας σκέπτεσθαι· ἢν γὰρ χολώδεες ἔωσι, τὸ σῶμα ξυννοσέει· ἢν δὲ ὅμοιαι τοῖσιν ὑγιαίνουσι γίγνωνται, ἀσφαλὲς τὸ σῶμα τρέφειν.

[16] Ὅκου λιμὸς, οὐ δεῖ πονέειν.

[17] Ὅκου ἂν τροφὴ πλείων παρὰ φύσιν ἐσέλθῃ, τοῦτο νοῦσον ποιέει, δηλοῖ δὲ ἡ ἴησις.

[18] Τῶν τρεφόντων ἀθρόως καὶ ταχέως, ταχεῖαι καὶ αἱ διαχωρήσιες γίνονται.

[19] Τῶν ὀξέων νοσημάτων οὐ πάμπαν ἀσφαλέες αἱ προδιαγορεύσιες, οὔτε τοῦ θανάτου, οὔτε τῆς ὑγιείης.

[20] Ὁκόσοισι νέοισιν ἐοῦσιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται· ὁκόσοισι δὲ νέοισιν ἐοῦσιν αἱ κοιλίαι ξηραί εἰσι, τουτέοισι πρεσβυτέροισι γινομένοισιν ὑγραίνονται.

[21] Λιμὸν θώρηξις λύει.

[22] Ἀπὸ πλησμονῆς ὁκόσα ἂν νοσήματα γένηται, κένωσις ἰῆται, καὶ ὁκόσα ἀπὸ κενώσιος, πλησμονὴ, καὶ τῶν ἄλλων ἡ ὑπεναντίωσις.

[23] Τὰ ὀξέα τῶν νουσημάτων κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν.

[24] Τῶν ἑπτὰ ἡ τετάρτη ἐπίδηλος· ἑτέρης ἑβδομάδος ἡ ὀγδόη ἀρχὴ, θεωρητὴ δὲ ἡ ἑνδεκάτη, αὕτη γάρ ἐστι τετάρτη τῆς ἑτέρης ἑβδομάδος· θεωρητὴ δὲ πάλιν ἡ ἑπτακαιδεκάτη, αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης, ἑβδόμη δὲ ἀπὸ τῆς ἑνδεκάτης.

[25] Οἱ θερινοὶ τεταρταῖοι τὰ πολλὰ γίνονται βραχέες, οἱ δὲ φθινοπωρινοὶ, μακροὶ, καὶ μάλιστα οἱ πρὸς τὸν χειμῶνα ξυνάπτοντες.

[26] Πυρετὸν ἐπὶ σπασμῷ βέλτιον γενέσθαι, ἢ σπασμὸν ἐπὶ πυρετῷ.

[27] Τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν, οὐδὲ φοβέεσθαι λίην τὰ μοχθηρὰ γινόμενα παραλόγως· τὰ γὰρ πολλὰ τῶν τοιουτέων ἐστὶν ἀβέβαια, καὶ οὐ πάνυ τι διαμένειν, οὐδὲ χρονίζειν εἴωθεν.

[28] Τῶν πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως, τὸ διαμένειν, καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα, ἢ καὶ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον, μοχθηρόν· τὸ μὲν γὰρ μῆκος νούσου σημαίνει, τὸ δὲ, ἀσθένειαν.

[29] Ἀρχομένων τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κίνει· ἀκμαζουσῶν δὲ, ἡσυχίην ἔχειν βέλτιόν ἐστιν.

[30] Περὶ τὰς ἀρχὰς καὶ τὰ τέλη, πάντα ἀσθενέστατα, περὶ δὲ τὰς ἀκμὰς, ἰσχυρότατα.

[31] Τῷ ἐξ ἀῤῥωστίης εὐσιτεῦντι, μηδὲν ἐπιδιδόναι τὸ σῶμα, μοχθηρόν.

[32] Ὡς τὰ πολλὰ πάντες οἱ φαύλως ἔχοντες, κατ᾿ ἀρχὰς μὲν εὐσιτεῦντες, καὶ μηδὲν ἐπιδιδόντες, πρὸς τῷ τέλει πάλιν ἀσιτέουσιν· οἱ δὲ κατ᾿ ἀρχὰς μὲν ἀσιτεῦντες ἰσχυρῶς, ὕστερον δὲ εὐσιτεῦντες, βέλτιον ἀπαλλάσσουσιν.

[33] Ἐν πάσῃ νούσῳ τὸ ἐῤῥῶσθαι τὴν διάνοιαν, καὶ εὖ ἔχειν πρὸς τὰς προσφορὰς, ἀγαθόν· τὸ δὲ ἐναντίον, κακόν.

[34] Ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν, οἷσιν ἂν οἰκείη τῆς φύσιος, καὶ τῆς ἕξιος, καὶ τῆς ἡλικίης, καὶ τῆς ὥρης ἡ νοῦσος ᾖ μᾶλλον, ἢ οἷσιν ἂν μὴ οἰκείη κατά τι τουτέων ᾖ.

[35] Ἐν πάσῃσι τῇσι νούσοισι, τὰ περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον πάχος ἔχειν βέλτιόν ἐστι, τὸ δὲ σφόδρα λεπτὸν καὶ ἐκτετηκὸς, μοχθηρόν· ἐπισφαλὲς δὲ τὸ τοιοῦτον καὶ πρὸς τὰς κάτω καθάρσιας.

[36] Οἱ ὑγιεινῶς ἔχοντες τὰ σώματα, ἐν τῇσι φαρμακείῃσι καθαιρόμενοι ἐκλύονται ταχέως, καὶ οἱ πονηρῇ τροφῇ χρεόμενοι.

[37] Οἱ εὖ τὰ σώματα ἔχοντες, φαρμακεύεσθαι ἐργώδεες.

[38] Τὸ σμικρῷ χεῖρον καὶ πόμα καὶ σιτίον, ἥδιον δὲ, τῶν βελτιόνων μὲν, ἀηδεστέρων δὲ, μᾶλλον αἱρετέον.

[39] Οἱ πρεσβῦται τῶν νέων τὰ μὲν πολλὰ νοσέουσιν ἧσσον· ὅσα δ᾿ ἂν αὐτέοισι χρόνια νοσήματα γένηται, τὰ πολλὰ ξυναποθνήσκει.

[40] Βράγχοι καὶ κόρυζαι τοῖσι σφόδρα πρεσβύτῃσιν οὐ πεπαίνονται.

[41] Οἱ ἐκλυόμενοι πολλάκις καὶ ἰσχυρῶς, ἄνευ φανερῆς προφάσιος, ἐξαπίνης τελευτῶσιν.

[42] Λύειν ἀποπληξίην ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενέα δὲ, οὐ ῥηΐδιον.

[43] Τῶν ἀπαγχομένων καὶ καταλυομένων, μηδέπω δὲ τεθνηκότων, οὐκ ἀναφέρουσιν, οἷσιν ἂν ἀφρὸς ᾖ περὶ τὸ στόμα.

[44] Οἱ παχέες σφόδρα κατὰ φύσιν, ταχυθάνατοι γίνονται μᾶλλον τῶν ἰσχνῶν.

[45] Τῶν ἐπιληπτικῶν τοῖσι νέοισιν ἀπαλλαγὴν αἱ μεταβολαὶ μάλιστα τῆς ἡλικίης, καὶ τῶν χωρίων, καὶ τῶν βίων ποιέουσιν.

[46] Δύο πόνων ἅμα γινομένων μὴ κατὰ τὸν αὐτὸν τόπον, ὁ σφοδρότερος ἀμαυροῖ τὸν ἕτερον.

[47] Περὶ τὰς γενέσιας τοῦ πύου οἱ πόνοι καὶ οἱ πυρετοὶ ξυμβαίνουσι μᾶλλον, ἢ γενομένου.

[48] Ἐν πάσῃ κινήσει τοῦ σώματος, ὁκόταν ἄρχηται πονέειν, τὸ διαναπαύειν εὐθὺς, ἄκοπον.

[49] Οἱ εἰθισμένοι τοὺς ξυνήθεας πόνους φέρειν, κἢν ὦσιν ἀσθενέες ἢ γέροντες, τῶν ἀξυνηθέων ἰσχυρῶν τε καὶ νέων ῥᾷον φέρουσιν.

[50] Τὰ ἐκ πολλοῦ χρόνου ξυνήθεα, κἂν ᾖ χείρω τῶν ἀξυνηθέων, ἧσσον ἐνοχλεῖν εἴωθεν· δεῖ δὲ καὶ ἐς τὰ ἀξυνήθεα μεταβάλλειν

[51] Τὸ κατὰ πολὺ καὶ ἐξαπίνης κενοῦν, ἢ πληροῦν, ἢ θερμαίνειν, ἢ ψύχειν, ἢ ἄλλως ὁκωσοῦν τὸ σῶμα κινέειν, σφαλερὸν, καὶ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον· τὸ δὲ κατ᾿ ὀλίγον, ἀσφαλὲς, καὶ ἄλλως, ἤν τις ἐξ ἑτέρου ἐφ᾿ ἕτερον μεταβαίνῃ.

[52] Πάντα κατὰ λόγον ποιέοντι, μὴ γινομένων τῶν κατὰ λόγον, μὴ μεταβαίνειν ἐφ᾿ ἕτερον, μένοντος τοῦ δόξαντος ἐξ ἀρχῆς.

[53] Ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσιν, νέοι μὲν ἐόντες, βέλτιον ἀπαλλάσσουσι τῶν ξηρὰς ἐχόντων, ἐς δὲ τὸ γῆρας χεῖρον ἀπαλλάσσουσιν· ξηραίνονται γὰρ ὡς ἐπὶ τὸ πουλὺ ἀπογηράσκουσιν.

[54] Μεγέθει δὲ σώματος, ἐννεάσαι μὲν, ἐλευθέριον καὶ οὐκ ἀηδές· ἐγγηρᾶσαι δὲ δύσχρηστον καὶ χεῖρον τῶν ἐλασσόνων.

[3] ΤΜΗΜΑ ΤΡΙΤΟΝ.

[1] Αἱ μεταβολαὶ τῶν ὡρέων μάλιστα τίκτουσι νουσήματα, καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταλλαγαὶ ἢ ψύξιος ἢ θάλψιος, καὶ τἄλλα κατὰ λόγον οὕτως.

[2] Τῶν φυσίων αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ ἢ κακῶς πεφύκασιν.

[3] Τῶν νούσων ἄλλαι πρὸς ἄλλας εὖ ἢ κακῶς πεφύκασι, καὶ ἡλικίαι τινὲς πρὸς ὥρας, καὶ χώρας, καὶ διαίτας.

[4] Ἐν τῇσιν ὥρῃσιν, ὅταν τῆς αὐτῆς ἡμέρης ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος γένηται, φθινοπωρινὰ τὰ νουσήματα προσδέχεσθαι χρή.

[5] Νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί· ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι πάσχουσιν. Ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι σκληραὶ, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρέων, στηθέων ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι προσδέχεσθαι χρή.

[6] Ὁκόταν θέρος γένηται ἦρι ὅμοιον, ἱδρῶτας ἐν τοῖσι πυρετοῖσι πολλοὺς προσδέχεσθαι χρή.

[7] Ἐν τοῖσιν αὐχμοῖσι πυρετοὶ ὀξέες γίνονται· καὶ ἢν μὲν ἐπὶ πλέον ᾖ τὸ ἔτος τοιουτέον ἐὸν, οἵην τὴν κατάστασιν ἐποίησεν, ὡς ἐπιτοπουλὺ καὶ τὰ νουσήματα τοιαῦτα δεῖ προσδέχεσθαι.

[8] Ἐν τοῖσι καθεστεῶσι καιροῖσι, καὶ ὡραίως τὰ ὡραῖα ἀποδιδοῦσιν, εὐσταθέες καὶ εὐκρινέες αἱ νοῦσοι γίνονται, ἐν δὲ τοῖσιν ἀκαταστάτοισιν ἀκατάστατοι καὶ δύσκριτοι.

[9] Ἐν φθινοπώρῳ ὀξύταται αἱ νοῦσοι, καὶ θανατωδέσταται τοὐπίπαν, ἦρ δὲ ὑγιεινότατον, καὶ ἥκιστα θανατῶδες.

[10] Τὸ φθινόπωρον τοῖσι φθίνουσι κακόν.

[11] Περὶ δὲ τῶν ὡρέων, ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη, τοῦ θέρεος, πυρετοὺς ὀξέας, καὶ ὀφθαλμίας, καὶ δυσεντερίας γίνεσθαι, μάλιστα τῇσι γυναιξὶ, καὶ ἀνδρῶν τοῖσιν ὑγροῖσι τὰς φύσιας.

[12] Ἢν δὲ νότιος ὁ χειμὼν καὶ ἔπομβρος καὶ εὐδιεινὸς γένηται, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ βόρειον, αἱ μὲν γυναῖκες, ᾗσιν οἱ τόκοι πρὸς τὸ ἦρ, ἐκ πάσης προφάσιος ἐκτιτρώσκουσιν· αἳ δ᾿ ἂν τέκωσιν, ἀκρατέα καὶ νοσώδεα τὰ παιδία τίκτουσιν, ὥστε ἢ παραυτίκα ἀπόλλυσθαι, ἢ λεπτὰ καὶ νοσώδεα ζῇν ἐόντα· τοῖσι δὲ ἄλλοισι βροτοῖσι δυσεντερίαι καὶ ὀφθαλμίαι ξηραὶ γίνονται, τοῖσι δὲ πρεσβυτέροισι κατάῤῥοοι ξυντόμως ἀπολλύντες.

[13] Ἢν δὲ τὸ θέρος αὐχμηρὸν καὶ βόρειον γένηται, τὸ δὲ φθινόπωρον ἔπομβρον καὶ νότιον, κεφαλαλγίαι ἐς τὸν χειμῶνα γίνονται, καὶ βῆχες, καὶ βράγχοι, καὶ κόρυζαι, ἐνίοισι δὲ καὶ φθίσιες.

[14] Ἢν δὲ βόρειον ᾖ καὶ ἄνυδρον, τοῖσι μὲν ὑγροῖσι τὰς φύσιας καὶ τῇσι γυναιξὶ ξύμφορον· τοῖσι δὲ λοιποῖσιν ὀφθαλμίαι ἔσονται ξηραὶ, καὶ πυρετοὶ ὀξέες, καὶ κόρυζαι, ἐνίοισι δὲ καὶ μελαγχολίαι.

[15] Τῶν δὲ καταστασίων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβριῶν εἰσιν ὑγιεινότεροι, καὶ ἧσσον θανατώδεες.

[16] Νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνεται, πυρετοί τε μακροὶ, καὶ κοιλίης ῥύσιες, καὶ σηπεδόνες, καὶ ἐπίληπτοι, καὶ ἀπόπληκτοι, καὶ κυνάγχαι· ἐν δὲ τοῖσιν αὐχμοῖσι, φθινάδες, ὀφθαλμίαι, ἀρθρίτιδες, στραγγουρίαι, καὶ δυσεντερίαι.

[17] Αἱ δὲ καθ᾿ ἡμέρην καταστάσιες, αἱ μὲν βόρειοι τά τε σώματα ξυνιστᾶσι, καὶ εὔτονα καὶ εὐκίνητα καὶ εὔχροα καὶ εὐηκοώτερα ποιέουσι, καὶ τὰς κοιλίας ξηραίνουσι, καὶ τὰ ὄμματα δάκνουσι, καὶ περὶ τὸν θώρηκα ἄλγημα ἤν τι προϋπάρχῃ, μᾶλλον πονέουσιν· αἱ δὲ νότιοι διαλύουσι τὰ σώματα καὶ ὑγραίνουσι, καὶ βαρυηκοΐας καὶ καρηβαρίας καὶ ἰλίγγους ποιέουσιν, ἐν δὲ τοῖσιν ὀφθαλμοῖσι καὶ τοῖσι σώμασι δυσκινησίην, καὶ τὰς κοιλίας ὑγραίνουσιν.

[18] Κατὰ δὲ τὰς ὥρας, τοῦ μὲν ἦρος καὶ ἄκρου τοῦ θέρεος, οἱ παῖδες καὶ οἱ τουτέων ἐχόμενοι τῇσιν ἡλικίῃσιν, ἄριστά τε διάγουσι, καὶ ὑγιαίνουσι μάλιστα· τοῦ δὲ θέρεος καὶ τοῦ φθινοπώρου, μέχρι μέν τινος οἱ γέροντες· τὸ δὲ λοιπὸν, καὶ τοῦ χειμῶνος, οἱ μέσοι τῇσιν ἡλικίῃσιν.

[19] Νοσήματα δὲ πάντα μὲν ἐν πάσῃσι τῇσιν ὥρῃσι γίνεται, μᾶλλον δ᾿ ἔνια κατ᾿ ἐνίας αὐτέων καὶ γίνεται καὶ παροξύνεται.

[20] Τοῦ μὲν γὰρ ἦρος, τὰ μανικὰ, καὶ τὰ μελαγχολικὰ, καὶ τὰ ἐπιληπτικὰ, καὶ αἵματος ῥύσιες, καὶ κυνάγχαι, καὶ κόρυζαι, καὶ βράγχοι, καὶ βῆχες, καὶ λέπραι, καὶ λειχῆνες, καὶ ἀλφοὶ, καὶ ἐξανθήσιες ἑλκώδεες πλεῖσται, καὶ φύματα, καὶ ἀρθριτικά.

[21] Τοῦ δὲ θέρεος, ἔνιά τε τουτέων, καὶ πυρετοὶ ξυνεχέες, καὶ καῦσοι, καὶ τριταῖοι πλεῖστοι, καὶ ἔμετοι, καὶ διάῤῥοιαι, καὶ ὀφθαλμίαι, καὶ ὤτων πόνοι, καὶ στομάτων ἑλκώσιες, καὶ σηπεδόνες αἰδοίων, καὶ ἵδρωα.

[22] Τοῦ δὲ φθινοπώρου, καὶ τῶν θερινῶν τὰ πολλὰ, καὶ πυρετοὶ τεταρταῖοι, καὶ πλανῆτες, καὶ σπλῆνες, καὶ ὕδρωπες, καὶ φθίσιες, καὶ στραγγουρίαι, καὶ λειεντερίαι, καὶ δυσεντερίαι, καὶ ἰσχιάδες, καὶ κυνάγχαι, καὶ ἄσθματα, καὶ εἰλεοὶ, καὶ ἐπιληψίαι, καὶ τὰ μανικὰ, καὶ τὰ μελαγχολικά.

[23] Τοῦ δὲ χειμῶνος, πλευρίτιδες, περιπλευμονίαι, κόρυζαι, βράγχοι, βῆχες, πόνοι στηθέων, πόνοι πλευρέων, ὀσφύος, κεφαλαλγίαι, ἴλιγγοι, ἀποπληξίαι.

[24] Ἐν δὲ τῇσιν ἡλικίῃσι τοιάδε ξυμβαίνει· τοῖσι μὲν σμικροῖσι καὶ νεογνοῖσι παιδίοισιν, ἄφθαι, ἔμετοι, βῆχες, ἀγρυπνίαι, φόβοι, ὀμφαλοῦ φλεγμοναὶ, ὤτων ὑγρότητες.

[25] Πρὸς δὲ τὸ ὀδοντοφυέειν προσάγουσιν, οὔλων ὀδαξησμοὶ, πυρετοὶ, σπασμοὶ, διάῤῥοιαι, καὶ μάλιστα ὅταν ἀνάγωσι τοὺς κυνόδοντας, καὶ τοῖσι παχυτάτοισι τῶν παίδων, καὶ τοῖσι σκληρὰς τὰς κοιλίας ἔχουσιν.

[26] Πρεσβυτέροισι δὲ γενομένοισι, παρίσθμια, σπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες, ἄσθματα, λιθιάσιες, ἕλμινθες στρογγύλαι, ἀσκαρίδες, ἀκροχορδόνες, σατυριασμοὶ, χοιράδες, καὶ τἄλλα φύματα, μάλιστα δὲ τὰ προειρημένα.

[27] Τοῖσι δὲ ἔτι πρεσβυτέροισι καὶ πρὸς τὴν ἥβην προσάγουσι, τουτέων τε τὰ πολλὰ, καὶ πυρετοὶ χρόνιοι μᾶλλον, καὶ ἐκ ῥινῶν αἵματος ῥύσιες.

[28] Τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς τὴν ἥβην προσάγουσιν· ὅσα δ᾿ ἂν διαμείνῃ τοῖσι παιδίοισι, καὶ μὴ ἀπολυθῇ περὶ τὸ ἡβάσκειν, ἢ τῇσι θηλείῃσι περὶ τὰς τῶν καταμηνίων ῥήξιας, χρονίζειν εἴωθεν.

[29] Τοῖσι δὲ νεηνίσκοισιν, αἵματος πτύσιες, φθίσιες, πυρετοὶ ὀξέες, ἐπιληψίαι, καὶ τἄλλα νουσήματα, μάλιστα δὲ τὰ προειρημένα.

[30] Τοῖσι δὲ ὑπὲρ τὴν ἡλικίην ταύτην, ἄσθματα, πλευρίτιδες, περιπλευμονίαι, λήθαργοι, φρενίτιδες, καῦσοι, διάῤῥοιαι χρόνιαι, χολέραι, δυσεντερίαι, λειεντερίαι, αἱμοῤῥοΐδες.

[31] Τοῖσι δὲ πρεσβύτῃσι, δύσπνοιαι, κατάῤῥοοι βηχώδεες, στραγγουρίαι, δυσουρίαι, ἄρθρων πόνοι, νεφρίτιδες, ἴλιγγοι, ἀποπληξίαι, καχεξίαι, ξυσμοὶ τοῦ σώματος ὅλου, ἀγρυπνίαι, κοιλίης καὶ ὀφθαλμῶν καὶ ῥινῶν ὑγρότητες, ἀμβλυωπίαι, γλαυκώσιες, βαρυηκοΐαι.

[4] ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ.

[1] Τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα καὶ ἄχρι ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας· τὰ δὲ νήπια καὶ τὰ πρεσβύτερα εὐλαβέεσθαι χρή.

[2] Ἐν τῇσι φαρμακείῃσι τοιαῦτα ἄγειν ἐκ τοῦ σώματος, ὁκοῖα καὶ αὐτόματα ἰόντα χρήσιμα, τὰ δὲ ἐναντίως ἰόντα παύειν.

[3] Ἢν μὲν οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι, τὰ δὲ ἐναντία, δυσχερῶς.

[4] Φαρμακεύειν θέρεος μὲν μᾶλλον τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω.

[5] Ὑπὸ κύνα καὶ πρὸ κυνὸς ἐργώδεες αἱ φαρμακεῖαι.

[6] Τοὺς ἰσχνοὺς τοὺς εὐημέας ἄνω φαρμακεύειν, ὑποστελλομένους χειμῶνα.

[7] Τοὺς δὲ δυσημέας καὶ μέσως εὐσάρκους, κάτω, ὑποστελλομένους θέρος.

[8] Τοὺς δὲ φθινώδεας, ὑποστελλομένους τὰς ἄνω.

[9] Τοὺς δὲ μελαγχολικοὺς, ἁδροτέρως τὰς κάτω, τῷ αὐτῷ λογισμῷ τἀναντία προστιθείς.

[10] Φαρμακεύειν ἐν τοῖσι λίην ὀξέσιν, ἢν ὀργᾷ, αὐθημερόν· χρονίζειν γὰρ ἐν τοῖσι τοιουτέοισι κακόν.

[11] Ὁκόσοισι στρόφοι, καὶ περὶ ὀμφαλὸν πόνοι, καὶ ὀσφύος ἄλγημα μὴ λυόμενον μήτε ὑπὸ φαρμακείης, μήτ᾿ ἄλλως, εἰς ὕδρωπα ξηρὸν ἱδρύεται.

[12] Ὁκόσοισι κοιλίαι λειεντεριώδεες, χειμῶνος φαρμακεύειν ἄνω, κακόν.

[13] Πρὸς τοὺς ἐλλεβόρους τοῖσι μὴ ῥηϊδίως ἄνω καθαιρομένοισι, πρὸ τῆς πόσιος προϋγραίνειν τὰ σώματα πλείονι τροφῇ καὶ ἀναπαύσει.

[14] Ἐπὴν πίῃ τις ἐλλέβορον, πρὸς μὲν τὰς κινήσιας τῶν σωμάτων μᾶλλον ἄγειν, πρὸς δὲ τοὺς ὕπνους καὶ μὴ κινήσιας, ἧσσον· δηλοῖ δὲ καὶ ἡ ναυτιλίη, ὅτι κίνησις τὰ σώματα ταράσσει.

[15] Ἐπὴν βούλῃ μᾶλλον ἄγειν τὸν ἐλλέβορον, κίνει τὸ σῶμα· ἐπὴν δὲ παῦσαι, ὕπνον ποίει, καὶ μὴ κίνει.

[16] Ἐλλέβορος ἐπικίνδυνος τοῖσι τὰς σάρκας ὑγιέας ἔχουσι, σπασμὸν γὰρ ἐμποιέει.

[17] Ἀπυρέτῳ ἐόντι, ἀποσιτίη, καὶ καρδιωγμὸς, καὶ σκοτόδινος, καὶ στόμα ἐκπικρούμενον, ἄνω φαρμακείης δέεσθαι σημαίνει.

[18] Τὰ ὑπὲρ τῶν φρενῶν ὀδυνήματα ἄνω φαρμακείην σημαίνει· ὁκόσα δὲ κάτω, κάτω.

[19] Ὁκόσοι ἐν τῇσι φαρμακοποσίῃσι μὴ διψῶσι, καθαιρόμενοι οὐ παύονται πρὶν ἢ διψήσωσιν.

[20] Ἀπυρέτοισιν ἐοῦσιν, ἢν γίνηται στρόφος, καὶ γουνάτων βάρος, καὶ ὀσφύος ἄλγημα, κάτω φαρμακείης δεῖσθαι σημαίνει.

[21] Ὑποχωρήματα μέλανα, οἱονεὶ αἷμα, ἀπὸ ταὐτομάτου ἰόντα, καὶ ξὺν πυρετῷ, καὶ ἄνευ πυρετοῦ, κάκιστα· καὶ ὁκόσῳ ἂν τὰ χρώματα πλείω καὶ πονηρότερα ᾖ, μᾶλλον κάκιον· ξὺν φαρμάκῳ δὲ ἄμεινον, καὶ ὁκόσῳ ἂν πλείω χρώματα ᾖ, οὐ πονηρόν.

[22] Νοσημάτων ὁκόσων ἀρχομένων, ἢν χολὴ μέλαινα ἢ ἄνω ἢ κάτω ὑπέλθῃ, θανάσιμον.

[23] Ὁκόσοισιν ἐκ νουσημάτων ὀξέων ἢ πολυχρονίων, ἢ ἐκ τρωμάτων, ἢ ἄλλως πως λελεπτυσμένοισι χολὴ μέλαινα ἢ ὁκοῖον αἷμα μέλαν ὑπέλθῃ, τῇ ὑστεραίῃ ἀποθνήσκουσιν.

[24] Δυσεντερίη ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον.

[25] Αἷμα ἄνω μὲν ὁκοῖον ἂν ᾖ, κακὸν, κάτω δὲ, ἀγαθὸν, καὶ τὰ μέλανα ὑποχωρέοντα.

[26] Ἢν ὑπὸ δυσεντερίης ἐχομένῳ ὁκοῖαι σάρκες ὑποχωρήσωσι, θανάσιμον.

[27] Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν αἱμοῤῥαγέει πλῆθος ὁκοθενοῦν, ἐν τῇσιν ἀναλήψεσι τουτέοισιν αἱ κοιλίαι καθυγραίνονται.

[28] Ὁκόσοισι χολώδεα τὰ διαχωρήματα, κωφώσιος γενομένης παύεται, καὶ ὁκόσοισι κώφωσις, χολωδέων γενομένων παύεται.

[29] Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἑκταίοισιν ἐοῦσι ῥίγεα γίνεται, δύσκριτα.

[30] Ὁκόσοισι παροξυσμοὶ γίνονται, ἣν ἂν ὥρην ἀφῇ, ἐς τὴν αὔριον τὴν αὐτὴν ὥρην ἢν λάβῃ, δύσκριτα.

[31] Τοῖσι κοπιώδεσιν ἐν τοῖσι πυρετοῖσιν, ἐς ἄρθρα καὶ παρὰ τὰς γνάθους μάλιστα ἀποστάσιες γίνονται.

[32] Ὁκόσοισι δὲ ἀνισταμένοισιν ἐκ τῶν νούσων τι πονέσει, ἐνταῦθα ἀποστάσιες γίνονται.

[33] Ἀτὰρ ἢν καὶ προπεπονηκός τι ᾖ πρὸ τοῦ νοσέειν, ἐνταῦθα στηρίζει ἡ νοῦσος.

[34] Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιστῇ, θανάσιμον.

[35] Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐξαίφνης ἐπιστραφῇ, καὶ μόλις καταπίνειν δύνηται, οἰδήματος μὴ ἐόντος, θανάσιμον.

[36] Ἱδρῶτες πυρεταίνουσιν ἢν ἄρξωνται, ἀγαθοὶ τριταῖοι, καὶ πεμπταῖοι, καὶ ἑβδομαῖοι, καὶ ἐναταῖοι, καὶ ἑνδεκαταῖοι, καὶ τεσσαρεσκαιδεκαταῖοι, καὶ ἑπτακαιδεκαταῖοι, καὶ μιῇ καὶ εἰκοστῇ, καὶ ἑβδόμῃ καὶ εἰκοστῇ, καὶ τριηκοστῇ πρώτῃ, καὶ τριηκοστῇ τετάρτῃ· οὗτοι γὰρ οἱ ἱδρῶτες νούσους κρίνουσιν· οἱ δὲ μὴ οὕτω γινόμενοι πόνον σημαίνουσι καὶ μῆκος νούσου καὶ ὑποτροπιασμούς.

[37] Οἱ ψυχροὶ ἱδρῶτες, ξὺν μὲν ὀξεῖ πυρετῷ γινόμενοι, θάνατον, ξὺν πρηϋτέρῳ δὲ, μῆκος νούσου σημαίνουσιν.

[38] Καὶ ὅκου ἔνι τοῦ σώματος ἱδρὼς, ἐνταῦθα φράζει τὴν νοῦσον.

[39] Καὶ ὅκου ἔνι τοῦ σώματος θερμὸν ἢ ψυχρὸν, ἐνταῦθα ἡ νοῦσος.

[40] Καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ, καὶ ἢν τὸ σῶμα καταψύχηται, ἢ αὖθις θερμαίνηται, ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου γίνηται, μῆκος νούσου σημαίνει.

[41] Ἱδρὼς πουλὺς ἐξ ὕπνου ἄνευ τινὸς αἰτίης φανερῆς γινόμενος, τὸ σῶμα σημαίνει ὅτι πλείονι τροφῇ χρέεται· ἢν δὲ τροφὴν μὴ λαμβάνοντι τοῦτο γίγνηται, σημαίνει ὅτι κενώσιος δέεται.

[42] Ἱδρὼς πουλὺς ψυχρὸς ἢ θερμὸς αἰεὶ ῥέων, ὁ μὲν ψυχρὸς, μέζω, ὁ δὲ θερμὸς, ἐλάσσω, νοῦσον σημαίνει.

[43] Οἱ πυρετοὶ ὁκόσοι, μὴ διαλείποντες, διὰ τρίτης ἰσχυρότεροι γίνονται, ἐπικίνδυνοι· ὅτῳ δ᾿ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι.

[44] Ὁκόσοισι πυρετοὶ μακροὶ, τουτέοισι φύματα ἢ ἐς τὰ ἄρθρα πόνοι ἐγγίνονται.

[45] Ὁκόσοισι φύματα, ἢ ἐς τὰ ἄρθρα πόνοι ἐκ πυρετῶν γίγνονται, οὗτοι σιτίοισι πλείοσι χρέονται.

[46] Ἢν ῥῖγος ἐπιπίπτῃ πυρετῷ μὴ διαλείποντι, ἤδη ἀσθενεῖ ἐόντι, θανάσιμον.

[47] Αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσιν, αἱ πελιδναὶ, καὶ αἱματώδεες, καὶ δυσώδεες, καὶ χολώδεες, πᾶσαι κακαί· ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ, καὶ κατὰ τὰς διαχωρήσιας, καὶ κατὰ τὰ οὖρα· ἢν δὲ μή τι τῶν ξυμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν.

[48] Ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔνδον καίηται, καὶ δίψαν ἔχῃ, θανάσιμον.

[49] Ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος, ἢ ὀφρὺς, ἢ ὀφθαλμὸς, ἢ ῥὶς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἀσθενέος ἐόντος τοῦ κάμνοντος, ὅ τι ἂν τουτέων γένηται, ἐγγὺς ὁ θάνατος.

[50] Ὅκου ἐν πυρετῷ μὴ διαλείποντι δύσπνοια γίνεται καὶ παραφροσύνη, θανάσιμον.

[51] Ἐν τοῖσι πυρετοῖσιν ἀποστήματα μὴ λυόμενα πρὸς τὰς πρώτας κρίσιας, μῆκος νούσου σημαίνει.

[52] Ὁκόσοι ἐν τοῖσι πυρετοῖσιν, ἢ ἐν τῇσιν ἄλλῃσιν ἀῤῥωστίῃσι κατὰ προαίρεσιν δακρύουσιν, οὐδὲν ἄτοπον· ὁκόσοι δὲ μὴ κατὰ προαίρεσιν, ἀτοπώτερον.

[53] Ὁκόσοισι δὲ ἐπὶ τῶν ὀδόντων ἐν τοῖσι πυρετοῖσι περίγλισχρα γίνεται, ἰσχυρότεροι γίνονται οἱ πυρετοί.

[54] Ὁκόσοισιν ἐπὶ πουλὺ βῆχες ξηραὶ, βραχέα ἐρεθίζουσαι, ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεές εἰσιν.

[55] Οἱ ἐπὶ βουβῶσι πυρετοὶ, πάντες κακοὶ, πλὴν τῶν ἐφημέρων.

[56] Πυρέσσοντι ἱδρὼς ἐπιγενόμενος, μὴ ἐκλείποντος τοῦ πυρετοῦ, κακόν· μηκύνει γὰρ ἡ νοῦσος, καὶ ὑγρασίην πλείω σημαίνει.

[57] Ὑπὸ σπασμοῦ ἢ τετάνου ἐχομένῳ πυρετὸς ἐπιγενόμενος λύει τὸ νόσημα.

[58] Ὑπὸ καύσου ἐχομένῳ, ἐπιγενομένου ῥίγεος, λύσις.

[59] Τριταῖος ἀκριβὴς κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ μακρότατον.

[60] Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι τὰ ὦτα κωφωθῇ, αἷμα ἐκ ῥινῶν ῥυὲν, ἢ κοιλίη ἐκταραχθεῖσα, λύει τὸ νούσημα.

[61] Πυρέσσοντι ἢν μὴ ἐν περισσῇσιν ἡμέρῃσιν ἀφῇ ὁ πυρετὸς, ὑποτροπιάζειν εἴωθεν.

[62] Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἴκτεροι ἐπιγίνονται πρὸ τῶν ἑπτὰ ἡμερῶν, κακὸν, ἢν μὴ ξυνδόσιες ὑγρῶν κατὰ τὴν κοιλίην γένωνται.

[63] Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι καθ᾿ ἡμέρην ῥίγεα γίνηται, καθ᾿ ἡμέρην οἱ πυρετοὶ λύονται.

[64] Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι τῇ ἑβδόμῃ ἢ τῇ ἐνάτῃ ἢ τῇ ἑνδεκάτῃ ἢ τῇ τεσσαρεσκαιδεκάτῃ ἴκτεροι ἐπιγίνονται, ἀγαθὸν, ἢν μὴ τὸ δεξιὸν ὑποχόνδριον σκληρὸν ᾖ· ἢν δὲ μὴ, οὐκ ἀγαθόν.

[65] Ἐν τοῖσι πυρετοῖσι περὶ τὴν κοιλίην καῦμα ἰσχυρὸν καὶ καρδιωγμὸς, κακόν.

[66] Ἐν τοῖσι πυρετοῖσι τοῖσιν ὀξέσιν οἱ σπασμοὶ καὶ οἱ περὶ τὰ σπλάγχνα πόνοι ἰσχυροὶ, κακόν.

[67] Ἐν τοῖσι πυρετοῖσιν οἱ ἐκ τῶν ὕπνων φόβοι, ἢ σπασμοὶ, κακόν.

[68] Ἐν τοῖσι πυρετοῖσι τὸ πνεῦμα προσκόπτον, κακόν· σπασμὸν γὰρ σημαίνει.

[69] Ὁκόσοισιν οὖρα παχέα, θρομβώδεα, ὀλίγα, οὐκ ἀπυρέτοισι, πλῆθος ἐπελθὸν ἐκ τουτέων λεπτὸν ὠφελέει· μάλιστα δὲ τὰ τοιαῦτα ἔρχεται, οἷσιν ἐξ ἀρχῆς, ἢ διὰ ταχέων ὑπόστασιν ἴσχει.

[70] Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ οὖρα ἀνατεταραγμένα οἷον ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν, ἢ παρέσονται.

[71] Ὁκόσοισιν ἑβδομαῖα κρίνεται, τουτέοισιν ἐπινέφελον ἴσχει τὸ οὖρον τῇ τετάρτῃ ἐρυθρὸν, καὶ τἄλλα κατὰ λόγον.

[72] Ὁκόσοισιν οὖρα διαφανέα λευκὰ, πονηρά· μάλιστα δὲ ἐν τοῖσι φρενιτικοῖσιν ἐπιφαίνεται.

[73] Ὁκόσοισιν ὑποχόνδρια μετέωρα, διαβορβορύζοντα, ὀσφύος ἀλγήματος ἐπιγενομένου, αἱ κοιλίαι τουτέοισι καθυγραίνονται, ἢν μὴ φῦσαι καταῤῥαγέωσιν, ἢ οὔρου πλῆθος ἐπέλθῃ· ἐν πυρετοῖσι δὲ ταῦτα.

[74] Ὁκόσοισιν ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι, ῥύεται τῆς ἀποστάσιος οὖρον πουλὺ, κάρτα παχὺ, καὶ λευκὸν γινόμενον, οἷον ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι τεταρταίοισιν ἄρχεται ἐνίοισι γίνεσθαι· ἢν δὲ καὶ ἐκ τῶν ῥινῶν αἱμοῤῥαγήσῃ, καὶ πάνυ ταχὺ λύεται.

[75] Ἢν αἷμα ἢ πῦον οὐρέῃ, τῶν νεφρῶν ἢ τῆς κύστιος ἕλκωσιν σημαίνει.

[76] Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι σαρκία σμικρὰ ὥσπερ τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν ἐκκρίνεται.

[77] Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι πιτυρώδεα συνεξουρέεται, τουτέοισιν ἡ κύστις ψωριᾷ.

[78] Ὁκόσοι ἀπὸ ταὐτομάτου αἷμα οὐρέουσι, τουτέοισιν ἀπὸ τῶν νεφρῶν φλεβίου ῥῆξιν σημαίνει.

[79] Ὁκόσοισιν ἐν τῷ οὔρῳ ψαμμώδεα ὑφίσταται, τουτέοισιν ἡ κύστις λιθιᾷ.

[80] Ἢν αἷμα οὐρέῃ καὶ θρόμβους, καὶ στραγγουρίην ἔχῃ, καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸ ὑπογάστριον καὶ ἐς τὸν περίνεον, τὰ περὶ τὴν κύστιν πονέει.

[81] Ἢν αἷμα καὶ πῦον οὐρέῃ καὶ λεπίδας, καὶ ὀσμὴ βαρέη ᾖ, τῆς κύστιος ἕλκωσιν σημαίνει.

[82] Ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φύματα φύεται, τουτέοισι, διαπυήσαντος καὶ ἐκραγέντος, λύσις.

[83] Οὔρησις νύκτωρ πολλὴ γινομένη, σμικρὴν τὴν ὑποχώρησιν σημαίνει.

[5] ΤΜΗΜΑ ΠΕΜΠΤΟΝ.

[1] Σπασμὸς ἐξ ἐλλεβόρου, θανάσιμον.

[2] Ἐπὶ τρώματι σπασμὸς ἐπιγενόμενος, θανάσιμον.

[3] Αἵματος πολλοῦ ῥυέντος, σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος, κακόν.

[4] Ἐπὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος, κακόν.

[5] Ἢν μεθύων ἐξαίφνης ἄφωνός τις γένηται, σπασθεὶς ἀποθνήσκει, ἢν μὴ πυρετὸς ἐπιλάβῃ, ἢ ἐς τὴν ὥρην ἐλθὼν, καθ᾿ ἣν αἱ κραιπάλαι λύονται, φθέγξηται.

[6] Ὁκόσοι ὑπὸ τετάνου ἁλίσκονται, ἐν τέσσαρσιν ἡμέρῃσιν ἀπόλλυνται· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται.

[7] Τὰ ἐπιληπτικὰ ὁκόσοισι πρὸ τῆς ἥβης γίνεται, μετάστασιν ἴσχει· ὁκόσοισι δὲ πέντε καὶ εἴκοσιν ἐτέων γίνεται, τουτέοισι τὰ πολλὰ ξυναποθνήσκει.

[8] Ὁκόσοι πλευριτικοὶ γενόμενοι οὐκ ἀνακαθαίρονται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι, τουτέοισιν ἐς ἐμπύημα καθίσταται.

[9] Φθίσις γίνεται μάλιστα ἡλικίῃσι τῇσιν ἀπὸ ὀκτωκαίδεκα ἐτέων μέχρι πέντε καὶ τριήκοντα ἐτέων.

[10] Ὁκόσοι κυνάγχην διαφεύγουσι, καὶ ἐς τὸν πλεύμονα αὐτέοισι τρέπεται, ἐν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκουσιν· ἢν δὲ ταύτας διαφύγωσιν, ἔμπυοι γίνονται.

[11] Τοῖσιν ὑπὸ τῶν φθισίων ἐνοχλουμένοισιν, ἢν τὸ πτύσμα, ὅπερ ἂν ἀποβήσσωσι, βαρὺ ὄζῃ ἐπὶ τοὺς ἄνθρακας ἐπιχεόμενον, καὶ αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς ῥέωσι, θανατῶδες.

[12] Ὁκόσοισι φθισιῶσιν αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς ῥέουσιν, οὗτοι, διαῤῥοίης ἐπιγενομένης, ἀποθνήσκουσιν.

[13] Ὁκόσοι αἷμα ἀφρῶδες ἀναπτύουσι, τουτέοισιν ἐκ τοῦ πλεύμονος ἡ τοιαύτη ἀναγωγὴ γίνεται.

[14] Ὑπὸ φθίσιος ἐχομένῳ διάῤῥοια ἐπιγενομένη, θανατῶδες.

[15] Ὁκόσοι ἐκ πλευρίτιδος ἔμπυοι γίνονται, ἢν ἀνακαθαρθῶσιν ἐν τεσσαράκοντα ἡμέρῃσιν, ἀφ᾿ ἧς ἂν ἡ ῥῆξις γένηται, παύονται· ἢν δὲ μὴ, ἐς φθίσιν μεθίσταντα.

[16] Τὸ θερμὸν βλάπτει ταῦτα πλεονάκις χρεομένοισι, σαρκῶν ἐκθήλυνσιν, νεύρων ἀκράτειαν, γνώμης νάρκωσιν, αἱμοῤῥαγίας, λειποθυμίας, ταῦτα οἷσι θάνατος.

[17] Τὸ δὲ ψυχρὸν, σπασμοὺς, τετάνους, μελασμοὺς καὶ ῥίγεα πυρετώδεα.

[18] Τὸ ψυχρὸν, πολέμιον ὀστέοισιν, ὀδοῦσι, νεύροισιν, ἐγκεφάλῳ, νωτιαίῳ μυελῷ· τὸ δὲ θερμὸν ὠφέλιμον.

[19] Ὁκόσα κατέψυκται, ἐκθερμαίνειν, πλὴν ὁκόσα αἱμοῤῥαγέει, ἢ μέλλει.

[20] Ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, δέρμα περισκληρύνει, ὀδύνην ἀνεκπύητον ποιέει, μελαίνει, ῥίγεα πυρετώδεα ποιέει, σπασμοὺς καὶ τετάνους.

[21] Ἔστι δὲ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται· θέρμη δὲ ταῦτα ῥύεται.

[22] Τὸ θερμὸν ἐκπυητικὸν, οὐκ ἐπὶ παντὶ ἕλκεϊ, μέγιστον σημεῖον ἐς ἀσφαλείην, δέρμα μαλάσσει, ἰσχναίνει, ἀνώδυνον, ῥιγέων, σπασμῶν, τετάνων παρηγορικόν· τὰ δὲ ἐν τῇ κεφαλῇ, καὶ καρηβαρίην λύει· πλεῖστον δὲ διαφέρει ὀστέων κατήγμασι, μάλιστα δὲ τοῖσιν ἐψιλωμένοισι, τουτέων δὲ μάλιστα, τοῖσιν ἐν κεφαλῇ ἕλκεα ἔχουσι· καὶ ὁκόσα ὑπὸ ψύξιος θνήσκει, ἢ ἑλκοῦται, καὶ ἕρπησιν ἐσθιομένοισιν, ἕδρῃ, αἰδοίῳ, ὑστέρῃ, κύστει, τουτέοισι τὸ μὲν θερμὸν φίλιον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον.

[23] Ἐν τουτέοισι δεῖ τῷ ψυχρῷ χρέεσθαι, ὁκόθεν αἱμοῤῥαγέει, ἢ μέλλει, μὴ ἐπ᾿ αὐτὰ, ἀλλὰ περὶ αὐτὰ, ὁκόθεν ἐπιῤῥεῖ· καὶ ὁκόσαι φλεγμοναὶ, ἢ ἐπιφλογίσματα ἐς τὸ ἐρυθρὸν καὶ ὕφαιμον ῥέποντα αἵματι νεαρῷ, ἐπὶ ταῦτα, ἐπεὶ τά γε παλαιὰ μελαίνει· καὶ ἐρυσίπελας τὸ μὴ ἑλκούμενον, ἐπεὶ τό γε ἑλκούμενον βλάπτει.

[24] Τὰ ψυχρὰ, οἷον χιὼν, κρύσταλλος, τῷ στήθεϊ πολέμια, βηχέων κινητικὰ, αἱμοῤῥοϊκὰ, καταῤῥοϊκά.

[25] Τὰ ἐν ἄρθροισιν οἰδήματα καὶ ἀλγήματα, ἄτερ ἕλκεος, καὶ ποδαγρικὰ, καὶ σπάσματα, τουτέων τὰ πλεῖστα ψυχρὸν πολλὸν καταχεόμενον ῥηΐζει τε καὶ ἰσχναίνει, καὶ ὀδύνην λύει· νάρκη δὲ μετρίη ὀδύνης λυτική.

[26] Ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμενον, κουφότατον.

[27] Ὁκόσοισι πιεῖν ὀρέξιες νύκτωρ τοῖσι πάνυ διψῶσιν, ἢν ἐπικοιμηθῶσιν, ἀγαθόν.

[28] Γυναικείων ἀγωγὸν, ἡ ἐν ἀρώμασι πυρίη, πολλαχῆ δὲ καὶ ἐς ἄλλα χρησίμη ἂν ἦν, εἰ μὴ καρηβαρίας ἐνεποίεεν.

[29] Τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα, καὶ ἄχρι ἑπτὰ μηνῶν ἧσσον· τὰ δὲ νήπια καὶ πρεσβύτερα εὐλαβέεσθαι.

[30] Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ὑπό τινος τῶν ὀξέων νουσημάτων ληφθῆναι, θανατῶδες.

[31] Γυνὴ ἐν γαστρὶ ἔχουσα, φλεβοτομηθεῖσα, ἐκτιτρώσκει· καὶ μᾶλλον ᾖσι μεῖζον τὸ ἔμβρυον.

[32] Γυναικὶ αἷμα ἐμεούσῃ, τῶν καταμηνίων ῥαγέντων, λύσις.

[33] Γυναικὶ, τῶν καταμηνίων ἐκλειπόντων, αἷμα ἐκ τῶν ῥινῶν ῥυῆναι, ἀγαθόν.

[34] Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ, ἢν ἡ κοιλίη πουλλὰ ῥυῇ, κίνδυνος ἐκτρῶσαι.

[35] Γυναικὶ ὑπὸ ὑστερικῶν ἐνοχλουμένῃ, ἢ δυστοκούσῃ, πταρμὸς ἐπιγινόμενος, ἀγαθόν.

[36] Γυναικὶ τὰ καταμήνια ἄχροα, καὶ μὴ κατὰ τὰ αὐτὰ αἰεὶ γινόμενα, καθάρσιος δεῖσθαι σημαίνει.

[37] Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ, ἢν οἱ μασθοὶ ἐξαίφνης ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει.

[38] Γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γένηται, δίδυμα ἐχούσῃ, θάτερον ἐκτιτρώσκει· καὶ ἢν μὲν ὁ δεξιὸς ἰσχνὸς γένηται, τὸ ἄρσεν· ἢν δὲ ὁ ἀριστερὸς, τὸ θῆλυ.

[39] Ἢν γυνὴ μὴ κύουσα, μηδὲ τετοκυῖα, γάλα ἔχῃ, ταύτῃ τὰ καταμήνια ἐκλέλοιπεν.

[40] Γυναιξὶν ὁκόσῃσιν ἐς τοὺς τιτθοὺς αἷμα συστρέφεται, μανίην σημαίνει.

[41] Γυναῖκα ἢν θέλῃς εἰδέναι εἰ κύει, ἐπὴν καθεύδειν μέλλῃ, ἀδείπνῳ ἐούσῃ, μελίκρητον διδόναι πιεῖν· κἢν μὲν στρόφος αὐτὴν ἔχῃ περὶ τὴν γαστέρα, κύει· ἢν δὲ μὴ, οὐ κύει.

[42] Γυνὴ ἔγκυος, ἢν μὲν ἄρσεν κύῃ, εὔχροός ἐστιν· ἢν δὲ θῆλυ, δύσχροος.

[43] Ἢν γυναικὶ κυούσῃ ἐρυσίπελας ἐν τῇ ὑστέρῃ γένηται, θανατῶδες.

[44] Ὁκόσαι παρὰ φύσιν λεπταὶ ἐοῦσαι ἐν γαστρὶ ἔχουσιν, ἐκτιτρώσκουσι, πρὶν ἢ παχυνθῆναι.

[45] Ὁκόσαι δὲ μετρίως τὸ σῶμα ἔχουσαι ἐκτιτρώσκουσι δίμηνα καὶ τρίμηνα ἄτερ προφάσιος φανερῆς, ταύτῃσιν αἱ κοτυληδόνες μύξης μεσταί εἰσι, καὶ οὐ δύνανται κρατέειν ὑπὸ τοῦ βάρεος τὸ ἔμβρυον, ἀλλ᾿ ἀποῤῥήγνυνται.

[46] Ὁκόσαι παρὰ φύσιν παχεῖαι ἐοῦσαι μὴ ξυλλαμβάνουσιν ἐν γαστρὶ, ταύτῃσι τὸ ἐπίπλοον τὸ στόμα τῶν ὑστερέων ἀποπιέζει, καὶ, πρὶν ἢ λεπτυνθῆναι, οὐ κύουσιν.

[47] Ἢν ὑστέρη ἐν τῷ ἰσχίῳ ἐγκειμένη διαπυήσῃ, ἀνάγκη ἔμμοτον γενέσθαι.

[48] Ἔμβρυα τὰ μὲν ἄρσενα ἐν τοῖσι δεξιοῖσι, τὰ δὲ θήλεα ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον.

[49] Ὑστέρων ἐκπτώσιες, πταρμικὸν προσθεὶς, ἐπιλάμβανε τοὺς μυκτῆρας καὶ τὸ στόμα.

[50] Γυναικὶ τὰ καταμήνια ἢν βούλῃ ἐπισχεῖν, σικύην ὡς μεγίστην πρὸς τοὺς τιτθοὺς πρόσβαλλε.

[51] Ὁκόσαι ἐν γαστρὶ ἔχουσι, τουτέων τὸ στόμα τῶν ὑστερέων ξυμμέμυκεν.

[52] Ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ γάλα πουλὺ ἐκ τῶν μαζῶν ῥυῇ, ἀσθενὲς τὸ ἔμβρυον σημαίνει· ἢν δὲ στερεοὶ οἱ μαστοὶ ἔωσιν, ὑγιεινότερον τὸ ἔμβρυον σημαίνει.

[53] Ὁκόσαι διαφθείρειν μέλλουσι τὰ ἔμβρυα, ταύτῃσιν οἱ τιτθοὶ ἰσχνοὶ γίνονται· ἢν δὲ πάλιν σκληροὶ γένωνται, ὀδύνη ἔσται ἢ ἐν τοῖσι τιτθοῖσιν, ἢ ἐν τοῖσιν ἰσχίοισιν, ἢ ἐν τοῖσιν ὀφθαλμοῖσιν, ἢ ἐν τοῖσι γούνασι, καὶ οὐ διαφθείρουσιν.

[54] Ὁκόσῃσι τὸ στόμα τῶν ὑστερέων σκληρόν ἐστι, ταύτῃσιν ἀνάγκη τὸ στόμα τῶν ὑστερέων ξυμμύειν.

[55] Ὁκόσαι ἐν γαστρὶ ἔχουσαι ὑπὸ πυρετῶν λαμβάνονται, καὶ ἰσχυρῶς ἰσχναίνονται, ἄνευ προφάσιος φανερῆς τίκτουσι χαλεπῶς καὶ ἐπικινδύνως, ἢ ἐκτιτρώκουσαι κινδυνεύουσιν.

[56] Ἐπὶ ῥόῳ γυναικείῳ σπασμὸς καὶ λειποθυμίη ἢν ἐπιγένηται, κακόν.

[57] Καταμηνίων γενομένων πλειόνων, νοῦσοι ξυμβαίνουσι, καὶ, μὴ γινομένων, ἀπὸ τῆς ὑστέρης γίνονται νοῦσοι.

[58] Ἐπὶ ἀρχῷ φλεγμαίνοντι, καὶ ὑστέρῃ φλεγμαινούσῃ, στραγγουρίη ἐπιγίνεται, καὶ ἐπὶ νεφροῖσιν ἐμπύοισι στραγγουρίη ἐπιγίνεται, ἐπὶ δὲ ἥπατι φλεγμαίνοντι λὺγξ ἐπιγίνεται.

[59] Γυνὴ ἢν μὴ λαμβάνῃ ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι εἰ λήψεται, περικαλύψας ἱματίοισι, θυμία κάτω· κἢν μὲν πορεύεσθαι δοκέῃ ἡ ὀδμὴ διὰ τοῦ σώματος ἐς τὰς ῥῖνας καὶ ἐς τὸ στόμα, γίνωσκε ὅτι αὐτὴ οὐ δι᾿ ἑωυτὴν ἄγονός ἐστίν.

[60] Ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ αἱ καθάρσιες πορεύωνται, ἀδύνατον τὸ ἔμβρυον ὑγιαίνειν.

[61] Ἢν γυναικὶ αἱ καθάρσιες μὴ πορεύωνται, μήτε φρίκης, μήτε πυρετοῦ ἐπιγινομένου, ἆσαι δὲ αὐτῇ προσπίπτωσι, λογίζου ταύτην ἐν γαστρὶ ἔχειν.

[62] Ὁκόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσιν, οὐ κυΐσκουσιν· καὶ ὁκόσαι καθύγρους ἔχουσι τὰς μήτρας, οὐ κυΐσκουσιν, ἀποσβέννυται γὰρ ὁ γόνος· καὶ ὁκόσαι ξηρὰς μᾶλλον καὶ περικαέας, ἐνδείῃ γὰρ τῆς τροφῆς φθείρεται τὸ σπέρμα· ὁκόσαι δὲ ἐξ ἀμφοτέρων τὴν κρᾶσιν ἔχουσι ξύμμετρον, αἱ τοιαῦται ἐπίτεκνοι γίνονται.

[63] Παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἀῤῥένων· ἢ γὰρ διὰ τὴν ἀραιότητα τοῦ σώματος τὸ πνεῦμα ἔξω φέρεται πρὸς τὸ μὴ παραπέμπειν τὸ σπέρμα· ἢ διὰ τὴν πυκνότητα τὸ ὑγρὸν οὐ διαχωρέει ἔξω· ἢ διὰ τὴν ψυχρότητα οὐκ ἐκπυροῦται, ὥστε ἀθροίζεσθαι πρὸς τὸν τόπον τοῦτον· ἢ διὰ τὴν θερμασίην τὸ αὐτὸ τοῦτο γίνεται.

[64] Γάλα διδόναι κεφαλαλγέουσι κακόν· κακὸν δὲ καὶ πυρεταίνουσι, καὶ οἷσιν ὑποχόνδρια μετέωρα καὶ διαβορβορύζοντα, καὶ τοῖσι διψώδεσι· κακὸν δὲ, καὶ οἷσι χολώδεες αἱ ὑποχωρήσιες ἐν ὀξέσι πυρετοῖσιν ἐοῦσι, καὶ οἷσιν αἵματος πολλοῦ διαχώρησις γέγονεν· ἁρμόζει δὲ φθινώδεσι μὴ λίην πολλῷ πυρέσσουσιν· διδόναι δὲ καὶ ἐν πυρετοῖσι μακροῖσι βληχροῖσι, μηδενὸς τῶν προειρημένων σημείων παρεόντος, παρὰ λόγον δὲ ἐκτετηκότων.

[65] Ὁκόσοισιν οἰδήματα ἐφ᾿ ἕλκεσι φαίνεται, οὐ μάλα σπῶνται, οὐδὲ μαίνονται· τουτέων δὲ ἀφανισθέντων ἐξαίφνης, τοῖσι μὲν ὄπισθεν σπασμοὶ, τέτανοι, τοῖσι δὲ ἔμπροσθεν μανίαι, ὀδύναι πλευροῦ ὀξεῖαι, ἢ ἐμπύησις, ἢ δυσεντερίη, ἢν ἐρυθρὰ μᾶλλον ᾖ τὰ οἰδήματα.

[66] Ἢν, τραυμάτων ἰσχυρῶν ἐόντων καὶ πονηρῶν, οἴδημα μὴ φαίνηται, μέγα κακόν.

[67] Τὰ χαῦνα, χρηστὰ, τὰ ἔνωμα, κακά.

[68] Τῷ τὰ ὄπισθεν τῆς κεφαλῆς ὀδυνωμένῳ ἡ ἐν μετώπῳ ὀρθίη φλὲψ τμηθεῖσα, ὠφελέει.

[69] Ῥίγεα ἄρχεται, γυναιξὶ μὲν ἐξ ὀσφύος μᾶλλον καὶ διὰ νώτου ἐς κεφαλήν· ἀτὰρ καὶ ἀνδράσι μᾶλλον ὄπισθεν, ἢ ἔμπροσθεν τοῦ σώματος, οἷον ἀπὸ πήχεων καὶ μηρῶν· ἀτὰρ καὶ τὸ δέρμα ἀραιὸν ἔχουσι, δηλοῖ δὲ τοῦτο ἡ θρίξ.

[70] Οἱ ὑπὸ τεταρταίων ἁλισκόμενοι ὑπὸ σπασμοῦ οὐ πάνυ τι ἁλίσκονται· ἢν δὲ ἁλίσκωνται πρότερον, εἶτα ἐπιγένηται τεταρταῖος, παύονται.

[71] Ὁκόσοισι δέρματα περιτείνεται καρφαλέα καὶ σκληρὰ, ἄνευ ἱδρῶτος τελευτῶσιν· ὁκόσοισι δὲ χαλαρὰ καὶ ἀραιὰ, σὺν ἱδρῶτι τελευτῶσιν.

[72] Οἱ ἰκτεριώδεες οὐ πάνυ τι πνευματώδεές εἰσιν.

[6] ΤΜΗΜΑ ΕΚΤΟΝ.

[1] Ἐν τῇσι χρονίῃσι λειεντερίῃσιν ὀξυρεγμίη ἐπιγινομένη, μὴ γενομένη πρότερον, σημεῖον ἀγαθόν.

[2] Οἷσι ῥῖνες ὑγρότεραι φύσει, καὶ ἡ γονὴ ὑγροτέρη, ὑγιαίνουσι νοσηρότερον· οἷσι δὲ τἀναντία, ὑγιεινότερον.

[3] Ἐν τῇσι μακρῇσι δυσεντερίῃσιν αἱ ἀποσιτίαι, κακόν· καὶ ξὺν πυρετῷ, κάκιον.

[4] Τὰ περιμάδαρα ἕλκεα, κακοήθεα.

[5] Τῶν ὀδυνέων ἐν πλευρῇσι, καὶ ἐν στήθεσι, καὶ ἐν τοῖσιν ἄλλοισι μέρεσιν, ἢν μέγα διαφέρωσι, καταμαθητέον.

[6] Τὰ νεφριτικὰ, καὶ ὁκόσα κατὰ τὴν κύστιν, ἐργωδῶς ὑγιάζεται τοῖσι πρεσβύτῃσιν.

[7] Τὰ ἀλγήματα τὰ κατὰ τὴν κοιλίην γινόμενα, τὰ μὲν μετέωρα κουφότερα, τὰ δὲ μὴ μετέωρα, ἰσχυρότερα.

[8] Τοῖσιν ὑδρωπικοῖσι τὰ γινόμενα ἕλκεα ἐν τῷ σώματι, οὐ ῥηϊδίως ὑγιάζεται.

[9] Τὰ πλατέα ἐξανθήματα, οὐ πάνυ τι κνησμώδεα.

[10] Κεφαλὴν πονέοντι καὶ περιωδυνέοντι, πῦον, ἢ ὕδωρ, ἢ αἷμα ῥυὲν κατὰ τὰς ῥῖνας, ἢ κατὰ τὸ στόμα, ἢ κατὰ τὰ ὦτα, λύει τὸ νούσημα.

[11] Τοῖσι μελαγχολικοῖσι, καὶ τοῖσι νεφριτικοῖσιν αἱμοῤῥοΐδες ἐπιγινόμεναι, ἀγαθόν.

[12] Τῷ ἰηθέντι χρονίας αἱμοῤῥοΐδας, ἢν μὴ μία φυλαχθῇ, κίνδυνος ὕδρωπα ἐπιγενέσθαι ἢ φθίσιν.

[13] Ὑπὸ λυγμοῦ ἐχομένῳ πταρμοὶ ἐπιγενόμενοι λύουσι τὸν λυγμόν.

[14] Ὑπὸ ὕδρωπος ἐχομένῳ, κατὰ τὰς φλέβας ἐς τὴν κοιλίην ὕδατος ῥυέντος, λύσις.

[15] Ὑπὸ διαῤῥοίης ἐχομένῳ μακρῆς ἀπὸ ταὐτομάτου ἔμετος ἐπιγινόμενος λύει τὴν διάῤῥοιαν.

[16] Ὑπὸ πλευρίτιδος, ἢ ὑπὸ περιπλευμονίης ἐχομένῳ διάῤῥοια ἐπιγενομένη, κακόν.

[17] Ὀφθαλμιῶντι, ὑπὸ διαῤῥοίης ληφθῆναι, ἀγαθόν.

[18] Κύστιν διακοπέντι, ἢ ἐγκέφαλον, ἢ καρδίην, ἢ φρένας, ἢ τῶν ἐντέρων τι τῶν λεπτῶν, ἢ κοιλίην, ἢ ἧπαρ, θανατῶδες.

[19] Ἐπὴν διακοπῇ ὀστέον, ἢ χονδρὸς, ἢ νεῦρον, ἢ γνάθου τὸ λεπτὸν, ἢ ἀκροποσθίη, οὔτε αὔξεται, οὔτε ξυμφύεται.

[20] Ἢν ἐς τὴν κοιλίην αἷμα ἐκχυθῇ παρὰ φύσιν, ἀνάγκη ἐκπυηθῆναι.

[21] Τοῖσι μαινομένοισι, κιρσῶν ἢ αἱμοῤῥοΐδων ἐπιγινομένων, μανίης λύσις.

[22] Ὁκόσα ῥήγματα ἐκ τοῦ νώτου ἐς τοὺς ἀγκῶνας καταβαίνει, φλεβοτομίη λύει.

[23] Ἢν φόβος ἢ δυσθυμίη πουλὺν χρόνον διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτον.

[24] Ἐντέρων ἢν διακοπῇ τῶν λεπτῶν τι, οὐ ξυμφύεται.

[25] Ἐρυσίπελας, ἔξωθεν καταχεόμενον, ἔσω τρέπεσθαι οὐκ ἀγαθόν· ἔσωθεν δὲ ἔξω, ἀγαθόν.

[26] Ὁκόσοισιν ἂν ἐν τοῖσι καύσοισι τρόμοι γένωνται, παρακοπὴ λύει.

[27] Ὁκόσοι ἔμπυοι ἢ ὑδρωπικοὶ τέμνονται ἢ καίονται, ἐκρυέντος τοῦ πύου ἢ τοῦ ὕδατος ἀθρόου, πάντως ἀπόλλυνται.

[28] Εὐνοῦχοι οὐ ποδαγριῶσιν, οὐδὲ φαλακροὶ γίνονται.

[29] Γυνὴ οὐ ποδαγριᾷ, ἢν μὴ τὰ καταμήνια αὐτέῃ ἐκλίπῃ.

[30] Παῖς οὐ ποδαγριᾷ πρὸ τοῦ ἀφροδισιασμοῦ.

[31] Ὀδύνας ὀφθαλμῶν ἀκρητοποσίη, ἢ λουτρὸν, ἢ πυρίη, ἢ φλεβοτομίη, ἢ φαρμακοποσίη λύει.

[32] Τραυλοὶ ὑπὸ διαῤῥοίης μάλιστα ἁλίσκονται μακρῆς.

[33] Οἱ ὀξυρεγμιώδεες οὐ πάνυ τι πλευριτικοὶ γίνονται.

[34] Ὁκόσοι φαλακροὶ, τουτέοισι κιρσοὶ μεγάλοι οὐ γίνονται· ὁκόσοισι δὲ φαλακροῖσιν ἐοῦσιν κιρσοὶ γίνονται, πάλιν οὗτοι γίνονται δασέες.

[35] Τοῖσιν ὑδρωπικοῖσι βὴξ ἐπιγενομένη, κακόν.

[36] Δυσουρίην φλεβοτομίη λύει, τάμνειν δὲ τὰς ἔσω.

[37] Ὑπὸ κυνάγχης ἐχομένῳ οἰδήματα γενέσθαι ἐν τῷ βρόγχῳ ἔξω, ἀγαθόν.

[38] Ὁκόσοισι κρυπτοὶ καρκίνοι γίνονται, μὴ θεραπεύειν βέλτιον· θεραπευόμενοι γὰρ ἀπόλλυνται ταχέως, μὴ θεραπευόμενοι δὲ, πουλὺν χρόνον διατελέουσιν.

[39] Σπασμοὶ γίνονται, ἢ ὑπὸ πληρώσιος, ἢ κενώσιος· οὕτω δὲ καὶ λυγμός.

[40] Ὁκόσοισι περὶ τὸ ὑποχόνδριον πόνοι γίνονται ἄτερ φλεγμονῆς, τουτέοισι πυρετὸς ἐπιγενόμενος λύει τὸν πόνον.

[41] Ὁκόσοισι διάπυόν τι ἐὸν ἐν τῷ σώματι μὴ διασημαίνει, τουτέοισι διὰ παχύτητα τοῦ τόπου οὐ διασημαίνει.

[42] Ἐν τοῖσιν ἰκτερικοῖσι τὸ ἧπαρ σκληρὸν γενέσθαι, πονηρόν.

[43] Ὁκόσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τουτέοισιν, ἐπιγενομένης μακρῆς τῆς δυσεντερίης, ὕδρωψ ἐπιγίνεται, ἢ λειεντερίη, καὶ ἀπόλλυνται.

[44] Ὁκόσοισιν ἐκ στραγγουρίης εἰλεοὶ γίνονται, ἐν ἑπτὰ ἡμέρῃσιν ἀπόλλυνται, ἢν μὴ, πυρετοῦ ἐπιγενομένου, ἅλις τὸ οὖρον ῥυῇ.

[45] Ἕλκεα ὁκόσα ἐνιαύσια γίνεται, ἢ μακρότερον χρόνον ἴσχει, ἀνάγκη ὀστέον ἀφίστασθαι, καὶ τὰς οὐλὰς κοίλας γίνεσθαι.

[46] Ὁκόσοι ὑβοὶ ἐξ ἄσθματος ἢ βηχὸς γίνονται πρὸ τῆς ἥβης, ἀπόλλυνται.

[47] Ὁκόσοισι φλεβοτομίη ἢ φαρμακείη ξυμφέρει, τουτέους προσῆκον τοῦ ἦρος φλεβοτομεῖν, ἢ φαρμακεύειν.

[48] Τοῖσι σπληνώδεσι δυσεντερίη ἐπιγενομένη, ἀγαθόν.

[49] Ὁκόσα ποδαγρικὰ νουσήματα γίνεται, ταῦτα ἀποφλεγμήναντα ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποκαθίσταται.

[50] Ὁκόσοισιν ἂν ὁ ἐγκέφαλος διακοπῇ, τουτέοισιν ἀνάγκη πυρετὸν καὶ χολῆς ἔμετον ἐπιγίνεσθαι.

[51] Ὁκόσοισιν ὑγιαίνουσιν ὀδύναι γίνονται ἐξαίφνης ἐν τῇ κεφαλῇ, καὶ παραχρῆμα ἄφωνοι κεῖνται, καὶ ῥέγκουσιν, ἀπόλλυνται ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν μὴ πυρετὸς ἐπιλάβῃ.

[52] Σκοπεῖν δὲ χρὴ καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖσιν ὕπνοισιν· ἢν γάρ τι ὑποφαίνηται, ξυμβαλλομένων τῶν βλεφάρων, τοῦ λευκοῦ μὴ ἐκ διαῤῥοίης ἐόντι ἢ φαρμακοποσίης, φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες σφόδρα.

[53] Αἱ παραφροσύναι αἱ μὲν μετὰ γέλωτος γινόμεναι, ἀσφαλέστεραι· αἱ δὲ μετὰ σπουδῆς, ἐπισφαλέστεραι.

[54] Ἐν τοῖσιν ὀξέσι πάθεσι τοῖσι μετὰ πυρετοῦ αἱ κλαυθμώδεες ἀναπνοαὶ, κακαί.

[55] Τὰ ποδαγρικὰ τοῦ ἦρος καὶ τοῦ φθινοπώρου κινέεται ὡς ἐπὶ τὸ πουλύ.

[56] Τοῖσι μελαγχολικοῖσι νουσήμασιν ἐς τάδε ἐπικίνδυνοι αἱ ἀποσκήψιες· ἢ ἀπόπληξιν τοῦ σώματος, ἢ σπασμὸν, ἢ μανίην, ἢ τύφλωσιν σημαίνουσιν.

[57] Ἀπόπληκτοι δὲ μάλιστα γίνονται ἡλικίῃ τῇ ἀπὸ τεσσαράκοντα ἐτέων ἄχρις ἑξήκοντα.

[58] Ἢν ἐπίπλοον ἐκπέσῃ, ἀνάγκη ἀποσαπῆναι.

[59] Ὁκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισιν ἐξίσταται τὸ ἰσχίον, καὶ πάλιν ἐμπίπτει, τουτέοισι μύξαι ἐπιγίνονται.

[60] Ὁκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισι χρονίης τὸ ἰσχίον ἐξίσταται, τουτέοισι τήκεται τὸ σκέλος, καὶ χωλοῦνται, ἢν μὴ καυθέωσιν.

[7] ΤΜΗΜΑ ΕΒΔΟΜΟΝ.

[1] Ἐν τοῖσιν ὀξέσι νουσήμασι ψύξις ἀκρωτηρίων, κακόν.

[2] Ἐπὶ ὀστέῳ νοσέοντι σὰρξ πελιδνὴ, κακόν.

[3] Ἐπὶ ἐμέτῳ λὺγξ καὶ ὀφθαλμοὶ ἐρυθροὶ, κακόν.

[4] Ἐπὶ ἱδρῶτι φρίκη, οὐ χρηστόν.

[5] Ἐπὶ μανίῃ δυσεντερίη, ἢ ὕδρωψ, ἢ ἔκστασις, ἀγαθόν.

[6] Ἐν νούσῳ πολυχρονίῃ ἀσιτίη καὶ ἄκρητοι ὑποχωρήσιες, κακόν.

[7] Ἐκ πολυποσίης ῥῖγος καὶ παραφροσύνη, κακόν.

[8] Ἐπὶ φύματος ἔσω ῥήξει ἔκλυσις, ἔμετος, καὶ λειποψυχίη γίνεται.

[9] Ἐπὶ αἵματος ῥύσει παραφροσύνη ἢ σπασμὸς, κακόν.

[10] Ἐπὶ εἰλεῷ ἔμετος, ἢ λὺγξ, ἢ σπασμὸς, ἢ παραφροσύνη, κακόν.

[11] Ἐπὶ πλευρίτιδι περιπλευμονίη, κακόν.

[12] Ἐπὶ περιπλευμονίῃ φρενῖτις, κακόν.

[13] Ἐπὶ καύμασιν ἰσχυροῖσι σπασμὸς ἢ τέτανος, κακόν.

[14] Ἐπὶ πληγῇ ἐς τὴν κεφαλὴν ἔκπληξις ἢ παραφροσύνη, κακόν.

[15] Ἐπὶ αἵματος πτύσει, πύου πτύσις.

[16] Ἐπὶ πύου πτύσει, φθίσις καὶ ῥύσις· ἐπὴν δὲ τὸ σίελον ἴσχηται, ἀποθνήσκουσιν.

[17] Ἐπὶ φλεγμονῇ τοῦ ἥπατος λὺγξ, κακόν.

[18] Ἐπὶ ἀγρυπνίῃ σπασμὸς ἢ παραφροσύνη, κακόν.

[18 β] Ἐπὶ ληθάργῳ τρόμος, κακόν.

[19] Ἐπὶ ὀστέου ψιλώσει, ἐρυσίπελας.

[20] Ἐπὶ ἐρυσιπέλατι σηπεδὼν ἢ ἐκπύησις.

[21] Ἐπὶ ἰσχυρῷ σφυγμῷ ἐν τοῖσιν ἕλκεσιν, αἱμοῤῥαγίη.

[22] Ἐπὶ ὀδύνῃ πολυχρονίῳ τῶν περὶ τὴν κοιλίην, ἐκπύησις.

[23] Ἐπὶ ἀκρήτῳ ὑποχωρήσει, δυσεντερίη.

[24] Ἐπὶ ὀστέου διακοπῇ, παραφροσύνη, ἢν κενεὸν λάβῃ.

[25] Ἐκ φαρμακοποσίης σπασμὸς, θανατῶδες.

[26] Ἐπὶ ὀδύνῃ ἰσχυρῇ τῶν περὶ τὴν κοιλίην, ἀκρωτηρίων ψύξις, κακόν.

[27] Ἐν γαστρὶ ἐχούσῃ τεινεσμὸς ἐπιγενόμενος ἐκτρῶσαι ποιέει.

[28] Ὅ τι ἂν ὀστέον, ἢ χόνδρος, ἢ νεῦρον ἀποκοπῇ ἐν τῷ σώματι, οὔτε αὔξεται, οὔτε συμφύεται.

[29] Ἢν ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάῤῥοια ἐπιγένηται ἰσχυρὴ, λύει τὴν νοῦσον.

[30] Ὁκόσοισιν ἀφρώδεα τὰ διαχωρήματα ἐν τῇσι διαῤῥοίῃσι, τουτέοισιν ἀπὸ τῆς κεφαλῆς ταῦτα ἀποκαταῤῥέει.

[31] Ὁκόσοισι πυρέσσουσιν ἐν τοῖσιν οὔροισι κριμνώδεες αἱ ὑποστάσιες γίνονται, μακρὴν τὴν ἀῤῥωστίην σημαίνουσιν.

[32] Ὁκόσοισι δὲ χολώδεες αἱ ὑποστάσιες, ἄνωθεν δὲ λεπταὶ, ὀξείην τὴν ἀῤῥωστίην σημαίνουσιν.

[33] Ὁκόσοισι δὲ διεστηκότα τὰ οὖρα γίνεται, τουτέοισι ταραχὴ ἰσχυρὴ ἐν τῷ σώματί ἐστιν.

[34] Ὁκόσοισι δὲ ἐπὶ τοῖσιν οὔροισιν ἐφίστανται πομφόλυγες, νεφριτικὰ σημαίνουσι, καὶ μακρὴν τὴν ἀῤῥωστίην ἔσεσθαι.

[35] Ὁκόσοισι δὲ λιπαρὴ ἡ ἐπίστασις καὶ ἀθρόη, τουτέοισι νεφριτικὰ καὶ ὀξέα σημαίνει.

[36] Ὁκόσοισι δὲ νεφριτικοῖσιν ἐοῦσι τὰ προειρημένα συμβαίνει σημήϊα, πόνοι τε ὀξέες περὶ τοὺς μύας τοὺς ῥαχιαίους γίνονται, ἢν μὲν περὶ τοὺς ἔξω τόπους γίνωνται, ἀπόστημα προσδέχου ἐσόμενον ἔξω· ἢν δὲ μᾶλλον οἱ πόνοι πρὸς τοὺς ἔσω τόπους γίνωνται, καὶ τὸ ἀπόστημα προσδέχου ἐσόμενον μᾶλλον ἔσω.

[37] Ὁκόσοι αἷμα ἐμέουσιν, ἢν μὲν ἄνευ πυρετοῦ, σωτήριον· ἢν δὲ ξὺν πυρετῷ, κακόν· θεραπεύειν δὲ τοῖσι ψυκτικοῖσι καὶ τοῖσι στυπτικοῖσιν.

[38] Κατάῤῥοοι οἱ ἐς τὴν ἄνω κοιλίην ἐκπυέονται ἐν ἡμέρῃσιν εἴκοσιν.

[39] Ἢν οὐρέῃ αἷμα καὶ θρόμβους, καὶ στραγγουρίη ἔχῃ, καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸν περίνεον καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν νοσέειν σημαίνει.

[40] Ἢν ἡ γλῶσσα ἐξαίφνης ἀκρατὴς γένηται, ἢ ἀπόπληκτόν τι τοῦ σώματος, μελαγχολικὸν τὸ τοιοῦτο γίνεται.

[41] Ἢν, ὑπερκαθαιρομένων τῶν πρεσβυτέρων, λὺγξ ἐπιγένηται, οὐκ ἀγαθόν.

[42] Ἢν πυρετὸς μὴ ἀπὸ χολῆς ἔχῃ, ὕδατος πολλοῦ καὶ θερμοῦ καταχεομένου κατὰ τῆς κεφαλῆς, λύσις τοῦ πυρετοῦ γίνεται.

[43] Γυνὴ ἀμφιδέξιος οὐ γίνεται.

[44] Ὁκόσοι ἔμπυοι καίονται ἢ τέμνονται, ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται· ἢν δὲ ὕφαιμον καὶ βορβορῶδες καὶ δυσῶδες, ἀπόλλυνται.

[45] Ὁκόσοι τὸ ἧπαρ διάπυον καίονται ἢ τέμνονται, ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίγνονται (ἐν χιτῶνι γὰρ τὸ πῦον τουτέοισίν ἐστιν)· ἢν δὲ οἷον ἀμόργη ῥυῇ, ἀπόλλυνται.

[46] Ὀδύνας ὀφθαλμῶν, ἄκρητον ποτίσας καὶ λούσας πολλῷ θερμῷ, φλεβοτόμει.

[47] Ὑδρωπιῶντα ἢν βὴξ ἔχῃ, ἀνέλπιστός ἐστιν.

[48] Στραγγουρίην καὶ δυσουρίην θώρηξις καὶ φλεβοτομίη λύει· τάμνειν δὲ τὰς ἔσω.

[49] Ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα καὶ ἐρύθημα ἐν τῷ στήθει ἐπιγενόμενον, ἀγαθόν· ἔξω γὰρ τρέπεται τὸ νούσημα.

[50] Ὁκόσοισιν ἂν σφακελισθῇ ὁ ἐγκέφαλος, ἐν τρισὶν ἡμέρῃσιν ἀπόλλυνται· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται.

[51] Πταρμὸς γίνεται ἐκ τῆς κεφαλῆς, διαθερμαινομένου τοῦ ἐγκεφάλου, ἢ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενεοῦ· ὑπερχέεται οὖν ὁ ἀὴρ ὁ ἐνεὼν, ψοφέει δὲ, ὅτι διὰ στενοῦ ἡ διέξοδος αὐτοῦ ἐστιν.

[52] Ὁκόσοι ἧπαρ περιωδυνέουσι, τουτέοισι πυρετὸς ἐπιγενόμενος λύει τὴν ὀδύνην.

[53] Ὁκόσοισι ξυμφέρει αἷμα ἀφαιρέεσθαι ἀπὸ τῶν φλεβῶν, τουτέοισι ξυμφέρει ἦρος φλεβοτομέεσθαι.

[54] Ὁκόσοισι μεταξὺ τῶν φρενῶν καὶ τῆς γαστρὸς φλέγμα ἀποκλείεται, καὶ ὀδύνην παρέχει, οὐκ ἔχον διέξοδον ἐς οὐδετέρην τῶν κοιλιῶν, τουτέοισι, κατὰ τὰς φλέβας ἐς τὴν κύστιν τραπέντος τοῦ φλέγματος, λύσις γίνεται τῆς νούσου.

[55] Ὁκόσοισι δ᾿ ἂν τὸ ἧπαρ ὕδατος πλησθὲν ἐς τὸ ἐπίπλοον ῥαγῇ, τουτέοισιν ἡ κοιλίη ὕδατος ἐμπίπλαται, καὶ ἀποθνήσκουσιν.

[56] Ἀλύκη, χάσμη, φρίκη, οἶνος ἴσος ἴσῳ πινόμενος λύει.

[57] Ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φύματα γίνεται, τουτέοισι, διαπυήσαντος καὶ ἐκραγέντος, λύεται ὁ πόνος.

[58] Ὁκόσοισιν ἂν ὁ ἐγκέφαλος σεισθῇ ὑπό τινος προφάσιος, ἀνάγκη ἀφώνους γίνεσθαι παραχρῆμα.

[60] Τοῖσι σώμασι τοῖσιν ὑγρὰς τὰς σάρκας ἔχουσι δεῖ λιμὸν ἐμποιέειν· λιμὸς γὰρ ξηραίνει τὰ σώματα.

[59] Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιγένηται, καὶ καταπίνειν μὴ δύνηται, ἀλλ᾿ ἢ μόλις, θανάσιμον.

[59 β] Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐπιστραφῇ, καὶ καταπίνειν μὴ δύνηται, οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον.

[61] Ὅκου ἂν ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ, καὶ τὸ σῶμα καταψύχηται, καὶ πάλιν θερμαίνηται, ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου μεταβάλλῃ, μῆκος νούσου σημαίνει.

[62] Ἱδρὼς πουλὺς, θερμὸς ἢ ψυχρὸς, ῥέων αἰεὶ, σημαίνει ἔχειν πλησμονὴν ὑγροῦ· ἀπάγειν οὖν χρὴ τῷ μὲν ἰσχυρῷ ἄνωθεν, τῷ δὲ ἀσθενεῖ κάτωθεν.

[63] Οἱ πυρετοὶ οἱ μὴ διαλείποντες, ἢν ἰσχυρότεροι διὰ τρίτης γίνωνται, ἐπικίνδυνοι· ὅτῳ δ᾿ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι.

[64] Ὁκόσοισι πυρετοὶ μακροὶ, τουτέοισιν ἢ φύματα, ἢ ἐς τὰ ἄρθρα πόνοι ἐγγίνονται.

[65] Ὁκόσοισι φύματα ἢ ἐς τὰ ἄρθρα πόνοι ἐκ πυρετῶν γίνονται, οὗτοι σιτίοισι πλείοσι χρέονται.

[66] Ἤν τις πυρέσσοντι τροφὴν διδῷ, ἣν ὑγιεῖ, τῷ μὲν ὑγιαίνοντι ἰσχὺς, τῷ δὲ κάμνοντι νοῦσος.

[67] Τὰ διὰ τῆς κύστιος διαχωρέοντα ὁρῇν δεῖ, εἰ οἷα τοῖς ὑγιαίνουσιν ὑποχωρέεται· τὰ ἥκιστα οὖν ὅμοια τουτέοισι, ταῦτα νοσωδέστερα, τὰ δ᾿ ὅμοια τοῖσιν ὑγιαίνουσιν, ἥκιστα νοσερά.

[68] Καὶ οἷσι τὰ ὑποχωρήματα, ἢν ἐάσῃς στῆναι καὶ μὴ κινήσῃς, ὑφίσταται οἱονεὶ ξύσματα, τουτέοισι ξυμφέρει ὑποκαθῆραι τὴν κοιλίην· ἢν δὲ μὴ καθαρὴν ποιήσας διδῷς τὰ ῥοφήματα, ὁκόσῳ ἂν πλείω διδῷς, μᾶλλον βλάψεις.

[69] Ὁκόσοισιν ἂν κάτω ὠμὰ διαχωρέῃ, ἀπὸ χολῆς μελαίνης ἐστὶν, ἢν πλείονα, πλείονος, ἢν ἐλάσσονα, ἐλάσσονος.

[70] Αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσι, πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες, πᾶσαι κακαί· ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ, καὶ κατὰ κοιλίην καὶ κύστιν· καὶ ὅκου ἄν τι ἀποχωρέον στῇ μὴ κεκαθαρμένῳ, κακόν.

[71] Τὰ σώματα χρὴ, ὅκου τις βούλεται καθαίρεσθαι, εὔροα ποιέειν· κἢν μὲν ἄνω βούλῃ εὔροα ποιέειν, στῆσαι τὴν κοιλίην· ἢν δὲ κάτω εὔροα ποιέειν, ὑγρῆναι τὴν κοιλίην.

[72] Ὕπνος, ἀγρυπνίη, ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα, νοῦσος.

[73] Ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔσω καίηται, καὶ πυρετὸς ἔχῃ, θανάσιμον.

[74] Ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος, ἢ ῥὶς, ἢ ὀφθαλμὸς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἤδη ἀσθενὴς ἐὼν, ὅ τι ἂν ᾖ τουτέων τῶν σημείων, θανάσιμον.

[75] Ἐπὶ λευκῷ φλέγματι ὕδρωψ ἐπιγίνεται.

[76] Ἐπὶ διαῤῥοίῃ δυσεντερίη.

[77] Ἐπὶ δυσεντερίῃ λειεντερίη.

[78] Ἐπὶ σφακέλῳ ἀπόστασις ὀστέου.

[78] Ἐπὶ αἵματος ἐμέτῳ φθορὴ, καὶ πύου κάθαρσις ἄνω· ἐπὶ φθορῇ ῥεῦμα ἐκ τῆς κεφαλῆς· ἐπὶ ῥεύματι διάῤῥοια· ἐπὶ διαῤῥοίῃ σχέσις τῆς ἄνω καθάρσιος· ἐπὶ τῇ σχέσει θάνατος.

[81] Ὁκοῖα καὶ ἐν τοῖσι κατὰ τὴν κύστιν, καὶ τοῖσι κατὰ τὴν κοιλίην ὑποχωρήμασι, καὶ ἐν τοῖσι κατὰ τὰς σάρκας, καὶ ἤν που ἄλλῃ τῆς φύσιος ἐκβαίνῃ τὸ σῶμα, ἢν ὀλίγον, ὀλίγη ἡ νοῦσος γίνεται, ἢν πουλὺ, πολλὴ, ἢν πάνυ πουλὺ, θανάσιμον τὸ τοιοῦτον.

[82] Ὁκόσοι ὑπὲρ τὰ τεσσαράκοντα ἔτεα φρενιτικοὶ γίνονται, οὐ πάνυ τι ὑγιάζονται· ἧσσον γὰρ κινδυνεύουσιν, οἷσιν ἂν οἰκείη τῆς φύσιος καὶ τῆς ἡλικίης ἡ νοῦσος ᾖ.

[83] Ὁκόσοισιν ἐν τῇσιν ἀῤῥωστίῃσιν οἱ ὀφθαλμοὶ κατὰ προαίρεσιν δακρύουσιν, ἀγαθόν· ὁκόσοισι δὲ ἄνευ προαιρέσιος, κακόν.

[84] Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι τεταρταίοισιν ἐοῦσιν αἷμα ἐκ τῶν ῥινῶν ῥυῇ, πονηρόν.

[85] Ἱδρῶτες ἐπικίνδυνοι ἐν τῇσι κρισίμοισιν ἡμέρῃσι μὴ γινόμενοι, σφοδροί τε καὶ ταχέως ὠθούμενοι ἐκ τοῦ μετώπου, ὥσπερ σταλαγμοὶ καὶ κρουνοὶ, καὶ ψυχροὶ σφόδρα καὶ πολλοί· ἀνάγκη γὰρ τὸν τοιοῦτον ἱδρῶτα πορεύεσθαι μετὰ βίης, καὶ πόνου ὑπερβολῆς, καὶ ἐκθλίψιος πολυχρονίου.

[86] Ἐπὶ χρονίῳ νουσήματι κοιλίης καταφορὴ, κακόν.

[87] Ὁκόσα φάρμακα οὐκ ἰῆται, σίδηρος ἰῆται· ὅσα σίδηρος οὐκ ἰῆται, πῦρ ἰῆται· ὅσα δὲ πῦρ οὐκ ἰῆται, ταῦτα χρὴ νομίζειν ἀνίατα.


ὁ Ὄρκος

ΟΡΚΟΣ

Ὄμνυμι Ἀπόλλωνα ἰητρὸν, καὶ Ἀσκληπιὸν, καὶ Ὑγείαν, καὶ Πανάκειαν, καὶ θεοὺς πάντας τε καὶ πάσας, ἵστορας ποιεύμενος, ἐπιτελέα ποιήσειν κατὰ δύναμιν καὶ κρίσιν ἐμὴν ὅρκον τόνδε καὶ ξυγγραφὴν τήνδε· ἡγήσασθαι μὲν τὸν διδάξαντά με τὴν τέχνην ταύτην ἴσα γενέτῃσιν ἐμοῖσι, καὶ βίου κοινώσασθαι, καὶ χρεῶν χρηΐζοντι μετάδοσιν ποιήσασθαι, καὶ γένος τὸ ἐξ ωὐτέου ἀδελφοῖς ἴσον ἐπικρινέειν ἄῤῥεσι, καὶ διδάξειν τὴν τέχνην ταύτην, ἢν χρηΐζωσι μανθάνειν, ἄνευ μισθοῦ καὶ ξυγγραφῆς, παραγγελίης τε καὶ ἀκροήσιος καὶ τῆς λοιπῆς ἁπάσης μαθήσιος μετάδοσιν ποιήσασθαι υἱοῖσί τε ἐμοῖσι, καὶ τοῖσι τοῦ ἐμὲ διδάξαντος, καὶ μαθηταῖσι συγγεγραμμένοισί τε καὶ ὡρκισμένοις νόμῳ ἰητρικῷ, ἄλλῳ δὲ οὐδενί.

Διαιτήμασί τε χρήσομαι ἐπ᾿ ὠφελείῃ καμνόντων κατὰ δύναμιν καὶ κρίσιν ἐμὴν, ἐπὶ δηλήσει δὲ καὶ ἀδικίῃ εἴρξειν.

Οὐ δώσω δὲ οὐδὲ φάρμακον οὐδενὶ αἰτηθεὶς θανάσιμον, οὐδὲ ὑφηγήσομαι ξυμβουλίην τοιήνδε· ὁμοίως δὲ οὐδὲ γυναικὶ πεσσὸν φθόριον δώσω.

Ἁγνῶς δὲ καὶ ὁσίως διατηρήσω βίον τὸν ἐμὸν καὶ τέχνην τὴν ἐμήν.

Οὐ τεμέω δὲ οὐδὲ μὴν λιθιῶντας, ἐκχωρήσω δὲ ἐργάτῃσιν ἀνδράσι πρήξιος τῆσδε.

Ἐς οἰκίας δὲ ὁκόσας ἂν ἐσίω, ἐσελεύσομαι ἐπ᾿ ὠφελείῃ καμνόντων, ἐκτὸς ἐὼν πάσης ἀδικίης ἑκουσίης καὶ φθορίης, τῆς τε ἄλλης καὶ ἀφροδισίων ἔργων ἐπί τε γυναικείων σωμάτων καὶ ἀνδρῴων, ἐλευθέρων τε καὶ δούλων.

Ἃ δ᾿ ἂν ἐν θεραπείῃ ἢ ἴδω, ἢ ἀκούσω, ἢ καὶ ἄνευ θεραπηΐης κατὰ βίον ἀνθρώπων, ἃ μὴ χρή ποτε ἐκλαλέεσθαι ἔξω, σιγήσομαι, ἄῤῥητα ἡγεύμενος εἶναι τὰ τοιαῦτα.

Ὅρκον μὲν οὖν μοι τόνδε ἐπιτελέα ποιέοντι, καὶ μὴ ξυγχέοντι, εἴη ἐπαύρασθαι καὶ βίου καὶ τέχνης δοξαζομένῳ παρὰ πᾶσιν ἀνθρώποις ἐς τὸν αἰεὶ χρόνον· παραβαίνοντι δὲ καὶ ἐπιορκοῦντι, τἀναντία τουτέων.


ὁ Νόμος

ΝΟΜΟΣ.

[1] Ἰητρικὴ τεχνέων μὲν πασέων ἐστὶν ἐπιφανεστάτη· διὰ δὲ ἀμαθίην τῶν τε χρεομένων αὐτῇ, καὶ τῶν εἰκῆ τοὺς τοιούσδε κρινόντων, πολύ τι πασέων ἤδη τῶν τεχνέων ἀπολείπεται. Ἡ δὲ τῶνδε ἁμαρτὰς τὰ μάλιστά μοι δοκέει ἔχειν αἰτίην τοιήνδε· πρόστιμον γὰρ ἰητρικῆς μούνης ἐν τῇσι πόλεσιν οὐδὲν ὥρισται, πλὴν ἀδοξίης· αὕτη δὲ οὐ τιτρώσκει τοὺς ἐξ αὐτέης συγκειμένους. Ὁμοιότατοι γάρ εἰσιν οἱ τοιοίδε τοῖσι παρεισαγομένοισι προσώποισιν ἐν τῇσι τραγῳδίῃσιν· ὡς γὰρ ἐκεῖνοι σχῆμα μὲν καὶ στολὴν καὶ πρόσωπον ὑποκριτοῦ ἔχουσιν, οὐκ εἰσὶ δὲ ὑποκριταὶ, οὕτω καὶ ἰητροὶ, φήμῃ μὲν πολλοὶ, ἔργῳ δὲ πάγχυ βαιοί.

[2] Χρὴ γὰρ, ὅστις μέλλει ἰητρικῆς ξύνεσιν ἀτρεκέως ἁρμόζεσθαι, τῶνδέ μιν ἐπήβολον γενέσθαι· φύσιος· διδασκαλίης· τόπου εὐφυέος· παιδομαθίης· φιλοπονίης· χρόνου. Πρῶτον μὲν οὖν πάντων δεῖ φύσιος· φύσιος γὰρ ἀντιπρησσούσης, κενεὰ πάντα· φύσιος δὲ ἐς τὸ ἄριστον ὁδηγεούσης, διδασκαλίη τέχνης γίνεται· ἣν μετὰ φρονήσιος δεῖ περιποιήσασθαι, παιδομαθέα γενόμενον ἐν τόπῳ, ὁκοῖος εὐφυὴς πρὸς μάθησιν ἔσται· ἔτι δὲ φιλοπονίην προσενέγκασθαι ἐς χρόνον πουλὺν, ὅκως ἡ μάθησις, ἐμφυσιωθεῖσα, δεξιῶς τε καὶ εὐαλδέως τοὺς καρποὺς ἐξενέγκηται.

[3] Ὁκοίη γὰρ τῶν ἐν τῇ γῇ φυομένων [ἡ] θεωρίη, τοιήδε καὶ τῆς ἰητρικῆς ἡ μάθησις. Ἡ μὲν γὰρ φύσις ἡμέων, ὁκοῖον ἡ χώρη· τὰ δὲ δόγματα τῶν διδασκόντων, ὁκοῖον τὰ σπέρματα· ἡ δὲ παιδομαθίη, τὸ καθ᾿ ὥρην αὐτὰ πεσεῖν εἰς τὴν ἄρουραν· ὁ δὲ τόπος ἐν ᾧ ἡ μάθησις, ὁκοῖον ἡ ἐκ τοῦ περιέχοντος ἠέρος τροφὴ γιγνομένη τοῖσι φυομένοισιν· ἡ δὲ φιλοπονίη, ἐργασίη· ὁ δὲ χρόνος ταῦτα ἐνισχύει πάντα, ὡς τραφῆναι τελέως.

[4] Ταῦτα ὦν χρὴ ἐς τὴν ἰητρικὴν τέχνην ἐσενεγκαμένους, καὶ ἀτρεκέως αὐτέης γνῶσιν λαβόντας, οὕτως ἀνὰ τὰς πόλιας φοιτεῦντας, μὴ λόγῳ μοῦνον, ἀλλὰ καὶ ἔργῳ ἰητροὺς νομίζεσθαι. Ἡ δὲ ἀπειρίη, κακὸς θησαυρὸς καὶ κακὸν κειμήλιον τοῖσιν ἔχουσιν αὐτέην, καὶ ὄναρ καὶ ὕπαρ, εὐθυμίης τε καὶ εὐφροσύνης ἄμοιρος, δειλίης τε καὶ θρασύτητος τιθήνη. Δειλίη μὲν γὰρ ἀδυναμίην σημαίνει· θρασύτης δὲ, ἀτεχνίην. Δύο γὰρ, ἐπιστήμη τε καὶ δόξα, ὧν τὸ μὲν ἐπίστασθαι ποιέει, τὸ δὲ ἀγνοεῖν.

[5] Τὰ δὲ ἱερὰ ἐόντα πρήγματα ἱεροῖσιν ἀνθρώποισι δείκνυται· βεβήλοισι δὲ, οὐ θέμις, πρὶν ἢ τελεσθῶσιν ὀργίοισιν ἐπιστήμης.


Περὶ Χυμῶν

ΠΕΡΙ ΧΥΜΩΝ.

[1] Τὸ μὲν χρῶμα τῶν χυμῶν, ὅκου μὴ ἄμπωτίς ἐστι τῶν χυμῶν, ὥσπερ ἀνθέων· ἀκτέα, ᾗ ῥέπει, διὰ τῶν ξυμφερόντων χωρίων, πλὴν ὧν οἱ πεπασμοὶ ἐκ τῶν χρόνων· οἱ πεπασμοὶ ἔξω ἢ ἔσω ῥέπουσιν, ἢ ἄλλῃ ὅπη δεῖ. Εὐλαβείη· ἀπειρίη· δυσπειρίη· μαδαρότης· σπλάγχνων κενότης, τοῖσι κάτω, πλήρωσις, τοῖσιν ἄνω, τροφή· ἀναῤῥοπίη, καταῤῥοπίη· τὰ αὐτόματα ἄνω καὶ κάτω, ἃ ὠφελέει καὶ βλάπτει· ξυγγενὲς εἶδος, χώρη, ἔθος, ἡλικίη, ὥρη, κατάστασις νούσου, ὑπερβολὴ, ἔλλειψις, οἷσιν ὁκόσον λείπεται, ἢ οὔ· κάθαρσις καὶ κένωσις, ἄκη· ἔκκλισις· παροχέτευσις ἢ ἐς τὴν κεφαλὴν, ἢ ἐς τὰ πλάγια, ᾗ μάλιστα ῥέπει· ἢ ἀντίσπασις, ἐπὶ τοῖσιν ἄνω, κάτω, ἄνω, ἐπὶ τοῖσι κάτω· ἢ ξηρῆναι· ἢ οἷσι τὰ κάτω, ἢ ἄνω ἐκπλύνεται, ἢ οἷσι παρηγορήσεται· μὴ τὰ ἐκκεχυμωμένα ἐς τὸ ἔσω ἀπολαμβάνειν, ἀλλὰ τὰς ἀφόδους ξηραίνειν. Τάραξις, κατάκλυσις, διάνιψις, οἷσιν ἀποστήσεται πρὸς ἕδρην, ὅθεν ἀθέλγεται, ἢ φάρμακον, ἢ ἕλκος, ἢ χυμός τις συνεστηκὼς, ἢ βλάστημα, ἢ φῦσα, ἢ σῖτος, ἢ θηρίον, ἢ καῦμα, ἢ ἄλλο τι πάθος.

[2] Σκεπτέα ταῦτα· τὰ αὐτόματα λήγοντα, ἢ οἷον αἱ ἀπὸ καυμάτων ἐπεγειρόμεναι φλυκτίδες, ἐφ᾿ οἷσιν οἷα βλάπτει ἢ ὠφελέει, σχήματα, κίνησις, μετεωρισμὸς, παλινίδρυσις, ὕπνος, ἐγρήγορσις, ἁλύκη, χάσμη, φρίκη, ἅτε ποιητέα ἢ κωλυτέα, φθάσαι. Παίδευσις ἐμέτου, κάτω διεξόδου, πτυάλου, μύξης, βηχὸς, ἐρεύξιος, λυγμοῦ, φύσης, οὔρου, πταρμοῦ, δακρύων, κνησμῶν, τιλμῶν, ψαυσίων, δίψης, λιμοῦ, πλησμονῆς, ὕπνων, πόνων, ἀπονίης, σώματος, γνώμης, μαθήσιος, μνήμης, φωνῆς, σιγῆς.

[3] Τῇ ὑστερικῇ καθάρσεις, τὰ ἄνωθεν καταῤῥηγνύμενα, καὶ στροφοῦντα, λιπαρὰ, ἄκρητα, ἀφρώδεα, θερμὰ, δάκνοντα, ἰώδεα, ποικίλα, ξυσματώδεα, τρυγώδεα, αἱματώδεα, ἄφυσα, ὠμὰ, ἑφθὰ, αὖα, ἅσσα περιῤῥέοι, εὐφορίην καθορέων ἢ δυσφορίην, πρὶν κίνδυνον εἶναι, οἷα οὐ δεῖ παύειν. Πεπασμὸς, κατάβασις τῶν κάτω, ἐπιπόλασις τῶν ἄνω, καὶ τὰ ἐξ ὑστερέων, καὶ ὁ ἐν ὠσὶ ῥύπος· ὀργασμὸς, ἄνοιξις, κένωσις, θάλψις, ψύξις, ἔσωθεν, ἔξωθεν, τῶν μὲν, τῶν δ᾿ οὔ. Ὁκόταν ἔῃ κάτωθεν ὀμφαλοῦ τὸ στρέφον, βραδὺς, μαλθακὸς ὁ στρόφος, ἔμπαλιν δὲ ἐς τοὐναντίον.

[4] Τὰ διαχωρέοντα, ᾗ ῥέπει, ἄναφρα, πέπονα, ὠμὰ, ψυχρὰ, δυσώδεα, ξηρὰ, ὑγρά. Μὴ καυσώδεσι δίψα πρόσθεν μὴ ἐνεοῦσα, μηδὲ καῦμα, μηδὲ ἄλλη πρόφασις, οὖρον, ῥινὸς ὑγρασμός. Τὴν ἔῤῥιψιν, καὶ τὸν αὐασμὸν, καὶ τὸ ἀσύμπτωτον, καὶ τὸ θολερὸν πνεῦμα, ὑποχόνδριον, ἄκρεα, ὄμματα προσκακούμενα, χρώματος μεταβολὴ, σφυγμοὶ, ψύξιες, παλμοὶ, σκληρυσμὸς δέρματος, νεύρων, ἄρθρων, φωνῆς, γνώμης, σχῆμα ἑκούσιον, τρίχες, ὄνυχες, τὸ εὔφορον, ἢ μὴ, οἷα δεῖ. Σημήϊα ταῦτα, ὀδμαὶ χρωτὸς, στόματος, ὠτὸς, διαχωρήματος, φύσης, οὔρου, ἕλκεος, ἱδρῶτος, πτυάλου, ῥινὸς, χρὼς ἁλμυρὸς, ἢ πτύαλον, ἢ ῥὶς, ἢ δάκρυον, ἢ ἄλλοι χυμοί· πάντη ὅμοια τὰ ὠφελέοντα, τὰ βλάπτοντα. Ἐνύπνια οἷα ἂν ὁρέῃ, καὶ ἐν τοῖσιν ὕπνοισιν οἷα ἂν ποιέῃ, ἢν ἀκούῃ ὀξὺ, καὶ πυθέσθαι προθυμέηται, ἐν τῷ λογισμῷ μέζω καὶ ἰσχυρότερα τὰ πλείω, ἐπίκαιρα, σώζοντα· μὴ ἐπίκαιρα, τῶν ἑτέρων· ἢν αἰσθάνωνται πάσῃ αἰσθήσει πάντων, καὶ φέρωσιν, ὁκοῖον ὀδμὰς, λόγους, ἱμάτια, σχήματα. Τοιαῦτα εὐφόρως, ἅπερ καὶ αὐτόματα ἐπιφαινόμενα ὠφελέει, καὶ ὁκότε κρίσιν τὰ τοιαῦτα ἐμποιέει, καὶ τοσαῦτα, καὶ τοιαῦτα, οἷον φῦσαι, οὖρον, οἷον καὶ ὁκόσον καὶ ὁκότε· ὁκόσα δ᾿ ἐναντία, ἀποτρέπειν, μάχεσθαι αὐτοῖσιν. Τὰ ἐγγὺς καὶ τὰ κοινὰ τοῖσι παθήμασι πρῶτα καὶ μάλιστα κακοῦται.

[5] Κατάστασιν δὲ τῆς νούσου ἐκ τῶν πρώτων ἀρχομένων ὅ τι ἂν ἐκκρίνηται, ἐκ τῶν οὔρων ὁκοῖα ἂν ἔῃ, καὶ οἵη τις σύμπτωσις, χροιῆς ἀπάλλαξις, πνεύματος μινύθησις, καὶ τἄλλα μετὰ τούτων ἐπιθεωρέειν. Τὸ μὲν, εἰ ὅμοια τὰ ἀπιόντα, δεῖ εἰδέναι, διέξοδοι, οὖρα, καθ᾿ ὑστέρας, πτύαλα, κατὰ ῥῖνας, ὄμματα, ἱδρὼς, ἐκ φυμάτων, ἢ τρωμάτων, ἢ ἐξανθημάτων, ὁκόσα αὐτόματα, ὁκόσα τέχνῃσιν, ὅτι ὅμοια ἀλλήλοισι πάντα τὰ κρίνοντα, καὶ τὰ ὠφελέοντα, καὶ τὰ βλάπτοντα, καὶ τὰ ἀπολύοντα, ὡς τὰ μὲν περιφεύγων ἀποτρέπῃ, τὰ δὲ προσκαλέων καὶ ἄγῃ καὶ δέχηται. Καὶ τἄλλα δὲ οὕτω, δέρματος, ἀκρέων, ὑποχονδρίων, ἄρθρων, ὄμματος, στόματος, σχημάτων, ὕπνων, οἷα κρίνει, καὶ ὅτε τὰ τοιαῦτα δεῖ μηχανάασθαι. Καὶ ἔτι ὅσαι τοιαῦται ἀποστάσιες γίνονται, οἷαι ὠφελέουσι, βρώμασι, πόμασιν, ὀδμῇσιν, ὁράμασιν, ἀκούσμασιν, ἐννοήμασιν, ἀφόδοισιν, θάλψει, ψύξει, ὑγροῖσι, ξηροῖσιν, ὑγρῆναι, ξηρῆναι, χρίσμασιν, ἐγχρίσμασιν, ἐπιπλάστοισιν, ἐμπλάστοισιν, ἐπιπάστοισιν, ἐπιδέτοισιν, ἐπιθέτοισι, σχήματα, ἀνάτριψις, ἴησις, πόνος, ἀργίη, ὕπνος, ἀγρυπνίη, πνεύμασιν ἄνωθεν, κάτωθεν, κοινοῖσιν, ἰδίοισι, τεχνητοῖσιν, ἐν τοῖσι παροξύσμοισι μήτε ἐοῦσι, μήτε μέλλουσι, μήτ᾿ ἐν ποδῶν ψύξει, ἀλλ᾿ ἐν καταῤῥόπῳ τῇ νούσῳ.

[6] Τοῖσιν ἐν τῇσι περιόδοισι παροξυσμοῖσι τὰ προσάρματα μὴ διδόναι μηδὲ ἀναγκάζειν, ἀλλ᾿ ἀφαιρέειν τῶν προσθεσίων πρὸ τῶν κρισίων. Τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀπαρτὶ μὴ κινέειν, μήτε νεωτεροποιέειν μήτε φαρμακείῃσι, μήτε ἄλλοισιν ἐρεθισμοῖσιν, ἀλλ᾿ ἐᾷν. Τὰ κρίνοντα ἐπὶ τὸ βέλτιον μὴ αὐτίκα ἐπιφαίνεσθαι. Πέπονα φαρμακεύειν καὶ κινέειν, μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, εἰ μὴ ὀργᾷ· τὰ δὲ πολλὰ οὐκ ὀργᾷ. Ἃ δεῖ ἄγειν, ὅπη ἂν μάλιστα ῥέπῃ διὰ τῶν ξυμφερόντων χωρίων, ταύτῃ ἄγειν. Τὰ χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεσθαι, ἀλλ᾿ ὡς ἂν χωρέῃ οἷα δεῖ, καὶ φέρῃ εὐφόρως· ὅκου δὲ δεῖ, γυιῶσαι, ἢ λειποθυμῆσαι, ἕως ἂν τοῦτο ποιηθῇ, οὕνεκα ποιέεται· εἴ τι ἄλλο τότε δεῖ, ἐπ᾿ ἄλλο ῥέψαι, ἢ ξηρῆναι, ἢ ὑγρῆναι, ἢ ἀντισπάσαι, ἢν ἐξαρκέῃ ὁ νοσέων· τούτοισι τεκμαίρεσθαι· τὰ μὲν ξηρὰ, θερμὰ ἔσται, τὰ δὲ ὑγρὰ, ψυχρά· διαχωρητικὰ δὲ τἀναντία, ὡς ἐπὶ τὸ πολὺ δὲ ταῦτα. Ἐν τῇσι περισσῇσιν ἄνω, ἢν καὶ αἱ περίοδοι καὶ ἡ κατάστασις τοιαύτη ἔῃ τῶν παροξυσμῶν· γίνεται δὲ τὰ πλεῖστα ἐν τῇσιν ἀρτίῃσι κάτω· οὕτω γὰρ καὶ αὐτόματα ὠφελέει, ἢν αἱ περίοδοι τοὺς παροξυσμοὺς ἐν τῇσιν ἀρτίῃσι ποιέωνται· ἐν δὲ τοῖσι μὴ τοιούτοισιν, ἐν μὲν ἀρτίῃσιν ἄνω, ἐν δὲ περισσῇσι κάτω· ὀλίγαι δὲ τοιαῦται, αἱ δὲ τοιαῦται δυσκριτώτεραι καταστάσιες. Ἀτὰρ καὶ τὰ πρόσω χρόνου προήκοντα ἀνάγκη οὕτως, οἷον τρισκαιδεκαταῖα, τεσσαρεσκαιδεκαταῖα, τρισκαιδεκάτῃ μὲν κάτω, τεσσαρεσκαιδεκάτῃ δὲ ἄνω (πρὸς γὰρ τὸ κρίσιμον οὕτω ξυμφέρει), καὶ ὁκόσα εἰκοσταῖα, πλὴν ὁκόσα κάτω. Πολλὰ δὲ δεῖ καθαίρειν, ταῦτα δὲ μὴ ἐγγὺς οὕτω κρίσιος, ἀλλὰ προσωτέρω· δεῖ δὲ ὀλιγάκις ἐν ὀξέσι πολλὰ ἄγειν.

[7] Τοῖσι κοπώδεσι τὸ σύμπαν, ἐν τοῖσι πυρετοῖσιν ἐς ἄρθρα καὶ παρὰ γνάθους μάλιστα ἀποστάσιες γίνονται, ἐγγύς τι τῶν πόνων ἑκάστου, ἐπὶ τὸ ἄνω μᾶλλον καὶ τὸ σύμπαν· ἢν ἀργὸς ἡ νοῦσος ἔῃ καὶ κατάῤῥοπος, κάτω καὶ αἱ ἀποστάσιες· μάλιστα δὲ πόδες θερμοὶ κάτω σημαίνουσι, ψυχροὶ δὲ ἄνω. Οἷσι δὲ ἀνισταμένοισιν ἐκ τῶν νούσων, αὐτίκα δὲ χερσὶν ἢ ποσὶ πονήσασιν, ἐν τούτοισιν ἀφίστανται· ἀτὰρ καὶ ἤν τι προπεπονηκὸς ἔῃ, πρὶν ἢ νοσέειν, ἐς ταῦτα ἀποστηρίζεται, οἷον καὶ τοῖσιν ἐν Περίνθῳ βηχώδεσι καὶ κυναγχικοῖσιν· ποιέουσι γὰρ καὶ αἱ βῆχες ἀποστάσιας, ὥσπερ οἱ πυρετοί· ταῦτα κατὰ τὸν αὐτὸν λόγον συμβαίνει ἢ ἀπὸ χυμῶν, ἢ σώματος συντήξιος καὶ ψυχῆς.

[8] Τοὺς μὲν οὖν χυμοὺς εἰδέναι, ἐν ᾗσιν ὥρῃσιν ἀνθέουσι, καὶ οἷα ἐν ἑκάστῃ νουσήματα ποιέουσι, καὶ οἷα ἐν ἑκάστῳ νουσήματι παθήματα. Τὸ δὲ σῶμα τὸ ἄλλο, ἐς ὅ τι μάλιστα νόσημα ἡ φύσις ῥέπει· οἷόν τι σπλὴν οἰδέων ποιέει, τούτων τι καὶ ἡ φύσις· σχεδόν τι καὶ χρώματα κακίω, καὶ σώματα σειρέει, καὶ εἴ τι ἄλλο, ταῦτα διαγεγυμνᾶσθαι.

[9] Ψυχῆς, ἀκρασίη ποτῶν καὶ βρωμάτων, ὕπνου, ἐγρηγόρσιος, ἢ δι᾿ ἔρωτάς τινας, οἷον κύβων, ἢ διὰ τέχνας ἢ δι᾿ ἀνάγκας καρτερίη πόνων, καὶ ὧντινων τεταγμένη ἢ ἄτακτος· αἱ μεταβολαὶ ἐξ οἵων ἐς οἷα. Ἐκ τῶν ἠθέων, φιλοπονίη ψυχῆς, ἢ ζητέων, ἢ μελετέων, ἢ ὁρέων, ἢ λέγων, ἢ εἴ τι ἄλλο, οἷον λῦπαι, δυσοργησίαι, ἐπιθυμίαι· τὰ ἀπὸ συγκυρίης λυπήματα γνώμης, ἢ διὰ τῶν ὀμμάτων, ἢ διὰ τῆς ἀκοῆς· οἷα τὰ σώματα, μύλης μὲν τριφθείσης πρὸς ἑωυτὴν, ὀδόντες ᾑμώδησαν, παρά τε κοῖλον παριόντι σκέλεα τρέμει, ὅταν τε τῇσι χερσί τις, ὧν μὴ δεῖται, αἴρῃ, αὗται τρέμουσιν, ὄφις ἐξαίφνης ὀφθεὶς χλωρότητα ἐποίησεν. Οἱ φόβοι, αἰσχύνη, λύπη, ἡδονὴ, ὀργὴ, τἄλλα τοιαῦτα, οὕτως ὑπακούει ἑκάστῳ τὸ προσῆκον τοῦ σώματος τῇ πρήξει, ἐν τούτοισιν ἱδρῶτες, καρδίης παλμὸς, καὶ τὰ τοιαῦτα τῶν δυναμίων.

[10] Τὰ ἔξωθεν ὠφελέοντα ἢ βλάπτοντα, ἄλειψις, κατάχυσις, κατάχρισις, κατάπλασις, ἐπίδεσις ἐρίων καὶ τῶν τοιούτων, καὶ τὰ ἔνδοθεν ὑπακούει τούτων ὁμοίως ὥσπερ τὰ ἔξω τῶν ἔσω προσφερομένων· ἀτὰρ καὶ τάδε, ἐν ἐρίοισι κοίτη πινώδεσι, καὶ τὸ παρὰ βασιλεῖ λεγόμενον κύμινον, ὁρῶσιν, ὀσφραινομένοισιν· ὅσα κεφαλῆς ἀγωγὰ, ταρακτικὰ, λόγοι, φωνὴ, καὶ τὰ τοιαῦτα· μαζοὶ, γονὴ, ὑστέρη, σημήϊα ταῦτ᾿ ἐν τῇσιν ἡλικίῃσι, καὶ ἐν τοῖσι πνιγμοῖσι, καὶ βηξὶ, τὰ πρὸς ὄρχιν.

[11] Ὥσπερ τοῖσι δένδρεσιν ἡ γῆ, οὕτω τοῖσι ζώοισιν ἡ γαστήρ· καὶ τρέφει, καὶ θερμαίνει, καὶ ψύχει, ψύχει μὲν κενουμένη, θερμαίνει δὲ πληρουμένη· ὥσπερ γῆ κοπρευομένη χειμῶνος θερμὴ, οὕτω καὶ ἡ κοιλίη. Δένδρεα φλοιὸν λεπτὸν ξηρὸν ἔχει, ἔσωθεν δὲ ξηρόσαρκα, ὑγιηρὰ, ἄσηπτα, χρόνια, καὶ ζώων, οἷον χελῶναι, καὶ ὅ τι τοιοῦτον. Ἡλικίῃσιν, ὥρῃσιν, ἐνιαυτοῖσιν ὅμοια τὰ ζῶντα· οὐ τρίβεται, χρωμένοισι μετρίως βελτίω· ὥσπερ ὑδρήϊον νέον διαπηδᾷ, παλαιούμενον στέγει, οὕτω καὶ ἡ γαστὴρ διίει τὴν τροφὴν, καὶ ὑποστάθμην ἴσχει ὥσπερ ἀγγεῖον.

[12] Οἱ τρόποι τῶν νούσων, τὰ μὲν συγγενικά ἐστιν εἰδέναι πυθόμενον, καὶ τὰ ἀπὸ τῆς χώρης (οἰκέονται γὰρ οἱ πολλοὶ, διὸ πλέονες ἴσασι), τὰ δὲ ἐκ τοῦ σώματος, καὶ τῶν διαιτημάτων, καὶ καταστάσιος τῆς νούσου, ἢ ἀπὸ ὡρέων. Αἱ δὲ χῶραι πρὸς τὰς ὥρας κακῶς κείμεναι τοιαῦτα τίκτουσι νουσήματα, ὁκοίη ἂν ἡ ὥρη, ταύτῃ ὁμοίως, οἷον ἀνώμαλον θάλπος ἢ ψῦχος τῆς αὐτῆς ἡμέρης, ὅταν τοιαῦτα ποιέῃ, φθινοπωρινὰ ἐν τῇ χώρῃ τὰ νουσήματα· καὶ ἐν τῇσιν ἄλλῃσιν ὥρῃσι κατὰ λόγον. Τὰ μὲν ἀπὸ ὀδμέων βορβορωδέων ἢ ἑλωδέων, τὰ δὲ ἀπὸ ὑδάτων, λιθιῶντα, σπληνώδεα, τὰ τοιαῦτα δ᾿ ἀπὸ πνευμάτων χρηστῶν τε καὶ κακῶν.

[13] Ὥρης δὲ οἷαι ἔσονται αἱ νοῦσοι καὶ καταστάσιες, ἐκ τῶνδε· ἢν αἱ ὧραι ὡραίως, εὐτάκτως, εὐκρινέας νούσους ποιέουσιν· αἱ δὲ ἐπιχώριοι τῇσιν ὥρῃσι νοῦσοι δῆλαι τοὺς τρόπους· ὅ τι δ᾿ ἂν ἐξαλλάξῃ ἡ ὥρη, ὅμοια ἢ ἀνόμοια ἔσται τὰ νουσήματα, οἷα ἐν τῇ ὥρῃ ταύτῃ γίνεται· ἢν δ᾿ ὁμοίως ἄγῃ, τοιουτότροπα καὶ ἐπὶ τοιοῦτο εἱλκυσμένα, οἷον ἴκτερον φθινοπωρινόν· ψύχεα γὰρ ἐκ θαλπέων, καὶ θάλπος ἐκ ψύχεος· καὶ ἢν τὸ θερινὸν χολῶδες γένηται, καὶ αὐξηθὲν ἐγκαταλειφθῇ, καὶ ὑπόσπληνοι. Ὅταν οὖν καὶ ἦρ οὕτως ἀγάγῃ, καὶ ἦρος γίνονται ἴκτεροι· ἐγγυτάτω γὰρ αὕτη ἡ κίνησις τῇ ὥρῃ κατὰ τοῦτο τὸ εἶδός ἐστιν. Ὅταν δὲ θέρος γένηται ἦρι ὅμοιον, ἱδρῶτες ἐν τοῖσι πυρετοῖσι, καὶ εὔτροποι, καὶ οὐ κατόξεες, οὐδὲ κατάξηροι γλώσσῃσιν. Ὅταν δὲ χειμέριον γένηται ἦρ καὶ ὀπισθοχειμὼν, χειμεριναὶ καὶ αἱ νοῦσοι, καὶ βηχώδεες, καὶ περιπλευμονικαὶ, καὶ κυναγχικαί. Καὶ φθινοπώρου, ἢν μὴ ἐν ὥρῃ καὶ ἐξαίφνης χειμάσῃ, μὴ ξυνεχέως τοιαύτας νούσους ποιέει διὰ τὸ μὴ ἐν ὥρῃ ἦρχθαι, ἀλλὰ ἀνώμαλα γίνεται· διόπερ καὶ αἱ ὧραι ἄκριτοι καὶ ἀκατάστατοι γίνονται, ὥσπερ καὶ αἱ νοῦσοι, ἐὰν προεκρηγνύωνται, ἢ προκρίνωνται, ἢ ἐγκαταλείπωνται· φιλυπόστροφοι γὰρ καὶ αἱ ὧραι γίνονται, οὕτω νοσοποιέουσαι. Προσλογιστέον οὖν, ὁκοίως ἂν ἔχοντα τὰ σώματα αἱ ὧραι παραλαμβάνωσιν.

[14] Νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί· ὅταν οὗτος δυναστεύῃ, τοιουτότροπα ἐν τῇσι νούσοισι πάσχουσιν· ἕλκεα μαδαρὰ, μάλιστα στόμα, αἰδοῖον, καὶ τἄλλα. Ἢν δὲ βόρειον, βῆχες, φάρυγγες, κοιλίαι σκληρότεραι, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρέων, στηθέων, ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα προσδέχεσθαι μᾶλλον τὰ νουσήματα. Ἢν μᾶλλον πλεονάζῃ, αὐχμοῖσιν οἱ πυρετοὶ ἕπονται καὶ ὄμβροισιν, ἐξ ὁποίων ἂν οἱ πλεονασμοὶ μεταπέσωσι, καὶ ὅκως ἂν ἔχοντα τὰ σώματα παραλάβωσιν ἐκ τῆς ἑτέρης ὥρης, καὶ ὁκοιουτινοσοῦν χυμοῦ δυναστεύοντος ἐν τῷ σώματι. Ἀτὰρ ἀνυδρίαι νότιαι, βόρειαι· διαφέρει γὰρ καὶ τἄλλα οὕτω· μέγα γὰρ καὶ τοῦτο· ἄλλος γὰρ ἐν ἄλλῃ ὥρῃ καὶ χώρῃ μέγας, οἷον τὸ θέρος χολοποιὸν, ἦρ ἔναιμον, τἄλλα ὡς ἕκαστα.

[15] Αἱ μεταβολαὶ μάλιστα τίκτουσι νουσήματα, καὶ αἱ μέγισται μάλιστα, καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταλλαγαὶ, καὶ ἐν τοῖσιν ἄλλοισιν· αἳ δ᾿ ἐκ προσαγωγῆς γίνονται, αἱ ὧραι αὗται ἀσφαλέσταται, ὥσπερ καὶ δίαιται καὶ ψῦχος καὶ θάλπος μάλιστα ἐκ προσαγωγῆς, καὶ ἡλικίαι οὕτω μεταβαλλόμεναι.

[16] Φύσιες δὲ ὡς πρὸς τὰς ὥρας, αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ καὶ κακῶς πεφύκασιν, αἱ δὲ πρὸς χώρας καὶ ἡλικίας καὶ διαίτας καὶ τὰς ἄλλας καταστάσιας τῶν νούσων ἄλλαι πρὸς ἄλλας εὖ καὶ κακῶς πεφύκασι, καὶ ἡλικίαι πρὸς ὥρας καὶ χώρας καὶ διαίτας καὶ πρὸς καταστάσιας νούσων· καὶ ἐν τῇσιν ὥρῃσι, δίαιται, καὶ σιτία, καὶ ποτὰ, ὁ μὲν γὰρ χειμὼν ἀργὸς ἔργων, καὶ πέπονα τὰ ἐσιόντα καὶ ἁπλᾶ, μέγα γὰρ καὶ τοῦτο· αἱ ὀπῶραι δὲ ἐργάσιμοι, ἡλιώσιες, τὰ πινόμενα πυκνὰ, ἀκατάστατα σιτία, οἶνοι, ἀκρόδρυα.

[17] Ὥσπερ δὲ ἐκ τῶν ὡρέων τὰς νούσους ἐστὶ τεκμήρασθαι, ἔστι ποτὲ καὶ ἐκ τῶν νούσων ὕδατα καὶ ἀνέμους καὶ ἀνυδρίας προγινώσκειν, οἷον βόρεια, νότια· ἔστι γὰρ εὖ μαθόντι καὶ ὀρθῶς, ὅθεν σκεπτέα, οἷον καὶ λέπραι τινὲς καὶ περὶ τὰ ἄρθρα πόνοι, ὕδατα ὅταν μέλλῃ, κνησμώδεές εἰσι, καὶ ἄλλα τοιαῦτα.

[18] Καὶ ὑσμάτων οἷα ἢ διὰ τρίτης, ἢ ἑκάστης, ἢ διὰ περιόδων ἄλλων, καὶ τὰ συνεχέα· καὶ ἀνέμων οἱ μὲν πολυήμεροι πνέουσι, καὶ ἀντιπνέουσι ἀλλήλοισιν, ἄλλοι δὲ διὰ βραχυτέρων, οἱ δὲ καὶ αὐτοὶ κατὰ περίοδον, ταῦτα ἔχει τῇσι καταστάσεσιν ὁμοιότητας, ἐπὶ βραχύτερον δὲ τὰ τοιαῦτα. Καὶ εἰ μὲν ἐπὶ πλέον τὸ ἔτος τοιοῦτον ἐὸν τὴν κατάστασιν ἐποίησε τοιαύτην, ἐπὶ πλέον καὶ τὰ νουσήματα τοιαῦτα καὶ μᾶλλον ἰσχυρότερα καὶ μέγιστα νουσήματα οὕτως ἐγένετο καὶ κοινότατα καὶ ἐπὶ πλεῖστον χρόνον. Ἐκ τῶν πρώτων ὑδάτων, ὅταν ἐξ ἀνυδρίης πολλῆς μέλλῃ ὕδωρ ἔσεσθαι, ἔστι περὶ ὑδρώπων προειπεῖν, καὶ ὁκόταν τἄλλα σμικρὰ σημήϊα φανῇ ἐν νηνεμίῃ, ἐν μεταβολῇ, ξυνακτέον, ὅσαι μὲν ἐφ᾿ οἵοισιν ὕδασιν ἢ ἀνέμοισι νοῦσοι ἐπισημαίνουσι, καὶ ἀκουστέον εἴ τις οἶδε, τοιοῦδε χειμῶνος προγενομένου, οἷον ἦρ ἢ θέρος ἔσται.

[19] Τὰ χρώματα οὐχ ὅμοια ἐν τῇσιν ὥρῃσιν, οὐδὲ ἐν βορείοισι καὶ νοτίοισιν, οὐδ᾿ ἐν τῇσιν ἡλικίῃσιν αὐτὸς πρὸς ἑωυτὸν, οὐδ᾿ ἄλλος ἄλλῳ οὐδενί. Σκεπτέον δὲ ἐξ ὧν ἴσμεν καὶ παρεόντων καὶ ἀτρεμεόντων περὶ χροιῶν, καὶ ὅτι αἱ ἡλικίαι τῇσιν ὥρῃσιν ἐμφερέες εἰσὶ καὶ χροιῇ καὶ τρόπῳ.

[20] Οἱ αἱμοῤῥοΐδας ἔχοντες οὔτε πλευρίτιδι, οὔτε περιπνευμονίῃ, οὔτε φαγεδαίνῃ, οὔτε δοθιῆσιν, οὔτε τερμίνθοισιν ἁλίσκονται, ἴσως δὲ οὐδὲ λέπρῃσιν, ἴσως δὲ οὐδὲ ἀλφοῖσιν· ἰητρευθέντες γε μὴν ἀκαίρως, συχνοὶ τοιούτοισιν οὐ βραδέως ἑάλωσαν, καὶ ὀλέθρια οὕτως· καὶ ὅσαι ἄλλαι ἀποστάσιες, οἷον σύριγγες, ἑτέρων ἄκος· ὅσα δὲ, ἐφ᾿ οἷσι γενόμενα ῥύεται, τούτων προγενόμενα κωλύματα· οἱ ὕποπτοι τόποι ὑποδεξάμενοι πόνῳ ἢ βάρει, ἢ ἄλλῳ τινὶ ῥύονται· ἄλλοισιν αἱ κοινωνίαι· διὰ τὴν ῥοπὴν οὐκ ἔτι αἷμα ἔρχεται, ἀλλὰ κατὰ τοῦ χυμοῦ τὴν ξυγγένειαν τοιαῦτα πτύουσιν· ἔστιν οἷσιν αἷμα ἀφίεσθαι ἐν καιρῷ ἐπὶ τοῖσι τοιούτοισιν, ἐπ᾿ ἄλλοισι δὲ ὥσπερ ἐπὶ τούτοισι τοῦτο οὐκ εἰκὸς, κώλυσις, ἐπὶ τοῖσι δὲ δὴ αἱματώδεα πτύουσιν ὥρη, πλευρῖτις, χολή. Τὰ παρὰ τὸ οὖς οἷσιν ἀμφὶ κρίσιν γενόμενα μὴ ἐκπυήσει, τούτου λαπασσομένου, ὑποστροφὴ γίνεται· καὶ κατὰ λόγον τῶν ὑποστροφέων τῆς ὑποστροφῆς γενομένης, αὖθις αἴρεται καὶ παραμένει, ὥσπερ αἱ τῶν πυρετῶν ὑποστροφαὶ, ἐν ὁμοίῃ περιόδῳ· ἐπὶ τούτοισιν ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι. Οὖρον παχὺ, λευκὸν, οἷον τῷ τοῦ Ἀντιγένεος, ἐπὶ τοῖσι κοπιώδεσι τεταρταίοισιν ἔστιν ὅτε ἔρχεται, καὶ ῥύεται τῆς ἀποστάσιος, ἢν δὲ πρὸς τούτῳ καὶ αἱμοῤῥαγήσῃ ἀπὸ ῥινῶν ἱκανῶς, καὶ πάνυ. ᾯ τὸ ἔντερον ἐπὶ δεξιὰ ἀρθριτικῷ πάθει ἐγένετο, ἦν ἡσυχαίτερος, ἐπεὶ δὲ τοῦτο ἰητρεύθη, ἐπιπονώτερος.


Προρρητικός Α (περὶ τοῦ προλέγειν τὰς νόσους ἐκ τῶν συμπτωμάτων Α)

ΠΡΟΡΡΗΤΙΚΟΣ Α.

[1] Οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι, μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες, ἦρά γε φρενιτικοί εἰσιν; μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων ὀλέθριον, ἄλλως τε καὶ ἢν τεταρταίοισιν ἀρχομένοισιν.

[2] Κοιλίης περίπλυσις ἐξέρυθρος, κακὸν μὲν ἐν πᾶσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τοῖσι προειρημένοισιν.

[3] Αἱ δασεῖαι γλῶσσαι καὶ κατάξηροι, φρενιτικαί.

[4] Τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοισιν οὖρα ἄχροα, μέλασιν, ἐνῃωρημένα, ἐφιδρῶντα, φρενιτικά.

[5] Ἐνύπνια τὰ ἐν φρενιτικοῖσιν ἐναργέα.

[6] Ἀνάχρεμψις πυκνή γε, ἢν δή τι καὶ ἄλλο σημεῖον προσῇ, φρενιτικά.

[7] Τὰ ἐγκαταλιμπανόμενα καύματα ἐν ὑποχονδρίῳ, πυρετοῦ περιψυχθέντος, κακὸν, ἄλλως τε καὶ ἢν ἐφιδρῶσιν.

[8] Αἱ προεξαδυνατησάντων παραφροσύναι, κάκισται, οἷον καὶ Θρασύνοντι.

[9] Τὰ φρενιτικὰ νεανικῶς τρομώδεα τελευτᾷ.

[10] Τὰ ἐν κεφαλαλγίῃσιν ἰώδεα ἐμέσματα, μετὰ κωφώσιος, ἀγρύπνῳ, ταχὺ ἐκμαίνει.

[11] Τὰ ἐν ὀξέσι κατὰ φάρυγγα ὀδυνώδεα σμικρὰ, πνιγώδεα, ὅτε χάνοι, μὴ ῥηϊδίως συνάγοντι, ἰσχνῷ, παρακρουστικά· ἐκ τουτέων φρενιτικοὶ, ὀλέθριοι.

[12] Ἐν τοῖσι φρενιτικοῖσιν ἐν ἀρχῇσι τὸ ἐπιεικὲς, πυκνὰ δὲ μεταπίπτειν, κακὸν τὸ τοιοῦτον· καὶ πτυελισμὸς κακόν.

[13] Ἐν φρενιτικοῖσι λευκὴ διαχώρησις, κακὸν, ὡς καὶ τῷ Ἀρχεκράτει· ἦρά γε ἐπὶ τούτοισι καὶ νωθρότης γίνεται; ῥῖγος ἐπὶ τουτέοισι κάκιστον.

[14] Τοῖσιν ἐξισταμένοισι μελαγχολικῶς, οἷσι τρόμοι ἐπιγίνονται, κακόηθες.

[15] Οἱ ἐκστάντες ὀξέως ἐπιπυρέξαντες σὺν ἱδρῶτι, φρενιτικοὶ γίνονται.

[16] Οἱ φρενιτικοὶ, βραχυπόται, ψόφου καθαπτόμενοι, τρομώδεες.

[17] Τὰ ἐξ ἐμέτου ἀσώδεος, κλαγγώδης φωνὴ, ὄμματα ἐπίχνουν ἔχοντα, μανικὰ, οἷον καὶ ἡ τοῦ Ἑρμοζύγου, ἐκμανεῖσα ὀξέως, ἄφωνος, ἀπέθανεν.

[18] Ἐν πυρετῷ καυσώδει, ἤχων προσγενομένων μετὰ ἀμβλυωγμοῦ, καὶ κατὰ τὰς ῥῖνας προσελθόντος βάρεος, ἐξίστανται μελαγχολικῶς.

[19] Αἱ παρακρούσιες σὺν φωνῇ κλαγγώδει, γλώσσης σπασμοὶ τρομώδεες, καὶ αὗται τρομώδεες γενόμεναι, ἐξίστανται· σκληρυσμὸς τουτέοισιν ὀλέθριον.

[20] Αἱ τρομώδεες γλῶσσαι, σημεῖον οὐχ ἱδρυμένης γνώμης.

[21] Ἐπὶ τοῖσι χολώδεσι διαχωρήμασι τὸ ἀφρῶδες ἐπάνθισμα, κακὸν, ἄλλως τε καὶ ὀσφὺν προηλγηκότι καὶ παρενεχθέντι.

[22] Τὰ ἀραιὰ κατὰ πλευρὸν ἐν τουτέοισιν ἀλγήματα παραφροσύνην σημαίνει.

[23] Αἱ μετὰ λυγγὸς ἀφωνίαι, κάκιστον.

[24] Αἱ μετ᾿ ἐκλύσιος ἀφωνίαι, κάκιστον.

[25] Ἐν ἀφωνίῃ πνεῦμα, οἷον τοῖσι πνιγομένοισι πρόχειρον, πονηρόν· ἆρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον; [26] Αἱ ἐπ᾿ ὀλίγον θρασέες παρακρούσιες, θηριώδεες.

[27] Αἱ μετὰ καταψύξιος οὐκ ἀπυρέτῳ, ἐφιδρώοντι τὰ ἄνω, δυσφορίαι φρενιτικαὶ, ὡς καὶ Ἀρισταγόρῃ, καὶ μέντοι καὶ ὀλέθριαι.

[28] Τὰ ἐν φρενίτισι πυκνὰ μεταπίπτοντα, σπασμώδεα.

[29] Τὰ οὐρούμενα, μὴ ὑπομνησάντων, ὀλέθρια· ἦρά γε τουτέοισιν οὐρέεται, οἷον εἰ τὴν ὑπόστασιν ἀναταράξειας;

[30] Οἱ παλμώδεες δι᾿ ὅλου, ἆρά γε ἄφωνοι τελευτῶσιν;

[31] Τὰ ἐν φρενιτικοῖσι, μετὰ καταψύξιος, πτυελίζοντα, μέλανα ἀνεμεῖται.

[32] Κώφωσις καὶ οὖρα ἐξέρυθρα, ἀκατάστατα, ἐναιωρούμενα, παρακρουστικά· τοῖσι τουτέοισιν ἰκτεροῦσθαι κακόν· κακὴ δὲ καὶ ἐπὶ ἰκτέρῳ μώρωσις· τούτους ἀφώνους μὲν, αἰσθανομένους δὲ συμβαίνει γίνεσθαι· οἶμαι δὲ, καὶ κοιλίαι καταῤῥήγνυνται τουτέοισιν, οἷον ἐγένετο Ἑρμίππῳ, καὶ ἀπέθανεν.

[33] Κώφωσις ἐν ὀξέσι καὶ ταραχώδεσι παρακολουθοῦσα, κακόν.

[34] Αἱ τρομώδεες, ἀσαφέες, ψηλαφώδεες παρακρούσιες, πάνυ φρενιτικαὶ, ὡς καὶ τῷ Διδυμάρχῳ ἐν Κῷ.

[35] Αἱ ἐκ ῥίγεος νωθρότητες, οὐ πάνυ παρ᾿ ἑωυτοῖσιν.

[36] Οἱ περὶ ὀμφαλὸν πόνοι παλμώδεες ἔχουσι μέν τι καὶ γνώμης παράφορον, περὶ κρίσιν δὲ τουτέοισι πνεῦμα ἅλις ξὺν τόνῳ διέρχεται, καὶ οἱ κατὰ γαστροκνημίην πόνοι ἐν τουτέοισι γνώμης παράφοροι.

[37] Τὰ κατὰ μηρὸν ἐν πυρετῷ ἀλγήματα ἔχει τι παρακρουστικὸν, ἄλλως τε καὶ ἢν ἐναιωρηθῇ τι τῷ οὔρῳ, καὶ ὅσα ἄλλα κατ᾿ αὐτὸ γίγνεται παρακρουστικὰ σημεῖα, καὶ οἷα περὶ ἤχους τοιαῦτα.

[38] Ἐπὶ κοιλίῃ ὑγρῇ, κοπώδει, κεφαλαλγικῷ, διψώδει, ἀγρύπνῳ, ἀσαφεῖ, ἀδυνάτῳ, οἷσι τὰ τοιαῦτα, ἐλπὶς ἐκστῆναι.

[39] Οἱ ἐφιδρῶντες καὶ μάλιστα κεφαλὴν, ἐν ὀξέσιν, ὑποδύσφοροι, κακὸν, ἄλλως τε καὶ ἐπ᾿ οὔροισι μέλασι, καὶ τὸ θολερὸν ἐπὶ τουτέοισι πνεῦμα, κακόν.

[40] Αἱ παρὰ λόγον κενεαγγικὸν ἀδυναμίαι, μὴ ἐούσης κενεαγγείης, κακόν.

[41] Κοιλίαι ἀπολελαμμέναι, σμικρὰ δὲ μέλανα σπυραθώδεα κατ᾿ ἀνάγκην χαλῶσαι, μυκτήρ τε ἐπὶ τουτέοισιν ἐπιῤῥηγνύμενος, κακόν.

[42] Οἷσιν ὀσφύος ἄλγημα ἐπὶ πουλὺ μετὰ καύματος ἀσώδεος, ἐφιδρῶντες οὗτοι, κακόν· ἦρά γε τουτέοισι τρομώδεα γίγνεται; καὶ ἡ φωνὴ δὲ, ὡς ἐν ῥίγει;

[43] Ἄκρεα ἐπ᾿ ἀμφότερα ταχὺ μεταπίπτοντα, κακὸν, καὶ δίψα δὲ ἡ τοιαύτη, πονηρόν.

[44] Ἐκ κοσμίου θρασεῖα ἀπόκρισις, κακόν.

[45] Φωνὴ ὀξείη, ὑποχόνδρια τουτέοισιν εἴσω εἰρύαται.

[46] Ὄμμα ἀμαυρούμενον, φλαῦρον, καὶ τὸ πεπηγὸς καὶ ἀχλυῶδες, κακόν.

[47] Ὀξυφωνίη κλαγγώδης, πονηρόν.

[48] Ὀδόντων πρίσις, ὀλέθριον, οἷσι μὴ σύνηθες καὶ ὑγιαίνουσιν· πνιγμὸς ἐν τουτέοισι, πάνυ κακόν.

[49] Προσώπου εὔχροια, καὶ τὸ λίην σκυθρωπὸν, πονηρόν.

[50] Τὰ τελευτῶντα διαχωρήματα εἰς ἀφρώδεα, ἄκρητα, παροξυντικά.

[51] Αἱ ἐκ καταψύξιος ἐν ὀξέσιν οὔρων ἀπολήψιες, κάκισται. [52] Τὰ ὀλέθρια ἀσήμως ῥᾳστωνήσαντα θάνατον σημαίνει.

[53] Ἐν ὀξέσι χολώδεσιν ἔκλευκα, ἀφρώδεα, περίχολα διαχωρήματα, κακόν· κακὸν δὲ καὶ οὖρα τὰ τοιαῦτα· ἆρα τουτέοισιν ἧπαρ ἐπώδυνον; [54] Αἱ ἐν πυρετοῖσιν ἀφωνίαι σπασμώδεα τρόπον ἐξίστανται σιγῇ, ὀλέθριον.

[55] Αἱ ἐκ πόνου ἀφωνίαι, δυσθάνατοι.

[56] Οἱ ἐξ ὑποχονδρίων ἀλγήματος πυρετοὶ, κακοήθεες.

[57] Δίψα παραλόγως λυθεῖσα ἐν ὀξέσι, κακόν.

[58] Ἱδρὼς πολὺς, ἅμα πυρετοῖσιν ὀξέσι γιγνόμενος, φλαῦρος.

[59] Καὶ οὖρα δὲ πέπονα, πονηρόν· καὶ τὰ ἐρυθρὰ ἐκ τουτέων ἐπανθίσματα, κατεχόμενα, καὶ τὰ ἰώδεα, πονηρά· καὶ τὸ μικρὰ ἐπιφαίνεσθαι, οἷον στάξιας.

[60] Καὶ ἔμετοι μετὰ ποικιλίης κακὸν, ἄλλως τε καὶ ἐγγὺς ἀλλήλων ἰόντων.

[61] Ὁκόσα ἐν κρισίμοισιν ἀλυσμῷ ἀνιδρωτὶ περιψύχεται, κακόν· καὶ τὰ ἐπιῤῥιγώσαντα ἐκ τουτέων, κακά.

[62] Ἐμέσματα ἄκρητα, ἀσώδεα, πονηρά.

[63] Τὸ καρῶδες ἆρά γε πανταχοῦ κακόν;

[64] Μετὰ ῥίγεος ἄγνοια, κακόν· κακὸν δὲ καὶ λήθη.

[65] Αἱ ἐκ ῥίγεος καταψύξιες, μὴ ἀναθερμαινόμεναι, κακαί.

[66] Οἱ ἐκ καταψύξιος ἱδρώδεες, ἀναθερμαινόμενοι, κακόν· ἐπὶ τουτέοισιν ἐν πλευρῷ καῦμα ὀδυνῶδες, καὶ τὸ ἐπιῤῥιγῶσαι, κακόν.

[67] Τὰ καυματώδεα ῥίγεα ὑπό τι ὀλέθρια, καὶ τὸ φλογῶδες ἐν προσώπῳ μεθ᾿ ἱδρῶτος ἐν τούτοις κακὸν, ἐπὶ τούτοις ἡ ψύξις τῶν ὄπισθεν σπασμὸν ἐπικαλέεται.

[68] Οἱ ἐφιδρῶντες, ἄγρυπνοι, ἀναθερμαινόμενοι, κακόν.

[69] Ἐξ ὀσφύος ἀναδρομὴ, ὀφθαλμῶν ἴλλωσις, κακόν.

[70] Ὀδύνη ἐς στῆθος ἱδρυνθεῖσα σὺν νωθρότητι, κακόν· ἐπιπυρετήναντες οὗτοι, καυστικοὶ ὀξέως, ἀποθνήσκουσιν.

[71] Οἱ ἐπανεμεῦντες μέλανα, ἀπόσιτοι, παράφοροι, καθ᾿ ἥβην μικρὰ ὀδυνώδεες, ὄμμα θρασὺ, κεκλεισμένον, τούτους μὴ φαρμακεύειν, ὀλέθριον γάρ· μηδὲ τοὺς ἐποιδέοντας, σκοτώδεας, ἐν τῷ πλανᾶσθαι ἐκλείποντας, ἀποσίτους, ἀχρόους· μηδὲ τοὺς ἐν πυρετῷ κωματώδει κατακεκλασμένους, ὀλέθριον γάρ.

[72] Καρδίης πόνος ἅμα ὑποχονδρίῳ ξυντόνῳ καὶ κεφαλαλγίῃ, κακόηθες, καί τι ἀσθματῶδες· ἆρά γε ἐξαίφνης οὗτοι τελευτῶσιν, ὡς καὶ Λύσις ἐν Ὀδησσῷ; τουτέῳ καὶ οὖρα ἐζυμωμένα ἐγένετο βιαίως, καὶ ἔρευθος.

[73] Τραχήλου πόνος, κακὸν μὲν ἐν παντὶ πυρετῷ, κάκιστον δὲ καὶ οἷσιν ἐκμανῆναι ἐλπίς.

[74] Κωματώδεες, κοπιώδεες, ἀχλυώδεες, ἄγρυπνοι, ἐφιδρῶντες πυρετοὶ, κακοήθεες.

[75] Αἱ ἐκ νώτου φρῖκαι πυκναὶ, ὀξέως μεταπίπτουσαι, δύσφοροι, οὔρου ἀπόληψιν ἐπώδυνον σημαίνουσιν.

[76] Οἱ ἀσώδεες, ἀνημέτως παροξυνόμενοι, κακόν.

[77] Κατάψυξις μετὰ σκληρυσμοῦ, σημεῖον ὀλέθριον.

[78] Ἀπὸ κοιλίης λεπτὰ, μὴ αἰσθανομένῳ, διιέναι, ἐόντι παρ᾿ ἑωυτῷ, κακὸν, οἷον τῷ ἡπατικῷ.

[79] Τὰ σμικρὰ ἐμέσματα χολώδεα, κακὸν, ἄλλως τε καὶ ἢν ἐπαγρυπνῶσιν· μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων, ὀλέθριον.

[80] Αἷς ἐκ τόκου λευκὰ, ἐπιστάντων δὲ ἅμα πυρετῷ, κώφωσις, καὶ ἐς πλευρὸν ὀδύνη ὀξείη, ἐξίστανται ὀλεθρίως.

[81] Ἐν πυρετοῖσι καυσώδεσιν, ὑποπεριψύχουσι, διαχωρήμασιν ὑδατοχόλοισι, συχνοῖσιν, ὀφθαλμῶν ἴλλωσις, σημεῖον κακὸν, ἄλλως τε καὶ ἢν κάτοχοι γένωνται.

[82] Τὰ ἐξαίφνης ἀποπληκτικὰ λελυμένως ἐπιπυρετήναντι χρονίως ὀλέθρια, οἷόν τι ἐπεπόνθει καὶ ὁ Νουμηνίου υἱός.

[83] Ἐξ ὀσφύος ἀλγήματος ἀναδρομαὶ ἐς καρδίην, πυρετώδεες, φρικώδεες, ἀνεμέουσαι ὑδατώδεα, λεπτὰ, πλέονα, παρενεχθεῖσαι, ἄφωνοι, ἐμέσασαι μέλανα τελευτῶσιν.

[84] Ὄμματος κατάκλεισις, ἐν ὀξέσι, κακόν.

[85] Ἆρά γε τοῖσιν ἀσώδεσιν, ἀνημέτοισιν, ὀσφυαλγέσιν, ἢν θρασέως παρακρούσωσιν, ἐλπὶς μέλανα διελθεῖν;

[86] Φάρυγξ ἐπώδυνος, ἰσχνὴ, μετὰ δυσφορίης, πνιγώδης, ὀλεθρίη ὀξέως.

[87] Οἷς πνεῦμα ἀνέλκεται, καὶ φωνὴ πνιγώδης, ὁ σπόνδυλός τε ἐγκάθηται, τουτέοισιν ἐπὶ τῶν τελευτῶν, ὡς συσπῶντός τινος, τὸ πνεῦμα γίνεται.

[88] Οἱ κεφαλαλγικοὶ κατόχως παρακρούοντες, κοιλίης ἀπολελαμμένης, ὄμμα θρασύνοντες, ἀνθηροὶ, ὀπισθοτονώδεες γίνονται.

[89] Ἐπ᾿ ὀμμάτων διαστροφῇ, πυρετώδει, κοπιώδει, ῥῖγος ὀλέθριον· καὶ οἱ κωματώδεες ἐν τουτέοισι, κακόν.

[90] Αἱ ἐν πυρετοῖσι πρὸς ὑποχόνδριον ὀδύναι, ἀναύδως, ἱδρῶτι λυόμεναι, κακοήθεες· τουτέοισιν ἐς ἰσχία ἀλγήματα ἅμα καυσώδει πυρετῷ, καὶ ἢν κοιλίη καταῤῥαγῇ, ὀλέθριον.

[91] Οἷσι φωναὶ ἅμα πυρετοῖσιν ἐκλείπουσι μετὰ κρίσιν, οὗτοι τρομώδεες καὶ κωματώδεες τελευτῶσιν.

[92] Οἷσι καυστικὰ, μεμωρωμένα, κάτοχα, ποικίλλοντα, ὑποχόνδρια, καὶ κοιλίην ἐπηρμένοι, σίτων ἀπολελαμμένων, ἐφιδρῶσιν, ἦρα τουτέοισι τὸ θολερὸν πνεῦμα, καὶ τὸ γονοειδὲς ἐπελθὸν λύγγα σημαίνει; καὶ κοιλίη δὲ ἔπαφρα χολώδεα προσδιέρχεται· τὸ λαμπῶδες ἐν τούτοισιν ὠφελέει οὐρηθὲν, κοιλίη δὲ τούτοισιν ἐπιταράσσεται.

[93] Οἷσι κῶμα γίνεται, ἐπάφρων προσδιελθόντων, πυρετὸς παροξύνεται.

[94] Αἱ ἐκ κεφαλαλγίης ἀφωνίαι ἅμα ἱδρῶτι πυρετώδεες, χαλῶντα ὑπὸ σφᾶς, ἐπανιέντα, χρονιώτερον· ἐπιῤῥιγῶσαι τουτέοισιν, οὐ πονηρόν.

[95] Χεῖρες τρομώδεες, κεφαλαλγέες, τραχήλου ὀδυνώδεες, ὑπόκωφοι, οὐρέοντες μέλανα δεδασυμένα, οἷσι ταῦτα, μέλανα προσδέχεσθαι ἥξειν, ὀλέθριον.

[96] Αἱ μετ᾿ ἐκλύσιος κατόχως ἀφωνίαι, ὀλέθριαι.

[97] Πλευροῦ ἄλγημα ἐπὶ πτύσεσι χολώδεσιν, ἀλόγως ἀφανισθὲν, ἐξίστανται.

[98] Ἐπὶ τραχήλου ἀλγήματι, κωματώδει, ἱδρώδει, κοιλίη φυσηθεῖσα, εἰ δέ τι πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ὑποπεριπλυθεῖσα ἐκ τουτέων ἄχολα, ἐξίστανται· τὰ τοιαῦτα διασωζόμενα μακροτέρως διανοσέει. Ἦρά γέ εἰσιν αἱ ἄχολοι περιπλύσιες εὐηθέστεραι, καὶ τὸ φυσῶδες ὄγκῳ προσωφελέει;

[99] Κοιλίης περίτασις, πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ταχὺ ὀγκυλλομένη, ἔχει τι σπασμῶδες, οἷον καὶ τῷ Ἀσπασίου υἱῷ· τὸ ἐπιῤῥιγοῦν τουτέοισιν ὀλέθριον· ἐκ τουτέων σπασμώδης γενηθεὶς, καὶ ἐμφυσηθεὶς, μακρότερον διανοσήσας, στόματι σῆψις χλωρὴ ἐπεγένετο.

[100] Τὰ κατ᾿ ὀσφὺν κατὰ λεπτὸν χρόνια ἀλγήματα, πρὸς ὑποχόνδριον γριφώμενα, ἀποσιτικὰ ἅμα πυρετῷ, τούτοισιν ἐς κεφαλὴν ἄλγημα σύντονον ἐλθὸν κτείνει ὀξέως τρόπῳ σπασμώδει.

[101] Τὰ ἐπιῤῥιγοῦντα καὶ ἐς νύκτα μᾶλλόν τι παροξυνόμενα, ἄγρυπνα, φλεδονώδεα, ἐν τοῖς ὕπνοις ἔστιν ὅτε οὖρα ὑφ᾿ ἑωυτοὺς χαλῶντες, ἐς σπασμοὺς ἀποτελευτᾷ κωματώδεας.

[102] Οἱ ἐξ ἀρχῆς ἐφιδρῶντες, οὔροισι πέποσι, καυστικοὶ, ἀκρίτως περιψύχοντες, διὰ ταχέων περικαέες, νωθροὶ, κωματώδεες, σπασμώδεες, ὀλέθριοι.

[103] Τῇσιν ἐπιφόροισι κεφαλαλγικὰ, καρώδεα μετὰ βάρεος γινόμενα, φλαῦρα, ἴσως δὲ ταύτῃσι καὶ σπασμῶδές τι παθεῖν ὀφείλει.

[104] Τὰ ἐν φάρυγγι ἰσχνῷ ἀλγήματα πνιγώδεα ἔχει τι σπασμῶδες, ἄλλως τε καὶ ἀπὸ κεφαλῆς ὁρμῶντα, οἷον καὶ τῇ Θρασύνοντος ἀνεψιῇ.

[105] Τὰ τρομώδεα, σπασμώδεα γενόμενα, ἐφιδρῶσι φιλυπόστροφα, τουτέοισιν ἡ κρίσις ἐπιῤῥιγώσασιν· οὗτοι ἐπιῤῥιγέουσι, περὶ κοιλίην καύματι προκληθέντες.

[106] Ὀσφύος πόνος, καὶ κεφαλαλγικῷ καὶ καρδιαλγικῷ, μετὰ ἀναχρέμψιος βιαίης, ἔχει τι σπασμῶδες.

[107] Τὸ ὑπάφωνον ἅμα κρίσει ῥῖγος.

[108] Ἀπὸ κοιλίης ὑποπέλια, ταραχώδεα, καὶ οὖρα λεπτὰ καὶ ὑδατώδεα, ὕποπτα.

[109] Φάρυγξ τρηχυνθεῖσα ἐπ᾿ ὀλίγον, καὶ κοιλίη διαβορβορύζουσα κενῇσιν ἐξαναστάσεσι, καὶ μετώπου ἀλγήματα, ψηλαφώδεες, κοπιώδεες, ἐν στρώμασι καὶ ἱματίοισιν ὀδυνώδεες, τὰ ἐκ τουτέων αὐξανόμενα δύσκολα· ὕπνος πολὺς ἐν τουτέοισι σπασμώδης, καὶ τὰ ἐς μέτωπον ἀλγήματα βαρέα, καὶ οὔρησις δυσκολαίνουσα.

[110] Καὶ οὔρου ἐπίστασις, οἷσι ῥίγεα ἐπὶ τοῖσι σπασμώδεσιν, οἷον καὶ αὐτὴ φρίξασα ἐφίδρωσεν.

[111] Αἱ ἐς ἄκρητα τελευτῶσαι καθάρσιες, ἐν πᾶσι μὲν παροξυντικαὶ, ἐν τούτοισι δὲ καὶ πάνυ· ἐκ τοιουτέων καὶ τὰ παρ᾿ οὖς ἀνίστανται.

[112] Αἱ ταραχώδεες θρασύταται ἐπεγέρσιες σπασμώδεες, ἄλλως τε καὶ μεθ᾿ ἱδρῶτος.

[113] Καὶ αἱ τραχήλου καὶ μεταφρένου καταψύξιες, δοκέουσαι καὶ ὅλου τοῦ σώματος, ἐν τούτοισι δὲ καὶ ἀφρώδεες οὐρήσιες, ἅμα ἀψυχίῃ καὶ ὀμμάτων ἀμαύρωσις, σπασμὸν ἐγγὺς σημαίνει.

[114] Πήχεων ἀλγήματα μετὰ τραχήλου, σπασμώδεα, ἀπὸ προσώπου δὲ ταῦτα, καὶ κατὰ φάρυγγα, ἦχοι συχνοὶ, σιελίζοντες, ἐν τουτέοισιν οἱ ἐν ὕπνοισιν ἱδρῶτες, ἀγαθοί· ἆρά γε καὶ τῷ ἱδρῶτι κουφίζεσθαι τοῖσι πλείστοισιν οὐ πονηρόν; οἱ ἐς τὰ κάτω πόνοι, τούτοισιν εὔφοροι.

[115] Οἱ ἐν πυρετοῖσιν ἐφιδρῶντες, κεφαλαλγέες, κοιλίης ἀπολελαμμένης, σπασμώδεες.

[116] Τὰ ὑποψάθυρα ὑγρὰ διαχωρήματα, περιψύχοντα οὐκ ἀπύρως, φλαῦρα· τὰ ἐπὶ τούτοισι ῥίγεα, [κύστιν καὶ κοιλίην] ἐπιλαμβάνοντα, ὀδυνώδεα· ἦρα τὸ κωματῶδες τουτέοισιν ἔχει τι σπασμῶδες; οὐκ ἂν θαυμάσαιμι.

[117] Τὰ ἐν ὀξέσιν ἐμετωδέως ἑλκόμενα, φλαῦρα, καὶ αἱ λευκαὶ διαχωρήσιες, δύσκολοι· ἄγλισχρα ἐκ τουτέων διεξελθόντα, ἐξίστανται καύματι πολλῷ· ἆρα ἐκ τουτέων κωματώδεες, νωθροὶ ἐπιγίνονται; τὰ ἐκ τοιουτέων μακροτέρως ἐπινοσέει· ἦρά γε περὶ κρίσιν οὗτοι βηχώδεες, δύσπνοοι;

[118] Τὰ ἐξ ὀσφύος ἐς τράχηλον καὶ κεφαλὴν ἀναδιδόντα, παραλύσαντα παραπληκτικὸν τρόπον, σπασμώδεα, παρακρουστικά· ἆρά γε καὶ λύεται τὰ τοιαῦτα σπασμῷ; ἐκ τῶν τοιουτέων ποικίλως διανοσέουσι, διὰ τῶν αὐτῶν ἰόντες.

[119] Οἱ ἐν ὑστερικαῖσιν ἀπύρως σπασμοὶ, εὐχερέες, οἷον καὶ Δορκάδι.

[120] Κύστις ἀποληφθεῖσα, ἄλλως τε καὶ μετὰ κεφαλαλγίης, ἔχει τι σπασμῶδες· τὰ ναρκωδέως ἐν τούτοισιν ἐκλυόμενα, δύσκολα, οὐ μὴν ὀλέθρια· ἦρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον;

[121] Ἦρά γε καὶ κατὰ κρόταφον ὀστέων διακοπαὶ σπασμὸν ἐπικαλέονται; ἢ τὸ μεθύοντα πληγῆναι, ἢ τὸ ῥυῆναι πολὺ ἐν ἀρχῇσι;

[122] Σπασμώδεα, ἐν ἱδρῶτι πτύελα παραῤῥέοντα πυρετώδει ἐόντι, εὐήθεα· ἦρά γε τουτέοισιν ἐπί τινας ἡμέρας κοιλίαι καθυγραίνονται; οἴομαι δὲ τουτέοισιν ἐς ἄρθρον ἀπόστημα ἔσεσθαι.

[123] Τὰ ἐπ᾿ ὀλίγον θρασέως παρακρούοντα, μελαγχολικά· ἢν δὲ καὶ ἀπὸ γυναικείων ᾖ, θηριώδεα· ἐπὶ πλέον δὲ ταῦτα ξυμπίπτει· ἦρά γε καὶ σπασμώδεες αὗται; ἆρά γε καὶ αἱ μετὰ κάρου ἀφωνίαι, σπασμώδεες; οἷον τῇ τοῦ σκυτέως θυγατρί· ἤρξατο γυναικείων παρεόντων.

[124] Οἷσιν ἐν σπασμώδεσιν ὀφθαλμοὶ ἐκλάμπουσιν ἀτενέως, οὔτε παρ᾿ ἑωυτοῖσίν εἰσι, διανοσέουσί τε μακροτέρως.

[125] Τὰ ἀνάπαλιν αἱμοῤῥαγεῦντα, κακὸν, οἷον ἐπὶ σπληνὶ μεγάλῳ ἐκ δεξιοῦ ῥέειν, καὶ τὰ καθ᾿ ὑποχόνδριον ὡσαύτως, ἐφιδρῶντι δὲ, κάκιον.

[126] Τὰ ἐκ ῥινῶν μικροῖς ἱδρῶσιν περιψυχόμενα κακοήθεα.

[127] Μεθ᾿ αἱμοῤῥαγίην μελάνων δίοδος, κακόν· πονηρὰ δὲ καὶ τὰ ἐξερυθρώδεα· ἦρά γε τεταρταίοισι ταῦτα αἱμοῤῥαγέει; κωματώδεες, ἐκ τοιουτέων σπασμῷ τελευτῶσιν, ἄρα μελάνων προδιελθόντων καὶ κοιλίης ἐπαρθείσης.

[128] Τὰ αἱμοῤῥαγέοντα ἐφιδροῦντα τρώματα, κακοήθεα; οὗτοι διαλεγόμενοι λαθραίως τελευτῶσιν.

[129] Μεθ᾿ αἱμοῤῥαγίην βραχείην καὶ μελάνων διαχώρησιν, ἐν ὀξέσι, κώφωσις, κακόν· αἵματος διαχώρησις ἐν τουτέοισιν ὀλέθριον, κώφωσιν δὲ λύει.

[130] Ὀσφύϊ ἐπωδύνῳ καρδιαλγικὰ προσιόντα, σημεῖα αἱμοῤῥώδεα, οἶμαι δὲ καὶ προγενόμενα.

[131] Τὰ τεταγμένοισι χρόνοισιν αἱμοῤῥαγεῦντα, διψώδεα, ἐκχλοιούμενα, μὴ αἱμοῤῥαγήσαντα, ἐπιληπτικὰ τελευτᾷ.

[132] Τὰ εὐθὺ ταραχώδεα, ἄγρυπνα· ἀποστάξαντα ἑκταῖα, κουφισθέντα νύκτα, πονήσαντα ἐς τὴν αὔριον, ἐφιδρώσαντα, κατενεχθέντα, παρακρούσαντα, αἱμοῤῥαγήσει λαύρως· ἦρά γε τὸ ὑδατῶδες οὖρον τοιοῦτόν τι σημαίνει;

[133] Οἷσιν αἱμοῤῥαγίαι πλείους, προεληλυθότος χρόνου κοιλίαι πονηρεύονται, ἢν μὴ τὰ οὖρα πεπανθῇ.

[134] Ἐν κρισίμοισι περιψύξεσι τῶν αἱμοῤῥαγιῶν αἱ νεανικαὶ, κάκισται.

[135] Οἱ καρηβαρικοὶ, κατὰ βρέγμα ὀδυνώδεες, ἄγρυπνοι, αἱμοῤῥαγικοὶ, ἄλλως τε καὶ ἤν τι ἐν τραχήλῳ ἐντείνῃ.

[136] Τὰ ἀγρυπνήσαντα ἐξαίφνης ἀλυσμῷ αἱμοῤῥαγεῖ, ἄλλως τε καὶ ἤν τι προεῤῥυήκῃ· ἆρά γε καὶ φρίξαντα;

[137] Κάτοχα, κεφαλαλγικὰ, τραχήλου ὀδυνώδεα, ὄμματα ἐξέρυθρα, αἱμοῤῥαγικά. [138] Οἷσι, κοιλίης ἐπιστάσης, αἱμοῤῥαγέει, καὶ ἐπιῤῥιγέει, ἆρα κοιλίη λειεντεριώδης καὶ ἐπίσκληρος, ἢ ἀσκαρίδες, ἢ ἀμφότερον;

[139] Οἷσιν ἐξ ὀσφύος ἀναδρομὴ ἐς κεφαλὴν, καὶ χεῖρας ναρκώδεες, καρδιαλγικοὶ, ἰχωρώδεες, αἱμοῤῥαγέουσι λάβρως, καὶ κοιλίη καταῤῥήγνυται· τούτοισι γνῶμαι ταραχώδεες ὡς ἐπιτοπουλύ.

[140] Οἷσιν ἐφ᾿ αἱμοῤῥαγίῃ λαύρῳ πυκνῇ μελάνων συχνῶν διαχώρησις, ἐπιστάσης δὲ αἱμοῤῥαγέουσιν, οὗτοι κοιλίην ὀδυνώδεες, ἅμα δὲ τῇσι φύσῃσιν εὔφοροι· ἦρά γε οἱ τοιοῦτοι ψυχροῖσιν ἐφιδροῦσι πολλοῖσιν; τὸ ἀνατεταραγμένον ἐν τουτέοισιν οὖρον οὐ πονηρὸν, οὐδὲ τὸ ὑφιστάμενον γονοειδές· ἐπίσυχνον δὲ οὗτοι ὑδατώδεα οὐρέουσιν.

[141] Οἷσιν ἂν ἀπὸ ῥινῶν ἐπὶ κωφώσει καὶ νωθρίῃ μικρὰ ᾖ ἀπόσταξις, ἔχει τι δύσκολον· ἔμετος τουτέοισι ξυμφέρει καὶ κοιλίης ταραχή.

[142] ᾟσιν ἐκ ῥίγεος πυρετοὶ κοπιώδεες, γυναικεῖα κατατρέχει· τράχηλος δ᾿ ἐν τούτοισιν ὀδυνώδης, αἱμοῤῥαγικόν.

[143] Τὰ σείοντα κεφαλὴν καὶ τὰ ἠχώδεα αἱμοῤῥαγέει, ἢ γυναικεῖα καταβιβάζει, ἄλλως τε καὶ ἢν κατὰ ῥάχιν καῦμα παρακολουθήσῃ· ἴσως δὲ καὶ δυσεντερικόν.

[144] Οἱ κατὰ κοιλίην παλμοὶ, ὑποχονδρίου ἐντάσει ὑπομάκρῳ, ὀγκώδει, αἱμοῤῥαγικοί· φρικώδεες οὗτοι.

[145] Τὰ ἐκ ῥινῶν λαῦρα, βίῃ ἀποληφθέντα, ἔστιν οἷσι σπασμοὺς προσάγεται, φλεβοτομίη λύει.

[146] Αἱ πυκναὶ καὶ κατὰ μικρὰ ἐπαναστάσιες ὑπόξανθοι, γλίσχραι, ἔχουσαι μικρὰ κοπρώδεα μεθ᾿ ὑποχονδρίου ἀλγήματος καὶ πλευροῦ, ἰκτεριώδεες· ἦρά γε, ἐπιστάντων τούτων, ἐκχλοιοῦνται; οἶμαι δὲ καὶ αἱμοῤῥαγέειν τουτέους· τὰ γὰρ ἐς ὀσφὺν ἀλγήματα ἐν τουτέοισιν, αἱμοῤῥαγικά.

[147] Ὑποχονδρίου ἔντασις μετὰ καρηβαρίης καὶ κωφώσιος, καὶ τὰ πρὸς αὐγὰς ὀχλέοντα, αἱμοῤῥαγικά.

[148] Αἱ ἑνδεκαταῖαι στάξιες, δύσκολοι, ἄλλως τε καὶ ἢν ἐπιστάξῃ.

[149] Τὰ ἐν φρίκῃσιν ἅμα ἱδρώσαντα κρισίμως, ἐς δὲ τὴν αὔριον φρίξαντα, παραλόγως ἀγρυπνέοντα, αἱμοῤῥαγήσειν οἴομαι.

[150] Οἷσιν ἐξ ἀρχῆς αἱμοῤῥαγίαι λαῦραι, ῥῖγος ἵστησιν.

[151] Ἐξ αἱμοῤῥαγίης ῥίγεα, μακρά.

[152] Οἷσι κεφαλαλγίαι καὶ τραχήλου πόνοι, καὶ ὅλου δέ τις ἀκράτεια τοῦ σώματος τρομώδης, αἱμοῤῥαγίαι λύουσιν· ἀτὰρ καὶ οὗτοι χρόνῳ λύονται.

[153] Οὖρα τοῖσι παρ᾿ ὦτα ταχὺ καὶ ἐπ᾿ ὀλίγον πεπαινόμενα, φλαῦρα· καὶ τὸ καταψύχεσθαι ὧδε, πονηρόν.

[154] Τὰ ὑποκαρώδεα καὶ ἰκτερώδεα οὐ πάνυ αἰσθανόμενα, οἷσι λύγγες, κοιλίη καταῤῥήγνυται· ἴσως δὲ καὶ ἐπιστάσης, οὗτοι ἐκχλοιοῦνται· ἦρα τούτοισι καὶ τὰ παρὰ τὰ ὦτα;

[155] Τὰ ἐπεσχημένα μετὰ ῥίγεος οὖρα, πονηρὰ, ἄλλως τε καὶ προκαρωθέντα· τὰ παρ᾿ οὖς, ἦρα ἐπὶ τούτοισιν ἐλπίς;

[156] Ἐκ στροφωδέων ὑπόστασις ἰλυώδης, ὑποπέλιος, κακή· ἆρά γε ἐκ τοιουτέων ὑποχόνδριον ὀδυνᾶται; δοκέω δὲ δεξιόν· ἦρα καὶ χλοιώδεες οἱ τοιοῦτοι, καὶ τὰ παρ᾿ ὦτα τουτέοισιν ὀδυνώδεα ἐπ᾿ ὀλίγον; κοιλίη καταῤῥαγεῖσα τουτέοισιν, ὀλέθριον.

[157] Ἐν τῇσιν ἀσώδεσιν ἀγρυπνίῃσι τὰ παρ᾿ οὖς μάλιστα.

[158] Ἐπὶ εἰλεοῖσι δυσώδεσι, πυρετῷ ὀξεῖ, ὑποχονδρίῳ μετεώρῳ χρονιωτέρῳ, τὰ παρ᾿ οὖς ἐπαρθέντα κτείνει.

[159] Ἐκ κωφώσιος ἐπιεικέως τὰ παρ᾿ ὦτα, ἄλλως τε καὶ ἢν ἀσῶδές τι ἐπιγένηται, καὶ τοῖσι κωματώδεσιν ἐπὶ τούτοισι μᾶλλον.

[160] Τὰ παρ᾿ ὦτα, φλαῦρα τοῖσι παραπληκτικοῖσιν.

[161] Τὰ σπασμώδεα τρόπον παροξυνόμενα κατόχως τὰ παρ᾿ οὖς ἀνίστησιν.

[162] Τὸ σπασμῶδες, τρομῶδες; ἀσῶδες, κατόχως, σμικρὰ παρ᾿ οὖς ἀνίστησιν.

[163] Ἦρά γε οἷσι τὰ παρ᾿ ὦτα, κεφαλαλγικοὶ οὗτοι; ἦρά γε καὶ ἐφιδροῦσι τὰ ἄνω, ἤ τι καὶ ἐπιῤῥιγέουσιν; ἦρά γε καὶ κοιλίη καταῤῥήγνυται; καί τι καὶ κωματώδεες; ἦρά γε καὶ ὑδατώδεα οὖρα ἐναιωρεύμενα λευκοῖσι, καὶ ποικίλως ἔκλευκα, δυσώδεα, ποιέει τὰ παρ᾿ οὖς; ἦρά γε οἷσι τὰ τοιαῦτα οὖρα, στάξιες πυκναί; ἦρά γε καὶ γλῶσσα τούτοισι λείη.

[164] Οἷσι πνευματουμένοισιν ἐοῦσιν ἴκτεροι καὶ πυρετοὶ ὀξέες ἐπιγίνονται μεθ᾿ ὑποχονδρίων σκληρῶν καταψυχθεῖσι, τὰ παρ᾿ ὦτα μεγάλα ἀνίσταται.

[165] Τὰ κωματώδεα, ἀσώδεα, ὑποχόνδρια ὀδυνώδεα, ἐμετώδεα σμικρὰ, ἐν τούτοισι τὰ παρ᾿ οὖς ἐπανίσταται, πρόσθεν δὲ καὶ τὰ περὶ πρόσωπον.

[166] Κοιλίης μέλανα κοπρώδεα διείσης, κῶμα ἐπιφανὲν τὰ παρ᾿ οὖς ἀνίστησιν.

[167] Βηχία λεπτὰ μετὰ πτυελισμοῦ ὄντα τὰ παρ᾿ οὖς λαπάσσει.

[168] Ἐκ κεφαλαλγίης κῶμα καὶ κώφωσις παρ᾿ οὖς τι ἐξερεύγεται.

[169] Ὑποχονδρίου σύντασις μετὰ κώματος ἀσώδεος καὶ κεφαλαλγίης τὰ παρ᾿ οὖς ἐπαίρει.

[170] Τὰ ἐπώδυνα παρ᾿ οὖς ἀκρίτως καταμωλυνθέντα, φλαῦρα.


Προρρητικός Β (περὶ τοῦ προλέγειν τὰς νόσους ἐκ τῶν συμπτωμάτων Β)

ΠΡΟΡΡΗΤΙΚΟΝ.
ΒΙΒΛΙΟΝ ΤΟ ΔΕΥΤΕΡΟΝ.

[1] Τῶν ἰητρῶν προῤῥήσιες ἀπαγγέλλονται συχναί τε καὶ καλαὶ καὶ θαυμασταὶ, οἵας ἐγὼ μὲν οὔτ᾿ αὐτὸς προεῖπον οὔτ᾿ ἄλλου του ἤκουσα προλέγοντος. Εἰσὶ δ᾿ αὐτῶν αἱ μὲν τοιαίδε· ἄνθρωπον δοκέειν ὀλέθριον εἶναι καὶ τῷ ἰητρῷ τῷ μελεδαίνοντι αὐτέου καὶ τοῖσιν ἄλλοισιν, ἐπεισιόντα δὲ ἰητρὸν ἕτερον εἰπεῖν ὅτι ὁ μὲν ἄνθρωπος οὐκ ἀπολεῖται, ὀφθαλμῶν δὲ τυφλὸς ἔσται· καὶ παρ᾿ ἕτερον δοκέοντα παγκάκως ἔχειν εἰσελθόντα προειπεῖν τὸν μὲν ἄνθρωπον ἀναστήσεσθαι, χεῖρα δὲ χωλὴν ἕξειν καὶ ἄλλῳ τῳ δοκέοντι οὐ περιέσεσθαι εἰπεῖν αὐτὸν μὲν ὑγιέα ἔσεσθαι, τῶν δὲ ποδῶν τοὺς δακτύλους μελανθέντας ἀποσαπήσεσθαι· καὶ τἄλλα τοιουτότροπα προῤῥήματα λέγεται ἐν τοιουτέῳ τῷ εἴδει. Ἕτερος δὲ τρόπος προῤῥήσιος, ὠνεομένοισί τε καὶ διαπρησσομένοισι προειπεῖν τοῖσι μὲν θανάτους, τοῖσι δὲ μανίας, τοῖσι δὲ ἄλλας νούσους, ἐπὶ πᾶσι τούτοισί τε καὶ τοῖσι προτέροισι χρόνοισι προφητίζειν καὶ πάντα ἀληθεύειν. Ἄλλο τε δὲ σχῆμα προῤῥήσεων τόδε λέγεται· τοὺς ἀθλητὰς γινώσκειν καὶ τοὺς τῶν νούσων εἵνεκα γυμναζομένους τε καὶ ταλαιπωρέοντας, ἤν τι τοῦ σιτίου ἀπολίπωσιν, ἢ ἑτεροῖόν τι φάγωσιν, ἢ ποτῷ πλέονι χρήσωνται, ἢ τοῦ περιπάτου ἀπολίπωσιν, ἢ ἀφροδισίων τι πρήξωσι· τούτων πάντων οὐδὲν λανθάνει, οὐδ᾿ εἰ σμικρόν τι εἴη ἀπειθήσας ὥνθρωπος. Οὕτως ἐξηκριβῶσθαι οὗτοι πάντες οἱ τρόποι λέγονται τῶν προῤῥησίων. Ἐγὼ δὲ τοιαῦτα μὲν οὐ μαντεύσομαι, σημεῖα δὲ γράφω οἷσι χρὴ τεκμαίρεσθαι τούς τε ὑγιέας ἐσομένους τῶν ἀνθρώπων καὶ τοὺς ἀποθανουμένους, τούς τε ἐν ὀλίγῳ χρόνῳ ἢ ἐν πολλῷ ὑγιέας ἐσομένους ἢ ἀπολουμένους· γέγραπται δέ μοι καὶ περὶ ἀποστασίων ὡς χρὴ ἐπισκέπτεσθαι ἑκάστας.

[2] Δοκέω δὲ καὶ τοὺς προειπόντας περί τε τῶν χωλωσίων καὶ τῶν ἄλλων τῶν τοιουτέων ἤδη ἀποστηριζομένου τοῦ νοσήματος προειπεῖν, καὶ δήλου ἐόντος ὅτι οὐ παλινδρομήσει ἡ ἀπόστασις, εἴ περ νόον εἶχον, πολὺ μᾶλλον ἢ πρὶν ἄρχεσθαι τὴν ἀπόστασιν γινομένην. Ἐλπίζω δὲ καὶ τἄλλα προῤῥηθῆναι ἀνθρωπινωτέρως ἢ ὅσα περ τοῖσιν ὠνεομένοισί τε καὶ περναμένοισι λέγεται προῤῥηθῆναι, θανάτους τε καὶ νοσήματα καὶ μανίας. Ταῦτα δέ μοι δοκέει τοιαῦτα γενέσθαι, καὶ οὐδέν τι δοκέει χαλεπὰ εἶναι προειπεῖν τῷ βουλομένῳ τὰ τοιάδε διαγωνίζεσθαι. Πρῶτον μὲν γὰρ τοὺς ὑφύδρους τε καὶ φθινώδεας τίς οὐκ ἂν γνοίη; ἔπειτα τοὺς παραφρονήσοντας ἐστὶ μὴ πολὺ λανθάνειν, εἴ τις εἰδείη οἷσι τὸ νόσημα τοῦτο ἢ ξυγγενές ἐστιν, ἢ πρόσθεν ποτ᾿ ἐμάνησαν· εἰ γὰρ οὗτοι οἱ ἄνθρωποι οἰνόφλυγες εἶεν, ἢ κρεηφαγοῖεν, ἢ ἀγρυπνοῖεν, ἢ τῷ ψύχει ἢ τῷ θάλπει ἀλογίστως ὁμιλοῖεν, πολλαὶ ἐλπίδες ἐκ τουτέων τῶν διαιτημάτων παραφρονῆσαι αὐτούς. Τούς τε τὰς αἱμοῤῥοΐδας ἔχοντας, εἴ τις ὁρῴη τοῦ χειμῶνος πολυποτέοντάς τε καὶ εὐχρόους ἐόντας, ἔστι προειπεῖν ἀμφὶ τούτων· ἐς γὰρ τὸ ἔαρ καταῤῥαγῆναι τὸ αἷμα πολλαὶ ἐλπίδες, ὥστε ἀχρόους τε καὶ ὑδαλέους ὑπὸ τὴν θερείην τούτους εἶναι. Ἀλλὰ χρὴ προλέγειν καταμανθάνοντα πάντα ταῦτα, ὅστις τῶν τοιουτέων ἐπιθυμέει ἀγωνισμάτων· ἐστὶ γὰρ ἐκ τῶν γεγραμμένων προειπεῖν καὶ θάνατον καὶ μανίην καὶ εὐεξίην. Εἴποιμι δ᾿ ἂν καὶ ἄλλα πάμπολλα τοιαῦτα, ἀλλὰ τὰ εὐγνωστότατα ἔδοξέ μοι γράψαι· συμβουλεύω δὲ ὡς σωφρονεστάτους εἶναι καὶ ἐν τῇ ἄλλῃ τέχνῃ καὶ ἐν τοῖσι τοιούτοισι προῤῥήμασι, γνόντας ὅτι ἐπιτυχὼν μὲν ἄν τις τοῦ προῤῥήματος θαυμασθείη ὑπὸ τοῦ ξυνιόντος ἀλγέοντος, ἁμαρτὼν δ᾿ ἄν τις πρὸς τῷ μισεῖσθαι τάχ᾿ ἂν καὶ μεμηνέναι δόξειεν. Ὧν δὴ ἕνεκα κελεύω σωφρόνως τὰ προῤῥήματα ποιέεσθαι καὶ τἄλλα πάντα ταῦτα· καίτοι γε ἀκούω καὶ ὁρῶ οὔτε κρίνοντας ὀρθῶς τοὺς ἀνθρώπους τὰ λεγόμενά τε καὶ ποιεύμενα ἐν τῇ τέχνῃ οὔτ᾿ ἀπαγγέλλοντας.

[3] Ἀμφὶ δὲ τῶν γυμναζομένων καὶ ταλαιπωρεόντων τὰς μὲν ἀτρεκείας τὰς λεγομένας ὡς λέγουσιν οἱ λέγοντες οὔτε δοκέω εἶναι, οὔτ᾿ εἴ τις δοκέει, κωλύω δοκέειν· ὑπὸ σημείου μὲν γὰρ οὐδενὸς βλάπτεται τὰ ὑπονοήματα οὔτε καλοῦ οὔτε κακοῦ, ᾧ χρὴ πιστεύσαντα εἰδέναι εἴτε ὀρθῶς ἀπήγγελται εἴτ᾿ οὔ· ἄλλως δὲ ἐκποιέει τῷ βουλομένῳ πιστεύειν, οὐ γὰρ ἐμποδὼν ἵσταμαι. Δοκέω δὲ αὐτῶν εἴ τι ἀληθὲς λέγεται ἢ τῶνδε τῶν περὶ τοὺς γυμναζομένους, ἢ ἐκείνων τῶν πρότερον γεγραμμένων, πρῶτον μὲν τῶν σημείων ὧν λέγω τεκμήρασθαι τοῦτο γνόντα, ἔπειτα ἐνδοιαστῶς τε καὶ ἀνθρωπίνως προειπεῖν, ἅμα δὲ καὶ τοὺς ἀπαγγέλλοντας τερατωδεστέρως διηγεῖσθαι ἢ ὡς ἐγένετο. Ἐπεὶ οὐδ᾿ ἐν τῇσι νούσοισιν εὐπετὲς γινώσκειν τὰ ἁμαρτήματα· καί τοι κατάκεινταί γε οἱ ἄνθρωποι καὶ διαιτήμασιν ὀλιγοτρόφοισι χρῶνται, ὥστε μὴ πάμπολλα δεῖ ὁρᾶσθαι ὑποσκεπτόμενον τὸν μελεδαίνοντα. Οἱ μὲν γὰρ πίνουσι μόνον, οἱ δὲ πρὸς τῷ πίνειν ἢ ῥόφημα ἢ σιτίον ὀλίγιστον ἐπιφέρονται· ἀνάγκη οὖν ἐν τῷ τοιούτῳ τοὺς μὲν τῷ ποτῷ πλέονι χρησαμένους δυσπνοωτέρους γίνεσθαι, καὶ οὐρέοντας πλέον φαίνεσθαι, τοὺς δὲ τῷ ῥοφήματι ἢ τῷ σιτίῳ πλεονάσαντας διψᾷν τε μᾶλλον καὶ πυρεταίνειν· εἰ δέ τις ἀμφότερα, καὶ τῷ ποτῷ καὶ τοῖσι περὶ τὰ σιτία ἀμέτρως χρήσαιτο, πρὸς τῷ πυρεταίνειν καὶ δυσπνοεῖν καὶ τὴν γαστέρα περιτεταμένην ἂν καὶ μείζω ἔχειν. Ἔξεστι δὲ καὶ ταῦτα πάντα καταβασανίζειν κάλλιστα καὶ τἄλλα τοῖσι δοκιμίοισιν, οἷσιν ἔχομέν τε καὶ χρεόμεθα εὖ πάντα. Πρῶτον μὲν γὰρ τῇ γνώμῃ τε καὶ τοῖσιν ὀφθαλμοῖσιν ἄνθρωπον κατακείμενον ἐν τῷ αὐτῷ καὶ ἀτρεκέως διαιτώμενον ῥᾷόν ἐστι γνῶναι, ἤν τι ἀπειθήσῃ, ἢ περιοδοιπορέοντα καὶ πάμπολλα ἐσθίοντα· ἔπειτα τῇσι χερσὶ ψαύσαντα τῆς γαστρός τε καὶ τῶν φλεβῶν ἧσσόν ἐστιν ἐξαπατᾶσθαι ἢ μὴ ψαύσαντα. Αἵ τε ῥῖνες ἐν μὲν τοῖσι πυρεταίνουσι πολλά τε καὶ καλῶς σημαίνουσιν· αἱ γὰρ ὀδμαὶ μέγα διαφέρουσιν· ἐν δὲ τοῖσιν ἰσχύουσί τε καὶ ὀρθῶς διαιτωμένοισιν οὐκ οἶδα τί ἂν χρησαίμην, οὐδ᾿ ἐν τούτῳ τῷ δοκιμίῳ. Ἔπειτα τοῖς ὠσὶ τῆς φωνῆς ἀκούσαντα καὶ τοῦ πνεύματος, ἔστι διαγινώσκειν, ἃ ἐν τοῖσιν ἰσχύουσιν οὐχ ὁμοίως ἐστὶ δῆλα. Ἀλλ᾿ ὅμως πρόσθεν ἢν μὴ τὰ ἤθεα τῶν νοσημάτων τε καὶ τῶν ἀλγεόντων ἐκμάθῃ ὁ ἰητρὸς, οὐ χρὴ προλέγειν οὐδέν· καὶ γὰρ ἂν δυσπνούστερος ὥνθρωπος γένοιτο, ἔτι πλανωμένης τῆς νούσου, καὶ πυρετήνειεν ὀξυτέρῳ πυρὶ, καὶ ἡ γαστὴρ ἐπιταθείη· ὥστε διὰ ταῦτα οὐκ ἀσφαλὲς προλέγειν πρόσθεν πρὶν ἂν κατάστασιν λαβεῖν τὸ νόσημα· μετὰ δὲ τοῦτον τὸν χρόνον ὅ τι ἂν παράλογον γένηται λέγειν χρή. Δῆλα δὲ τὰ διὰ τὴν ἀπειθίην γινόμενα κακά· αἵ τε γὰρ δύσπνοιαι καὶ τἄλλα ταῦτα τῇ ὑστεραίῃ πεπαύσεται, ἢν δι᾿ ἁμαρτάδα γένηται· ἢν οὖν τις ταύτην τὴν κρίσιν προϊδὼν λέγῃ, οὐχ ἁμαρτήσεται.

[4] Ἐγὼ μὲν νῦν τόνδε τὸν τρόπον ἐσηγέομαι τῶν ἐπισκεψίων, καὶ περὶ τῶν οἴκοι μενόντων, οἷα ἐξαμαρτάνουσιν, καὶ περὶ τῶν γυμναζομένων τε καὶ τῶν ἄλλων πάντων· τὰς δ᾿ ἀκριβείας κείνας ἀκούω τε καὶ καταγελῶ τῶν ἀπαγγελλόντων· σμικρὰ μὲν γὰρ ἀπειθούντων τῶν ἀνθρώπων, οὐκ οἶδ᾿ ὅπως ἂν ἐλέγξαιμι· εἰ δ᾿ εἴη μείζονα τὰ ἁμαρτήματα, ὅντινα τρόπον ἐπισκέπτεσθαι χρὴ γράφω. Χρὴ δὲ πρῶτον μὲν τὸν ἄνθρωπον ἐν ᾧ μέλλει τις γνώσεσθαι τὰ ἀπειθεύμενα, ἅπασαν ἡμέρην ὁρᾷν ἐν τῷ αὐτῷ τε χωρίῳ καὶ τὴν αὐτὴν ὥρην, μάλιστά τ᾿ ἦμος ἠέλιος νεωστὶ καταλάμπει· τοῦτον γὰρ τὸν χρόνον ὑποκεκενωμένος ἂν εἴη, καὶ νῆστις ἂν ἔτι ἐστὶ, καὶ τεταλαιπωρηκὼς οὐδὲν πλὴν τῶν ὀρθρινῶν περιπάτων, ἐν οἷς ἥκιστα ἀπειθεῖ, ἤν γε ἐπανεγερθεὶς ὥνθρωπος ἐς τὴν περίοδον καταστῇ, ὥστε ἀνάγκη τὸν δικαίως διαιτώμενον μάλιστα ταύτην τὴν ὥρην ὁμαλῶς ἔχειν τὴν κατάστασιν τοῦ χρώματός τε καὶ τοῦ ξύμπαντος σώματος, διὸ καὶ ὁ ἐπιμελόμενος ὀξύτατός τ᾿ ἂν εἴη καὶ τὸν νόον καὶ τοὺς ὀφθαλμοὺς ὑπὸ τοῦτον τὸν χρόνον. Ἐνθυμέεσθαι δὲ χρὴ καὶ τοῦ ἀνθρώπου τῆς τε γνώμης τοὺς τρόπους, τοῦ τε σώματος τὴν δύναμιν· ἄλλοι γὰρ ἄλλα ῥηϊδίως ἐπιτελοῦσι τῶν προστασσομένων καὶ χαλεπῶς. Πρῶτον μὲν οὖν ὁ λιμαγχεόμενος εἰ πλείονα φάγοι τε καὶ πίοι, τούτοισι δῆλος ἔσται· καὶ ὀγκηρότερον αὐτοῦ τὸ σῶμα φανεῖται, καὶ λιπαρώτερον καὶ εὐχρούστερον ἔσται, ἢν μὴ κακῶς διακεχωρήκῃ τὰ ἀπὸ τῆς γαστρὸς αὐτῷ· ἔσται δὲ καὶ εὐθυμότερος ἐν τῇ ταλαιπωρίῃ. Σκεπτέον δὲ καὶ ἤν τι ἐρυγγάνῃ ἢ ὑπὸ φύσης ἔχηται· ταῦτα γὰρ προσήκει γίνεσθαι τοῖσιν ὧδε διακειμένοισιν ἐπὶ ταύτῃ τῇ ἁμαρτάδι. Ἢν δὲ ἐσθίειν τε ἤδη ἀναγκαζόμενος συχνὰ καὶ ταλαιπωρέειν ἰσχυρῶς, ἢ τὸ σιτίον μὴ καταφάγῃ, ἢ θωρηχθῇ, ἢ μὴ περιέλθῃ ἀπὸ τοῦ δείπνου συχνοῦ, ὧδ᾿ ὑποσκέπτεσθαι· τὸ μὲν δεῖπνον εἰ καταφάγοι, περιπατήσαι δὲ τὰ μεμαθηκότα, ἡδίων τε ἂν προσιδεῖν, ὀξύτερός τε καὶ ἐργαστικώτερος ἐν τοῖσι γυμνασίοισιν· ὁ δ᾿ ἀπόπατος σμικρότερός τε καὶ ξυνεστηκὼς μάλιστ᾿ ἂν τούτῳ γένοιτο. Ἢν δὲ τὸ δεῖπνον καταφαγὼν μὴ περιπατήσῃ, ἐρυγγάνοι τ᾿ ἂν καὶ φυσώδης εἴη, καὶ πλῆθος οὐκ ἔλασσον φαίνοιτο, καὶ ἱδρώη ἂν μᾶλλον ἢ πρόσθεν ἐν τῇ ταλαιπωρίῃ, καὶ δύσπνοος ἂν εἴη καὶ βαρύς· αἵ τε διέξοδοι τῆς κοιλίης μέζονές τε καὶ ἧσσον γλίσχραι τουτέῳ γένοιντ᾿ ἄν. Εἰ δὲ μήτε τὸ σιτίον καταναλώσειε, μήτε περιπατήσειε, νωθρότερος ἂν εἴη καὶ ὀκνωδέστερος. Εἰ δὲ μεθυσθείη, ἱδρώη τ᾿ ἂν μᾶλλον ἢ πρόσθεν, καὶ δύσπνοος ἂν εἴη, καὶ βαρύτερος αὐτὸς ἑωυτοῦ καὶ ὑγρότερος· εἴη δ᾿ ἂν καὶ εὐθυμότερος, ἢν μή τι αὐτῷ ἡ κεφαλὴ ἀνιῷτο. Γυναικὶ δὲ χρησάμενος ἅπαξ, ὀξύτερός τ᾿ ἂν εἴη καὶ λελυμένος μᾶλλον· εἰ δὲ πλειστάκις διαπρήξαιτο, σκληρότερος ἂν γένοιτο, καὶ αὐχμηρόν τι ἔχων, καὶ ἀχρούστερός τε καὶ κοπιώδης μᾶλλον. Ἀποπάτους δὲ χρὴ διαχωρέειν τοῖσι ταλαιπωρέουσιν, ἔστ᾿ ἂν ὀλιγοσιτέωσί τε καὶ ὀλιγοποτέωσι, σμικρούς τε καὶ σκληροὺς, ἀνὰ δὲ πᾶσαν ἡμέρην· ἢν δὲ διὰ τρίτης, ἢ τετάρτης, ἢ διὰ πλέονος χρόνου διαχωρέῃ, κίνδυνος ἢ πυρετὸν ἢ διαῤῥοίην ἐπιλαβεῖν. Ὅσα δὲ ὑγρότερά ἐστι τῶν διαχωρημάτων ἢ ὥστε ἐκτυποῦσθαι ἐν τῇ διεξόδῳ, ταῦτα δὲ πάντα κακίω. Τοῖσι δὲ συχνὰ ἐσθίουσιν ἤδη καὶ πολλὰ ταλαιπωρέουσι τὴν διέξοδον χρὴ μαλθακὴν ἐοῦσαν ξηρὴν εἶναι, πλῆθός τε τῶν εἰσιόντων κατὰ λόγον καὶ τῆς ταλαιπωρίης· διαχωρέει δὲ ἀπὸ τῶν ἴσων σιτίων τοῖσι μὲν ἐλάχιστα ταλαιπωρέουσι πλεῖστα, τοῖσι δὲ ταλαιπωρέουσι πλεῖστα σμικρὸν, ἢν ὑγιαίνωσί τε καὶ δικαίως διαιτῶνται· ἄλλα πρὸς ταῦτα συμβάλλεσθαι. Αἱ δὲ ὑγρότεραι τῶν διαχωρήσεων καὶ ἄτερ πυρετῶν γινόμεναι, καὶ ἑβδομαῖαι, καὶ θᾶσσον κρινόμεναι, λυσιτελέες, ἐς ἅπαξ πᾶσαι γινόμεναι, καὶ μὴ ὑποστρέφουσαι· εἰ δ᾿ ἐπιπυρεταίνοιεν οἱ ἄνθρωποι, ἢ ὑποστρέφοιεν αἱ διάῤῥοιαι, εἰ μακραὶ γίγνοιντο, πάντως πονηραὶ, εἴ τε χολώδεες εἴησαν, εἴ τε φλεγματώδεες, εἴ τε ὠμαὶ, καὶ διαιτημάτων τε ἰδίων προσδεόμεναι ἕκασται, καὶ φαρμακευσίων ἄλλαι ἄλλων. Οὖρον δὲ χρὴ κατά τε τὸ τοῦ πινομένου πλῆθος διουρέεσθαι, καὶ ἴσον αἰεὶ, καὶ ἀθρόον ὡς μάλιστα, καὶ ῥοπῇ ὀλίγῳ παχύτερον ἢ οἷον ἐπόθη. Εἰ δὲ εἴη ὑδατῶδές τε καὶ πλεῖον τοῦ προστασσομένου πίνεσθαι, σημαίνει μὴ πείθεσθαι τὸν ἄνθρωπον, ἀλλὰ πλέονι ποτῷ χρῆσθαι, ἢ οὐ δύνασθαι ἀνατραφῆναι, ἔστ᾿ ἂν τὰ τοιαῦτα ποιέῃ τὸ οὖρον. Εἰ δὲ κατ᾿ ὀλίγον τρύζοι τὸ οὖρον, σημαίνει ἢ φαρμακεύσιος δεῖσθαι τὸν ἄνθρωπον, ἢ νόσημά τι τῶν περὶ κύστιν ἔχειν. Αἷμα δὲ οὐρῆσαι ὀλιγάκις μὲν καὶ ἄτερ πυρετοῦ καὶ ὀδύνης οὐδὲν κακὸν σημαίνει, ἀλλὰ κόπων λύσις γίνεται· εἰ δὲ πολλάκις οὐρέοι, ἤ τι τούτων προσγίνοιτο, δεινόν· ἀλλὰ προλέγειν, ἤν τε ξὺν ὀδύνῃσιν οὐρέηται, ἤν τε ξὺν πυρετῷ, πῦον ἐπιδιουρήσειν, καὶ οὕτω παύσεσθαι τῶν ἀλγεόντων. Παχὺ δὲ οὖρον λευκὴν ὑπόστασιν ἔχον σημαίνει ἢ περὶ τὰ ἄρθρα τινὰ ὀδύνην καὶ ἔπαρσιν ἢ περὶ τὰ σπλάγχνα· χλωρὴν δὲ, καθαρσίην τοῦ σώματος δηλοῖ ἢ περὶ τὰ σπλάγχνα καὶ τούτων ὀδύνην τε καὶ ἔπαρσιν. Αἱ δ᾿ ἄλλαι ὑποστάσεις αἱ ἐν τοῖσιν οὔροισι τῶν γυμναζομένων πᾶσαι ἀπὸ τῶν νοσημάτων γίνονται τῶν περὶ τὴν κύστιν· δῆλον δὲ ποιήσουσι, ξὺν ὀδύνῃσί τε γὰρ ἔσονται καὶ δυσαπάλλακτοι. Καὶ ταῦτα μὲν γράφω περὶ τούτων, καὶ λέγω τοιαῦτα ἕτερα. Ὧν δὲ δι᾿ ἀκρίβειαν κατηγορέονται τῶν προῤῥήσεων, τοῖσι μὲν αὐτῶν αὐτὸς ξυνεγενόμην, τῶν δὲ παισί τε καὶ μαθητῇσιν ἐλεσχηνευσάμην, τῶν δὲ ξυγγράμματα ἔλαβον· ὥστε, εὖ εἰδὼς οἷα ἕκαστος αὐτῶν ἐφρόνει, καὶ τὰς ἀκριβείας οὐδαμοῦ εὑρὼν, ἐπεχείρησα τάδε γράφειν.

[5] Περὶ δὲ τῶν ὑδρώπων τε καὶ φθισίων, καὶ τῶν ποδαγρῶν, τῶν τε λαμβανομένων ὑπὸ τῆς ἱερῆς νόσου καλεομένης, τάδε λέγω, κατὰ μέν τι περὶ πάντων τὸ αὐτό· ᾧ γὰρ ξυγγενές τι τουτέων τῶν νοσημάτων, ἔστιν εἰδέναι δυσαπάλλακτον ἐόντα· τὰ δὲ ἄλλα καθ᾿ ἕκαστον γράψω.

[6] Χρὴ δὲ τὸν ὑπὸ τοῦ ὕδρωπος ἐχόμενον καὶ μέλλοντα περιέσεσθαι εὔσπλαγχνόν τε εἶναι, καὶ ἀνατείνεσθαι κατὰ φύσιν ἅμα πέπτεσθαί τε εὐπετέως, εὔπνοόν τ᾿ ἐόντα ἀνώδυνον εἶναι, καὶ χλιαρὸν ὁμαλῶς πᾶν τὸ σῶμα ἔχειν καὶ μὴ περιτετηκὸς περὶ τὰ ἔσχατα· κρέσσον δὲ ἐπάρματα μᾶλλον ἔχειν ἐν τοῖσιν ἀκρωτηρίοισιν, ἄριστον δὲ μηδὲ ἕτερον τούτων, ἀλλὰ μαλακά τε χρὴ καὶ ἰσχνὰ εἶναι τὰ ἀκρωτήρια· καὶ τὴν γαστέρα μαλθακὴν εἶναι ψαυομένην· βῆχα δὲ μὴ προσεῖναι, μηδὲ δίψαν, μηδὲ τὴν γλῶσσαν ἐπιξηραίνεσθαι, ἔν τε τῷ ἄλλῳ χρόνῳ καὶ μετὰ τοὺς ὕπνους, γίνεται δὲ ταῦτα κάρτα· τὰ δὲ σιτία ἡδέως δέχεσθαι, καὶ ἐσθίοντα ἱκανὰ μὴ πονεῖσθαι· τὴν δὲ κοιλίην πρὸς μὲν τὰ φάρμακα ὀξέην εἶναι, τὸν δ᾿ ἄλλον χρόνον διαχωρέειν μαλθακὸν ἐκτετυπωμένον· τὸ δὲ οὖρον φαίνεσθαι περαιούμενον πρὸς τὰ ἐπιτηδεύματα καὶ τῶν οἴνων τὰς μεταβολάς· τὴν δὲ ταλαιπωρίην εὐπετῶς φέρειν, καὶ ἄκοπον εἶναι. Ἄριστον μὲν οὕτω πάντα διακεῖσθαι τὸν ἄνθρωπον, καὶ ἀσφαλέστατ᾿ ἂν γένοιτο ὑγιής· εἰ δὲ μὴ, ὡς πλεῖστα τουτέων ἐχέτω, ἐν ἐλπίδι γὰρ ἔσται περιγενέσθαι· ὃς δ᾿ ἂν μηδὲν τούτων ἔχῃ, ἀλλὰ τὰ ἐναντία, ἀνέλπιστον ἐόντα εἰδέναι· ὃς δ᾿ ἂν τούτων ὀλίγα ἔχῃ, ἃ φημὶ χρηστὰ εἶναι τῷ ὑδρωπιῶντι προσόντα, ὀλίγαι ἐλπίδες αὐτῷ. ᾯ δ᾿ ἂν αἱμοῤῥαγέῃ πολλὸν ἄνω καὶ κάτω, καὶ πυρετὸς ἐπιγένηται, ὕδατος ἐμπλησθῆναι πολλαὶ ἐλπίδες τοῦτον, καὶ τῶν ὑδρώπων οὗτος ὀλιγοχρονιώτατός τε καὶ ἐν τοῖσιν ἀφυκτοτάτοισιν· ἄλλῳ δὲ προσημαίνειν περὶ τούτου. Οἷσι δὲ οἰδήματα μεγάλα γενόμενα καταμαραίνεται, καὶ αὖθις ἐπαίρεται, οὗτοι δὲ μᾶλλον περιγίνονται τῶν ἐκ τῶν αἱμάτων τῆς ἀναῤῥήξιος ἐμπιπλαμένων· ἐξαπατέουσι δὲ τοὺς ἀλγέοντας οὗτοι οἱ ὕδρωπες, ὥστε ποιέουσιν αὐτοὺς ἀπιστέοντας τοῖσιν ἰητροῖσιν ἀπόλλυσθαι.

[7] Περὶ δὲ τῶν φθινόντων κατὰ μὲν τὸ πτύελον καὶ τὴν βῆχα ταὐτὰ λέγω ἅπερ περὶ τῶν ἐμπύων ἔγραφον. Χρὴ γὰρ τὸ πτύελον τῷ μέλλοντι καλῶς ἀπαλλάξειν εὐπετέως τε ἀναβήσσεσθαι καὶ εἶναι λευκὸν, καὶ ὁμαλὸν, καὶ ὁμόχροον, καὶ ἀφλέγμαντον, τὸ δ᾿ ἀπὸ τῆς κεφαλῆς καταῤῥέον ἐς τὰς ῥῖνας τρέπεσθαι· πυρετὸν δὲ μὴ λαμβάνειν, ἢ τοσοῦτον λαμβάνειν, ὥστε τῶν δείπνων μὴ κωλύεσθαι, μηδὲ διψῇν· ἡ δὲ γαστὴρ ὑποχωρείτω πᾶσαν ἡμέρην, καὶ τὸ ὑποχωρέον ἔστω σκληρὸν, πλῆθος δὲ κατὰ τὰ εἰσιόντα· τὸν δὲ ἄνθρωπον ὡς ἥκιστα λεπτὸν εἶναι· τὸ δὲ στῆθος ἐπαινεῖν χρὴ τετράγωνόν τε ἐὸν καὶ λάσιον, καὶ ὁ χόνδρος αὐτοῦ μικρὸς ἔστω καὶ σεσαρκωμένος ἰσχυρῶς. Ὅστις μὲν γὰρ ταῦτα πάντα ἔχει, περιεστικώτατος γίνεται· ὃς δ᾿ ἂν μηδὲν τούτων ἔχῃ, ὀλεθριώτατος. Ὅσοι δ᾿ ἂν ἔμπυοι γένωνται, νέοι ἐόντες, ἐξ ἀποσκήψιος, ἢ σύριγγος, ἢ ἀπ᾿ ἄλλου τινὸς τῶν τοιούτων, ἢ ἐκ παλινδρομίης ἀποστάσιος, οὐ περιγίνονται, ἢν μὴ πολλὰ κάρτα αὐτοῖσιν ἐπιγένηται τῶν ἀγαθῶν σημείων. Ἀπόλλυνται δὲ οἱ ἄνθρωποι οὗτοι ἐς τὸ φθινόπωρον· ἰσχυρῶς δὲ καὶ ἐκ τῶν ἄλλων νοσημάτων τῶν μακρῶν ἐς τὴν ὥρην ταύτην τελευτῶσιν οἱ πλεῖστοι. Τῶν δ᾿ ἄλλων ἥκιστα περιγίνονται αἵ τε παρθένοι καὶ αἱ γυναῖκες, ᾗσιν ἀπολήψει ἐπιμηνίων ἡ φθίσις γένηται. Εἰ δὲ μέλλοι τις περιέσεσθαι τῶν παρθένων ἢ τῶν γυναικῶν, τῶν τε ἄλλων σημείων τῶν ἀγαθῶν δεῖ πολλὰ ἐπιγενέσθαι καὶ τὰ ἐπιμήνια λαμπρῶς τε καὶ καθαρῶς ἐπιφαίνεσθαι, ἢ οὐδεμία ἐλπίς. Οἱ δὲ ἐκ τῶν αἱμάτων τῆς ἀναῤῥήξιος ἔμπυοι γινόμενοι τῶν τε ἀνδρῶν καὶ τῶν γυναικῶν καὶ τῶν παρθένων περιγίνονται μὲν οὐχ ἧσσον, τὰ δὲ σημεῖα χρὴ πάντα ἀναλογισάμενον τά γε περὶ τῶν ἐμπύων καὶ τῶν φθινόντων προλέγειν τόν τε περιεσόμενον καὶ τὸν ἀπολούμενον. Μαλίστα δὲ περιγίνονται ἐκ τῶν τοῦ αἵματος ἀναῤῥήξεων οἷσιν ἂν ἀλγήματα ὑπάρχῃ μελαγχολικὰ ἔν τε τῷ νώτῳ καὶ ἐν τῷ στήθει, καὶ μετὰ τὴν ἀνάῤῥηξιν ἀνωδυνώτεροι γένωνται· βῆχές τε γὰρ οὐ κάρτα ἐπιγίνονται, καὶ πυρετοὶ οὐ πλεῖστοι διατελέουσιν ἐόντες, καὶ δίψαν εὐπετέως φέρουσιν· ὑποστροφαὶ δὲ τῆς ἀναῤῥήξιος μάλιστα γίνονται τούτοισιν, εἰ μὴ ἀποστάσιες ἐπιγίνονται· ἄρισται δὲ τῶν ἀποστασίων αἱ αἱματηρόταται. Ὁκόσοισι δὲ ἐν τοῖσι στήθεσιν ἀλγήματα ἔνεστι, καὶ διὰ χρόνου λεπτύνονταί τε καὶ βήσσουσι, καὶ δύσπνοιαι γίνονται, οὔτε πυρετῶν ἐπιλαμβανόντων, οὔτε ἐμπυημάτων ἐπιγινομένων, τούτους ἐπανερέσθαι, ὁκόταν βήσσωσί τε καὶ δύσπνοοι ἔωσιν, εἰ ξυνεστραμμένον τι καὶ μικρὸν, ὀδμὴν ἔχον, ἐκβήσσουσιν.

[8] Περὶ δὲ ποδαγρώντων τάδε· ὅσοι μὲν γέροντες ἢ περὶ τοῖσιν ἄρθροισιν ἐπιπωρώματα ἔχουσιν, ἢ τρόπον ἀταλαίπωρον ζῶσι κοιλίας ξηρὰς ἔχοντες, οὗτοι μὲν πάντες ἀδύνατοι ὑγιέες γίνεσθαι ἀνθρωπίνῃ τέχνῃ, ὅσον ἐγὼ οἶδα· ἰῶνται δὲ τούτους ἄριστα μὲν δυσεντερίαι, ἢν ἐπιγένωνται, ἀτὰρ καὶ ἄλλαι ἐκτήξιες ὠφελέουσι κάρτα αἱ ἐς τὰ κάτω χωρία ῥέπουσαι. Ὅστις δὲ νέος ἐστὶ καὶ ἀμφὶ τοῖσιν ἄρθροισιν οὔπω ἐπιπωρώματα ἔχει καὶ τὸν τρόπον ἐστὶν ἐπιμελής τε καὶ φιλόπονος καὶ κοιλίας ἀγαθὰς ἔχων ὑπακούειν πρὸς τὰ ἐπιτηδεύματα, οὗτος δὴ ἰητροῦ γνώμην ἔχοντος ἐπιτυχὼν ὑγιὴς ἂν γένοιτο.

[9] Τῶν δ᾿ ὑπὸ τῆς ἱερῆς νόσου λαμβανομένων χαλεπώτατοι μὲν ἐξίστασθαι, ὁκόσοισιν ἂν ἀπὸ παιδὸς ξυμβήσηται καὶ συνανδρωθῇ τὸ νόσημα· ἔπειτα δὲ ὅσοισιν ἂν γένηται ἐν ἀκμάζοντι τῷ σώματι τῆς ἡλικίης, εἴη δ᾿ ἂν ἀπὸ εἴκοσι καὶ πέντε ἐτέων ἐς πέντε καὶ τεσσαράκοντα ἔτεα· μετὰ δὲ τούτους, ὅσοις ἂν γένηται τὸ νόσημα μηδὲν προσημαῖνον, ὁκόθεν ἄρχεται τοῦ σώματος. Οἷσι δὲ ἀπὸ τῆς κεφαλῆς δοκέει ἄρχεσθαι, ἢ ἀπὸ τοῦ πλευροῦ, ἢ ἀπὸ τῆς χειρὸς, ἢ τοῦ ποδὸς, εὐπετέστερα ἰῆσθαι· διαφέρει γὰρ καὶ ταῦτα· τὰ γὰρ ἀπὸ τῆς κεφαλῆς τούτων χαλεπώτατα· ἔπειτα τὰ ἀπὸ τοῦ πλευροῦ· τὰ δὲ ἀπὸ τῶν χειρῶν καὶ ποδῶν μάλιστα οἷά τε ἐξυγιαίνεσθαι. Ἐπιχειρέειν δὲ χρὴ τουτέοισι τὸν ἰητρὸν, εἰδότα τὸν τρόπον τῆς ἰήσιος, ἢν ἔωσιν οἱ ἄνθρωποι νέοι τε καὶ φιλόπονοι· πλὴν ὅσον αἱ φρένες τι κακὸν ἔχουσιν, ἢ εἴ τις ἀπόπληκτος γέγονεν· αἱ μὲν γὰρ μελαγχολικαὶ αὗται ἐκστάσιες οὐ λυσιτελέες· αἱ δὲ ἄλλαι αἱ ἐς τὰ κάτω τρεπόμεναι πᾶσαι ἀγαθαί· ἄρισται δὲ καὶ ἐνταῦθα πολλῷ αἱ αἱματηρόταται. Ὁκόσοι δὲ γέροντες ἤρξαντο λαμβάνεσθαι, ἀποθνήσκουσί τε μάλιστα, καὶ ἢν μὴ ἀπόλωνται, τάχιστα ἀπαλλάσσονται ὑπὸ τοῦ αὐτομάτου, ὑπὸ δὲ τῶν ἰητρῶν ἥκιστα ὠφελέονται.

[10] Οἷσι δὲ τῶν παιδίων ἐξαπίνης οἱ ὀφθαλμοὶ διεστράφησαν, ἢ μεῖζόν τι κακὸν ἔπαθον, ἢ φύματα ὑπὸ τὸν αὐχένα ἐφύη, ἢ ἰσχνοφωνότεροι ἐγένοντο, ἢ βῆχες ξηραὶ χρόνιοι προσέχουσιν, ἢ ἐς τὴν γαστέρα μείζοσι γενομένοισιν ὀδύνη φοιτᾷ, καὶ οὐκ ἐκταράσσεται, ἢ ἐν τοῖσι πλευροῖσι διαστρέμματα ἔχουσιν ἢ φλέβας παχέας περὶ τὴν γαστέρα κιρσώδεας, ἢ ἐπίπλοον καταβαίνει, ἢ ὄρχις μέγας γέγονεν, ἢ χεὶρ λεπτὴ καὶ ἀκρατὴς, ἢ ποὺς, ἢ κνήμη ξύμπασα ἐχωλώθη, ἄτερ προφάσιος ἄλλης, τούτοισι πᾶσιν εἰδέναι ὅτι ἡ νοῦσος προεγένετο πρὸ τούτων ἁπάντων, καὶ οἱ μὲν πλεῖστοι τῶν τρεφόντων τὰ παιδία ἐρωτώμενοι ὁμολογήσουσι, τοὺς δὲ καὶ λανθάνει, καὶ οὐ φασὶν εἰδέναι τοιοῦτον οὐδὲν γενόμενον.

[11] Τὸν δὲ περὶ τῶν ἑλκέων μέλλοντα γνώσεσθαι, ὅκως ἕκαστα τελευτήσει, πρῶτον μὲν χρὴ τὰ εἴδεα τῶν ἀνθρώπων ἐξεπίστασθαι, τά τε ἀμείνω πρὸς τὰ ἕλκεα καὶ τὰ κακίω· ἔπειτα τὰς ἡλικίας εἰδέναι, ὁποίῃσιν ἕκαστα τῶν ἑλκέων δυσαπάλλακτα γίνεται· τά τε χωρία ἐπεσκέφθαι τὰ ἐν τοῖσι σώμασιν, ὅσον διαφέρει θάτερα θατέρων· τά τε ἄλλα ὁκοῖα ἐφ᾿ ἑκάστοισιν ἐπιγίνεται ἀγαθά τε καὶ κακὰ εἰδέναι. Εἰδὼς μὲν γὰρ ἄν τις ταῦτα πάντα εἰδῇ ἂν καὶ ὅκως ἕκαστα ἀποβήσεται· μὴ εἰδὼς δὲ ταῦτα, οὐκ ἂν εἰδῇ, ὅκως αἱ τελευταὶ ἔσονται ἀμφὶ τῶν ἑλκέων. Εἴδεα μὲν γὰρ ἀγαθά ἐστι τὰ τοιάδε· ἐλαφρὰ καὶ ξύμμετρα, καὶ εὔσπλαγχνα, καὶ μήτε σαρκώδεα ἰσχυρῶς μήτε σκληρά· κατὰ δὲ χρῶμα ἔστω λευκὸν, ἢ μέλαν, ἢ ἐρυθρόν· ταῦτα γὰρ πάντα ἀγαθὰ ἄκρητα ἐόντα· εἰ δ᾿ εἴη μιξόχλωρον, ἢ χλωρὸν, ἢ πελιδνὸν τὸ χρῶμα, κάκιον γίνεται. Τὰ δὲ εἴδεα ὅσα ἂν τοῖσι προγεγραμμένοισι τἀναντία πεφύκῃ, εἰδέναι χρὴ κακίω ἐόντα. Περὶ δὲ ἡλικιῶν, φύματα μὲν ἔμπυα καὶ τὰ χοιρώδεα, ταῦτα πλεῖστα τὰ παιδία ἴσχουσι, καὶ ῥᾷστα ἐξ αὐτέων ἀπαλλάσσει· τοῖσι δὲ γεραιτέροισί τε τῶν παιδίων καὶ νεηνίσκοισι φύεται μὲν ἐλάσσω, χαλεπώτερον δὲ ἐξ αὐτέων ἀπαλλάσσουσι. Τοῖσι δὲ ἀνδράσι τὰ μὲν τοιαῦτα φύματα οὐ κάρτα ἐπιγίνεται· τὰ δὲ κηρία δεινὰ, καὶ οἱ κρυπτοὶ καρκῖνοι οἱ ὑποβρύχιοι, καὶ οἱ ἐκ τῶν ἐπινυκτίδων ἕρπητες, ἔστ᾿ ἂν ἑξήκοντα ἔτεα συχνῷ ὑπερβάλλωσι. Τοῖσι δὲ γέρουσι τῶν μὲν τοιουτοτρόπων φυμάτων οὐδὲν ἐπιγίνεται· οἱ δὲ καρκῖνοι οἱ κρυπτοὶ καὶ οἱ ἀκρόπαθοι γίνονται, καὶ ξυναποθνήσκουσιν. Τῶν δὲ χωρίων μασχάλαι δυσιητότεραι, καὶ κενεῶνές τε καὶ μηροί· ὑποστάσιές τε γὰρ ἐν αὐτοῖσι γίνονται καὶ ὑποστροφαί. Τῶν δὲ περὶ ἄρθρα ἐπικινδυνότατοι οἱ μεγάλοι δάκτυλοι, καὶ μᾶλλον οἱ τῶν ποδῶν. Οἷσι δὲ τῆς γλώττης ἐν τῷ πλαγίῳ ἕλκος γίνεται πολυχρόνιον, καταμαθεῖν τῶν ὀδόντων ἤν τις ὀξὺς τῶν κατ᾿ αὐτό.

[12] Τὰ δὲ τρώματα θανατωδέστερα μὲν τὰ ἐς τὰς φλέβας τὰς παχείας τὰς ἐν τῷ τραχήλῳ τε καὶ τοῖς βουβῶσιν, ἔπειτα ἐς τὸν ἐγκέφαλον καὶ ἐς τὸ ἧπαρ, ἔπειτα τὰ ἐς ἔντερον καὶ ἐς κύστιν. Ἔστι δὲ ταῦτα πάντα, ὀλέθρια ἐόντα ἰσχυρῶς, οὐχ οὕτως ἄφυκτα ὡς δοκέει· τά τε γὰρ χωρία ὀνόματα ἔχοντα ταὐτὰ μέγα διαφέρει, καὶ οἱ αὐτοὶ τρόποι. Πολὺ δὲ διαφέρει τοῦ αὐτοῦ ἀνθρώπου τοῦ σώματος ἡ παρασκευή· ἔστι μὲν γὰρ ὅτε οὔτ᾿ ἂν πυρετήνειεν οὔτε φλεγμήνειε τρωθείς· ἔστι δ᾿ ὅτε καὶ ἄνευ προφάσιος ἐπυρέτηνεν ἂν, καὶ φλεγμανθείη τι τοῦ σώματος πάντως. Ἀλλ᾿ ὅτε ἕλκος ἔχων μὴ παραφρονέει εὐπετέως τε φέρει τὸ τρῶμα, ἐγχειρέειν χρὴ τῷ τρώματι ὡς ἀποβησομένῳ κατὰ λόγον τῆς ἰητρείης τε καὶ τῶν ἐπιγινομένων. Ἀποθνήσκουσι μὲν γὰρ οἱ ἄνθρωποι ὑπὸ τρωμάτων παντοίων· πολλαὶ μὲν γὰρ φλέβες εἰσὶ καὶ λεπταὶ καὶ παχεῖαι, αἵτινες αἱμοῤῥαγοῦσαι ἀποκτείνουσιν, ἢν αὐτῷ τύχωσιν ὀργῶσαι, ἃς ἐν ἑτέρῳ καιρῷ διακόπτοντες ὠφελέουσι τὰ σώματα. Πολλὰ δὲ τῶν τρωμάτων ἐν χωρίοισί τε εἶναι εὐήθεσι καὶ οὐδέν τι δεινὰ φαινόμενα, οὕτως ὠδύνησεν ἡ πληγὴ ὥστε μὴ δύνασθαι ἀναπνεῦσαι· ἄλλοι δὲ ὑπὸ τῆς ὀδύνης τοῦ τρώματος οὐδὲν δή τι δεινοῦ ἐόντος, τὸ μὲν πνεῦμα ἀνήνεγκαν, παρεφρόνησαν δὲ καὶ πυρετήναντες ἀπέθανον· ὅσοι γὰρ ἂν ἢ τὸ σῶμα πυρετῶδες ἔχωσιν ἢ τὰς γνώμας θορυβώδεας, τὰ τοιαῦτα πάσχουσιν. Ἀλλὰ χρὴ μήτε ταῦτα θαυμάζειν, μήτε ὀῤῥωδέειν κεῖνα, εἰδότα ὅτι αἱ ψυχαί τε καὶ τὰ σώματα πλεῖστον διαφέρουσιν αἱ τῶν ἀνθρώπων, καὶ δύναμιν ἔχουσι μεγίστην. Ὅσα μὲν οὖν τῶν τρωμάτων καιροῦ ἔτυχεν, ἢ σώματός τε καὶ γνώμης τοιαύτης, ἢ ὀργῶντος οὕτω τοῦ σώματος, ἢ μέγεθος τοσαῦτα ἦν ὥστε μὴ δύνασθαι καταστῆναι τὸν ἄνθρωπον εἰς τὴν ἴησιν καταφρονέοντα, τοῖσι μὲν ἐξίστασθαι χρὴ ὁποῖα ἂν ᾖ, πλὴν τῶν ἐφημέρων λειποθυμιῶν· τοῖσι δ᾿ ἄλλοισι πᾶσιν ἐπιχειρέειν, νεοτρώτοισιν ἐοῦσιν, ὡς ἂν τούς τε πυρετοὺς διαφεύγωσιν οἱ ἄνθρωποι καὶ τὰς αἱμοῤῥαγίας τε καὶ τὰς νομὰς φυλασσόμενον. Ἀτρεκέστατα δὲ καὶ ἐπὶ πλεῖστον χρόνον τὰς φυλακὰς αἰεὶ τῶν δεινοτάτων ποιέεσθαι· καὶ γὰρ δίκαιον οὕτως.

[13] Αἱ δὲ νομαὶ θανατωδέσταται μὲν ὧν αἱ σηπεδόνες βαθύταται, καὶ μελάνταται, καὶ ξηρόταται· πονηραὶ δὲ καὶ ἐπικίνδυνοι ὅσαι μέλανα ἰχῶρα ἀναδιδοῦσιν· αἱ δὲ λευκαὶ καὶ μυξώδεες τῶν σηπεδόνων ἀποκτείνουσι μὲν ἧσσον, ὑποστρέφουσι δὲ μᾶλλον, καὶ χρονιώτεραι γίνονται. Οἱ δ᾿ ἕρπητες ἀκινδυνότατοι πάντων ἑλκέων ὅσα νέμεται, δυσαπάλλακτοι δὲ μάλιστα, κατά γε τοὺς κρυπτοὺς καρκίνους. Ἐπὶ πᾶσι δὲ τοῖσι τοιουτέοισι πυρετόν τε ἐπιγενέσθαι ξυμφέρει μίην ἡμέρην καὶ πῦον ὡς λευκότατον καὶ παχύτατον· λυσιτελεῖ δὲ καὶ σφακελισμὸς νεύρου, ἢ ὀστέου, ἢ καὶ ἀμφοῖν, ἐπί γε τῇσι βαθείῃσι σηπεδόσι καὶ μελαίνῃσι· πῦον γὰρ ἐν τοῖσι σφακελισμοῖσι ῥεῖ πουλὺ καὶ λύει τὰς σηπεδόνας.

[14] Τῶν δὲ ἐν τῇ κεφαλῇ τρωμάτων θανατωδέστατα μὲν τὰ ἐς τὸν ἐγκέφαλον, ὡς καὶ προγέγραπται· δεινὰ δὲ καὶ τὰ τοιαῦτα πάντα, ὀστέον ψιλὸν μέγα, ὀστέον ἐμπεφλασμένον, ὀστέον κατεῤῥωγός· εἰ δὲ καὶ τὸ στόμα τοῦ ἕλκεος σμικρὸν εἴη, ἡ δὲ ῥωγμὴ τοῦ ὀστέου ἐπὶ πολὺ παρατείνοι, ἐπικινδυνότερόν ἐστι· ταῦτα δὲ πάντα δεινότερα γίνεται καὶ κατὰ ῥαφήν τε ὄντα, καὶ τῶν χωρίων αἰεὶ τὰ ἐν τοῖσιν ἀνωτάτω τῆς κεφαλῆς. Πυνθάνεσθαι δὲ χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀξίοις λόγου τρώμασιν, ἢν ἔτι νεότρωτοι αἱ πληγαὶ ἔωσιν, εἰ βλήματα εἴη, ἢ κατέπεσεν ὥνθρωπος, ἢ εἰ ἐκαρώθη· ἢν γάρ τι τούτων ᾖ γεγονὸς, φυλακῆς πλείονος δεῖται, ὡς τοῦ ἐγκεφάλου ἐσακούσαντος τοῦ τρώματος. Εἰ δὲ μὴ νεότρωτος εἴη, ἐς τἄλλα σημεῖα σκέπτεσθαι καὶ βουλεύεσθαι. Ἄριστον μὲν οὖν μήτε πυρετῆναι μηδαμᾶ τὸν τὸ ἕλκος ἔχοντα ἐν τῇ κεφαλῇ, μήθ᾿ αἷμα ἐπαναῤῥαγῆναι αὐτῷ, μήτε φλεγμονὴν μηδεμίην ἢ ὀδύνην ἐπιγενέσθαι· εἰ δέ τι τούτων ἐπιφαίνοιτο, ἐν ἀρχῇσί τε γίνεσθαι ἀσφαλέστατον, καὶ ὀλίγον χρόνον παραμένειν. Ξυμφέρει δὲ ἐν τῇσιν ὀδύνῃσι καὶ τῇσι φλεγμονῇσι τὰς ἐπὶ τοῖσιν ἕλκεσιν ἐπιγίνεσθαι, τῇσι δ᾿ αἱμοῤῥαγίῃσι πῦον ἐπὶ τῇσι φλεψὶ φαίνεσθαι· τοῖσι δὲ πυρετοῖσιν ἃ ἐν τοῖσιν ὀξέσι νοσήμασιν ἔγραψα ξυμφέρειν ἐπὶ τούτοισι γενέσθαι, ταῦτα καὶ ἐνθάδε λέγω ἀγαθὰ εἶναι, τὰ δ᾿ ἐναντία κακά. Ἄρξασθαι δὲ πυρετὸν ἐπὶ κεφαλῆς τρώσει τεταρταίῳ, ἢ ἑβδομαίῳ, ἢ ἑνδεκαταίῳ, θανατῶδες μάλα. Κρίνεται δὲ τοῖσι πλείστοισιν, ἢν μὲν τεταρταίου ἐόντος τοῦ ἕλκεος πυρετὸς ἄρξηται, ἐς τὴν ἑνδεκάτην· ἢν δ᾿ ἑβδομαῖος ἐὼν πυρετήνῃ, ἐς τὴν τεσσαρεσκαιδεκάτην ἢ ἑπτακαιδεκάτην· ἢν δὲ τῇ ἑνδεκάτῃ ἄρξηται πυρεταίνειν, ἐς τὴν εἰκοστὴν, ὡς ἐν τοῖσι πυρετοῖσι διαγέγραπται τοῖς ἄνευ προφάσεων ἐμφανέων γινομένοισι. Τῇσι δ᾿ ἀρχῇσι τῶν πυρετῶν ἤν τε παραφροσύνη ἐπιγένηται, ἤν τε ἀπόπληξις τῶν μελέων τινὸς, εἰδέναι τὸν ἄνθρωπον ἀπολλύμενον, ἢν μὴ παντάπασιν ἢ τῶν καλλίστων τι σημείων ἐπιγένηται, ἢ σώματος ἀρετὴ ὑπόκειται· [ἀλλ᾿ ὑποσκεπτέσθω τὸν τρόπον τῷ ἀνθρώπῳ·] ἔτι γὰρ αὕτη ἡ ἐλπὶς γίνεται σωτηρίης, χωλὸν δὲ γενέσθαι τὸ ἄρθρον ἐς ὃ ἀπεστήριξεν, ἀναγκαῖόν ἐστιν, ἢν ἄρα καὶ περιγένηται ὁ ἄνθρωπος.

[15] Τὰ δὲ τρώματα τὰ ἐν τοῖσιν ἄρθροισι μεγάλα μὲν ἐόντα καὶ τελέως ἀποκόπτοντα τὰ νεῦρα τὰ συνέχοντα, εὔδηλον ὅτι χωλοὺς ἀποδείξει. Εἰ δὲ ἐνδοιαστὸν εἴη ἀμφὶ τῶν νεύρων, ὅπως ἔχοι, ὀξέος μὲν ἐόντος τοῦ βέλεος τοῦ ποιήσαντος, ὀρθὸν τὸ τρῶμα εἰδέναι ἄμεινον ἐπικαρσίου· εἰ δ᾿ εἴη βαρύ τε καὶ ἀμβλὺ τὸ τρῶσαν, οὐδὲν διαφέρει· ἀλλ᾿ ἐς τὸ βάθος τε τῆς πληγῆς σκέπτεσθαι καὶ τἄλλα σημεῖα. Ἔστι δὲ τάδε· πῦον ἢν ἐπιγένηται ἐπὶ τὸ ἄρθρον, σκληρότερον ἀνάγκη γενέσθαι· ἢν δὲ καὶ οἰδήματα συμπαραμείνῃ, σκληρὸν ἀνάγκη πουλὺν χρόνον τοῦτο τὸ χωρίον γίνεσθαι, καὶ τὸ οἴδημα, ὑγιέος ἐόντος τοῦ ἕλκεος, παραμένειν· καὶ βραδέως ἀνάγκη συγκάμπτεσθαί τε καὶ ἐκτείνεσθαι ὁκόσα ἂν τοῦ ἄρθρου καμπύλου ἐόντος θεραπεύηται. Οἷσι δ᾿ ἂν καὶ νεῦρον δοκέῃ ἐκπεσεῖσθαι, ἀσφαλεστέρως τὰ περὶ τῆς χωλώσιος ᾖ προλέγειν, ἄλλως τε καὶ ἢν τῶν κάτωθεν νεύρων ᾖ τὸ ἐκλυόμενον· γνώσῃ δὲ τοῖσι νεῦρον μέλλον ἐκπίπτειν, πῦον λευκόν τε καὶ παχὺ καὶ πουλὺν χρόνον ὑποῤῥεῖ· ὀδύναι τε καὶ φλεγμοναὶ γίνονται περὶ τὸ ἄρθρον ἐν ἀρχῇσι. Τὰ δ᾿ αὐτὰ ταῦτα γίνεται καὶ ὀστέου μέλλοντος ἐκπεσεῖσθαι. Τὰ δὲ ἐν τοῖσιν ἀγκῶσι διακόμματα ἐν φλεγμονῇ μάλιστα ἐόντα ἐς διαπύησιν ἀφικνέεται καὶ τομάς τε καὶ καύσιας.

[16] Ὁ δὲ νωτιαῖος μυελὸς ἢν νοσέῃ ἤν τε ἐκ πτώματος, ἤν τε ἐξ ἄλλης τινὸς προφάσιος, ἤν τε ἀπὸ αὐτομάτου, τῶν τε σκελέων ἀκρατὴς γίνεται ὁ ἄνθρωπος, ὥστε μηδὲ θιγγανόμενος ἐπαΐειν, καὶ τῆς γαστρὸς καὶ τῆς κύστιος, ὥστε τοὺς μὲν πρώτους χρόνους μήτε κόπρον μήτε οὖρον διαχωρέειν, ἢν μὴ πρὸς ἀνάγκην. Ὅταν δὲ παλαιότερον γένηται τὸ νόσημα, οὐκ ἐπαΐοντι τῷ ἀνθρώπῳ ἥ τε κόπρος διαχωρέει καὶ τὸ οὖρον· ἀποθνήσκει δὲ μετὰ ταῦτα οὐ πολλῷ ὕστερον χρόνῳ.

[17] Ὧν δὲ ἐμπίπλαται αἵματος ἡ φάρυγξ, πολλάκις τῆς ἡμέρης τε καὶ τῆς νυκτὸς ἑκάστης, οὔτε κεφαλὴν προαλγήσαντι, οὔτε βηχὸς ἐχούσης, οὔτε ἐμέοντι, οὔτε πυρετοῦ λαμβάνοντος, οὔτε ὀδύνης ἐχούσης οὔτε τοῦ στήθεος οὔτε τοῦ μεταφρένου, τούτων κατιδεῖν ἐς τὰς ῥῖνας καὶ τὴν φάρυγγα· ἢ γὰρ ἕλκος τι ἔχων φανεῖται ἐν τῷ χωρίῳ τούτῳ, ἢ βδέλλαν.

[18] Ὀφθαλμοὶ δὲ λημῶντες ἄριστα ἐπαλλάττουσιν, ἢν τό τε δάκρυον καὶ ἡ λήμη καὶ τὸ οἴδημα ἄρξηται ὁμοῦ γενόμενα. Ἢν δὲ τὸ μὲν δάκρυον τῇ λήμῃ μεμιγμένον ᾖ καὶ μὴ θερμὸν ἰσχυρῶς, ἡ δὲ λήμη λευκή τε ᾖ καὶ μαλθακὴ, τό τε οἴδημα ἐλαφρόν τε καὶ λελυμένον· εἰ γὰρ οὕτω ταῦτ᾿ ἔχοι, ξυμπλάσσοιτ᾿ ἂν ὀφθαλμὸς ἐς τὰς νύκτας ὥστε ἀνώδυνος εἶναι, καὶ ἀκινδυνότατον οὕτως ἂν εἴη καὶ ὀλιγοχρονιώτατον. Εἰ δὲ τὸ δάκρυον χωρέει πουλὺ καὶ θερμὸν ξὺν ὀλιγίστῃ λήμῃ καὶ σμικρῷ οἰδήματι, εἰ μὲν ἐκ τοῦ ἑτέρου τῶν ὀφθαλμῶν, χρόνιον μὲν κάρτα γίνεται, ἀκίνδυνον δέ· καὶ ἀνώδυνος οὗτος ὁ τρόπος ἐν τοῖσι μάλιστα. Τὴν δὲ κρίσιν ὑποσκέπτεσθαι, τὴν μὲν πρώτην, ἐς τὰς εἴκοσιν ἡμέρας· ἢν δ᾿ ὑπερβάλλῃ τοῦτον τὸν χρόνον, ἐς τὰς τεσσαράκοντα προσδέχεσθαι· ἢν δὲ μηδ᾿ ἐν ταύτῃσι παύηται, ἐν τῇσιν ἑξήκοντα κρίνεται. Παρὰ πάντα δὲ τὸν χρόνον τοῦτον ἐνθυμεῖσθαι τὴν λήμην, ἢν ἐν τῷ δακρύῳ τε μίσγηται καὶ λευκή τε καὶ μαλθακὴ γίνηται, μάλιστα δ᾿ ὑπὸ τοὺς χρόνους τοὺς κρισίμους· ἢν γὰρ μέλλῃ παύεσθαι, ταῦτα ποιήσει. Εἰ δὲ οἱ ὀφθαλμοὶ ἀμφότεροι ταῦτα πάθοιεν, ἐπικινδυνότεροι γίνονται ἑλκωθῆναι· ἡ δὲ κρίσις ἐλάσσονος χρόνου ἔσται. Λῆμαι δὲ ξηραὶ ἐπώδυνοι κάρτα, κρίνονται δὲ ταχέως, ἢν μὴ τρῶμα λάβῃ ὁ ὀφθαλμός. Οἴδημα δὲ ἢν μέγα ᾖ, ἀνώδυνόν τε καὶ ξηρὸν ἀκίνδυνον· εἰ δὲ εἴη ξὺν ὀδύνῃ, κακὸν μὲν ξηρὸν ἐὸν καὶ ἐπικίνδυνον ἑλκῶσαί τε τὸν ὀφθαλμὸν καὶ ξυμφῦσαι· δεινὸν δὲ καὶ ξὺν δακρύῳ τε ἐὸν καὶ ὀδύνῃ· εἰ γὰρ δάκρυον χωρέει θερμὸν καὶ ἁλμυρὸν, κίνδυνος τῇ τε κόρῃ ἑλκωθῆναι καὶ τοῖσι βλεφάροισιν. Εἰ δὲ τὸ μὲν οἴδημα κατασταίη, δάκρυον δὲ πουλὺ ἐπιχέεται πολὺν χρόνον, καὶ λῆμαι εἰσὶ, τοῖσι μὲν ἀνδράσι βλεφάρων ἐκτροπὴν προλέγειν, τῇσι δὲ γυναιξὶ καὶ τοῖσι παιδίοισιν ἕλκωσιν καὶ τῶν βλεφάρων ἐκτροπήν. Ἢν δὲ λῆμαι χλωραὶ ἢ πελιδναὶ ἔωσι, καὶ δάκρυον πουλὺ καὶ θερμὸν, καὶ ἐν τῇ κεφαλῇ καῦμα ᾖ, καὶ διὰ τοῦ κροτάφου ὀδύναι ἐς τὸν ὀφθαλμὸν καταστηρίξωσι καὶ ἀγρυπνίη τουτέοισιν ἐπιγένηται, ἕλκος ἀνάγκη γενέσθαι ἐν τῷ ὀφθαλμῷ· ἐλπὶς δὲ καὶ ῥαγῆναι τὸ τοιοῦτον. Ὠφελέει δὲ καὶ πυρετὸς ἐπιγενόμενος ἢ ὀδύνη ἐς τὴν ὀσφὺν στηρίξασα. Προλέγειν δὲ δεῖ τούτοισι τὰ ἐσόμενα, ἔς τε τὸν χρόνον σκεπτόμενον ἔς τε τὰ ἐκ τοῦ ὀφθαλμοῦ ῥέοντα, ἐς τὰς περιωδυνίας τε καὶ ἀγρυπνίας.

[19] Ἐπὴν δὲ τὸν ὀφθαλμὸν οἷόν τε ᾖ κατιδεῖν, ἢν μὲν εὑρεθῇ ἐῤῥωγώς τε καὶ διὰ τῆς ῥωγμῆς ὑπερέχουσα ἡ ὄψις, πονηρὸν καὶ χαλεπὸν καθιδρύσαι· εἰ δὲ καὶ σηπεδὼν ὑπῇ τῷ τοιούτῳ, τελέως ἄχρηστος ὁ ὀφθαλμὸς γίνεται. Τοὺς δ᾿ ἄλλους τρόπους τῶν ἑλκέων ἐς τὰ χωρία σκεπτόμενον προλέγειν, καὶ τάς τε σηπεδόνας καὶ βαθυτῆτας· ἀναγκαῖον γὰρ κατὰ τὴν ἰσχὺν τῶν ἑλκέων τὰς οὐλὰς γίνεσθαι. Οἷσι μὲν οὖν ῥήγνυνται οἱ ὀφθαλμοὶ, καὶ μέγα ὑπερίσχουσιν ὥστε ἔξω τὴν ὄψιν τῆς χώρης εἶναι, ἀδύνατοι ὠφελέεσθαι καὶ χρόνῳ καὶ τέχνῃ εἰς τὸ βλέπειν· τὰ δὲ σμικρὰ μετακινήματα τῶν ὄψεων οἷά τε καθιδρύεσθαι, ἢν μήτε κακὸν ἐπιγένηται μηδὲν, ὅ τε ἄνθρωπος νέος ᾖ.

[20] Αἱ δὲ ἐκ τῶν ἑλκέων οὐλαὶ, οἷσιν ἂν μὴ κακόν τι ἄλλο προσῇ, πᾶσαι οἷαί τε ὠφελέεσθαι καὶ ὑπὸ τῶν χρόνων καὶ ὑπὸ τῆς τέχνης, μάλιστα δὲ αἱ νεώταταί τε καὶ ἐν τοῖσι νεωτάτοισι τῶν σωμάτων. Τῶν δὲ χωρίων μάλιστα μὲν αἱ ὄψιες βλάπτονται ἑλκούμεναι, ἔπειτα τὸ ὑπεράνω τῶν ὀφρύων, ἔπειτα δὲ καὶ ὅ τι ἂν ἄγχιστα ᾖ τούτων τῶν τόπων. Αἱ δὲ κόραι γλαυκούμεναι, ἢ ἀργυροειδέες γινόμεναι, ἢ κυάνεαι, οὐδὲν χρηστόν· τουτέων δὲ ὀλίγῳ ἀμείνους, ὁκόσαι ἢ σμικρότεραι φαίνονται, ἢ εὐρύτεραι, ἢ γωνίας ἔχουσαι, εἴτ᾿ ἐκ προφασίων τοιαῦται γενοίατο, εἴτ᾿ αὐτόματοι. Ἀχλύες, καὶ νεφέλαι, καὶ αἰγίδες ἐκλεαίνονταί τε καὶ ἀφανίζονται, ἢν μὴ τρῶμά τι ἐπιγένηται ἐν τούτῳ τῷ χωρίῳ, ἢ πρόσθεν τύχῃ οὐλὴν ἔχων ἐν τῷ χωρίῳ τούτῳ, ἢ πτερύγιον. Ἢν δὲ παράλαμψις γένηται καὶ ἀπολευκάνῃ τοῦ μέλανος μόριόν τι, εἰ πουλὺν χρόνον παραμένοι, καὶ τρηχείη τε καὶ παχείη εἴη, οἵη τε καὶ μνημόσυνον ὑποκαταλιπεῖν.

[21] Αἱ δὲ κρίσιες ὡς ἐν τοῖσι πυρετοῖσιν ἔγραψα, οὕτω καὶ ἐνθάδε ἔχουσιν. Ἀλλὰ χρὴ τὰ σημεῖα ἐκμαθόντα προλέγειν, τὰς μὲν διαφορὰς τῶν ὀφθαλμιῶν ὡς διαγέγραπται ἐφ᾿ ἑκάστῃσι, τὰς δὲ πουλυχρονίους τῶν ὀφθαλμιῶν, ὅταν τὰ κάκιστα τῶν σημείων ἐπιγένηται, τὰς δὲ ὀλιγοχρονίους, ὅταν τὰ σημεῖα προφαίνηται τὰ ἄριστα, τότε προλέγειν ἑβδομαίας παύσασθαι, ἢ ἐγγὺς τουτέων, καὶ ἄλλως ἀσφαλῶς νομίζειν ἔχειν· τὰς δὲ ὑποστροφὰς προσδέχεσθαι, οἷσιν ἂν ῥᾴστωναι γένωνται, μήτ᾿ ἐν ἡμέρῃσι κρισίμοισι, μήτε σημείων ἀγαθῶν ἐπιφανέντων. Πάντων δὲ χρὴ μάλιστα τὴν κατάστασιν τοῦ οὔρου ἐν τοῖσι περὶ τοὺς ὀφθαλμοὺς ἐνθυμεῖσθαι· οἱ γὰρ καιροὶ ὀξέες.

[22] Αἱ δὲ δυσεντερίαι ξὺν πυρετῷ μὲν ἢν ἐπίωσιν, ἢ ποικίλοισί τε διαχωρήμασιν, ἢ ξὺν φλεγμονῇ ἥπατος, ἢ ὑποχονδρίου, ἢ γαστρὸς, ἢ ὅσαι ἐπώδυνοι, ἢ ὅσαι τῶν σιτίων ἀπολαμβάνουσι δίψαν τε παρέχουσιν, αὗται μὲν πᾶσαι πονηραί· καὶ ὃς ἂν πλεῖστα ἔχῃ τούτων τῶν κακῶν, τάχιστα ἀπολεῖται· ᾧ δ᾿ ἂν ἐλάχιστα τῶν τοιούτων προσῇ, πλεῖσται αὐτῷ ἐλπίδες. Ἀποθνήσκουσι δὲ ὑπὸ ταύτης τῆς νόσου μάλιστα παιδία τὰ πενταετέα, καὶ γεραίτερα ἔς τε τὰ δεκαετέα· αἱ δ᾿ ἄλλαι ἡλικίαι ἧσσον. Ὅσαι δὲ τῶν δυσεντεριῶν λυσιτελέες, τὰ μὲν κακὰ ταῦτα οὐκ ἐμποιέουσιν, αἷμα δὲ καὶ ξύσματα διαχωρήσαντα ἐπαύσαντο ἑβδομαῖα, ἢ τεσσαρεσκαιδεκαταῖα, ἢ εἰκοσταῖα, ἢ τεσσαρακονθήμερα, ἢ ἐντὸς τούτων τῶν χρόνων. Τὰ τοιαῦτα γὰρ διαχωρήματα καὶ ὑπάρχοντα πρόσθεν ἐν τοῖσι σώμασι νοσήματα ὑγιάζει, τὰ μὲν παλαιότερα, ἐν πλείονι χρόνῳ, τὰ δὲ νεώτερα δύναται καὶ ἐν ὀλίγῃσιν ἡμέρῃσιν ἀπαλλάσσειν. Ἐπεὶ καὶ αἱ ἐν γαστρὶ ἔχουσαι καὶ αὗται περιγίνονται, μᾶλλον ἐς τοὺς τόκους τε καὶ ἐκ τῶν τόκων, καὶ τὰ ἔμβρυα διασώζουσιν, αἵματός τε καὶ ξύσματος διαχωρεόντων καὶ πολλοὺς μῆνας, ἢν μή τις ὀδύνη αὐτῇσι προσῇ, ἢ ἄλλο τι τῶν πονηρῶν ὧν ἔγραψα σημείων εἶναι ἐν τῇσι δυσεντερίῃσιν ἐπιγένηται· εἰ δέ τι κείνων ἐπιφαίνοιτο, τῷ τε ἐμβρύῳ ὄλεθρον σημαίνει καὶ τῇ ἐχούσῃ κίνδυνον, ἢν μὴ μετὰ τοῦ ἐμβρύου τὴν ἀπόφευξιν καὶ τοῦ ὑστέρου τὴν ἀπόλυσιν ἡ δυσεντερίη παύσηται αὐθημερὸν, ἢ μετ᾿ ὀλίγον χρόνον.

[23] Αἱ δὲ λειεντερίαι ξυνεχέες μὲν καὶ πουλυχρόνιοι καὶ πᾶσαν ὥρην ξὺν ψόφοισί τε καὶ ἄνευ ψόφων ἐκταρασσόμεναι, καὶ ὁμοίως νυκτός τε καὶ ἡμέρης ἐπικείμεναι, καὶ τοῦ διαχωρήματος ὑπιόντος ἢ ὠμοῦ ἰσχυρῶς, ἢ μέλανός τε καὶ λείου καὶ δυσώδεος, αὗται μὲν πᾶσαι πονηραί. Καὶ γὰρ δίψαν παρέχουσι, καὶ τὸ ποτὸν οὐκ ἐς τὴν κύστιν τρέπουσιν ὥστε διουρέεσθαι, καὶ τὸ στόμα ἐξελκοῦσι, καὶ ἔρευθος ἐξηρμένον ἐπὶ τῷ προσώπῳ ποιέουσι καὶ ἐφήλιδας παντοῖα χρώματα ἐχούσας· ἅμα δὲ καὶ τὰς γαστέρας ἀποζύμους τε καὶ ῥυπαρὰς ἀποδεικνύουσι καὶ ῥυτιδώδεας. Ἐκ δὲ τῶν τοιούτων ἐσθίειν τε ἀδύνατοι γίνονται οἱ ἄνθρωποι, καὶ τῇσι περιόδοισι χρῆσθαι, καὶ τἄλλα τὰ πρασσόμενα ποιέειν. Τὸ δὲ νούσημα τοῦτο δεινότατον μὲν τοῖσι πρεσβυτέροισιν, ἰσχυρὸν δὲ γίνεται καὶ τοῖσιν ἀνδράσι, τῇσι δὲ ἄλλῃσιν ἡλικίῃσι πολλῷ ἧσσον. Ὅστις δὲ μήτε ἐν τῇσιν ἡλικίῃσίν ἐστι ταύτῃσιν ᾗσι φημὶ ὑπὸ τοῦ νοσήματος τούτου κακῶς περιέπεσθαι, ἐλάχιστά τε τῶν σημείων ἔχει τῶν πονηρῶν ἃ ἔγραψα εἶναι, ἀσφαλέστατα διάκειται οὗτος. Θεραπείης δὲ προσδεῖται ἡ νοῦσος αὕτη, ἔστ᾿ ἂν τό τε οὖρον χωρέηται τοῦ πινομένου κατὰ λόγον, καὶ τὸ σῶμα τῶν σιτίων εἰσιόντων αὔξηται, καὶ τῶν χροιῶν τῶν πονηρῶν ἀπαλλαχθῇ. Αἱ δὲ ἄλλαι διάῤῥοιαι ὅσαι ἄνευ πυρετῶν, ὀλιγοχρόνιοί τε καὶ εὐήθεες· ἢ γὰρ κατανιφθεῖσαι πεπαύσονται, ἢ ἀπὸ τοῦ αὐτομάτου. Προαγορεύειν δὲ χρὴ παύεσθαι τὴν ὑπέξοδον, ὅταν τῇ χειρὶ ψαύοντι τῆς γαστρὸς μηδεμία κίνησις ὑπῇ καὶ φῦσα διέλθῃ ἐπὶ τῇ τελευτῇ τοῦ διαχωρήματος. Ἕδραι δὲ ἐκτρέπονται, ἀνδράσι μὲν οὓς ἂν διάῤῥοια λάβῃ ἔχοντας αἱμοῤῥοΐδας, παιδίοισι δὲ λιθιῶσί τε καὶ ἐν τῇσι δυσεντερίῃσι τῇσι μακρῇσί τε καὶ ἀκρήτοισι, πρεσβυτάτοισι δὲ οἷς ἂν προσπήγματα μύξης ἐνῇ.

[24] Τῶν δὲ γυναικῶν ὅσαι μᾶλλον καὶ ἧσσον ἐν γαστρὶ λαμβάνειν πεφύκασιν, ὧδε ὑποσκέπτεσθαι· πρῶτον μὲν τὰ εἴδεα· σμικραί τε γὰρ μειζόνων ἀμείνονες ξυλλαμβάνειν, λεπταὶ παχειῶν, λευκαὶ ἐρυθρῶν, μέλαιναι πελιδνῶν, φλέβας ὅσαι ἐμφανέας ἔχουσιν, ἀμείνονες ἢ ὅσῃσι μὴ καταφαίνονται· σάρκα δὲ ἐπίθρεπτον ἔχειν πρεσβυτικῇ πονηρὸν, μαζοὺς δὲ ὀγκηρούς τε καὶ μεγάλους ἀγαθόν. Ταῦτα μὲν τῇ πρώτῃ ὄψει δῆλά ἐστι. Πυνθάνεσθαι δὲ χρὴ καὶ περὶ τῶν καταμηνίων, ἢν πάντας μῆνας φαίνωνται, καὶ ἢν πλῆθος ἱκανὰ, καὶ ἢν εὔχροά τε καὶ ἴσα ἐν ἑκάστοισι τῶν χρόνων, καὶ ἐν τῇσιν αὐτῇσιν ἡμέρῃσι τῶν μηνῶν· οὕτω γὰρ ταῦτα γίνεσθαι ἄριστον. Τὸ δὲ χωρίον ἐν ᾧ ἡ ξύλληψίς ἐστιν, ὃ δὴ μήτρην ὀνομάζομεν, ὑγιές τε χρὴ εἶναι καὶ ξηρὸν καὶ μαλθακὸν, καὶ μήτ᾿ ἀνεσπασμένον ἔστω μήτε προπετὲς, μήτε τὸ στόμα αὐτοῦ ἀπεστράφθω μήτε ξυμμεμυκέτω μήτ᾿ ἐκπεπλίχθω· ἀμήχανον γὰρ, ὅ τι ἂν ᾖ τῶν τοιούτων κωλυμάτων, σύλληψιν γενέσθαι. Ὁκόσαι μὲν οὖν τῶν γυναικῶν μὴ δύνανται ἐν γαστρὶ λαμβάνειν, φαίνονται δὲ χλωραὶ, μήτε πυρετοῦ μήτε τῶν σπλάγχνων αἰτίων ἐόντων, αὗται φήσουσι κεφαλὴν ἀλγέειν, καὶ τὰ καταμήνια πονηρῶς τε σφίσι καὶ ἀκρίτως γίνεσθαι. Καὶ ὀλίγως δὲ καὶ πολὺν χρόνον ἢν τῇσιν οὕτω διακειμένῃσιν γίνηται ἢ παντάπασιν ἀφανέα ᾖ, αἱ μῆτραι καθάρσιος ταύτῃσι προσχρῄζουσιν. Ὁκόσαι δὲ εὔχροοί τέ εἰσι καὶ σάρκα πολλήν τε καὶ πίειραν ἔχουσι, καὶ φλέβια κεκρυμμένα, ἀνώδυνοί τέ εἰσι καὶ τὰ καταμήνια ταύτῃσιν ἢ παντάπασιν οὐ φαίνεται, ἢ ὀλίγα τε καὶ ἀκρίτως γίνεται, τῶν τρόπων οὗτος ἐν τοῖσι χαλεπωτάτοισιν ἐστὶ καταναγκάσαι ὡς ἐν γαστρὶ λαμβάνειν. Ἢν δὲ, ἐπιφαινομένων τῶν καταμηνίων ἀπροφασίστως, τό τε σῶμα ὧδε διάκειται ἡ γυνὴ καὶ μὴ συλλαμβάνῃ, τὸ χωρίον [ἐν ᾧ ἡ μήτρη] αἴτιον, ὥστε μὴ δύνασθαι γίνεσθαι ἔκγονα· ἢ γὰρ ἀνεσπασμένον ἐστὶν, ἢ ἐκπεπλιγμένον· τὰ γὰρ ἄλλα κακὰ γινόμενα ἐνταῦθα ξὺν ὀδύνῃσί τε γίνεται καὶ ἀχροίῃσί τε καὶ τήξει. Ἧισι δ᾿ ἂν ἕλκος γένηται ἐν τῇς μήτρῃσιν, εἴτε ἐκ τόκου, εἴτε ἐκ φύματος, εἴτε ἐξ ἄλλης τινὸς προφάσιος, πυρετούς τε καὶ βουβῶνας ταύτῃσιν ἀνάγκη ἐπιγίνεσθαι καὶ ὀδύνας ἐν τοῖσι χωρίοισι τούτοισιν. Εἰ δὲ καὶ τὰ λοχεῖα συναποληφθείη, ταύτῃ τὰ ὑπάρχοντα κακὰ πάντη ἀκριτότερά τε καὶ χρονιώτερα· καὶ πρὸς τούτοισιν ὑποχονδρίων τε καὶ κεφαλῆς ὀδύναι. Ἕλκεος δὲ γενομένου καὶ ἐξυγιασθέντος, τὸ χωρίον τοῦτο ἀνάγκη λειότερον καὶ σκληρότερον γίνεσθαι, καὶ ἧσσον δύνασθαι ἐν γαστρὶ λαμβάνειν. Εἰ δὲ μοῦνον ἐν τοῖσιν ἐπ᾿ ἀριστερὰ γένοιτο ἕλκος, ἡ δὲ γυνὴ ἐν γαστρὶ λάβοι, εἴτε τὸ ἕλκος ἔτι ἔχουσα, εἴτε λοιπὸν ἤδη ὑγιὴς ἐοῦσα, ἄρσεν μᾶλλον τεκεῖν αὐτὴν ἐλπίς ἐστιν· εἰ δὲ ἐν τοῖσιν ἐπὶ δεξιὰ τὸ ἕλκος γένοιτο, ἡ δὲ γυνὴ ἐν γαστρὶ ἔχοι, θῆλυ μᾶλλον τὸ ἔκγονον χρὴ δοκέειν ἔσεσθαι.

[25] Ἢν δὲ πυρετοὶ γένωνται οὐ δυναμένῃ ἐν γαστρὶ λαβεῖν, καὶ λεπτῆς τῆς γυναικὸς ἐούσης, πυνθάνεσθαι χρὴ μή τι αἱ μῆτραι ἕλκος ἔχουσιν, ἢ ἄλλο τι τῶν πονηρῶν ὧν ἔγραψα· εἰ γὰρ ἐν τῷ χωρίῳ τούτῳ μηδὲν ὑπεὸν κακὸν φαίνοιτο αἴτιον τῆς λεπτύνσιός τε καὶ τοῦ μὴ συλλαμβάνειν δύνασθαι, αἷμα ἐμέσαι τὴν γυναῖκα προσδόκιμον· τὰ δὲ καταμήνια τῇ τοιαύτῃ ἠφανίσθαι ἀνάγκη· ἢν δὲ ὁ πυρετὸς λυθῇ ὑπὸ τῆς ῥήξιος τοῦ αἵματος, καὶ τά γε καταμήνια φανῇ, ἐν γαστρὶ λήψεται· ἢν δὲ τὰ τῆς γαστρὸς πρὶν ἢ τὸ αἷμα ἀναῤῥαγῆναι ὑγρὰ γένηται πονηρὸν τρόπον, κίνδυνος ἀπολέσθαι τὴν γυναῖκα ἔμπροσθεν ἢ τὸ αἷμα ἐμέσαι.

[26] Ὁκόσαι δὲ ἐν γαστρὶ δοκέουσιν ἔχειν, οὐκ ἔχουσαι, καὶ πολλοὺς μῆνας ἐξαπατῶνται, τῶν καταμηνίων οὐ φαινομένων, καὶ τὰς γαστέρας ὁρῶσιν αὐξανομένας τε καὶ κινεομένας, αὗται κεφαλήν τε ἀλγέουσι καὶ τράχηλον καὶ ὑποχόνδρια· καὶ ἐν τοῖσι τιτθοῖσι γάλα οὐκ ἐγγίνεται σφίσιν, εἰ μὴ ὀλίγον τι καὶ ὑδαρές. Ἐπὴν δὲ τὸ κύρτωμα τὸ τῆς γαστρὸς ἀπολυθῇ, καὶ λαπαραὶ γένωνται, αὗται ἐν γαστρὶ λήψονται, ἢν μή τι ἄλλο κώλυμα γένηται σφίσιν· ἐπεὶ τὸ πάθος γε τοῦτο ἀγαθόν ἐστι μεταβολὴν ποιῆσαι ἐν τῇ ὑστέρῃ, ὥστε μετὰ τοῦτον τὸν χρόνον ἐν γαστρὶ λαμβάνειν. Τῇσι δ᾿ ἐχούσῃσιν ἐν γαστρὶ τὰ ἀλγήματα ταῦτα οὐ γίνεται, ἢν μὴ ξυνήθεα ἔωσι, καὶ γάλα ἐν τοῖσι τιτθοῖσιν ἐγγίνεται.

[27] Τὰς δὲ ὑπὸ τῶν ῥόων τῶν πολυχρονίων ἐχομένας ἐρωτᾷν, εἰ κεφαλὴν ἀλγέουσι καὶ ὀσφὺν καὶ τὸ κάτω τῆς γαστρός· ἐρέσθαι δὲ καὶ περὶ αἱμωδίας, καὶ ἀμβλυωσμοῦ, καὶ ἤχων.

[28] Ὁκόσαι δὲ νήστιες ἐοῦσαι ὑπόχολα ἐμέουσι πολλὰς ἡμέρας, μήτε ἐν γαστρὶ ἔχουσαι μήτε πυρεταίνουσαι, πυνθάνεσθαι ἕλμινθας στρογγύλας εἰ ξυνεμέουσιν· ἢν γὰρ μὴ ὁμολογέωσι, προλέγειν αὐτῇσι τοῦτο ἔσεσθαι· γίνεται δὲ μάλιστα μὲν τῇσι γυναιξὶ τὸ νοσήμα τοῦτο, ἔπειτα δὲ καὶ παρθένοισι, τοῖσι δ᾿ ἄλλοισιν ἀνθρώποισιν ἧσσον.

[29] Ὅσαι δὲ ἄνευ πυρετῶν ὀδύναι γίνονται, θανάτους μὲν οὐκ ἐξεργάζονται, πολυχρόνιοι δὲ αἱ πλείους εἰσὶ καὶ πολλὰς μεταστάσιας ἔχουσι καὶ ὑποστροφάς.

[30] Οἱ δὲ τρόποι πρῶτον μὲν τῶν περὶ τὴν κεφαλὴν ἀλγημάτων, τὰ μὲν εὐήθεα, τὰ δὲ χαλεπώτερα πολλῷ. Χρὴ δὲ ὑποσκέπτεσθαι ἑκάτερα αὐτῶν ὧδε· ὁκόσοι δὲ αὐτῶν ἀμβλυώσσουσι καὶ ἔρευθός τι ἔχουσιν ἐπὶ τῶν ὀφθαλμῶν, καὶ κνησμὸς ἔχει τὸ μέτωπον, τούτοισιν ἀρήγει αἷμα ῥυὲν ἀπὸ τοῦ αὐτομάτου καὶ ἐξ ἀνάγκης· ἁπλοῦς οὗτος ὁ τρόπος. Οἷσι δὲ ὀδύναι περὶ τὴν κεφαλὴν καὶ τὸ μέτωπον ἐκ τε τῶν ἀνέμων τῶν μεγάλων γίνονται καὶ ἐκ τῶν ψυχέων ὅταν θαλφθῶσιν ἰσχυρῶς, τούτους δὲ κόρυζαι μὲν τέλειαι μάλιστα ἀπαλλάσσουσιν, ὠφελέουσι δὲ καὶ πταρμοὶ, καὶ βλένναι ἐν τῇσι ῥισὶ γινόμεναι, μᾶλλον μὲν ἀπὸ τοῦ αὐτομάτου, εἰ δὲ μὴ, ἐξ ἀνάγκης. Αἱ δὲ κόρυζαι γενόμεναι τελέως, ὥστε καὶ βῆχας ἐπιγενέσθαι, οἵ τε πταρμοὶ ἐπιγενόμενοι, τὰς ὀδύνας ἢν μὴ παύωσι, φύματα ἀνάγκη ἐπιγενέσθαι καὶ ἀχροίας τούτοισιν. Ὁκόσοισι δὲ ὀδύναι ἄνευ προφάσιος γίνονται καὶ πολυχρόνιοι καὶ ἐν πάσῃ τῇ κεφαλῇ ἰσχνοῖσι τε ἐοῦσι καὶ ἀμενηνοῖσι, προορᾶσθαι τούτοισι τὸ νόσημα πολλῷ χαλεπώτερον τοῦ πρόσθεν· ἢν δὲ καὶ ἐς τὸν τράχηλόν τε καὶ ἐς τὸν νῶτον ἡ ὀδύνη καταβαίνῃ τὴν κεφαλὴν ἀπολιποῦσα, καὶ αὖθις παλινδρομέῃ ἐς τὴν κεφαλὴν, καὶ ἔτι χαλεπώτερον γίνεται· τούτων δὲ πάντων δεινότατον, εἰ ξυντείνοι ἐκ τῆς κεφαλῆς ἐς τὸν τράχηλόν τε καὶ τὸν νῶτον. Τὰς δὲ ὠφελείας τουτέοισι προσδέχεσθαι ἐξ ἀποστασίων ἔσεσθαι, ἢ πῦον βήξασιν, ἢ αἱμοῤῥοΐδας ἔχουσιν, ἢ ἐξανθήματα ἐν τοῖς σώμασι· λυσιτελέει δὲ καὶ πιτυρωθεῖσα ἡ κεφαλή. Νάρκαι δὲ καὶ κνιδώσιες οἷσι διὰ τῆς κεφαλῆς διαΐσσουσι, τοτὲ μὲν διὰ πάσης, τοτὲ δὲ διὰ μέρους τινὸς, πολλάκις δὲ καὶ ψυχρόν τι δοκέει αὐτοῖσι διαχωρέειν διὰ τῆς κεφαλῆς, τούτους ἐπανερέσθαι, εἰ καὶ ἐς τὴν γλῶσσαν ἄκρην ἀφικνεῖται ἡ κνίδωσις· εἰ γὰρ τοῦτο ποιέοι, τέλεον τὸ νόσημα γίνεται, καὶ χαλεπώτερον ἀπαλλάξαι, εὐπετὲς δὲ ἄνευ τούτου. Οἱ δὲ τρόποι τῶν ὠφελειῶν ἐξ ἀποστασίων ὥσπερ προγέγραπται· ἧσσον μέντοι ἐπιγίνονται ἀποστάσιες ἐπὶ τούτοισιν ἢ ἐκείνοισιν. Ὁκόσους δὲ ξὺν τῇσιν ὀδύνῃσιν σκοτόδινοι λαμβάνουσι, δυσαπάλλακτον καὶ μανικόν· γέρουσι δὲ ὁ τρόπος οὗτος μάλιστα γίνεται. Αἱ δὲ ἄλλαι νοῦσοι αἱ ἀμφὶ κεφαλὰς ἀνδράσι τε καὶ γυναιξὶν ἀσφαλῶς ἰσχυρόταται καὶ πουλυχρονιώτεραι· γίνονται δὲ καὶ νεανίσκοισί τε καὶ παρθένοισι τῇσιν ἐν ἡλικίῃ, καὶ μάλιστα τῶν καταμηνίων ἐς τὴν πρόοδον. Τῇσι δὲ γυναιξὶν ἐν τῇσι κεφαλαλγίῃσι τὰ μὲν ἄλλα πάντα γίνεται ἃ καὶ τοῖσιν ἀνδράσιν· αἱ κνιδώσιες δὲ καὶ τὰ μελαγχολικὰ ταύτῃσιν ἧσσον ἢ τοῖσιν ἀνδράσιν, ἢν μὴ τὰ καταμήνια τελέως ἠφανισμένα ᾖ.

[31] Οἷσι δὲ τὰ χρώματα νέοις ἐοῦσι πονηρά ἐστι πολὺν χρόνον, ξυνεχέως δὲ μὴ ἰκτεριώδεα τρόπον, οὗτοι καὶ τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν κεφαλὴν ἀλγέουσι, καὶ λίθους τε καὶ γῆν τρώγουσι, καὶ αἱμοῤῥοΐδας ἔχουσιν. Τὰ δὲ χλωρὰ χρώματα ὅσα χρόνιά εἰσι, καὶ μὴ ἰσχυροὶ ἴκτεροί εἰσι, τὰ μὲν ἄλλα τὰ αὐτὰ ποιέειν αὐτοῖσι ξυμβαίνει, ἀντὶ δὲ τῶν λίθων τε καὶ τῆς γῆς τρώξιος τὰ ὑποχόνδρια λυπέει μᾶλλον ἢ τοὺς ἑτέρους.

[32] Ὁκόσοι δὲ πουλὺν χρόνον ὠχροὶ φαίνονται, καὶ τὰ πρόσωπα ἐπηρμένα ἔχοντες, εἰδέναι χρὴ τούτους τὴν κεφαλὴν ὀδυνωμένους, ἢ περὶ τὰ σπλάγχνα ἀλγήματα ἔχοντας, ἢ ἐν τῇ ἕδρῃ κακόν τι φαινόμενον σφίσι. Τοῖσι δὲ πλείστοισι τῶν τοιούτων οὐχ ἕν τι τούτων τῶν κακῶν φαίνεται, ἀλλ᾿ ἔστιν ὅτε πολλὰ ἢ καὶ πάντα.

[33] Οἱ δὲ τῆς νυκτὸς ὁρῶντες, οὓς δὴ νυκτάλωπας καλέομεν, οὗτοι ἁλίσκονται ὑπὸ τοῦ νοσήματος νέοι, ἢ παῖδες ἢ νεανίσκοι· καὶ ἀπαλλάσσονται ὑπὸ τοῦ αὐτομάτου, οἱ μὲν τεσσαρακονθήμεροι, οἱ δὲ ἑπτάμηνοι, τισὶ δὲ καὶ ἐνιαυτὸν ὅλον παρέμεινεν. Σημαίνεσθαι δὲ χρὴ περὶ τοῦ χρόνου ἔς τε τὴν ἰσχὺν τοῦ νοσήματος ὁρῶντα ἔς τε τὴν ἡλικίην τοῦ νοσέοντος. Αἱ δὲ ἀποστάσιες ὠφελέουσι μὲν τούτους ἐπιφαινόμεναι τε καὶ ἐς τὰ κάτω ῥέπουσαι, ἐπιγίνονται δὲ οὐ κάρτα διὰ τὴν νεότητα. Αἱ δὲ γυναῖκες οὐχ ἁλίσκονται ὑπὸ τοῦ νοσήματος τούτου, οὐδὲ αἱ παρθένοι ᾗσι τὰ ἐπιμήνια φαίνεται.

[34] Οἷσι δὲ ῥεύματα δακρύων πολυχρόνια ἢ νυκτάλωπες γίνονται, τούτους ἐπανερωτᾷν, ἢν τὴν κεφαλήν τι προηλγηκότες ἔωσι πρὸ τῶν ἀποστηριγμάτων τουτέων.

[35] Ὁκόσοι δὲ μήτε πυρετήναντες μήτε ἄχροοι ἐόντες ἀλγέουσι πολλάκις τήν τε κορυφὴν καὶ τοὺς κροτάφους, ἢν μή τινα ἄλλην φανερὴν ἔχωσιν ἀπόστασιν ἐν τῷ προσώπῳ, ἢ βαρὺ φθέγγωνται, ἢ ὀδόντας ἀλγέωσι, τούτοισιν αἱμοῤῥαγῆναι διὰ τῶν ῥινῶν προσδέχεσθαι. Οἷσι δὲ ἐκ τῶν ῥινῶν αἷμα ῥεῖ, δοκέουσιν οἵδ᾿ ὑγιαίνειν τἄλλα, τούτους δὲ ἢ σπλῆνα εὑρήσεις ἐπηρμένον ἔχοντας, ἢ τὴν κεφαλὴν ἀλγέοντάς τε καὶ μαρμαρυγῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαινόμενον σφίσι. Τοῖσι δὲ πλείστοισι τῶν τοιούτων ἅμα καὶ τὰ ἀπὸ τῆς κεφαλῆς οὕτως ἔχοντα φαίνεται καὶ τὰ ἀπὸ τοῦ σπληνός.

[36] Οὖλα δὲ πονηρὰ καὶ στόματα δυσώδεα οἷσι σπλῆνες μεγάλοι. Ὁκόσοι δὲ ἔχουσι σπλῆνας μεγάλους, μήτε αἱμοῤῥαγίαι γίνονται μήτε στόμα δυσῶδες, τουτέων αἱ κνῆμαι ἕλκεα πονηρὰ ἴσχουσι καὶ οὐλὰς μελαίνας.

[37] Οἷσι δὲ τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς ἐπαίρεται ἰσχυρῶς, τούτους σπλῆνας μεγάλους εὑρήσεις ἔχοντας· εἰ δὲ καὶ ἐν τοῖσι ποσὶν οἰδήματα προσγίνονται, καὶ ὕδωρ φανήσονται ἔχοντες, ἀλλὰ τὴν γαστέρα καὶ τὴν ὀσφὺν ἐπικατιδεῖν.

[38] Τὰ δὲ ἐν τοῖσι προσώποισι παραστρέμματα ἢν μηδενὶ ἄλλῳ τοῦ σώματος ἐπικοινωνέῃ, ταχέως παύεται, καὶ αὐτόματα καὶ πρὸς ἀνάγκας· οἱ δ᾿ ἄλλοι ἀπόπληκτοι.

[39] Οἷσι μὲν τῷ μὴ δύνασθαι κινέειν λεπτύνεται τὸ νενοσηκὸς τοῦ σώματος, οὗτοι ἀδύνατοι εἰς τωὐτὸ καθίστασθαι· οἷσι δὲ ξυντήξιες μὴ ἐπιγίνονται, οὗτοι δὴ ἔσονται ὑγιέες. Περὶ δὲ τοῦ χρόνου ὁπότε ἔσονται, προλέγειν ἔς τε τὴν ἰσχὺν τοῦ νοσήματος ὁρῶντα, καὶ ἐς τὸν χρόνον, καὶ ἐς τὴν ἡλικίην τοῦ ἀνθρώπου, καὶ ἐς τὴν ὥρην, εἰδὼς ὅτι τὰ παλαιότατα τῶν νοσημάτων καὶ τὰ κάκιστα καὶ κυλινδούμενα βαρύτατα ὑπακούει, καὶ τὰ ἐν τοῖσι γεραιτάτοισι τῶν σωμάτων· ἔστι δὲ καὶ τὸ φθινόπωρόν τε καὶ ὁ χειμὼν τοῦ ἦρός τε καὶ τοῦ θέρεος ἀνεπιτηδειότερος ταῦτα τὰ νοσήματα ἀφιέναι.

[40] Αἱ δὲ ἐν τοῖσιν ὤμοισι γενόμεναι ὀδύναι, ὁκόσαι μὲν ἐς τὰς χεῖρας ἐπικαταβαίνουσαι νάρκας τε καὶ ὀδύνας παρέχουσι, ταύτῃσιν ἀποστάσιες μὲν οὐκ ἐπιγίνονται, ὑγιάζονται δὲ μελαίνας χολὰς ἐμέοντες· ὁκόσαι δὲ αὐτοῦ μένουσιν ἐν τοῖσιν ὤμοισιν, ἢ καὶ ἐς τὸν νῶτον ἀφικνέονται, ταύτας πῦον ἐμέσαντες ἐκφυγγάνουσιν, ἢ μέλαιναν χολήν. Καταμανθάνειν δὲ περὶ τουτέων ὧδε· ἢν μὲν γὰρ εὔπνοοι ἔωσι καὶ ἰσχνοὶ, μέλαιναν χολὴν αὐτοὺς μᾶλλον ἐλπὶς ἐμέσαι· εἰ δ᾿ αὖ δυσπνοώτεροι, καὶ ἐπὶ τοῦ προσώπου ἐπιτρέχει τι αὐτοῖσι χρῶμα, ὃ πρόσθεν οὐκ ἐπεγένετο, ὑπέρυθρον, εἴτε μέλαν, τούτους πῦον ἐλπὶς μᾶλλον πτύσειν. Σκέπτεσθαι δὲ πρὸς τούτοισι καὶ εἰ ἐν τοῖσι ποσὶν οἰδήματα ἔνεστι· καὶ γὰρ τοῦτο τὸ σημεῖον τούτοισιν ὁμολογέον ἐστίν. Τὸ δὲ νόσημα τοῦτο τοῖσιν ἀνδράσι προσγίνεται ἰσχυρότατον τοῖσιν ἀπὸ τεσσαράκοντα ἐτέων ἐς τὰ ἑξήκοντα· τὴν ἡλικίην δὲ ταύτην μάλιστα ἰσχιάδες βιάζονται.

[41] Σκέπτεσθαι δὲ δεῖ ὧδε περὶ ἰσχιάδων· ὁκόσοισι γὰρ τῶν γεραιτέρων αἵ τε νάρκαι ἰσχυρόταται καὶ καταψύξιες τῆς ὀσφύος τε καὶ τῶν σκελέων, καὶ τὸ αἰδοῖον ἐπαίρειν ἀδυνατέουσι, καὶ ἡ γαστὴρ οὐ διαχωρέει, εἰ μὴ πρὸς ἀνάγκην, καὶ κοπρώδης μύξα πολλὴ διεξέρχεται, τουτέοισι χρονιώτατον τὸ νούσημα ἔσται, καὶ προλέγειν ἐνιαυτὸν τὸ ἐλάχιστον, ἀφ᾿ οὗ χρόνου ἤρξατο τὸ νούσημα γίνεσθαι, καὶ τὰς ὠφελείας ἐς τὸ ἔαρ τε καὶ τὸ θέρος προσδέχεσθαι. Τοῖσι δὲ νεανίσκοισιν ἐπώδυνοι μὲν οὐχ ἧσσον αἱ ἰσχιάδες, βραχύτεραι δέ· καὶ γὰρ τεσσαρακονθήμεροι ἀπαλλάσσονται· ἀλλ᾿ οὐδὲ αἱ νάρκαι ἐπιγίνονται ἰσχυραὶ, οὔτε αἱ καταψύξιες τῶν σκελέων τε καὶ τῆς ὀσφύος. Οἷσι δὲ τὸ νούσημα τοῦτό ἐστι μὲν ἐν τῇ ὀσφύϊ καὶ τῷ σκέλεϊ, βιάζεται δὲ οὐχ οὕτως ὥστε κατακέεσθαι, ξυστρέμματα σκέπτεσθαι μὲν εἴ που ἐν τῷ ἰσχίῳ, καὶ ἐπανερέσθαι εἰ εἰς τὸν βουβῶνα ἡ ὀδύνη ἀφικνεῖται· ἢν γὰρ ταῦτ᾿ ἔχῃ ἄμφω, χρόνιον τὸ νούσημα γίνεται· ἐπανερέσθαι δὲ καὶ εἰ ἐν τῷ μηρῷ νάρκαι ἐγγίνονται, καὶ ἐς τὴν ἰγνύην ἀφικνοῦνται· καὶ ἢν φῇ, αὖθις ἐρέεσθαι, καὶ ἢν διὰ τῆς κνήμης, ἐπὶ τὸν ταρσὸν τοῦ ποδός. Ὁκόσοι δ᾿ ἂν τουτέων τὰ πλεῖστα ὁμολογέωσι, εἰπεῖν αὐτοῖσιν ὅτι τὸ σκέλος σφὶν τοτὲ μὲν θερμὸν γίνεται, τοτὲ δὲ ψυχρόν. Ἡ δὲ νοῦσος αὕτη ὁκόσοισι μὲν τὴν ὀσφὺν ἐκλείπουσα ἐς τὰ κάτω τρέπεται, θαρσύνει. Ὁκόσοισι δὲ τά τε ἰσχία καὶ τὴν ὀσφὺν μὴ ἐκλείπουσα ἐς τὰ ἄνω τρέπεται, προλέγειν δεινὰ εἶναι.

[42] Οἷσι δὲ περὶ τὰ ἄρθρα ὀδύναι τε γίνονται καὶ ἐπάρσιες καὶ καταπαύονται, οὐκ ἐν τῷ ποδαγρικῷ τρόπῳ, εὑρήσεις τά τε σπλάγχνα μεγάλα καὶ ἐν τῷ οὔρῳ λευκὴν ὑπόστασιν· καὶ τοὺς κροτάφους, ἢν ἐπέρῃ, φήσει πολλάκις ἀλγέειν· φήσει δὲ καὶ ἱδρῶτας αὐτῷ γίνεσθαι νυκτερινούς. Ἢν δὲ μήτε ὑπὸ τῷ οὔρῳ ὑφίσταται ἡ ὑπόστασις αὕτη, μήτε οἱ ἱδρῶτες γίνωνται, κίνδυνος ἢ χωλωθῆναι τὰ ἄρθρα, ἢ ὃ δὴ μελικηρίδα καλέουσι γίνεσθαι ὑπ᾿ αὐτοῖσι. Γίνεται δὲ τὸ νόσημα τοῦτο οἷσιν ἐν τῇ παιδίῃ τε καὶ νεότητι ξύνηθες ἐὸν αἷμα ῥεῖν ἐκ τῶν ῥινῶν πέπαυται. Ἐπανερέσθαι οὖν περὶ τῆς τοῦ αἵματος ῥήξιος, εἰ ἐγένετο ἐν τῇ νεότητι· καὶ αἱ κνιδώσιες ἔν τε τῷ στήθει καὶ τῷ μεταφρένῳ εἰ ἔνεισι· καὶ ὁκόσοις αἱ κοιλίαι ἰσχυρὰς ὀδύνας παρέχουσιν ἄνευ ἐκταραξίων· καὶ ὁκόσοισιν αἱμοῤῥοΐδες γίνονται· αὕτη γὰρ ἡ ἀρχὴ τῶν νουσημάτων τούτων. Ἢν δὲ κακόχροοι οἱ ἄνθρωποι οὗτοι φαίνωνται, ἐπανερέσθαι καὶ κεφαλὴν εἰ ὀδυνῶνται· φήσουσι γάρ. Τούτων δὲ ὁκόσοισιν αἱ κοιλίαι ἐπώδυνοι ἐν γε τοῖς δεξιοῖς εἶεν, τὰ ἀλγήματα ἰσχυρότερα γίνεται, καὶ μάλιστα, ὅταν πρὸς τῷ ὑποχονδρίῳ κατὰ τὸ ἧπαρ τὸ ὑπόλειμμα τῆς ὀδύνης ᾖ. Ὠφελέει δὲ ταύτας τὰς ὀδύνας τὸ παραυτίκα ψόφος ἐν τῇ γαστρὶ γενόμενος· ὁκόταν δὲ ἡ ὀδύνη παύσηται, τὸ οὖρον παχὺ καὶ χλωρὸν οὐρέουσιν. Ἔστι δὲ θανατώδης μὲν οὐδαμῶς ὁ τρόπος οὗτος, χρόνιος δὲ κάρτα· ὁκόταν δὲ παλαιὸν ἤδη ᾖ τὸ νούσημα, ἀμβλυώσσουσιν οἱ ἄνθρωποι ὑπ᾿ αὐτοῦ. Ἀλλ᾿ ἐπανερέσθαι περὶ τοῦ αἵματος, εἰ νέῳ ἐόντι ἔῤῥει, καὶ περὶ τοῦ ἀμβλυωγμοῦ, καὶ περὶ τοῦ οὔρου τῆς κενώσιος καὶ τῆς χλωρότητος, καὶ ἀμφὶ τῶν ψόφων εἰ ἐγγίνονταί τε καὶ ὠφελέουσιν ἐπιγινόμενοι· φήσουσι γὰρ πάντα ταῦτα.

[43] Λειχῆνες δὲ καὶ λέπραι καὶ λεῦκαι, οἷσι μὲν νέοισιν ἢ παισὶν ἐοῦσιν ἐγένετό τι τούτων, ἢ κατὰ μικρὸν φανὲν αὔξεται ἐν πολλῷ χρόνῳ, τούτοισι μὲν οὐ χρὴ ἀπόστασιν νομίζειν τὸ ἐξάνθημα, ἀλλὰ νόσημα· οἷσι δὲ ἐγένετο τούτων τι πολύ τε καὶ ἐξαπίνης, τοῦτο ἂν εἴη ἀπόστασις. Γίνονται δὲ λεῦκαι μὲν ἐκ τῶν θανατωδεστάτων νοσημάτων, οἷον καὶ ἡ νοῦσος ἡ φοινικίη καλεομένη. Αἱ δὲ λέπραι καὶ οἱ λειχῆνες ἐκ τῶν μελαγχολικῶν. Ἰῆσθαι δὲ τουτέων εὐπετέστερά ἐστιν, ὅσα νεωτάτοισί τε γίνεται καὶ νεώτατά ἐστι, καὶ τοῦ σώματος ἐν τοῖσι μαλθακωτάτοισι καὶ σαρκωδεστάτοισι φύεται.


Περὶ Τέχνης

ΠΕΡΙ ΤΕΧΝΗΣ.

[1] Εἰσί τινες οἳ τέχνην πεποίηνται τὸ τὰς τέχνας αἰσχροεπεῖν, ὡς μὲν οἴονται οἱ τοῦτο διαπρησσόμενοι, οὐχ ὃ ἐγὼ λέγω, ἀλλ᾿ ἱστορίης οἰκείης ἐπίδειξιν ποιεύμενοι. Ἐμοὶ δὲ τὸ μέν τι τῶν μὴ εὑρημένων ἐξευρίσκειν, ὅ τι καὶ εὑρεθὲν κρέσσον ᾖ ἢ ἀνεξεύρετον, ξυνέσιος δοκέει ἐπιθύμημά τε καὶ ἔργον εἶναι, καὶ τὸ τὰ ἡμίεργα ἐς τέλος ἐξεργάζεσθαι ὡσαύτως· τὸ δὲ λόγων οὐ καλῶν τέχνῃ τὰ τοῖς ἄλλοις εὑρημένα αἰσχύνειν προθυμέεσθαι, ἐπανορθοῦντα μὲν μηδὲν, διαβάλλοντα δὲ τὰ τῶν εἰδότων πρὸς τοὺς μὴ εἰδότας ἐξευρήματα, οὐκέτι δοκέει ξυνέσιος ἐπιθύμημά τε καὶ ἔργον εἶναι, ἀλλὰ κακαγγελίη μᾶλλον φύσιος ἢ ἀτεχνίη· μούνοισι γὰρ τοῖσιν ἀτέχνοισιν ἡ ἐργασίη αὕτη ἁρμόζει, φιλοτιμεομένων μὲν, οὐδαμᾶ δὲ δυναμένων κακίῃ ὑπουργέειν εἰς τὸ τὰ τῶν πέλας ἔργα ἢ ὀρθὰ ἐόντα διαβάλλειν, ἢ οὐκ ὀρθὰ μωμέεσθαι. Τοὺς μὲν οὖν ἐς τὰς ἄλλας τέχνας τούτῳ τῷ τρόπῳ ἐμπίπτοντας, οἷσι μέλει τε, καὶ ὧν μέλει, οἱ δυνάμενοι κωλυόντων· ὁ δὲ παρεὼν λόγος τοῖσιν ἐς ἰητρικὴν οὕτως ἐμπορευομένοις ἐναντιώσεται, θρασυνόμενος μὲν διὰ τούτους οὓς ψέγει, εὐπορέων δὲ διὰ τὴν τέχνην ᾗ βοηθεῖ, δυνάμενος δὲ διὰ σοφίην ᾗ πεπαίδευται.

[2] Δοκέει δή μοι τὸ μὲν σύμπαν τέχνη εἶναι οὐδεμία οὐκ ἐοῦσα· καὶ γὰρ ἄλογον τῶν ἐόντων τι ἡγεῖσθαι μὴ ἐόν· ἐπεὶ τῶν γε μὴ ἐόντων τίνα ἂν τίς οὐσίην θεησάμενος ἀπαγγείλειεν ὡς ἔστιν; εἰ γὰρ δὴ ἔστι γ᾿ ἰδεῖν τὰ μὴ ἐόντα, ὥσπερ τὰ ἐόντα, οὐκ οἶδ᾿ ὅπως ἄν τις αὐτὰ νομίσειε μὴ ἐόντα, ἅ γε εἴη καὶ ὀφθαλμοῖσιν ἰδεῖν καὶ γνώμῃ νοῆσαι ὥς ἐστιν· ἀλλ᾿ ὅπως μὴ οὐκ ᾖ τοῦτο τοιοῦτον· ἀλλὰ τὰ μὲν ἐόντα αἰεὶ ὁρᾶταί τε καὶ γινώσκεται, τὰ δὲ μὴ ἐόντα οὔτε ὁρᾶται οὔτε γινώσκεται. Γινώσκεται τοίνυν δεδειγμένων ἤδη τῶν τεχνέων, καὶ οὐδεμία ἐστὶν ἥ γε ἔκ τινος εἴδεος οὐχ ὁρᾶται. Οἶμαι δ᾿ ἔγωγε καὶ τὰ ὀνόματα αὐτὰς διὰ τὰ εἴδεα λαβεῖν· ἄλογον γὰρ ἀπὸ τῶν ὀνομάτων τὰ εἴδεα ἡγεῖσθαι βλαστάνειν, καὶ ἀδύνατον· τὰ μὲν γὰρ ὀνόματα φύσιος νομοθετήματά ἐστι, τὰ δὲ εἴδεα οὐ νομοθετήματα, ἀλλὰ βλαστήματα.

[3] Περὶ μὲν οὖν τούτων εἴ γέ τις μὴ ἱκανῶς ἐκ τῶν εἰρημένων ξυνίησιν, ἐν ἄλλοισιν ἂν λόγοισι σαφέστερον διδαχθείη. Περὶ δὲ ἰητρικῆς, ἐς ταύτην γὰρ ὁ λόγος, ταύτης οὖν τὴν ἀπόδειξιν ποιήσομαι, καὶ πρῶτόν γε διοριεῦμαι ὃ νομίζω ἰητρικὴν εἶναι, τὸ δὴ πάμπαν ἀπαλλάσσειν τῶν νοσεόντων τοὺς καμάτους, καὶ τῶν νοσημάτων τὰς σφοδρότητας ἀμβλύνειν, καὶ τὸ μὴ ἐγχειρέειν τοῖσι κεκρατημένοισιν ὑπὸ τῶν νοσημάτων, εἰδότας ὅτι ταῦτα οὐ δύναται ἰητρική. Ὡς οὖν ποιέει τε ταῦτα, καὶ οἵη τέ ἐστι διὰ παντὸς ποιέειν, περὶ τούτου μοι δὴ ὁ λοιπὸς ἔσται λόγος· ἐν δὲ τῇ τῆς τέχνης ἀποδείξει ἅμα καὶ τοὺς λόγους τῶν αἰσχύνειν αὐτὴν οἰομένων ἀναιρήσω, ᾗ ἂν ἕκαστος αὐτῶν πρήσσειν τι οἰόμενος τυγχάνῃ.

[4] Ἐστὶ μὲν οὖν μοι ἀρχὴ τοῦ λόγου, ἣ καὶ ὁμολογηθήσεται παρὰ πᾶσιν· ὅτι μὲν ἔνιοι ἐξυγιαίνονται τῶν θεραπευομένων ὑπὸ ἰητρικῆς ὁμολογέεται· ὅτι δὲ οὐ πάντες, ἐν τούτῳ ἤδη ψέγεται ἡ τέχνη, καί φασιν οἱ τὰ χείρω λέγοντες, διὰ τοὺς ἁλισκομένους ὑπὸ τῶν νοσημάτων, τοὺς ἀποφεύγοντας αὐτὰ τύχῃ ἀποφεύγειν καὶ οὐ διὰ τὴν τέχνην. Ἐγὼ δὲ οὐκ ἀποστερέω μὲν οὐδ᾿ αὐτὸς τὴν τύχην ἔργου οὐδενὸς, ἡγεῦμαι δὲ τοῖσι μὲν κακῶς θεραπευομένοισι νουσήμασι τὰ πολλὰ τὴν ἀτυχίην ἕπεσθαι, τοῖσι δὲ εὖ τὴν εὐτυχίην. Ἔπειτα δὲ καὶ πῶς οἷόν τέ ἐστι τοῖς ὑγιασθεῖσιν ἄλλο τι αἰτιήσασθαι ἢ τὴν τέχνην, εἴπερ χρώμενοι αὐτῇ καὶ ὑπουργέοντες ὑγιάσθησαν; τὸ μὲν γὰρ τῆς τύχης εἶδος ψιλὸν οὐκ ἠβουλήθησαν θεήσασθαι, ἐν ᾧ τῇ τέχνῃ ἐπέτρεψαν σφᾶς αὐτοὺς, ὥστε τῆς μὲν ἐς τὴν τύχην ἀναφορῆς ἀπηλλαγμένοι εἰσὶ, τῆς μέντοι ἐς τὴν τέχνην οὐκ ἀπηλλαγμένοι· ἐν ᾧ γὰρ ἐπέτρεψαν καὶ ἐπίστευσαν αὐτῇ σφᾶς αὐτοὺς, ἐν τούτῳ αὐτῆς καὶ τὸ εἶδος ἐσκέψαντο καὶ τὴν δύναμιν, περανθέντος τοῦ ἔργου, ἔγνωσαν.

[5] Ἐρεῖ δὴ ἐνταῦθα ὁ τἀναντία λέγων, ὅτι πολλοὶ ἤδη καὶ οὐ χρησάμενοι ἰητρῷ νοσέοντες ὑγιάσθησαν, καὶ ἐγὼ τῷ λόγῳ οὐκ ἀπιστέω· δοκέει δέ μοι οἷόν τε εἶναι καὶ ἰητρῷ μὴ χρωμένους ἰητρικῇ περιτυχεῖν, οὐ μὴν ὥστε εἰδέναι ὅ τι ὀρθὸν ἐν αὐτῇ ἐνείη, καὶ ὅ τι μὴ ὀρθὸν, ἄλλ᾿ ὥστ᾿ ἂν ἐπιτύχοιεν τοιαῦτα θεραπεύσαντες ἑωυτοὺς, ὁποῖά περ ἂν ἐθεραπεύθησαν, εἰ καὶ ἰητροῖσιν ἐχρῶντο. Καὶ τοῦτό γε τεκμήριον μέγα τῇ οὐσίῃ τῆς τέχνης, ὅτι ἐοῦσά τέ ἐστι καὶ μεγάλη, ὅπου γε φαίνονται καὶ οἱ μὴ νομίζοντες αὐτὴν εἶναι, σωζόμενοι δι᾿ αὐτήν· πολλὴ γὰρ ἀνάγκη καὶ τοὺς μὴ χρωμένους ἰητροῖσι, νοσήσαντας δὲ καὶ ὑγιασθέντας εἰδέναι, ὅτι ἢ δρῶντές τι ἢ μὴ δρῶντες ὑγιάσθησαν· ἢ γὰρ ἀσιτίῃ, ἢ πολυφαγίῃ, ἢ ποτῷ πλείονι, ἢ δίψῃ, ἢ λουτροῖσιν, ἢ ἀλουσίῃ, ἢ πόνοισιν, ἢ ἡσυχίῃ, ἢ ὕπνοισιν, ἢ ἀγρυπνίῃ, ἢ τῇ ἁπάντων τούτων ταραχῇ χρώμενοι, ὑγιάνθησαν· καὶ τῷ ὠφελῆσθαι πολλὴ ἀνάγκη αὐτούς ἐστιν ἐγνωκέναι, ὅ τι ἦν τὸ ὠφελῆσαν, καὶ, ὅτε ἐβλάβησαν, τῷ βλαβῆναι, ὅ τι ἦν τι τὸ βλάψαν. Τὰ γὰρ τῷ ὠφελῆσθαι καὶ τὰ τῷ βεβλάφθαι ὡρισμένα οὐ πᾶς ἱκανὸς γνῶναι· εἰ τοίνυν ἐπιστήσεται ἢ ἐπαινέειν ἢ ψέγειν ὁ νοσήσας τῶν διαιτημάτων τι οἷσιν ὑγιάσθη, πάντα ταῦτα τῆς ἰητρικῆς ὄντα εὑρήσει· καί ἐστιν οὐδὲν ἧσσον τὰ ἁμαρτηθέντα τῶν ὠφελησάντων μαρτύρια τῇ τέχνῃ ἐς τὸ εἶναι· τὰ μὲν γὰρ ὠφελήσαντα τῷ ὀρθῶς προσενεχθῆναι ὠφέλησαν· τὰ δὲ βλάψαντα τῷ μηκέτι ὀρθῶς προσενεχθῆναι ἔβλαψαν. Καί τοι ὅπου τό τε ὀρθὸν καὶ τὸ μὴ ὀρθὸν ὅρον ἔχει ἑκάτερον, πῶς τοῦτο οὐκ ἂν τέχνη εἴη; τοῦτο γὰρ ἔγωγέ φημι ἀτεχνίην εἶναι, ὅπου μήτε ὀρθὸν ἔνι μηδὲν, μήτε οὐκ ὀρθόν· ὅπου δὲ τούτων ἔνεστιν ἑκάτερον, οὐκ ἔτι ἂν τοῦτο ἔργον ἀτεχνίης εἴη.

[6] Ἔτι τοίνυν εἰ μὲν ὑπὸ φαρμάκων τῶν τε καθαιρόντων καὶ τῶν ἱστάντων ἡ ἴησις τῇ τε ἰητρικῇ καὶ τοῖσιν ἰητροῖσι μοῦνον ἐγίνετο, ἀσθενὴς ἦν ἂν ὁ ἐμὸς λόγος· νῦν δὲ δὴ φαίνονται τῶν ἰητρῶν οἱ μάλιστα ἐπαινεόμενοι καὶ διαιτήμασιν ἰώμενοι καὶ ἄλλοισί γε εἴδεσιν, ἃ οὐκ ἄν τις φαίη, μὴ ὅτι ἰητρὸς, ἀλλ᾿ οὐδὲ ἰδιώτης ἀνεπιστήμων ἀκούσας, μὴ οὐ τῆς τέχνης εἶναι. Ὅπου οὖν οὐδὲν οὔτε ἐν τοῖς ἀγαθοῖσι τῶν ἰητρῶν οὔτε ἐν τῇ ἰητρικῇ αὐτῇ ἀχρεῖόν ἐστιν, ἀλλ᾿ ἐν τοῖσι πλείστοισι τῶν τε φυομένων καὶ τῶν ποιευμένων ἔνεστι τὰ εἴδεα τῶν θεραπειῶν καὶ τῶν φαρμάκων, οὐκ ἔστιν ἔτι οὐδενὶ τῶν ἄνευ ἰητροῦ ὑγιαζομένων τὸ αὐτόματον αἰτιήσασθαι ὀρθῷ λόγῳ· τὸ μὲν γὰρ αὐτόματον οὐδὲν φαίνεται ἐὸν ἐλεγχόμενον· πᾶν γὰρ τὸ γινόμενον διά τι εὑρίσκοιτ᾿ ἂν γινόμενον, καὶ ἐν τῷ διά τι τὸ αὐτόματον οὐ φαίνεται οὐσίην ἔχον οὐδεμίην, ἀλλ᾿ ἢ οὔνομα μοῦνον· ἡ δὲ ἰητρικὴ καὶ ἐν τοῖσι διά τι καὶ ἐν τοῖσι προνοουμένοισι φαίνεταί τε καὶ φανεῖται αἰεὶ οὐσίην ἔχουσα.

[7] Τοῖσι μὲν οὖν τῇ τύχῃ τὴν ὑγιείην προστιθεῖσι, τῆς δὲ τέχνης ἀφαιρέουσι, τοιαῦτ᾿ ἄν τις λέγοι· τοὺς δ᾿ ἐν τῇσι τῶν ἀποθνησκόντων ξυμφορῇσι τὴν τέχνην ἀφανίζοντας θαυμάζω, ὅτεῳ ἐπαιρεόμενοι ἀξιοχρέῳ λόγῳ τὴν μὲν τῶν ἀποθνησκόντων ἀκρησίην οὐκ αἰτίην καθιστᾶσι, τὴν δὲ τῶν τὴν ἰητρικὴν μελετησάντων ξύνεσιν αἰτίην· ὡς τοῖσι μὲν ἰητροῖσιν ἔνεστι τὰ μὴ δέοντα ἐπιτάξαι, τοῖσι δὲ νοσέουσιν οὐκ ἔνεστι τὰ προσταχθέντα παραβῆναι. Καὶ μὴν πολύ γε εὐλογώτερον τοῖσι κάμνουσιν ἀδυνατέειν τὰ προστασσόμενα ὑπουργέειν, ἢ τοῖσιν ἰητροῖσι τὰ μὴ δέοντα ἐπιτάσσειν· οἱ μὲν γὰρ ὑγιαινούσῃ γνώμῃ μεθ᾿ ὑγιαίνοντος σώματος ἐγχειρέουσι, λογισάμενοι τά τε παρεόντα, τῶν τε παροιχομένων τὰ ὁμοίως διατεθέντα τοῖσι παρεοῦσιν, ὥστε ποτὲ θεραπευθέντα εἰπεῖν, ὅτι ἀπήλλαξαν· οἱ δὲ οὔτε ἃ κάμνουσιν, οὔτε δι᾿ ἃ κάμνουσιν, οὔθ᾿ ὅ τι ἐκ τῶν παρεόντων ἔσται, οὔθ᾿ ὅ τι ἐκ τῶν τουτέοισιν ὁμοίων γίνεται, εἰδότες, ἐπιτάσσονται, ἀλγέοντες μὲν ἐν τῷ παρεόντι, φοβεύμενοι δὲ τὸ μέλλον, καὶ πλήρεες μὲν τῆς νούσου, κενεοὶ δὲ σιτίων, ἐθέλοντες τὰ πρὸς τὴν νοῦσον ἡδέα μᾶλλον, ἢ τὰ πρὸς τὴν ὑγιείην προσδέχεσθαι, οὐκ ἀποθανεῖν ἐρῶντες, ἀλλὰ καρτερεῖν ἀδυνατέοντες. Οὕτω δὲ διακειμένους, πότερον εἰκὸς τούτους τὰ ὑπὸ τῶν ἰητρῶν ἐπιτασσόμενα [μὴ] ποιέειν, ἢ ἄλλα ποιέειν, ἃ οὐκ ἐπετάχθησαν, ἢ τοὺς ἰητροὺς τοὺς ἐκείνως διακειμένους, ὡς ὁ πρόσθεν λόγος ἡρμήνευσεν, ἐπιτάσσειν τὰ μὴ δέοντα; ἆρ᾿ οὐ πολὺ μᾶλλον, τοὺς μὲν δεόντως ἐπιτάσσειν, τοὺς δὲ εἰκότως ἀδυνατέειν πείθεσθαι, μὴ πειθομένους δὲ περιπίπτειν τοῖσι θανάτοισιν, ὧν οἱ μὴ ὀρθῶς λογιζόμενοι τὰς αἰτίας τοῖς οὐδὲν αἰτίοις ἀνατιθέασι, τοὺς αἰτίους ἐλευθεροῦντες;

[8] Εἰσὶ δέ τινες οἳ καὶ διὰ τοὺς μὴ ἐθέλοντας ἐγχειρέειν τοῖσι κεκρατημένοισιν ὑπὸ τῶν νουσημάτων μέμφονται τὴν ἰητρικὴν, λέγοντες ὡς ταῦτα μὲν καὶ αὐτὰ ὑφ᾿ ἑαυτῶν ἂν ἐξυγιάζοιτο, ἃ ἐγχειρέουσιν ἰῆσθαι, ἃ δ᾿ ἐπικουρίης δεῖται, οὐχ ἅπτονται, δεῖν δὲ, εἴπερ ἦν ἡ τέχνη, πάνθ᾿ ὁμοίως ἰῆσθαι. Οἱ μὲν οὖν ταῦτα λέγοντες, εἰ ἐμέμφοντο τοῖς ἰητροῖς, ὅτι αὐτέων τοιαῦτα λεγόντων οὐκ ἐπιμελοῦνται ὡς παραφρονεύντων, εἰκότως ἂν ἐμέμφοντο μᾶλλον ἢ ἐκεῖνα μεμφόμενοι· εἰ γάρ τις ἢ τέχνην, ἐς ἃ μὴ τέχνη, ἢ φύσιν, ἐς ἃ μὴ φύσις πέφυκεν, ἀξιώσειε δύνασθαι, ἀγνοεῖ ἄγνοιαν ἁρμόζουσαν μανίῃ μᾶλλον ἢ ἀμαθίῃ. Ὧν γάρ ἐστιν ἡμῖν τοῖσί τε τῶν φυσίων τοῖσι τε τῶν τεχνέων ὀργάνοις ἐπικρατέειν, τουτέων ἐστὶν ἡμῖν δημιουργοῖς εἶναι, ἄλλων δὲ οὔκ ἐστιν. Ὅταν οὖν τι πάθῃ ἄνθρωπος κακὸν ὃ κρέσσον ἐστὶ τῶν ἐν ἰητρικῇ ὀργάνων, οὐδὲ προσδοκᾶσθαι τοῦτό που δεῖ ὑπὸ ἰητρικῆς κρατηθῆναι ἄν· αὐτίκα γὰρ τῶν ἐν ἰητρικῇ καιόντων τὸ πῦρ ἐσχάτως καίει, τουτέου δὲ ἧσσον καὶ ἄλλα πολλά· τῶν μὲν οὖν ἡσσόνων τὰ κρέσσω οὔπω δηλονότι ἀνίητα· τῶν δὲ κρατίστων τὰ κρέσσω πῶς οὐ δηλονότι ἀνίητα; ἃ γὰρ πῦρ οὐ δημιουργέει, πῶς οὐ τὰ τούτῳ μὴ ἁλισκόμενα δηλονότι ἄλλης δεῖται τέχνης, καὶ οὐ ταύτης, ἧς ἔνι τὸ πῦρ ὄργανον; ωὑτὸς δέ μοι λόγος καὶ ὑπὲρ τῶν ἄλλων, ὅσα τῇ ἰητρικῇ ξυνεργέει, ὧν ἁπάντων φημὶ δεῖν ἑκάστου μὴ κατατυχόντα τὸν ἰητρὸν τὴν δύναμιν αἰτιᾶσθαι τοῦ πάθεος, μὴ τὴν τέχνην. Οἱ μὲν οὖν μεμφόμενοι τοῖσι κεκρατημένοισι μὴ ἐγχειρέοντας παρακελεύονται καὶ ὧν μὴ προσήκει ἅπτεσθαι οὐδὲν ἧσσον ἢ ὧν προσήκει· παρακελευόμενοι δὲ ταῦτα, ὑπὸ μὲν τῶν οὐνόματι ἰητρῶν θαυμάζονται, ὑπὸ δὲ τῶν καὶ τέχνῃ καταγελῶνται. Οὐ μὴν οὕτως ἀφρόνων οἱ ταύτης τῆς δημιουργίης ἔμπειροι οὔτε μωμητῶν οὔτ᾿ ἐπαινετῶν δέονται· ἀλλὰ λελογισμένων πρὸς ὅ τι αἱ ἐργασίαι τῶν δημιουργῶν τελευτώμεναι πλήρεις εἰσὶ, καὶ ὅτευ ὑπολειπόμεναι ἐνδεεῖς, ἔτι τε τῶν ἐνδειῶν, ἅς τε τοῖς δημιουργοῦσιν ἀναθετέον, ἅς τε τοῖσι δημιουργεομένοισιν.

[9] Τὰ μὲν οὖν κατὰ τὰς ἄλλας τέχνας ἄλλος χρόνος μετ᾿ ἄλλου λόγου δείξει· τὰ δὲ κατὰ τὴν ἰητρικὴν, οἷά τέ ἐστιν, ὥς τε κριτέα, τὰ μὲν ὁ παροιχόμενος, τὰ δὲ ὁ παρεὼν διδάξει λόγος. Ἐστὶ γὰρ τοῖσι ταύτην τὴν τέχνην ἱκανῶς εἰδόσι τὰ μὲν τῶν νοσημάτων οὐκ ἐν δυσόπτῳ κείμενα καὶ οὐ πολλὰ, τὰ δ᾿ οὐκ ἐν εὐδήλῳ καὶ πολλά ἐστι· τὰ μὲν γὰρ πρὸς τὰ ἐντὸς τετραμμένα ἐν δυσόπτῳ, τὰ δ᾿ ἐξανθεῦντα ἐς τὴν χροιὴν ἢ χροιῇ ἢ οἰδήμασιν ἐν εὐδήλῳ· παρέχει γὰρ ἑωυτῶν τῇ τε ὄψει τῷ τε ψαῦσαι τῆς στερεότητος καὶ τῆς ὑγρότητος αἰσθάνεσθαι, καὶ ἅ τε αὐτῶν θερμὰ, ἅ τε ψυχρὰ, ὧν τε ἑκάστου ἢ παρουσίῃ ἢ ἀπουσίῃ τοιαῦτά ἐστιν. Τῶν μὲν δὴ τοιούτων πάντων ἐν ἅπασι τὰς ἀκέσιας ἀναμαρτήτους δεῖ εἶναι, οὐχ ὡς ῥηϊδίας, ἀλλ᾿ ὅτι ἐξεύρηνται· ἐξεύρηνταί γε μὴν οὐ τοῖσι βουληθεῖσιν, ἀλλὰ τουτέων τοῖσι δυνηθεῖσι· δύνανται δὲ, οἷσι τά τε τῆς παιδείης μὴ ἐκποδὼν, τά τε τῆς φύσιος μὴ ταλαίπωρα.

[10] Πρὸς μὲν οὖν τὰ φανερὰ τῶν νοσημάτων οὕτω δεῖ εὐπορέειν τὴν τέχνην· δεῖ γε μὴν αὐτὴν μηδὲ πρὸς τὰ ἧσσον φανερὰ ἀπορέειν· ἐστὶ δὲ ταῦτα, ἃ πρός τε τὰ ὀστέα τέτραπται καὶ τὴν νηδύν· ἔχει δὲ τὸ σῶμα οὐ μίαν, ἀλλὰ πλείους· δύο μὲν γὰρ αἱ τὸν σῖτον δεχόμεναί τε καὶ ἀφιεῖσαι, ἄλλαι δὲ τουτέων πλείους, ἃς ἴσασιν, οἷσι τουτέων ἐμέλησεν· ὅσα γὰρ τῶν μελέων ἔχει σάρκα περιφερέα, ἣν μῦν καλέουσι, πάντα νηδὺν ἔχει. Πᾶν γὰρ τὸ ἀσύμφυτον, ἤν τε δέρματι, ἤν τε σαρκὶ καλύπτηται, κοῖλόν ἐστιν· πληροῦταί τε ὑγιαῖνον μὲν πνεύματος, ἀσθενῆσαν δὲ ἰχῶρος· ἔχουσι μὲν τοίνυν οἱ βραχίονες σάρκα τοιαύτην· ἔχουσι δ᾿ οἱ μηροί· ἔχουσι δ᾿ αἱ κνῆμαι. Ἔτι δὲ καὶ ἐν τοῖσιν ἀσάρκοισι τοιαύτη ἔνεστιν, οἵη καὶ ἐν τοῖσιν εὐσάρκοισιν εἶναι δέδεικται· ὅ τε γὰρ θώρηξ καλεόμενος, ἐν ᾧ τὸ ἧπαρ στεγάζεται, ὅ τε τῆς κεφαλῆς κύκλος, ἐν ᾧ ὁ ἐγκέφαλος, τό τε νῶτον, πρὸς ὃ ὁ πλεύμων, τούτων οὐδὲν ὅ τι οὐ καὶ αὐτὸ κενόν ἐστι, πολλῶν διαφυσίων μεστὸν, ᾗσιν οὐδὲν ἀπέχει πολλῶν ἀγγεῖα εἶναι τῶν μέν τι βλαπτόντων τὸν κεκτημένον, τῶν δὲ καὶ ὠφελεύντων. Ἔτι δὲ καὶ πρὸς τουτέοισι φλέβες πολλαὶ, καὶ νεῦρα οὐκ ἐν τῇ σαρκὶ μετέωρα, ἀλλὰ πρὸς τοῖς ὀστέοισι προστεταμένα, σύνδεσμος ἔς τι τῶν ἄρθρων, καὶ αὐτὰ τὰ ἄρθρα, ἐν οἷσιν αἱ ξυμβολαὶ τῶν κινεομένων ὀστέων ἐγκυκλέονται, καὶ τούτων οὐδὲν, ὅ τι οὐχ ὑπόφορόν ἐστι καὶ ἔχον περὶ αὐτὸ θαλάμας, ἃς καταγγέλλει ἰχὼρ, ὃς ἐκ διοιγομένων αὐτέων πολύς τε καὶ πολλὰ λυπήσας ἐξέρχεται.

[11] Οὐ γὰρ δὴ ὀφθαλμοῖσί γε ἰδόντι τούτων τῶν εἰρημένων οὐδενὶ οὐδέν ἐστιν εἰδέναι· διὸ καὶ ἄδηλα ἐμοί τε ὠνόμασται καὶ τῇ τέχνῃ κέκριται εἶναι, οὐ μὴν ὅτι ἄδηλα, κεκράτηκεν, ἀλλ᾿ ᾗ δυνατὸν, κεκράτηται· δυνατὸν δὲ, ὅσον αἵ τε τῶν νοσεόντων φύσιες ἐς τὸ σκεφθῆναι παρέχουσιν, αἵ τε τῶν ἐρευνησόντων ἐς τὴν ἔρευναν πεφύκασιν. Μετὰ πλείονος μὲν γὰρ πόνου καὶ οὐ μετ᾿ ἐλάσσονος χρόνου, ἢ εἰ τοῖσιν ὀφθαλμοῖσιν ἑώρατο, γινώσκεται· ὅσα γὰρ τὴν τῶν ὀμμάτων ὄψιν ἐκφεύγει, ταῦτα τῇ τῆς γνώμης ὄψει κεκράτηται· καὶ ὅσα δὲ ἐν τῷ μὴ ταχὺ ὀφθῆναι οἱ νοσέοντες πάσχουσιν, οὐχ οἱ θεραπεύοντες αὐτοὺς αἴτιοι, ἀλλ᾿ ἡ φύσις ἥ τε τοῦ νοσέοντος, ἥ τε τοῦ νοσήματος· ὁ μὲν γὰρ, ἐπεὶ οὐκ ἦν αὐτέῳ ὄψει ἰδεῖν τὸ μοχθέον, οὐδ᾿ ἀκοῇ πυθέσθαι, λογισμῷ μετῄει. Καὶ γὰρ δὴ καὶ ἃ πειρῶνται οἱ τὰ ἀφανέα νοσέοντες ἀπαγγέλλειν περὶ τῶν νοσημάτων τοῖσι θεραπεύουσιν, δοξάζοντες μᾶλλον ἢ εἰδότες ἀπαγγέλλουσιν· εἰ γὰρ ἠπίσταντο, οὐκ ἂν περιέπιπτον αὐτοῖσιν· τῆς γὰρ αὐτῆς ξυνέσιός ἐστιν, ἧσπερ τὸ εἰδέναι τῶν νούσων τὰ αἴτια, καὶ τὸ θεραπεύειν αὐτὰς ἐπίστασθαι πάσῃσι τῇσι θεραπείῃσιν, αἳ κωλύουσι τὰ νουσήματα μεγαλύνεσθαι. Ὅτε οὖν οὐδὲ ἐκ τῶν ἀπαγγελλομένων ἐστὶ τὴν ἀναμάρτητον σαφηνίην ἀκοῦσαι, προσοπτέον τι καὶ ἄλλο τῷ θεραπεύοντι· ταύτης οὖν τῆς βραδυτῆτος οὐχ ἡ τέχνη, ἀλλ᾿ ἡ φύσις αἰτίη ἡ τῶν σωμάτων· ἡ μὲν γὰρ αἰσθανομένη ἀξιοῖ θεραπεύειν σκοποῦσα ὅπως μὴ τόλμῃ μᾶλλον ἢ γνώμῃ, καὶ ῥᾳστώνῃ μᾶλλον ἢ βίῃ θεραπεύῃ· ἡ δ᾿ ἢν μὲν ἀρκέσῃ πρὸς τὸ ὀφθῆναι, ἐξαρκέσει καὶ πρὸς τὸ ἰαθῆναι· ἢν δ᾿ ἐν ᾧ τοῦτο ὁρᾶται, κρατηθῇ διὰ τὸ βραδέως αὐτὸν ἐπὶ τὸν θεραπεύσοντα ἐλθεῖν, ἢ διὰ τὸ τοῦ νοσήματος τάχος, οἰχήσεται. Ἐξ ἴσου μὲν γὰρ ὁρμώμενον τῇ θεραπείῃ οὐκ ἔστι θᾶσσον, προλαβὸν δὲ θᾶσσον, προλαμβάνει δὲ διά τε τὴν τῶν σωμάτων στεγνότητα, ἐν ᾗ οὐκ ἐν εὐόπτῳ οἰκέουσιν αἱ νοῦσοι, διά τε τὴν τῶν καμνόντων ὀλιγωρίην· ἐπεὶ ἔοικε· οὐ λαμβανόμενοι γὰρ, ἀλλ᾿ εἰλημμένοι ὑπὸ τῶν νοσημάτων ἐθέλουσι θεραπεύεσθαι. Ἐπεὶ τῆς γε τέχνης τὴν δύναμιν, ὁκόταν τινὰ τῶν τὰ ἄδηλα νοσεύντων ἀναστήσῃ, θαυμάζειν ἀξιώτερον, ἢ ὁκόταν ἐγχειρήσῃ τοῖς ἀδυνάτοις. Οὔκουν ἐν ἄλλῃ γε δημιουργίῃ τῶν ἤδη εὑρημένων οὐδεμιῇ ἔνεστιν οὐδὲν τοιοῦτον, ἀλλ᾿ αὐτέων ὅσαι πυρὶ δημιουργεῦνται, τούτου μὴ παρεόντος, ἀεργοί εἰσι, μετὰ δὲ τοῦ τοῦτο ἁφθῆναι ἐνεργοί. Καὶ ὅσαι τοῖσιν εὐεπανορθώτοισι σώμασι δημιουργεῦνται, αἱ μὲν μετὰ ξύλων, αἱ δὲ μετὰ σκυτέων, αἱ δὲ γραφῇ, χαλκῷ τε καὶ σιδήρῳ, καὶ τοῖσι τούτων ὁμοίοισιν αἱ πλεῖσται, ὄντα δὲ τὰ ἐκ τουτέων καὶ μετὰ τούτων δημιουργεύμενα εὐεπανόρθωτα, ὅμως οὐ τῷ τάχει μᾶλλον, ἢ τῷ ὡς δεῖ δημιουργεῖται· οὐδ᾿ ὑπερβατῶς, ἀλλ᾿ ἢν ἀπῇ τι τῶν ὀργάνων, ἐλιννύει· καί τοι κἀκείναις τὸ βραδὺ πρὸς τὸ λυσιτελέστερον ἀσύμφορον, ἀλλ᾿ ὅμως προτιμᾶται.

[12] Ἰητρικὴ δὲ, τοῦτο μὲν τῶν ἐμπύων, τοῦτο δὲ τῶν τὸ ἧπαρ ἢ τοὺς νεφροὺς, τοῦτο δὲ τῶν ξυμπάντων ἐν τῇ νηδύϊ νοσεύντων ἀπεστερημένη τι ἰδεῖν ὄψει, ᾗ τὰ πάντα πάντες ἱκανωτάτως ὁρῶσιν, ὅμως ἄλλας εὐπορίας συνεργοὺς ἐφεῦρε, φωνῆς τε γὰρ λαμπρότητι καὶ τρηχύτητι, καὶ πνεύματος ταχυτῆτι καὶ βραδυτῆτι, καὶ ῥευμάτων, ἃ διαῤῥεῖν εἴωθεν, ἑκάστοισι, δι᾿ ὧν ἔξοδοι δέδονται, ὧν τὰ μὲν ὀδμῇσι, τὰ δὲ χροίῃσι, τὰ δὲ λεπτότητι καὶ παχύτητι διασταθμωμένη τεκμαίρεται, ὧν τε σημεῖα ταῦτα, ἅ τε πεπονθότων, ἅ τε παθεῖν δυναμένων. Ὅταν δὲ ταῦτα [μὴ] μηνύωνται, μηδ᾿ αὐτὴ ἡ φύσις ἑκοῦσα ἀφίῃ, ἀνάγκας εὕρηκεν, ᾗσιν ἡ φύσις ἀζήμιος βιασθεῖσα μεθίησιν· ἀνεθεῖσα δὲ δηλοῖ τοῖσι τὰ τῆς τέχνης εἰδόσιν, ἃ ποιητέα. Βιάζεται δὲ τοῦτο μὲν πῦρ τὸ σύντροφον φλέγμα διαχέειν σιτίων δριμύτητι καὶ πομάτων, ὅκως τεκμαρεῖταί τι ὀφθὲν περὶ ἐκείνων, ὧν αὐτῇ ἐν ἀμηχάνῳ τὸ ὀφθῆναι ἦν· τοῦτο δ᾿ αὖ πνεῦμα ὧν κατήγορον, ὁδοῖσί τε προσάντεσι καὶ δρόμοις ἐκβιᾶται κατηγορέειν· ἱδρῶτάς τε τούτοισι τοῖσι προειρημένοισιν ἄγουσα, ὑδάτων θερμῶν ἀποπνοίῃσι πυρὶ ὅσα τεκμαίρονται, τεκμαίρεται. Ἔστι δὲ ἃ καὶ διὰ τῆς κύστιος διελθόντα ἱκανώτερα τὴν νοῦσον δηλῶσαί ἐστιν, ἢ διὰ τῆς σαρκὸς ἐξιόντα. Ἐξεύρηκεν οὖν καὶ τοιαῦτα πόματα καὶ βρώματα, ἃ τῶν θερμαινόντων θερμότερα γιγνόμενα τήκει τε ἐκεῖνα καὶ διαῤῥεῖν ποιέει, ἃ οὐκ ἂν διεῤῥύη μὴ τοῦτο παθόντα. Ἕτερα μὲν οὖν πρὸς ἑτέρων, καὶ ἄλλα δι᾿ ἄλλων ἐστὶ τά τε διιόντα τά τ᾿ ἐξαγγέλλοντα, ὥστ᾿ οὐ θαυμάσιον αὐτῶν τάς τε ἀπιστίας χρονιωτέρας γίνεσθαι τάς τ᾿ ἐγχειρήσιας βραχυτέρας, οὕτω δι᾿ ἀλλοτρίων ἑρμηνειῶν πρὸς τὴν θεραπεύουσαν ξύνεσιν ἑρμηνευομένων.

[13] Ὅτι μὲν οὖν καὶ λόγους ἐν ἑωυτῇ εὐπόρους ἐς τὰς ἐπικουρίας ἔχει ἡ ἰητρικὴ, καὶ οὐκ εὐδιορθώτοισι δικαίως οὐκ ἂν ἐγχειρέοι τῇσι νούσοισιν, ἢ ἐγχειρευμένας ἀναμαρτήτους ἂν παρέχοι, οἵ τε νῦν λεγόμενοι λόγοι δηλοῦσιν αἵ τε τῶν εἰδότων τὴν τέχνην ἐπιδείξιες, ἃς ἐκ τῶν ἔργων ἥδιον ἢ ἐκ τῶν λόγων ἐπιδεικνύουσιν, οὐ τὸ λέγειν καταμελετήσαντες, ἀλλὰ τὴν πίστιν τῷ πλήθει ἐξ ὧν ἂν ἴδωσιν οἰκειοτέρην ἡγεύμενοι, ἢ ἐξ ὧν ἂν ἀκούσωσιν.


Κῳακαὶ προγνώσεις (ἀπὸ τὴν Κῶ)

ΚΩΑΚΑΙ ΠΡΟΓΝΩΣΙΕΣ.

[1] Οἱ ἐκ ῥίγεος περιψυχόμενοι, κεφαλαλγέες, τράχηλον ὀδυνώδεες, ἄφωνοι, ἐφιδροῦντες, ἐπανενέγκαντες θνήσκουσιν.

[2] Αἱ μετὰ καταψύξιος δυσφορίαι κάκισται.

[3] Κατάψυξις μετὰ σκληρυσμοῦ, ὀλέθριον.

[4] Ἐκ καταψύξιος φόβος καὶ ἀθυμίη ἄλογος ἐς σπασμὸν ἀποτελευτᾷ.

[5] Αἱ ἐκ καταψύξιος οὔρων ἀπολήψιες, κάκιστον.

[6] Μετὰ ῥίγεος ἄγνοια κακόν· κακὸν δὲ καὶ λήθη.

[7] Τὰ κωματώδεα ῥίγεα ὑπολέθρια· καὶ τὸ φλογῶδες ἐν προσώπῳ μεθ᾿ ἱδρῶτος ἐν τουτέοισι κακόηθες· ἐπὶ τουτέοισι ψύξις τῶν ὄπισθεν, σπασμὸν ἐπικαλέεται· καὶ ὅλως δὲ ψύξις τῶν ὄπισθεν, σπασμῶδες.

[8] Αἱ ἐκ νώτου φρῖκαι πυκναὶ, καὶ ὀξέως μεταπίπτουσαι, δύσφοροι· οὔρου γὰρ ἀπόληψιν ἐπώδυνον σημαίνουσιν· τὸ ἐφιδροῦν τούτοισι κάκιστον.

[9] Ῥῖγος ἐν συνεχεῖ, τοῦ σώματος ἀσθενέος ἤδη ἐόντος, θανάσιμον.

[10] Οἱ πυκνὰ ἐφιδροῦντες καὶ ἐπιῤῥιγέοντες, ὀλέθριον· καὶ ἐπὶ τῇσι τελευτῇσιν ἀναφαίνονται ἐμπύημα ἔχοντες καὶ κοιλίας ταραχώδεας.

[11] Τὰ ἐκ νώτου ῥίγεα δυσφορώτερα· ὅσα ἑπτακαιδεκάτῃ ἐπιῤῥιγώσαντα, τετάρτῃ καὶ εἰκοστῇ ἐπιῤῥιγοῖ, δύσκολα.

[12] Οἱ φρικώδεες κεφαλαλγικοὶ ἐφιδροῦντες, κακοήθεες.

[13] Οἱ φρικώδεες ἐφιδροῦντες πολλῷ, δύσκολοι.

[14] Τὰ πολλὰ νωθρώδεα ῥίγεα, κακοήθεα.

[15] Οἷσιν ἑκταίοισι ῥίγεα γίνεται, δύσκριτον.

[16] Ὁκόσοισι φρῖκαι πυκναὶ ὑγιαίνουσιν, οὗτοι ἐξ αἵματος ῥύσιος ἐμπυΐσκονται.

[17] Τὸ φρικῶδες καὶ τὸ δύσπνοον ἐν τοῖσι πόνοισι, σημεῖα φθινώδεα.

[18] Ἐξ ἐμπυήσιος πλεύμονος καὶ κατὰ κοιλίην ἐνίοτε ἀλγήματα καὶ κληῗδα, καὶ τὸ ὑπορέγχειν ἀσωδέως, σημαίνει πτυέλου πλῆθος ἐν τῷ πλεύμονι.

[19] Οἱ φρικώδεες, ἀσώδεες, κοπιώδεες, ὀσφυαλγέες, κοιλίας καθυγραίνονται.

[20] Τὰ ἐπιῤῥιγέοντα, ἐς νύκτα μᾶλλόν τι παροξυνόμενα, ἄγρυπνα, φλεδονώδεα, ἐν τοῖσιν ὕπνοισιν ἔστιν ὅτε οὖρον ὑφ᾿ ἑωυτοὺς χαλῶντες, ἐς σπασμὸν ἀποτελευτᾷ.

[21] Τὰ ξυνεχέα ῥίγεα ἐν ὀξέσι, πονηρόν.

[22] Αἱ ἐκ ῥίγεος μετὰ κεφαλαλγίης ἐκλύσιες, ὀλέθριον· τὰ αἱματώδεα οὖρα ἐν τουτέοισι, πονηρόν.

[23] Ῥῖγος ὀπισθοτονῶδες κτείνει.

[24] Τὰ φρικάσαντα καὶ ἀνιδρώσαντα κρισίμως, ἐς δὲ τὴν αὔριον φρίξαντα παραλόγως, ἀγρυπνεῦντα, μὴ πεπαινομένων, αἱμοῤῥαγήσειν οἴομαι.

[25] Τὰ μετὰ ῥίγεος ἐπισχόμενα οὖρα, πονηρὰ καὶ σπασμώδεα, ἄλλως τε καὶ προκαρωθέντι· ἐλπὶς δὲ ἐπὶ τούτοισι, καὶ τὰ παρὰ τὰ ὦτα.

[26] Τὰ τριταιοφυέα ῥίγεα, τὴν ἐν μέσῳ παροξυνόμενα, πυρετῷ ἀτάκτῳ, πάνυ κακοήθεα· τἀναντία δὲ παροξυνόμενα .....

[27] Τῶν σπώντων τὰ μετὰ ῥίγεος καὶ πυρετοῦ, ὀλέθριον.

[28] Αἱ ἐκ ῥίγεος ἀφωνίαι τρόμῳ λύονται· καὶ τὰ ἐπιῤῥιγεῦντα τρομώδεα γινόμενα κρίνει.

[29] Οἱ ἐκ ῥίγεος μετὰ κεφαλαλγίης ἐκλυόμενοι, σφαλεροί· τὸ αἱματῶδες οὖρον τουτέοισι κακόν.

[30] Οἷσι ῥῖγος, οὔρου ἐπίστασις.

[31] Σπασμὸς ἐν πυρετῷ, χειρῶν καὶ ποδῶν πόνοι, κακόηθες· κακόηθες δὲ καὶ ἐκ μηροῦ ὁρμὴ ἀλγήματος· ἀλλ᾿ οὐδὲ γουνάτων πόνος κρήγυον· ἀτὰρ καὶ γαστροκνημιῶν πόνοι, κακοήθεες, ποτὲ δὲ καὶ γνώμης παράφοροι, ἄλλως τε καὶ ἢν οὖρον ἐναιωρηθῇ.

[32] Οἱ ἐξ ὑποχονδρίων ἀλγήματος πυρετοὶ, κακοήθεες· τὸ καρῶδες ἐπὶ τούτοισι, κάκιστον.

[33] Οἱ μὴ διαλείποντες, ἐφιδροῦντες πυκνὰ, μετὰ ὑποχονδρίου ἐντάσιος, ὡς ἐπιτοπουλὺ κακοήθεες· καὶ τὰ ἐς ἀκρώμιον καὶ κληῗδα ἐνστηρίζοντα ἀλγήματα ἐν τούτοισι πονηρά.

[34] Οἱ τριταιοφυέες ἀσώδεες πυρετοὶ, κακοήθεες.

[35] Αἱ ἐν πυρετῷ ἀναυδίαι, κακόν.

[36] Κοπιώδεες, ἀχλυώδεες, ἄγρυπνοι, κωματώδεες, ἐφιδροῦντες, ἀναθερμαινόμενοι, κακόν.

[37] Οἱ κοπιώδεες, μετὰ φρίκης, ἐφιδρώσαντες κρισίμως, ἀναθερμανθέντες, ἐν ὀξεῖ, κακὸν, ἄλλως τε καὶ ἢν ἐπιστάζῃ· περὶ ταῦτα ἰκτερώδεες, κατακορέες θνήσκουσι, λευκὸν διαχώρημα τουτέοισι προσδιέρχεται.

[38] Οἱ τριταιοφυέες πλανώδεες, ἐς ἀρτίας μεταπεσόντες, δύσκολοι.

[39] Οἱ ἐν κρισίμοισιν ἀλυσμοὶ ἀνιδρωτὶ περιψυχόμενοι, καὶ ἅπαντες δὲ οἱ ἄνευ ἱδρῶτος καὶ ἀκρίτως, κακόν· καὶ οἱ ἐπιῤῥιγώσαντες ἐκ τούτων, ἐμέσαντες ἄκρητα, χολώδεα, ἀσώδεες, τρομώδεες, ἐν πυρετῷ, κακόν· καὶ φωνὴ δὲ ὡς ἐκ ῥίγεος.

[40] Τὰ δὲ ἐκ ῥινῶν σμικροῖσιν ἱδρῶσι περιψύχοντα, κακόν.

[41] Οἱ ἐφιδροῦντες, ἄγρυπνοι, ἀναθερμαινόμενοι, κακόν.

[42] Οἱ ἐφιδρῶντες ἐν πυρετῷ, κακοήθεες.

[43] Οἷσι, χολώδεος διαχωρήσιος ἐούσης, περὶ στῆθος δῆξις καὶ πικρότης, κακόν.

[44] Ἐν πυρετῷ, κοιλίης ἐμφυσωμένης, πνεῦμα μὴ διεκπῖπτον, κακόν.

[45] Κοπιώδεες, λυγγώδεες, κάτοχοι, κακοί.

[46] Ἐκ νώτου πυκινῇσι καὶ λεπτῇσι φρίκῃσιν ἐφιδροῦντες, δύσφοροι· οὔρου ἀπόληψιν ἐπώδυνον σημαίνει· τὸ ἐφιδροῦν τούτοισι, κακόν.

[47] Τὸ παρὰ τὸ ἔθος ποιέειν τι, οἷον προθυμέεσθαι προσδέχεσθαί τι πρότερον μὴ εἰθισμένον, ἢ τοὐναντίον, πονηρὸν καὶ πλησίον παρακοπῆς.

[48] Τὰ ἐν πονηροῖσι σημείοισι κουφίζοντα, καὶ τὰ ἐν χρηστοῖσι μὴ ἐνδιδόντα, δύσκολα.

[49] Οἱ ἐφιδροῦντες καὶ μάλιστα κεφαλὴν ἐν ὀξέσιν, ὑποδύσφοροι, κακὸν, ἄλλως τε καὶ ἐπ᾿ οὔροισι μέλασι· καὶ τὸ θολερὸν ἐπὶ τούτοισι πνεῦμα, κακόν.

[50] Ἄκρεα ταχὺ ἐπ᾿ ἀμφότερα μεταπίπτοντα, καὶ δίψα δὲ τοιαύτη, πονηρόν.

[51] Ἐκ κοσμίου θρασεῖα ἀπόκρισις, φωνὴ ὀξεῖα, κακόν· ὑποχόνδρια τουτέοισιν εἴσω εἰρύαται.

[52] Τὰ ἐκ καταψύξιος ἱδρώδεος ταχὺ ἀναθερμαινόμενα, κακόν.

[53] Οἱ ἐν ὀξέσιν ἐφιδροῦντες, ὑποδύσφοροι, κακόν.

[54] Οἱ παραλόγως, κενεαγγείης μὴ ἐούσης, ἀδύνατοι, κακόν.

[55] Ἐν πυρετῷ ἕλξις οἷον ἀπὸ ἐμέτου ἐς ἀνάχρεμψιν ἀποτελευτῶσα, κακόν.

[56] Νάρκαι ἐς ἀμφότερα ταχὺ μεταπίπτουσαι, κακόν.

[57] Στάξιες αἱ ἐλάχισται, κακαί.

[58] Κακὸν δὲ πάντως ἐν ὀξεῖ δίψα παραλόγως λυθεῖσα.

[59] Οἱ πρὸς χεῖρα ἀναΐσσοντες, κακοί.

[60] Οἷσιν ἅμα πυρετῷ καυσώδει οἰδήματα ὑπνώδεα νενωθρευμένα, ἐς πλευρὸν ὀδύνη ἐπελθοῦσα, παραπληκτικῶς κτείνει.

[61] Πνιγμὸς ἐν ὀξέσιν, ἰσχνοῖσιν, ὀλέθριον.

[62] Ἐπὶ τοῖσιν ἤδη ὀλεθρίοισι τὰ σμικρὰ τρομώδεα, καὶ ἰώδης ἔμετος, οἱ ἐν τοῖσι ποτοῖσιν ὑποψοφέοντες καὶ ὑποβορβορύζοντες ξηροῖσι, καὶ οἱ χαλεπῶς καταβροχθίζοντες πνεύματι βηχώδει, ὀλέθριοι.

[63] Ἐν ὀξέσι κατεψυγμένοισι τὰ ἐν χερσὶ καὶ ποσὶν ἐρυθήματα, ὀλέθρια.

[64] Οἱ ἐκφυσῶντες καὶ ἀνακεκλασμένοι ἐν τοῖσιν ὕπνοισιν ὑποβλέποντες, ἰκτερώδεες κατακορέες θνήσκουσιν· λευκὸν διαχώρημα τούτοισι προδιέρχεται.

[65] Αἱ ἐν πυρετοῖσιν ἐκστάσιες σιγῶσαι μὴ ἀφώνῳ, ὀλέθριαι.

[66] Τὰ πελιδνὰ γινόμενα ἐν πυρετῷ σύντομον θάνατον σημαίνει.

[67] Οἷσιν ἐν πυρετῷ, ἀλγήματος πλευροῦ γενομένου, κοιλίης ὑδατόχολα πολλὰ διαδιδούσης, ῥηΐζει, ἀσιτίαι δὲ παρακολουθοῦσι καὶ ἱδρῶτες μετὰ προσώπου εὐχροίης, καὶ κοιλίης ὑγρῆς, καί τι καὶ καρδιαλγίης, οὗτοι μακροτέρως νοσήσαντες περιπλευμονικῶς τελευτῶσιν.

[68] Πυρέσσοντι ἐν ἀρχῇ μέλαινα χολὴ ἄνω ἢ κάτω διελθοῦσα, θανάσιμον.

[69] Οἱ μετὰ καταψυξίων οὐκ ἀπύρων ἐφιδρῶντες ἄνω, δύσφοροι, φρενιτικοί τε καὶ ὀλέθριοι.

[70] Ἐν ὀξεῖ τὰ ἐπ᾿ ὀλίγον ὀξέα ἀλγήματα ἐς κληῗδα καὶ τὰ νῶτα ἐμπίπτοντα, ὀλέθρια.

[71] Ἐν μακροῖσιν ὀλεθρίοισιν, ἕδρης ἄλγημα, θανάσιμον.

[72] Τοῖσιν ἀσθενέως ἤδη διακειμένοισι, τὸ μὴ βλέπειν, ἢ μὴ ἀκούειν, ἢ διαστρέφεσθαι χεῖλος ἢ ὀφθαλμὸν ἢ ῥῖνα, θανάσιμον.

[73] Ἐν πυρετοῖσι βουβῶνος ἄλγημα νοῦσον χρονίην σημαίνει.

[74] Αἱ ἐν πυρετοῖσιν ἀκρισίαι χρόνους μὲν ποιέουσιν, ἀτὰρ οὐχὶ ὀλέθριαι.

[75] Οἱ ἐξ ἀλγημάτων ἰσχυρῶν πυρετοὶ, πολυχρόνιοι.

[76] Αἱ τρομώδεες, ψηλαφώδεες παρακρούσιες, φρενιτικαί· καὶ οἱ κατὰ γαστροκνημίην πόνοι ἐν τούτοισι, γνώμης παράφοροι.

[77] Ὅσοι ἐν ξυνεχεῖ ἄφωνοι κείμενοι, μύοντες σκαρδαμύσσουσιν, ἢν, αἵματος ῥυέντος ἐκ ῥινῶν, ἐμέσαντες φθέγξωνται, καὶ παρ᾿ αὐτοῖσι γένωνται, σώζονται· μὴ γενομένων δὲ τούτων, δύσπνοοι γενόμενοι θνήσκουσι ξυντόμως.

[78] Οἱ λαβόντες, ἐς τὴν αὔριον παροξυνθέντες, τρίτην ἐπισχόντες, τετάρτην παροξυνθέντες, κακόν· ἦρά γε καὶ φρενιτικοὶ οἱ τοιοῦτοι παροξυσμοί;

[79] Ὁκόσοισιν ἐκλείπουσιν οἱ πυρετοὶ μὴ κατὰ κρισίμους, ὑποτροπικόν.

[80] Οἱ ἐν ἀρχῇ λεπτοὶ μετὰ κεφαλῆς σφυγμοῦ καὶ οὔρου λεπτοῦ, πρὸς κρίσιν παροξύνονται· θαῦμα δὲ οὐδὲν, εἰ καὶ παρακοπὴ καὶ ἀγρυπνίη γένοιτο.

[81] Ἐν ὀξέσι κίνησις, ῥιπτασμὸς, ὕπνος ταραχώδης, σπασμὸν ἐνίοισι σημαίνει.

[82] Αἱ ταραχώδεες θρασύτητι ἐγέρσιες παράφοροι, πονηρὸν, καὶ σπασμώδεες, ἄλλως τε καὶ μεθ᾿ ἱδρώτων· σπασμώδεες δὲ καὶ τραχήλου καὶ μεταφρένου δοκέουσι ψύξιες, ἀτὰρ καὶ ὅλου τοῦ σώματος, ἐν τούτοισιν ὑμενώδεες οὐρήσιες.

[83] Αἱ ἐν καύμασι παρακρούσιες, σπασμώδεες.

[84] Αἱ ἐπ᾿ ὀλίγον θρασέες παρακρούσιες, θηριώδεες, καὶ σπασμοὺς δὲ προσημαίνουσιν.

[85] Ἐν τοῖσι μακροῖσι κοιλίης ἄλογοι ἐπάρσιες, σπασμώδεες.

[86] Τὰ εὐθὺ ταραχώδεα, ἄγρυπνα, ἐπιστάζοντα ἐκ ῥινῶν, ἑκταῖα κουφισθέντα νύκτα, πονήσαντα δὲ ἐς τὴν αὔριον, ἐφιδρώσαντα, κατενεχθέντα, παρακρούσαντα, αἱμοῤῥοεῖ λαύρως, καὶ λύει τὰ πάθεα· τὸ ὑδατῶδες οὖρον τοιαῦτα σημαίνει, εἰ μετὰ τῶν εἰρημένων.

[87] Τῶν ἐξισταμένων μελαγχολικῶς, οἱ τρομώδεες γενόμενοι, κακοήθεες.

[88] Παραφροσύνη ἐν πνεύματι καὶ ἱδρῶτι, θανατώδης· θανατώδης δὲ καὶ ἐν πνεύματι καὶ λυγμῷ.

[89] Ἐνύπνια τὰ ἐν φρενίτιδι, ἐναργῆ.

[90] Ἐν φρενίτιδι διαχωρήσιες λευκαὶ, καὶ νωθρότης, κακόν· ῥῖγος τουτέοισι κάκιστον.

[91] Ἐν τοῖσι φρενιτικοῖσιν ἐν ἀρχῇσι τὰ ἐπιεικῶς ἔχοντα, πυκνά τε μεταπίπτοντα, κακόν.

[92] Τῶν ἐξισταμένων μελαγχολικῶς, οἷς τρόμοι ἐπιγίνονται, κακόν.

[93] Οἱ ἐξιστάμενοι μελαγχολικῶς, τρομώδεες γινόμενοι καὶ πτυαλίζοντες, ἦρά γε φρενιτικοί;

[94] Οἱ ἐκστάντες ὀξέως ἐπιπυρέξαντες, φρενιτικοὶ γίνονται.

[95] Οἱ φρενιτικοὶ βραχυπόται, ψόφου καθαπτόμενοι, τρομώδεες ἢ σπασμώδεες.

[96] Τὰ ἐν φρενιτικοῖσι νεανικῶς τρομώδεα, θανάσιμα.

[97] Αἱ περὶ ἀναγκαῖα παραφροσύναι, κάκισται, οἱ ἐκ τούτων παροξυνόμενοι, ὀλέθριοι.

[98] Αἱ παρακρούσιες, φωνῇ κλαγγώδεες, γλώσσῃ σπασμώδεες, καὶ αὐτοὶ τρομώδεες γινόμενοι, ἐξίστανται· σκληρυσμὸς τούτοισιν ὀλέθριον.

[99] Αἱ προεξαδυνατησάντων παραφροσύναι, κάκισται.

[100] Τὰ ἐν φρενιτικοῖσι πυκνὰ μεταπίπτοντα, σπασμώδεα, πονηρά.

[101] Οἱ ἐν φρενιτικοῖσι μετὰ καταψύξιος πτυαλίζοντες, μέλανα ἔμετον δηλοῦσιν.

[102] Τοῖσι ποικίλως διανοσέουσι καὶ παρακρούουσι, πυκινὰ κωματώδεσι, προσδέχεσθαι λέγε μέλανα ἔμετον.

[103] Τὰ παροξυνόμενα τρόπον σπασμώδεα, κάτοχα.

[104] Τὰ παρ᾿ οὖς ἐπάρματα ἐν μακροῖσι, σμικρὰ, αἱμοῤῥώδεα καὶ σκοτώδεα ἐπιφαινόμενα, ὀλέθρια.

[105] Οἱ λυγγώδεες πυρετοὶ καὶ ἄνευ εἰλέων καὶ μετὰ εἰλέων, ὀλέθριοι.

[106] Οἷσι πνευματίῃσιν ἐοῦσιν ἴκτερος καὶ πυρετὸς ὀξὺς, μετὰ ὑποχονδρίου ξυντόνου καταψυχθεῖσι παρ᾿ οὖς μέγα ἔπαρμα.

[107] Οἷσιν ἂν ἐν πυρετῷ ὀδύναι γενόμεναι περὶ ὀσφὺν καὶ τὰ κάτω χωρία, φρενῶν ἅπτονται, ἐκλείπουσαι τὰ κάτω, ὀλέθρια, ἄλλως τε κἢν ἄλλο τι σημεῖον προσγένηται πονηρόν· ἢν δὲ τἄλλα σημεῖα μὴ πονηρὰ γένηται, ἔμπυον γενήσεσθαι ἐλπίς.

[108] Παιδίοισιν ὀξὺς πυρετὸς καὶ κοιλίης ἐπίστασις μετὰ ἀγρυπνίης, καὶ τὸ ἐκλακτίζειν, καὶ τὸ χρῶμα μεταβάλλειν, καὶ ἴσχειν ἔρευθος, σπασμῶδες.

[109] Τὰ εὐθὺ ταραχώδεα, ἄγρυπνα, μέλανα δὲ τὰ σύνθετα, αἱμοῤῥοεῖ ἔνια.

[110] Τὰ ἀγρυπνήσαντα ἐξαίφνης ἀλυσμῷ, αἱμοῤῥοέει, ἄλλως τε καὶ ἤν τι προεῤῥυήκῃ· ἦρά γε καὶ μεταφρίξαντες;

[111] Οἱ ἐπ᾿ ὀλίγον περιψύχοντες, περὶ δὲ τοὺς παροξυσμοὺς βήσσοντες, καὶ ἐφιδροῦντες σμικρὸν, κακοήθεες· ἐς πλευρὸν ὀδύνης καὶ πνιγμοῦ προσγενομένου, οὗτοι ἐμπυοῦνται.

[112] Οἷσιν ἐν συνεχέσι φλυζάκια κατὰ πᾶν τὸ σῶμα ἐκφύει, θανάσιμον, μὴ γινομένου πυώδεος ἀποστήματος· μάλιστα δὲ εἴθισται γίνεσθαι τούτοισι παρ᾿ οὖς.

[113] Ἐν ὀξεῖ τὰ μὲν ἔξωθεν περιψύχεσθαι, τὰ δὲ εἴσωθεν καίεσθαι, καὶ διψῇν, κακόν.

[114] Οἱ συνεχέες διὰ τρίτης ἐπιτείνοντες, ἐπικίνδυνοι· οἷσι δ᾿ ἄν ποτε πυρετὸς διαλίπῃ, ἀκίνδυνον.

[115] Ἐν μακροῖσι πυρετοῖσιν ἢ φύματα, ἢ ἐς ἄρθρα πόνοι ἐγγίνονται, καὶ ἢν γένωνται, οὐκ ἄχρηστοι.

[116] Κεφαλαλγίη ἐν ὀξεῖ, ὑποχόνδριον ἀνεσπασμένον, μὴ ῥυέντος αἵματος ἐκ ῥινέων, ἐς φρενιτικὸν περιίσταται.

[117] Τὰ λειπυρικὰ, μὴ χολέρης ἐπιγινομένης, οὐ λύεται.

[118] Ἴκτερος πρὸ μὲν τῆς ἑβδόμης ἡμέρης ἐπιγενόμενος, κακόν· ἑβδόμῃ δὲ, καὶ ἐνάτῃ, καὶ ἑνδεκάτῃ, καὶ τεσσαρεσκαιδεκάτῃ, κρίσιμον, μὴ σκληρύνων ὑποχόνδρια· ἢν δὲ μὴ, ἐνδοιαστόν.

[119] Αἱ πυκναὶ διὰ τῶν αὐτῶν ὑποστροφαὶ, περὶ κρίσιν ἐμετώδεες, μελάνων ἔμετον ποιέουσιν· γίνονται δὲ καὶ τρομώδεες.

[120] Τὰ ἐν τριταίοισιν ἅμα πυρετοῖσιν ἀλγήματα παροξυνόμενα τριταιογενῆ, ποιέεται θρομβώδεα αἵματα διαχωρέειν.

[121] Ἐν πυρετοῖσι κατὰ φλέβα τὴν ἐν τῷ τραχήλῳ σφυγμὸς καὶ πόνος ἐς δυσεντερίην ἀποτελευτᾷ.

[122] Τὸ μεταβάλλειν πολλάκις χρῶμα καὶ θερμασίην, χρήσιμον.

[123] Τοῖσι χολώδεσι πνεῦμα μέγα, καὶ πυρετὸς ὀξὺς μετὰ ὑποχονδρίου ἐντάσιος, τὰ παρ᾿ οὖς ἀνίστησιν.

[124] Οἱ ἐκ μακρῶν ἀναλαμβάνοντες, εὔσιτοι, μηδὲν ἐπιδιδόντες, ὑποστρέφουσι κακοηθέως.

[125] Οἷσιν ἐν πυρετοῖσι φλέβες αἱ ἐν κροτάφοισι σφυγματώδεες, καὶ πρόσωπον ἐῤῥωμένον, καὶ ὑποχόνδριον μὴ λαπαρὸν, χρόνιον· καὶ οὐ παύονται χωρὶς αἵματος ῥύσιος ἐκ ῥινῶν πολλῆς, ἢ λυγγὸς, ἢ σπασμοῦ, ἢ ὀδύνης ἰσχίων.

[126] Ἐν καύσῳ κοιλίη καταῤῥαγεῖσα, θανάσιμον.

[127] Ἐκ κοιλίης ἀλγήματος ἐπιπόνου πυρετὸς καυσώδης, ὀλέθριον.

[128] Ἐν τοῖσι καυσώδεσιν, ἤχων προσγενομένων μετὰ ἀμβλυωγμοῦ καὶ κατὰ ῥῖνας βάρους, ἐξίστανται μελαγχολικῶς, μὴ αἱμοῤῥαγήσαντες.

[129] Τοὺς ἐν καύσοισι τρόμους παρακοπὴ λύει.

[130] Ἐν καύσῳ ῥύσις ἐκ μυκτήρων τεταρταίῳ, κακὸν, ἢν μή τι ἄλλο ἀγαθὸν ξυμπέσῃ· πεμπταίῳ δὲ, ἧσσον κινδυνῶδες.

[131] Ἐν τοῖσι καυσώδεσιν ὑποπεριψύχουσι, διαχωρήμασιν ὑδατοχόλοισι, συχνοῖσιν, ὀφθαλμῶν ἴλλωσις, κακὸν, ἄλλως τε κἢν κάτοχοι γένωνται.

[132] Καῦσος, ῥίγεος ἐπιγενομένου, λύεται.

[133] Καῦσοι ὑποτροπιάζειν εἰώθασι, καὶ ἡμέρας τέσσαρας ἐπισημήναντες, ἔπειτα ἐξιδροῦσιν· εἰ δὲ μὴ, τῇ ἑβδόμῃ.

[134] Τοὺς καυσώδεας διακρίνουσιν αἱ τεσσαρεσκαίδεκα ἡμέραι, κουφίζουσαι ἢ ἀναιροῦσαι.

[135] Ἐκ καύσου, μὴ γενομένου πυώδεος παρ᾿ οὖς ἀποστήματος, οὐ πάνυ σώζονται.

[136] Οἱ ληθαργικοὶ τρομώδεες ἀπὸ χειρῶν, ὑπνώδεες, δύσχρωτες, οἰδηματώδεες, σφυγμοῖσι νωθροῖσι, καὶ μετάρσια τὰ ὑποφθάλμια, καὶ ἱδρῶτες ἐπιγίνονται, καὶ κοιλίας χολώδεας καὶ ἀκρατέας ἢ καταξήρους ἴσχουσιν, οὖρα καὶ διαχωρήματα προϊόντα λαθραίως, τὸ οὖρον ὑποζυγίου, πιεῖν τε οὐκ αἰτέουσιν, οὐδὲ θάτερον οὐδέν· ἔμφρονες δὲ γενόμενοι, τράχηλον ἐπώδυνόν φασιν ἔχειν, καὶ διὰ τῶν οὐάτων ἤχους διαΐσσειν· ὁκόσοι δὲ σώζονται τῶν ληθαργικῶν, ἔμπυοι ὡς ἐπιτοπολὺ γίνονται.

[137] Ὁκόσοισιν ἐν πυρετοῖσιν ἀκρίτως τὰ τρομώδεα παύεται, τουτέοισι χρόνῳ ἐς ἄρθρα ἀπόστασις ὀδυνώδης ἐκπυοῦσα, καὶ κύστις ἐπώδυνος.

[138] Τῶν πυρεσσόντων οἷσι μὲν ἐρυθήματα ἐπὶ προσώπων καὶ πόνος κεφαλῆς ἰσχυρὸς, καὶ σφυγμὸς φλεβῶν, αἵματος ῥύσις τὰ πολλὰ γίνεται· οἷσι δὲ ἄσαι, καὶ καρδιωγμοὶ, καὶ πτυαλισμοὶ, ἔμετος. Οἷσι δὲ ἐρευγμοὶ, φῦσαι, ψόφοι κοιλίης, καὶ ἐπάρσιες, καὶ ἐκτάραξις κοιλίης.

[139] Τοῖσι χρονίζουσιν ἀσφαλέως ἐν πυρετῷ ξυνεχεῖ, χωρὶς πόνου, ἢ φλεγμονῆς, ἢ ἄλλης προφάσιος, ἀπόστασιν προσδέχεσθαι μετὰ πόνου καὶ οἰδήματος, καὶ μᾶλλον ἐς τὰ κάτω χωρία· προσδέχεσθαι δὲ δεῖ τὰς ἀποστάσιας τοῖσιν εἰς τριήκοντα ἔτεα μᾶλλον· ὑποσκέπτεσθαι δὲ τουτέοισι τὰς ἀποστάσιας, ἢν τὰς εἴκοσιν ἡμέρας ὁ πυρετὸς ὑπερβάλλῃ· τοῖσι δὲ πρεσβυτέροισιν ἧσσον γίνονται, καὶ πολλῷ χρόνῳ γενομένων τῶν πυρετῶν· οἱ δὲ διαλείποντες καὶ λαμβάνοντες πεπλανημένως, φθινοπώρου μάλιστα ἐς τεταρταῖον ἐπιεικέως μεθίστανται, καὶ μᾶλλον τοῖσιν ὑπὲρ τὰ τριήκοντα ἔτεα γεγονόσιν· αἱ δὲ ἀποστάσιες τοῦ χειμῶνος γίνονταί τε μᾶλλον, καὶ παύονται βραδύτερον, καὶ ἧσσον παλινδρομέουσιν.

[140] Τοῖσι δὲ πολλάκις ὑποτροπιασθεῖσιν, ἢν ἑξάμηνον ὑπερβάλλωσιν, ἰσχιαδικὴ φθίσις ἐπιεικέως γίνεται.

[141] Ὁκόσα πυρετῷ ἀντιδίδοται, καὶ μὴ ἀποστηματώδεα σημεῖα, κακοήθεα.

[142] Τῶν πυρετῶν οἱ μήτε ἐν ἡμέρῃσι κρισίμῃσι, μήτε μετὰ σημεῖον λυτήριον ἀφιέντες, ὑποτροπιάζουσιν.

[143] Τὰ ὀξέα τῶν νοσημάτων ἐν ἡμέρῃσι κρίνεται τεσσαρεσκαίδεκα.

[144] Τριταῖος ἀκριβὴς ἐν πέντε, ἢ ἐν ἑπτὰ περιόδοισιν, ἢ τὸ μακρότατον ἐν ἐννέα κρίνεται.

[145] Οἷσιν ἀρχομένοισι πυρέσσειν, αἵματος στάζοντος ἐκ ῥινῶν, ἢ πταρμοῦ γενομένου, λευκὴν ὑπόστασιν τὸ οὖρον ἴσχει ἐν τῇ τετάρτῃ, λύσιν ἐν τῇ ἑβδόμῃ σημαίνει.

[146] Τὰ ὀξέα κρίνεται, αἵματος ἐκ ῥινέων ῥυέντος ἐν κρισίμῳ, καὶ ἱδρῶτος πολλοῦ γενομένου, καὶ οὔρου πυώδεος καὶ ὑαλώδεος γενομένου, ὑπόστασιν χρηστὴν ἔχοντος, καὶ ἀθρόου γενομένου, καὶ ἀποστήματος ἀξιολόγου, καὶ κοιλίης μυξώδεος καὶ αἱματώδεος, καὶ ἐξαπίνης καταῤῥαγείσης, καὶ ἐμέτων οὐ μοχθηρῶν κατὰ κρίσιν.

[147] Ὕπνοι βαθέες, μὴ ταραχώδεες, βεβαίαν κρίσιν σημαίνουσιν· οἱ δὲ ταραχώδεες μετὰ ἀλγήματος σώματος, ἀβέβαιοι.

[148] Ἑβδομαίοισιν, ἢ ἐναταίοισιν, ἢ τεσσαρεσκαιδεκαταίοισι ῥύσιες ἐκ ῥινέων λύουσιν ὡς ἐπὶ τὸ πουλὺ τοὺς πυρετούς· ὁμοίως δὲ καὶ κοιλίης ῥύσις χολώδης, καὶ δυσεντεριώδης, καὶ πόνος γουνάτων, ἢ ἰσχίων, καὶ οὖρον πεπανθὲν πρὸς τὴν κρίσιν, ἐν γυναικὶ δὲ καὶ ἐπιμηνίων ῥύσις.

[149] Οἱ ἐν πυρετοῖσιν αἱμοῤῥαγήσαντες ἱκανῶς ὁκοθενοῦν, ἐν τῇσιν ἀναλήψεσι κοιλίας καθυγραίνονται.

[150] Οἱ ἐν πυρετοῖσιν ἐφιδρώοντες, κεφαλαλγέες, κοιλίην ἀπολελαμμένοι, σπασμώδεες.

[151] Αἱ ἐπ᾿ ὀλίγον θρασέες παρακρούσιες, καὶ θηριώδη καὶ σπασμὸν σημαίνουσιν.

[152] Σπασμὸς ἐν πυρετῷ γενόμενος, παύει τὸν πυρετὸν αὐθημερὸν, ἢ τῇ ὑστεραίῃ, ἢ τῇ τρίτῃ.

[153] Σπασμὸς ἐν πυρετῷ γενόμενος καὶ παυόμενος αὐθημερὸν, ἀγαθόν· ὑπερβάλλων δὲ τὴν ὥρην ἐν ᾗ ἤρξατο, καὶ μὴ διαπαυόμενος, κακόν.

[154] Οἱ διαλείποντες, ἀνωμάλως δὲ χλιαινόμενοι, κοιλίης ἐμφυσωμένης, σμικρὰ διαδιδούσης, ὀσφυαλγήσασι μετὰ κρίσιν, τουτέοισι κοιλίαι καταῤῥήγνυνται· οἱ δὲ περικαέες πρὸς χεῖρα, νωθροὶ, διψώδεες, ἀσώδεες, κοιλίης ἀπειλημμένης, βαρυνόμενοι, ἐκχλοιοῦνται· ἔστι δ᾿ ὅτε καὶ τὰ ἐξέρυθρα ἐν ποσὶ κατακαύματα τὰ αὐτὰ σημαίνει.

[155] Οἱ χειμερινοὶ τεταρταῖοι πυρετοὶ ἐπιεικέως μεθίστανται ἐς τὰς ὀξείας νούσους.

[156] Κεφαλῆς πόνος ξύντονος μετ᾿ ὀξέος πυρετοῦ καὶ ἄλλου σημείου τῶν δυσκόλων, θανάσιμον· ἄνευ δὲ σημείου φαύλου, ὑπερβάλλων τὰς εἴκοσιν ἡμέρας, αἵματος ῥύσιν, ἢ πύου ἐκ ῥινὸς, ἢ ἀποστάσιας ἐς τὰ κάτω σημαίνει· μάλιστα μὲν νεωτέροισι τῶν τριήκοντα πέντε τὰς ῥύσιας, τοῖσι δὲ πρεσβυτέροισι τὰς ἀποστάσιας προσδέχεσθαι, περὶ μέτωπον δὲ καὶ κροτάφους ὄντος τοῦ πόνου, τὰς ῥύσιας.

[157] Οἷσι κεφαλαλγίαι καὶ ἦχοι ἀπυρέτοισι, καὶ σκοτοδινίη, καὶ φωνῆς βραδυτὴς, καὶ νάρκη χειρῶν, ἢ ἀποπλήκτους, ἢ ἐπιληπτικοὺς προσδέχου τούτους ἔσεσθαι, ἢ καὶ ἐπιλήσμονας.

[158] Οἱ κεφαλαλγέες, κατόχως παρακρούοντες, κοιλίης ἀποληφθείσης, ὄμμα θρασυνθέντες, ἀνθηροὶ, ὀπισθοτονώδεες γίνονται.

[159] Τὰ ὑποσείοντα κεφαλὰς, ὄμματα ἐξέρυθρα, παρακρούοντα σαφῶς, ὀλέθρια· οὐ ξυναποθνήσκει τοῦτο, ἀλλὰ παρ᾿ οὖς οἴδημα ποιέει.

[160] Κεφαλαλγίη μεθ᾿ ἕδρης καὶ αἰδοίων ἀλγήματος, νωθρότητα καὶ ἀκρησίην παρέχει, καὶ φωνὴν παραλύει· ταῦτα οὐ χαλεπά· ὑπνώδεες δὲ καὶ λυγγώδεες γίνονται. ἐνάτῳ μηνὶ ἐκ τουτέων, φωνῆς λυθείσης, ἐς τὸ αὐτὸ καθίστανται, ἀσκαριδώδεες γενόμενοι.

[161] Ἐν κεφαλαλγίῃ, κώφωσις καὶ κῶμα παρακολουθοῦντα, τὰ παρ᾿ οὖς ἐπαίρει.

[162] Οἱ κεφαλαλγέες, κατόχως ὀδυνώδεες, ὄμμα ἐξέρυθροι, αἱμοῤῥαγικοί.

[163] Τὰ σείοντα κεφαλὴν, ἠχώδεα, αἱμοῤῥοεῖ, ἢ γυναικὶ τὰ γυναικεῖα καταβιβάζει, ἄλλως τε καὶ ἢν κατὰ ῥάχιν καῦμα παρακολουθέῃ· ἴσως δὲ καὶ δυσεντερικά.

[164] Οἱ καρηβαρικοὶ, κατὰ βρέγμα ὀδυνώδεες, ἄγρυπνοι, αἱμοῤῥαγέουσιν, ἄλλως τε καὶ ἤν τι ἐς τράχηλον συντείνῃ.

[165] Τὰ ἐν κεφαλαλγίῃσιν ἰώδεα ἐμέσματα μετὰ κωφώσιος, ἀγρύπνοισι, ταχὺ ἐκμαίνει.

[166] Οἷσι κεφαλῆς καὶ τραχήλου πόνος, καὶ ὅλου δέ τις ἀκράτεια τρομώδης, αἱμοῤῥαγίη λύει· ἀτὰρ καὶ οὗτοι χρόνῳ λύονται· αἱ δὲ κύστιες ἐν τουτέῳ ἀπολαμβάνονται.

[167] Ἐν τῇσιν ὀξείῃσι κεφαλαλγίῃσι, καὶ τῇσι ναρκώδεσι μετὰ βάρεος, ἐθέλει σπασμώδεα γίνεσθαι.

[168] Κεφαλαλγίην λύει πῦον διὰ ῥινῶν, ἢ πτύαλα παχέα καὶ ἄνοσμα· λύει δὲ καὶ ἑλκέων ἔκθυσις, ποτὲ δὲ καὶ ὕπνος, καὶ κοιλίης ῥύσις.

[169] Κεφαλῆς ἄλγημα μέτριον μετὰ δίψης, μὴ ἰδίουσιν, ἢ μετὰ ἱδρῶτος μὴ λύοντος τὸν πυρετὸν, ἀπαστάσιας ἐν οὔλοισιν ἢ παρ᾿ οὖς σημαίνει, μὴ κοιλίης ἐκταραχθείσης.

[170] Κεφαλαλγίη καρώδης μετὰ βάρεος ποιέει τι σπασμῶδες.

[171] Οἱ κεφαλαλγικοὶ, διψώδεες, ὑπάγρυπνοι, ἀσαφέες, ἀδύνατοι, ἐπὶ κοιλίῃ ὑγρῇ κοπιώδεες, ἦρά γε ἐξίστανται;

[172] Κεφαλαλγέες, ὑπόκωφοι, χεῖρας τρομώδεες, τράχηλον ὀδυνώδεες, οὐρέοντες μέλανα δεδασυμένα, ἐμέοντες μέλανα, ὀλέθριοι.

[173] Οἱ κεφαλαλγέες, ἐφιδροῦντες, κοιλίην ἀπειλημμένοι, σπασμώδεες.

[174] Τὸ καρῶδες πανταχοῦ κακόν.

[175] Οἱ κωματώδεες ἐν ἀρχῇσι γενόμενοι μετὰ κεφαλῆς, ὀσφύος, τραχήλου, ὑποχονδρίου ὀδύνης, ἀγρυπνέοντες, ἦρά γε φρενιτικοί; μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων, ὀλέθριον, ἄλλως τε καὶ τεταρταίοισιν ἐοῦσιν, ἢ ἀρχομένοισιν· κακὸν δὲ καὶ κοιλίης περίπλυσις ἐξέρυθρος.

[176] Οἱ [κωματώδεες] ἐξ ἀρχῆς ἐφιδρώσαντες, οὔροισι πέποσι, καυστικοὶ, ἀκρίτως δὲ περιψύχοντες, διὰ ταχέων περικαέες, νωθροὶ, κωματώδεες, σπασμώδεες, ὀλέθριοι.

[177] Οἱ κωματώδεες ὕπνοι, καὶ αἱ καταψύξιες, ὀλέθριον.

[178] Κωματώδεας, κοπιώδεας, κεκωφωμένους, κοιλίης κατεῤῥωγυίης, ἐρυθρὰ διελθόντα περὶ κρίσιν ὠφελέει.

[179] Κωματώδεες, ἀσώδεες, ὑποχόνδριον ὀδυνώδεες, σμικρὰ ἐμετώδεες, τὰ παρ᾿ οὖς ἴσχουσι, πρόσθεν δὲ περὶ τὸ πρόσωπον ἐπάρματα.

[180] Τὰ μετὰ κώματος, ἐξαίφνης παρακρούσαντα ἀλυσμῷ, αἱμοῤῥαγικά.

[181] Τὰ κωματώδεα, ἀσώδεα, ὀδυνώδεα ὑποχόνδρια, θαμινὰ σμικρὰ πτύοντα, τὰ παρ᾿ οὖς ἐπαίρει· τὸ κωματῶδες ἦρά τι ἔχει σπασμῶδες;

[182] Κωματώδεα, μεμωρωμένα, κάτοχα, ποικίλλοντα ὑποχόνδρια καὶ κοιλίην ἐπηρμένοι, ἀπόσιτοι, ἀπολελαμμένοι, ἐφιδροῦντες· ἦρα τουτέοισι τὸ θολερὸν πνεῦμα καὶ τὸ γονοειδὲς διελθὸν λύγγα σημαίνει; κοιλίη δὲ ἦρα χολώδης προσδιέρχεται; τὸ λαμπῶδες ἐν τουτέοισιν οὐρηθὲν ὠφελέει, καὶ κοιλίαι δὲ τουτέοισιν ἐπιταράσσονται.

[183] Ἐγκεφάλου σφακελίσαντος, οἱ μὲν ἐν τῇσι τρισὶν ἡμέρῃσιν, οἱ δὲ ἐν τῇσιν ἑπτὰ τελευτῶσι, ταύτας δὲ διαφεύγοντες, σώζονται· οἷσι δ᾿ ἂν τμηθεῖσι τῶν τοιουτέων διεστηκὸς εὑρεθῇ τὸ ὀστέον, ἀπόλλυνται.

[184] Τοῖσι κεφαλαλγικοῖσιν ὀστέα ῥαγεῖσιν ἐκ τῶν ὄπισθεν, ῥύσις ἐκ μυκτῆρος λαῦρος, παχεῖα, κακόν· ὀφθαλμὸν προαλγήσαντες οὗτοι ῥιγέουσιν· ἦρα αἱ κατὰ κρόταφον ὀστέων διαῤῥαγαὶ σπασμώδεες;

[185] Ὠτὸς πόνος σύντονος, μετὰ πυρετοῦ ὀξέος, καὶ ἄλλου του σημείου τῶν ὑποδυσκόλων, τοὺς μὲν νέους ἑβδομαίους κτείνει καὶ συντομώτερον, παραφρονήσαντας, μὴ ῥυέντος πολλοῦ πύου ἐκ τοῦ ὠτὸς, ἢ ἐκ ῥινῶν αἵματος, μηδὲ ἄλλου του σημείου χρηστοῦ γενομένου· τοὺς δὲ πρεσβυτέρους βραδύτερον καὶ ἧσσον ἀναιρεῖ· τά τε γὰρ ὦτα φθάνει ἐκπυέειν, καὶ παραφρονέουσιν ἧσσον· ὑποστρέφουσι δὲ οἱ πολλοὶ τουτέων, καὶ οὕτως ἀπόλλυνται.

[186] Κώφωσις ἐν ὀξέσι καὶ ταραχώδεσι παρακολουθοῦσα, κακόν· κακὸν δὲ καὶ ἐν τοῖσι μακροῖσιν· ἄγει δ᾿ ἐν τουτέοισι καὶ ἐς ἰσχία πόνους.

[187] Ἐν πυρετοῖσι κώφωσις κοιλίην ἐφίστησιν.

[188] Ὦτα ψυχρὰ καὶ διαφανέα καὶ συνεσταλμένα, ὀλέθριον.

[189] Βόμβος ἐν ὀξέσι, καὶ ἦχος ἐν ὠσὶ, θανάσιμον.

[190] Ἦχοι μετὰ ἀμβλυωσμοῦ, καὶ κατὰ ῥῖνας βάρεος, παρακρουστικὸν, καὶ αἱμοῤῥαγέει.

[191] Οἷσι κώφωσις μετὰ καρηβαρίης, καὶ ὑποχονδρίου ἐντάσιος, καὶ πρὸς αὐγὰς ἐνοχλεῖν, αἱμοῤῥοεῖ.

[192] Ἐν ὀξεῖ πυρετῷ ὦτα κωφοῦσθαι, μανικόν.

[193] Οἱ δύσκωφοι, ἐν τῷ λαμβάνειν τρομώδεες, γλῶσσαν παραλελυμένοι, νωθροὶ, κακόν.

[194] Προηκούσης ἀῤῥωστίης, κώφωσις, καὶ οὖρον ὑπέρυθρον, ἀκατάστατον, ἐναιωρεύμενον, παρακρουστικόν· τὸ ἰκτεροῦσθαι ἐν τούτοισι κακόν· κακὸν δὲ καὶ ἐπὶ ἰκτέρῳ μώρωσις· τούτους ἀφώνους, αἰσθανομένους δὲ, ξυμβαίνει γίνεσθαι· τάχα δὲ καὶ κοιλίη πονηρεύεται τούτοισι.

[195] Τὰ ὀδυνηρῶς παρ᾿ οὖς ἀνιστάμενα, ὀλέθρια.

[196] Τὰ παρ᾿ οὖς ἐκ τοῦ ἔμπροσθεν ἀλγήματος ἐρυθήματα ἐν πυρετοῖσι γινόμενα, σημεῖον μὲν ἐρυσιπέλατος ἐπὶ προσώπου ἐσομένου· ἀτὰρ καὶ σπασμοὶ ἐκ τῶν τοιουτέων γίνονται μετὰ ἀφωνίης καὶ ἐκλύσιος.

[197] Τὰ παρ᾿ οὖς ἐπὶ εἰλέοισι δυσώδεσι, πυρετῷ ὀξεῖ, ὑποχονδρίῳ συντόνῳ χρονιωτέρως, ἀρθέντα, κτείνει.

[198] Τὰ παρ᾿ οὖς, φαῦλα τοῖσι παραπληκτικοῖσιν.

[199] Τὰ παρ᾿ οὖς ἐν μακροῖσι, μὴ ἐκπυεῦντα, θανάσιμον· κοιλίαι δὲ τοῖσι τουτέοισι κάτω φέρονται.

[200] Ἦρά γε οἷσι τὰ παρ᾿ ὦτα, κεφαλαλγικοί; ἦρά τι ἐφιδροῦσι τὰ ἄνω; ἦρά τι καὶ ἐπιῤῥιγέουσιν; ἦρά γε αἱ κοιλίαι καταῤῥήγνυνται; καί τι καὶ κωματώδεες; ἆρα καὶ τὸ ὑδατῶδες οὖρον, ἐναιωρεύμενον λευκοῖσι, καὶ τὰ ὑποποίκιλα, ἔκλευκα, δυσώδεα;

[201] Τὰ παρ᾿ οὖς λαπάσσει βηχία μετὰ πτυαλισμῶν ἰόντα.

[202] Οὖρα τοῖσι παρ᾿ ὦτα ταχὺ καὶ ἐπ᾿ ὀλίγον πεπαινόμενα, φλαῦρα· καὶ τὸ καταψύχεσθαι ὧδε, πονηρόν.

[203] Τὰ παρ᾿ οὖς ἐν τοῖσι χρονίοισιν ἐκπυεύμενα μὴ λευκῷ σφόδρα καὶ ἀνόδμῳ, κτείνει, καὶ μάλιστα γυναῖκας.

[204] Τὰ παρ᾿ οὖς μάλιστα τῶν ὀξέων ἐν τοῖσι καυσώδεσι γίνεται· κἢν μὴ κρίσιν ποιήσῃ, καὶ ἐκπεπαίνηται, ἢ ἐκ ῥινῶν αἷμα ῥυῇ, ἢ οὖρα ὑπόστασιν παχεῖαν λάβῃ, ἀπόλλυνται· τὰ πολλὰ δὲ τῶν τοιούτων οἰδημάτων προαποκαθίσταται· προσεπιθεωρέειν δὲ καὶ τοὺς πυρετοὺς ἤν τε ἐπιτείνωσιν, ἤν τε ἀνιῶσι, καὶ οὕτως ἀποφαίνεσθαι.

[205] Ἐπὶ κωφώσει καὶ νωθρίῃ ἐκ ῥινῶν ἀποστάζειν, ἔχει τι δύσκολον· ἔμετος τουτέοισιν ἁρμόσει καὶ κοιλίης ταραχή.

[206] Ἐκ κωφώσιος ἐπιεικέως τὰ παρ᾿ ὦτα, ἄλλως τε καὶ ἢν ἀσῶδές τι γίνηται· ἀτὰρ καὶ τοῖσι κωματώδεσιν ἐπὶ τουτέοισι καὶ μᾶλλόν τι τὰ παρ᾿ ὦτα.

[207] Κώφωσιν ἐν πυρετῷ ῥύσις ἐκ ῥινῶν λύει καὶ κοιλίης ταραχή.

[208] Πρόσωπον ἐκ μετεώρου ταπεινούμενον, καὶ φωνὴ λειοτέρη καὶ ἀσθενεστέρη γινομένη, καὶ πνεῦμα μανότερον καὶ λεπτότερον, ἄνεσιν ἐς τὴν ἐπιοῦσαν σημαίνει.

[209] Προσώπου διαφθορὴ, θανάσιμον· ἧσσον δ᾿ ἢν δι᾿ ἀγρυπνίην, ἢ λιμὸν, ἢ κοιλίης ἐκτάραξιν γένηται· καθίσταται δὲ ἐν ἡμέρῃ καὶ νυκτὶ τὸ διὰ ταῦτα διαφθαρέν· γένοιτο δ᾿ ἂν τοιοῦτον, ὀφθαλμοὶ κοῖλοι, ῥὶς ὀξεῖα, κρόταφοι συμπεπτωκότες, ὦτα ψυχρὰ καὶ συνεσταλμένα, δέρμα σκληρὸν, χρῶμα ὠχρὸν ἢ μέλαν· πελιαινόμενον δὲ ἐπὶ τουτέοισι βλέφαρον, ἢ χεῖλος, ἢ ῥὶς, συντόμως θανάσιμον.

[210] Προσώπου εὔχροια καὶ σκυθρωπότης ἐν ὀξεῖ, κακόν· μετώπου ξυναγωγὴ ἐπὶ τουτέοισι, φρενιτικόν.

[211] Περὶ πρόσωπον εὔχροια καὶ ἱδρῶτες ἀπυρέτοισι, κόπρανα παλαιὰ ὑπεόντα σημαίνει, ἢ διαίτης ἀταξίην.

[212] Τὰ κατὰ ῥῖνας ἐρυθήματα, κοιλίης ὑγραινομένης σημεῖα· τοῖσι κατὰ τὰ ὑποχόνδρια ἢ τὸν πλεύμονα πόνοισι [ἢ] ἐμπυομένοισι κακόν.

[213] Ὀφθαλμῶν καθαρότης καὶ τὰ λευκὰ αὐτέων ἐκ μελάνων ἢ πελίων καθαρὰ γίνεσθαι, κρίσιμον· ταχέως μὲν οὖν καθαιρομένων, ταχεῖαν σημαίνει κρίσιν, βραδέως δὲ βραδυτέρην.

[214] Τὸ ἀχλυῶδες τῶν ὀφθαλμῶν, ἢ τὸ λευκὸν ἐρυθραινόμενον, ἢ πελιαινόμενον, ἢ φλεβίων μελάνων πληρούμενον, οὐκ ἀστεῖον· φλαῦρον δὲ καὶ τὸ τὴν αὐγὴν φεύγειν, ἢ δακρύειν, ἢ διαστρέφεσθαι, καὶ τὸν ἕτερον ἐλάσσω γίνεσθαι· πονηρὸν, καὶ τὸ τὰς ὄψιας πυκνὰ διαῤῥίπτειν, ἢ λημία σμικρὰ περὶ αὐτὰς, ἢ αἰγίδα λεπτὴν ἴσχειν, ἢ τὸ λευκὸν μέζον γίνεσθαι, τὸ δὲ μέλαν ἔλασσον, ἢ κρύπτεσθαι τὸ μέλαν ὑπὸ τὸ ἄνω βλέφαρον· πονηρὸν δὲ καὶ κοιλότης ὀμμάτων, καὶ ἔκθλιψις ἔξω σφοδρὴ, καὶ λαμπηδόνος ἔκθλιψις, ὥστε μὴ δύνασθαι τὴν κόρην ἐκτείνεσθαι, καὶ βλεφαρίδων καμπυλότης καὶ πῆξις ὀμμάτων, συνεχέως τε μύειν, καὶ χρώματα μεταβάλλειν· καὶ βλέφαρα μὴ συμβάλλειν ἐν τῷ καθεύδειν, ὀλέθριον· κακὸν δὲ καὶ ἰλλαίνων ὀφθαλμός.

[215] Ὀφθαλμῶν ἔρευθος ἐν πυρετῷ γενόμενον, κοιλίης πονηρίην χρονίην σημαίνει.

[216] Αἱ παρ᾿ ὀφθαλμὸν ἐπαναστάσιες ἐν τῇσιν ἀνακομιδῇσι, κοιλίην καταῤῥηγνύουσιν.

[217] Ἐπὶ ὀμμάτων διαστροφῇ, κοπιώδει, πυρετώδει, ῥῖγος, ὀλέθριον· καὶ οἱ κωματώδεες ἐν τουτέοισι, κακόν.

[218] Ὀφθαλμιῶντι ἀνδρὶ, πυρετοῦ ἐπιγενομένου, λύσις· εἰ δὲ μὴ, κίνδυνος τυφλωθῆναι, ἢ ἀπολέσθαι, ἢ ἀμφότερα.

[219] Οἷσιν ὀφθαλμιῶσι κεφαλαλγίη προσγίνεται, καὶ παρακολουθεῖ χρόνον πουλὺν, κίνδυνος τυφλωθῆναι.

[220] Ὀφθαλμιῶντι διάῤῥοια ἀπὸ ταυτομάτου, χρήσιμον.

[221] Ὀμμάτων ἀμαύρωσις, καὶ τὸ πεπηγὸς, ἀχλυῶδες, κακόν.

[222] Ὀμμάτων ἀμαύρωσις ἅμα ἀψυχίῃ, σπασμῶδες συντόμως.

[223] Ὀμμάτων ὀρθότης ἐν ὀξεῖ, ἢ κίνησις ὀξείη, καὶ ὕπνος ταραχώδης, ἢ ἀγρυπνίη, ποτὲ δὲ καὶ στάξιες ἐκ ῥινῶν, οὐδὲν ἀγαθόν· πρὸς τὴν ἁφὴν μὴ περικαέες, φρενιτικοὶ γίνονται, καὶ μᾶλλον ἢν αἷμα ῥυῇ.

[224] Γλῶσσα κατ᾿ ἀρχὰς μὲν πεφρικυῖα, τῷ δὲ χρώματι διαμένουσα, προϊόντος δὲ τοῦ χρόνου τρηχυνομένη, καὶ πελιαινομένη, καὶ ῥηγνυμένη, θανάσιμον· σφόδρα δὲ μελαινομένη, ἐν τῇ τεσσαρεσκαιδεκάτῃ κρίσιν γενέσθαι δηλοῖ· χαλεπωτάτη δέ ἐστιν ἡ μέλαινα καὶ χλωρή.

[225] Γλώσσης παρὰ τὸ δικροῦν ὥσπερ σιάλῳ λευκῷ καταλείφεσθαι, σημεῖον ἀνέσεως πυρετοῦ· παχέος μὲν ἐόντος τοῦ ἐπιγεννήματος, αὐθημερόν· λεπτοτέρου δὲ, ἐς τὴν ὑστεραίην· ἔτι λεπτοτέρου, τριταίην· τὰ δὲ αὐτὰ σημαίνει καὶ ἐπ᾿ ἄκρην τὴν γλῶσσαν γινόμενα, ἧσσον δέ.

[226] Γλῶσσα τρομώδης, μετὰ ἐρυθήματος κατὰ ῥῖνας καὶ κοιλίης ὑγρῆς, τὰ δὲ ἄλλα ἀσήμως ἔχοντα κατὰ πλεύμονα, πονηρὰ, καὶ ὀξείας καθάρσιας ὀλεθρίους σημαίνει.

[227] Γλῶσσα παρὰ λόγον ἁπαλυνομένη, καὶ ἀσώδης, μεθ᾿ ἱδρῶτος ψυχροῦ, ἐπὶ κοιλίῃ ὑγρῇ, μελάνων ἐμέτων ἐστὶ σημεῖον· τὸ κοπιῶδες ἐν τουτέοισι κακόν.

[228] Αἱ τρομώδεες γλῶσσαί τισι καὶ κοιλίην ὑγρήν ποτε ποιέουσιν· μελανθεῖσαι δὲ ἐν τουτέοισι, ταχὺν θάνατον σημαίνουσιν· ἦρά γε τρομώδης γλῶσσα σημαίνει οὐχ ἱδρυμένην γνώμην;

[229] Αἱ δασεῖαι, κατάξηροι, φρενιτικαί.

[230] Ὀδόντας συνερίζειν ἢ πρίειν, ᾧ μὴ σύνηθες ἐκ παιδίου, μανικὸν καὶ θανάσιμον· ἤδη δὲ παραφρονέων ἢν ποιέῃ τοῦτο, παντελῶς ὀλέθριον· ὀλέθριον δὲ καὶ ξηραίνεσθαι τοὺς ὀδόντας.

[231] Ὀδόντος σφακελισμὸς ἀπόστημα παρὰ οὖλον γενόμενον λύει.

[232] Ἐπὶ ὀδόντος σφακελισμῷ πυρετὸς ἐπιγενόμενος σφοδρὸς, καὶ παραφροσύνη, θανάσιμον· ἢν δὲ σώζωνται, ἕλκεα ἐκπυήσει, καὶ ὀστέα ἀφίσταται.

[233] Οἷσι περὶ τὴν ὑπερῴην ὑγροῦ σύστασις γίνεται, ὡς τὰ πολλὰ πυοῦται.

[234] Τὰ περὶ γένυας ἀλγήματα σφοδρὰ κίνδυνος εἰς ὀστέου ἀνάπλευσιν ἐλθεῖν.

[235] Χεῖλος συσπώμενον σημαίνει κοιλίης χολώδεος κατάῤῥηξιν.

[236] Τὰ ἀπὸ οὔλων αἵματα ἐπὶ κοιλίῃ ὑγρῇ, ὀλέθρια.

[237] Πτυάλου ἀναχρέμψιες ἐν πυρετῷ πελιδναὶ, μέλαιναι, χολώδεες, ἐπιστᾶσαι μὲν, κακόν· ἀποχωρέουσαι δὲ κατὰ λόγον, χρήσιμον.

[238] Οἷσιν ἁλμώδεα πτύαλα καὶ βὴξ προσίσταται, τουτέοισι χρὼς ἐρυθραίνεται, οἷον ἐξανθίσματα, πρὸ δὲ τῆς τελευτῆς τρηχύνεται.

[239] Ἀνάχρεμψις πυκνὴ, ἢν δή τι καὶ ἄλλο σημεῖον προσῇ, φρενιτικόν.

[240] Αἱ μετ᾿ ἐκλύσιος ἀφωνίαι, κάκισται.

[241] Αἱ ἐπ᾿ ὀλίγον θρασέες παρακρούσιες, πονηρὸν καὶ θηριῶδες.

[242] Οἷσι φωνὴ ἅμα πυρετῷ ἐκλείπει μετὰ ἀκρισίας, τρομώδεες θνήσκουσιν.

[243] Αἱ ἐν πυρετῷ ἀφωνίαι σπασμώδεα τρόπον, ἐκστᾶσαι σιγῇ, ὀλέθριον.

[244] Αἱ ἐκ πόνου ἀφωνίαι, δυσθάνατοι.

[245] Αἱ μετ᾿ ἐκλύσιος κατόχως ἀφωνίαι, ὀλέθριοι.

[246] Αἱ κατακλώμεναι φωναὶ μετὰ φαρμακείην, ἦρα πονηρόν; τουτέων οἱ πλεῖστοι ἐφιδροῦσι, καὶ κοιλίας καθυγραίνονται.

[247] Ἐν ἀφωνίῃ πνεῦμα οἷον τοῖσι πνιγομένοισι πρόχειρον, πονηρόν· ἦρά γε καὶ παρακρουστικόν; [248] Αἱ ἐκ κεφαλαλγίης ἀφωνίαι ἅμα ἱδρῶτι πυρετώδεες, χαλῶντα ὑπ᾿ αὐτοὺς, ἀνιέντα, χρονιώτερα· ἐπιῤῥιγοῦν τουτέοισιν, οὐ πονηρόν.

[249] Αἱ μετὰ ἀφωνίης ἐκστάσιες, ὀλέθριοι.

[250] Αἱ τοῖσιν ἐπιῤῥιγέουσιν ἀφωνίαι, θανάσιμον· εἰσὶ δὲ κεφαλαλγέες οἱ τοιοῦτοι ἐπιεικέως.

[251] Αἱ μετ᾿ ἐκλύσιος ἀφωνίαι ἐν πυρετῷ ὀξεῖ ἀνιδρωτί εἰσι μὲν θανάσιμοι, ἧσσον δὲ τῷ ἐφιδροῦντι, χρόνον δὲ σημαίνει· ἴσως δὲ καὶ οἱ ἐξ ὑποστροφῆς παθόντες τι τοιοῦτον, ἀσφαλέστατοι, ὀλεθριώτατοι δὲ τῶν τοιουτέων, οἷσι τὰ ἐκ ῥινέων, καὶ οἷσι κοιλίαι καθυγραίνονται.

[252] Ὀξυφωνίη κλαυθμώδης, καὶ ὀμμάτων ἀμαύρωσις, σπασμῶδες· οἱ ἐς τὰ κάτω πόνοι τουτέοισιν εὔφορον.

[253] Ἅμα φωνῇ τρομώδει, λύσις κοιλίης παράλογος, ἐν τοῖσι διεστηκόσι χρονίοισιν ὀλέθριον.

[254] Αἱ πυκναὶ ὑποκαρώδεες ἀφωνίαι ξύστασιν φθινώδεα προσημαίνουσιν.

[255] Πνεῦμα πυκνὸν μὲν καὶ σμικρὸν ἐὸν, φλεγμονὴν καὶ πόνον ἐν τοῖσι καιρίοισι τόποισι σημαίνει· μέγα δὲ καὶ διὰ πολλοῦ, παραφροσύνην ἢ σπασμόν· ψυχρὸν δὲ, θανάσιμον· θανάσιμον δὲ καὶ πυρετῶδες καὶ λιγνυῶδες πνεῦμα, ἧσσον δὲ τοῦ ψυχροῦ· καὶ τὸ μέγα ἔξω πνεόμενον, σμικρὸν δὲ εἴσω, καὶ τὸ σμικρὸν ἔξω, μέγα δὲ εἴσω, κάκιστον δὴ καὶ πλησίον θανάτου· καὶ τὸ ἐκτεῖνον καὶ κατεπεῖγον, καὶ ἀμαυρὸν, καὶ διπλῆ εἴσω ἐπανάκλησις, ὁκοῖον ἐπεισπνέουσιν· εὔπνοια δὲ ἐν πᾶσιν, ὁκόσα ἐν πυρετῷ ὀξεῖ, κἢν ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνηται, μεγάλην ἔχει ῥοπὴν ἐς σωτηρίην.

[256] Τράχηλος σκληρὸς καὶ ἐπώδυνος, καὶ γενύων σύνδεσις, καὶ φλεβῶν σφαγιτίδων παλμὸς ἰσχυρὸς, καὶ τενόντων ξύντασις, ὀλέθριον.

[257] Τὰ ἐν φάρυγγι ἰσχνῇ ἀλγήματα πνιγώδεα, ἀπὸ κεφαλῆς ἀλγηδόνος ὁρμώμενα, σπασμώδεα.

[258] Αἱ τραχήλου καὶ μεταφρένου ψύξιες, δοκέουσαι καὶ ὅλου δὲ τοῦ σώματος, σπασμώδεες· ἐν τουτέοισι κριμνώδεες οὐρήσιες.

[259] Οἷσι κατὰ φάρυγγα ἐρεθισμοὶ, ἐπιεικέως τὰ παρ᾿ οὖς ἐπάρματα.

[260] Φάρυγξ ἐπώδυνος, ἰσχνὴ, μετὰ δυσφορίης, ὀλέθριον ὀξέως.

[261] Οἷσι πνεῦμα ἀνέλκεται, καὶ φωνὴ πνιγμώδης, σπόνδυλός τε ἐγκάθηται, τουτέοισιν ἐπὶ τῇσι τελευτῇσιν οἷον συσπῶντός τινος τὸ πνεῦμα γίνεται.

[262] Φάρυγξ τρηχυνθεῖσα ἐπ᾿ ὀλίγον, καὶ κοιλίη κενεῇσιν ἀναστάσεσι, μετώπου ἀλγήματα, ψηλαφώδεες, ὀδυνώδεες· τὰ ἐκ τουτέων αὐξανόμενα, δύσκολα.

[263] Τὰ κατὰ φάρυγγα ἰσχυρὰ ἀλγήματα παρ᾿ οὖς ἔπαρμα καὶ σπασμοὺς ἐργάζεται.

[264] Καὶ τραχήλου καὶ νώτου ἀλγήματα, μετὰ πυρετοῦ ὀξέος, σπασμῷ, ὀλέθριον.

[265] Τραχήλου καὶ πήχεων ἀλγήματα, σπασμώδεα· ἀπὸ προσώπου δὲ ταῦτα, καὶ κατὰ φάρυγγα· ὠχροὶ, ἰσχνοὶ, πτυαλίζοντες, ἐν τουτέοισιν, ἐν ὕπνοισιν ἱδρῶτες ἀγαθοί· ἦρά γε καὶ τῷ ἱδρῶτι κουφίζεσθαι, τοῖσι πλείστοισιν οὐ πονηρόν; οἱ ἐς τὰ κάτω πόνοι τουτέοισιν, εὔφοροι.

[266] Ἐν ἀλγήματι νώτου καὶ στήθεος αἱματώδης οὔρησις ἐπιστᾶσα, ὀλέθριος ἐπιπόνως.

[267] Τραχήλου πόνος, κακὸν μὲν ἐν πυρετῷ παντὶ, κάκιστον δὲ ἐν οἷσι καὶ ἐκμανῆναι ἐλπίς.

[268] Ἐπὶ στήθεος ἀλγήματι πυρετώδει κοιλίη ταραχώδης, ναρκώδης, σημεῖον μελαινῶν ὑποχωρησίων.

[269] Τὰ ἐν ὀξέσι κατὰ φάρυγγα μικρὰ ὀδυνώδεα, ὅτε χάνοι, μὴ ῥηϊδίως συνάγοντι, ἰσχνῷ, παρακρουστικά· ἐκ τουτέων φρενιτικοὶ, ὀλέθριον.

[270] Φάρυγξ ἑλκουμένη ἐν πυρετῷ μετ᾿ ἄλλου σημείου τῶν δυσκόλων, κινδυνῶδες.

[271] Ἐν πυρετοῖσιν ἐξαπίνης πνίγεσθαι, καὶ καταπίνειν μὴ δύνασθαι, χωρὶς οἰδήματος, κακόν.

[272] Τράχηλον ἐπιστραφῆναι μὴ δύνασθαι, μηδὲ καταπίνειν, θανάσιμον ὡς τὰ πολλά.

[273] Ὑποχόνδριον δὲ χρὴ μαλθακὸν εἶναι καὶ ἄπονον καὶ ὁμαλές· φλεγμαῖνον δὲ, ἢ ἀνωμάλως ἔχον, ἢ ἀλγούμενον, σημεῖον ἀῤῥωστίης ἐστὶν οὐκ εὐήθεος.

[274] Οἴδημα δὲ ἐν ὑποχονδρίοισι, σκληρόν τε ἐὸν καὶ ἐπώδυνον, κάκιστον μὲν, εἰ παρὰ πάντων εἴη τῶν μερέων· τῶν δὲ ἐκ τοῦ ἑνὸς μέρεος, ἀκινδυνότερον τὸ ἐκ τῶν ἀριστερῶν· σημαίνει δὲ ἐν ἀρχῇ μὲν τὰ τοιαῦτα θάνατον σύντομον, ὑπερβάλλοντα δὲ τὰς εἴκοσι, τοῦ πυρετοῦ μένοντος, ἐμπύησιν· γίνεται δὲ τούτοισιν ἐν τῇ πρώτῃ περιόδῳ ῥῆξις αἵματος διὰ ῥινῶν, καὶ κάρτα ὠφελέει· τὰ γὰρ πολλὰ κεφαλὴν οὗτοι πονέουσι, καὶ ὄψις ἀμαυροῦται, καὶ μᾶλλον εἰς ταῦτα προσγίνεσθαι προσδέχου τὴν ῥῆξιν, ἡλικίῃσι δὲ πέντε καὶ τριήκοντα ἐτέων, τοῖσι δὲ πρεσβυτέροισιν ἧσσον.

[275] Τὰ μαλθακὰ δὲ καὶ ἀνώδυνα τῶν οἰδημάτων, χρονιώτερα δὲ τὰς κρίσιας ποιέεται, καὶ ἧσσόν ἐστιν ἐπικίνδυνα· τὰς δὲ ἑξήκοντα καὶ ταῦτα ὑπερβάλλοντα, τοῦ πυρετοῦ μένοντος, ἐμπυοῦται. Παραπλήσια δὲ σημαίνει τοῖσιν ἐν ὑποχονδρίοισι καὶ τὰ περὶ κοιλίην, πλὴν ἧσσον ἐκπυοῦται ταῦτα ἐκείνων, ἥκιστα δὲ ὑπ᾿ ὀμφαλόν· καὶ γίνεται δὲ ταῦτα μὲν ἐν χιτῶνι, τὰ δ᾿ ἄνω κεχυμένα· θανάσιμα δ᾿ ἐστὶν αὐτῶν, ὅσα ἂν εἴσῳ ῥαγῇ· τῶν δὲ λοιπῶν ἐμπυημάτων τὰ μὲν ἔξω ῥηγνύμενα, βέλτιστον μὲν ὡς εἰς ἐλάχιστον καὶ ὀξύτατον συλλέγεσθαι· τὰ δὲ εἴσω, μήτε ὄγκῳ, μήτε πόνῳ, μήτε χρώματι διάδηλον ἔξω ποιέειν· τὸ δὲ ἐναντίον κάκιστον· τινὰ δὲ τούτων διὰ πάχος πύου οὐ διασημαίνει. Τὰ δὲ πρόσφατα τῶν ἐν τοῖσιν ὑποχονδρίοισιν ἐπαρμάτων, ἢν μὴ σὺν φλεγμονῇ ᾖ, καὶ τοὺς ἀπ᾿ αὐτῶν πόνους λύει βορβορυγμὸς γενόμενος ἐν ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεκπεσὼν δι᾿ οὔρων καὶ διαχωρημάτων· εἰ δὲ μὴ, καὶ αὐτὸς διαπεραιωθείς· ὠφελεῖ δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία.

[276] Σφυγμὸς ἐν ὑποχονδρίῳ μετὰ θορύβου, παρακρουστικὸν, καὶ μᾶλλον ἢν αἱ ὄψιες πυκνὰ κινέωνται.

[277] Καρδίης πόνος καὶ σφυγμὸς ὑποχονδρίων, πυρετοῦ περιψυχθέντος, κακὸν, ἄλλως τε κἢν ἐφιδρῶσιν.

[278] Ἐς ὑποχόνδριον ἐμπίπτοντα ἀλγήματα, ἄλλως τε πονηρὸν, καὶ ἢν κοιλίας καθυγραίνῃ· κακίω δὲ, ἐν ὀλίγῳ γινόμενα· καὶ τὰ παρ᾿ οὖς τε ἀνιστάμενα ἐκ τουτέων, κακοήθεα, καὶ τὰ ἄλλα ἐκπυήματα.

[279] Καρδιαλγικὰ καὶ μετὰ στρόφου, κοιλίης θηρία καταῤῥήγνυται.

[280] Καρδίης ἄλγημα, πρεσβυτέρῳ πυκνὰ ἐπιφοιτέον, θάνατον ἐξαπίναιον σημαίνει.

[281] Οἷσιν ὑποχόνδρια μετεωρίζεται, κοιλίης ἐπιστάσης, κακόν· μάλιστα δὲ ἐν φθινώδεσι τῶν μακρῶν, καὶ οἷσι κοιλίαι ὑγραίνονται.

[282] Ἐν ὑποχονδρίῳ φλεγμονὴ ἀποπυητικὴ, ἔστιν οἷς πρὸ τῶν θανάτων μέλανα διαχωρέει.

[283] Ὑποχονδρίων σύντασις, μετὰ κώματος ἀσώδεος, κεφαλαλγικῷ, τὰ παρ᾿ οὖς ἐπαίρει.

[284] Μετὰ ὑποχονδρίων ἔπαρσιν, τοῖσι χολώδεσι, πνεῦμα μέγα καὶ πυρετὸς ὀξὺς τὰ παρ᾿ οὖς ἐπαίρει.

[285] Ἐν ὑποχονδρίων ἀλγήματι, ὑποβορβορύζοντι, ὀσφύος ἄλγημα ἐπιγενόμενον ἐν πυρετοῖς κοιλίας ἐπιπολὺ καθυγραίνει, ἢν μὴ φῦσα καταῤῥαγῇ, ἢ οὔρου πλῆθος ἔλθῃ.

[286] Ἐπὶ ὑποχονδρίῳ χρονίῳ καὶ κοιλίῃ δυσώδει, παρ᾿ οὖς ἀπόστημα κτείνει.

[287] Τοῖσιν ἀπὸ ὑποχονδρίων ἀλγήμασι κοιλίη κατὰ μικρὸν ὑπόγλισχρα διαδιδοῦσα βραχέα κοπρώδεα, ἐκχλοιοῖ· ἆρα καὶ αἱμοῤῥαγεῖ;

[288] Οἷσιν ἐξαίφνης ἀπυρέτοισιν ἐοῦσιν ὑποχονδρίου καὶ καρδίης πόνος, καὶ περὶ σκέλεα καὶ τὰ κάτω μέρεα, καὶ κοιλίη ἐπῆρται, λύει φλεβοτομίη καὶ κοιλίης ῥύσις· πυρέξαι βλαβερὸν τούτοισιν· μακροὶ γὰρ οἱ πυρετοὶ καὶ ἰσχυροὶ γίνονται, καὶ βῆχες καὶ πνεῦμα καὶ λυγμοὶ γίνονται· λύεσθαι δὲ μελλόντων τούτων, πόνος ἰσχυρὸς ἰσχίων ἢ σκελέων, ἢ πύου πτύσις, ἢ ὀφθαλμῶν στέρησις ἐπιγίνεται.

[289] Οἷσι πόνοι ὑποχονδρίων, καρδίης, ἥπατος, τῶν περὶ ὀμφαλὸν μερῶν, αἵματος διαχωρήσαντος, σώζονται, μὴ διαχωρήσαντος δὲ, θνήσκουσιν.

[290] Οἷσιν ὑποχόνδρια [μὴ] λαπαρὰ, πρόσωπον ἐῤῥωμένον, οὐ λύεται χωρὶς αἵματος ῥύσιος ἐκ ῥινῶν πολλοῦ, ἢ σπασμοῦ, ἢ ὀδύνης ἰσχίων.

[291] Αἱ πρὸς ὑποχόνδρια ἐν πυρετῷ ὀδύναι ἀναύδῳ, ἀνιδρωτὶ λυόμεναι, κακόν· τούτοισιν ἐς ἰσχία ἀλγήματα.

[292] Οἱ κατὰ κοιλίην ἐν πυρετῷ παλμοὶ ἐκστάσιας ποιέουσιν· αἱμοῤῥοίη δὲ φρικώδης.

[293] Αἱ ἐς ὑποχόνδρια ἐν πυρετῷ ὀδύναι ἀναΐσσουσαι, ἀνιδρωτὶ λυόμεναι, κακοήθεες, τούτοισιν ἐς ἰσχία ἀλγήματα, ἅμα πυρετῷ καυσώδει, κοιλίη καταῤῥαγεῖσα, ὀλέθριον.

[294] Οἱ περὶ ὀμφαλὸν πόνοι παλμώδεες ἔχουσι μέν τι καὶ γνώμης παράφορον· περὶ κρίσιν δ᾿ οὖν τούτοισι φλέγμα ἅλες συχνὸν σὺν πόνῳ διέρχεται.

[295] Μετὰ κοιλίης ἐπίστασιν ὑποχόνδρια μετέωρα, κακόν· μάλιστα δὲ τοῖσι φθινώδεσι τῶν μακρῶν, καὶ οἷσι κοιλίαι ὑγραίνονται.

[296] Τοῖσιν ἀλυσμώδεσιν ἐν ὑποχονδρίῳ τὰ παρ᾿ οὖς ἐπαρθέντα κτείνει.

[297] Τὰ κατὰ κοιλίην σκληρύσματα μετὰ πόνου, πυρετοῖσι φρικώδεσιν, ἀποσίτοισι, σμικρὰ ἐφυγραινομένης, κάθαρσιν οὐ διδόντα, ἐς ἐμπύησιν ἥξει.

[298] Ὑπὲρ ὀμφαλὸν πόνος, καὶ ὀσφύος ἄλγημα, φαρμακείη μὴ λυόμενα, ἐς ὑδρωπιῶδες ξηρὸν ἀποτελευτᾷ.

[299] Τὰ ἐξ ὀσφύος ἀλγήματα, χρονιώτερα, πυρετῷ παροξυνόμενα τριταιογενῶς, ποιέει τὰ θρομβώδεα αἵματα διαχωρέειν.

[300] Τὰ ἐν ὀσφύϊ ἀλγήματα, αἱμοῤῥοϊκά.

[301] Αἱ ἐξ ὀσφύος ἀλγήματος αἱμόῤῥοιαι, λαῦραι.

[302] Οἷσιν ἐξ ὀσφύος ἀλγήματος ἀναδρομὴ ἐς κεφαλὴν, καὶ χεῖρες ναρκώδεες, καὶ καρδιαλγικὰ, καὶ ἠχώδεα, αἱμοῤῥαγικὰ λάβρως, καὶ κοιλίαι καταῤῥήγνυνται τούτοισι, καὶ γνῶμαι ταραχώδεες ἐπιπολύ.

[303] Αἱ ἐκ νώτου ἀλγήματος ἀῤῥωστίης ἀρχαὶ, δύσκολοι.

[304] Ἐν ὀσφύος ἀλγήματι συντόνῳ καὶ ὑποφορῇ πλέονι, ἀπ᾿ ἐλλεβόρου ἐμέσαι ἀφρώδεα συχνὰ, ὠφελεῖ.

[305] Ῥάχιος διαστροφὴν καὶ δύσπνοιαν αἵματος ῥύσις λύει.

[306] Ἐν ὀσφύϊ ἐπωδύνῳ καρδιαλγικὰ προσελθόντα, σημεῖα αἱμοῤῥοώδεα, ἢ καὶ προγεγενημένα.

[307] Τὰ ἐξ ὀσφύος ἐς τράχηλον καὶ κεφαλὴν ἀναδιδόντα, παραλύοντα παραπληκτικὸν τρόπον, σπασμώδεα, παρακρουστικά· ἆρα καὶ λύεται τὰ τοιαῦτα σπασμοῖσιν; ἢ τῶν τοιούτων κοιλίαι νοσέουσι, διὰ τῶν αὐτῶν ἰόντων;

[308] Ἐξ ὀσφύος ἀναδρομὴ πόνου, ὀφθαλμῶν ἴλλωσις, κακόν.

[309] Πόνος ἐς στῆθος ἱδρυνθεὶς νωθρότητι, κακόν· ἐπὶ πυρετῷ οὗτοι ὀξέως ἀπόλλυνται.

[310] Ἐξ ὀσφύος ἀλγήματος ἀναδρομαὶ ἐς καρδίην, πυρετώδεες, φρικώδεες, ἀνεμέοντες λεπτὰ, ὑδατώδεα, παρενεχθέντες ἄφωνοι, ἐμέσαντες μέλανα, τελευτῶσιν.

[311] Τὰ κατ᾿ ὀσφὺν καὶ τὸ λεπτὸν χρόνια ἀλγήματα, καὶ πρὸς ὑποχόνδρια πόνοι, ἀπόσιτοι, ἅμα πυρετῷ, τούτοισιν ἐς κεφαλὴν ἄλγημα σύντονον ἐλθὸν κτείνει ὀξέως τρόπον σπασμώδεα.

[312] Οἷσιν ὀσφύος ἄλγημα, οὗτοι κακοί· ἆρα τούτοισι τρομώδεα γίνεται, καὶ φωνὴ δ᾿ ὡς ἐν ῥίγει;

[313] Ἆρα τοῖς ὀσφυαλγέσιν, ἀσώδεσιν, ἀνημέτοισιν, ὀλίγα θρασέως παρακρούσασιν, ἐλπὶς μέλανα διελθεῖν; [314] Ὀσφύος πόνος, καρδιαλγικῷ, μετὰ ἀναχρέμψιος βιαίης, ἔχει τι σπασμῶδες.

[315] Ὑπάφωνον ἅμα κρίσει ῥῖγος.

[316] Ὀσφύος ἄλγημα, ἄνευ προφάσιος πυκνὰ ἐπιφοιτέον, κακοήθεος ἀῤῥωστίης σημεῖον.

[317] Ὀσφύος ἄλγημα μετὰ καύματος ἀσώδεος, πονηρόν.

[318] Ὀσφύος σύντασις ἐκ γυναικείων πλήθεος, ἐκπυητικόν· καὶ τὰ ποικίλως ἰόντα, γλίσχρα, δυσώδεα, πνιγώδεα, ἐπὶ τοῖσι προειρημένοισιν, ἐκπυητικόν· οἶμαι δὲ καὶ παρακρούειν τι τὰς τοιαύτας.

[319] Οἷσιν ὀσφύος ἄλγημα καὶ πλευροῦ ἄνευ προφάσιος, ἰκτεριώδεες γίνονται.

[320] Αἱ ἐν κρισίμοισιν ἐκ τῶν αἱμοῤῥαγιῶν περιψύξιες νεανικαὶ, κάκισται.

[321] Τὸ ἀνάπαλιν αἱμοῤῥαγέειν, πονηρὸν, οἷον ἐπὶ σπληνὶ μεγάλῳ ἐκ τῶν δεξιῶν· καὶ κατὰ ὑποχόνδρια ὡσαύτως.

[322] Τὰ αἱμοῤῥαγεῦντα, ἐπιῤῥιγοῦντα τρώματα, κακοήθεα· διαλεγόμενοι λαθραίως τελευτῶσιν.

[323] Τὰ πεμπταῖα αἱμοῤῥαγοῦντα λάβρως, ἕκτῃ ἐπιῤῥιγώσαντα, ἑβδόμῃ περιψυχθέντα, ἀναθερμανθέντα ὀξέως, τούτοισι κοιλίαι πονηρεύονται.

[324] Μεθ᾿ αἱμοῤῥαγίην μελάνων διαχώρησις, κακόν· πονηρὸν δὲ καὶ τὰ ἐξερυθρώδεα· τεταρταίοισιν αἱ τοιαῦται αἱμοῤῥαγίαι· κωματώδεες, ἐκ τοιούτων σπασθέντες θνήσκουσι, μελάνων προδιελθόντων, καὶ κοιλίης ἐπαρθείσης.

[325] Μεθ᾿ αἱμοῤῥοίας καὶ μελάνων διαχωρήσιας ἐν ὀξεῖ κώφωσις, κακόν· αἵματος διαχώρησις τούτοισιν ὀλέθριον, κώφωσιν δὲ λύει.

[326] Οἷσιν αἱμοῤῥαγίαι πλείους, προϊόντος χρόνου, κοιλίαι πονηρεύονται, ἢν μὴ οὖρον πέπον ἔλθῃ· ἆρά γε τὸ ὑδατῶδες οὖρον τοιοῦτόν τι σημαίνει;

[327] Οἷσιν ἐπὶ αἱμοῤῥαγίῃ λάβρῳ πυκνῇ μετὰ μελάνων συχνὴ διαχώρησις, ἐπιστάσης δὲ αἱμοῤῥοεῖ, οὗτοι κοιλίας ὀδυνώδεες, ἅμα δέ τισι φύσῃσιν εὔφοροι· ἆρα οἱ τοιοῦτοι ἐφιδροῦσι πολλοῖσι ψυχροῖσιν; τὸ ἀνατεταραγμένον οὖρον ἐν τούτοισιν οὐ πονηρὸν, οὐδὲ τὸ ἐφιστάμενον γονοειδές· ἐπιπολὺ δὲ οὗτοι ὑδατώδεα οὐρέουσιν.

[328] Οἷσιν ἐκ ῥινῶν ἐπὶ κωφώσει καὶ νωθρότητι μικρὰ ἀποστάζει, ἔχει τι δύσκολον· ἔμετος τούτοισι συμφέρει καὶ κοιλίης ταραχή.

[329] Αἱ ἐν ἀρχῇσι μεγάλαι αἱμοῤῥαγίαι περὶ ἀνακομιδὴν κοιλίας καθυγραίνουσιν.

[330] Τὰ ἐκ ῥινῶν λάβρα βίῃ ἀποληφθέντα, ἔστιν ὅτε σπασμὸν ἐπικαλεῖται, φλεβοτομίη λύει.

[331] Αἱ ἑνδεκαταῖαι στάξιες, δύσκολοι, ἄλλως τε καὶ ἢν δὶς ἐπιστάξῃ.

[332] Ἐπὶ αἵματος ῥύσει πολλῇ, ἢ λυγμὸς ἢ σπασμὸς, κακόν.

[333] Τοῖσι νέοις ἐτῶν ἑπτὰ ἀδυναμίη μετὰ ἀχροίης, καὶ πνεῦμα ἁλιζόμενον ἐν τῇσιν ὁδοῖσι, καὶ γῆς ἐπιθυμίη, αἵματος φθορὴν καὶ ἔκλυσιν σημαίνει.

[334] Ἐν τοῖσι μακροῖσι τὰ μικρὰ ἐπιφαινόμενα αἱμοῤῥοώδεα, ὀλέθρια.

[335] Τὰ σκοτώδεα ἐξ ἀρχῆς αἱμοῤῥοίη ῥινὸς λύει.

[336] Τὰ ἐκ ῥινῶν σμικροῖς ἱδρῶσι περιψυχόμενα, κακοήθεα.

[337] Αἵματος ἀφαίρεσις ἐν καταψύξει νενωθρευμένῃ, κακόν.

[338] Ὅσοι, κοιλίης ἐπιστάσης, αἱμοῤῥοέουσι, καὶ ἐπιῤῥιγοῦσιν ἅμα τῷ αἱμοῤῥοεῖν, τούτοισι κοιλίην λειεντεριώδεα ποιέει καὶ ἐπίσκληρον, καὶ ἀσκαρίδας, ἢ ἀμφότερα.

[339] Τὰ τεταγμένοισι χρόνοισιν αἱμοῤῥοώδεα, διψώδεα, μὴ αἱμοῤῥαγήσαντα, ἐπιληπτικῶς θνήσκει.

[340] Ἐξ αἱμοῤῥοΐδος ὅσον ἐπιφανείσης σκοτώδεα ἐλθόντα, παραπληγικὸν μικρὸν καὶ ἐπ᾿ ὀλίγον σημαίνει· λύει φλεβοτομίη· καὶ πᾶν τὸ οὕτως ἐπιφαινόμενον κακόν τι σημαίνει.

[341] Οἱ παλμώδεες δι᾿ ὅλου, ἆρα καὶ ἄφωνοι τελευτῶσιν;

[342] Τὰ τρομώδεα, σπασμώδεα γενόμενα, ἐφιδροῦσι, φιλυπόστροφα· τούτοισι κρίσις ἐπιῤῥιγώσασιν· ἐπιῤῥιγέουσι δ᾿ οὗτοι ἐπὶ κοιλίην καύματι προκληθέντες· ὕπνος πουλὺς ἐν τούτοισι, σπασμῶδες, καὶ τὰ ἐς μέτωπον βάρεα, καὶ οὔρησις δυσκολαίνουσα.

[343] Οἱ ἐν ὑστερικοῖσιν ἄπυροι σπασμοὶ, εὐχερεῖς.

[344] Τὰ σπασμώδεα, ἀνιδρῶντι, πτύελα παραῤῥέοντα, πυρετώδει ἐόντι, εὐήθεα· τούτοισιν, ἐπεὶ κοιλίαι τι καθυγραίνονται, τάχα δέ τι καὶ ἐς ἄρθρα ἀποστήσονται.

[345] Οἷσιν ἐν σπασμώδεσιν ὀφθαλμοὶ ἐκλάμπουσιν ἀτενέως, οὔτε παρ᾿ ἑωυτοῖσίν εἰσι, διανοσέουσί τε μακροτέρως.

[346] Τὰ σπασμώδεα τρόπον παροξυνόμενα κατόχως, τὰ παρ᾿ οὖς ἐπαίρει.

[347] Τρομώδεσιν, ἀσώδεσι, μικρὰ τὰ παρ᾿ οὖς ἐπάρματα σπασμὸν σημαίνει, κοιλίης πονηρευομένης.

[348] Τὰ σπασμώδεα καὶ τετανώδεα πυρετὸς ἐπιγενόμενος λύει.

[349] Σπασμὸς ἐπὶ τρώματι, θανάσιμον.

[350] Σπασμὸς ἐπὶ πυρετῷ γενόμενος, ὀλέθριον, ἥκιστα δὲ παιδίοισιν.

[351] Οἱ πρεσβύτεροι ἑπτὰ ἐτέων ἐν πυρετῷ οὐχ ἁλίσκονται ὑπὸ σπασμοῦ· εἰ δὲ μὴ, ὀλέθριον.

[352] Σπασμοῦ λυτικὸν πυρετὸς ἐπιγενόμενος ὀξὺς, μὴ πρότερον γεγονώς· εἰ δὲ εἴη πρότερον γεγονὼς, παροξυνθείς· ὠφελέει δὲ καὶ οὔρου διέξοδος ὑαλοειδὴς πολλὴ, καὶ ῥύσις κοιλίης, καὶ ὕπνοι· τῶν δὲ ἐξαπίνης σπασμῶν λυτικὸν, πυρετὸς, κοιλίης ῥύσις.

[353] Ἐν τοῖσι σπασμοῖσιν ἀναυδίη ἐπὶ πολὺ, κακόν· τὸ δὲ ἐπὶ μικρὸν, ἤτοι γλώσσης ἀποπληξίην, ἢ βραχίονος, καὶ τῶν ἐπὶ δεξιὰ σημαίνει· λύεται δὲ οὔροισιν ἐξαπίνης ἐλθοῦσι, πολλοῖσιν, ἀθρόοισιν.

[354] Ἱδρῶτες δὲ, οἱ μὲν κατὰ μικρὸν, ὠφελέουσιν· οἱ δὲ ἀθρόοι, καὶ αἱ τῶν αἱμάτων ἀφαιρέσιες αἱ ἀθρόοι, βλάπτουσιν.

[355] Ἐν τοῖσι τετάνοισι καὶ ὀπισθοτόνοισι γένυες λυόμεναι, θανάσιμον· θανάσιμον δὲ καὶ ἱδροῦν ἐν ὀπισθοτόνῳ καὶ τὸ σῶμα διαλύεσθαι, καὶ ἀνεμεῖν ὀπισθοτόνῳ διὰ ῥινῶν, ἢ ἐξ ἀρχῆς ἄφωνον ἐόντα βοᾷν ἢ φλυηρεῖν· ἐς γὰρ τὴν ὑστεραίην θάνατον σημαίνει.

[356] Πυρετώδεα ὀπισθοτονώδεα γονοειδέες οὐρήσιες λύουσιν.

[357] Τὰ κυναγχικὰ τὰ μήτε ἐν τῷ τραχήλῳ μήτε ἐν τῇ φάρυγγι μηδὲν εὔδηλον ποιέοντα, πνιγμὸν δὲ νεανικὸν καὶ δύσπνοιαν παρέχοντα, αὐθημέρους καὶ τριταίους κτείνει.

[358] Τὰ δὲ ἐπάρματα καὶ ἔρευθος ἐν τῷ τραχήλῳ λαμβάνοντα, τὰ μὲν λοιπὰ παραπλήσια, χρονιώτερα δέ.

[359] Ὅσοισι δὲ συνεξερευθείη ἥ τε φάρυγξ καὶ ὁ αὐχὴν καὶ τὸ στῆθος, χρονιώτερα· καὶ μάλιστα ἐξ αὐτῶν σώζονται, ἢν μὴ παλινδρομέῃ τὰ ἐρυθήματα· ἢν δὲ ἀφανίζηται, μήτε φύματος συστραφέντος ἔξω, μήτε πύου ἀναχρεμπτομένου πρηέως καὶ ἀπόνως, μήτε ἐν ἡμέρῃσι κρισίμῃσιν, ὀλέθρια γίνεται· ἆρά γε ἔμπυοι γίνονται; ἀσφαλέστατον δὲ τὸ ἔρευθος καὶ τὰς ἀποστάσιας ὅτι μάλιστα ἔξω τρέπεσθαι.

[360] Ἐρυσίπελας δὲ ἔξωθεν μὲν ἐπιγίνεσθαι, χρήσιμον· εἴσω δὲ τρέπεσθαι, θανάσιμον· τρέπεται δὲ, ὅταν, ἀφανιζομένου τοῦ ἐρυθήματος, βαρύνηται τὸ στῆθος, καὶ δυσπνοώτερος γίνηται.

[361] Οἷς δὲ κυνάγχη ἐς τὸν πλεύμονα τρέπεται, οἱ μὲν ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν ἀπόλλυνται· οἱ δὲ διαφυγόντες ἔμπυοι γίνονται, μὴ γινομένης αὐτοῖς ἀναγωγῆς φλεγματώδεος.

[362] Οἷσι διὰ σφοδρότητος σφυγμοῦ κόπριον ἐξαπίνης διαχωρέει, θανάσιμον.

[363] Ἐν τοῖσι κυναγχικοῖσι τὰ ὑπόξηρα πτύσματα ἰσχνῶν, κακόν.

[364] Τὰ κυναγχικὰ ἐν γλώσσαις οἰδήματα, ἀσήμως ἀφανιζόμενα, ὀλέθρια· καὶ τὰ ἀλγήματα ἀφανιζόμενα χωρὶς προφάσιος, ὀλέθρια.

[365] Ἐν τοῖσι κυναγχικοῖσιν οἱ μὴ ταχὺ ἀναπτύοντες πέπονα, ὀλέθριοι.

[366] Ἐν κυνάγχῃ ἀσήμως εἰς κεφαλὴν ἀλγήματα μετὰ πυρετοῦ, ὀλέθρια.

[367] Ἐν κυνάγχῃ ἀσήμως ἐς σκέλη ἀλγήματα μετὰ πυρετοῦ, ὀλέθρια.

[368] Ἐκ κυναγχικῶν ἀκρίτως ὑποχονδρίου ἄλγημα, μετὰ ἀκρασίης καὶ νωθρότητος γενόμενον, κτείνει λαθραίως, εἰ καὶ πάνυ δοκοῖεν ἐπιεικῶς ἔχειν.

[369] Ἐκ κυναγχικῶν ἀσήμως ἰσχνανθέντων ἐς στῆθος ἄλγημα καὶ ἐς κοιλίην ἐλθὸν σύντονον, ποιέει πυῶδες διαχωρέειν, ἄλλως καὶ λυομένου τὸ τοιοῦτον.

[370] Ἐκ κυναγχικῶν πάντα ὀλέθρια, ὅσα μὴ ἔκδηλον ἐποίησεν ἄλγημα· ἀτὰρ καὶ ἐς σκέλεα ἀλγήματα χρόνια φοιτᾷ, καὶ ἐκπυοῦται δυσκόλως.

[371] Τὰ ἐκ κυνάγχης πτύαλα γλίσχρα, παχέα, ἔκλευκα, βιαίως ἀναγόμενα, κακὸν, καὶ πᾶς ὁ τοιοῦτος πεπασμὸς, κακόν· κάθαρσις πολλὴ κάτω τοὺς τοιούτους παραπληκτικῶς ἀπόλλυσιν.

[372] Ἐκ κυνάγχης ὑπόξηρα πυκνὰ πτύελα, βηχώδεα, πλευροῦ ὀδυνώδεα, ὀλέθρια· καὶ τὰ ἐν τοῖσι ποτοῖσιν ὑποβήσσοντα, καὶ κατάποσις βιαία, πονηρόν.

[373] Τῶν πλευριτικῶν οἷσιν ἐν ἀρχῇ πάμπυοι αἱ πτύσιες, τριταῖοι θνήσκουσιν, ἢ πεμπταῖοι· φυγόντες δὲ ταύτας, μὴ πολὺ ῥᾷον ἔχοντες, τῇ ἑβδόμῃ, ἢ ἐννάτῃ, ἢ ἑνδεκάτῃ, ἄρχονται ἐμπυοῦσθαι.

[374] Οἷσι δὲ ἐν νώτῳ ἔρευθος, τῶν πλευριτικῶν, καὶ ὦμοι θερμαίνονται, καὶ κοιλίη ταράσσεται χολώδεα καὶ δυσώδεα, εἰκοστῇ καὶ μιῇ κινδυνεύουσι, φυγόντες δὲ ταύτας σώζονται.

[375] Αἱ ξηραὶ τῶν πλευριτίδων καὶ ἄπτυστοι, χαλεπώταται· φοβεραὶ δὲ, ἐν οἷσιν ἄνω τὰ ἀλγήματα.

[376] Αἱ ἄνευ σπασμάτων πλευρίτιδες χαλεπώτεραι τῶν μετὰ σπασμάτων.

[377] Τῶν πλευριτικῶν οἷσιν ἐν ἀρχῇ γλῶσσα χολώδης γίνεται, ἑβδομαῖοι κρίνονται· οἷσι δὲ τρίτῃ ἢ τετάρτῃ, περὶ τὴν ἐννάτην.

[378] Πομφόλυγος δὲ ὑποπελίου γινομένης ἐπὶ τῆς γλώσσης ἐν ἀρχῇ, οἵη σιδηρίου βαφέντος ἐς ἔλαιον, χαλεπωτέρη ἡ ἀπόλυσις γίνεται, καὶ ἡ μὲν κρίσις ἐς τὴν ιδ ἀφικνεῖται· αἷμα δὲ ὡς ἐπὶ τὸ πολὺ πτύουσιν.

[379] Πτύαλον δ᾿ ἐν τῇσι πλευρίτισι, τρίτῃ μὲν ἀρχόμενον πεπαίνεσθαι καὶ πτύεσθαι, θάσσους ποιέει τὰς ἀπολύσιας, ὕστερον δὲ, βραδυτέρας.

[380] Τὰ δὲ ἀλγήματα τοῖσι πλευριτικοῖσι χρήσιμον κοιλίην μαλάσσεσθαι, πτύαλα χρωματίζεσθαι, ψόφους ἐν τῷ στήθει μὴ γίνεσθαι, τὸ οὖρον εὐοδεῖν· τὰ δὲ τούτων ἐναντία δυσχερέα, καὶ πτύαλον γλυκαινόμενον.

[381] Αἱ δὲ χολώδεες ἅμα καὶ αἱματώδεες πλευρίτιδες, ὡς ἐπὶ τὸ πολὺ κρίνονται ἐναταῖαι, ἢ ἑνδεκαταῖαι, καὶ μάλιστα ὑγιάζονται· οἷσι δὲ τῶν πλευριτικῶν ἐν ἀρχῇ μὲν οἱ πόνοι μαλθακοὶ, πέμπτῃ δὲ ἢ ἕκτῃ παροξύνονται, μᾶλλον πρὸς τὰς δυοκαίδεκα ἀφικνέονται, καὶ οὐ πάνυ σώζονται, κινδυνεύουσι δὲ μάλιστα ἑβδομαῖοι καὶ δωδεκαταῖοι, τὰς δὲ δὶς ἑπτὰ φυγόντες, σώζονται.

[382] Ὅσοισι τῶν πλευριτικῶν ψόφος τοῦ πτυάλου πολὺς ἐν τῷ στήθει, καὶ πρόσωπον κατηφὲς, καὶ ὀφθαλμὸς ἰκτεριώδης καὶ ἀχλυώδης, ἀπόλλυνται.

[383] Οἱ ἐκ πλευριτικοῦ ἔμπυοι γενόμενοι, ἐν τῇσι τεσσαράκοντα ἡμέρῃσιν ἀναπτύουσιν ἀπὸ τῆς ῥήξιος.

[384] Πτύαλον δὲ χρὴ πᾶσι τοῖσι πλευριτικοῖσι καὶ περιπλευμονικοῖσιν εὐπετέως τε καὶ ταχέως ἀναπτύεσθαι, μεμίχθαι τε τὸ ξανθὸν τῷ πτυάλῳ· τὸ δ᾿ ὕστερον πολλῷ τῆς ὀδύνης ἀναγόμενον ξανθὸν, ἢ μὴ μεμιγμένον, καὶ πολλὴν βῆχα παρέχον, πονηρόν· πονηρὸν δὲ πάντως καὶ τὸ ξανθὸν ἄκρητον, καὶ τὸ γλίσχρον καὶ λευκὸν, καὶ τὸ στρογγύλον, καὶ τὸ χλωρὸν σφόδρα, καὶ τὸ ἀφρῶδες, καὶ τὸ πελιῶδες καὶ ἰῶδες· χεῖρον δέ τε τὸ οὕτως ἄκρητον, ὥστε μέλαν φαίνεσθαι· αἵματι δὲ μὴ πολλῷ συμμεμιγμένον τὸ ξανθὸν, ἐν ἀρχῇ μὲν σωτήριον, ἑβδομαίῳ δ᾿ ἢ παλαιοτέρῳ ἧσσον ἀσφαλές· αἱματῶδες δὲ λίην, ἢ πέλιον εὐθέως ἐν ἀρχῇ, κινδυνῶδες· πονηρὰ δὲ καὶ τὰ ἀφρώδεα, καὶ τὰ ξανθὰ, καὶ μέλανα, καὶ ἰώδεα, καὶ ἰξώδεα, καὶ ὅσα ταχέως χρωματίζεται· τὰ δὲ μυξώδεα καὶ λιγνυώδεα καὶ χρωματίζεται ταχέως, καί ἐστιν ἀσφαλέστερα· τὰ δ᾿ ἐντὸς πέμπτης ἐς πέψιν χρωματιζόμενα, βελτίω.

[385] Πᾶν δὲ πτύαλον μὴ λύον τὴν ὀδύνην, πονηρόν· λύον δὲ, χρήσιμον.

[386] Ὅσοι δὲ μετὰ τοῦ χολώδεος πυῶδες ἀνάγουσιν, ἢ χωρὶς, ἢ μεμιγμένον, ὡς ἐπιτοπολὺ τεσσαρεσκαιδεκαταῖοι θνήσκουσιν (ἢν μή τι κακὸν ἢ ἀγαθὸν ἐπιγένηται τῶν προγεγραμμένων· εἰ δὲ μὴ, κατὰ λόγον,) μάλιστα δὲ οἷσιν ἑβδομαίοισιν ἄρχεται τὸ τοιοῦτον πτύαλον.

[387] Ἔστι δὲ ἀγαθὸν μὲν καὶ τούτοισι καὶ πᾶσι τοῖσι περὶ πλεύμονα, φέρειν ῥηϊδίως τὸ νούσημα, τῆς ὀδύνης ἀπηλλάχθαι, τὸ πτύαλον εὐπετέως ἀνάγειν, εὔπνοον εἶναι καὶ ἄδιψον, τὸ σῶμα ἅπαν ὁμαλῶς θερμαίνεσθαι καὶ μαλθακὸν εἶναι, καὶ πρὸς τούτοισιν ὕπνους, ἱδρῶτας, οὖρον, διαχώρησιν χρηστὴν γίνεσθαι· κακὰ δὲ τἀναντία τούτων. Εἰ μὲν οὖν πάντα προσγένοιτο τῷ πτύσματι τούτῳ τὰ χρήσιμα, σώζοιτ᾿ ἄν· εἰ δὲ τὰ μὲν, τὰ δὲ μὴ, οὐ πλείους τῶν τεσσαρεσκαίδεκα βιώσας· τῶν δ᾿ ἐναντίων σημείων ἐπιγενομένων, συντομώτερον.

[388] Ὅσα δὲ τῶν ἀλγημάτων ἐν τοῖσι τόποισι τούτοισι μὴ παύσηται μήτε πρὸς τὰς ἀναπτύσιας, μήτε πρὸς τὰς φλεβοτομίας τε καὶ διαίτας, ἐμπυοῦται.

[389] Ὅσοισι δὲ ἐκ περιπλευμονίης ἀποστάσιες παρ᾿ οὖς ἢ ἐς τὰ κάτω γίνονται, καὶ ἐκπυοῦσί τε, καὶ ἐκσυριγγοῦνται, περιγίνονται· γίνονται δὲ, οἷσιν ἂν ὅ τε πυρετὸς καὶ ὁ πόνος παρακολουθῇ, καὶ τὸ πτύαλον μὴ χωρέῃ κατὰ λόγον, μηδὲ χολώδεες αἱ διαχωρήσιες, εὔλυτοί τε καὶ ἄκρητοι γίνωνται, μηδὲ οὖρον παχύ τε σφόδρα καὶ πολλὴν ὑπόστασιν ἔχον, τά τε ἄλλα σωτηρίως ἔχοιεν· γίνονται δὲ, αἱ μὲν ἐς τὰ κάτω, οἷσιν ἂν περὶ ὑποχόνδρια φλεγμονὴ γίνηται, αἱ δὲ ἐς τὰ ἄνω, οἷσιν ἂν τὸ μὲν ὑποχόνδριον λαπαρόν τε καὶ ἀνώδυνον ᾖ, δύσπνοοι δέ τινα χρόνον γενόμενοι παύσωνται χωρὶς προφάσιος.

[390] Αἱ δὲ ἐς τὰ σκέλεα τῶν ἀποστασίων ἐν τῇσιν ἐπικινδύνοισι περιπλευμονίῃσι, λυσιτελέες μὲν πᾶσαι, βέλτισται δὲ αἱ τοῦ πτυέλου πυώδεος ἀντὶ ξανθοῦ γενομένου· μὴ χωρέοντος δὲ τοῦ πτυέλου κατὰ λόγον, μηδὲ τοῦ οὔρου χρηστὴν ὑπόστασιν ἔχοντος, κίνδυνος χωλωθῆναι τὸν ἄνθρωπον, ἢ καὶ πολλὰ πρήγματα παρασχεῖν· ἢν δὲ παλινδρομέωσιν αἱ ἀποστάσιες, πυρετοῦ παρακολουθοῦντος, καὶ τοῦ πτυάλου μὴ χωρέοντος, κίνδυνος θανεῖν καὶ παραφρονῆσαι. Ὅσοι δὲ τῶν περιπλευμονικῶν μὴ ἀνεκαθάρθησαν ἐν τῇσι κυρίῃσιν ἡμέρῃσιν, ἀλλὰ παρακόψαντες διέφυγον τὰς τεσσαρεσκαίδεκα, κίνδυνος ἐμπύους γενέσθαι.

[391] Τῶν περιπλευμονιῶν αἱ ἐκ πλευριτικοῦ μεταστᾶσαι, τῶν ἐξ ἀρχῆς γενομένων ἀσφαλέστεραι.

[392] Τῶν δὲ σωμάτων τὰ γεγυμνασμένα καὶ πυκνὰ θᾶσσον ὑπὸ τῶν πλευριτικῶν καὶ περιπλευμονικῶν ἀπόλλυνται τῶν ἀγυμνάστων.

[393] Κορύζας καὶ πταρμοὺς τοῖσι περὶ πλεύμονα καὶ προγενέσθαι καὶ ἐπιγενέσθαι, πονηρόν· τοῖσι δὲ λοιποῖσι πταρμὸς οὐκ ἀλυσιτελής.

[394] Τοῖσι περιπλευμονικοῖσιν, οἷσι γλῶσσα πᾶσα λευκὴ καὶ τρηχεῖα γίνεται, ἀμφότερα φλεγμαίνει τὰ μέρεα τοῦ πλεύμονος· οἷσι δὲ τὸ ἥμισυ, ἓν καθ᾿ ὃ φαίνεται· καὶ οἷσι μὲν πρὸς τὴν μίαν κληῗδα ὁ πόνος γίνεται, ἡ ἄνω πτέρυξ τοῦ πλεύμονος ἡ μία νοσέει· οἷσι δὲ πρὸς ἄμφω τὰς κληῗδας ὁ πόνος γίνεται, αἱ ἄνω πτέρυγες τοῦ πλεύμονος ἄμφω νοσέουσιν· οἷσι δὲ κατὰ μέσην τὴν πλευρὴν, ἡ μέση· οἷσι δὲ πρὸς τὴν διάτασιν, ἡ κάτω· οἷσι δὲ πᾶν τὸ ἓν μέρος πονέει, πάντα τὰ κατὰ τοῦτο μέρος νοσέει. Ἢν μὲν οὖν σφόδρα φλεγμαίνωσιν αἱ ἀορταὶ, ὥστε προσκαθῆσθαι πρὸς τὸ πλευρὸν, παραλύονται τὸ κατὰ τοῦτο τὸ μέρος τοῦ σώματος, καὶ πελιώματα περὶ τὴν πλευρὴν ἔξω γίνεται, τούτους δὲ ἐκάλεον οἱ ἀρχαῖοι βλητούς· ἢν δὲ μὴ σφόδρα φλεγμαίνωσιν, ὥστε μὴ προσκαθῆσθαι, ἀλγηδὼν μὲν γίνεται παρ᾿ ὅλον, οὐ μὴν παραλύονταί γε, οὐδὲ πελιώματα ἴσχουσιν.

[395] Οἷσι δ᾿ ἅπας ὁ πλεύμων φλεγμήνῃ μετὰ τῆς καρδίης, ὥστε καὶ προσπεσεῖν πρὸς τὴν πλευρὴν, παραλύεται πᾶς ὁ νοσέων, καὶ κεῖται ψυχρὸς ὁ νοσέων ἀναίσθητος· θνήσκει δὲ δευτεραῖος ἢ τριταῖος· ἢν δὲ καὶ χωρὶς τῆς καρδίης συμβῇ καὶ ἧσσον, πλείονα χρόνον ζῶσιν, ἔνιοι δὲ καὶ διασώζονται.

[396] Τοῖσιν ἐμπύοις γινομένοισι, μάλιστα δὲ ἐκ πλευριτικοῦ καὶ περιπλευμονικοῦ, θέρμαι παρακολουθοῦσι, τὴν μὲν ἡμέρην λεπταὶ, τὴν δὲ νύκτα συντονώτεραι, καὶ πτύουσιν οὐδὲν ἄξιον λόγου, ἱδροῦσί τε περὶ τράχηλον καὶ κληῗδα, καὶ τοὺς μὲν ὀφθαλμοὺς κοιλαίνονται, τὰς δὲ νάθους ἐρεύθονται, χειρῶν δὲ θερμαίνονται μὲν δακτύλους ἄκρους καὶ τραχύνονται, γρυποῦνται δὲ ὄνυχας, καὶ καταψύχονται, περί τε τοὺς πόδας ἐπάρματα ἴσχουσι, καὶ κατὰ τὸ σῶμα φλυκταινίδια, σίτων τε ἀφίστανται. Τὰ μὲν οὖν χρονίζοντα τῶν ἐμπυημάτων ἴσχει τὰ σημεῖα ταῦτα. Τὰ δὲ συντόμως ῥηγνύμενα σημειοῦσθαι τούτων τε τοῖσιν ἐπιγενομένοισι, καὶ τοῖσιν ἐν ἀρχῇ πόνοισι, ἅμα δὲ καὶ ἤν τι δυσπνοώτερος γίνηται· ῥήγνυται δὲ τὰ πλεῖστα τῶν ἐμπυημάτων, τὰ μὲν εἰκοσταῖα, τὰ δὲ τεσσαρακοσταῖα, τὰ δὲ πρὸς τὰς ἑξήκοντα. Οἷσι μὲν οὖν ὁ πόνος ἐν ἀρχῇ ἔγκειται σύντονος καὶ δύσπνοια καὶ βὴξ μετὰ πτυαλισμοῦ, πρὸς τὰς εἴκοσιν ἢ συντομώτερον προσδέχου τὴν ῥῆξιν· οἷσι δὲ ἐλαφρότερα ταῦτά ἐστι, κατὰ λόγον. Λογίζεσθαι δὲ τὸν χρόνον, ἀφ᾿ οὗ πρῶτον ἤλγησεν, εἰ ἐβαρύνθη, εἰ ἐπύρεξεν, ἢ εἴ ποτε ῥῖγος ἔλαβεν· προγίνεσθαι δὲ ἀνάγκη καὶ πόνον καὶ δύσπνοιαν καὶ πτυαλισμὸν πρὸ τῆς ῥήξιος. Οἷσι μὲν οὖν ὅ τε πυρετὸς εὐθέως ἀπογίνεται μετὰ τὴν ῥῆξιν, καὶ σιτίων ἐπιθυμέουσι, καὶ τὸ πῦον ἀνάγεται ῥηϊδίως λευκὸν ἐὸν καὶ ἄνοσμον καὶ λεῖον καὶ ὁμόχροον καὶ ἀφλέγμαντον, κοιλίη τε μικρὰ συνεστηκότα ὑποχωρέει, ὡς ἐπὶ τὸ πουλὺ σώζονται συντόμως. Οἷσι δὲ πυρετοί τε παρακολουθοῦσι καὶ δίψα καὶ ἀποσιτίη, καὶ τὸ πῦον πελιὸν ἢ χλωρὸν ἢ φλεγματῶδες ἢ ἀφρῶδες, κοιλίη τε ἐφυγραίνεται, τελευτῶσιν. Οἷσι δὲ τὰ μὲν ἐπιγίνεται ἐκ τῶν προειρημένων, τὰ δὲ μὴ, τούτων οἱ μὲν ἀποθνήσκουσιν, οἱ δὲ πολλῷ χρόνῳ σώζονται.

[397] Οἱ δὲ μέλλοντες ἔμπυοι γίνεσθαι, πτύουσι, τὸ μὲν πρῶτον ἁλμυρὸν, εἶτα γλυκύτερον.

[398] Οἷσι δ᾿ ἐν πλεύμονι φύματα γίνεται, τὸ πῦον ἀνάγουσιν ἐς τεσσαράκοντα ἡμέρας μετὰ τὴν ῥῆξιν· ταύτας δὲ ὑπερβάλλοντες, ὡς τὰ πολλὰ φθισικοὶ γίνονται.

[399] Ἐπὶ πλευροῦ ἀλγήματι στάξις ἀπὸ ῥινῶν αἵματος, κακόν.

[400] Οἷσιν ἐμπύοισιν ἐπιεικέστερον ἔχουσι δυσωδίαι τῶν πτυσμάτων παρακολουθοῦσι, τούτους ὑποτροπὴ κτείνει.

[401] Οἱ ἐν πλευριτικοῖσιν ἀναπτύοντες πυώδεα, ὑπόχολα, στρογγύλα, ἢ πυώδεα ὕφαιμα, προεληλυθότος χρόνου, ὀλέθριοι· ὀλέθριοι δὲ καὶ οἱ τὰ μέλανα λιγνυώδεα πτύοντες, ἢ οἷσιν [οἷον] ἀπὸ οἴνου μέλανος γίνεται πτύσματα.

[402] Ὅσοι αἷμα ἀφρῶδες πτύουσι, πονέοντες ὑποχόνδριον δεξιὸν, ἀπὸ τοῦ ἥπατος πτύουσι, καὶ οἱ πολλοὶ ἀπόλλυνται.

[403] Οἷσι καιομένοισι πῦον βορβορῶδες ἔρχεται καὶ δυσῶδες, ἀπόλλυνται ὡς τὰ πολλά.

[404] Οἷσιν ἀπὸ τοῦ πύου ἡ μήλη χρωματίζεται καθάπερ ἀπὸ πυρὸς, ἀπόλλυνται ὡς τὰ πολλά.

[405] Μετὰ πλευροῦ ἀλγήματος, μὴ πλευριτικοῦ δὲ, καὶ ταραχωδέων λεπτῶν ἐπιεικῶν, οὗτοι φρενιτικοὶ ἀποβαίνουσιν.

[406] Ἐν τοῖσι κατὰ πλεύμονα αἱ λίην ἐξέρυθροι ἀποστάξιες, πονηρόν.

[407] Μετὰ βράγχου πτύελα γλίσχρα, ἁλμυρώδεα, κακόν· ἢν δέ τι καὶ ἐπαίρηται κατὰ στῆθος, ἐπὶ τούτοισι κακόν· τὰ ἐς τράχηλον ἀλγήματα, τούτων ἰσχνανθέντων, ὀλέθριον.

[408] Βράγχος μετὰ βηχὸς καὶ κοιλίης ὑγρῆς, πῦον ἀνάγει.

[409] Οἷσιν ἐν περιπλευμονίῃ οὖρα παχέα ἐν ἀρχῇ, εἶτα πρὸ τῆς τετράδος λεπτύνεται, θανάσιμον.

[410] Οἱ ἐν ξηροῖσι περιπλευμονικοῖσιν ὀλίγα πέπονα ἀνάγοντες, φοβεροί· τὰ ἐν τοῖσι στήθεσιν ἐρυθήματα ὑποπλάτεα, γίνεται τοῖς τοιούτοισιν ὀλέθρια.

[411] Πλευροῦ ἄλγημα ἐν πτύσει χολώδει ἀλόγως ἀφανισθὲν, ἐξίσταται.

[412] Οἱ δι᾿ ἐμπύησιν πυρετοὶ διαλείποντες, ἐφιδροῦντες οἱ πολλοί εἰσιν.

[413] Τοῖσιν ἐμπύοισι κώφωσις γενομένη αἱματώδεα διαχώρησιν σημαίνει· τούτοισι πρὸς τὴν τελευτὴν μέλανα διαχωρέει.

[414] Πλευροῦ ἄλγημα μετὰ πυρετοῦ χρονίου σημαίνει πῦον ἀνάξειν.

[415] Οἱ φρικώδεες πυκνὰ ἐς ἐμπύησιν ἔρχονται· ἀτὰρ καὶ πυρετὸς τὸν τοιοῦτον ἄγει ἐς ἐμπύησιν. [416] Οἷσιν ἐκ πλευροῦ ἀλγήματος ἀσιτίαι παρακολουθοῦσιν, ὑπό τι καρδιαλγικοὶ, ἱδρώδεες, ἔχοντος δὲ προσώπου ἄνθη, καὶ κοιλίης ὑγροτέρης, ἐκπυήματα κατὰ πλεύμονα ἴσχουσιν.

[417] Τὰ ὀρθοπνοϊκὰ ποιέει ὑδρωπιώδεα σκληρά.

[418] Τὰ σπάσματα μὲν πάντα ὀχληρὰ γίνεται, καὶ πόνους τε ἐν ἀρχῇ συντόνους παρέχει, καὶ ἐξ ὑστέρου ἐνίους ὑπομιμνήσκει· δυσκολώτατα δὲ τὰ περὶ θώρηκα, μάλιστα δὲ κινδυνεύουσιν, οἷσιν ἔμετος αἵματος, πυρετὸς πολὺς, καὶ πόνος περὶ μαζὸν καὶ θώρηκα καὶ μετάφρενον· οἷσι γὰρ γίνεται πάντα ταῦτα, συντόμως θνήσκουσιν· οἷσι δὲ μὴ πάντα, μηδὲ σφόδρα, βραδύτερον· φλεγμαίνει δὲ τὸ μακρότατον ἡμέρας τεσσαρεσκαίδεκα.

[419] Τοῖσιν αἷμα πτύουσιν ἀπυρέτοις εἶναι συμφέρει, καὶ βήσσειν καὶ πονέειν ἐλαφρῶς, καὶ τὸ πτύαλον λεπτύνεσθαι πρὸς τὰς δὶς ἑπτά· πυρέσσειν δὲ καὶ βήσσειν καὶ πονέειν συντόνως, καὶ αἷμα πρόσφατον αἰεὶ πτύειν, ἀσύμφορον.

[420] Ὅσοισι τὸ πλευρὸν μετέωρον καὶ θερμότερον, ὅταν ἐγκεκλιμένοισιν ἐπὶ θάτερον βάρος ἐξηρτῆσθαι δοκέῃ, τούτοισι τὸ πῦον ἐκ τοῦ ἑνὸς μέρεός ἐστιν.

[421] Τοῖσιν ἐμπύοισι τὸν πλεύμονα, κατὰ κοιλίην πῦον ὑποχωρέειν, θανάσιμον.

[422] Ὅσοι, τρωθέντες ἐς τὸν θώρηκα, τὸ μὲν ἐκτὸς τοῦ τρώματος ὑγιάσθησαν, τὸ δ᾿ ἐντὸς μὴ, κινδυνεύουσιν ἔμπυοι γενέσθαι· ὅσοις δ᾿ ἂν ἀσθενὴς ἔνδοθεν ἡ οὐλὴ γένηται, ῥηϊδίως ἀναῤῥήγνυται.

[423] Ἀπόλλυνται δὲ ἐκ μὲν τῶν περιπλευμονικῶν ἐμπυημάτων οἱ γεραίτεροι μᾶλλον· ἐκ δὲ τῶν λοιπῶν οἱ νεώτεροι.

[424] Τῶν ἐμπύων οἷσι σειομένοισιν ἀπὸ τῶν ὤμων πολὺς γίνεται ψόφος, ἔλασσον ἔχουσι πῦον, ἢ οἷσιν ὀλίγος δυσπνοωτέροισιν ἐοῦσι καὶ εὐχροωτέροισιν· οἷσι δὲ ψόφος μὲν μηδὲ εἷς ἐγγίνεται, δύσπνοια δὲ ἰσχυρὴ, καὶ ὄνυχες πέλιοι, πλήρεες οὗτοί εἰσι πύου καὶ ὀλέθριοι.

[425] Ὅσοι ἀφρῶδες αἷμα ἐμέουσι, πόνου μὴ ἐόντος κάτω τοῦ διαφράγματος, ἀπὸ τοῦ πλεύμονος ἐμέουσιν· καὶ οἷσι μὲν ἡ μεγάλη φλὲψ ἐν αὐτῷ ῥήγνυται, πολύ τε ἐμέουσι καί εἰσιν ἐπικίνδυνοι· οἷσι δὲ ἡ ἐλάσσων, ἔλασσόν τε ἀνάγουσι, καί εἰσιν ἀσφαλέστεροι.

[426] Τῶν φθισικῶν οἷσιν ἐπὶ τοῦ πυρὸς ὄζει τὸ πτύαλον κνίσσης βαρὺ, καὶ αἱ τρίχες ἐκ τῆς κεφαλῆς ῥέουσιν, ἀπόλλυνται.

[427] Τῶν φθισικῶν οἷσιν ἐπὶ θάλασσαν πτύουσιν ἐς τὸν πυθμένα βαδίζει τὸ πῦον, ὀλέθριον συντόμως· ἔστω δὲ ἐν χαλκῷ ἡ θάλασσα.

[428] Ὅσοισι τῶν φθισικῶν αἱ τρίχες ἐκ τῆς κεφαλῆς ῥέουσιν, ὑπὸ διαῤῥοίης ἀπόλλυνται· καὶ ὅσοισι φθισικοῖσιν ἐπιγίνονται διάῤῥοιαι, θνήσκουσιν.

[429] Αἱ ἐν φθινώδεσιν ἐπισχέσιες πτυάλων ἐξιστᾶσι ληρωδῶς· αἱμοῤῥοΐδα τούτοισιν ἐλπὶς ἐπιφανῆναι.

[430] Φθίσιες ἐπικινδυνόταται, αἵ τε ἀπὸ ῥήξιος φλεβῶν τῶν παχειῶν, καὶ ἀπὸ κατάῤῥου τοῦ ἀπὸ κεφαλῆς.

[431] Τῶν δὲ ἡλικιῶν ἐπικινδυνόταται πρὸς φθίσιν ἀπὸ ιη ἐτέων μέχρι ε καὶ λ.

[432] Τὰ κνησμώδεα σώματα μετὰ κοιλίης στάσιν ἐν φθισικοῖσι, κακόν.

[433] Ἐπὶ τῇσι φθινώδεσιν ἕξεσι μετὰ πυρετοῦ ἐς οὖλα καὶ ὀδόντας ῥεύματα ἐπιφαινόμενα, κακόν.

[434] Ἐπὶ πᾶσιν ὑποχόνδρια μετέωρα, κακόν· κάκιστον δὲ ἐπὶ τοῖσι φθισικοῖσι τῶν μακρῶν· ἐπὶ τοῖσι τετηκόσιν ὀλέθριον, ἔνιοι πρὸ τῶν τελευτῶν ἐπιῤῥιγοῦσιν.

[435] Τὰ ἀμυχώδεα ἐξανθίσματα φθίσιν ἕξιος σημαίνει.

[436] Οἱ δύσπνοοι ξηρῶς, ἢ πολλὰ ἄπεπτα ἀνάγοντες ἐν φθίσει, ὀλέθριοι.

[437] Οἷσιν ἡπατικοῖσι πολὺ πτύαλον αἱματῶδες, εἴ τε ἐνυπόσαπρον, εἴ τε χολῶδες ἄκρητον, ὀλέθριον εὐθέως.

[438] Ἐφ᾿ ἡπατικῷ τῆξις ἅμα βράγχῳ, κακὸν, ἄλλως τε κἢν ὑποβήσσῃ.

[439] Οἱ καθ᾿ ἧπαρ ὀδυνώδεες, καρδιαλγικοὶ, καρώδεες, ῥιγώδεες, κοιλίαι ταραχώδεες, λεπτοὶ, ἀπόσιτοι, ἐφιδροῦντες πολλῷ, πυώδεα κατὰ κοιλίην προΐενται.

[440] Τοῖσιν ἧπαρ ἐξαπίνης περιωδυνοῦσι πυρετὸς ἐπιγενόμενος λύει.

[441] Ὅσοι δὲ ἀφρῶδες αἷμα πτύουσι, πονέοντες ὑποχόνδριον δεξιὸν, ἀπὸ τοῦ ἥπατος πτύουσι, καὶ θνήσκουσιν.

[442] Οἷσιν ἧπαρ καυθεῖσιν οἷον ἀμόργη ἔρχεται, θανάσιμον.

[443] Οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νοσημάτων, ἐπίπονοι γίνονται καὶ ὀλέθριοι· ἄρχονται δὲ οἱ πλεῖστοι μὲν ἀπὸ τῶν κενεώνων, οἱ δὲ καὶ ἀπὸ τοῦ ἥπατος. Τοῖσι μὲν οὖν ἀπὸ τῶν κενεώνων ἀρχομένοισιν οἱ πόδες οἰδέουσι, καὶ διάῤῥοιαι πολυχρόνιοι παρακολουθοῦσιν, οὐ λαπάσσουσαι κοιλίην, οὐδὲ τὰς ὀδύνας λύουσαι τὰς ἐξ ὀσφύος καὶ κενεώνων. Ὅσοι δὲ ἀπὸ τοῦ ἥπατος, βῆξαί τε θυμὸς ἐγγίνεται, καὶ οἱ πόδες οἰδέουσι, καὶ ἡ κοιλίη σκληρὰ διαδίδωσι καὶ πρὸς ἀνάγκην, οἰδήματά τε περὶ αὐτὴν γίνεται, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ᾿ ἐπ᾿ ἀριστερὰ, καὶ πάλιν καταπαύεται.

[444] Ἐπὶ τοῖσι ξηροῖσιν ὑδρωπιώδεσι τὰ στραγγουρικὰ, μοχθηρόν· φλαῦρα δὲ καὶ τὰ μικρὰς ὑποστάσιας ἔχοντα.

[445] Τοῖσιν ὑδρωπιώδεσιν ἐπιληπτικὰ ἐπιγενόμενα, ὀλέθριον, ἀλλήλων τε σημεῖον μοχθηρὸν, καὶ κοιλίας ἐξυγραίνουσιν.

[446] Ἐν τοῖσι χολώδεσι κοιλίη ταραχώδης, διαδιδοῦσα σμικρὰ γονώδεα, μυξώδεα, καὶ πόνον περὶ ἦτρον ἐμποιέοντα, καὶ οὖρα οὐκ εὐλύτως ἰόντα, ἐς ὕδρωπα ἀποτελευτᾷ ἐκ τῶν τοιούτων.

[447] Ὑδεριῶντι πυρετώδει οὖρον μικρὸν καὶ τεταραγμένον, ὀλέθριον.

[448] Ἐπὶ δὲ ὑδέρῳ ἀρχομένῳ διάῤῥοια γενομένη ὑδατώδης, χωρὶς ἀπεψίης, λύει τὸ νόσημα.

[449] Τοῖσι ξηροῖσιν ὑδρωπιώδεσι προσημαίνουσι στρόφοι περὶ τὸ λεπτὸν ἐμπίπτοντες, κακόν.

[450] Τὰ ἐξ ὑδρωπικῶν ἐπιληπτικὰ, ὀλέθρια.

[451] Ὕδερος πρὸς θεραπείην ἐνδιδοὺς, παλινδρομέων, ἀνέλπιστον.

[452] Τοῖσιν ὑδρωπιώδεσι, κατὰ φλέβας ἐς κοιλίην ῥαγέντος τοῦ ὕδατος, λύσις.

[453] Δυσεντερίη ἀκαίρως ἐπιστᾶσα ἀπόστασιν ἐν πλευροῖσιν, ἢ σπλάγχνοισιν, ἢ ἐν ἄρθροισι ποιέει· ἆρα ἡ μὲν χολώδης ἐν ἄρθροισιν, ἡ δὲ αἱματώδης ἐν πλευροῖσιν, ἢ σπλάγχνοισιν;

[454] Δυσεντερικοῖσιν ἔμετος χολώδης ἐν ἀρχῇ, κακόν.

[455] Οἷσιν ἐκ δυσεντερίης ὀξείης ἐς πυώδεα ἥκει τὸ ὑγρὸν, τὸ ἐφιστάμενον ἔκλευκον ἔσται καὶ πολύ.

[456] Τὰ δυσεντεριώδεα, ὑπέρυθρα, ἰλυώδεα, λάβρα διαχωρήματα, ἐπὶ φλογώδεσιν ἐξερύθροισι χρώμασι λυόμενα, ἐλπὶς ἐκμανῆναι.

[457] Δυσεντερίη σπληνώδεσι μὴ μακρὴ, χρήσιμον, μακρὴ δὲ, πονηρόν· ληγούσης γὰρ, εἰ ὕδρωπες ἢ λειεντερίαι γίνονται, θανάσιμον.

[458] Ἐν λειεντερικοῖσι μετὰ θηρίων, ὀδύναι στρόφῳ λυόμεναι τὰ περὶ ἄρθρα μετεωρίζουσιν· ἐκ τοιούτων λέπια ἐξέρυθρα, φλυκταινούμενα· ἐφιδρώσαντες οὗτοι διαφοινίσσονται οἷα μάστιξιν.

[459] Οἱ ἐν λειεντεριώδεσι μακροῖσιν ἅμα θηρίοισι στροφώδεες, ὀδυνώδεες, λυομένων, ἐποιδέουσι· τὸ ἐπιῤῥιγοῦν τούτοισι κακόν.

[460] Λειεντερικὰ μετὰ δυσπνοίης, καὶ πλευροῦ [εἴ] τι κνήσει, ἐς φθίσιν ἀποτελευτᾷ.

[461] Εἰλεώδεσιν ἔμετος καὶ κώφωσις, κακόν.

[462] Κύστιες δὲ σκληραί τε καὶ ἐπώδυνοι, πάντως μὲν κακὸν, κάκιστον δὲ πυρετῷ συνεχεῖ· καὶ γὰρ οἱ ἀπ᾿ αὐτέων πόνοι, ἱκανοὶ ἀνελεῖν· καὶ κοιλίαι τουτέοισιν οὐ πάνυ διαχωρέουσιν· λύει δὲ τούτους οὖρον πυῶδες ἐλθὸν, λευκὴν καὶ λείην ἔχον ὑπόστασιν· μὴ λυομένων δὲ τούτων, μηδὲ τῆς κύστιος λαπασσομένης, ἐν τῇσι πρώτῃσι περιόδοισιν ἐλπὶς ἀπολέσθαι τὸν νοσέοντα· μάλιστα δὲ γίνεται τοῦτο τοῖσιν ἀπὸ ἑπτὰ ἐτέων μέχρι πεντεκαίδεκα.

[463] Οἱ λιθιῶντες, σχηματισθέντες ὥστε τὸν λίθον μὴ προσπίπτειν πρὸς τὸν οὐρητῆρα, ῥηϊδίως οὐρέουσιν· οἷσι δὲ φῦμα περὶ τὴν κύστιν ἐστὶ τὸ παρέχον τὴν δυσουρίην, παντοίως σχηματισθέντες ὀχλέονται· λύσις δὲ τούτου γίνεται, πύου ῥαγέντος.

[464] Οἷσι λανθάνει τὸ οὖρον προσπῖπτον, καὶ τὸ αἰδοῖον ἕλκονται, ἀνέλπιστοι.

[465] Ἐπὶ στραγγουρίῃ εἰλεὸς ἐπιγενόμενος ἑβδομαίους ἀπόλλυσιν, ἢν μὴ, πυρετοῦ ἐπιγενομένου, ἀθρόον οὖρον ἔλθῃ.

[466] Νάρκαι καὶ ἀναισθησίαι γινόμεναι παρὰ τὸ ἔθος, ἀποπληκτικῶν συμβησομένων σημεῖον.

[467] Ὅσοι ἐκ τρώματος ἀκρατέες γίνονται τοῦ σώματος, πυρετοῦ μὲν ἐπιγενομένου χωρὶς ῥίγεος, ὑγιάζονται· μὴ γενομένου δὲ, ἀποπληκτικοὶ γίνονται τὰ δεξιὰ ἢ τὰ ἀριστερά.

[468] Ἀποπληκτικοῖσιν αἱμοῤῥοΐδες ἐπιγενόμεναι, χρήσιμον· ψύξιες δὲ καὶ ναρκώσιες, πονηρόν.

[469] Ἐν τοῖσιν ἀποπληκτικοῖσιν ἐπὶ τῇ δυσφορίῃ τοῦ πνεύματος ἱδρὼς ἐπιγενόμενος, θανάσιμον· ἐν αὐτοῖσι δὲ πάλιν τούτοισιν ἢν πυρετὸς ἐπιγένηται, λύσις.

[470] Τὰ ἐξαίφνης ἀποπληκτικὰ λελυμένως ἐπιπυρετήναντα, χρόνῳ ὀλέθρια.

[471] Οἷσιν ἔκ τινος ἀῤῥωστίης ἐς ὕδερον περιίσταται, τούτοισι κοιλίαι ξηραὶ σπυραθώδεες ἔρχονται μετὰ περιτήξιος μυξώδεος καὶ οὔρου οὐ καλοῦ· διατάσιές τε περὶ ὑποχόνδρια, καὶ πόνοι καὶ ἐπάρματα περὶ κοιλίην, καὶ πόνοι περὶ κενεῶνας, καὶ περὶ τοὺς ῥαχιαίους μύας προσπίπτουσι, πυρετοί τε καὶ δίψαι καὶ βῆχες ξηραὶ παρακολουθοῦσι, καὶ δύσπνοια περὶ τὰς κινήσιας, καὶ σκελέων βαρύτης, σιτίων τε ἀφιστᾶσι, καὶ προσενεγκάμενοι μικρὰ πληροῦνται.

[472] Τοὺς λευκοφλεγματοῦντας διάῤῥοια παύει· αἱ μετὰ σιγῆς ἀθυμίαι καὶ ἀπανθρωπίαι, ἐπιεικῶς αὐτῶν κατεργαστικαί.

[473] Ὅσοι ἐκ φόβου μετὰ καταψύξιος ἐξίστανται, πυρετοὶ μεθ᾿ ἱδρώτων, καὶ ὕπνοι οἱ πάννυχοι ταῦτα λύουσιν.

[474] Ἐκ μανίης ἐς βράγχον μετὰ βηχὸς ἀπόστασις.

[475] Ἐν τοῖσι μανιώδεσι σπασμὸς προσγινόμενος ἀμαύρωσιν ἴσχει.

[476] Αἱ σιγῶσαι ἐκστάσιες, οὐχ ἡσυχάζουσαι, ὄμμασι περιβλέπουσαι, πνεῦμα ἔξω ἀναφέρουσαι, ὀλέθριαι· ποιοῦσαι δὲ παραπληκτικὰ χρόνια· ἀτὰρ καὶ ἐκμαίνονται οὗτοι· ὅσοι δὲ ἐπὶ ταραχῇ κοιλίης οὕτω παροξύνονται, περὶ κρίσιν μέλανα διέρχεται.

[477] Οἷσιν ὑγιαίνουσι, χειμῶνος ἐόντος, περὶ τὴν ὀσφὺν ψυχρότης καὶ βάρος ἀπὸ βραχείης προφάσιος, καὶ κοιλίης ἐπίστασις, τῆς ἄνω καλῶς ὑπηρετούσης, ἰσχιὰς, ἢ νεφρῶν πόνος ἢ στραγγουρίης τάχα ἂν συμβαίη.

[478] Οἷσι τὰ κάτω κακοῦται, κνησμῶν ἐγγενομένων ἔμπροσθεν ἰσχυρῶν, τούτοισιν ἀμμῶδες οὖρον γίνεται, καὶ ἐφίσταται· τοῖσι δὲ ὀλεθρίοισιν αὐτῶν ἡ διάνοια ἀποναρκοῦται.

[479] Οἱ τὰ ἄρθρα φλυκταινούμενοι ἐξερύθροισιν ἐπιπολαίοις, ἐπιῤῥιγώσαντες, οὗτοι κοιλίας καὶ βουβῶνας διαφοινίσσονται, οἷα πληγῇσιν ἐπωδύνοισι, καὶ ἀποθνήσκουσιν.

[480] Τὰ ἰκτερώδεα, οὐ πάνυ τι ἐπαισθανόμενα, οἷσι λύγγες, κοιλίαι καταῤῥήγνυνται· ἴσως δὲ καὶ ἐπίστασις· οὗτοι ἐκχλοιοῦνται.

[481] Τὰ κατὰ πλευρὸν ἀλγήματα ἐν πυρετοῖσιν ἰσχνῶς ἑστηκότα, ἄσημα, φλεβοτομίη βλάπτει, κἢν ἀπόσιτος ᾖ, κἢν ὑποχόνδριον μετέωρον· καὶ ἐν καταψύξει οὐκ ἀπύρους νενωθρευμένους αἵματος ἀφαίρεσις βλάπτει· καὶ δοκέοντες δὲ ἐπιεικέστερον ἔχειν, οὗτοι θνήσκουσιν.

[482] Κεφαλὴν καὶ πόδας καὶ χεῖρας κατεψῦχθαι, κοιλίης καὶ πλευρῶν θερμῶν ἐόντων, κακόν· βέλτιστον δὲ πᾶν ὁμοίως τὸ σῶμα θερμόν τε εἶναι καὶ μαλθακόν.

[483] Στρέφεσθαι δὲ ῥηϊδίως χρὴ τὸν νοσέοντα, καὶ ἐν τοῖσι μετεωρισμοῖσιν ἐλαφρὸν εἶναι· βαρύτης δὲ ὅλου τοῦ σώματος καὶ χειρῶν καὶ ποδῶν, πονηρόν· εἰ δὲ καὶ πρὸς τῷ βάρει πέλιοι γίγνονται οἱ δάκτυλοι καὶ οἱ ὄνυχες, πλησίον ὁ θάνατος· μελαινόμενα δὲ παντελῶς, ἧσσον ὀλέθρια τῶν πελίων· ἀλλὰ τὰ λοιπὰ θεωρεῖν· ἢν γὰρ εὐπετέως φέρῃ τὸ νόσημα, καὶ ἄλλο τι τῶν χρησίμων ὑποδεικνύῃ, τὸ νόσημα ἐς ἀπόστασιν τρέπεται, καὶ τὰ μελανθέντα τοῦ σώματος ἀποπίπτει.

[484] Ὄρχιες καὶ αἰδοῖον ἀνεσπασμένα πονηρὸν σημαίνει.

[485] Φῦσαν δὲ ἄνευ ψόφου καὶ περδήσιος διεξιέναι, βέλτιστον· κρέσσον δὲ καὶ σὺν ψόφῳ διελθεῖν, ἢ αὐτοῦ ἀνειλέεσθαι· καίτοι τὸν τοιοῦτον τρόπον διελθοῦσα σημαίνει πονηρὸν καὶ παραφροσύνην, ἢν μὴ ἑκὼν οὕτω ποιέηται τὴν ἄφεσιν τῆς φύσης.

[486] Ἕλκος πέλιον καὶ ξηρὸν ἢ χλωρὸν γινόμενον, θανάσιμον.

[487] Ἀνάκλισις βελτίστη μὲν, ὡς εἴθισταί τις ὑγιαίνων· ὕπτιον δὲ κεῖσθαι, τὰ σκέλεα ἐκτεταμένον, οὐκ ἀστεῖον· εἰ δὲ καὶ καταῤῥέοι προπετὴς ἐπὶ πόδας, χεῖρον· θανάσιμον δὲ καὶ κεχηνέναι καὶ καθεύδειν ἀεί· καὶ τὰ σκέλεα ὑπτίου κειμένου συγκεκαμμένα τε εἶναι ἰσχυρῶς καὶ διαπεπλεγμένα· τὸ δ᾿ ἐπὶ γαστέρα κεῖσθαι οἷσι μὴ σύνηθες, παραφροσύνην σημαίνει καὶ πόνους περὶ κοιλίην· πόδας δὲ γυμνοὺς ἔχειν καὶ χεῖρας, μὴ θερμὸν ἐόντα ἰσχυρῶς, καὶ τὰ σκέλεα διεῤῥῖφθαι, κακὸν, ἀλυσμὸν γὰρ σημαίνει· ἀνακαθίζειν δὲ βούλεσθαι, κακὸν ἐν τοῖσιν ὀξέσι, κάκιστον δὲ ἐν περιπλευμονικοῖσι καὶ πλευριτικοῖσιν. Καθεύδειν δὲ χρὴ τὴν νύκτα, τὴν δὲ ἡμέρην ἐγρηγορέναι· τὸ δ᾿ ἐναντίον, πονηρόν· ἥκιστα δ᾿ ἂν βλάπτοι τὸ πρωῒ κοιμώμενος ἕως τοῦ τρίτου τῆς ἡμέρης· οἱ δὲ μετὰ ταῦτα ὕπνοι, πονηροί· κάκιστον δὲ μὴ καθεύδειν μήτε ἡμέρης, μήτε νυκτὸς, ἢ γὰρ ὑπὸ ὀδύνης τε καὶ πόνου ἀγρυπνοίη ἂν, ἢ παραφρονήσει ἀπὸ τούτου τοῦ σημείου.

[488] Ὁκόσοισι κρόταφος τάμνεται, σπασμὸς ἐκ τῶν ἐναντίων τῆς τομῆς ἐπιγίνεται.

[489] Ὅσοισιν ἂν ὁ ἐγκέφαλος σεισθῇ, καὶ πονέσῃ πληγεῖσιν ἢ ἄλλως, πίπτουσι παραχρῆμα, ἄφωνοι γίνονται, καὶ οὔτε ὁρῶσιν, οὔτε ἀκούουσι, καὶ τὰ πολλὰ θνήσκουσιν.

[490] Οἷς ὁ ἐγκέφαλος τιτρώσκεται, πυρετὸς ὡς ἐπιτοπολὺ καὶ χολῆς ἔμετος ἐπιγίνεται, καὶ ἀποπληξίη σώματος, καὶ ὀλέθριοι οἱ τοιοῦτοι.

[491] Τῶν ῥηγνυμένων ἐν κεφαλῇ ὀστέων, χαλεπώτατον γνῶναι τὰ κατὰ τὰς ῥαφὰς ῥηγνύμενα· ῥήγνυται δὲ ὑπὸ τῶν βαρέων καὶ στρογγύλων βελέων μάλιστα, καὶ ἐκ τῶν ἐξ ὑπεναντίου φερομένων, καὶ μὴ ἐξ ἰσοπέδου. Τὰ δ᾿ ἀπορεύμενα, πότερον ἔῤῥωγεν ἢ οὒ, κρίνειν δεῖ, διαμασᾶσθαι διδόντα ἐφ᾿ ἑκατέρην τὴν σιηγόνα ἀνθέρικον ἢ νάρθηκα, καὶ προσέχειν κελεύειν, εἴ τι ψοφεῖν αὐτῷ δοκέει τὸ ὀστέον· τὰ γὰρ κατεηγότα δοκέει ψοφεῖν. Προϊόντος δὲ τοῦ χρόνου, τὰ ἐῤῥωγότα μὲν ἑβδομαῖα, τὰ δὲ τεσσαρεσκαιδεκαταῖα, τὰ δὲ καὶ ἄλλως διασημαίνει· τῆς τε γὰρ σαρκὸς ἀπόστασις ἀπὸ τοῦ ὀστέου γίνεται, καὶ τὸ ὀστέον πελιὸν, καὶ πόνοι, ἰχώρων ὑποῤῥεόντων· γίνεται δὲ ταῦτα ἤδη δυσβοήθητα.

[492] Ὅσοισιν ἐπίπλοον ἐκπίπτει, ἀνάγκη ἀποσαπῆναι.

[493] Ἢν ἔντερον διακοπῇ τῶν λεπτῶν, οὐ συμφύεται.

[494] Νεῦρον διακοπὲν, ἢ γνάθου τὸ λεπτὸν, ἢ ἀκροποσθίη, οὐ συμφύεται.

[495] Ὅ τι ἂν ἐν τῷ σώματι ὀστέον ἀποκοπῇ, ἢ χόνδρος, οὐκ αὔξεται. [496] Ἐπὶ τρώματι σπασμὸς ἐπιγενόμενος, κακόν.

[497] Ἐπὶ τρώματι χολῆς ἔμετος ἐπιγενόμενος, κακὸν, καὶ μάλιστα ἐπὶ τοῖσι κεφαλικοῖσιν.

[498] Νεῦρα ὅσα παχέα τιτρώσκεται, ὡς ἐπιτοπολὺ χωλοῦνται, καὶ λοξὰ τιτρωσκόμενα μάλιστα, καὶ τῶν μυῶν αἱ κεφαλαὶ, μάλιστα τῶν ἐν μηροῖσιν.

[499] Ἀποθνήσκουσι δὲ μάλιστα ἐκ τῶν τρωμάτων, ἤν τις ἐγκέφαλον τρωθῇ ἢ ῥαχίτην μύελον ἢ ἧπαρ ἢ φρένας ἢ καρδίην ἢ κύστιν ἢ φλέβα τῶν παχειῶν· θνήσκει δὲ, κἢν ἐς ἀρτηρίην καὶ πλεύμονα μεγάλαι σφόδρα αἱ πληγαὶ γένωνται, ὥστε, τοῦ πλεύμονος πληγέντος, ἔλασσον προερχόμενον πνεῦμα κατὰ στόμα γίνεσθαι, ἢ τὸ ἐκπῖπτον ἐκ τοῦ τρώματος· θνήσκουσι δὲ καὶ οἱ ἐς τὰ ἔντερα, ἤν τέ τι τῶν λεπτῶν τρωθῶσιν, ἤν τε τῶν παχέων, ἢν ἐπικάρσιος ἡ πληγὴ γένηται καὶ μεγάλη· εἰ δὲ μικρὴ καὶ εὐθεῖα, περιγίνονται ἔνιοι. Ἥκιστα δὲ θνήσκουσιν οἱ τιτρωσκόμενοι, ἐν οἷσι ταῦτα μὴ ἔνι τῶν τοῦ σώματος μερῶν, ἢ τούτων προσωτάτω.

[500] Τὴν δὲ ὄψιν ἀμαυροῦνται ἐν τοῖσι τρώμασι τοῖσιν ἐς τὴν ὀφρὺν καὶ μικρὸν ἐπάνω· ὅσῳ δ᾿ ἂν τὸ τρῶμα νεώτερον ᾖ, μάλιστα βλέπουσι, χρονιζομένης δὲ τῆς οὐλῆς, ἀμαυροῦσθαι μᾶλλον συμπίπτει.

[501] Αἱ σύριγγες χαλεπώταταί εἰσιν, ὅσαι ἐν τοῖσι χονδρώδεσί τε καὶ ἀσάρκοισι τόποισι πεφύκασιν, εἰσί τε κοῖλαι, μολοῦνταί τε καὶ ἰχωροροοῦσιν αἰεὶ, σαρκίον τε ἐπὶ τῷ στόματι ἔπεστιν αὐταῖς· εὐθεραπευτότεραι δὲ, ὅσαι ἐν τοῖσι μαλθακοῖσι τόποισι καὶ σαρκώδεσί τε καὶ ἀνεύροισι πεφύκασιν.

[502] Τὰ δὲ πρὸ ἥβης οὐ γίνεται νοσήματα, περιπλευμονικὰ, πλευριτικὰ, ποδαγρικὰ, νεφρῖτις, κιρσὸς περὶ κνήμην, ῥοῦς αἱματηρὸς, καρκίνος μὴ σύμφυτος, λεύκη μὴ συγγενὴς, κατάῤῥους νωτιαῖος, αἱμοῤῥοῒς, μὴ σύμφυτος χορδαψός· τούτων τῶν νοσημάτων πρὸ ἥβης οὐ χρὴ προσδέχεσθαι γενησόμενον οὐδέν. Ἀπὸ τεσσαρεσκαίδεκα μέχρι δύο καὶ τεσσαράκοντα ἐτέων πάμφορος ἡ φύσις νοσημάτων ἤδη τοῦ σώματος γίνεται. Πάλιν δὲ ἀπὸ ταύτης τῆς ἡλικίης μέχρι ξγ ἐτέων οὐ γίνονται χοιράδες, οὐδὲ λίθος ἐν κύστει, ἢν μὴ τύχῃ πρότερον ὑπάρχων, οὐδὲ κατάῤῥους νωτιαῖος, οὐδὲ νεφρῖτις, ἢν μὴ παρακολουθῶσιν ἐξ ἄλλης ἡλικίης, οὐδὲ αἱμοῤῥοΐδες, οὐδὲ ῥοῦς αἱματηρὸς, ἢν μὴ πρότερον τύχῃ γεγενημένος· ταῦτα μέχρι γήρως ἀπέχεται νοσήματα.

[503] Ἐν γυναικείοισι τὰ πρὸ τῶν τόκων ἰόντα ὑδατώδεα, κακόν.

[504] Στόματα ἀφθώδεα, τῇσιν ἐπιφόροισιν οὐ χρηστόν· ἆρα καὶ κοιλίαι καθυγραίνονται;

[505] Ἐκ κενεώνων μεθιστάμενα ἀλγήματα ἐς τὸ λεπτὸν ἐν μακροῖσιν, ἐκ διαφθορῆς καὶ μὴ λίην καθαρθείσης, ὀλέθριον.

[506] Τὰ ἐκ τόκου καὶ διαφθορῆς πολλὰ ὀξέως ὁρμήσαντα, ἐπιστάντα, δύσκολα· ῥῖγος ταύτῃσι πολέμιον, καὶ κοιλίης ταραχὴ, ἄλλως τε καὶ ὑποχονδρίου ὀδυνώδεες.

[507] Τῇσιν ἐπιφόροισι κεφαλαλγικὰ καρώδεα, μετὰ βάρεος γινόμενα καὶ σπασμοῦ, φλαῦρα ὡς ἐπιτοπολύ.

[508] ᾟσιν ἐκ γυναικείων περὶ τὸ ἄνω καὶ τὸ λεπτὸν πόνοι σύντονοι, κοιλίας καθυγραίνουσιν, ὑπασώδεες, ταύτῃσι περὶ κρίσιν καταφοραὶ, καὶ ἀδύνατοι κενεαγγικῶς ἐφιδροῦσι καὶ περιψύχουσιν· αἱ τοιαῦται ὑποστροφαὶ τῇσι πλείστῃσι γενόμεναι μετὰ τὴν ἄφεσιν, ταχέως κτείνουσιν.

[509] Τὰ μετὰ μυχθισμοῦ ἔξω ἀναφερόμενα πνεύματα, καὶ τῆξις παράλογος, τῇσιν ἐπιφόροισιν ἐκτιτρώσκει· ὀδύνη κοιλίης μετὰ τόκον, ἐπὶ ταύτῃσι πυώδεα καθαίρει.

[510] Αἱ ναρκώδεες καὶ μάλιστα ἐν τῇσι κινήσεσι μετὰ ἀδυναμίης κατακεκλασμέναι, περὶ κρίσιν ἐνοχληθεῖσαι, ἀσώδεες, ἐφιδροῦσι πολλῷ· κοιλίαι καθυγρανθεῖσαι ταύτῃσι, κακόν.

[511] Τὰ δὲ γυναικεῖα μὴ ἐπιστῆναι, χρήσιμον· ἐπιληπτικὰ ἐκ τῶν τοιούτων, οἶμαι, ἐνίῃσι δὲ ὑποφοραὶ μακραὶ, ἐνίῃσι δὲ αἱμοῤῥοΐδες.

[512] Τῇσιν ἐπιφόροισιν ὑποχονδρίου ἄλγημα, κακόν· καὶ κοιλίαι ταύτῃσι φερόμεναι, κακόν· καὶ τὸ ἐπιῤῥιγοῦν ταύτῃσι κακόν· ὀδύνη κοιλίης ἐν τοῖσι τοιούτοισιν, ἧσσον κακὸν, ἢν ἰλυώδεα καθαίρῃ· ᾗσι ῥηϊδίως τῶν τοιούτων τίκτεται, μετὰ τόκον δύσφορα σφόδρα.

[513] Τῇσι κυούσῃσι φθινώδεσιν, ᾗσιν ἔρευθος ἐπὶ προσώπου γίνεται, αἱ ἀπὸ ῥινῶν ἀποστάξιες τοῦτο ἀποτρέπουσι γινόμεναι.

[514] ᾟσιν ἐκ τόκου λευκὰ, ἐπιστάντων δὲ ἅμα πυρετῷ κώφωσις καὶ ἐς πλευρὸν ὀδύνη ὀξεῖα, ἐξίστανται ὀλέθριοι.

[515] Τὰ ἐν τῇσιν ἐπιφόροισιν ἁλμυρώδεα σημαίνει μετὰ τόκον δύσκολα λευκοῖσι δακνώδεσιν· αἱ τοιαῦται καθάρσιες ἀποσκληρύνουσιν· λὺγξ ἐπὶ τούτοισι φλαῦρον, καὶ πτύξις ὑστερῶν, καὶ συντείνει.

[516] Ἐς πόδας καὶ ἐς ὀσφὺν συντάσιες ἐκ γυναικείων, ἐκπυητικὸν, καὶ τὰ ἀπὸ κοιλίης γλίσχρα, δυσώδεα ἐπιπόνως ἰόντα· πνιγμοὶ ἐπὶ τοῖσι προγεγραμμένοισιν, ἐκπυητικόν.

[517] Τὰ ὑστερικὰ ἐν κοιλίῃσι σκληρύσματα ἐπώδυνα, ὀξέως ὀλέθριον.

[518] Τῇσιν ἐπιφόροισιν ἤδη ἀφθώδεα ῥεύματα ἐπώδυνα, πονηρόν· αἱμοῤῥοῒς ταύτῃσι, κάκιστον.

[519] ᾟσι, κοιλίης ἐπαρθείσης, ἐς αἰδοῖον ἔρευθος ἦλθε, γυναικείων λευκῶν ὑγρῶν κατελθόντων ἐξαπίνης, ἐν μακροῖσι πυρετοῖσι τελευτῶσιν.

[520] Σπασμῷ, γυναικείων ἐν ἀρχῇσι φανέντων, πυρετοῦ μὴ ἐπιγενομένου, λύσις.

[521] Οὖρα λεπτὰ ὑπονέφελα ἐν μέσῳ αἰωρεύμενα, ῥῖγος σημαίνει.

[522] Ἢν ἀπὸ τῆς τετράδος αἵματος ῥύσις γένηται, χρόνια σημαίνει, καὶ κοιλίη καταῤῥήγνυται, καὶ σκελέων οἰδήματα.

[523] Τῇσιν ἐπιφόροισι κεφαλαλγικὰ καρώδεα μετὰ βάρους γενόμενα, φλαῦρα· ἴσως δὲ ταύτῃσι καὶ ἅμα σπασμῶδές τι παθεῖν ὀφείλει.

[524] Αἱ προαλγήσασαι τρόπον χολερώδεα πρὸ τῶν τόκων, τίκτουσι μὲν ῥηϊδίως, πυρέξασαι δὲ, κακοήθεες, ἄλλως τε κἤν τι κατὰ φάρυγγα ὀχλῇ, ἤ τι τῶν ἐν πυρετῷ κακοήθων ἐπιφανῇ σημείων.

[525] Τὰ πρὸ τῶν τόκων ῥηγνύμενα ὑδατώδεα, φλαῦρα.

[526] Τῇσιν ἐπιφόροισι κατὰ φάρυγγα ἁλμυρώδεες ῥύσιες, πονηρόν.

[527] Τὸ πρὸ τῶν τόκων ἐπιῤῥιγοῦν, καὶ τὰ ἀνωδύνως τικτόμενα, κινδυνώδεα.

[528] Τῇσιν ἐπιφόροισι τὰ ἀφθώδεα ῥεύματα, πονηρόν· σπασθεῖσαι, ἐκλυθεῖσαι, μετακαταψυχθεῖσαι, ἐκθερμαίνονται ὀξέως· καὶ μέντοι καὶ δύσκολα ἀποβαίνει τῇσιν ἐπιφόροισι τὰ περὶ τὸ λεπτὸν οἰδήματα, οἷα τὰ περὶ τὰς ὀσχίας γίνεται, ἀπολαμβανόμενα ὀρθοπνοίῃσιν· ἆρα τὰ τοιαῦτα οἰδήματα διδυμοτοκεῖ; ἆρα καὶ σπασμῶδες τὰ τοιαῦτα οἰδήματα ποιέει; [529] Τὰ μυχθῶδες ἐξαναφέροντα πνεῦμα ἐν πυρετοῖσιν, ἐκτιτρώσκονται.

[530] Φρικώδεσι, κοπιώδεσι, καρηβαρικῇσι, γυναικεῖα καταῤῥήγνυται.

[531] Αἱ πρὸς χεῖρα νωθραὶ, κατάξηροι, ἄδιψοι, γυναικεῖα πολλὰ χαλῶσαι, ἐκπυητικαί.

[532] Τὰ ἐξαίφνης λευκὰ κατατρέχοντα ἐπὶ τρωσμῷ, ἤν τι ῥιγῇ, καὶ ἐς μηρὸν ὁρμᾷ τρόμος, δύσκολον.

[533] Τὰ ἀφθώδεα στόματα τῇσιν ἐπιφόροισι κοιλίας καθυγραίνει.

[534] Αἱ δὲ τῶν κυουσέων προνοσέουσαι πρὸ τῶν τόκων ἐπιῤῥιγοῦσιν.

[535] Αἱ ναρκώδεες ἐκλύσιες, δύσκολοι μὲν ἐκ τῶν τόκων ἀποβαίνουσι καὶ παρακρουστικαὶ, οὐ μέντοι ὀλέθριοι· ἀτὰρ καὶ πλῆθος γυναικείων προσημαίνουσιν.

[536] Αἱ ἐν τόκῳ καρδίην προαλγήσασαι, ὀλίγῳ ὕστερον ἀποβάλλουσιν.

[537] Τὰ φρικώδεα, κοπιώδεα, καρηβαρικὰ, τραχήλου ὀδυνώδεα, γυναικεῖα καταῤῥήγνυσιν· περὶ κρίσιν τὸ τοιοῦτον γινόμενον μετὰ βηχίου ἐπιῤῥιγεῖ.

[538] ᾟσι κόρῃσιν ὀρθοπνοϊκὰ συμβαίνει, ἐν τῇσιν ἐπιφορῇσι τιτθοὺς ἐκπυοῦνται· γυναικεῖα ἐπιφαίνεσθαι ἐν ἀρχῇ, κακόν.

[539] Τὰ μανικὰ πυρετοὺς ὀξεῖς ταραχώδεας ἀχόλῳ καρδιαλγικῷ λύουσιν.

[540] Τῇσιν ἀτόκοισιν αἵματος ἔμετος πρὸς τὸ συλλαβεῖν ὠφελεῖ.

[541] Τὰ ἀχλυώδεα, γυναικείων συχνῶν ἐπιφανέντων, λύεται.

[542] Ὅσῃσι γυναιξὶν ἐκ πυρετῶν ἄλγημα τιτθῶν γίνεται, πτύσις αἱμάλωπος οὐ τρυγώδης γενομένη λύει τοὺς πόνους.

[543] Οἱ ἐν ὑστερικῇσιν ἀπύροισι σπασμοὶ, εὐχερέες, οἷον καὶ Δορκάδι.

[544] ᾟσιν ἐκ ῥίγεος πυρετὸς κοπιώδης, γυναικεῖα κατατρέχει· τράχηλος ἐν τούτοισιν ὀδυνώδης, αἱμοῤῥαγικόν.

[545] Ἔμετος δὲ ἀλυπότατος, φλέγματος καὶ χολῆς συμμεμιγμένος, μὴ πολὺς δὲ καρτὰ ἐμείσθω· τὰ δὲ ἀκρητέστερα τῶν ἐμουμένων, κακίω· πρασοειδὴς δὲ ἔμετος, καὶ μέλας, καὶ πελιὸς, πονηρόν· εἰ δὲ καὶ πάντα τὰ χρώματα ὁ αὐτὸς ἐμέοι, ὀλέθριον· τάχιστον δὲ θάνατον σημαίνει ὁ πελιὸς καὶ κακώδης· ἐστὶ δὲ θανάσιμος ὁ ἐρυθρὸς ἔμετος, καὶ μάλιστα εἰ μετὰ ἀνάγκης ἐμέοιτο ἐπωδύνου.

[546] Οἱ ἀσώδεες ἀνημέτως παροξυνόμενοι, κακὸν, καὶ οἱ σπαρασσόμενοι ἀνημέτως.

[547] Τὰ μικρὰ ἐμέσματα, χολώδεα, κακὸν, ἄλλως τε κἢν ἀγρυπνέωσιν.

[548] Ἐπὶ μελάνων ἐμέτων κώφωσις οὐ βλάπτει.

[549] Οἱ κατὰ μικρὰ ταχεῖς, χολώδεες, ἄκρητοι ἔμετοι, κακὸν ἐν ὑποφορῇ πλείονι καὶ ὀσφύος ἀλγήματι συντόνῳ.

[550] Τὰ ἐξ ἐμέτων ἀσώδεα, κλαγγώδεα, ὄμματα ἐπίχνουν ἴσχοντα, μανικά· ὀξέως μανέντες θνήσκουσιν ἄφωνοι.

[551] Ἐν ἐμέτῳ διψώδεα ἐόντα, ἄδιψον γενέσθαι, κακόν.

[552] Ἐν ἀσώδεσιν ἀγρύπνοις, τὰ παρ᾿ οὖς μάλιστα.

[553] Τοῖς ἀσώδεσι, κοιλίης ταραχώδης ἐπίστασις διὰ ταχέων ἐξανθεῖ οἷα κωνώπων κεντήματα, καὶ ἐς ὄμματα δακρυώδης ἀπόστασις ἔρχεται.

[554] Ἐπὶ ἀκρήτοις ἐμέτοις λυγμὸς, κακόν· κακὸν δὲ καὶ σπασμός· ὁμοίως δὲ καὶ ἐν τῇσιν ὑπερκαθάρσεσι τῇσιν ἐκ τῶν φαρμακειῶν.

[555] Οἱ μέλλοντες ἐμεῖν πτυαλίζουσιν ἔμπροσθεν.

[556] Ἐπὶ ἐλλεβόρῳ σπασμὸς, ὀλέθριον.

[557] Ἐπὶ πάσῃ καθάρσει πλεοναζούσῃ ψύξις μεθ᾿ ἱδρῶτος, ὀλέθριον· καὶ οἱ ἐπανεμέοντες διψώδεες ἐν τούτοισι, κακόν· οἱ δὲ ἀσώδεες ὀσφυαλγέες κοιλίην καθυγραίνονται.

[558] Αἱ ἐξερύθρων, μελάνων ὑπὸ ἐλλεβόρου, καθάρσιες, πονηραί· καὶ ἔκλυσις δὲ μετὰ τοιούτων, κακόν.

[559] Ἀπὸ ἐλλεβόρου ἐμέσαι ἐρυθρὰ, ἀφρώδεα, ὀλίγα, ὠφελέει· ποιέει μέντοι σκληρύσματα, καὶ ἐμπυήσιας μεγάλας ἀφίστησιν· εἰσὶ δὲ οἱ τοιαῦτα ἐμέοντες ἄλλως τε καὶ στῆθος ἐπώδυνοι, καὶ ἐν τοῖς ῥίγεσιν ἐφιδροῦντες, καὶ ὄρχιας ἐπαίρονται· τούτου προσγενομένου, ἐπιῤῥιγοῦσι καὶ ἰσχναίνονται.

[560] Αἱ πυκναὶ διὰ τῶν αὐτῶν ὑποστροφαὶ ἐμετώδεες περὶ κρίσιν μέλανα ἔμετον ποιέουσιν· γίνονται δὲ καὶ τρομώδεες.

[561] Ἱδρὼς ἄριστος μὲν ὁ λύων τὸν πυρετὸν ἐν ἡμέρῃ κρισίμῳ, χρήσιμος δὲ καὶ ὁ κουφίζων· ὁ δὲ ψυχρὸς καὶ μοῦνον περὶ κεφαλὴν καὶ τράχηλον γινόμενος, φλαῦρος, καὶ γὰρ χρόνον καὶ κίνδυνον σημαίνει.

[562] Ἱδρὼς δὲ ψυχρὸς, ἐν ὀξεῖ μὲν πυρετῷ θανάσιμος, ἐν πρηϋτέρῳ δὲ χρόνον σημαίνει.

[563] Ἱδρὼς ἅμα πυρετῷ γενόμενος ἐν ὀξεῖ, φλαῦρον.

[564] Οὖρον ἐν πυρετῷ λευκὴν ἔχον καὶ λείην ὑπόστασιν ἱδρυμένην, ταχεῖαν ἄφεσιν σημαίνει· ταχεῖαν δὲ καὶ τὸ ἐξ ἀκρίτου λίπος ἴσχον τι ἐξυδατούμενον· τὸ δὲ ὑπέρυθρον καὶ τὴν ὑπόστασιν ἔχον ὑπέρυθρόν τε καὶ λείην, πρὸ μὲν τῆς ἑβδόμης γενόμενον, ἑβδομαῖον ἀπολύει, μετὰ δὲ τὴν ἑβδόμην, χρονιώτερον ἢ πάντως χρόνιον· τό τε ἐν τετάρτῃ λαβὸν ἐπινέφελον ὑπέρυθρον, ἑβδομαῖον ἀπολύει, τῶν λοιπῶν κατὰ λόγον ἐχόντων. Τὸ δὲ λεπτὸν καὶ χολῶδες καὶ τὸ μόλις γλίσχρων ἔχον ὑπόστασιν, καὶ τὸ μεταβάλλον ἐπὶ τὸ βέλτιον καὶ χεῖρον, χρόνιον· ἐπὶ πλεῖον δὲ τοῦτο ἐπακολουθοῦν, ἢ περὶ κρίσιν χειρόνων γενομένων, οὐκ ἀκίνδυνον.

[565] Ὑδατῶδες δὲ καὶ λευκὸν διατελέως ἐν χρονίοισι, δύσκριτον γίνεται καὶ οὐκ ἀσφαλές.

[566] Νεφέλαι δὲ ἐν οὔροισι λευκαὶ μὲν καὶ κάτω, λυσιτελέες· ἐρυθραὶ δὲ, καὶ μέλαιναι, καὶ πελιαὶ, δύσκολοι.

[567] Κινδυνῶδες τῶν οὔρων ἐστὶ τὸ χολῶδες μὴ ὑπέρυθρον ἐν τοῖσιν ὀξέσι, καὶ τὸ κριμνῶδες λευκὰς ἔχον ὑποστάσιας, καὶ τὸ ποικίλον χροιῇ καὶ ὑποστάσει, καὶ μάλιστα τοῖσιν ἀπὸ τῆς κεφαλῆς ῥευματισμοῖσιν. Κινδυνῶδες δὲ καὶ τὸ ἐκ μέλανος μεθιστάμενον ἐς λεπτὸν χολῶδες, καὶ τὸ ἐξ ὑποστάσιος διασπώμενον, καὶ τὸ ἐκ τροφιώδεος ὑπόστασιν ἴσχον ὑποπέλιον ἰλυώδεα· ἆρα ἐκ τοιούτων ὑποχόνδριον ὀδυνῶνται, δοκέω δεξιὸν, ἢ καὶ χλοώδεες γίνονται, καὶ τὰ παρ᾿ οὖς ὀδυνώδεες; τούτοισιν ἐπὶ βραχὺ κοιλίη καταῤῥαγεῖσα, ὀλέθριον.

[568] Οὖρα ἐξαίφνης παραλόγως ἐπ᾿ ὀλίγον πεπαινόμενα, φλαῦρα, καὶ ὅλως τὸ παραλόγως πέπον ἐν ὀξεῖ, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ ἐξέρυθρον ἐκ τούτων ἐπάνθισμα ἰώδει κατεχόμενον. Λευκὸν δὲ καὶ καταχεόμενον διαφανὲς οὖρον, πονηρόν· μάλιστα ἐν φρενιτικοῖσιν ἐπιφαίνεται. Πονηρὸν δὲ καὶ τὸ μετὰ ποτὸν ταχέως διουρούμενον, καὶ μάλιστα πλευριτικοῖσι καὶ περιπλευμονικοῖσιν. Πονηρὸν δὲ καὶ τὸ πρὸ ῥίγους ἐλαιῶδες οὐρούμενον. Πονηρὸν δ᾿ ἐν τοῖσιν ὀξέσι καὶ τὰ χλοιώδεα μὴ ἐπὶ χροιῇ ἐόντα.

[569] Ὀλέθριον δ᾿ ἐστὶ τῶν οὔρων τό τε μέλαιναν τὴν ὑπόστασιν ἔχον, καὶ τὸ μέλαν· μᾶλλον δ᾿ ἐν τοῖσι παισὶ τὸ λεπτὸν τοῦ παχέος, τοῖσι δὲ λεπτοῖσι τὸ ἀνάπαλιν· οἷσι συνεστραμμένοις καὶ τὸ χαλαζῶδες διαχεόμενον, τὸ δ᾿ αὐτὸ καὶ ἐπίπονον· ὀλέθριον δ᾿ ἐστὶ καὶ πᾶν τὸ λαθραίως οὐρούμενον· περιπλευμονικοῖσι δ᾿ ἐστὶν ὀλέθριον καὶ τὸ ἐν ἀρχῇ μὲν πέπον, μετὰ δὲ τὴν τετράδα λεπτυνόμενον.

[570] Πλευριτικοῖσιν οὖρον αἱματῶδες, ζοφῶδες, μεθ᾿ ὑποστάσιος ποικίλης ἀδιακρίτου, θανάσιμον ἐν τέσσαρσι καὶ δέκα ἡμέρῃσιν ὡς ἐπιτοπολύ· θανάσιμον δὲ καὶ ἐν τοῖσι πλευριτικοῖσι συντόμως καὶ τὸ πρασοειδὲς μέλαιναν ἔχον ὑπόστασιν ἢ πιτυρώδεα. Καυσώδεσι δὲ κατόχως κάκιστον οὖρόν ἐστι τὸ ἔκλευκον.

[571] Οὖρον δὲ ὠμὸν πλείονα χρόνον γινόμενον, τῶν ἄλλων σωτηρίων ἐόντων, ἀπόστασιν καὶ πόνον σημαίνει, καὶ μᾶλλον ἐν τοῖσιν ὑπὸ φρένα· ἀλγημάτων δὲ ἐν ὀσφύϊ πλανωμένων, ἐς ἰσχίον, καὶ ἐν πυρετῷ καὶ ἄνευ πυρετοῦ. Τὸ δὲ ἐκπεμπόμενον λίπος ἴσχον οὖρον ὑπόστασιν, σημαίνει πυρετόν· τὸ δὲ αἱματῶδες ἐν ἀρχῇ οὐρηθὲν, χρόνιον· τὸ δ᾿ ἀνατεταραγμένον μεθ᾿ ἱδρῶτος, ὑποτροπήν· τὸ δὲ λευκὸν οἷον τῶν ὑποζυγίων κεφαλαλγίην· τὸ δ᾿ ὑμενῶδες, σπασμόν· τὸ δὲ πτυαλώδεας ἔχον ὑποστάσιας οὖρον ἢ ἰλυώδεας, ῥίγεος δηλωτικόν· τὸ δὲ ἀραχνιῶδες, συντήξιος· τὰ δ᾿ ἐν πλανώδεσι πυρετοῖσι μέλανα νεφέλια, τεταρταίου· τὰ δ᾿ ἄχροα μέλασιν ἐναιωρεύμενα μετὰ ἀγρυπνίης καὶ ταραχῆς, φρενιτικά· τὰ δὲ κονιώδεα μετὰ δυσπνοίης, ὑδατώδεα.

[572] Οὖρον ὑδατῶδες ἢ τεταραγμένον ψαφερῇ τρηχύτητι, κοιλίην ὑγρὴν ἐσομένην σημαίνει· τὸ δὲ ἔκλεπτον οὖρον δασυνόμενον, ἆρα ἱδρῶτα μέλλοντα δηλοῖ, γεγενημένον δὲ, τὸ ἀφρῶδες ἐφ᾿ αὑτὸ ἐφιστάμενον;

[573] Τὰ δ᾿ ἐν τριταίοισι μετὰ φρίκης, οἷα νεφέλια μέλανα, φρίκης ἀκαταστάτου δηλωτικά· καὶ ὑμενώδεες οὐρήσιες, καὶ αἱ μετὰ φρίκης ὑφιστάμεναι, σπασμώδεες.

[574] Οὖρον χρηστὴν ἔχον ὑπόστασιν, ἐξαπίνης μὴ ἔχον, πόνον καὶ μεταβολὴν σημαίνει· τὸ δὲ ὑπόστασιν ἔχον, ἐπιταραχθὲν καθιστάμενον, ῥῖγος περὶ κρίσιν, τάχα δὲ καὶ ἐς τριταῖον ἢ τεταρταῖον μετάστασιν.

[575] Ἐν πλευριτικοῖσιν οὖρον ὑπέρυθρον, ἔχον λείην ὑπόστασιν, ἀσφαλέα κρίσιν σημαίνει· τὸ δ᾿ ὑπόχλωρον εὐανθὲς, λευκὴν ἔχον ὑπόστασιν, καὶ ταχεῖαν· τὸ δὲ ἐρυθρὸν σφόδρα καὶ εὐανθὲς, ὑπόστασιν χλωρὴν ἔχον λείην εἰλικρινέα, πολυχρόνιον σφόδρα ταραχώδεα νοῦσον μεταβάλλουσαν ἐς ἄλλην, οὐ μὴν ὀλέθριον· τὸ δὲ λευκὸν, ὑδατῶδες, κριμνώδεα πυῤῥὴν ἔχον ὑπόστασιν, πόνον καὶ κίνδυνον σημαίνει· καὶ τὸ χλωρὸν πυῤῥὴν ἔχον ὑπόστασιν κριμνώδεα, χρόνον καὶ κίνδυνον σημαίνει.

[576] Οὖρα τοῖσι παρ᾿ ὦτα ταχὺ καὶ ἐπ᾿ ὀλίγον πεπαινόμενα, φλαῦρον· καὶ τὸ κατεψῦχθαι ὧδε, πονηρόν.

[577] Κύστις ἀποληφθεῖσα, ἄλλως τε καὶ μετὰ κεφαλαλγίης, ἔχει τι σπασμῶδες· τὰ ναρκώδεα ἐν τοιούτοισιν ἐκλυόμενα, δύσκολα, οὐ μὴν ὀλέθρια· ἆρά τι καὶ παρακρούουσιν;

[578] Νεφρῶν ἐξαπίναιον ἄλγημα, μετὰ οὔρου ἐπισχέσιος, λιθιδίων οὔρησιν ἢ παχέων οὔρων σημαίνει· τρομώδεα πρεσβυτέροισιν ἐν πυρετῷ καὶ οὕτως ἐπιφαινόμενα, λιθίδιά που διουρέει.

[579] Οὔρου ἀπόληψις καὶ βάρος ἐν νειαίρῃ σημαίνει ὡς τὰ πολλὰ στραγγουρίην ἐσομένην· εἰ δὲ μὴ, ἄλλην ἀῤῥωστίην, ἣν εἴωθεν ἀῤῥωστεῖν.

[580] Ἐν χολώδεσιν οὔρου ἀπόληψις κτείνει συντόμως.

[581] Οὖρον ἐν πυρετῷ δάσος ἔχον διασπώμενον, ὑποτροπικὸν, ἢ ἱδρῶδες.

[582] Ἐν μακροῖσι πυρετοῖσι λεπτοῖσι πλανώδεσι, λεπτῶν οὔρων οὐρήσιες, σπληνώδεες.

[583] Ἐν πυρετῷ ἄλλοτε ἀλλοίων οὔρων οὐρήσιες μηκύνουσιν.

[584] Τὰ οὐρούμενα, ὑπομνησάντων, ἄλλως δὲ ὀλέθρια· ἆρα τούτοισιν οὐρεῖται, οἷον εἰ τὴν ὑπόστασιν ταράξειας.

[585] Οἷσιν οὖρα ὀλίγα, θρομβώδεα, οὐκ ἀπυρέτοις, πλῆθος ἐκ τούτων ἐλθὸν λεπτὸν, ὠφελεῖ· ἔρχεται δὲ τοιαῦτα, οἷσιν ἐξ ἀρχῆς ἢ διὰ ταχέων ὑπόστασιν ἴσχει.

[586] Οἷσιν οὖρα ταχέως ὑπόστασιν ἴσχει, ταχέως οὗτοι κρίνονται.

[587] Ἐπιληπτικοῖς οὖρα λεπτὰ καὶ ἄπεπτα παρὰ τὸ ἔθος ἄνευ πλησμονῆς, ἐπίληψιν σημαίνει, ἄλλως τε κἤν τις ἐς ἀκρώμιον ἢ τράχηλον ἢ μετάφρενον πόνος, ἢ σπασμὸς ἐμπεπτώκῃ, ἢ νάρκη περιγίνηται τοῦ σώματος, ἢ ταραχῶδες ἐνύπνιον ἑωράκῃ.

[588] Τὸ μικρὰ ἐπιφαίνεσθαι, οἷον στάξιας, καὶ οὖρον, καὶ ἔμετον, καὶ διαχωρήματα, κακὸν μὲν πάντως, κάκιστον δὲ, ἐγγὺς ἀλλήλων ἰόντα.

[589] Διαχώρημα κοιλίης βέλτιστον, μαλθακὸν, συνεστηκὸς, ὑπόπυῤῥον, μὴ σφόδρα δυσῶδες, διαχωρέον τὴν εἰθισμένην ὥρην· πλῆθος δὲ πρὸς λόγον τῶν εἰσιόντων· παχυνέσθω δὲ πρὸς τὴν κρίσιν· χρήσιμον δὲ καὶ ἕλμινθας στρογγύλας διεξιέναι, πρὸς κρίσιν προσάγον.

[590] Ἐν ὀξέσι τὸ ἀφρῶδες περίχολον διαχώρημα, κακόν· κακὸν δὲ καὶ τὸ ἔκλευκον· ἔτι δὲ κάκιον τὸ ἀλητοειδὲς κοπριῶδες· κάρος ἐπὶ τούτοισι, κακὸν, καὶ αἱματώδης διαχώρησις, καὶ κενεαγγίη παράλογος.

[591] Κοιλίης ἀπόληψις μικρὰ μέλανα σπυραθώδεα πρὸς ἀνάγκην χαλῶσα, μυκτὴρ τούτοισι ῥηγνύμενος, κακόν.

[592] Γλίσχρον ἄκρητον, ἢ λευκὸν διαχώρημα, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ ἅλες ἐζυμωμένον ὑποφλεγματῶδες· πονηρὸν δὲ καὶ ἐκ τροφιωδέων ὑπόστασις ὑποπέλιος, πυώδης μετὰ χολώδεος.

[593] Αἷμα λαμπρὸν διαχωρέειν, κακὸν, ἄλλως τε κἤν τις ὀδύνη παρῇ.

[594] Τὸ ἀφρῶδες περίχολον διαχώρημα, φλαῦρον· καὶ ἰκτεροῦνται δὲ ἐκ τοιούτων.

[595] Ἐπὶ τοῖσι χολώδεσι τὸ ἀφρῶδες ἐπάνθισμα, κακὸν, μάλιστα δὲ ὀσφὺν πεπονηκότι, καὶ παρενεχθέντι· ἀραιὰ δὲ τούτοισι τὰ ἀλγήματα.

[596] Λεπτὸν ἔπαφρον διαχώρημα, ὑδατόχλοον ἴσχον ὑπόστασιν, πονηρόν· πονηρὸν δὲ καὶ τὸ πυῶδες· καὶ τὸ μέλαν αἱματῶδες, πονηρὸν σὺν πυρετῷ καὶ ἄλλως· καὶ τὸ ποικίλον κατακορὲς διαχώρημα, φλαῦρον, καὶ χεῖρον ὅσῳ φοβερώτερον τῇ χροιῇ, πλὴν ἐν φαρμακείῃσιν, ἐν δὲ ταύτῃσιν ἀκίνδυνον μὴ πλήθει ὑπερβάλλον· καὶ τὸ ψαφαρὸν μαλθακὸν ἐν πυρετῷ διαχώρημα, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ ξηρὸν, ψαφαρὸν, ἄχλοον, καὶ ἄλλως καὶ ἢν κοιλίην καθυγραίνῃ· μελάνων δὲ προδιελθόντων, κτείνει.

[597] Ὑγρὸν διαχώρημα καὶ ἀθρόον κατὰ μικρὸν, κακόν· τὸ μὲν γὰρ ἀγρυπνίην, τὸ δὲ ἔκλυσιν τάχ᾿ ἂν ποιήσῃ.

[598] Ἔνυγρον ὑποψάφαρον διαχώρημα περιψυχόμενον μὴ ἀπύρῳ, φλαῦρον· τὰ ἐπὶ τούτοισι ῥίγεα κύστιν, κοιλίην ἐπιλαμβάνει. [599] Ὑδατῶδες δὲ σφόδρα διαχώρημα μὴ παυόμενον ἐν ὀξέσι, κακὸν, καὶ μᾶλλον εἰ καὶ ἀδιψήσει.

[600] Ἐξέρυθρον ἐν περιπλύσει διαχώρημα, φλαῦρον· φλαῦρον δὲ καὶ τὸ σφόδρα χλωρὸν, ἢ λευκὸν, ἢ ἀφρῶδες, ἢ ὑδαρές· καὶ τὸ μικρόν τε καὶ γλίσχρον, καὶ λεῖον καὶ ὑπόχλωρον, κακόν· καὶ τὸ κωματώδεσι νενωθρευμένοισιν ὑγρὸν διαχώρημα, κάκιστον· θανατῶδες δὲ καὶ αἱμοῤῥοεῖν αἱματῶδες πολὺ θρομβῶδες· λευκόν τε καὶ ὑγρὸν μετὰ κοιλίης μετεώρου.

[601] Διαχώρημα μέλαν οἷον αἷμα, καὶ σὺν πυρετῷ καὶ ἄνευ πυρετοῦ, πονηρόν· πονηρὸν δὲ καὶ πάντα τὰ ποικίλα· καὶ τὰ κατακορέα πονηρά.

[602] Τὰ ἐς ἀφρώδεα ἄκρητα τελευτῶντα διαχωρήματα, παροξυντικὰ μὲν πᾶσι, τοῖσι δὲ σπασμώδεσι καὶ πάνυ· ἐκ τοιούτων τὰ παρ᾿ οὖς ἀνίσταται· τὰ δὲ ἐξυγραινόμενα καὶ πάλιν συνιστάμενα, ἄκρητα, κοπρώδεα, μῆκος νούσου σημαίνει· τὸ δὲ ἐξέρυθρον ἐν πυρετῷ, παρακοπήν· τὸ δὲ λευκὸν κοπρῶδες ἰκτέρῳ, δύσκολον· τὸ δὲ ὑγρὸν ἐν τῷ τεθῆναι λαβὸν ἔρευθος, αἱμοῤῥαγέσι.

[603] Γλίσχρον διαχώρημα μέλασι διαποίκιλον, κακόηθες, μάλιστα δὲ ἐκλεύκοις.

[604] Ἔκλευκον διαχώρημα ἐν πυρετῷ, οὐκ εὐκρινές.

[605] Κοιλίη ταραχώδης σμικρῇσι πυκνῇσιν ἀναστάσεσι, σιηγόνας ἐντείνει· λύει δὲ καὶ ἐπὶ προσώπου γενόμενα ἐρυθήματα.

[606] Κοπρώδης μετὰ τόνου διαχώρησις, κοιλίης πονηρίην σημαίνει· φλεγματώδης δὲ ὀξέως μετὰ καρδιωγμοῦ, δυσεντερίην, τάχα δὲ καὶ ὀσφυαλγίην· τοῖσι τοιούτοισι κοιλίης περίτασις, πρὸς ἀνάγκην ὑγρὰ χαλῶσα, ταχὺ ὀγκυλλομένη, ἔχει τι σπασμῶδες· τὸ ἐπιῤῥιγοῦν τούτοισιν ὀλέθριον.

[607] Οἷσι μέλανα διαχωρέει, ἐφιδροῦσι ψυχροῖς.

[608] Οἷσι κοιλίη κατ᾿ ἀρχὰς ταράσσεται, τὰ δὲ οὖρα μικρὰ, προαγόντων κοιλίη μὲν ξηραίνεται, τὸ δ᾿ οὖρον πληθύει λεπτὸν, τούτοισιν ἀποστάσιες ἐς ἄρθρα.

[609] Αἱ κατὰ μικρὰ ἀναστάσιες, ῥιγώδεες, καὶ οἷς φλαῦρον διαχώρημα, δυσκολώτατον τεταρταίοισιν ἀρχόμενον.

[610] Αἱ πυκναὶ κατὰ μικρὰ ἀναστάσιες ὑπόγλισχροι, ἔχουσαι μικρὰ κοπρώδεα, μεθ᾿ ὑποχονδρίου καὶ πλευροῦ ἀλγήματος, ἰκτερώδεες· ἆρα, ἐπιστάντων, οὗτοι ἐκχλοιοῦνται; οἶμαι δὲ καὶ αἱμοῤῥοεῖν τούτους· τὰ δ᾿ ἐς ὀσφὺν ἀλγήματα ἐν τούτοισιν αἱμοῤῥοεῖ.

[611] Οἷσιν αἷμα διαχωρέει λαμπρὸν μετὰ κάρου καὶ κεφαλαλγίης, τὸ ἐπιχλιαίνεσθαι, ὀλέθριον.

[612] Τὰ γλίσχρα χολώδεα μᾶλλόν τι τὰς ἀποστάσιας παρ᾿ οὖς ποιέει.

[613] Ὅσα, κοιλίης καθυγραινομένης, οἰδήματα μετεωρίζεται μετὰ ἀλγημάτων, κακόν· κοιλίης δ᾿ ἐπιστάσης, ἄλλου δέ τινος μὴ νεωτερισθέντος, ταχέως καταῤῥήγνυται, καὶ κακοηθέστερον· τὰ ἐμούμενα ἐπὶ τούτοισι, πονηρὰ καὶ θηριώδεα.

[614] Οἷσιν ἐπὶ φλογώδεσι καὶ ἐξερύθροις λυομένοις δυσῶδες, λάβρον, ὑπέρυθρον, ἐλπὶς ἐκμανῆναι.

[615] Ὁ αὐχμώδης χρὼς σημαίνει κοιλίην πονηρευομένην· ἐπὶ τούτοισιν ἐξέρυθρα σαρκόπυα μάλιστα δίεισιν.

[616] Ἐπὶ κοιλίην χολώδη, μαλθακὴν, κοπρώδη, κώματα ἐπιφανέντα παρ᾿ οὖς ἔπαρμα ποιέει.

[617] Χολώδεα διαχωρήματα κώφωσις παύει· κώφωσιν δὲ παύει χολῶδες διαχώρημα.

[618] Τὰ ἑρπυστικὰ ὑπεράνω βουβῶνος, πρὸς κενεῶνα καὶ ἥβην γινόμενα, σημαίνει κοιλίην πονηρευομένην.

[619] Ἔκλυσις ὀδύνην λύουσα, κοιλίην μάλα καθυγραίνει.

[620] Τὰ καθ᾿ ἕδρην ὀδυνώδεα ἐκπυήματα κοιλίην ἐπιταράσσει.

[621] Θανατώδεά ἐστι τῶν διαχωρημάτων τὸ λιπαρὸν, καὶ τὸ μέλαν, καὶ τὸ πελιὸν μετὰ δυσωδίης, καὶ τὸ χολῶδες ἔχον ἐν ἑωυτῷ φακῶν ἢ ἐρεβίνθων ἐρίγμασι παραπλήσια, ἢ οἷον θρόμβους αἵματος εὐανθεῖς, κατὰ τὴν ὀδμὴν ὅμοιον τῷ τῶν νηπίων, καὶ τὸ ποικίλον, τὸ δ᾿ αὐτὸ καὶ χρόνιον· γίνοιτο δ᾿ ἂν τοιοῦτον αἱματῶδες, ξυσματῶδες, χολῶδες, μέλαν, πρασοειδὲς, καὶ ὁμοῦ καὶ ἐναλλάξ. Θανατῶδες δὲ καὶ πᾶν ἐστι τὸ ἀναισθήτως διεξιόν.

[622] Ποτὸν χαλεπῶς καταβρογχίζοντι, πνεύματι βηχώδει, ἐρευγμὸς ὑποσπώμενος, εἴσω κατειλούμενος, σημαίνει πόνον κοιλίης.

[623] Πονηρὸν δὲ καὶ ἐξερυθρώδεα τεταρταίοισι, καὶ αἱ τοιαῦται αἱμόῤῥοιαι, κωματώδεες· ἐκ τούτων σπασμῷ τελευτῶσι, μελάνων προδιελθόντων.

[624] Οἷσι μέλανα διαχωρέει, ἐφιδροῦσι ψυχροῖς.

[625] Αἱ ἐξαίφνης παράλογοι ἐκλύσιες κοιλίης ἐν τοῖσι τετηκόσι χρονίοισιν, ἅμα ἀφωνίῃ τρομώδει, ὀλέθριοι· αἱ λεπταὶ μελάνων διαχωρήσιες αἱ φρικώδεες, βελτίους τοῖσι τοιούτοισιν· αἱ τοιαῦται ὠφελοῦσι μάλιστα κατὰ τὴν ἡλικίην, ᾗ προακμάζουσιν.

[626] Πᾶσι τὰ κνησμώδεα μελάνων διαχώρησιν σημαίνει καὶ ἔμετον θρομβώδεα· καὶ τρομώδεα σὺν δηγμῷ μετὰ κεφαλαλγίης, τὰ μέλανα διαχωρήματα· πρὸ τῶν τοιούτων ἔμετος διέρχεται, καὶ ἐμέσασι συχνὰ τοιαῦτα προσκατασπᾶται.

[627] Οἷσι δὲ ἐπὶ ταραχῆς κοιλίης παροξύνεται περὶ κρίσιν, κάτω μέλανα διέρχεται.

[628] Ἐπὶ κοιλίῃ μακρῇ, ἐμετώδεσι, χολώδεσιν, ἀποσίτοις, ἱδρὼς πολὺς μετὰ ἀδυναμίης ἐξαπίνης κτείνει.

[629] Ἐν φαρμακείῃσιν ἐν περιῤῥῷ λεπτὸν συχνῶς αἷμα ἐκτηκόμενον, φλαῦρον.

[630] Τὰ κατὰ κοιλίην σκληρύσματα μετὰ πόνου, πυρετοῖσιν ἅμα φρικώδεσιν, ἀποσίτοις, σμικρὰ ἐφυγραινομένης κοιλίης κάθαρσιν οὐ διδόντα, ἐς ἐμπύησιν ἥξει.

[631] Ἅμα πυρετῷ κοιλίη ταραχώδης τρόπον ἁλμυρώδεα, κωματώδεσι νωθροῖς οὐ πάνυ παρέπεται.

[632] Ἐπὶ κοιλίῃ ὑγρῇ, κοπιώδει, κεφαλαλγικῷ, διψώδει, ἀγρύπνῳ, ἐξερύθρῳ χρώματι λυομένους ἐλπὶς ἐκμανῆναι.

[633] Ἢν δύσπνοοι ἔωσι, πρὸς τὸ ἐκχλοιοῦσθαι εὔπνοον ἄσιτόν τε, κοιλίης ἐπεισελθούσης.

[634] Τὰ καυματώδεα διαχωρήματα τόνον ἴσχοντα, κοιλίην πονηρευομένην σημαίνει.

[635] Τοῖσι χολώδεσι κοιλίη ταραχώδης, μικρὰ πυκνὰ διαδιδοῦσα τονώδεα μικροῖσι μυξώδεσι, πόνον περὶ τὸ λεπτὸν ποιέουσι, καὶ οὖρον οὐκ εὐλύτως ἰὸν, ἐς ὕδρωπα ἐκ τοιούτων ἀποτελευτᾷ.

[636] Αἱ τρομώδεες γλῶσσαι, σημεῖον ἐνίοισι κοιλίης καταῤῥαγησομένης.

[637] Οἷσι καῦμα γίνεται, ἐπάφρων διελθόντων, πυρετὸς παροξύνεται.

[638] Ἐπὶ κοιλίῃσιν ὑγρῇσι κατάψυξις μεθ᾿ ἱδρῶτος, φλαῦρον.

[639] Ἐπὶ κοιλίῃσι ὑγρῇσι τὰ ἀπὸ οὔλων αἵματα ἐπιῤῥυέντα, θανατῶδες.

[640] Διαχώρημα καθαρὸν ἐπιγενόμενον, λύει πυρετὸν ὀξὺν μεθ᾿ ἱδρῶτος.


Περὶ φύσιος Ἀνθρώπου

ΠΕΡΙ ΦΥΣΙΟΣ ΑΝΘΡΩΠΟΥ.

[1] Ὅστις μὲν εἴωθεν ἀκούειν λεγόντων ἀμφὶ τῆς φύσιος τῆς ἀνθρωπίνης προσωτέρω ἢ ὁκόσον αὐτέης ἐς ἰητρικὴν ἐφήκει, τουτέῳ μὲν οὐκ ἐπιτήδειος ὅδε ὁ λόγος ἀκούειν· οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι, οὔτε πῦρ, οὔτε ὕδωρ, οὔτε γῆν, οὔτ᾿ ἄλλο οὐδὲν, ὅ τι μὴ φανερόν ἐστιν ἐνεὸν ἐν τῷ ἀνθρώπῳ· ἀλλὰ τοῖσι βουλομένοισι ταῦτα λέγειν παρίημι. Δοκέουσι μέντοι μοι οὐκ ὀρθῶς γινώσκειν οἱ τὰ τοιαῦτα λέγοντες· γνώμῃ μὲν γὰρ τῇ αὐτέῃ πάντες χρέονται, λέγουσι δὲ οὐ ταὐτά· ἀλλὰ τῆς μὲν γνώμης τὸν ἐπίλογον τὸν αὐτὸν ποιέονται. Φασί τε γὰρ ἕν τι εἶναι, ὅ τί ἐστι, καὶ τοῦτ᾿ εἶναι τὸ ἕν τε καὶ τὸ πᾶν, κατὰ δὲ τὰ οὐνόματα οὐχ ὁμολογέουσιν· λέγει δ᾿ αὐτέων ὁ μέν τις φάσκων ἠέρα εἶναι τοῦτο τὸ ἕν τε καὶ τὸ πᾶν, ὁ δὲ πῦρ, ὁ δὲ ὕδωρ, ὁ δὲ γῆν, καὶ ἐπιλέγει ἕκαστος τῷ ἑωυτοῦ λόγῳ μαρτύριά τε καὶ τεκμήρια, ἅ γέ ἐστιν οὐδέν. Ὅτε γὰρ τῇ μὲν αὐτέῃ γνώμῃ πάντες χρέονται, λέγουσι δ᾿ οὐ τὰ αὐτὰ, δῆλον ὅτι οὐδὲ γινώσκουσιν αὐτά. Γνοίη δ᾿ ἄν τις τόδε μάλιστα παραγενόμενος αὐτέοισιν ἀντιλέγουσιν· πρὸς γὰρ ἀλλήλους ἀντιλέγοντες οἱ αὐτοὶ ἄνδρες τῶν αὐτέων ἐναντίον ἀκροατέων οὐδέποτε τρὶς ἐφεξῆς ὁ αὐτὸς περιγίνεται ἐν τῷ λόγῳ, ἀλλὰ ποτὲ μὲν οὗτος ἐπικρατέει, ποτὲ δὲ οὗτος, ποτὲ δὲ ᾧ ἂν τύχῃ μάλιστα ἡ γλῶσσα ἐπιῤῥυεῖσα πρὸς τὸν ὄχλον. Καίτοι δίκαιόν ἐστι τὸν φάντα ὀρθῶς γινώσκειν ἀμφὶ τῶν πρηγμάτων παρέχειν αἰεὶ ἐπικρατέοντα τὸν λόγον τὸν ἑωυτοῦ, εἴπερ ἐόντα γινώσκει καὶ ὀρθῶς ἀποφαίνεται. Ἀλλ᾿ ἐμοί γε δοκέουσιν οἱ τοιοῦτοι ἄνθρωποι αὐτοὶ ἑωυτοὺς καταβάλλειν ἐν τοῖσιν ὀνόμασι τῶν λόγων αὐτέων ὑπὸ ἀσυνεσίης, τὸν δὲ Μελίσσου λόγον ὀρθοῦν.

[2] Περὶ μὲν οὖν τουτέων ἀρκέει μοι τὰ εἰρημένα. Τῶν δὲ ἰητρῶν οἱ μέν τινες λέγουσιν, ὡς ὥνθρωπος αἷμα μοῦνόν ἐστιν, οἱ δ᾿ αὐτέων χολήν φασιν εἶναι τὸν ἄνθρωπον, ἔνιοι δέ τινες φλέγμα· ἐπίλογον δὲ ποιεῦνται καὶ οὗτοι πάντες τὸν αὐτόν· ἓν γάρ τι εἶναί φασιν, ὅ τι ἕκαστος αὐτέων βούλεται ὀνομάσας, καὶ τοῦτο ἓν ἐὸν μεταλλάσσειν τὴν ἰδέην καὶ τὴν δύναμιν, ἀναγκαζόμενον ὑπό τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, καὶ γίνεσθαι καὶ γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν καὶ παντοῖόν τι ἄλλο. Ἐμοὶ δὲ οὐδὲ ταῦτα δοκέει ὧδε ἔχειν· οἱ μὲν οὖν πλεῖστοι τοιαῦτά τινα καὶ ἔτι ἐγγύτατα τουτέων ἀποφαίνονται. Ἐγὼ δέ φημι, εἰ ἓν ἦν ὁ ἄνθρωπος, οὐδέποτ᾿ ἂν ἤλγεεν· οὐδὲ γὰρ ἂν ἦν ὑφ᾿ ὅτου ἀλγήσειεν ἓν ἐών· εἰ δ᾿ οὖν καὶ ἀλγήσειεν, ἀνάγκη καὶ τὸ ἰώμενον ἓν εἶναι· νυνὶ δὲ πολλά· πολλὰ γάρ ἐστιν ἐν τῷ σώματι ἐνεόντα, ἃ, ὁκόταν ὑπ᾿ ἀλλήλων παρὰ φύσιν θερμαίνηταί τε καὶ ψύχηται, καὶ ξηραίνηταί τε καὶ ὑγραίνηται, νούσους τίκτει· ὥστε πολλαὶ μὲν ἰδέαι τῶν νουσημάτων, πολλὴ δὲ καὶ ἡ ἴησις αὐτέων ἐστίν. Ἀξιῶ δὲ ἔγωγε τὸν φάσκοντα αἷμα εἶναι μοῦνον τὸν ἄνθρωπον, καὶ ἄλλο μηδὲν, δεικνύναι αὐτὸν μὴ μεταλλάσσοντα τὴν ἰδέην μηδὲ γίνεσθαι παντοῖον, ἀλλ᾿ ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ ἢ τῆς ἡλικίης τῆς τοῦ ἀνθρώπου, ἐν ᾗ αἷμα ἐνεὸν φαίνεται μοῦνον ἐν τῷ ἀνθρώπῳ· εἰκὸς γὰρ εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ ἐφ᾿ ἑωυτοῦ ἐνεόν· τὰ αὐτὰ δὲ λέγω καὶ περὶ τοῦ φάσκοντος φλέγμα μοῦνον εἶναι τὸν ἄνθρωπον, καὶ περὶ τοῦ χολὴν φάσκοντος εἶναι. Ἐγὼ μὲν γὰρ ἀποδείξω, ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν φύσιν, ἀεὶ τὰ αὐτὰ ἐόντα ὁμοίως, καὶ νέου ἐόντος καὶ γέροντος, καὶ τῆς ὥρης ψυχρῆς ἐούσης καὶ θερμῆς, καὶ τεκμήρια παρέξω, καὶ ἀνάγκας ἀποφανῶ, δι᾿ ἃς ἕκαστον αὔξεταί τε καὶ φθίνει ἐν τῷ σώματι.

[3] Πρῶτον μὲν οὖν ἀνάγκη τὴν γένεσιν γίνεσθαι μὴ ἀφ᾿ ἑνός· πῶς γὰρ ἂν ἕν γ᾿ ἐόν τι γεννήσειεν, εἰ μή τινι μιχθείη; ἔπειτα οὐδ᾿, ἐὰν μὴ ὁμόφυλα ἐόντα μίσγηται καὶ τὴν αὐτὴν ἔχοντα δύναμιν, γεννᾷ, οὐδ᾿ ἂν ταῦτα ἡμῖν ξυντελέοιτο. Καὶ πάλιν, εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίως πρὸς ἄλληλα ἕξει καὶ ἴσως, ἀλλὰ θάτερον θατέρου πουλὺ προέξει καὶ τὸ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, ἡ γένεσις οὐκ ἂν γένοιτο. Ὥστε πῶς εἰκὸς ἀπὸ ἑνός τι γεννηθῆναι, ὅτε γε οὐδ᾿ ἀπὸ τῶν πλειόνων γεννᾶται, ἢν μὴ τύχῃ καλῶς ἔχοντα τῆς κρήσιος τῆς πρὸς ἄλληλα; Ἀνάγκη τοίνυν, τῆς φύσιος τοιαύτης ὑπαρχούσης καὶ τῶν ἄλλων ἁπάντων καὶ τῆς τοῦ ἀνθρώπου, μὴ ἓν εἶναι τὸν ἄνθρωπον, ἀλλ᾿ ἕκαστον τῶν ξυμβαλλομένων ἐς τὴν γένεσιν ἔχειν τὴν δύναμιν ἐν τῷ σώματι, οἵην περ ξυνεβάλετο. Καὶ πάλιν γε ἀνάγκη ἀποχωρέειν ἐς τὴν ἑωυτοῦ φύσιν ἕκαστον, τελευτῶντος τοῦ σώματος τοῦ ἀνθρώπου, τό τε ὑγρὸν πρὸς τὸ ὑγρὸν καὶ τὸ ξηρὸν πρὸς τὸ ξηρὸν καὶ τὸ θερμὸν πρὸς τὸ θερμὸν καὶ τὸ ψυχρὸν πρὸς τὸ ψυχρόν. Τοιαύτη δὲ καὶ τῶν ζώων ἐστὶν ἡ φύσις, καὶ τῶν ἄλλων πάντων· γίνεταί τε ὁμοίως πάντα καὶ τελευτᾷ ὁμοίως πάντα· ξυνίσταταί τε γὰρ αὐτέων ἡ φύσις ἀπὸ τουτέων τῶν προειρημένων πάντων, καὶ τελευτᾷ κατὰ τὰ εἰρημένα ἐς τωὐτὸ ὅθεν περ ξυνέστη ἕκαστον, ἐνταῦθα οὖν καὶ ἀπεχώρησεν.

[4] Τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑωυτῷ αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν, καὶ ταῦτ᾿ ἐστὶν αὐτέῳ ἡ φύσις τοῦ σώματος, καὶ διὰ ταῦτα ἀλγέει καὶ ὑγιαίνει. Ὑγιαίνει μὲν οὖν μάλιστα, ὁκόταν μετρίως ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα κρήσιος καὶ δυνάμιος καὶ τοῦ πλήθεος, καὶ μάλιστα μεμιγμένα ᾖ· ἀλγέει δὲ ὁκόταν τι τουτέων ἔλασσον ἢ πλέον ᾖ ἢ χωρισθῇ ἐν τῷ σώματι καὶ μὴ κεκρημένον ᾖ τοῖσι ξύμπασιν. Ἀνάγκη γὰρ, ὁκόταν τι τουτέων χωρισθῇ καὶ ἐφ᾿ ἑωυτοῦ στῇ, οὐ μόνον τοῦτο τὸ χωρίον, ἔνθεν ἐξέστη, ἐπίνοσον γίνεσθαι, ἀλλὰ καὶ ἔνθα ἂν ἐπιχυθῇ, ὑπερπιμπλάμενον ὀδύνην τε καὶ πόνον παρέχειν. Καὶ γὰρ ὅταν τι τουτέων ἔξω τοῦ σώματος ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντος, ὀδύνην παρέχει ἡ κένωσις. Ἤν τ᾿ αὖ πάλιν ποιήσηται ἔσω τὴν κένωσιν καὶ τὴν μετάστασιν καὶ τὴν ἀπόκρισιν ἀπὸ τῶν ἄλλων, πολλὴ αὐτέῳ ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ἔνθεν τε ἐξέστη καὶ ἔνθα ὑπερέβαλεν.

[5] Εἶπον δὴ, ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφανεῖν αἰεὶ ταὐτὰ ἐόντα καὶ κατὰ νόμον καὶ κατὰ φύσιν· φημὶ δὴ εἶναι αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ μέλαιναν. Καὶ τουτέων πρῶτον μὲν κατὰ νόμον τὰ οὐνόματα διωρίσθαι φημὶ καὶ οὐδενὶ αὐτέων τωὐτὸ οὔνομα εἶναι, ἔπειτα κατὰ φύσιν τὰς ἰδέας κεχωρίσθαι, καὶ οὔτε τὸ φλέγμα οὐδὲν ἐοικέναι τῷ αἵματι, οὔτε τὸ αἷμα τῇ χολῇ, οὔτε τὴν χολὴν τῷ φλέγματι. Πῶς γὰρ ἂν ἐοικότα εἴη ταῦτα ἀλλήλοισιν, ὧν οὔτε τὰ χρώματα ὅμοια φαίνεται προσορώμενα, οὔτε τῇ χειρὶ ψαύοντι ὅμοια δοκέει εἶναι; οὔτε γὰρ θερμὰ ὁμοίως ἐστὶν, οὔτε ψυχρὰ, οὔτε ξηρὰ, οὔτε ὑγρά. Ἀνάγκη τοίνυν, ὅτε τοσοῦτον διήλλακται ἀλλήλων τὴν ἰδέην τε καὶ τὴν δύναμιν, μὴ ἓν αὐτὰ εἶναι, εἴπερ μὴ πῦρ τε καὶ ὕδωρ ἕν τε καὶ ταὐτόν ἐστιν. Γνοίης δ᾿ ἂν τοῖσδε, ὅτι οὐχ ἓν ταῦτα πάντα ἐστὶν, ἀλλ᾿ ἕκαστον αὐτέων ἔχει δύναμίν τε καὶ φύσιν τὴν ἑωυτέου· ἢν γάρ τινι διδῷς ἀνθρώπῳ φάρμακον ὅ τι φλέγμα ἄγει, ἐμέεταί σοι φλέγμα, καὶ ἢν διδῷς φάρμακον ὅ τι χολὴν ἄγει, ἐμέεταί σοι χολή. Κατὰ ταὐτὰ δὲ καὶ χολὴ μέλαινα καθαίρεται, ἢν διδῷς φάρμακον ὅ τι χολὴν μέλαιναν ἄγει· καὶ ἢν τρώσῃς αὐτοῦ τοῦ σώματος μέρος τι ὥστε ἕλκος γενέσθαι, ῥυήσεται αὐτέῳ αἷμα. Καὶ ταῦτα ποιήσει σοι πάντα πᾶσαν ἡμέρην καὶ νύκτα καὶ χειμῶνος καὶ θέρεος, μέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦμα ἕλκειν ἐς ἑωυτὸν καὶ πάλιν μεθιέναι, δυνατὸς δὲ ἔσται ἔστ᾿ ἄν τινος τουτέων στερηθῇ τῶν ξυγγεγονότων. Ξυγγέγονε δὲ ταῦτα τὰ εἰρημένα· πῶς γὰρ οὐ ξυγγέγονε; Πρῶτον μὲν φανερός ἐστιν ὥνθρωπος ἔχων ἐν ἑωυτῷ ταῦτα πάντα αἰεὶ ἕως ἂν ζῇ, ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου ταῦτα πάντα ἔχοντος, τέθραπταί τε ἐν ἀνθρώπῳ ταῦτα πάντα ἔχοντι, ὁκόσα ἔγω γε νῦν φημί τε καὶ ἀποδείκνυμι.

[6] Οἱ δὲ λέγοντες ὡς ἕν ἐστιν ὥνθρωπος, δοκέουσί μοι ταύτῃ τῇ γνώμῃ κεχρῆσθαι ὁρέοντες τοὺς πίνοντας τὰ φάρμακα καὶ ἀπολλυμένους ἐν τῇσιν ὑπερκαθάρσεσι, τοὺς μὲν χολὴν ἐμέοντας, τοὺς δέ τινας φλέγμα, τοῦτο ἕκαστον αὐτέων ἐνόμισαν εἶναι τὸν ἄνθρωπον, ὅ τι καθαιρόμενον εἶδον αὐτὸν ἀποθανόντα· καὶ οἱ τὸ αἷμα φάντες εἶναι τὸν ἄνθρωπον τῇ αὐτέῃ γνώμῃ χρέονται· ὁρέοντες ἀποσφαζομένους τοὺς ἀνθρώπους καὶ τὸ αἷμα ῥέον ἐκ τοῦ σώματος, τοῦτο νομίζουσιν εἶναι τὴν ψυχὴν τῷ ἀνθρώπῳ· καὶ μαρτυρίοισι τουτέοισι πάντες χρέονται ἐν τοῖσι λόγοισιν. Καίτοι τὸ μὲν πρῶτον ἐν τῇσιν ὑπερκαθάρσεσιν οὐδείς πω ἀπέθανε χολὴν μοῦνον καθαρθείς· ἀλλ᾿ ὁκόταν τις πίῃ φάρμακον ὅ τι χολὴν ἄγει, πρῶτον μὲν χολὴν ἐμέει, ἔπειτα δὲ φλέγμα· ἔπειτα δὲ ἐπὶ τούτοισιν ἐμέουσι χολὴν μέλαιναν ἀναγκαζόμενοι, τελευτῶντες δὲ καὶ αἷμα ἐμέουσι καθαρόν. Τὰ αὐτὰ δὲ πάσχουσι καὶ ὑπὸ τῶν φαρμάκων τῶν τὸ φλέγμα ἀγόντων· πρῶτον μὲν γὰρ φλέγμα ἐμέουσιν, ἔπειτα χολὴν ξανθὴν, ἔπειτα μέλαιναν, τελευτῶντες δὲ αἷμα καθαρὸν, καὶ ἐν τῷδε ἀποθνήσκουσιν. Τὸ γὰρ φάρμακον, ὁκόταν ἐσέλθῃ ἐς τὸ σῶμα, πρῶτον μὲν ἄγει ὃ ἂν αὐτέῳ κατὰ φύσιν μάλιστα ᾖ τῶν ἐν τῷ σώματι ἐνεόντων, ἔπειτα δὲ καὶ τἄλλα ἕλκει τε καὶ καθαίρει. Ὡς γὰρ τὰ φυόμενά τε καὶ σπειρόμενα, ὁκόταν ἐς τὴν γῆν ἔλθῃ, ἕλκει ἕκαστον τὸ κατὰ φύσιν αὐτῷ ἐνεὸν ἐν τῇ γῇ, ἔνι δὲ καὶ ὀξὺ καὶ πικρὸν καὶ γλυκὺ καὶ ἁλμυρὸν καὶ παντοῖον· πρῶτον μὲν οὖν πλεῖστον τουτέου εἵλκυσεν ἐς ἑωυτὸ, ὅ τι ἂν ᾖ αὐτῷ κατὰ φύσιν μάλιστα, ἔπειτα δὲ ἕλκει καὶ τἄλλα· τοιοῦτον δέ τι καὶ τὰ φάρμακα ποιέει ἐν τῷ σώματι· ὁκόσα ἂν χολὴν ἄγῃ, πρῶτον μὲν ἀκρητεστάτην ἐκάθηρε τὴν χολὴν, ἔπειτα δὲ μεμιγμένην· καὶ πάλιν τὰ τοῦ φλέγματος φάρμακα πρῶτον μὲν ἀκρητέστατον τὸ φλέγμα ἄγει, ἔπειτα δὲ μεμιγμένον· καὶ τοῖσιν ἀποσφαζομένοισι πρῶτον μὲν τὸ αἷμα ῥέει θερμότατόν τε καὶ ἐρυθρότατον, ἔπειτα δὲ ῥέει φλεγματωδέστερον καὶ χολωδέστερον.

[7] Αὔξεται δὲ ἐν τῷ ἀνθρώπῳ τὸ μὲν φλέγμα τοῦ χειμῶνος· τοῦτο γὰρ τῷ χειμῶνι κατὰ φύσιν ἐστὶ μάλιστα τῶν ἐν τῷ σώματι ἐνεόντων, ψυχρότατον γάρ ἐστιν. Τεκμήριον δὲ τουτέου, ὅτι τὸ μὲν φλέγμα ψυχρότατον, εἰ ἐθέλεις ψαῦσαι φλέγματος καὶ χολῆς καὶ αἵματος, τὸ φλέγμα εὑρήσεις ψυχρότατον ἐόν· καίτοι γλισχρότατόν ἐστι καὶ βίῃ μάλιστα ἄγεται μετὰ χολὴν μέλαιναν· ὁκόσα δὲ βίῃ ἔρχεται, θερμότερα γίνεται, ἀναγκαζόμενα ὑπὸ τῆς βίης· ἀλλ᾿ ὅμως καὶ πρὸς πάντα ταῦτα ψυχρότατον ἐὸν τὸ φλέγμα φαίνεται ὑπὸ τῆς φύσιος τῆς ἑωυτοῦ. Ὅτι δὲ ὁ χειμὼν πληροῖ τὸ σῶμα φλέγματος, γνοίης ἂν τοῖσδε· οἱ ἄνθρωποι πτύουσί τε καὶ ἀπομύσσονται φλεγματωδέστατον τοῦ χειμῶνος, καὶ τὰ οἰδήματα αὐτέοισι λευκὰ γίνεται μάλιστα ταύτην τὴν ὥρην, καὶ τἄλλα νοσήματα φλεγματώδεα. Τοῦ δὲ ἦρος τὸ φλέγμα ἔτι μένει ἰσχυρὸν ἐν τῷ σώματι, καὶ τὸ αἷμα αὔξεται· τά τε γὰρ ψύχεα ἐξανίει, καὶ τὰ ὕδατα ἐπιγίνεται, τὸ δὲ αἷμα κατὰ ταῦτα αὔξεται ὑπό τε τῶν ὄμβρων καὶ τῶν θερμημεριῶν· κατὰ φύσιν γὰρ αὐτέῳ ταῦτά ἐστι μάλιστα τοῦ ἐνιαυτοῦ· ὑγρόν τε γάρ ἐστι καὶ θερμόν. Γνοίης δ᾿ ἂν τοῖσδε· οἱ ἄνθρωποι τοῦ ἦρος καὶ τοῦ θέρεος μάλιστα ὑπό τε τῶν δυσεντεριῶν ἁλίσκονται, καὶ ἐκ τῶν ῥινέων τὸ αἷμα ῥεῖ αὐτέοισι, καὶ θερμότατοί εἰσι καὶ ἐρυθροί· τοῦ δὲ θέρεος τό τε αἷμα ἰσχύει ἔτι, καὶ ἡ χολὴ ἀείρεται ἐν τῷ σώματι καὶ παρατείνει ἐς τὸ φθινόπωρον· ἐν δὲ τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίνεται, ἐναντίον γὰρ αὐτέου τὸ φθινόπωρον τῇ φύσει ἐστίν· ἡ δὲ χολὴ τὴν θερίην κατέχει τὸ σῶμα καὶ τὸ φθινόπωρον. Γνοίης δ᾿ ἂν τοῖσδε· οἱ ἄνθρωποι αὐτόματοι ταύτην τὴν ὥρην χολὴν ἐμέουσι, καὶ ἐν τῇσι φαρμακοποσίῃσι χολωδέστατα καθαίρονται, δῆλον δὲ καὶ τοῖσι πυρετοῖσι καὶ τοῖσι χρώμασι τῶν ἀνθρώπων. Τὸ δὲ φλέγμα τῆς θερίης ἀσθενέστατόν ἐστιν αὐτὸ ἑωυτοῦ· ἐναντίη γὰρ αὐτέου τῇ φύσει ἐστὶν ἡ ὥρη, ξηρή τε γάρ ἐστι καὶ θερμή. Τὸ δὲ αἷμα τοῦ φθινοπώρου ἐλάχιστον γίνεται ἐν τῷ ἀνθρώπῳ, ξηρόν τε γάρ ἐστι τὸ φθινόπωρον καὶ ψύχειν ἤδη ἄρχεται τὸν ἄνθρωπον· ἡ δὲ μέλαινα χολὴ τοῦ φθινοπώρου πλείστη τε καὶ ἰσχυροτάτη ἐστίν. Ὁκόταν δὲ ὁ χειμὼν καταλαμβάνῃ, ἥ τε χολὴ ψυχομένη ὀλίγη γίνεται, καὶ τὸ φλέγμα αὔξεται πάλιν ὑπό τε τῶν ὑετῶν τοῦ πλήθεος καὶ τῶν νυκτῶν τοῦ μήκεος. Ἔχει μὲν οὖν ταῦτα πάντα αἰεὶ τὸ σῶμα τοῦ ἀνθρώπου, ὑπὸ δὲ τῆς περιισταμένης ὥρης ποτὲ μὲν πλείω γίνεται αὐτὰ ἑωυτέων, ποτὲ δὲ ἐλάσσω, ἕκαστα κατὰ μέρος καὶ κατὰ φύσιν. Ὡς γὰρ ὁ ἐνιαυτὸς μετέχει μὲν πᾶς πάντων καὶ τῶν θερμῶν καὶ τῶν ψυχρῶν καὶ τῶν ξηρῶν καὶ τῶν ὑγρῶν, οὐ γὰρ ἂν μείνειε τουτέων οὐδὲν οὐδένα χρόνον ἄνευ πάντων τῶν ἐνεόντων ἐν τῷδε τῷ κόσμῳ, ἀλλ᾿ εἰ ἕν τί γε ἐκλίποι, πάντ᾿ ἂν ἀφανισθείη· ἀπὸ γὰρ τῆς αὐτέης ἀνάγκης πάντα ξυνέστηκέ τε καὶ τρέφεται ὑπ᾿ ἀλλήλων· οὕτω δὲ καὶ εἴ τι ἐκ τοῦ ἀνθρώπου ἐκλίποι τουτέων τῶν ξυγγεγονότων, οὐκ ἂν δύναιτο ζῇν ὥνθρωπος. Ἰσχύει δὲ ἐν τῷ ἐνιαυτῷ τοτὲ μὲν ὁ χειμὼν μάλιστα, τοτὲ δὲ τὸ ἦρ, τοτὲ δὲ τὸ θέρος, τοτὲ δὲ τὸ φθινόπωρον· οὕτω δὲ καὶ ἐν τῷ ἀνθρώπῳ τοτὲ μὲν τὸ φλέγμα ἰσχύει, τοτὲ δὲ τὸ αἷμα, τοτὲ δὲ ἡ χολὴ, πρῶτον μὲν ἡ ξανθὴ, ἔπειτα δ᾿ ἡ μέλαινα καλεομένη. Μαρτύριον δὲ σαφέστατον, εἰ ἐθέλεις τῷ αὐτέῳ ἀνθρώπῳ δοῦναι τὸ αὐτὸ φάρμακον τετράκις τοῦ ἐνιαυτοῦ, ἐμέεταί σοι τοῦ μὲν χειμῶνος φλεγματωδέστατα, τοῦ δὲ ἦρος ὑγρότατα, τοῦ δὲ θέρεος χολωδέστατα, τοῦ δὲ φθινοπώρου μελάντατα.

[8] Ὀφείλει οὖν, τουτέων ὧδε ἐχόντων, ὁκόσα μὲν τῶν νουσημάτων χειμῶνος αὔξεται, θέρεος λήγειν, ὁκόσα δὲ θέρεος αὔξεται, χειμῶνος λήγειν, ὁκόσα μὴ αὐτέων ἐν περιόδῳ ἡμερέων ἀπαλλάσσεται· τὴν δὲ περίοδον αὖθις φράσω τὴν τῶν ἡμερέων. Ὁκόσα δὲ ἦρος γίνεται νουσήματα, προσδέχεσθαι χρὴ φθινοπώρου τὴν ἀπάλλαξιν ἔσεσθαι αὐτέων· ὁκόσα δὲ φθινοπωρινὰ νουσήματα, τουτέων τοῦ ἦρος ἀνάγκη τὴν ἀπάλλαξιν γενέσθαι· ὅ τι δ᾿ ἂν τὰς ὥρας ταύτας ὑπερβάλλῃ νούσημα, εἰδέναι χρὴ ὡς ἐνιαύσιον αὐτὸ ἐσόμενον. Καὶ τὸν ἰητρὸν οὕτω χρὴ ἰῆσθαι τὰ νουσήματα ὡς ἑκάστου τουτέων ἰσχύοντος ἐν τῷ σώματι κατὰ τὴν ὥρην τὴν αὐτῷ κατὰ φύσιν ἐοῦσαν μάλιστα.

[9] Εἰδέναι δὲ χρὴ καὶ τάδε πρὸς ἐκείνοισιν, ὅτι ὁκόσα πλησμονὴ τίκτει νουσήματα, κένωσις ἰῆται, ὁκόσα δὲ ἀπὸ κενώσιος γίνεται νουσήματα, πλησμονὴ ἰῆται, ὁκόσα δὲ ἀπὸ ταλαιπωρίης γίνεται, ἀνάπαυσις ἰῆται, ὁκόσα δ᾿ ὑπ᾿ ἀργίης τίκτεται, ταλαιπωρίη ἰῆται. Τὸ δὲ ξύμπαν γνῶναι, δεῖ τὸν ἰητρὸν ἐναντίον ἵστασθαι τοῖσι καθεστεῶσι καὶ νουσήμασι καὶ εἴδεσι καὶ ὥρῃσι καὶ ἡλικίῃσι, καὶ τὰ ξυντείνοντα λύειν, καὶ τὰ λελυμένα ξυντείνειν· οὕτω γὰρ ἂν μάλιστα τὸ κάμνον ἀναπαύοιτο, ἥ τε ἴησις τοῦτό μοι δοκέει εἶναι. Αἱ δὲ νοῦσοι γίνονται, αἱ μὲν ἀπὸ τῶν διαιτημάτων, αἱ δὲ ἀπὸ τοῦ πνεύματος, ὃ ἐσαγόμενοι ζῶμεν. Τὴν δὲ διάγνωσιν χρὴ ἑκατέρου ὧδε ποιέεσθαι· ὁκόταν μὲν ὑπὸ νουσήματος ἑνὸς πολλοὶ ἄνθρωποι ἁλίσκωνται κατὰ τὸν αὐτὸν χρόνον, τὴν αἰτίην χρὴ ἀνατιθέναι τουτέῳ ὅ τι κοινότατόν ἐστι καὶ μάλιστα αὐτέῳ πάντες χρεώμεθα· ἔστι δὲ τοῦτο ὃ ἀναπνέομεν. Φανερὸν γὰρ δὴ ὅτι τά γε διαιτήματα ἑκάστου ἡμέων οὐκ αἴτιά ἐστιν, ὅτε ἅπτεται πάντων ἡ νοῦσος ἑξῆς καὶ τῶν νεωτέρων καὶ τῶν πρεσβυτέρων, καὶ γυναικῶν καὶ ἀνδρῶν ὁμοίως, καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων, καὶ τῶν μάζαν ἐσθιόντων καὶ τῶν ἄρτον σιτευμένων, καὶ τῶν πολλὰ ταλαιπωρεόντων καὶ τῶν ὀλίγα· οὐκ ἂν οὖν τά γε διαιτήματα αἴτια εἴη, ὁκόταν διαιτεύμενοι πάντας τρόπους οἱ ἄνθρωποι ἁλίσκωνται ὑπὸ τῆς αὐτέης νούσου. Ὁκόταν δὲ αἱ νοῦσοι γίνωνται παντοδαπαὶ κατὰ τὸν αὐτὸν χρόνον, δῆλον ὅτι τὰ διαιτήματά ἐστιν αἴτια ἕκαστα ἑκάστοισι, καὶ τὴν θεραπείην χρὴ ποιέεσθαι ἐναντιούμενον τῇ προφάσει τῆς νούσου, ὥσπερ μοι πέφρασται καὶ ἑτέρωθι, καὶ τῇ τῶν διαιτημάτων μεταβολῇ. Δῆλον γὰρ ὅτι οἷσί γε χρέεσθαι εἴωθεν ὥνθρωπος διαιτήμασιν, οὐκ ἐπιτήδειά οἵ ἐστιν ἢ πάντα, ἢ τὰ πλείω, ἢ ἕν γέ τι αὐτέων· ἃ δεῖ καταμαθόντα μεταβάλλειν, καὶ σκεψάμενον τοῦ ἀνθρώπου τὴν φύσιν τήν τε ἡλικίην καὶ τὸ εἶδος καὶ τὴν ὥρην τοῦ ἔτεος καὶ τῆς νούσου τὸν τρόπον, τὴν θεραπείην ποιέεσθαι, ποτὲ μὲν ἀφαιρέοντα, ποτὲ δὲ προστιθέντα, ὥσπερ μοι καὶ πάλαι εἴρηται, πρὸς ἕκαστα τῶν ἡλικιέων καὶ τῶν ὡρέων καὶ τῶν εἰδέων καὶ τῶν νούσων ἔν τε τῇσι φαρμακείῃσι προτρέπεσθαι καὶ ἐν τοῖσι διαιτήμασιν. Ὁκόταν δὲ νουσήματος ἑνὸς ἐπιδημίη καθεστήκῃ, δῆλον ὅτι οὐ τὰ διαιτήματα αἴτιά ἐστιν, ἀλλ᾿ ὃ ἀναπνέομεν, τοῦτο αἴτιόν ἐστι, καὶ δῆλον ὅτι τοῦτο νοσηρήν τινα ἀπόκρισιν ἔχον ἀνίει. Τοῦτον οὖν χρὴ τὸν χρόνον τὰς παραινέσιας ποιέεσθαι τοῖσιν ἀνθρώποισι τοιάσδε· τὰ μὲν διαιτήματα μὴ μεταβάλλειν, ὅτι γε οὐκ αἴτιά ἐστι τῆς νούσου, τὸ δὲ σῶμα ὁρῇν, ὅκως ἔσται ὡς ἀογκότατον καὶ ἀσθενέστατον, τῶν τε σιτίων ἀφαιρέοντα καὶ τῶν ποτῶν, οἷσιν εἰώθει χρέεσθαι, κατ᾿ ὀλίγον (ἢν γὰρ μεταβάλλῃ ταχέως τὴν δίαιταν, κίνδυνος καὶ ἀπὸ τῆς μεταβολῆς νεώτερόν τι γενέσθαι ἐν τῷ σώματι, ἀλλὰ χρὴ τοῖσι μὲν διαιτήμασιν οὕτω χρέεσθαι, ὅτε γε φαίνεται μηδὲν ἀδικέοντα τὸν ἄνθρωπον)· τοῦ δὲ πνεύματος ὅκως ἡ ῥύσις ὡς ἐλαχίστη ἐς τὸ στόμα ἐσίῃ καὶ ὡς ξενωτάτη ἔσται, προμηθέεσθαι, τῶν τε χωρίων τοὺς τόπους μεταβάλλοντα ἐς δύναμιν, ἐν οἷσιν ἂν ἡ νοῦσος καθεστήκῃ, καὶ τὰ σώματα λεπτύνοντα· οὕτω γὰρ ἂν ἥκιστα πολλοῦ τε καὶ πυκνοῦ πνεύματος χρῄζοιεν οἱ ἄνθρωποι.

[10] Ὁκόσα δὲ τῶν νουσημάτων γίνεται ἀπὸ τοῦ σώματος τῶν μελέων τοῦ ἰσχυροτάτου, ταῦτα δεινότατά ἐστιν· καὶ γὰρ ἢν αὐτοῦ μένῃ ἔνθα ἂν ἄρξηται, ἀνάγκη, τοῦ ἰσχυροτάτου τῶν μελέων πονεομένου, ἅπαν τὸ σῶμα πονέεσθαι· καὶ ἢν ἐπί τι τῶν ἀσθενεστέρων ἀφίκηται ἀπὸ τοῦ ἰσχυροτέρου, χαλεπαὶ αἱ ἀπολύσιες γίνονται. Ὁκόσα δ᾿ ἂν ἀπὸ τῶν ἀσθενεστέρων ἐπὶ τὰ ἰσχυρότερα ἔλθῃ, εὐλυτώτερά ἐστιν, ὑπὸ γὰρ τῆς ἰσχύος ἀναλώσεται ῥηϊδίως τὰ ἐπιῤῥέοντα.

[11] Αἱ παχύταται δὲ τῶν φλεβῶν ὧδε πεφύκασιν· τέσσαρα ζεύγεά ἐστιν ἐν τῷ σώματι, καὶ ἓν μὲν αὐτέων ἀπὸ τῆς κεφαλῆς ὄπισθεν διὰ τοῦ αὐχένος, ἔξωθεν ἐπὶ τὴν ῥάχιν ἔνθεν τε καὶ ἔνθεν παρὰ τὰ ἰσχία ἀφικνέεται καὶ ἐς τὰ σκέλεα, ἔπειτα διὰ τῶν κνημέων ἐπὶ τῶν σφυρῶν τὰ ἔξω καὶ ἐς τοὺς πόδας διήκει. Δεῖ οὖν τὰς φλεβοτομίας τὰς ἐπὶ τῶν ἀλγημάτων τῶν ἐν τῷ νώτῳ καὶ τοῖσιν ἰσχίοισιν ἀπὸ τῶν ἰγνύων ποιέεσθαι καὶ ἀπὸ τῶν σφυρῶν ἔξωθεν. Αἱ δ᾿ ἕτεραι φλέβες ἐκ τῆς κεφαλῆς παρὰ τὰ οὔατα διὰ τοῦ αὐχένος, αἱ σφαγίτιδες καλεόμεναι, ἔσωθεν παρὰ τὴν ῥάχιν ἑκατέρωθεν φέρουσι παρὰ τὰς ψόας ἐς τοὺς ὄρχιας καὶ ἐς τοὺς μηροὺς, καὶ διὰ τῶν ἰγνύων ἐκ τοῦ ἔσωθεν μέρεος, ἔπειτα διὰ τῶν κνημέων παρὰ τὰ σφυρὰ τὰ ἔσωθεν καὶ ἐς τοὺς πόδας. Δεῖ οὖν τὰς φλεβοτομίας πρὸς τὰς ὀδύνας ποιέεσθαι τὰς ἀπὸ τῶν ψοῶν καὶ τῶν ὀρχίων, ἀπὸ τῶν ἰγνύων καὶ ἀπὸ τῶν σφυρῶν ἔσωθεν. Αἱ δὲ τρίται φλέβες ἐκ τῶν κροτάφων διὰ τοῦ αὐχένος ὑπὸ τὰς ὠμοπλάτας, ἔπειτα ξυμφέρονται ἐς τὸν πλεύμονα καὶ ἀφικνέονται ἡ μὲν ἀπὸ τῶν δεξιῶν ἐς τὰ ἀριστερὰ, ἡ δὲ ἀπὸ τῶν ἀριστερῶν ἐς τὰ δεξιὰ, καὶ ἡ μὲν δεξιὴ ἀφικνέεται ἐκ τοῦ πλεύμονος ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸν σπλῆνα καὶ ἐς τὸν νεφρὸν, ἡ δὲ ἀπὸ τῶν ἀριστερῶν ἐς τὰ δεξιὰ ἐκ τοῦ πλεύμονος ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸ ἧπαρ καὶ ἐς τὸν νεφρὸν, τελευτῶσι δὲ ἐς τὸν ἀρχὸν αὗται ἑκάτεραι. Αἱ δὲ τέταρται ἀπὸ τοῦ ἔμπροσθεν τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν ὑπὸ τὸν αὐχένα καὶ τὰς κληῗδας, ἔπειτα δὲ ὑπὲρ τῶν βραχιόνων ἄνωθεν ἐς τὰς ξυγκαμπὰς, ἔπειτα δὲ διὰ τῶν πήχεων ἐπὶ τοὺς καρποὺς καὶ τοὺς δακτύλους, ἔπειτα ἀπὸ τῶν δακτύλων πάλιν διὰ τῶν στηθέων τῶν χειρῶν καὶ τῶν πήχεων ἄνω ἐς τὰς ξυγκαμπὰς, καὶ διὰ τῶν βραχιόνων τοῦ κάτωθεν μέρεος ἐς τὰς μασχάλας, καὶ ἀπὸ τῶν πλευρέων ἄνωθεν ἡ μὲν ἐς τὸν σπλῆνα ἀφικνέεται, ἡ δὲ ἐς τὸ ἧπαρ, ἔπειτα ὑπὲρ τῆς γαστρὸς ἐς τὸ αἰδοῖον τελευτῶσιν ἀμφότεραι. Καὶ αἱ μὲν παχέαι τῶν φλεβῶν ὧδε ἔχουσιν. Εἰσὶ δὲ καὶ ἀπὸ τῆς κοιλίης φλέβες ἀνὰ τὸ σῶμα πάμπολλαί τε καὶ παντοῖαι, καὶ δι᾿ ὧν ἡ τροφὴ τῷ σώματι ἔρχεται. Φέρουσι δὲ καὶ ἀπὸ τῶν παχεῶν φλεβῶν ἐς τὴν κοιλίην καὶ ἐς τὸ ἄλλο σῶμα καὶ ἀπὸ τῶν ἔξω καὶ ἀπὸ τῶν εἴσω, καὶ ἐς ἀλλήλας διαδιδόασιν αἵ τε εἴσωθεν ἔξω καὶ αἱ ἔξωθεν εἴσω. Τὰς οὖν φλεβοτομίας δεῖ ποιέεσθαι κατὰ τουτέους τοὺς λόγους· ἐπιτηδεύειν δὲ χρὴ τὰς τομὰς ὡς προσωτάτω τάμνειν ἀπὸ τῶν χωρίων, ἔνθα ἂν αἱ ὀδύναι μεμαθήκωσι γίνεσθαι καὶ τὸ αἷμα ξυλλέγεσθαι· οὕτω γὰρ ἂν ἥ τε μεταβολὴ ἥκιστα μεγάλη γίνοιτο ἐξαπίνης, καὶ τὸ ἔθος μεταστήσαις ἂν ὥστε μηκέτι ἐς τὸ αὐτὸ χωρίον ξυλλέγεσθαι.

[12] Ὁκόσοι πῦον πολλὸν πτύουσιν ἄτερ πυρετοῦ ἐόντες, καὶ ὁκόσοισιν ὑπὸ τὸ οὖρον πῦον ὑφίσταται πολλὸν ἄτερ ὀδύνης ἐούσης, καὶ ὁκόσοισι τὰ ὑποχωρήματα αἱματώδεα ὥσπερ ἐν τῇσι δυσεντερίῃσι καὶ χρόνιά ἐστιν ἐοῦσι πέντε καὶ τριήκοντα ἐτέων καὶ γεραιτέροισι, τουτέοισι πᾶσιν ἀπὸ τοῦ αὐτέου τὰ νουσήματα γίνεται· ἀνάγκη γὰρ τουτέους ταλαιπώρους τε γενέσθαι καὶ φιλοπόνους τῷ σώματι καὶ ἐργάτας νεηνίσκους ἐόντας, ἔπειτα δὲ ἐξανεθέντας τῶν πόνων σαρκωθῆναι μαλθακῇ σαρκὶ καὶ πουλὺ διαφερούσῃ τῆς προτέρης, καὶ πολλὸν διακεκριμένον ἔχειν τὸ σῶμα τό τε προϋπάρχον καὶ τὸ ἐπιτραφὲν, ὥστε μὴ ὁμονοεῖν. Ὁκόταν οὖν νόσημά τι καταλάβῃ τοὺς οὕτω διακειμένους, τὸ μὲν παραχρῆμα διαφεύγουσιν, ὕστερον δὲ μετὰ τὴν νοῦσον χρόνῳ τήκεται τὸ σῶμα, καὶ διαῤῥέει διὰ τῶν φλεβῶν, ᾗ ἂν εὐρυχωρίης μάλιστα τύχῃ, ἰχωροειδές· ἢν μὲν οὖν ὁρμήσῃ ἐς τὴν κοιλίην τὴν κάτω, σχεδόν τι οἷόν περ ἐν τῷ σώματι ἂν ἐνέῃ τοιοῦτον καὶ τὸ διαχώρημα γίνεται· ἅ τε γὰρ τῆς ὁδοῦ κατάντεος ἐούσης, οὐχ ἵσταται πολλὸν χρόνον ἐν τῷ ἐντέρῳ. Ὁκόσοισι δ᾿ ἂν ἐς τὸ στῆθος ἐσρυῇ, ὑπόπυοι γίνονται· ἅτε γὰρ τῆς καθάρσιος ἀνάντεος ἐούσης, καὶ χρόνον ἐναυλιζόμενον πουλὺν ἐν τῷ στήθει, κατασήπεται καὶ γίνεται πυοειδές. Ὁκόσοισι δ᾿ ἂν ἐς τὴν κύστιν ἐξερεύγηται, ὑπὸ τῆς θερμότητος τοῦ χωρίου τοῦτο καὶ θερμὸν καὶ λευκὸν γίνεται, καὶ διακρίνεται· καὶ τὸ μὲν ἀραιότατον ἐφίσταται ἄνω, τὸ δὲ παχύτατον κάτω, ὃ δὴ πῦον καλέεται. Γίνονται δὲ καὶ οἱ λίθοι τοῖσι παιδίοισι διὰ τὴν θερμότητα τοῦ χωρίου τε τουτέου καὶ τοῦ ὅλου σώματος, τοῖσι δὲ ἀνδράσιν οὐ γίνονται λίθοι διὰ τὴν ψυχρότητα τοῦ σώματος. Εὖ γὰρ χρὴ εἰδέναι, ὅτι ὁ ἄνθρωπος τῇ πρώτῃ τῶν ἡμερέων θερμότατός ἐστιν αὐτὸς ἑωυτοῦ, τῇ δὲ ὑστάτῃ ψυχρότατος· ἀνάγκη γὰρ αὐξανόμενον καὶ χωρέον τὸ σῶμα πρὸς βίην θερμὸν εἶναι· ὁκόταν δὲ ἄρχηται μαραίνεσθαι τὸ σῶμα, καταῤῥέον πρὸς εὐπέτειαν, ψυχρότερον γίνεται· καὶ κατὰ τοῦτον τὸν λόγον, ὁκόσον τῇ πρώτῃ τῶν ἡμερέων πλεῖστον αὔξεται ὁ ἄνθρωπος, τοσοῦτον θερμότερος γίνεται, καὶ τῇ ὑστάτῃ τῶν ἡμερέων, ὁκόσον πλεῖστον καταμαραίνεται, τοσοῦτον ἀνάγκη ψυχρότερον εἶναι. Ὑγιέες δὲ γίγνονται αὐτόματοι οἱ οὕτω διακείμενοι, πλεῖστοι μὲν ἐν τῇ ὥρῃ, ᾗ ἂν ἄρξωνται τήκεσθαι, πεντεκαιτεσσαρακονθήμεροι· ὁκόσοι δ᾿ ἂν τὴν ὥρην ταύτην ὑπερβάλλωσιν, ἐνιαυτῷ αὐτόματοι ὑγιέες γίνονται, ἢν μή τι ἄλλο κακουργῆται ὥνθρωπος.

[13] Ὁκόσα τῶν νουσημάτων ἐξ ὀλίγου γίνεται, καὶ ὁκόσων αἱ προφάσιες εὔγνωστοι, ταῦτα δὲ ἀσφαλέστατά ἐστι προαγορεύεσθαι· τὴν δὲ ἴησιν χρὴ ποιέεσθαι αὐτὸν ἐναντιούμενον τῇ προφάσει τῆς νούσου· οὕτω γὰρ ἂν λύοιτο τὸ τὴν νοῦσον παρασχὸν ἐν τῷ σώματι.

[14] Ὁκόσοισι ψαμμοειδέα ὑφίσταται ἢ πῶροι ἐν τοῖσιν οὔροισι, τουτέοισι τὴν ἀρχὴν φύματα ἐγένετο πρὸς τῇ φλεβὶ τῇ παχείῃ, καὶ διεπύησεν, ἔπειτα δὲ, ἅτε οὐ ταχέως ἐκραγέντων τῶν φυμάτων, πῶροι ξυνετράφησαν ἐκ τοῦ πύου, οἵτινες ἔξω θλίβονται διὰ τῆς φλεβὸς σὺν τῷ οὔρῳ ἐς τὴν κύστιν. Ὁκόσοισι δὲ μοῦνον αἱματώδεα τὰ οὐρήματα, τουτέοισι δὲ αἱ φλέβες πεπονήκασιν· ὁκόσοισι δὲ ἐν τῷ οὐρήματι παχεῖ ἐόντι σαρκία σμικρὰ τριχοειδέα συνεξέρχεται, ταῦτα δὲ ἀπὸ τῶν νεφρῶν εἰδέναι χρὴ ἐόντα καὶ ἀπὸ ἀρθριτικῶν· ὁκόσοισι δὲ καθαρὸν τὸ οὖρον ἄλλοτε καὶ ἄλλοτε, ὁκοῖον δὲ πίτυρα ἐπιφέρεται ἐν τῷ οὐρήματι, τουτέων δὲ ἡ κύστις ψωριᾷ.

[15] Οἱ πλεῖστοι τῶν πυρετῶν γίνονται ἀπὸ χολῆς· εἴδεα δὲ σφέων ἐστὶ τέσσαρα, χωρὶς τῶν ἐν τῇσιν ὀδύνῃσι γινομένων τῇσιν ἀποκεκριμένῃσιν· οὐνόματα δ᾿ αὐτέοισίν ἐστι ξύνοχος, ἀμφημερινὸς, τριταῖος, τεταρταῖος. Ὁ μὲν οὖν ξύνοχος καλεόμενος γίνεται ἀπὸ πλείστης χολῆς καὶ ἀκρητεστάτης, καὶ τὰς κρίσιας ἐν ἐλαχίστῳ χρόνῳ ποιέεται· τὸ γὰρ σῶμα οὐ διαψυχόμενον οὐδένα χρόνον συντήκεται ταχέως, ἅτε ὑπὸ πολλοῦ τοῦ θερμοῦ θερμαινόμενον. Ὁ δὲ ἀμφημερινὸς μετὰ τὸν ξύνοχον ἀπὸ πλείστης χολῆς γίνεται, καὶ ἀπαλλάσσεται τάχιστα τῶν ἄλλων, μακρότερος δέ ἐστι τοῦ ξυνόχου, ὁκόσῳ ἀπὸ ἐλάσσονος γίνεται χολῆς, καὶ ὅτι ἔχει ἀνάπαυσιν τὸ σῶμα, ἐν δὲ τῷ ξυνόχῳ οὐκ ἀναπαύεται οὐδένα χρόνον. Ὁ δὲ τριταῖος μακρότερός ἐστι τοῦ ἀμφημερινοῦ, καὶ ἀπὸ χολῆς ἐλάσσονος γίνεται· ὁκόσῳ δὲ πλείονα χρόνον ἐν τῷ τριταίῳ ἢ ἐν τῷ ἀμφημερινῷ τὸ σῶμα διαναπαύεται, τοσούτῳ χρονιώτερος οὗτος ὁ πυρετὸς τοῦ ἀμφημερινοῦ ἐστιν. Οἱ δὲ τεταρταῖοι τὰ μὲν ἄλλα κατὰ τὸν αὐτὸν λόγον, χρονιώτεροι δὲ μάλα τῶν τριταίων εἰσὶν, ὁκόσῳ ἔλασσόν τι μέρος μετέχουσι χολῆς τῆς τὴν θερμασίην παρεχούσης, τοῦ τε διαψύχεσθαι τὸ σῶμα πλέον μετέχουσιν· προσγίνεται δὲ αὐτέοισιν ἀπὸ μελαίνης χολῆς τὸ περισσὸν τοῦτο καὶ δυσαπάλλακτον· μέλαινα γὰρ χολὴ τῶν ἐν τῷ σώματι ἐνεόντων χυμῶν γλισχρότατον, καὶ τὰς ἕδρας χρονιωτάτας ποιέεται. Γνώσῃ δὲ ἐν τῷδε, ὅτι οἱ τεταρταῖοι πυρετοὶ μετέχουσι τοῦ μελαγχολικοῦ· φθινοπώρου γὰρ μάλιστα οἱ ἄνθρωποι ἁλίσκονται ὑπὸ τῶν τεταρταίων καὶ ἐν τῇ ἡλικίῃ τῇ ἀπὸ πέντε καὶ εἴκοσιν ἐτέων ἕως τῶν πέντε καὶ τεσσαράκοντα, ὅτι καὶ ἡ ἡλικίη αὕτη ὑπὸ μελαίνης χολῆς κατέχεται μάλιστα πασέων τῶν ἡλικιῶν, ἥ τε φθινοπωρινὴ ὥρη μάλιστα πασέων τῶν ὡρέων ἐπιτηδειοτάτη. Ὁκόσοι δ᾿ ἂν ἁλῶσιν ἔξω τῆς ὥρης ταύτης καὶ τῆς ἡλικίης ὑπὸ τεταρταίου, εὖ χρὴ εἰδέναι μὴ χρόνιον ἐσόμενον τὸν πυρετὸν, ἢν μὴ ἄλλο τι κακουργῆται ὥνθρωπος.


Περὶ Διαίτης Ὑγιεινῆς

ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΥΓΙΕΙΝΗΣ.

[1] Τοὺς ἰδιώτας ὧδε χρὴ διαιτᾶσθαι· τοῦ μὲν χειμῶνος ἐσθίειν ὡς πλεῖστα, πίνειν δ᾿ ὡς ἐλάχιστα, εἶναι δὲ τὸ πόμα οἶνον ὡς ἀκρητέστατον, τὰ δὲ σιτία ἄρτον καὶ τὰ ὄψα ὀπτὰ πάντα, λαχάνοισι δὲ ὡς ἐλαχίστοισι χρέεσθαι κατὰ ταύτην τὴν ὥρην· οὕτω γὰρ ἂν μάλιστα τὸ σῶμα ξηρόν τε εἴη καὶ θερμόν. Ὁκόταν δὲ τὸ ἔαρ ἐπιλαμβάνῃ, τότε χρὴ πόμα πλέον πίνειν οἶνον ὑδαρέστερον καὶ κατ᾿ ὀλίγον, καὶ τοῖσι σιτίοισι μαλακωτέροισι χρέεσθαι καὶ ἐλάσσοσι, καὶ τὸν ἄρτον ἀφαιρέοντα μάζαν προστιθέναι, καὶ τὰ ὄψα κατὰ τὸν αὐτὸν λόγον ἀφαιρέειν, καὶ ἐκ τῶν ὀπτῶν πάντα ἑφθὰ ποιέεσθαι, καὶ λαχάνοισιν ἤδη χρέεσθαι τοῦ ἦρος ὀλίγοισιν, ὅκως ἐς τὴν θερίην καταστήσεται ὥνθρωπος τοῖσί τε σιτίοισι μαλακωτέροισι χρεόμενος καὶ τοῖσιν ὄψοισιν ἑφθοῖσι καὶ λαχάνοισιν ἑφθοῖσι καὶ ὠμοῖσιν· ὡσαύτως καὶ τοῖσι πόμασιν, ὡς ὑδαρεστάτοισι καὶ πλείστοισιν, ἀλλ᾿ ὅκως μὴ μεγάλη ἡ μεταβολὴ ἔσται κατὰ μικρὸν μὴ ἐξαπίνης χρεομένῳ. Τοῦ δὲ θέρεος τῇ τε μάζῃ μαλακῇ τρέφεσθαι καὶ τῷ ποτῷ ὑδαρέϊ καὶ πολλῷ καὶ τοῖσιν ὄψοισι πᾶσιν ἑφθοῖσιν· δεῖ γὰρ χρέεσθαι τουτέοισιν, ὁκόταν τὸ θέρος ᾖ, ὅκως ψυχρὸν ᾖ τὸ σῶμα καὶ μαλακόν· καὶ γὰρ ἡ ὥρη θερμή τε καὶ ξηρὴ, καὶ ποιέει τὰ σώματα καυματώδεα καὶ αὐχμηρά· δεῖ οὖν τοῖσιν ἐπιτηδεύμασι τουτέοισιν ἀλέξασθαι. Κατὰ δὲ τὸν αὐτὸν λόγον, ὥσπερ ἐκ τοῦ χειμῶνος ἐς τὸ ἦρ, οὕτω καὶ ἐκ τοῦ ἦρος ἐς τὸ θέρος καταστήσεται, τῶν μὲν σιτίων ἀφαιρέων, τῷ δὲ ποτῷ προστιθείς· καὶ οὕτω τὰ ἐναντία ποιέοντα καταστῆσαι ἐκ τοῦ θέρεος ἐς τὸν χειμῶνα. Ἐν δὲ τῷ φθινοπώρῳ πάλιν τὰ μὲν σιτία πλέω ποιεύμενον καὶ ξηρότερα καὶ τὰ ὄψα κατὰ λόγον, τὰ δὲ ποτὰ ἐλάσσω τε καὶ ἀκρητέστερα, ὅκως ὅ τε χειμὼν ἀγαθὸς ἔσται καὶ ὥνθρωπος διαχρήσεται τοῖσί τε πόμασιν ἀκρητεστέροισι καὶ ὀλίγοισι καὶ τοῖσι σιτίοισιν ὡς πλείστοισί τε καὶ ξηροτάτοισιν· οὕτω γὰρ ἂν καὶ ὑγιαίνοι μάλιστα καὶ ῥιγῴη ἥκιστα· ἡ γὰρ ὥρη λίαν ψυχρή τε καὶ ὑγρή.

[2] Τοῖσι δὲ εἴδεσι τοῖσι σαρκώδεσι καὶ μαλθακοῖσι καὶ ἐρυθροῖσι ξυμφέρει δὴ τὸν πλείονα χρόνον τοῦ ἐνιαυτοῦ ξηροτέροισι διαιτήμασι χρέεσθαι· ὑγρὴ γὰρ ἡ φύσις τῶν εἰδέων τουτέων. Τοὺς δὲ στρυφνοὺς καὶ προσεσταλμένους καὶ πυῤῥοὺς καὶ μέλανας τῇ ὑγροτέρῃ διαίτῃ χρὴ τὸ πλεῖον τοῦ χρόνου ἐνδιαιτᾶσθαι· τὰ γὰρ σώματα τοιαῦτα ὑπάρχει ξηρὰ ἐόντα. Καὶ τοῖσι νέοισι τῶν σωμάτων ξυμφέρει μαλακωτέροισί τε καὶ ὑγροτέροισι χρέεσθαι τοῖσι διαιτήμασιν· ἡ γὰρ ἡλικίη ξηρὴ, καὶ τὰ σώματα πέπηγεν. Τοὺς δὲ πρεσβυτέρους τῷ ξηροτέρῳ χρὴ τρόπῳ τὸ πλέον τοῦ χρόνου διάγειν· τὰ γὰρ σώματα ἐν ταύτῃ τῇ ἡλικίῃ ὑγρὰ καὶ μαλθακὰ καὶ ψυχρά. Δεῖ οὖν πρὸς τὴν ἡλικίην καὶ τὴν ὥρην καὶ τὸ ἔθος καὶ τὴν χώρην καὶ τὰ εἴδεα τὰ διαιτήματα ποιέεσθαι ἐναντιούμενον τοῖσι καθισταμένοισι καὶ θάλπεσι καὶ χειμῶσιν· οὕτω γὰρ ἂν μάλιστα ὑγιαίνοιεν.

[3] Καὶ ὁδοιπορέειν τοῦ μὲν χειμῶνος ταχέως χρὴ, τοῦ δὲ θέρεος ἡσυχῆ, ἢν μὴ διὰ καύματος ὁδοιπορέῃ· δεῖ δὲ καὶ τοὺς μὲν σαρκώδεας θᾶσσον ὁδοιπορέειν, τοὺς δὲ ἰσχνοὺς ἡσυχέστερον. Λουτροῖσι δὲ χρὴ πολλοῖσι χρέεσθαι τοῦ θέρεος, τοῦ δὲ χειμῶνος ἐλάσσοσι, χρὴ δὲ τοὺς στρυφνοὺς μᾶλλον λούεσθαι τῶν σαρκωδέων. Ἠμφιέσθαι δὲ χρὴ τοῦ μὲν χειμῶνος καθαρὰ ἱμάτια, τοῦ δὲ θέρεος ἐλαιοπινέα.

[4] Τοὺς δὲ παχέας χρὴ καὶ ὅσοι βούλονται λεπτοὶ γενέσθαι, τὰς ταλαιπωρίας ἁπάσας νήστιας ἐόντας ποιέεσθαι, καὶ τοῖσι σιτίοισιν ἐπιχειρέειν ἔτι ἀσθμαίνοντας ἐκ τοῦ κόπου καὶ μὴ ἀνεψυγμένους καὶ προπεπωκότας οἶνον κεκρημένον καὶ μὴ σφόδρα ψυχρὸν, καὶ τὰ ὄψα σκευάζειν σησάμοισιν ἢ ἡδύσμασι καὶ τοῖσιν ἄλλοισι τοῖσι τοιουτοτρόποισιν· καὶ πίονα ἔστω τὰ προσαγόμενα ὄψα, οὕτω γὰρ ἂν ἀπὸ ἐλαχίστων ἐμπιπλαῖντο· ἀλλὰ καὶ μονοσιτέειν καὶ ἀλουτέειν καὶ σκληροκοιτέειν καὶ γυμνὸν περιπατέειν ὅσον οἷόν τε μάλιστ᾿ ἂν ᾖ. Ὁκόσοι δὲ βούλονται λεπτοὶ ἐόντες παχέες γενέσθαι, τά τε ἄλλα ποιέειν τἀναντία κείνοισιν οἷσιν ἔφην, καὶ νήστιας μηδεμίην ταλαιπωρίην ποιέεσθαι.

[5] Τοῖσι δὲ ἐμέτοισι χρὴ καὶ τοῖσι κατακλύσμασι τοῖσι τῆς κοιλίης ὧδε χρέεσθαι· ἓξ μῆνας τοὺς χειμερινοὺς ἐμέειν, οὗτος γὰρ ὁ χρόνος φλεγματωδέστερος τοῦ θερινοῦ, καὶ τὰ νουσήματα γίνεται περὶ τὴν κεφαλὴν καὶ περὶ τὸ χωρίον τὸ ὑπὲρ τῶν φρενῶν· ὅταν δὲ ᾖ θάλπος, τοῖσι κατακλύσμασι χρέεσθαι, ἡ γὰρ ὥρη καυματώδης, καὶ τὸ σῶμα χολωδέστερόν ἐστι, καὶ βαρύτητες ἐν τῇ ὀσφύϊ καὶ ἐν τοῖσι γούνασι, καὶ θέρμαι γίνονται, καὶ ἐν τῇ γαστρὶ στρόφοι· δεῖ οὖν τὸ σῶμα ψύχειν καὶ τὰ μετεωριζόμενα κάτω ὑπάγειν ἐκ τῶν χωρίων τουτέων. Ἔστω δὲ τὰ κατακλύσματα τοῖσι μὲν παχυτέροισι καὶ ὑγροτέροισιν ἁλμυρώτερα καὶ λεπτότερα, τοῖσι δὲ ξηροτέροισι καὶ προσεσταλμένοισι καὶ ἀσθενεστέροισι λιπαρώτερα καὶ παχύτερα· ἔστι δὲ τῶν κατακλυσμάτων τὰ λιπαρὰ καὶ παχέα τὰ ἀπὸ τῶν γαλάκτων καὶ ἀπὸ ἐρεβίνθων ὕδωρ ἑφθὸν καὶ τῶν ἄλλων τοιουτέων· τὰ δὲ λεπτὰ καὶ ἁλμυρὰ, ἅλμη καὶ θάλασσα καὶ τὰ τοιαῦτα. Τοὺς δὲ ἐμέτους ὧδε χρὴ ποιέεσθαι· ὅσοι μὲν τῶν ἀνθρώπων παχέες εἰσὶ καὶ μὴ ἰσχνοὶ, νήστιες ἐμούντων δραμόντες ἢ ὁδοιπορήσαντες διὰ τάχεος κατὰ μέσον τῆς ἡμέρης· ἔστω δὲ ἡμικοτύλιον ὑσσώπου τετριμμένης ἐν ὕδατος χοέϊ, καὶ τοῦτο ἐκπιέτω, ὄξος παραχέων καὶ ἅλας παραβάλλων, ὅκως ἂν μέλλῃ ἥδιστον ἔσεσθαι, πινέτω δὲ τὸ μὲν πρῶτον ἡσυχέστερον, ἔπειτα δ᾿ ἐπὶ θᾶσσον. Οἱ δὲ λεπτότεροι καὶ ἀσθενέστεροι ἀπὸ σιτίων ποιεέσθωσαν τὸν ἔμετον τρόπον τοιόνδε· λουσάμενος θερμῷ προπιέτω ἀκρήτου κοτύλην, ἔπειτα σιτία παντοδαπὰ ἐσθιέτω, καὶ μὴ πινέτω ἐπὶ τῷ σιτίῳ μηδ᾿ ἀπὸ τοῦ σιτίου, ἀλλ᾿ ἐπισχέτω ὅσον δέκα στάδια διελθεῖν, ἔπειτα δὲ ξυμμίξας οἴνους τρεῖς πίνειν διδόναι αὐστηρὸν καὶ γλυκὺν καὶ ὀξὺν, πρῶτον μὲν ἀκρητέστερόν τε καὶ κατ᾿ ὀλίγον καὶ διὰ πολλοῦ χρόνον, ἔπειτα δὲ ὑδαρέστερόν τε καὶ θᾶσσον καὶ κατὰ πολλόν. Ὅστις δὲ εἴωθε τοῦ μηνὸς δὶς ἐξεμέειν, ἄμεινον ἐφεξῆς ποιέεσθαι τοὺς ἐμέτους ἐν δυσὶν ἡμέρῃσι μᾶλλον, ἢ διὰ πεντεκαίδεκα· οἱ δὲ πᾶν τοὐναντίον ποιέουσιν. Ὁκόσοισι δὲ ἐπιτήδειον ἀνεμέειν τὰ σιτία, ἢ ὁκόσοισιν αἱ κοιλίαι οὐκ εὐδιέξοδοι, τουτέοισι πᾶσι ξυμφέρει πολλάκις τῆς ἡμέρης ἐσθίειν, καὶ παντοδαποῖσι βρώμασι χρέεσθαι καὶ ὄψοισι πάντας τρόπους ἐσκευασμένοισι, καὶ οἴνους πίνειν δισσοὺς καὶ τρισσούς· ὁκόσοι δὲ μὴ ἀνεμέουσι τὰ σιτία, ἢ καὶ κοιλίας ἔχουσιν ὑγρὰς, τουτέοισι πᾶσι τοὐναντίον τουτέου τοῦ τρόπου ξυμφέρει ποιέειν.

[6] Τὰ δὲ παιδία χρὴ τὰ νήπια βρέχειν ἐν τῷ θερμῷ ὕδατι ἐπὶ πουλὺν χρόνον, καὶ πίνειν διδόναι ὑδαρέα τὸν οἶνον καὶ μὴ ψυχρὸν παντάπασι, τοῦτον δὲ διδόναι, ὃς ἥκιστα τὴν γαστέρα μετεωριεῖ καὶ φῦσαν παρέξει· ταῦτα δὲ ποιέειν, ὅκως οἵ τε σπασμοὶ ἧσσον ἐπιλάβωσι, καὶ μείζονα γένηται καὶ εὐχροώτερα. Τὰς δὲ γυναῖκας χρὴ διαιτᾶσθαι τῷ ξηροτέρῳ τῶν τρόπων· καὶ γὰρ τὰ σιτία τὰ ξηρὰ ἐπιτηδειότερα πρὸς τὴν μαλθακότητα τῶν γυναικείων σαρκῶν, καὶ τὰ ἀκρητέστερα πόματα ἀμείνω πρὸς τὰς ὑστέρας καὶ τὰς κυοτροφίας.

[7] Τοὺς γυμναζομένους χρὴ τοῦ χειμῶνος καὶ τρέχειν καὶ παλαίειν, τοῦ δὲ θέρεος παλαίειν μὲν ὀλίγα, τρέχειν δὲ μὴ, περιπατέειν δὲ πολλὰ κατὰ ψῦχος. Ὁκόσοι κοπιῶσιν ἐκ τῶν δρόμων, τούτους παλαίειν χρή· ὁκόσοι δὲ παλαίοντες κοπιῶσι, τούτους χρὴ τρέχειν· οὕτω γὰρ ἂν ταλαιπωρέων τῷ κοπιῶντι τοῦ σώματος διαθερμαίνοιτο καὶ ξυνιστῷτο καὶ διαναπαύοιτο μάλιστα. Ὁκόσους γυμναζομένους διάῤῥοιαι λαμβάνουσι, καὶ τὰ ὑποχωρήματα σιτώδεα καὶ ἄπεπτα, τουτέοισι τῶν τε γυμνασίων ἀφαιρέειν μὴ ἐλάσσω τοῦ τρίτου μέρεος, καὶ τῶν σιτίων τοῖσιν ἡμίσεσι χρέεσθαι· δῆλον γὰρ δὴ ὅτι ἡ κοιλίη ξυνθάλπειν οὐ δύναται ὥστε πέσσεσθαι τὸ πλῆθος τῶν σιτίων· ἔστω δὲ τουτέοισι τὰ σιτία ἄρτος ὡς ἐξοπτότατος, ἐν οἴνῳ ἐντεθρυμμένος, καὶ τὰ ποτὰ ὡς ἐλάχιστα καὶ ἀκρητέστατα, καὶ περιπάτοισι μὴ χρεέσθωσαν ἀπὸ τοῦ σιτίου· μονοσιτέειν δὲ χρὴ ὑπὸ τοῦτον τὸν χρόνον· οὕτω γὰρ ἂν μάλιστα ξυνθάλποιτο ἡ κοιλίη, καὶ τῶν ἐσιόντων ἐπικρατοίη. Γίνεται δὲ ὁ τρόπος οὗτος τῆς διαῤῥοίης τῶν σωμάτων τοῖσι πυκνοσάρκοισι μάλιστα, ὁκόταν ἀναγκάζηται ὥνθρωπος κρεηφαγέειν, τῆς φύσιος ὑπαρχούσης τοιαύτης· αἱ γὰρ φλέβες πυκνωθεῖσαι οὐκ ἀντιλαμβάνονται τῶν σιτίων τῶν ἐσιόντων· ἔστι δὲ αὕτη μὲν ὀξέη ἡ φύσις, καὶ τρέπεται ἐφ᾿ ἑκάτερα, καὶ ἀκμάζει ὀλίγον χρόνον ἡ εὐεξίη ἐν τοῖσι τοιουτοτρόποισι τῶν σωμάτων. Τὰ δὲ ἀραιότερα τῶν εἰδέων καὶ δασύτερα καὶ τὴν κρεηφαγίην δέχεται, καὶ τὰς ταλαιπωρίας μᾶλλον ὑπομένει, καὶ χρονιώτεραι γίνονται αὐτέοισιν αἱ εὐεξίαι. Καὶ ὁκόσοι τὰ σιτία ἀνερεύγονται τῇ ὑστεραίῃ, καὶ τὰ ὑποχόνδρια μετεωρίζεται αὐτέοισιν ὡς ἀπέπτων τῶν σιτίων ἐόντων, τουτέοισι καθεύδειν μὲν πλείονα χρόνον ξυμφέρει, τῇ δὲ ἄλλῃ ταλαιπωρίῃ ἀναγκάζειν χρὴ αὐτῶν τὰ σώματα, καὶ τὸν οἶνον ἀκρητέστερον πινόντων καὶ πλείω, καὶ τοῖσι σιτίοισιν ἐλάσσοσι χρέεσθαι ὑπὸ τοῦτον τὸν χρόνον· δῆλον γὰρ δὴ ὅτι ἡ κοιλίη ὑπὸ ἀσθενείης καὶ ψυχρότητος οὐ δύναται τὸ πλῆθος τῶν σιτίων καταπέσσειν. Ὁκόσους δὲ δίψαι λαμβάνουσι, τουτέοισι τῶν τε σιτίων καὶ τῶν ταλαιπωριέων ἀφαιρέειν, καὶ τὸν οἶνον πινόντων ὑδαρέα τε καὶ ὅτι ψυχρότατον. Ὁκόσοισι δὲ ὀδύναι γίνονται τῶν σπλάγχνων ἢ ἐκ γυμνασίης ἢ ἐξ ἄλλης τινὸς ταλαιπωρίης, τουτέοισι ξυμφέρει ἀναπαύεσθαι ἀσίτοισι, πόματι δὲ χρέεσθαι ὅ τι ἐλάχιστον ἐς τὸ σῶμα ἐσελθὸν πλεῖστον οὖρον διάξει, ὅπως αἱ φλέβες αἱ διὰ τῶν σπλάγχνων πεφυκυῖαι μὴ κατατείνωνται πληρεύμεναι· ἐκ γὰρ τῶν τοιουτέων τά τε φύματα γίνονται καὶ οἱ πυρετοί.

[8] Ὁκόσοισι δὲ νοῦσοι ἀπὸ τοῦ ἐγκεφάλου γίνονται, νάρκη πρῶτον ἴσχει τὴν κεφαλὴν, καὶ οὐρέει θαμινὰ, καὶ τἄλλα πάσχει ὁκόσα ἐπὶ στραγγουρίῃ· οὗτος ἐφ᾿ ἡμέρας ἐννέα τοῦτο πάσχει· καὶ ἢν μὲν ῥαγῇ κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ὕδωρ ἢ βλέννα, ἀπαλλάσσεται τῆς νούσου, καὶ τῆς στραγγουρίης παύεται· οὐρέει δὲ ἀπόνως πουλὺ καὶ λευκὸν, ἔστ᾿ ἂν εἴκοσιν ἡμέρας παρέλθῃ· καὶ ἐκ τῆς κεφαλῆς ἡ ὀδύνη ἐκλείπει τῷ ἀνθρώπῳ, ἐσορέοντι δὲ βλάπτεταί οἱ ἡ αὐγή.

[9] Ἄνδρα δὲ χρὴ, ὅς ἐστι συνετὸς, λογισάμενον ὅτι τοῖσιν ἀνθρώποισι πλείστου ἄξιόν ἐστιν ἡ ὑγιείη, ἐπίστασθαι ἐκ τῆς ἑωυτοῦ γνώμης ἐν τῇσι νούσοισιν ὠφελέεσθαι.


Περὶ Φυσῶν

[1] Εἰσί τινες τῶν τεχνέων, αἳ τοῖσι μὲν κεκτημένοισίν εἰσιν ἐπίπονοι, τοῖσι δὲ χρεομένοισιν ὀνηισταὶ, καὶ τοῖσι μὲν ἰδιώτῃσι ξυνὸν ἀγαθὸν, τοῖσι δὲ μεταχειριζομένοισι σφᾶς λυπηραί. Τῶν δὴ τοιουτέων ἐστὶ τεχνέων, καὶ ἣν οἱ Ἕλληνες καλέουσιν ἰητρικήν· ὁ μὲν γὰρ ἰητρὸς ὁρῇ τε δεινὰ, θιγγάνει τε ἀηδέων, ἐπ᾿ ἀλλοτρίῃσί τε ξυμφορῇσιν ἰδίας καρποῦται λύπας· οἱ δὲ νοσέοντες ἀπαλλάσσονται τῶν μεγίστων κακῶν διὰ τὴν τέχνην, νούσων, πόνων, λύπης, θανάτου· πᾶσι γὰρ τουτέοισιν ἄντικρυς ἰητρικὴ εὑρίσκεται ἀκεστορίς. Ταύτης δὲ τῆς τέχνης τὰ μὲν φλαῦρα χαλεπὸν γνῶναι, τὰ δὲ σπουδαῖα ῥηΐδιον· καὶ τὰ μὲν φλαῦρα τοῖσιν ἰητροῖσι μούνοισίν ἐστιν εἰδέναι, καὶ οὐ τοῖσιν ἰδιώτῃσιν· οὐ γὰρ σώματος, ἀλλὰ γνώμης ἐστὶν ἔργα. Ὅσα μὲν γὰρ χειρουργῆσαι δεῖ, χρὴ ξυνεθισθῆναι· τὸ γὰρ ἔθος τῇσι χερσὶ κάλλιστον διδασκάλιον γίνεται· περὶ δὲ τῶν ἀφανεστάτων καὶ χαλεπωτάτων νουσημάτων δόξῃ μᾶλλον ἢ τέχνῃ κρίνεται· διαφέρει δὲ ἐν αὐτέοισι πλεῖστον ἡ πείρη τῆς ἀπειρίης. Ἓν δὲ δή τι τῶν τοιουτέων ἐστὶ τόδε, τί ποτε τὸ αἴτιόν ἐστι τῶν νούσων, καὶ τίς ἀρχὴ καὶ πηγὴ γίνεται τῶν ἐν τῷ σώματι κακῶν; εἰ γάρ τις εἰδείη τὴν αἰτίην τοῦ νοσήματος, οἷός τ᾿ ἂν εἴη προσφέρειν τὰ ξυμφέροντα τῷ σώματι, ἐκ τῶν ἐναντίων ἐπιστάμενος τὰ βοηθήματα. Αὕτη γὰρ ἡ ἰητρικὴ μάλιστα κατὰ φύσιν ἐστίν· αὐτίκα γὰρ λιμὸς νοῦσός ἐστιν· ὅ τι γὰρ ἂν λυπέῃ τὸν ἄνθρωπον, τοῦτο καλέεται νοῦσος· τί οὖν λιμοῦ φάρμακον; ὃ παύει λιμόν· τοῦτο δ᾿ ἐστὶ βρῶσις· τούτῳ ἄρα ἐκεῖνο ἰητέον. Αὖθις αὖ δίψαν ἔπαυσε πόσις· πάλιν αὖ πλησμονὴν ἰῆται κένωσις· κένωσιν δὲ πλησμονή· πόνον δὲ ἀπονίη· ἀπονίην δὲ πόνος. Ἑνὶ δὲ συντόμῳ λόγῳ, τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰήματα· ἰητρικὴ γάρ ἐστι πρόσθεσις καὶ ἀφαίρεσις, ἀφαίρεσις μὲν τῶν ὑπερβαλλόντων, πρόσθεσις δὲ τῶν ἐλλειπόντων· ὁ δὲ τοῦτ᾿ ἄριστα ποιέων ἄριστος ἰητρός· ὁ δὲ τουτέου πλεῖστον ἀπηλλαγμένος πλεῖστον ἀπήλλακται καὶ τῆς τέχνης. Τὰ μὲν οὖν ἐν παρέργῳ τοῦ λόγου τοῦ μέλλοντος εἴρηται.

[2] Τῶν δὲ δὴ νούσων ἁπασέων ὁ μὲν τρόπος ὁ αὐτὸς, ὁ δὲ τόπος διαφέρει· δοκέει μὲν οὖν τὰ νουσήματα οὐδὲν ἀλλήλοισιν ἐοικέναι διὰ τὴν ἀλλοιότητα καὶ ἀνομοιότητα τῶν τόπων. Ἔστι δὲ μία ἁπασέων νούσων καὶ ἰδέη καὶ αἰτίη ἡ αὐτή· ταύτην δὲ, ἥ τις ἐστὶ, διὰ τοῦ μέλλοντος λόγου φράσαι πειρήσομαι.

[3] Τὰ γὰρ σώματα τῶν τε ἀνθρώπων καὶ τῶν ἄλλων ζώων ὑπὸ τρισσέων τροφῶν τρέφεται· ἔστι δὲ τῇσι τροφῇσι ταύτῃσι ταῦτα τὰ οὐνόματα, σῖτα, ποτὰ, πνεύματα. Πνεύματα δὲ τὰ μὲν ἐν τοῖσι σώμασι φῦσαι καλέονται, τὰ δὲ ἔξω τῶν σωμάτων ἀήρ. Οὗτος δὲ μέγιστος ἐν τοῖσι πᾶσι τῶν πάντων δυνάστης ἐστίν· ἄξιον δὲ αὐτοῦ θεήσασθαι τὴν δύναμιν. Ἄνεμος γάρ ἐστιν ἠέρος ῥεῦμα καὶ χεῦμα· ὅταν οὖν πολὺς ἀὴρ ἰσχυρὸν τὸ ῥεῦμα ποιήσῃ, τά τε δένδρεα ἀνασπαστὰ πρόῤῥιζα γίνεται διὰ τὴν βίην τοῦ πνεύματος, τό τε πέλαγος κυμαίνεται, ὁλκάδες τε ἄπειροι τῷ μεγέθει ἐς ὕψος διαῤῥιπτεῦνται. Τοιαύτην μὲν οὖν ἐν τουτέοισιν ἔχει δύναμιν· ἀλλὰ μήν ἐστί γε τῇ μὲν ὄψει ἀφανὴς, τῷ δὲ λογισμῷ φανερός· τί γὰρ ἄνευ τουτέου γένοιτο ἄν; ἢ τίνος οὗτος ἄπεστιν; ἢ τίνι οὐ ξυμπάρεστιν; ἅπαν γὰρ τὸ μεταξὺ γῆς τε καὶ οὐρανοῦ πνεύματος ἔμπλεόν ἐστιν. Τοῦτο καὶ χειμῶνος καὶ θέρεος αἴτιον, ἐν μὲν τῷ χειμῶνι πυκνὸν καὶ ψυχρὸν γινόμενον, ἐν δὲ τῷ θέρει πρηῢ καὶ γαληνόν. Ἀλλὰ μὴν ἡλίου τε καὶ σελήνης καὶ ἄστρων ὁδὸς διὰ τοῦ πνεύματός ἐστιν· τῷ γὰρ πυρὶ τὸ πνεῦμα τροφή· τοῦ δὲ πνεύματος τὸ πῦρ στερηθὲν οὐκ ἂν δύναιτο ζῇν· ὥστε καὶ τὸν τοῦ ἡλίου δρόμον ἀένναον ὁ ἀὴρ ἀένναος καὶ λεπτὸς ἐὼν παρέχεται. Ἀλλὰ μὴν ὅτι καὶ τὸ πέλαγος μετέχει πνεύματος, φανερόν· οὐ γὰρ ἄν ποτε τὰ πλωτὰ ζῶα ζῇν ἠδύνατο, μὴ μετέχοντα πνεύματος· μετέχοιεν δὲ πῶς ἂν ἄλλως, ἀλλ᾿ ἢ διὰ τοῦ ὕδατος, κἀκ τοῦ ὕδατος ἕλκοντα τὸν ἠέρα; καὶ μὴν ἥ τε γῆ τουτέου βάθρον, οὗτός τε τῆς γῆς ὄχημα, κενεόν τε οὐδέν ἐστιν τούτου.

[4] Διότι μὲν οὖν ἐν τοῖσιν ἄλλοισιν ὁ ἀὴρ ἔῤῥωται, εἴρηται· τοῖσι δ᾿ αὖ θνητοῖσιν οὗτος αἴτιος τοῦ τε βίου, καὶ τῶν νούσων τοῖσι νοσέουσι· τοσαύτη δὲ τυγχάνει πᾶσιν ἡ χρείη τοῖσι σώμασι τοῦ πνεύματος ἐοῦσα, ὥστε τῶν μὲν ἄλλων ἁπάντων ἀποσχόμενος ὥνθρωπος καὶ σιτίων καὶ ποτῶν δύναιτ᾿ ἂν ἡμέρας δύο καὶ τρεῖς καὶ πλέονας διάγειν· εἰ δέ τις ἀπολάβοι τὰς τοῦ πνεύματος ἐς τὸ σῶμα διεξόδους, ἐν βραχεῖ μέρει ἡμέρης ἀπόλοιτο ἂν, ὡς μεγίστης τῆς χρείης ἐούσης τῷ σώματι τοῦ πνεύματος. Ἔτι τοίνυν τὰ μὲν ἄλλα πάντα διαλείπουσιν οἱ ἄνθρωποι πρήσσοντες, ὁ γὰρ βίος μεταβολέων πλέως ἐστί· τοῦτο δὲ μοῦνον ἀεὶ διατελέουσιν ἅπαντα τὰ θνητὰ ζῶα πρήσσοντα, τοτὲ μὲν ἐμπνέοντα, τοτὲ δὲ ἐκπνέοντα.

[5] Ὅτι μὲν οὖν μεγάλη κοινωνίη ἅπασι τοῖσι ζώοισι τοῦ ἠέρος ἐστὶν, εἴρηται· μετὰ τοῦτο τοίνυν εὐθέως ῥητέον, ὅτι οὐκ ἄλλοθέν ποθεν εἰκός ἐστι γίνεσθαι τὰς ἀῤῥωστίας μάλιστα, ἢ ἐντεῦθεν, ὅταν τοῦτο ἢ πλέον, ἢ ἔλασσον, ἢ καὶ ἀθροώτερον, ἢ μεμιασμένον νοσεροῖσι μιάσμασιν, ἐς τὸ σῶμα ἐσέλθῃ. Περὶ μὲν οὖν ὅλου τοῦ πρήγματος ἀρκέει μοι ταῦτα· μετὰ δὲ ταῦτα πρὸς αὐτὰ τὰ ἔργα τῷ λόγῳ πορευθεὶς, ἐπιδείξω τὰ νοσήματα τούτου ἀπόγονά τε καὶ ἔκγονα πάντα ἐόντα.

[6] Πρῶτον δὲ ἀπὸ τοῦ κοινοτάτου νοσήματος ἄρξομαι, πυρετοῦ· τοῦτο γὰρ τὸ νόσημα πᾶσιν ἐφεδρεύει τοῖσιν ἄλλοισιν νουσήμασι, μάλιστα δὲ φλεγμονῇ· δηλοῖ δὲ τὰ γινόμενα προσκόμματα· ἅμα γὰρ τῇ φλεγμονῇ εὐθὺς βουβὼν καὶ πυρετὸς ἕπεται. Ἔστι δὲ δισσὰ εἴδεα πυρετῶν, ὡς ταύτῃ διελθεῖν· ὁ μὲν κοινὸς ἅπασι καλεόμενος λοιμός· ὁ δὲ διὰ πονηρὴν δίαιταν ἰδίῃ τοῖσι πονηρῶς διαιτεομένοισι γινόμενος· ἀμφοτέρων δὲ τουτέων αἴτιος ὁ ἀήρ. Ὁ μὲν οὖν κοινὸς πυρετὸς διὰ τοῦτο τοιοῦτός ἐστιν, ὅτι πνεῦμα τωὐτὸ πάντες ἕλκουσιν· ὁμοίου δὲ ὁμοίως τοῦ πνεύματος τῷ σώματι μιχθέντος, ὅμοιοι καὶ οἱ πυρετοὶ γίνονται. Ἀλλ᾿ ἴσως φήσει τις· διὰ τί οὖν οὐχ ἅπασι τοῖσι ζώοισι, ἀλλ᾿ ἔθνει τινὶ αὐτέων ἐπιπίπτουσιν αἱ τοιαῦται νοῦσοι; Διότι, φαίην ἂν, διαφέρει σῶμα σώματος, καὶ φύσις φύσιος, καὶ τροφὴ τροφῆς· οὐ γὰρ πᾶσι τοῖσιν ἔθνεσι τῶν ζώων ταὐτὰ οὔτ᾿ ἀνάρμοστα οὔτ᾿ εὐάρμοστά ἐστιν, ἀλλ᾿ ἕτερα ἑτέροισι ξύμφορα, καὶ ἕτερα ἑτέροισιν ἀξύμφορα. Ὁκόταν μὲν οὖν ὁ ἀὴρ τοιουτέοισι χρωσθῇ μιάσμασιν, ἃ τῇ ἀνθρωπίνῃ φύσει πολέμιά ἐστιν, ἄνθρωποι τότε νοσέουσιν· ὅταν δὲ ἑτέρῳ τινὶ ἔθνει ζώων ἀνάρμοστος ὁ ἠὴρ γένηται, κεῖνα τότε νοσέουσιν.

[7] Αἳ μὲν οὖν δημόσιαί εἰσι τῶν νούσων, εἴρηται, καὶ ὅτε καὶ ὅκως, καὶ οἷσι, καὶ ἀπὸ τεῦ γίνονται· τὸν δὲ διὰ πονηρὴν δίαιταν γινόμενον πυρετὸν διέξειμί σοι. Πονηρὴ δέ ἐστιν ἡ τοιήδε δίαιτα, τοῦτο μὲν ὅταν τις πλέονας τροφὰς ἢ ὑγρὰς ἢ ξηρὰς διδῷ τῷ σώματι ἢ τὸ σῶμα δύναται φέρειν, καὶ πόνον μηδένα τῷ πλήθει τῶν τροφῶν ἀντιτιθῇ, τοῦτο δὲ ὅταν ποικίλας καὶ ἀνομοίους ἀλλήλῃσιν ἐσπέμπῃ τροφάς· τὰ γὰρ ἀνόμοια στασιάζει, καὶ τὰ μὲν θᾶσσον, τὰ δὲ σχολαίτερον πέσσεται. Μετὰ δὲ πολλῶν σιτίων ἀνάγκη καὶ πολλὸν πνεῦμα ἐσιέναι· μετὰ πάντων γὰρ τῶν ἐσθιομένων καὶ πινομένων ἀπέρχεται πνεῦμα ἐς τὸ σῶμα, ἢ πλέον, ἢ ἔλασσον. Φανερὸν δὲ τοῦτο τῷδέ ἐστιν· ἐρυγαὶ γὰρ γίνονται μετὰ τὰ σιτία καὶ τὰ ποτὰ τοῖσι πλείστοισιν· ἀνατρέχει γὰρ ὁ κατακλεισθεὶς ἀὴρ, ὁκόταν ἀναῤῥήξῃ τὰς πομφόλυγας, ἐν ᾗσι κρύπτεται. Ὅταν οὖν τὸ σῶμα σιτίων πλησθῇ, καὶ πνεύματος πλησμονὴ ἐπὶ πλέον γίνεται, τῶν σιτίων χρονιζομένων· χρονίζεται δὲ τὰ σιτία, διὰ τὸ πλῆθος οὐ δυνάμενα διελθεῖν· ἐμφραχθείσης δὲ τῆς κάτω κοιλίης, ἐς ὅλον τὸ σῶμα διέδραμον αἱ φῦσαι· προσπεσοῦσαι δὲ πρὸς τὰ ἐναιμότατα τοῦ σώματος ἔψυξαν· τουτέων δὲ τῶν τόπων ψυχθέντων, ὅκου αἱ πηγαὶ καὶ αἱ ῥίζαι τοῦ αἵματός εἰσι, διὰ παντὸς τοῦ σώματος ἡ φρίκη διῆλθεν· ἅπαντος δὲ τοῦ αἵματος ψυχθέντος, ἅπαν τὸ σῶμα φρίσσει.

[8] Διὰ τοῦτο μὲν οὖν πρῶτον αἱ φρῖκαι γίνονται πρὸ τῶν πυρετῶν· ὅκως δ᾿ ἂν ὁρμήσωσιν αἱ φῦσαι πλήθει καὶ ψυχρότητι, τοιοῦτον γίνεται καὶ τὸ ῥῖγος, ἀπὸ μὲν πλεόνων καὶ ψυχροτέρων ἰσχυρότερον, ἀπὸ δὲ ἐλασσόνων καὶ ἧσσόν τι ψυχρῶν ἀνισχυρότερον. Ἐν δὲ τῇσι φρίκῃσι καὶ οἱ τρόμοι τοῦ σώματος κατὰ τόνδε γίνονται τὸν τρόπον· τὸ αἷμα φοβεόμενον τὴν παροῦσαν φρίκην ξυντρέχει καὶ διαΐσσει διὰ παντὸς τοῦ σώματος ἐς τὰ θερμότατα. Αὗται μὲν οὖν αἱ ἄλαι· καθαλλομένου δὲ τοῦ αἵματος ἐκ τῶν ἀκρωτηρίων τοῦ σώματος, τὰ σπλάγχνα τρομέουσι καὶ αἱ σάρκες· τὰ μὲν γὰρ τοῦ σώματος γίνεται πολύαιμα, τὰ δὲ ἄναιμα· τὰ μὲν οὖν ἄναιμα διὰ τὴν ψύξιν οὐκ ἀτρεμέουσιν, ἀλλὰ πάλλονται, τὸ γὰρ θερμὸν ἐξ αὐτέων ἐκλέλοιπεν· τὰ δὲ πολύαιμα διὰ τὸ πλῆθος τοῦ αἵματος τρέμουσι, καὶ φλεγμονὰς ἐμποιέει, οὐ γὰρ δύναται πολλὸν γινόμενον ἀτρεμίζειν. Χασμῶνται δὲ πρὸ τῶν πυρετῶν, ὅτε πολὺς ἀὴρ ἀθροισθεὶς, ἀθρόον ἄνω διεξιὼν, ἐξεμόχλευσε καὶ διέστησε τὸ στόμα· ταύτῃ γὰρ εὐδιέξοδός ἐστιν· ὡς γὰρ ἀπὸ τῶν λεβήτων ἀτμὸς ἀνέρχεται πολὺς ἑψομένου τοῦ ὕδατος, οὕτω καὶ τοῦ σώματος θερμαινομένου δίεισι διὰ τοῦ στόματος ὁ ἀὴρ ξυνεστραμμένος καὶ βίῃ φερόμενος. Τά τε ἄρθρα διαλύεται πρὸ τῶν πυρετῶν· χλιαινόμενα γὰρ τὰ νεῦρα διίσταται. Ὁκόταν δὲ ξυναλισθῇ ἀθροισθὲν τὸ πλεῖστον τοῦ αἵματος, ἀναθερμαίνεται πάλιν ὁ ἀὴρ ὁ ψύξας τὸ αἷμα, κρατηθεὶς ὑπὸ τῆς θερμότητος· διάπυρος δὲ καὶ μύδρος γενόμενος ὅλῳ τῷ σώματι τὴν θερμασίην ἐνειργάσατο. Συνεργὸν δὲ αὐτῷ τὸ αἷμά ἐστι, τήκεται γὰρ πυρούμενον, καὶ γίνεται πνεῦμα ἐξ αὐτοῦ· τοῦ δὲ πνεύματος προσπίπτοντος πρὸς τοὺς πόρους τοῦ σώματος, οἱ ἱδρῶτες γίνονται· τὸ γὰρ πνεῦμα ξυνιστάμενον ἐς ὕδωρ χεῖται, καὶ διὰ τῶν πόρων διεξελθὸν ἔξω περαιοῦται τὸν αὐτὸν τρόπον, ὅνπερ ἀπὸ τῶν ἑψομένων ὑδάτων ὁ ἀτμὸς ἐπανιὼν, ἢν ἔχῃ στερέωμα πρὸς ὅ τι χρὴ προσπίπτειν, παχύνεται καὶ πυκνοῦται, καὶ σταγόνες ἀποπίπτουσιν ἀπὸ τῶν πωμάτων, οἷσιν ἂν ὁ ἀτμὸς προσπίπτῃ. Πόνοι δὲ τῆς κεφαλῆς ἅμα τῷ πυρετῷ γίνονται διὰ τόδε· στενοχωρίη τῇσι διεξόδοισιν ἐν τῇ κεφαλῇ τοῦ αἵματος γίνεται· πέπληνται γὰρ αἱ φλέβες ἠέρος, πλησθεῖσαι δὲ καὶ πρησθεῖσαι, τὸν πόνον ἐμποιέουσιν ἐν τῇ κεφαλῇ· βίῃ γὰρ τὸ αἷμα βιαζόμενον διὰ στενῆς ὁδοῦ θερμὸν ἐὸν οὐ δύναται περαιοῦσθαι ταχέως, πολλὰ γὰρ ἐμποδών ἐστιν αὐτῷ κωλύματα καὶ ἐμφράγματα· διὸ δὴ καὶ οἱ σφυγμοὶ γίνονται ἀμφὶ τοὺς κροτάφους.

[9] Οἱ μὲν οὖν πυρετοὶ διὰ τοῦτο γίνονται καὶ τὰ μετὰ τῶν πυρετῶν ἀλγήματα καὶ νοσήματα· τῶν δὲ ἄλλων ἀῤῥωστημάτων, ὁκόσοι μὲν ἂν εἰλεοὶ εἶεν, ἢ ἀνειλήματα, ἢ ἕτερα ἀποστηρίγματα, φύσας εἶναι αἴτια ἅπασιν ἡγέομαι φανερὸν εἶναι· πάντων γὰρ τῶν τοιουτέων αἰτίη τοῦ πνεύματος ἡ διόδευσις· τοῦτο γὰρ ὁκόταν προσπέσῃ πρὸς τόπους ἁπαλοὺς καὶ ἀήθεας καὶ ἀθίκτους, ὥσπερ τόξευμα ἐγκείμενον διαδύνει διὰ τῆς σαρκός· προσπίπτει δὲ ποτὲ μὲν πρὸς τὰ ὑποχόνδρια, ποτὲ δὲ πρὸς τὰς λαπάρας, ποτὲ δὲ ἐς ἀμφότερα· διὸ δὴ καὶ θερμαίνοντες ἔξωθεν πυριήμασι πειρέονται μαλθάσσειν τὸν πόνον· ἀραιούμενον γὰρ ὑπὸ τῆς θερμασίης τοῦ πυριήματος διέρχεται τὸ πνεῦμα διὰ τοῦ σώματος, ὥστε παῦλάν τινα γενέσθαι τῶν πόνων.

[10] Ἴσως δ᾿ ἄν τις εἴποι· πῶς οὖν τὰ ῥεύματα γίνεται διὰ τὰς φύσας; ἢ τίνα τρόπον τῶν αἱμοῤῥαγιῶν τῶν περὶ τὰ στέρνα τοῦτο αἴτιόν ἐστιν; οἶμαι δὲ καὶ ταῦτα δηλώσειν διὰ τωὐτὸ γινόμενα. Ὅταν αἱ περὶ τὴν κεφαλὴν φλέβες γεμισθῶσιν ἠέρος, πρῶτον μὲν ἡ κεφαλὴ βαρύνεται τῶν φυσέων ἐγκειμένων· ἔπειτα εἰλεῖται τὸ αἷμα, οὐ διαχέειν δυναμένων διὰ τὴν στενότητα τῶν ὁδῶν· τὸ δὲ λεπτότατον τοῦ αἵματος διὰ τῶν φλεβῶν ἐκθλίβεται· τοῦτο δὴ τὸ ὑγρὸν ὅταν ἀθροισθῇ, ῥεῖ δι᾿ ἄλλων πόρων· ὅποι δ᾿ ἂν ἀθρόον ἀφίκηται τοῦ σώματος, ἐνταῦθα ξυνίσταται ἡ νοῦσος· ἢν μὲν οὖν ἐπὶ τὴν ὄψιν ἔλθῃ, ταύτης ὁ πόνος· ἢν δὲ ἐς τὰς ἀκοὰς, ἐνταῦθ᾿ ἡ νοῦσος· ἢν δὲ ἐς τὰς ῥῖνας, κόρυζα γίνεται· ἢν δὲ ἐς τὰ στέρνα, βράγχος καλέεται. Τὸ γὰρ φλέγμα δριμέσι χυμοῖσι μεμιγμένον, ὅποι ἂν προσπέσῃ ἐς ἀήθεας τόπους, ἑλκοῖ· τῇ δὲ φάρυγγι ἁπαλῇ ἐούσῃ ῥεῦμα προσπῖπτον τρηχύτητας ἐμποιέει· τὸ γὰρ πνεῦμα τὸ διαπνεόμενον διὰ τῆς φάρυγγος ἐς τὰ στέρνα βαδίζει, καὶ πάλιν ἐξέρχεται διὰ τῆς ὁδοῦ ταύτης· ὅταν οὖν ἀπαντήσῃ τῷ ῥεύματι τὸ πνεῦμα κάτωθεν ἰὸν κάτω ἰόντι, βὴξ ἐπιγίνεται, καὶ ἀναῤῥίπτεται ἄνω τὸ φλέγμα· τουτέων δὲ τοιουτέων ἐόντων, ἡ φάρυγξ ἑλκοῦται, καὶ τρηχύνεται, καὶ θερμαίνεται, καὶ ἕλκει τὸ ἐκ τῆς κεφαλῆς ὑγρὸν θερμὴ ἐοῦσα· ἡ δὲ κεφαλὴ πάλιν παρὰ τοῦ ἄλλου σώματος λαμβάνουσα ταύτῃ διδοῖ· ὁκόταν γοῦν ἐθισθῇ τὸ ῥεῦμα ταύτῃ ῥέειν καὶ χαραδρωθέωσιν οἱ πόροι, διαδιδοῖ ἤδη καὶ ἐς τὰ στέρνα, δριμὺ δὲ ἐὸν τὸ φλέγμα προσπῖπτόν τε τῇ σαρκὶ ἑλκοῖ καὶ ἀναῤῥηγνύει τὰς φλέβας. Ὁκόταν δὲ ἐκχυθῇ τὸ αἷμα ἐς ἀλλότριον τόπον, χρονιζόμενον καὶ σηπόμενον γίνεται πῦον, καὶ οὔτε ἄνω δύναται ἀνελθεῖν, οὔτε κάτω ὑπελθεῖν· ἄνω γὰρ οὐκ εὔπορος ἡ πορείη προσάντης τις οὖσα ὑγρῷ χρήματι καὶ ἑτέρῳ παντὶ βάρος ἔχοντι· κάτω δὲ κωλύει φραγμὸς ὁ τῶν φρενῶν. Διὰ τί δὲ δήποτε τὸ ῥεῦμα ἀναῤῥήγνυται τὸ μὲν αὐτόματον, τὸ δὲ διὰ πόνους; αὐτόματον μὲν οὖν, ὅταν αὐτόματος ὁ ἀὴρ ἐλθὼν ἐς τὰς φλέβας στενοχωρίην ποιήσῃ τῇσι τοῦ αἵματος διεξόδοισιν· τότε γὰρ πιεζεύμενον τὸ αἷμα πουλὺ γενόμενον ἀναῤῥηγνύει τοὺς πόρους, ᾗ ἂν ὡς τὰ μάλιστα βρίσῃ· ὅσοι δὲ διὰ πόνων πλῆθος ᾑμοῤῥάγησαν, καὶ τούτοισιν οἱ πόνοι πνεύματος ἐνέπλησαν τὰς φλέβας, ἀνάγκη γὰρ τὸν πονέοντα τόπον κατέχειν τὸ πνεῦμα, τὰ δὲ ἄλλα τοῖσιν εἰρημένοισιν ὅμοια γίνεται.

[11] Τὰ δὲ ῥήγματα πάντα γίνεται διὰ τάδε· ὁκόταν ὑπὸ βίης διαστέωσιν αἱ σάρκες ἀπ᾿ ἀλλήλων, ἐς δὲ τὴν διάστασιν ὑποδράμῃ πνεῦμα, τοῦτο τὸν πόνον παρέχει.

[12] Ἢν δὲ διὰ τῶν σαρκῶν αἱ φῦσαι διεξιοῦσαι τοὺς πόρους τοῦ σώματος ἀραιοὺς ποιήσωσιν, ἕπεται δὲ τῇσι φύσῃσιν ὑγρασίη, ἧς τὴν ὁδὸν ὁ ἀὴρ ἀπειργάσατο· διαβρόχου δὲ γενομένου τοῦ σώματος, ὑπεκτήκονται μὲν αἱ σάρκες, οἰδήματα δὲ ἐς τὰς κνήμας καταβαίνει· καὶ λέγεται τὸ τοιοῦτον νόσημα ὕδρωψ. Μέγιστον δὲ σημεῖον, ὅτι φῦσαι τοῦ νουσήματός εἰσιν αἴτιαι, τόδε ἐστίν· ἤδη τινὲς ὀλεθρίως ἔχοντες ἐκαύθησαν καὶ ἐκενώθησαν τοῦ ὕδατος· παραυτίκα μὲν τὸ ἐξιὸν ἐκ τῆς κοιλίης ὕδωρ πολὺ φαίνεται, χρονιζόμενον δὲ ἔλασσον γίνεται. Διὰ τί οὖν γίγνεται καὶ τοῦτο, δῆλον· ὅτι παραυτίκα μὲν τὸ ὕδωρ ἠέρος πλῆρές ἐστιν· ὁ δὲ ἀὴρ ὄγκον παρέχεται μέγαν· ἀπιόντος δὲ τοῦ πνεύματος, ὑπολείπεται τὸ ὕδωρ αὐτό· διὸ δὴ φαίνεται μὲν μικρὸν ἐὸν, ἔστι δὲ ἴσον. Ἄλλο δὲ αὐτέων τόδε σημεῖον· κενωθείσης γὰρ παντελῶς τῆς κοιλίης, οὐδ᾿ ἐν τρισὶν ἡμέρῃσιν ὕστερον πάλιν πλήρεις γίνονται. Τί οὖν ἄρα ἐστὶ τὸ πληρῶσαν, ἀλλ᾿ ἢ πνεῦμα; τί γὰρ ἂν οὕτως ἄλλο ταχέως ἐξεπλήρωσεν; οὐ γὰρ δήπου ποτόν γε τοσοῦτον ἐσῆλθεν ἐς τὸ σῶμα· καὶ μὴν οὐδὲ σάρκες ὑπάρχουσιν ἔτι αἱ τηξόμεναι· λείπεται γὰρ ὀστέα καὶ νεῦρα καὶ ἶνες, ἀφ᾿ ὧν οὐδενὸς οὐδεμίη δύναιτ᾿ ἂν αὔξησις ὕδατος γεγενῆσθαι.

[13] Τὸ μὲν οὖν αἴτιον τοῦ ὕδρωπος ἤδη εἴρηται· αἱ δὲ ἀποπληξίαι γίνονται καὶ αὐταὶ διὰ τὰς φύσας· ὅταν γὰρ αἱ φῦσαι ψυχραὶ οὖσαι καὶ πολλαὶ διαδύνωσι καὶ ἐμφυσήσωσι τὰς σάρκας, ἀναίσθητα ταῦτα γίνεται τοῦ σώματος· ἢν μὲν οὖν πολλαὶ φῦσαι ἐν ὅλῳ τῷ σώματι διατρέχωσιν, ὅλος ὥνθρωπος ἀπόπληκτος γίνεται· ἢν δὲ ἐν μέρει τινὶ, τοῦτο τὸ μέρος· καὶ ἢν μὲν ἀπέλθωσιν αὗται, παύεται ἡ νοῦσος· ἢν δὲ παραμείνωσι, παραμένει· ὅτι δὲ ταῦτα οὕτως ἔχει, χασμῶνται συνεχῶς.

[14] Δοκέει δέ μοι καὶ τὴν ἱερὴν καλεομένην νοῦσον τοῦτο εἶναι τὸ παρεχόμενον· οἷσι δὲ λόγοισιν ἐμαυτὸν ἔπεισα, τούτοισιν αὐτέοισι καὶ τοὺς ἀκούοντας πείσειν πειράσομαι. Ἡγεῦμαι δὲ ἔμπροσθεν, μηδὲν εἶναι μᾶλλον τῶν ἐν τῷ σώματι ξυμβαλλόμενον ἐς φρόνησιν, ἢ τὸ αἷμα· τοῦτο δὲ ὅταν μὲν ἐν τῷ καθεστεῶτι μένῃ, μένει καὶ ἡ φρόνησις· ἐξαλλάσσοντος δὲ τοῦ αἵματος, μεταπίπτει καὶ ἡ φρόνησις. Ὅτι δὲ ταῦθ᾿ ὧδ᾿ ἔχει, πολλὰ τὰ μαρτυρέοντα· πρῶτον μὲν, ὅπερ ἅπασι ζώοισι κοινόν ἐστιν, ὁ ὕπνος, οὗτος μαρτυρέει τοῖσιν εἰρημένοισιν· ὅταν γὰρ ἐπέλθῃ τῷ σώματι ὁ ὕπνος, τότε τὸ αἷμα ψύχεται, φύσει γὰρ πέφυκεν ὁ ὕπνος ψύχειν· ψυχθέντι δὲ τῷ αἵματι νωθρότεραι γίνονται αἱ διέξοδοι· δῆλον δέ· ῥέπει γὰρ τὰ σώματα καὶ βαρύνεται (πάντα γὰρ τὰ βαρέα πέφυκεν ἐς βυθὸν φέρεσθαι), καὶ τὰ ὄμματα συγκλείεται, καὶ ἡ φρόνησις ἀλλοιοῦται, δόξαι δέ τινες ἕτεραι ἐνδιατρίβουσιν, ἃ δὴ ἐνύπνια καλέονται. Πάλιν ἐν τῇσι μέθῃσι, πλέονος ἐξαίφνης γενομένου τοῦ αἵματος, μεταπίπτουσιν αἱ ψυχαὶ καὶ τὰ ἐν τῇσι ψυχῇσι φρονήματα, καὶ γίνονται τῶν μὲν παρεόντων κακῶν ἐπιλήσμονες, τῶν δὲ μελλόντων εὐέλπιδες ἀγαθῶν. Ἔχοιμι δ᾿ ἂν πολλὰ τοιαῦτα εἰπεῖν, ἐν οἷσιν αἱ τοῦ αἵματος ἐξαλλαγαὶ τὴν φρόνησιν ἐξαλλάσσουσιν. Ἢν μὲν οὖν παντελῶς ἅπαν ἀναταραχθῇ τὸ αἷμα, παντελῶς ἡ φρόνησις ἐξαπόλλυται· τὰ γὰρ μαθήματα καὶ τὰ ἀναγνωρίσματα ἐθίσματά ἐστιν· ὅταν οὖν ἐκ τοῦ εἰωθότος ἔθεος μεταστέωμεν, ἀπόλλυται ἡμῖν ἡ φρόνησις. Φημὶ δὲ τὴν ἱερὴν νοῦσον ὧδε γίνεσθαι· ὅταν πουλὺ πνεῦμα κατὰ πᾶν τὸ σῶμα παντὶ τῷ αἵματι μιχθῇ, πολλὰ ἐμφράγματα γίνεται πολλαχῆ ἀνὰ τὰς φλέβας· ἐπειδὰν οὖν ἐς τὰς παχείας καὶ πολυαίμους τῶν φλεβῶν πολὺς ἀὴρ βρίσῃ, βρίσας δὲ μένῃ, κωλύεται τὸ αἷμα διεξιέναι· τῇ μὲν οὖν ἐνέστηκε, τῇ δὲ νωθρῶς διεξέρχεται, τῇ δὲ θᾶσσον· ἀνομοίης δὲ τῆς πορείης τῷ αἵματι διὰ τοῦ σώματος γενομένης, παντοῖαι αἱ ἀνομοιότητες· πᾶν γὰρ τὸ σῶμα πανταχόθεν ἕλκεται, καὶ τετίνακται τὰ μέρη τοῦ σώματος ὑπηρετοῦντα τῷ θορύβῳ καὶ ταράχῳ τοῦ αἵματος, διαστροφαί τε παντοῖαι παντοίως γίνονται· κατὰ δὲ τοῦτον τὸν καιρὸν ἀναίσθητοι πάντων εἰσὶ, κωφοί τε τῶν λεγομένων, καὶ τυφλοὶ τῶν γινομένων, ἀνάλγητοί τε πρὸς τοὺς πόνους· οὕτως ὁ ἀὴρ ταραχθεὶς ἀνετάραξε τὸ αἷμα καὶ ἐμίηνε. Καὶ ἀφροὶ διὰ τοῦ στόματος ἀνατρέχουσιν εἰκότως· διὰ γὰρ τῶν σφαγιτίδων φλεβῶν διαδύνων ὁ ἀὴρ, ἀνέρχεται μὲν αὐτὸς, ἀνάγει δὲ μεθ᾿ ἑωυτοῦ τὸ λεπτότατον τοῦ αἵματος· τὸ δὲ ὑγρὸν τῷ ἠέρι μιγνύμενον λευκοῦται· διὰ λεπτῶν γὰρ ὑμένων καθαρὸς ἐὼν ὁ ἀὴρ διαφαίνεται· διὸ δὴ λευκοὶ φαίνονται πάντες οἱ ἀφροί. Πότε μὲν οὖν παύονται τῆς νούσου καὶ τοῦ παρεόντος χειμῶνος οἱ ὑπὸ τούτου τοῦ νοσήματος ἁλισκόμενοι, ἐγὼ φράσω. Ὁκόταν γυμνασθὲν ὑπὸ τῶν πόνων τὸ σῶμα θερμανθῇ, θερμαίνεται καὶ τὸ αἷμα· τὸ δὲ αἷμα θερμανθὲν ἐξεθέρμηνε τὰς φύσας· αὗται δὲ διαθερμανθεῖσαι διαλύονται καὶ διαλύουσι τὴν ξύστασιν τοῦ αἵματος, αἱ μὲν συνεξελθοῦσαι μετὰ τοῦ πνεύματος, αἱ δὲ μετὰ τοῦ φλέγματος· ἀποζέσαντος δὲ τοῦ ἀφροῦ, καὶ καταστάντος τοῦ αἵματος, καὶ γαλήνης ἐν τῷ σώματι γενομένης, πέπαυται τὸ νόσημα.

[15] Φαίνονται οὖν αἱ φῦσαι διὰ πάντων τῶν νοσημάτων μάλιστα πολυπραγμονοῦσαι· τὰ δ᾿ ἄλλα πάντα συναίτια καὶ μεταίτια, τὸ δὲ αἴτιον τῶν νούσων ἐὸν τοῦτο ἐπιδέδεικταί μοι. Ὑπεσχόμην δὲ τὸ αἴτιον τῶν νουσημάτων φράσαι, ἐπέδειξα δὲ τὸ πνεῦμα καὶ ἐν τοῖσιν ἄλλοισι πρήγμασι δυναστεῦον καὶ ἐν τοῖσι σώμασι τῶν ζώων· ἤγαγον δὲ τὸν λόγον ἐπὶ τὰ γνώριμα τῶν ἀῤῥωστημάτων, ἐν οἷσιν ἀληθὴς ἡ ὑπόθεσις ἐφάνη· εἰ γὰρ περὶ πάντων τῶν ἀῤῥωστημάτων λέγοιμι, μακρότερος μὲν ὁ λόγος ἂν γένοιτο, ἀτρεκέστερος δὲ οὐδαμῶς, οὐδὲ πιστότερος.


Περὶ Ὑγρῶν Χρήσιος

ΠΕΡΙ ΥΓΡΩΝ ΧΡΗΣΙΟΣ.

[1] Ὕδωρ ποτὸν, ἁλμυρὸν, θάλασσα. Ποτὸν μὲν, κατ᾿ ἰητρεῖον κράτιστον· καὶ γὰρ σιδηρίοισι καὶ χαλκείοισι κράτιστον, καὶ φαρμάκοισι τοῖσι πλείστοισι παλαιουμένοισι κοινότατον. Ἐς δὲ χρῶτα γνῶναι δεῖ, ὅτι τοῦτο ἢ τέγξει ἢ ψύξει ἢ θέρμῃ, ἄλλῳ δὲ οὐδενὶ ὠφελέει ἢ βλάπτει ποτόν. Ὅπου ὀλίγου ποτοῦ, σπόγγῳ· χρῆσις, ἄριστον ὀφθαλμοῖσι, [εἰ] αὐτὸ τὸ δέρμα ἐφήλκωται. Θερμῷ, αἰόνησις, πυρίη τοῦ σώματος ἅπαντος ἢ μέρεος, δέρματος σκληροῦ μάλθαξις, συντεταμένου χάλασις, νεύρων συστελλομένων πάρεσις, σαρκῶν πλαδαρῶν ἐκχύμωσις, ἱδρῶτος ἄφοδος· ὑγρῆναι, προσκλύσαι οἷον ῥῖνας, κύστιν, φύσας, σαρκῶσαι, ἁπαλῦναι, τῆξαι, μινυθίσαι, χροιὴν ἀνακαλέσαι, χροιὴν ἀνασκεδάσαι. Ὑπνικὸν καὶ κατὰ κεφαλῆς καὶ ἄλλων· σπασμῶν, τετάνων παρηγορικόν· ὀδύνας κωφοῖ ὠτὸς, ὀφθαλμῶν, ὅσα τοιαῦτα. Τὰ ψυχρὰ θερμῆναι, οἷον πίσσα ἐν ἕλκεσι, πλὴν τοῖσιν αἱμοῤῥαγεῦσιν ἢ μέλλουσι, κατήγμασιν, ἐκπτώμασι, τοῖσιν ἄλλοισι, οἷσιν ἂν ὀθόνια ἰητρός· καρηβαρίῃ. Τὸ μέτριον ἑκάστῳ, μὴ πρόσω, οἴδαμεν βασανίζειν, οἷον τὸ θερμὸν τῷ χρωτὶ, ἐξ ὑπερβολῆς ἐφ᾿ ἑκάτερα, ὡς ἀμφοῖν μὴ ἁμαρτάνῃ, σημαινόμενος ταῖς βλάβαις ἢ οὐκ ὠφελείαις, οἷον χλιαροῦ· δεῖ γὰρ τῇσι βλάβῃσιν ἢ τῇσιν ὠφελείῃσιν, κἂν ὦσι, χρῆσθαι μέχρι τοῦ ὠφελέοντος ἢ μέχρι τοῦ βλάπτοντος. Τέγξις μὲν οὖν, ἀσθενές· ψύξις δὲ καὶ θάλψις, ἰσχυρὸν, ὡς ἐξ ἡλίου· τὸ δὲ ψυχρὸν, θερμὸν ἐὸν ὡς ποτὸν, ἀσθενέον τι. Ἀλλὰ τὸ μὲν θερμὸν, μὴ πρόσω καίειν, κρίνει δ᾿ αὐτὸς, πλὴν τοῖσιν ἀφώνοισιν, ἢ παραπληγικοῖσιν, ἢ νεναρκωμένοισιν, ἢ οἷα ἐπὶ τρώμασι κατεψυγμένοισιν ἢ ὑπερωδύνοισι, τούτοισι δὲ ἀναίσθητα· λάθοις γὰρ ἂν κατακαύσας· καὶ τὰ ἐκπτώματα δὲ τὰ βαθέα καὶ τὰ μεγάλα· ἤδη καὶ πόδες ἀπέπεσον, καταψυχθέντες, ἐκ καταχύσιος θερμοῦ· ἀλλὰ τούτοισιν ὁ τοῦ καταχέοντος χρὼς, κριτής. Καὶ ψυχροῦ δὲ ὡσαύτως. Τούτων δ᾿ αὐτῶν τὸ ὀλίγον ἑκατέρου, ἀσθενές· τὸ δὲ πολὺ, ἰσχυρόν· ἀλλὰ μὴν ἐᾷν, μέχρι γένηται οὗ ἕνεκα ποιέεται· τὸ ἔσχατον προπαύειν πρὶν γενέσθαι· τούτων δὲ ἑκάτερον βλάπτει. Βλάπτει δὲ ταῦτα τὸ θερμὸν πλέον χρεομένοισι, σαρκῶν ἐκθήλυνσιν, νεύρων ἀκράτειαν, γνώμης νάρκωσιν, αἱμοῤῥαγίας, λειποθυμίας, ταῦτα ἐς θάνατον· τὸ δὲ ψυχρὸν, σπασμοὺς, τετάνους, μελασμοὺς, ῥίγεα πυρετώδεα. Αἱ μὲν μετριότητες ἐκ τούτων. Τὰ δ᾿ ἄλλα βλάπτει καὶ ὠφελέει τὰ εἰρημένα ἡδονῇσι καὶ εὐφορίῃσι καὶ ἀχθηδόσι καὶ δυσφορίῃσιν, αἳ καθ᾿ ἓν ἕκαστον αὐτῶν ὁμολογοῦσαι φαίνονται.

[2] Ὑγιὲς σῶμα, τὸ μὲν ἐν σκέπῃ εἰθισμένον, ὅτι ἄηθες, ὅτι προσωτάτω τοῦ οἰκείου θάλπεος, ἐγγύτατα δὲ τοῦ ἀλλοτρίου ψύχεος, διὰ ταῦτ᾿ ἄρα τῷ θερμῷ ἥδεται καὶ φέρειν δύναται. Ἐγκέφαλος καὶ ὅσα ἀπὸ τούτου, ψυχρῷ μὲν ἄχθεται, θερμῷ δ᾿ ἥδεται, καὶ ἢν ἄρα ᾖ ψυχρότερον καὶ στερεώτερον φύσει. Καὶ πρόσω τοῦ οἰκείου θάλπεος, καὶ πλεῖστα αὐτῶν· διὰ τοῦτο ὀστέοισιν, ὀδοῦσι, νεύροισι τὸ ψυχρὸν πολέμιον, τὸ δὲ θερμὸν φίλιον, ὅτι ἀπὸ τούτων σπασμοὶ, τέτανοι, ῥίγεα πυρετώδεα, ἃ τὸ μὲν ψυχρὸν ποιέει, τὸ δὲ θερμὸν παύει. Διὰ τοῦτο καὶ γονῇ ἀπὸ τοῦ θερμοῦ ἡδοναὶ καὶ προκλήσιες, ἀπὸ δὲ τοῦ ψυχροῦ ἀλγηδόνες καὶ ἀποτρέψιες· διὰ τοῦτο ὀσφὺς, στῆθος, νῶτον, ὑποχόνδρια μᾶλλον ψυχρῷ ἄχθεται, θερμῷ δ᾿ ἥδεται καὶ φέρειν δύναται· διὰ τοῦτ᾿ ἄρα ὀσφὺς, νῶτον, στῆθος, ὑποχόνδρια τὰ ἐναντία πέπονθεν, ὅτι ἐναντιαῖα· διὰ τοῦτ᾿ ἄρα τούτῳ τῷ χωρίῳ ἀσῶδες ἐνταῦθα χρωμένοισι τὸ θερμὸν, τὸ δὲ ψυχρὸν παύει· διὰ τοῦτ᾿ ἄρα ποτῷ ψυχρῷ ἥδεται, διὰ τοῦτ᾿ ἄρα βρώμασι τοῖσι θερμοῖσιν ἥδεται. Διὰ τοῦτ᾿ ἄρα καὶ κατὰ ἀκρέων ἐν λειποθυμίαις τὸ ψυχρὸν καταχεόμενον ὠφελέει. Ὅτι δὲ τὰ ὄπισθεν τῶν ἔμπροσθεν τὸ θερμὸν μᾶλλον ἀνέχεται, τὰ εἰρημένα αἴτια· ὅτι δὲ καὶ τὰ ψυχρὰ, ὀρθῶς· τά τε γὰρ ἄκρεα, ἔμπροσθεν, καὶ οὐκ ἐν σκέπῃ εἰθισμένα, ὥσπερ τὸ ἔνδον τοῦ ἔξω. Μνηστέον δὲ καὶ ὅτι ἑκάτερον ἐφ᾿ ἑκατέρου τοῦ σώματος κρέσσον τοῦ δέρματος τοῦ ἔξω, ὅτι συνεχές τε ἑωυτῷ καὶ νεύρῳ ἐναίμῳ· διὰ τὸ ἔξω τοῦ οἰκείου θερμοῦ ἐν τῷ ἔξω ψυχρῷ εἶναι, ἐπ᾿ ἀμφοῖν πυκνὰ κρατέεται, καὶ ἑκατέρων πυκνὰ δεῖται, πυκνὰ δὲ μᾶλλον θερμοῦ ἐς ἡδονήν. Πάσχει δὲ καὶ ἄκρεα τοιοῦτο, ὥστε ταχέως ἐνακούειν πολλῶν· βραδέως δὲ πρῶτον ἐπαείρεται, καὶ φλεβῶν δῆλον, αἳ πρότερον καὶ ὕστερον· οὕτως πάντα φαίνεται, ὅκου τε ψύχεται ἄκρεα, ὅκου τε θερμαίνεται, ἐν κενεαγγικοῖσιν, ἐν λειποθυμικοῖσι, καὶ κατὰ λόγον· εἰκότως ἄρα φλέβας, καὶ τὰ ἀπὸ τουτέων ἕπεται, καὶ θερμαίνει πρῶτον τὸ θερμὸν, οἷον τῶν χειρῶν τὰ εἴσω. Τὰ δ᾿ ἕλκεα θερμῷ ἥδεται ὁμολογουμένως, ὅτι ἐν σκέπῃ εἴθισται, εἰκότως ἄρα τῷ ἑτέρῳ ἄχθεται. Εἰκότως ἄρα καὶ αὐταὶ αἱ φλέβες, ὅτι ἐν θερμῷ εἰσιν. Εἰκότως ἄρα καὶ αὐτὸς ὁ θώρηξ, καὶ αὐτὴ ἡ κοιλίη κρατουμένη ὑπὸ τοῦ ψυχροῦ μάλιστα ἀγανακτεῖ καὶ θανατοῖ, ὅτι μάλιστα ἀήθεα· ἀλλὰ πλεῖστον ἀπέχει τοῦ παθεῖν τοῦτο· ἐγγύτατα γὰρ τοῦτο τὸ δεῖσθαι· εἰκότως ἄρα ποτῷ ψυχρῷ ἥδεται· οὕτως ὁμολογέει ταῦτα πάντα. Ὅτι δὲ μάλιστα πάντα τὰ ἀποσύρματα καὶ τὰ ἐπικαύματα ἐπιπολῆς, οὐ μάλιστα εἰθισμένα ἐν σκέπῃ, μάλιστα ἐν ψυχρῷ ἀγανακτεῖ· εἰκότως· τάχιστα γὰρ κρατέεται, καὶ τὰ βαθύτατα εἰ κρατοῖτο, μάλιστ᾿ ἂν ἄχθοιτο· ἔπειτα καὶ τῆς φύσιος τῆς νευρώδους μετέχει. Ὅτι ὑπογάστριον ἥδεσθαι δοκέει θερμῷ, σκεπτέον τὸ χωρίον, καὶ μετέχει· καὶ ἄκρεα, καὶ κύστις, καὶ γονὴ, καὶ ἄλλος γόνος ὁ γυμνός· ἔστι τε φύσει ψυχρότερος, ἢ ὥς τις οἴεται· ἄνω γὰρ, οὐ κάτω θερμὸν ἀΐσσει· διὰ ταῦτα ἥδεται. Ὅτι μετὰ τὸ θερμὸν ψύχεται τὸ σῶμα διαχυθὲν μᾶλλον, μετὰ δὲ τὸ ψυχρὸν ἀναθερμαίνεται μᾶλλον συσταλέν· οἷον καὶ τὰ ὕδατα, ψυκτέα, θερμαντέα, διὰ λεπτότητα· ὅτι μετὰ τὸ θερμὸν σκληρύνεται μᾶλλον ἐπιξηρανθὲν, οἷον ὀφθαλμοὶ μετὰ τὸ ψυχρόν· τὸ μὲν γὰρ ὅμοιον τῷ περιέχοντι, τὸ δὲ οὔ.

[3] Θάλασσα δὲ, τοῖσι κνησμώδεσι καὶ δακνώδεσι, καὶ λούειν καὶ πυριῇν θερμῇ, τοῖσι μὲν ἀήθεσιν ὑπολιπαίνονται, πρὸς ἕλκεα δὲ πυρίκαυτα καὶ ἀποσύρματα καὶ ὅσα τοιαῦτα πολέμιον, ἐπιτήδειον δὲ τοῖσι καθαροῖσιν, ἀγαθὸν καὶ ἰσχναίνειν εὖ, ὡς τὰ τῶν ἁλιέων ἕλκεα· ταῦτα γὰρ οὐδ᾿ ἐκπυεῖ, ἢν μὴ ψαύῃ· καὶ πρὸς ὑποδεσμίδας· καὶ τὰ νεμόμενα παύει καὶ ἵστησιν, ὡς ἅλες καὶ ἁλμυρίδες καὶ λίτρον· πάντα δὲ ταῦτα σμικρῷ μὲν χρωμένῳ ἐρεθιστικὰ, προσνικῶντι δὲ ἀγαθά· βέλτιον δὲ θέρμη πρὸς τὰ πλεῖστα.

[4] Ὄξος δὲ χρωτὶ μὲν καὶ ἄρθροισι παραπλήσιον θαλάσσῃ καὶ δυνατώτερον καταχέειν καὶ πυριῇν· καὶ ἕλκεσι τοῖσι νεοτρώτοισι, θρόμβοισιν, οὗ μέλασμα αἰδοίων, καῦσις οὐάτων ἢ καὶ ὀδόντων· θερμῷ δὲ ταῦτα, τά τε ἄλλα· καὶ τῇ ὥρῃ συντεκμαίρεσθαι· ἐκ τήξεως ἅλες· καὶ πρὸς ἄλλα δὲ ὅσα λειχῆσι, λέπρῃσιν, ἀλφοῖσι, συντείνει παχυνθὲν ἐν ἡλίῳ θερμῷ, μάλιστα δὲ ὄνυξι λεπροῖσι, κρατέει γὰρ μετὰ χρόνον. Μυρμηκίας ἁπαλύνει, καὶ τοὺς ἐν ὠσὶν ἰᾶται ῥύπους, μαλάσσει δὲ καὶ χρῶτα, πολλαχῆ δὲ καὶ ἄλλῃ, εἰ μὴ ὀδμῇ ἔβλαπτε, καὶ μάλιστα γυναῖκας· ἐδύνατο δ᾿ ἂν καὶ ποδαγρίῃ, εἰ μὴ ὁ χρὼς ἐτιτρώσκετο. Ταῦτα καὶ τρὺξ ὄξους ποιέει.

[5] Οἶνος δὲ γλυκὺς, ὅσα χρόνια τρώματα, συνεχέως χρωμένῳ αὔταρκες, ἀτὰρ καὶ ἐς φαρμακοποσίην. Αὐστηρὸς δὲ ὁ λευκὸς καὶ μέλας οἶνος ψυχρὸς ἐπὶ τὰ ἕλκεα ἐνδέχεται, ψυχρὸς διὰ τὴν θέρμην. Ὅρια δὲ, ὅσα μὲν ψύξιος εἵνεκα ἢ καταχεῖται ἢ ἐνίεται ἢ ἐμβάπτεται, ὡς ὕδωρ ψυχρότατον· ὅσα δὲ στύψιος, ὁ μέλας οἶνος, καὶ εἴρια καταῤῥῆναι, οἷον καὶ φύλλα τευτλίων ἢ ὀθόνια βάπτεται ἐπὶ τὰ πλεῖστα· ὅσα δέ τι στύψιος, οἷον κισσοῦ φύλλα, ὁ λευκὸς, καὶ ὅσα στρυφνότερα ἢ ψαθυρώτερα, οἷον κίστος τε καὶ βάτος, ῥοῦς σκυτοδεψικὴ, ἐλελίσφακος, καὶ ὅσα μαλθάσσειν δεῖ, οἷον ἄλητον ἑφθόν.

[6] Τὸ ψυχρὸν ὠφελέει τὰ ἐρυθρὰ, οἷα ἄλλῃ καὶ ἄλλῃ ἐκθύει ὑποπλάτη, οἷα οἱ τοὺς σπλῆνας ὀγκηροὺς [ἔχοντες] ἀνίσχουσιν, εὐσάρκοισί τε καὶ ἁπαλοσάρκοισιν, ὑπέρυθρα δὲ μέλασι, καὶ οἷαι στρογγύλαι ἐοῦσαι, αἰθόλικας λέγουσι, καὶ ἐν αὐτῇσι τῇσι θερμολουσίῃσιν ἀνίσταται γενόμενα, καὶ γυναιξὶν ἐκ γυναικείων ἀναδρομῆς ὑπὸ χρῶτα, καὶ ὑπὸ ἐρεθισμοῦ δέρματος, ἢ ἱματίων τρηχείων ἀήθει φορήσει, καὶ ἐξ ἱδρώτων ἐξόδου, ἢ ἐκ ψύχεος ἐξαίφνης πρὸς πῦρ ἐλθόντι ἢ λουτρὰ θερμὰ, ταῦτα ἢν ὕστερον ποιήσῃ, ἔτι οὐδαμῶς ἐκθύει. Ἐπεὶ ὁκόσα γε ἐκ ψύχεος γίνεται, ἢ ὁκόσα τρηχύνεται κεγχρώδεα, εἶτ᾿ ἐφελκοῦται, τὸ μὲν ψυχρὸν βλάπτει, τὸ δὲ θερμὸν ὠφελέει. Ἃ δὲ ἄμφω ὠφελέει, τὰ ἐν ἄρθροισιν οἰδήματα, καὶ ἄνευ ἕλκεος ποδαγρικὰ, καὶ σπάσματα πλεῖστα, τοῦτο ψυχρὸν πολλὸν καταχεόμενον ῥηΐζει, ἰσχναίνει καὶ ὀδύνην ναρκοῖ, νάρκη δὲ μετρίη ὀδύνης ληκτικόν· καὶ τὸ θερμὸν ἰσχναίνει καὶ μαλθάσσει. Τοῖσι δὲ ποδαγρικοῖσι, παρέσεσι, τετάνοισι, σπασμοῖσι, τὰ τοιαῦτα· συντάσιες, τρόμοι, παραπληγίαι, τὰ τοιαῦτα· χαλάσιες, νάρκαι, ἀναυδίαι, τὰ τοιαῦτα· κάτωθεν ἀπολήμψιες, φυλάσσεσθαι δὲ ἐν τῇ ψυχρᾷ χρήσει, ψυχροῖσι χρεόμενος μᾶλλον ἢ τἀναντία. Τὰ δὲ ἐς τὰ ἄρθρα ἐσκληρυσμένα ἢ ὑπὸ φλεγμονῆς ποτε γενομένης ἢ ἀγκύλης, προυργιαίτατα, ἐς ἀσκίον θερμὰ ἐγχέοντας, τὴν χεῖρα ἐναποδῆσαι. Καὶ ὄμματα, δακρύου παρηγορικὸν καταλείφοντα, πρὸς τὰ δριμέα λίπος προσηνὲς, ὥστε μὴ ἅπτεσθαι τὸ ἁλμῶδες, καὶ τοῖσι βοθρίοισι διάνιψις καὶ πλήρωσις ἐς φύσιν ἄγουσα. Ὀφθαλμοῖσι θερμὸν, ὀδύνῃσιν, ἐμπυήσεσι, δακρύων δακνωδέων, ξηροῖσιν ἅπασιν. Τὸ ψυχρὸν, ἀνωδύνοισιν, ἐξερύθροισι· τοῖσι δὲ εἰθισμένοισι συστροφὰς κατὰ φλέβας ποιέον, οἷα χοιραδώδεα, κατὰ θώρηκα, καὶ ἄλλα σκληρά· ἀρχῷ δὲ καὶ ὑστέρῃσιν οὐ πάνυ ἐνδέχεται, αἷμα ἐν ψύχει οὐρέουσιν. Ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, δέρμα περισκληρύνει, ὀδυνώδεα ἀνεκπύητα ποιέει, πελιαίνει, μελαίνει, ῥίγεα πυρετώδεα, σπασμοὺς, τετάνους. Ἔστι δὲ ὅκου ἐπὶ τετάνῳ ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις θέρμης ἐπανάκλησιν ποιέει· θέρμη δὲ ταῦτα ῥύεται, τὰ δὲ ἐν κεφαλῇ καὶ καρηβαρίας. Τὸ θερμὸν ἐκπυητικὸν, οὐκ ἐπὶ παντὶ ἕλκει, μέγιστον σημεῖον ἐς ἀσφάλειαν, δέρμα μαλθάσσει, ἰσχναίνει, ἀνώδυνον, ῥιγέων, σπασμῶν, τετάνων παρηγορικόν· τὸ δ᾿ ἐν κεφαλῇ, καὶ καρηβαρίαν λύει· πλεῖστον δὲ διαφέρει ὀστέων κατήγμασι, μᾶλλον δὲ τοῖσιν ἐψιλωμένοισι, τούτων δὲ μάλιστα τῶν ἐν κεφαλῇ τρώμασιν ἑκουσίοισι καὶ ἀκουσίοισι, καὶ ὅσα ὑπὸ ψύχεος ἢ θνήσκει ἢ ἑλκοῦται, ἔτι ἑλκώμασιν ἑκουσίοισί τε καὶ ἀκουσίοισιν, ἀποσύρμασιν, ἕρπησιν ἐσθιομένοισι, μελαινομένοισιν ἐν νούσοισιν, ἀκοῇ, ἕδρῃ, ὑστέρῃ, τούτοισι πᾶσι τὸ θερμὸν φίλιον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον, πλὴν ὁκόσα αἱμοῤῥαγέειν ἐλπίς.

[7] Οὕτω κατάχυσις ὑγρῶν, ἐπίχρισις ἀλειπτῶν, ἐπίθεσις φύλλων ἢ ὀθονίων, κατάπλασις, ὁκόσα ἢ ψύξις ἢ θέρμη ὠφελέει ἢ βλάπτει.


Περὶ Νόσων Α᾿

ΠΕΡΙ ΝΟΥΣΩΝ. ΤΟ ΠΡΩΤΟΝ.

[1] Ὃς ἂν περὶ ἰήσιος ἐθέλῃ ἐρωτᾷν τε ὀρθῶς, καὶ ἐρωτῶντι ἀποκρίνεσθαι, καὶ ἀντιλέγειν ὀρθῶς, ἐνθυμέεσθαι χρὴ τάδε· πρῶτον μὲν, ἀφ᾿ ὧν αἱ νοῦσοι γίνονται πᾶσαι τοῖσιν ἀνθρώποισιν· ἔπειτα δὲ, ὁκόσα ἀνάγκας ἔχει τῶν νοσημάτων, ὥστε, ὅταν γένηται, εἶναι ἢ μακρὰ, ἢ βραχέα, ἢ θανάσιμα, ἢ μὴ θανάσιμα, ἢ ἔμπηρόν τι τοῦ σώματος γενέσθαι, ἢ μὴ ἔμπηρον· καὶ ὁκόσα, ἐπὴν γένηται, ἐνδοιαστὰ, εἰ κακὰ ἀπ᾿ αὐτέων ἀποβαίνει, ἢ ἀγαθά· καὶ ἀφ᾿ ὁκοίων νουσημάτων ἐς ὁκοῖα μεταπίπτει· καὶ ὁκόσα ἐπιτυχίῃ ποιέουσιν οἱ ἰητροὶ θεραπεύοντες τοὺς ἀσθενέοντας· καὶ ὁκόσα ἀγαθὰ ἢ κακὰ οἱ νοσέοντες ἐν τῇσι νούσοισι πάσχουσιν· καὶ ὁκόσα εἰκασίῃ ἢ λέγεται ἢ ποιέεται ὑπὸ τοῦ ἰητροῦ πρὸς τὸν νοσέοντα, ἢ ὑπὸ τοῦ νοσέοντος πρὸς τὸν ἰητρόν· καὶ ὁκόσα ἀκριβῶς ποιέεται ἐν τῇ τέχνῃ καὶ λέγεται, καὶ ἅ τε ὀρθὰ ἐν αὐτῇ, καὶ ἃ μὴ ὀρθά· καὶ ὅ τι αὐτῆς ἀρχὴ, ἢ τελευτὴ, ἢ μέσον, ἢ ἄλλο τι τῶν τοιούτων, ὅ τι καὶ ὀρθῶς ἀποδεδειγμένον ἐστὶν ἐν αὐτῇ εἶναι, ἢ μὴ εἶναι· καὶ τὰ σμικρὰ καὶ τὰ μεγάλα, καὶ τὰ πουλλὰ καὶ τὰ ὀλίγα· καὶ ὅτι ἅπαν ἐστὶν ἐν αὐτῇ ἓν, καὶ ὅτι ἓν πάντα· καὶ τὰ ἀνυστὰ νοῆσαί τε καὶ εἰπεῖν, καὶ, εἰ δέοι, καὶ ποιῆσαι, καὶ τὰ μὴ ἀνυστὰ μήτε νοῆσαι, μήτε εἰπεῖν, μήτε ποιῆσαι· καὶ ὅ τι εὐχειρίη ἐν αὐτῇ, καὶ ὅ τι ἀχειρίη· καὶ ὅ τι καιρὸς, καὶ ὅ τι ἀκαιρίη· καὶ τῶν τεχνέων τῶν ἄλλων ᾗσί τε ἔοικε, καὶ ᾗσιν οὐδὲν ἔοικε· καὶ τοῦ σώματος ὅ τι θερμὸν ἢ ψυχρὸν, ἢ ξηρὸν ἢ ὑγρὸν, καὶ ὅ τι ἰσχυρὸν ἢ ἀσθενὲς, ἢ πυκνὸν, ἢ ἀραιόν· καὶ ὁκόσα τῶν πολλῶν ὀλίγα γίνεται, ἢ ἐπὶ τὸ κάκιον, ἢ ἐπὶ τὸ ἄμεινον· καὶ ὅ τι καλῶς ἢ αἰσχρῶς, ἢ βραδέως ἢ ταχέως, ἢ ὀρθῶς ἢ μὴ ὀρθῶς· καὶ ὅ τι κακὸν ἐπὶ κακῷ γενόμενον ἀγαθὸν ποιέει· καὶ ὅ τι κακὸν ἐπὶ κακῷ ἀνάγκη γενέσθαι. Ταῦτα ἐνθυμηθέντα διαφυλάσσειν δεῖ ἐν τοῖσι λόγοισιν· ὅ τι ἂν δέ τις τούτων ἁμαρτάνῃ ἢ λέγων, ἢ ἐρωτῶν, ἢ ἀποκρινόμενος, καὶ ἢν πουλλὰ ἐόντα ὀλίγα φῇ εἶναι, ἢ μεγάλα ἐόντα σμικρὰ, καὶ ἢν ἀδύνατα ἐόντα δυνατὰ φῇ εἶναι, ἢ ὅ τι ἂν ἄλλο ἁμαρτάνῃ λέγων, ταύτῃ φυλάσσοντα χρὴ ἐπιτίθεσθαι ἐν τῇ ἀντιλογίῃ.

[2] Αἱ μὲν οὖν νοῦσοι γίνονται ἅπασαι, τῶν μὲν ἐν τῷ σώματι ἐνεόντων, ἀπό τε χολῆς καὶ φλέγματος, τῶν δὲ ἔξωθεν, ἀπὸ πόνων καὶ τρωμάτων, καὶ ὑπὸ τοῦ θερμοῦ ὑπερθερμαίνοντος, καὶ τοῦ ψυχροῦ ὑπερψύχοντος, καὶ τοῦ ξηροῦ ὑπερξηραίνοντος, καὶ τοῦ ὑγροῦ ὑπερυγραίνοντος. Καὶ ἡ μὲν χολὴ καὶ τὸ φλέγμα γινομένοισί τε συγγίνεται, καὶ ἔνι αἰεὶ ἐν τῷ σώματι ἢ πλέον ἢ ἔλασσον· τὰς δὲ νούσους παρέχει, τὰς μὲν ἀπὸ σιτίων καὶ ποτῶν, τὰς δὲ ἀπὸ τοῦ θερμοῦ ὑπερθερμαίνοντος καὶ ἀπὸ τοῦ ψυχροῦ ὑπερψύχοντος.

[3] Ἀνάγκη δὲ τὰ τοιάδε ἔχει ὥστε γίνεσθαι, ὁκόταν γίνηται· ἐν μὲν τοῖσι τρώμασι νεῦρα τὰ παχέα τιτρωσκομένους χωλοῦσθαι καὶ τῶν μυῶν τὰς κεφαλὰς, μάλιστα τῶν ἐν τοῖσι μηροῖσιν· ἀποθνήσκειν δὲ, ἤν τις ἐγκέφαλον τρωθῇ, ἢ ῥαχίτην μυελὸν, ἢ ἧπαρ, ἢ φρένας, ἢ κύστιν, ἢ φλέβα αἱμόῤῥοον, ἢ καρδίην· μὴ ἀποθνήσκειν δὲ τιτρωσκόμενον ἐν οἷσι ταῦτα τῶν μελέων μὴ ἐνείη, ἀλλὰ τουτέων προσωτάτω ἐστίν. Τῶν δὲ νουσημάτων τὰ τοιάδε ἔχει ἀνάγκας ὥστε ὑπ᾿ αὐτῶν ἀπόλλυσθαι, ὅταν γένωνται· φθίσις, ὕδρωψ ὑποσαρκίδιος, καὶ γυναῖκα ὁκόταν ἔμβρυον ἔχουσαν περιπλευμονίη ἢ καῦσος λάβῃ, ἢ πλευρῖτις, ἢ φρενῖτις, ἢ ἐρυσίπελας ἐν τῇσιν ὑστέρῃσι γένηται. Ἐνδοιαστὰ δὲ τὰ τοιάδε ἀπολλύναι τε καὶ μή· περιπλευμονίη, καῦσος, φρενῖτις, πλευρῖτις, κυνάγχη, σταφυλὴ, ἡπατῖτις, σπληνῖτις, νεφρῖτις, δυσεντερίη, γυναικὶ ῥόος αἱματώδης. Τὰ δὲ τοιάδε οὐ θανάσιμα, ἢν μή τι αὐτοῖσι προσγένηται· κέδματα, μελαγχολίη, ποδάγρη, ἰσχιὰς, τεινεσμὸς, τεταρταῖος, τριταῖος, στραγγουρίη, ὀφθαλμίη, λέπρη, λειχὴν, ἀρθρῖτις· ἔμπηροι δὲ πολλάκις ἀπὸ τῶνδε γίνονται πουλλοὶ, ἀπόπληκτοι μὲν χεῖρας καὶ πόδας, καὶ φωνῆς ἀκρατέες, καὶ παραπλῆγες ὑπὸ μελαίνης χολῆς, χωλοὶ δὲ ὑπὸ ἰσχιάδων, ὄμματα δὲ πηροῦνται καὶ ἀκοὴν ὑπὸ φλέγματος καταστηρίξαντος. Μακρὰ δὲ τάδε ἀνάγκη εἶναι, φθίσιν, δυσεντερίην, ποδάγρην, κέδματα, φλέγμα λευκὸν, ἰσχιάδα, στραγγουρίην, γεραιτέροισι δὲ νεφρῖτιν, γυναιξὶ δὲ ῥόον αἱματώδη, αἱμοῤῥοΐδας, σύριγγας. Καῦσος δὲ, φρενῖτις, περιπλευμονίη, κυνάγχη, σταφυλὴ, πλευρῖτις, ταχέως κρίνει. Μεταπίπτει δὲ τάδε· ἐκ πλευρίτιδος ἐς καῦσον, καὶ ἐκ φρενίτιδος ἐς περιπλευμονίην· ἐκ δὲ περιπλευμονίης καῦσος οὐκ ἂν γένοιτο· ἐς δυσεντερίην τεινεσμός· ἀπὸ δὲ δυσεντερίης λειεντερίη· ἐκ δὲ λειεντερίης ἐς ὕδρωπα· καὶ ἐκ λευκοῦ φλέγματος ἐς ὕδρωπα, καὶ ἐκ περιπλευμονίης καὶ πλευρίτιδος ἐς ἔμπυον.

[4] Τὰ δὲ ἐπὶ κακοῖσιν ἀνάγκη κακὰ γίνεσθαι· ῥῖγος ἢν λάβῃ, πῦρ ἐπιλαβεῖν· καὶ νεῦρον ἢν διακοπῇ, σπασμόν· καὶ μήτε ξυμφῦναι διακοπὲν ἐπιφλεγμῆναί τε ἰσχυρῶς· καὶ ἢν ὁ ἐγκέφαλος σεισθῇ τε καὶ πονέσῃ, πληγέντος, ἄφωνον παραχρῆμα γενέσθαι ἀνάγκη, καὶ μήτε ὁρῇν, μήτε ἀκούειν· ἢν δὲ τρωθῇ, πυρετόν τε ἐπιγενέσθαι καὶ χολῆς ἔμετον, καὶ ἀπόπληκτόν τι τοῦ σώματος γενέσθαι, καὶ ἀπολέσθαι· ἐπίπλοον δὲ ἢν ἐκπέσῃ, ἀνάγκη τοῦτο ἀποσαπῆναι· καὶ ἢν αἷμα ἐκ τρώματος ἢ φλεβὸς ῥυῇ ἐς τὴν ἄνω κοιλίην, ἀνάγκη τοῦτο πῦος γενέσθαι.

[5] Καιροὶ δὲ, τὸ μὲν καθάπαξ εἰπεῖν, πολλοί τέ εἰσιν ἐν τῇ τέχνῃ καὶ παντοῖοι, ὥσπερ καὶ τὰ νουσήματα καὶ τὰ παθήματα καὶ τουτέων αἱ θεραπεῖαι. Εἰσὶ δὲ ὀξύτατοι μὲν, ὅσοισιν ἢ ἐκψύχουσι δεῖ τι ὠφελῆσαι, ἢ οὐρῆσαι ἢ ἀποπατῆσαι μὴ δυναμένοισιν, ἢ πνιγομένοισιν, ἢ γυναῖκα τίκτουσαν ἢ τιτρωσκομένην ἀπαλλάξαι, ἢ ὅσα τοιαῦτά ἐστιν. Καὶ οὗτοι μὲν οἱ καιροὶ ὀξέες, καὶ οὐκ ἀρκέει ὀλίγῳ ὕστερον· ἀπόλλυνται γὰρ οἱ πουλλοὶ ὀλίγῳ ὕστερον. Ὁ μέντοι καιρός ἐστιν, ἐπὴν πάθῃ τι τούτων ὥνθρωπος· ὅ τι ἄν τις πρὸ τοῦ τὴν ψυχὴν μεθεῖναι ὠφελήσῃ, τοῦθ᾿ ἅπαν ἐν καιρῷ ὠφέλησεν. Ἔστι μὲν οὖν σχεδόν τι οὗτος ὁ καιρὸς καὶ ἐν τοῖσιν ἄλλοισι νουσήμασιν· αἰεὶ γὰρ, ἐν ᾧ ἄν τις ὠφελήσῃ, ἐν καιρῷ ὠφέλησεν. Ὁκόσα δὲ τῶν νουσημάτων ἢ τρωμάτων μὴ ἐς θάνατον φέρει, ἀλλὰ καίριά ἐστιν, ὀδύναι τε γίνονται ἐν αὐτέοισι, καὶ οἷά τέ ἐστιν, ἤν τις ὀρθῶς θεραπεύσῃ, παύσασθαι, τούτοισι δὲ ἀρκέουσι γινόμεναι αἱ ὠφέλειαι ἀπὸ τοῦ ἰητροῦ ὅταν γίνωνται· καὶ γὰρ μὴ παρεόντος τοῦ ἰητροῦ, ἐπαύσαντο ἄν. Ἕτερα δὲ νουσήματά ἐστιν, οἷσι καιρός ἐστι θεραπεύεσθαι τὸ πρωῒ τῆς ἡμέρης, διαφέρει δὲ οὐδὲν ἢ πάνυ πρωῒ, ἢ ὀλίγῳ ὕστερον· ἕτερα δὲ νουσήματά ἐστιν, οἷσι καιρὸς θεραπευθῆναι ἅπαξ τῆς ἡμέρης, καὶ ὁπηνίκα γε οὐδὲν διαφέρει· ἕτερα δὲ, διὰ τρίτης ἢ τετάρτης ἡμέρης· καὶ ἕτερα ἅπαξ τοῦ μηνός· καὶ ἕτερά γε διὰ τριῶν μηνῶν, καὶ τοῦ τρίτου ἱσταμένου ἢ φθίνοντος, οὐδὲν διαφέρει· τοιοῦτοι οἱ καιροί εἰσιν ἐνίοισι, καὶ ἀκριβείην οὐκ ἔχουσιν ἄλλην, ἢ ταύτην. Ἀκαιρίη δέ ἐστι τὰ τοιάδε· ὅσα μὲν πρωῒ δεῖ θεραπεύεσθαι, ἢν μεσημβρίῃ θεραπεύηται, ἀκαίρως θεραπεύεται· ἀκαίρως δὲ ταύτῃ, ἐπεὶ ὅσα τάχα ῥοπὴν ἴσχει ἐς τὸ κάκιον διὰ τὴν μὴ ἐν καιρῷ θεραπείην, ἤν τε μεσημβρίης, ἤν τε ὀψὲ, ἤν τε τῆς νυκτὸς θεραπεύηται, ἀκαίρως θεραπεύεται· καὶ ἢν τοῦ ἦρος δέῃ θεραπευθῆναι, θεραπεύηται δὲ χειμῶνος, ἢ τοῦ μὲν χειμῶνος δέῃ, τοῦ θέρεος δὲ θεραπεύηται· ἢ ὅ τι ἤδη δεῖ θεραπεύεσθαι, τοῦτο ἀναβάλληται, ἢ ὅ τι ἀναβάλλεσθαι δεῖ, τοῦτ᾿ ἤδη θεραπεύηται· τὰ τοιαῦτα ἀκαίρως θεραπεύεται.

[6] Ὀρθῶς δὲ ἐν αὐτῇ καὶ οὐκ ὀρθῶς τὰ τοιάδε· οὐκ ὀρθῶς μὲν, τήν τε νοῦσον ἑτέρην ἐοῦσαν ἑτέρην φάναι εἶναι, καὶ μεγάλην ἐοῦσαν σμικρὴν φάναι εἶναι, καὶ σμικρὴν ἐοῦσαν, μεγάλην, καὶ περιεσομένον μὴ φάναι περιέσεσθαι, καὶ μέλλοντα ἀπολεῖσθαι μὴ φάναι ἀπολεῖσθαι, καὶ ἔμπυον ἐόντα μὴ γινώσκειν, μηδὲ, νούσου μεγάλης τρεφομένης ἐν τῷ σώματι, γινώσκειν, καὶ φαρμάκου δεόμενον ὁκοιουοῦν δὴ μὴ γινώσκειν· καὶ τὰ δυνατὰ μὴ ἐξιῆσθαι, καὶ τὰ ἀδύνατα φάναι ἐξιήσεσθαι. Ταῦτα μὲν οὖν ἐστι κατὰ γνώμην οὐκ ὀρθῶς· κατὰ δὲ χειρουργίην τάδε· πῦον ἐν ἕλκει ἐνεὸν ἢ ἐν φύματι μὴ γινώσκειν, καὶ τὰ κατήγματα καὶ τὰ ἐκπτώματα μὴ γινώσκειν, καὶ μηλῶντα κατὰ κεφαλὴν μὴ γινώσκειν εἰ τὸ ὀστέον κατέηγε, μηδ᾿ ἐς κύστιν αὐλίσκον καθιέντα δύνασθαι καθιέναι, μηδὲ λίθου ἐν κύστει ἐνεόντος γινώσκειν, μηδ᾿ ἔμπυον ἐόντα διασείοντα γινώσκειν, καὶ τάμνοντα ἢ καίοντα ἐλλείπειν ἢ τοῦ βάθεος ἢ τοῦ μήκεος· ἢ καίειν τε καὶ τάμνειν ἃ οὐ χρή. Καὶ ταῦτα μὲν οὐκ ὀρθῶς· ὀρθῶς δὲ, τά τε νουσήματα γινώσκειν ἅ τέ ἐστι καὶ ἀφ᾿ ὅτων, καὶ τὰ μακρὰ αὐτῶν καὶ τὰ βραχέα, καὶ τὰ θανάσιμα, καὶ τὰ μὴ θανάσιμα, καὶ τὰ μεταπίπτοντα καὶ τὰ αὐξανόμενα καὶ τὰ μαραινόμενα, καὶ τὰ μεγάλα καὶ τὰ σμικρὰ, καὶ θεραπεύοντα τὰ μὲν ἀνυστὰ ἐκθεραπεύειν, τὰ δὲ μὴ ἀνυστὰ εἰδέναι, διότι οὐκ ἀνυστὰ, καὶ θεραπεύοντα τοὺς τὰ τοιαῦτα ἔχοντας ὠφελέειν ἀπὸ τῆς θεραπείης ἐς τὸ ἀνυστόν. Τὰ δὲ προσφερόμενα τοῖσι νοσέουσιν ὧδε χρὴ φυλάσσειν τά τε ὀρθῶς καὶ τὰ μὴ ὀρθῶς· ἤν τις ἃ δεῖ ξηραίνειν, ὑγραίνῃ, ἢ ἃ δεῖ ὑγραίνειν, ξηραίνῃ, ἢ ἃ παχύνειν δέοι, μὴ προσφέρῃ ἀφ᾿ ὧν δεῖ παχύνειν, ἢ ἃ δεῖ λεπτύνειν, μὴ λεπτύνῃ, ἢ ψύχειν, μὴ ψύχῃ, ἢ θερμαίνειν, μὴ θερμαίνῃ, ἢ σήπειν, μὴ σήπῃ, καὶ τὰ λοιπὰ κατὰ τὸν αὐτὸν λόγον τούτοισιν.

[7] Τὰ δὲ τοιάδε ἀνθρώποισιν ἀπὸ ταὐτομάτου ἐν τῇσι νούσοισι γίνεται καὶ ἀγαθὰ καὶ κακά· πυρέσσοντι μὲν καὶ χολῶντι ἐν καιρῷ σκεδασθεῖσα ἔξω ἡ χολὴ, ἀγαθὸν, ὑπὸ τὸ δέρμα κεχυμένη καὶ ἐσκεδασμένη καὶ εὐπετεστέρη ἔχειν τε τῷ ἔχοντι, καὶ τῷ ἰωμένῳ ἰῆσθαι· κεχυμένη δὲ καὶ ἐσκεδασμένη, πρὸς ἕν τι τοῦ σώματος προσπεσοῦσα, κακόν. Κοιλίη ταραχθεῖσα ὑπὸ πλευρίτιδος ἐχομένῳ ἢ περιπλευμονίης, ἢ ἐμπύῳ ἐόντι, κακόν· πυρέσσοντι δὲ ἢ τρῶμα τετρωμένῳ κοιλίη ἀποξηρανθεῖσα, κακόν· ὑφύδρῳ καὶ σπληνώδεϊ καὶ ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ ταραχθεῖσα ἡ κοιλίη ἰσχυρῶς, ἀγαθόν. Ἐρυσίπελας ἢν ἔξω κατακεχυμένον ἔσω τράπηται, κακόν· ἢν δ᾿ ἔσω κατακεχυμένον ἔξω τράπηται, ἀγαθόν. Διαῤῥοίῃ δὲ ἐχομένῳ ἰσχυρῇ ὁ ἔμετος γενόμενος, ἀγαθόν. Γυναικὶ αἷμα ἐμεούσῃ τὰ καταμήνια ῥαγῆναι, ἀγαθόν· ὑπὸ ῥόου δὲ πιεζομένῃ, ἐς τὰς ῥῖνας ἢ ἐς τὸ στόμα μεταπεσεῖν τὸν ῥόον, ἀγαθόν. Γυναικὶ ὑπὸ σπασμοῦ ἐχομένῃ ἐκ τόκου πυρετὸν ἐπιγενέσθαι ἀγαθόν· καὶ τετάνου ἔχοντος καὶ σπασμοῦ, πῦρ ἐπιγενέσθαι ἀγαθόν. Τὰ γὰρ τοιαῦτα δι᾿ οὐδεμίην οὔτε ἀμαθίην οὔτε σοφίην ἰητρῶν γίνεταί τε καὶ οὐ γίνεται, ἀλλ᾿ ἀπὸ τοῦ αὐτομάτου καὶ ἐπιτυχίης, καὶ γενόμενά τε ὠφελέει ἢ βλάπτει, καὶ οὐ γενόμενα ὠφελέει ἢ βλάπτει κατὰ τὸν αὐτὸν λόγον.

[8] Ἐπιτυχίῃ δὲ τὰ τοιάδε οἱ ἰητροὶ ποιέουσιν ἐν τῇ θεραπείῃ ἀγαθά· ἄνω φάρμακον δόντες, καθαίρουσι καὶ ἄνω καὶ κάτω καλῶς· καὶ γυναικὶ φάρμακον δόντες κάτω χολῆς ἢ φλέγματος, ἐπιμήνια οὐ γινόμενα κατέῤῥηξαν· καὶ σπλῆνα ἔμπυον ἔχοντι κάτω φάρμακον δόντες ὥστε χολὴν καὶ φλέγμα καθῆραι, πῦος κάτω ἐκάθηραν ἐκ τοῦ σπληνὸς καὶ ἀπήλλαξαν τῆς νούσου· καὶ λιθιῶντι φάρμακον δόντες, τὸν λίθον ἐς τὸν οὐρητῆρα προσέωσαν ὑπὸ βίης τοῦ φαρμάκου, ὥστε ἐξουρηθῆναι· καὶ πῦον ἔχοντι ἐν τῇ ἄνω κοιλίῃ ἐν φύματι, οὐκ εἰδότες ὅ τι ἔχει, δόντες ἄνω φάρμακον ὅ τι φλέγμα καθαίρει, ἤμεσε τὸ πῦον καὶ ἐγένετο ὑγιής· καὶ ἐκ φαρμάκου ὑπερκαθαιρόμενον ἄνω θεραπεύοντες, καταῤῥαγείσης τῆς κοιλίης ἀπὸ ταὐτομάτου, ὑγιέα ἐποίησαν τοῦ ἐμέτου. Κακὰ δὲ τάδε ἀπεργάζονται ἀπὸ ἀτυχίης· φάρμακον δόντες ἄνω χολῆς ἢ φλέγματος, φλέβα ἐν τοῖσι στήθεσιν ἔῤῥηξαν ὑπὸ τοῦ ἐμέτου, οὐδὲν ἔχοντος πρόσθεν ἄλγημα ἐν τῷ στήθει φανερὸν, καὶ ἐγένετο νοῦσος· καὶ γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἄνω φάρμακον δόντες, κάτω ῥαγεῖσα ἡ κοιλίη ἐξέτρωσε τὸ ἔμβρυον· καὶ ἔμπυον θεραπεύοντι ἡ κοιλίη ῥυεῖσα διαφθείρει· καὶ ὀφθαλμοὺς θεραπεύοντι καὶ ὑπαλείψαντι ὀδύναι ἐνέπεσον ὀξύτεραι, κἢν οὕτω τύχῃ, ῥήγνυνται οἱ ὀφθαλμοὶ, καὶ ἀμαυροῦνται, καὶ αἰτιῶνται τὸν ἰητρὸν, ὅτι ὑπήλειψε· καὶ λεχοῖ ἐπὶ γαστρὸς ὀδύνῃ, ἢν δῷ τι ὁ ἰητρὸς, καὶ κακῶς σχῇ, ἢ καὶ ἀπόληται, ὁ ἰητρὸς αἴτιος. Σχεδὸν δὲ ὅσα ἀνάγκας ἔχει ὥστε γίνεσθαι ἐν τοῖσι νουσήμασι καὶ τρώμασι κακὰ ἐπὶ κακοῖσι, τὸν ἰητρὸν αἰτιῶνται τούτων γινομένων, καὶ τὴν ἀνάγκην τὴν τὰ τοιαῦτα ἀναγκάζουσαν γίνεσθαι οὐ γινώσκουσιν. Καὶ ἢν ἐπὶ πυρέσσοντι ἢ τρῶμα ἔχοντι, ἐσελθὼν καὶ προσενέγκας, τὸ πρῶτον μὴ ὠφελήσῃ, ἀλλὰ τῇ ὑστεραίῃ κάκιον ἔχῃ, τὸν ἰητρὸν αἰτιῶνται· ἢν δὲ ὠφελήσῃ, τοῦτο δὲ οὐχ ὁμαλῶς ἐπαινέουσι· χρεὼν γὰρ πεπονθέναι αὐτὸν δοκέουσι· τὰ δὲ ἕλκεα φλεγμαίνειν, καὶ ἐν τῇσι νούσοισιν ἔστιν ᾗσιν ὀδύνας γίνεσθαι, ταῦτα δὲ οὐ δοκέουσι χρεὼν εἶναι γίνεσθαι αὐτοῖσιν, οὐδὲ τὰ τοιάδε ὥστε γίνεσθαι· νεῦρον διακοπὲν μὴ ξυμφῦναι, μηδὲ κύστιν, μηδὲ ἔντερον, ἢν ᾖ τῶν λεπτῶν, μηδὲ φλέβα αἱμόῤῥοον, μηδὲ γνάθου τὸ λεπτὸν, μηδὲ τὸ ἐπὶ τοῦ αἰδοίου δέρμα.

[9] Ἀρχὴ δὲ ἰήσιος ἀποδεδειγμένη μὲν οὐκ ἔστιν, ἥτις ὀρθῶς ἀρχή ἐστι πάσης τῆς τέχνης, οὐδὲ δεύτερον οὐδὲν, οὐδὲ μέσον, οὐδὲ τελευτή· ἀλλὰ ἀρχόμεθά τε αὐτῆς, ἄλλοτε λέγοντες, ἄλλοτε ἐργαζόμενοι, καὶ τελευτῶμεν ὡσαύτως· καὶ οὔτε λέγοντες ἀρχόμεθα ἐκ τῶν αὐτῶν λόγων, οὐδ᾿ ἢν περὶ τῶν αὐτῶν λέγωμεν, οὐδὲ ἐς τοὺς αὐτοὺς τελευτῶμεν· καὶ ἐργαζόμενοι, κατὰ τὸν αὐτὸν λόγον οὔτε ἀρχόμεθα ἐκ τῶν αὐτῶν ἔργων, οὔτε τελευτῶμεν ἐς τὰ αὐτά.

[10] Εὐχειρίη δέ ἐστι τὰ τοιάδε· ὅταν τις τάμνῃ ἢ καίῃ, μήτε νεῦρον τάμνειν ἢ καίειν, μήτε φλέβα· καὶ ἢν ἔμπυον καίῃ, ἐπιτυγχάνειν τοῦ πύου, καὶ τάμνοντα δὲ κατὰ τὸν αὐτὸν λόγον· καὶ τὰ κατήγματα συντιθέναι ὀρθῶς· καὶ ὅ τι ἂν τοῦ σώματος ἐκπέσῃ ἐκ τῆς φύσιος, ὀρθῶς ἐς τὴν φύσιν τοῦτο ἀπῶσαι· λαβεῖν τε ἃ δεῖ ἰσχυρῶς, καὶ λαβόντα πιέζειν, καὶ ὅσα ἀτρέμα λαβεῖν, καὶ λαβόντα μὴ πιέζειν· καὶ ἐπιδέοντα στρεβλὰ μὴ ποιέειν ἐξ εὐθέων, μηδὲ πιέζειν ἃ μὴ δεῖ· καὶ ψαύοντα ὅκου ἂν ψαύῃ, μὴ ὀδύνην παρέχειν ἐκ περισσοῦ. Ταῦτα μὲν οὖν ἐστιν εὐχειρίη· τὸ δὲ τοῖσι δακτύλοισιν εὐσχημόνως λαμβάνειν, ἢ καλῶς ἢ μὴ καλῶς, ἢ μακροῖσιν ἢ βραχέσιν, ἢ καλῶς ἐπιδεῖν, καὶ ἐπιδέσιας παντοίας, οὐ πρὸς τῇ τέχνῃ κρίνεται εὐχειρίης πέρι, ἀλλὰ χωρίς.

[11] Ὁκόσοι ἔμπυοι γίνονται τὸν πλεύμονα, ἢ τὴν ἄνω ἢ τὴν κάτω κοιλίην, ἢ φύματα ἴσχουσιν εἴτε ἐν τῇ ἄνω κοιλίῃ εἴτε ἐν τῇ κάτω, ἢ ἐν τῷ πλεύμονι, ἢ ἕλκεα ἔνδοθεν, ἢ αἷμα ἐμέουσιν ἢ πτύουσιν, ἢ ἄλγημά τι ἔχουσιν ἢ ἐν τοῖσι στήθεσιν ἢ ἐν τοῖσιν ὄπισθεν ἐν τῷ νώτῳ, ταῦτα πάντα ἴσχουσι, τῶν μὲν ἐν τῷ σώματι ἐνεόντων, ἀπὸ χολῆς καὶ φλέγματος, τῶν δὲ ἔξωθεν, ἀπὸ τοῦ ἠέρος ἐπιμιγνυμένου τῷ συμφύτῳ θερμῷ, ἀτὰρ καὶ ἀπὸ πόνων καὶ τρωμάτων.

[12] Καὶ ὁκόσοι μὲν τὸν πλεύμονα ἔμπυοι γίνονται, ἀπὸ τῶνδε γίνονται· ἢν περιπλευμονίῃ ληφθεὶς μὴ καθαρθῇ ἐν τῇσι κυρίῃσιν ἡμέρῃσιν, ἀλλ᾿ ὑπολειφθῇ ἐν τῷ πλεύμονι πτύαλόν τε καὶ φλέγμα, ἔμπυος γίνεται· καὶ ἢν μὲν αὐτίκα θεραπευθῇ, διαφεύγει ὡς τὰ πουλλά· ἢν δὲ ἀμεληθῇ, διαφθείρεται, διαφθείρεται δὲ ὧδε· τοῦ φλέγματος ἐν τῷ πλεύμονι ἐνισταμένου τε καὶ σηπομένου, ἑλκοῦταί τε ὁ πλεύμων καὶ διάπυος γίνεται, καὶ οὔτε ἔτι ἔσω ἕλκει ἐς ἑωυτὸν ὅ τι καὶ ἄξιον λόγου τῆς τροφῆς, οὔτ᾿ ἔτι ἀποκαθαίρεται ἀπ᾿ αὐτοῦ ἄνω οὐδὲν, ἀλλὰ πνίγεταί τε καὶ δυσπνοεῖ ἀεὶ ἐπὶ μᾶλλον, καὶ ῥέγχει ἀναπνέων, καὶ ἀναπνέει αὐτόθεν ἄνωθεν ἐκ τῶν στηθέων, τέλος δὲ ἀποφράσσεται ὑπὸ τοῦ πτύσματος, καὶ ἀποθνήσκει.

[13] Γίνεται δ᾿ ἔμπυος, καὶ ἢν ἐκ τῆς κεφαλῆς φλέγμα οἱ καταῤῥυῇ ἐς τὸν πλεύμονα· καὶ τὸ μὲν πρῶτον ὡς τὰ πολλὰ λανθάνει καταῤῥέον, καὶ βῆχά τε παρέχει λεπτὴν, καὶ τὸ σίελον πικρότερον ὀλίγῳ τοῦ ἐωθότος, καὶ ἄλλοτε θέρμη λεπτή· ὁκόταν δὲ ὁ χρόνος προΐῃ, τρηχύνεταί τε ὁ πλεύμων, καὶ ἑλκοῦται ἔνδοθεν ὑπὸ τοῦ φλέγματος ἐνισταμένου καὶ ἐνσηπομένου, καὶ βάρος τε παρέχει τοῖσι στήθεσι καὶ ὀδύνην ὀξέην πρόσω καὶ ὀπίσω, θέρμαι τε ὀξύτεραι ἐμπίπτουσιν ἐς τὸ σῶμα· καὶ ὁ πλεύμων ὑπὸ τῆς θερμασίης ἄγει ἐς ἑωυτὸν ἐκ τοῦ σώματος φλέγμα, καὶ μάλιστα ἐκ τῆς κεφαλῆς· ἡ δὲ κεφαλὴ θερμαινομένη, ἐκ τοῦ σώματος· καὶ τοῦτο σηπόμενον πτύει ὑπόπαχυ· ὅσῳ δ᾿ ἂν ὁ χρόνος προΐῃ, εἰλικρινὲς πτύει πῦος· καὶ οἱ πυρετοὶ ὀξύτεροι γίνονται, καὶ ἡ βὴξ πυκνὴ καὶ ἰσχυρὴ, καὶ ἡ ἀσιτίη διακναίει· καὶ τέλος ἡ κοιλίη ἡ κάτω ταράσσεται, ταράσσεται δὲ ὑπὸ τοῦ φλέγματος· τὸ δὲ φλέγμα ἀπὸ τῆς κεφαλῆς καταβαίνει· οὗτος, ὅταν ἐς τοῦτο ἀφίκηται, ἀπόλλυται, καθάπερ εἴρηται ἐν τοῖσιν ἔμπροσθεν, διαπύου τοῦ πλεύμονος καὶ σαπροῦ γενομένου, ἢ τῆς γαστρὸς ῥυείσης τῆς κάτω.

[14] Γίνεται δὲ καὶ ἀπὸ τῶνδε ἔμπυος ὁ πλεύμων· ὁκόταν τι τῶν ἐν αὐτῷ φλεβίων ῥαγῇ, ῥήγνυται δὲ ὑπὸ πόνων, καὶ ὅταν ῥαγῇ, αἱμοῤῥοεῖ τὸ φλέβιον· κἢν μὲν παχύτερον ἔῃ, μᾶλλον, ἢν δὲ λεπτότερον, ἧσσον· καὶ τὸ μὲν, παραυτίκα τοῦ αἵματος πτύει· τὸ δὲ, ἢν μὴ στεγνωθῇ ἡ φλὲψ, χεῖται ἐς τὸν πλεύμονα καὶ σήπεται ἐν αὐτῷ, καὶ, ὅταν σαπῇ, πῦον πτύει· προϊόντος δὲ τοῦ χρόνου, ἄλλοτε πῦον εἰλικρινὲς, ἄλλοτε πῦον ὕφαιμον, ἄλλοτε αἷμα· καὶ ἢν μᾶλλον πληρωθῇ τὸ φλέβιον, ἀπεμεῖ τὸ πλήρωμα ἀφ᾿ ἑωυτοῦ ἅλες τοῦ αἵματος, τό τε πῦον πτύεται παχὺ ὑπὸ τοῦ προσγινομένου καὶ ἐνσηπομένου φλέγματος. Οὗτος ἢν καταληφθῇ ἀρχομένου τοῦ νουσήματος πρὶν ἢ τὴν φλέβα αἱμοῤῥοεῖν ἢ χαλᾷν ἰσχυρῶς, πρίν τε λεπτυνθῆναι καὶ κλινοπετέα γενέσθαι, καὶ τὴν κεφαλὴν ἄρξασθαι φθίνειν, καὶ τὸ ἄλλο σῶμα τήκεσθαι, ἐξάντης τῆς τοιῆσδε νούσου γίνεται· ἢν δ᾿ ἀμεληθῇ καὶ ταῦτα καταλάβῃ, ὥστε παθέειν ἢ πάντα ἢ τὰ πλεῖστα, ἀπόλλυται· ἀπόλλυται δὲ οὗτος ἢ ὑπὸ τῶν αὐτῶν ἃ εἴρηκα ἔμπροσθεν, ἢ ὑπὸ ἐμέτου αἵματος πουλλοῦ καὶ πολλάκις ἐμευμένου. Ἢν δὲ τὸ φλέβιον παντάπασι μὲν μὴ διαῤῥαγῇ, σπάδων δ᾿ ἐν αὐτῷ ἐγγένηται, γίνεται δὲ μάλιστα οἷον κιρσός· ὃ καὶ παραυτίκα μὲν, ὅταν γένηται, ὀδύνην τινὰ παρέχει λεπτὴν καὶ βῆχα ξηρήν· ἢν δὲ χρονίσῃ τε καὶ ἀμεληθῇ, διαδιδοῖ αἷμα, τὸ μὲν πρῶτον ὀλίγον καὶ ὑπόμελαν, ἔπειτα δὲ ἐπὶ πλέον τε καὶ εἰλικρινέστερον, εἶτα πῦον, καὶ πάσχει ὅσα περ ἐν τοῖσιν ἔμπροσθεν εἴρηται· ξυμφέρει δὲ τοῖσι τοιούτοισιν, ἢν καταρχὰς λάβῃς ὥστε θεραπεύειν, φλέβες ἐξιέμεναι ἐκ τῶν χειρῶν, καὶ δίαιτα, ὑφ᾿ ἧς ἔσται ὡς ξηρότατός τε καὶ ἀναιμότατος. Τὸν αὐτὸν δὲ τρόπον τοῦτον καὶ τὰ ἐν τῷ πλευρῷ φλέβια πάσχει, ὅσα ἔσω ἀκρόπλοά ἐστιν· ὁκόταν οὖν πονέσῃ, κιρσοειδέα τε γίνεται καὶ μετέωρα ἔνδον· καὶ ἢν μὲν ἀμεληθῇ, τάδε πάσχει· ἐκρήγνυται, καὶ πτύουσί τε ἀπὸ σφέων αἷμα, καὶ ἐνίοτε καὶ ἐμέουσι, καὶ ἔμπυοι γίνονται, καὶ ὡς τὰ πουλλὰ διεφθάρησαν· ἢν δὲ θεραπευθῶσιν ἀρχομένου τοῦ νουσήματος, αὖθις κατὰ χώρην ἱζάνουσι πρὸς τὸ πλευρὸν τὰ φλέβια, καὶ γίνεται ταπεινά. Καὶ ὁ μὲν πλεύμων ἀπὸ τούτων ἔμπυος γίνεται, καὶ ἀπ᾿ αὐτοῦ πάσχουσί τε τὰ τοιαῦτα καὶ τελευτῶσιν οὕτως.

[15] Τὴν δὲ ἄνω κοιλίην ἔμπυοι γίνονται πολλαχῶς· καὶ γὰρ ὅταν φλέγμα ῥυῇ ἐκ τῆς κεφαλῆς ἅλες ἐς τὴν ἄνω κοιλίην, σήπεταί τε καὶ γίνεται πῦον· σήπεται δ᾿ ἐπὶ τῶν φρενῶν κεχυμένον· σήπεται δὲ ἐν ἡμέρῃσι μάλιστα δυοῖν καὶ εἴκοσι· τοῦτο οὖν διασείεται, καὶ ἐγκλυδάζεται τὸ πῦον πρὸς τὰ πλευρὰ προσπῖπτον· οὗτος ἢν καυθῇ ἢ τμηθῇ, πρὶν χρονίσαι τὸ πῦον, ὑγιὴς γίνεται ὡς τὰ πολλά. Γίνονται δὲ τὴν ἄνω κοιλίην ἔμπυοι καὶ ἐκ πλευρίτιδος, ὁκόταν ἰσχυρὴ γένηται, καὶ ἐν τῇσι κυρίῃσιν ἡμέρῃσι μήτε σαπῇ μήτε πτυσθῇ, ἀλλ᾿ ἑλκωθῇ τὸ πλευρὸν ὑπὸ τοῦ προσπεπτωκότος φλέγματός τε καὶ χολῆς· καὶ ὁκόταν ἕλκος γένηται, ἀναδιδοῖ ἀπὸ ἑωυτοῦ πῦος, καὶ ἐκ τῶν πλησίον χωρίων ὑπὸ θερμασίης ἄγει ἐφ᾿ ἑωυτὸ φλέγμα· καὶ τοῦτο ὁκόταν σαπῇ, πτύεται πῦος ἐνίοτε δὲ καὶ ἐκ τῶν φλεβίων διαδιδοῖ ἐς τὸ ἕλκος αἷμα, καὶ γίνεται σηπόμενον πῦος· οὗτος ἢν μὲν παραχρῆμα ὑποληφθῇ, ὑγιὴς γίνεται ὡς τὰ πολλά· ἢν δὲ ἀμεληθῇ, διαφθείρεται. Γίνονται δὲ ἔμπυοι, καὶ ἢν φλέγμα ἐκ τῆς κεφαλῆς ῥυὲν πρὸς τὸ πλευρὸν προσπαγῇ καὶ σαπῇ· τότε γὰρ τὸ πλευρὸν ὡς τὰ πολλὰ καίεται, καὶ πάσχει ὅσα περ ἐκ πλευρίτιδος, ὅταν ἔμπυος γένηται. Γίνονται δὲ καὶ ὁκόταν ὑπὸ ταλαιπωρίης, ἢ ἐκ γυμνασίης, ἢ ἄλλως πως ῥαγῇ ἢ ἔμπροσθεν ἢ ὄπισθεν, ῥαγῇ δὲ ὥστε μὴ παραυτίκα πτύσαι αἷμα, ἀλλ᾿ ἐν τῇ σαρκὶ σπάδων γένηται, καὶ ἡ σὰρξ σπασθεῖσα εἰρύσῃ ἰκμάδα ὀλίγην, καὶ γένηται ὑποπέλιδνος, καὶ παραυτίκα μὲν μὴ αἰσθάνηται ὁ παθὼν ὑπὸ ῥώμης καὶ εὐεξίης, ἢν δὲ καὶ αἴσθηται, μηδὲν πρῆγμα ἡγήσηται· οὕτως ὅταν καταλάβῃ ὥστε αὐτὸν ὑπὸ πυρετῶν λεπτυνθῆναι ἢ ποσίων ἢ λαγνείης ἢ ἄλλου του, ἡ σὰρξ ἡ τετρωμένη ὑποξηραίνεταί τε καὶ ὑποθερμαίνεται, καὶ ἕλκει ἰκμάδα ἐς ἑωυτὴν ἀπὸ τῶν πλησίον καὶ φλεβῶν καὶ σαρκῶν· ὅταν δὲ εἰρύσῃ, οἰδίσκεταί τε καὶ φλεγμαίνει, καὶ ὀδύνην παρέχει λεπτὴν καὶ βῆχα ἀραιήν τε καὶ ξηρὴν τὸ πρῶτον, ἔπειτα ἐπὶ μᾶλλον ἕλκει τε ἐς ἑωυτὴν, καὶ ὀδύνην παρέχει ἰσχυροτέρην καὶ βῆχα πυκνοτέρην· καὶ πτύει τὸ μὲν πρῶτον ὑπόπυον, ἐνίοτε δὲ ὑποπέλιδνον καὶ ὕφαιμον· ὅσῳ δὲ ἂν ὁ χρόνος προΐῃ, ἕλκει τε μᾶλλον ἐς ἑωυτὴν καὶ σήπει· καὶ αὐτῆς τῆς σαρκὸς, ὅσον πελιδνὸν ἐγένετο τὴν ἀρχὴν, τοῦτο πᾶν ἕλκος γίνεται, καὶ ὀδύνην παρέχει ὀξείην καὶ πυρετὸν καὶ βῆχα πολλήν τε καὶ πυκνὴν, καὶ τὸ πτύσμα εἰλικρινὲς πτύει πῦος· ἢν δὲ χρονίσῃ τὸ πῦος ἐν τῇ κοιλίῃ, διαθερμαίνεται αὐτοῦ τὸ σῶμα πᾶν, μάλιστα δὲ τὰ ἐγγυτάτω, θερμαινομένου δὲ τοῦ σώματος, ἐκτήκεται τὸ ὑγρὸν, καὶ τὸ μὲν ἀπὸ τῶν ἄνω ἐς τὴν ἄνω κοιλίην μάλιστα συῤῥεῖ, καὶ γίνεται πῦος, πρὸς τῷ ἐνεόντι, τὸ δὲ καὶ ἐς τὴν κάτω κοιλίην ῥεῖ, καὶ ἐνίοτε ταράσσεται ἡ κοιλίη ὑπ᾿ αὐτοῦ, καὶ διέφθειρε τὸν ἄνθρωπον. Τὰ γὰρ ἐσιόντα τῶν σιτίων διαχωρέει ἄπεπτα, καὶ τροφὴ ἀπ᾿ αὐτέων οὐ γίνεται τῷ σώματι· καὶ ἡ τοῦ πτύσματος ἄνω κάθαρσις οὐχ ὁμαλὴ γίνεται, ἅτε διατεθερμασμένης τῆς κοιλίης καὶ ἀγούσης πάντα κάτω ἐφ᾿ ἑωυτήν· καὶ ὑπὸ μὲν τοῦ πτύσματος πνίγεταί τε καὶ ῥέγχει οὐ καθαιρόμενος, ὑπὸ δὲ τῆς γαστρὸς ῥεούσης ἐξασθενέει, καὶ ὡς τἀπουλλὰ διαφθείρεται. Μάλιστα δὲ ἐν τῇσι τοιαύτῃσι τῶν νούσων τὸ ῥεῦμα τοῦτο ἡ κεφαλὴ παρέχει, ἅτε κοίλη ἐοῦσα καὶ ἄνω ὑπερκειμένη· ὁκόταν γὰρ διαθερμανθῇ ὑπὸ τῆς κοιλίης, ἕλκει ἐς ἑωυτὴν ἐκ τοῦ σώματος τὸ λεπτότατον τοῦ φλέγματος· ὅταν δὲ ἁλισθῇ ἐν αὐτῇ, ἀποδιδοῖ πάλιν ἅλες καὶ παχὺ, καὶ, ὥσπερ εἴρηται, τὸ μὲν αὐτοῦ ἐς τὴν ἄνω κοιλίην καταῤῥεῖ, τὸ δὲ ἐς τὴν κάτω· ὁκόταν οὖν ἄρξηται ἥ τε κεφαλὴ ῥεῖν, καὶ τὸ ἄλλο σῶμα τήκεσθαι, οὐκ ἔτι ὁμαλῶς, οὐδὲ καυθέντες, περιγίνονται· κρατέει γὰρ πρὸς μὲν τὸ πῦον τὰ ἐπιῤῥέοντα κακὰ ἢ τὰ ἀποῤῥέοντα, αἱ δὲ σάρκες τηκόμεναι μᾶλλον ὑπὸ τῶν κακῶν, ἢ τρεφόμεναι ὑπὸ τῶν ἐσιόντων.

[16] Οὗτοι ὁκόσοι τοιουτότροπα νουσήματα ἴσχουσι καὶ ἀπὸ τούτων, ἔνιοι μὲν δι᾿ ὀλίγου ἀπόλλυνται, ἔνιοι δὲ πουλὺν χρόνον ἕλκουσιν· διαφέρει γὰρ σῶμα σώματος, καὶ ἡλικίη ἡλικίης, καὶ πάθημα παθήματος· καὶ οἱ μὲν ταλαιπωρότεροί εἰσιν ἐν τῇσι νούσοισιν, οἱ δὲ παντάπασι ταλαιπωρέειν ἀδύνατοι. Οὔκουν ἐστὶ τὸ ἀκριβὲς εἰδέναι καὶ τυχεῖν εἴπαντα τοῦ χρόνου, ἐν ᾧ ἀπόλλυνται, οὔτε εἰ πολλὸν, οὔτ᾿ εἰ ὀλίγον· οὐδὲ γὰρ οὗτος ὁ χρόνος ἀκριβὴς, ὃν ἔνιοι λέγουσιν, ὡς τὰ πολλὰ, οὐδὲ αὐτὸ τοῦτο ἐκποιέει· διαφέρει γὰρ καὶ ἔτος ἔτεος, καὶ ὥρη ὥρης, ἐν ᾗ ἂν νοσέωσιν· ἀλλ᾿ ἤν τις θέλῃ περὶ αὐτέων ὀρθῶς γινώσκειν καὶ λέγειν, γνώσεται ὧδε πᾶσαν ὥρην καὶ ἀπολλυμένους καὶ περιγινομένους καὶ πάσχοντας ἅπερ ἂν πάσχωσιν.

[17] Τὴν δὲ κάτω κοιλίην ἔμπυοι γίνονται, μάλιστα μὲν, ὅταν φλέγμα ἢ χολὴ συστῇ ἅλες μεσηγὺ τῆς σαρκὸς καὶ τοῦ δέρματος· γίνονται δὲ καὶ ἀπὸ σπασμῶν, καὶ ὅταν φλέβιον σπασθὲν ῥαγῇ· τὸ αἷμα ἐκχυθὲν σήπεται καὶ ἐκπύει· ἢν δὲ ἡ σὰρξ σπασθῇ ἢ φλασθῇ, ἕλκει ἐκ τῶν παρ᾿ ἑωυτῇ φλεβίων αἷμα, καὶ τοῦτο σήπεται καὶ ἐκπύει. Τούτοισιν ἢν μὲν ἔξω ἀποσημήνῃ, καὶ τὸ πῦον ἐξέλθῃ, ὑγιέες γίνονται· ἢν δὲ ἐκραγῇ αὐτόματον ἔσω, ἀπόλλυνται. Κεχυμένον δὲ πῦος ἐν τῇ κάτω κοιλίῃ, ὥσπερ ἐν τῇ ἄνω εἴρηται ἐγγίνεσθαι, οὐκ ἂν δύναιτο ἐγγενέσθαι, ἀλλ᾿ ὥσπερ μοι εἴρηται, ἐν χιτῶσί τε καὶ ἐν φύμασιν ἐγγίνεται· καὶ ἢν μὲν ἔνδον ἀποσημήνῃ, δυσπετὲς γνῶναι· οὐδὲ γὰρ διασείσαντά ἐστιν εἰδέναι· γινώσκεται δὲ μάλιστα τῇ ὀδύνῃ ἔνθα ἂν ἔῃ, καὶ ἢν καταπλάσῃς τῇ κεραμίτιδι ἢ ἄλλῳ τῳ τοιούτῳ, ἀποξηραίνει δι᾿ ὀλίγου.

[18] Ἐρυσίπελας δὲ ἐν τῷ πλεύμονι γίνεται, ὅταν ὑπερξηρανθῇ ὁ πλεύμων· ὑπερξηραίνεται δὲ καὶ ὑπὸ καύματος, καὶ ὑπὸ πυρετῶν, καὶ ὑπὸ ταλαιπωρίης καὶ ἀκρασίης· καὶ ὁκόταν ὑπερξηρανθῇ, ἕλκει τὸ αἷμα ἐφ᾿ ἑωυτὸν, μάλιστα μὲν καὶ πλεῖστον ἐκ τῶν μεγάλων φλεβῶν· αὗται γὰρ αὐτῷ ἐγγυτάτω εἰσὶ, καὶ ἐπίκεινται ἐπ᾿ αὐτῷ· ἕλκει δὲ καὶ ἐκ τῶν ἄλλων τῶν πλησίον· ἕλκει δὲ τὸ λεπτότατον καὶ ἀσθενέστατον. Ὁκόταν δ᾿ εἰρύσῃ, πυρετὸς ἀπ᾿ αὐτοῦ γίνεται ὀξὺς, καὶ βὴξ ξηρὴ, καὶ πληθώρη ἐν τοῖσι στήθεσι, καὶ ὀδύνη ὀξέη ἐν τοῖσιν ἔμπροσθεν καὶ ὄπισθεν, μάλιστα δὲ κατὰ τὴν ῥάχιν, ἅτε τῶν φλεβῶν τῶν μεγάλων διαθερμαινομένων· καὶ ἐμέουσιν ἄλλοτε μὲν ὕφαιμον, ἄλλοτε δὲ πελιδνόν· ἐμέουσι δὲ καὶ φλέγμα καὶ χολήν· καὶ ἐκψύχουσι πυκνά· ἐκψύχουσι δὲ διὰ τοῦ αἵματος τὴν μετάστασιν ἐξαπίνης γενομένην. Καὶ μάλιστα διασημαίνει τοῦτο, ὅταν ἐπὶ τοῦ πλεύμονος ἐπιγένηται ἐρυσίπελας, καὶ τοῦ πυρετοῦ ἔῃ συνεχὴς λῆψις. Τούτῳ ἢν μὲν δύο ἢ τριῶν ἢ τεσσάρων τὸ πλεῖστον ἡμερέων διαχυθῇ καὶ μεταστῇ τὸ ἔνδον ἐς τὸ ἔξω, ὑγιὴς γίνεται ὡς τὰ πολλά· ἢν δὲ μὴ διαχυθῇ καὶ μεταστῇ, ἐνσήπεταί τε καὶ ἔμπυος γίνεται, καὶ ἀπόλλυται· ἀπόλλυται δὲ δι᾿ ὀλίγου, ὅτε τοῦ πλεύμονος διαπύου ἐόντος ὅλου καὶ σαπροῦ· ἢν δὲ ἔξω κατακεχυμένον ἔσω τράπηται καὶ λάβῃ τοῦ πλεύμονος, τοῦτον οὐδεμίη ἐλπὶς περιγενέσθαι· ὅταν γὰρ προαπεξηρασμένος ὁ πλεύμων εἰρύσῃ ἐς ἑωυτὸν, οὐκ ἂν ἔτι μετασταίη, ἀλλὰ παραχρῆμα ὑπὸ τοῦ καύματος καὶ τῆς ξηρασίης οὐκ ἔτι δέχεται οὐδὲν, οὔτε ἄνω ἀναδιδοῖ οὐδὲν, ἀλλὰ διέφθειρεν.

[19] Φῦμα δὲ γίνεται ἐν τῷ πλεύμονι ὧδε· ὁκόταν φλέγμα ἢ χολὴ ξυστραφῇ, σήπεται, καὶ ἕως μὲν ἂν ἔτι ὠμότερον ἔῃ, ὀδύνην τε παρέχει λεπτὴν καὶ βῆχα ξηρήν· ὁκόταν δὲ πεπαίνηται, ὀδύνη γίνεται καὶ πρόσθεν καὶ ὄπισθεν ὀξέη, καὶ θέρμαι λαμβάνουσι καὶ βὴξ ἰσχυρή· καὶ ἢν μὲν ὅτι τάχιστα πεπανθῇ, καὶ ῥαγῇ, καὶ ἄνω τράπηται τὸ πῦον, καὶ ἀναπτυσθῇ πᾶν, καὶ ἡ κοιλίη, ἐν ᾗ τὸ πῦον ἔνι, προσπέσῃ τε καὶ ἀναξηρανθῇ, ὑγιὴς γίνεται παντελῶς· ἢν δὲ ῥαγῇ μὲν ὅτι τάχιστα καὶ πεπανθῇ καὶ ἀνακαθαίρηται, ἀποξηρανθῆναι δὲ παντάπασι μὴ δύνηται, ἀλλ᾿ αὐτὸ ἀφ᾿ ἑωυτοῦ τὸ φῦμα ἀναδιδῷ τὸ πῦον, ὀλέθριον τοῦτο, καὶ ἀπὸ τῆς κεφαλῆς τε καὶ τοῦ ἄλλου σώματος φλέγμα καταῤῥέον ἐς τὸ φῦμα σήπεταί τε καὶ πῦον γίνεται καὶ πτύεται, δι᾿ οὗ ἐφθάρη. Διαφθείρεται δὲ ὑπὸ γαστρὸς ῥυείσης, ἀφ᾿ ὧν περ καὶ ἐπὶ τῶν πρόσθεν εἴρηται· λεσχηνευομένου δὲ αὐτοῦ καὶ φρονέοντος πάντα χρήματα ὁμαλῶς ὡς καὶ ἐν τῷ πρὶν χρόνῳ, ἀποξηραίνεταί τε καὶ ἀποψύχεται, καὶ ξυμμύει τὰ φλέβια τὰ ἐν τῷ σώματι πάντα, ἅτε τοῦ αἵματος ἐξ αὐτέων ἐκκεκαυμένου ὑπὸ πυρετοῦ, ἐνίοτε δὲ ὑπὸ χρόνου τε πλήθεος, καὶ μεγέθεος τῆς νούσου, καὶ τῶν ἐνεόντων κακῶν, καὶ τῶν προσεπιγινομένων. Ἢν δὲ μὴ δύνηται πολλοῦ χρόνου ῥαγῆναι, μήτε ἀπὸ ταὐτομάτου, μήτε ὑπὸ φαρμάκων, τήκεται ὁ ἀσθενέων ὑπὸ ὀδυνέων ἰσχυρῶν, καὶ ἀσιτίης, καὶ βηχὸς, καὶ πυρετῶν, καὶ ὡς τὰ πολλὰ διαφθείρεται. Ἢν δὲ ἤδη λελεπτυσμένῳ καὶ κλινοπετέϊ ἐόντι ῥαγῇ τὸ πῦον, οὐδ᾿ οὕτω μάλα ἀναφέρουσιν, ἀλλὰ διαφθείρονται τρόπῳ τῷ αὐτῷ. Ἢν δὲ ῥαγῇ μὲν ὅτι τάχιστα καὶ πεπανθῇ, πεπανθὲν δὲ ἐκχυθῇ ἐπὶ τὰς φρένας τὸ πολλὸν αὐτοῦ, τὸ παραυτίκα μὲν δοκέει ῥᾴων εἶναι· προϊόντος δὲ τοῦ χρόνου, ἢν μὲν ἀναπτύσῃ πᾶν, καὶ ἡ κοιλίη, ἐν ᾗ τὸ πῦος ἔνι, προσπέσῃ τε καὶ ἀναξηρανθῇ, ὑγιὴς γίνεται· ἢν δὲ ὅ τε χρόνος πλείων γένηται, καὶ αὐτὸς ἀσθενέστερος, καὶ ἀναπτύσαι μὴ δύνηται, ἀλλὰ καυθῇ ἢ τμηθῇ, καὶ τὸ πῦος ἐξέλθῃ, παραυτίκα μὲν καὶ οὕτω δή τι δοκέει ῥᾴων γεγονέναι, προϊόντος δὲ τοῦ χρόνου, διαφθείρεται ὑπὸ τῶν αὐτῶν, ὑφ᾿ ὧν περ καὶ ἐν τῇ πρώτῃ εἴρηται.

[20] Ἐν δὲ τῷ πλευρῷ γίνεται μὲν φύματα καὶ ἀπὸ φλέγματος καὶ ἀπὸ χολῆς κατὰ τὸν αὐτὸν λόγον τοῖσιν ἐν τῷ πλεύμονι· γίνεται δὲ καὶ ἀπὸ πόνων, ὁκόταν τι τῶν φλεβίων σπασθὲν ῥαγῇ, ἢ σπασθῇ μὲν, ῥαγῇ δὲ μὴ παντελῶς, ἀλλὰ σπάδων ἐν αὐτῷ γένηται· ἢν μὲν οὖν ῥαγῇ παραυτίκα, τὸ αἷμα τὸ ἐκχυθὲν ἐκ τοῦ φλεβίου σήπεταί τε καὶ ἐκπυέει· ἢν δὲ σπάδων ἐν τῷ φλεβίῳ γένηται, τοῦτο κατ᾿ ἀρχὰς μὲν ὀδύνην τε παρέχει καὶ σφύζει, προϊόντος δὲ τοῦ χρόνου διαδιδοῖ ἡ φλὲψ τοῦ αἵματος ἐς τὴν σάρκα, καὶ τοῦτο σηπόμενον ἐν τῇ σαρκὶ πῦος γίνεται. Κατὰ τὸν αὐτὸν δὲ λόγον καὶ ἡ σὰρξ, ἢν μὲν μᾶλλον πονέσῃ, πλέον τοῦ αἵματος ἕλκει ἐς ἑωυτὴν ἐκ τῶν ἐγγυτάτω φλεβῶν, καὶ παραχρῆμα ἐκπυέει· ἢν δὲ ἧσσον πονέσῃ, σχολαίτερον καὶ ἕλκει καὶ ἐκπυέει. Ἐνίοισι δὲ ὁκόταν ἀσθενέα γένηται τὰ σπάσματα ἐν τῇσι σαρξὶν ἢ ἐν τῇσι φλεψὶν, οὐκ ἐκπυΐσκεται, ἀλλὰ γίνεται ἀλγήματα πολυχρόνια, ἃ καὶ καλέουσι ῥήγματα. Καὶ ὁκόσα μὲν ἐν τῇ σαρκὶ γίνεται, ὧδε γίνεται· ὁκόταν ἡ σὰρξ πονέσῃ τι, ἢ σπασθεῖσα, ἢ πληγεῖσα, ἢ ἄλλο τι παθοῦσα, γίνεται, ὥσπερ προεῖπον, πελιδνὴ, πελιδνὴ δὲ οὐκ εἰλικρινεῖ αἵματι, ἀλλὰ λεπτῷ τε καὶ ὑδαρέϊ, καὶ τούτῳ ὀλίγῳ· ὅταν δὲ ὑπερξηρανθῇ μᾶλλον τοῦ εἰωθότος, διαθερμαίνεταί τε καὶ ὀδύνην παρέχει, καὶ ἕλκει ἐς ἑωυτὴν ἀπὸ τῶν πλησίον καὶ φλεβῶν καὶ σαρκῶν τὸ ὑγρόν· καὶ ὁκόταν ὑπερυγρανθῇ, καὶ τοῦτο αὐτὸ τὸ ὑγρὸν ὑπερθερμανθῇ ὑπ᾿ αὐτῆς τῆς σαρκὸς, σκίδναται ἀνὰ τὸ σῶμα πᾶν, οἷόν περ εἰρύσθη, καὶ μᾶλλον δή τι σκίδναται ἐς τὰς φλέβας, ἢ ἐς τὰς σάρκας· ἕλκουσι γὰρ αἱ φλέβες μᾶλλον τῶν σαρκῶν, ἕλκουσι δὲ καὶ αἱ σάρκες. Ὁκόταν δὲ ἐς πολλὸν ὑγρὸν, τὸ ἐν τῷ σώματι, ὀλίγον τὸ ἀπὸ τῆς σαρκὸς ἔλθῃ, ἄδηλον γίνεται καὶ ἀνώδυνον, καὶ ἀντὶ νενοσηκότος γίνεται ὑγιὲς τῷ χρόνῳ· ἢν δὲ διαθερμανθῇ τε μᾶλλον ἡ σὰρξ, καὶ εἰρύσῃ πλέον τὸ ὑγρὸν, ὀδύνην παρέχει, καὶ ὅπη ἂν τοῦ σώματος ἀπ᾿ αὐτῆς ὁρμήσῃ καὶ καταστηρίξῃ, ὀδύνην παρέχει ὀξέην, καὶ δοκέουσιν ἔνιοι αὐτοῖσι τὸ ῥῆγμα μεθεστάναι· τὸ δὲ οὐκ ἀνυστόν· ἕλκος γὰρ μεταστῆναι οὐκ ἀνυστόν· ἐγγυτάτω δὲ ἕλκεός ἐστιν ὁκόσα τοιαῦτα· ἀλλὰ τὸ ἀπὸ τῆς σαρκὸς ὑγρὸν ἀΐσσει διὰ τῶν φλεβίων. Ὅταν δὲ διαθερμανθῇ τε καὶ παχυνθῇ, καὶ γένηται πλέον, ὀδύνην παρέχει, ἔστ᾿ ἂν γένηται ὅμοιον τῷ ἄλλῳ ὑγρῷ κατὰ λεπτότητα καὶ ψυχρότητα. Ὁκόσα δὲ ἐν τοῖσι φλεβίοισι γίνεται, αὐτὸ μὲν τὸ φλέβιον, ὁκόσον ἔσπασται, κατὰ χώρην μένει· ὅταν δὲ σπασθῇ, σπᾶται δὲ ὑπὸ τόνου καὶ βίης, γίνεται οἷον κιρσός· διαθερμαίνεται δὲ καὶ ἕλκει ἐς ἑωυτὸ νοτίδα τινὰ ὑγρήν· ἡ δὲ νοτίς ἐστιν ἀπὸ χολῆς καὶ φλέγματος. Καὶ ὁκόταν μιχθῇ τό τε αἷμα καὶ τὸ ὑγρὸν τὸ ἀπὸ τῆς σαρκὸς, παχύνεται τὸ αἷμα πολλαπλασίως αὐτὸ ἑωυτοῦ ταύτῃ, ᾗ ἂν ἡ φλὲψ τυγχάνῃ ἐσπασμένη, καὶ νοσωδέστερον γίνεται καὶ στασιμώτερόν τε καὶ πλέον· καὶ ὁκόταν πλέον γένηται, μετανέστη τὸ πλήρωμα, ᾗ ἂν τύχῃ, καὶ ὀδύνην παρέχει ὀξέην, ὥστε ἐνίοισι δοκέειν τὸ ῥῆγμα ἑωυτοῖσι μεθεστάναι· καὶ ἢν τύχῃ ὥστε ἐς τὸν ὦμον μεταστῆναι, βάρος τε ἐν τῇ χειρὶ παρέχει καὶ νάρκην καὶ νωθρίην· καὶ ἢν μὲν ἐς τὴν φλέβα σκιμφθῇ, ἣ ἐς τὸν ὦμόν τε καὶ τὸν νῶτον τείνει, παύεται ἡ ὀδύνη παραχρῆμα ὡς τὰ πολλά. Γίνεται δὲ τὰ σπάσματα καὶ ἀπὸ πόνων καὶ πτωμάτων, καὶ ἀπὸ πληγῆς, καὶ ἤν τις ἄχθος μέζον αἴρηται, καὶ ἀπὸ δρόμων καὶ πάλης, καὶ τῶν τοιούτων πάντων.

[21] Ὁκόσοι δὲ ἀπὸ τρωμάτων ἔμπυοι γίνονται, ἢν ὑπὸ δόρατος, ἢ ἐγχειριδίου, ἢ τοξεύματος ἐσωτέρω τρωθῶσιν, ἕως μὲν ἂν ἔχῃ τὸ ἕλκος ἔξω ἀναπνοὴν ἀνὰ τὸ ἀρχαῖον τρῶμα, ταύτῃ τε τὸ ψυχρὸν ἐπάγεται ἐφ᾿ ἑωυτὸ, καὶ τὸ θερμὸν ἀφ᾿ ἑωυτοῦ ταύτῃ ἀφίησι, καὶ ἀποκαθαίρεται εὐκόλως τὸ πῦον καὶ ἢν δή τι ἄλλο. Καὶ ἢν μὲν ὑγιανθῇ τό τ᾿ ἔνδον καὶ τὸ ἔξω ὁμοῦ, ὑγιὴς γίνεται παντελῶς· ἢν δὲ τὸ μὲν ἔξω ὑγιανθῇ, τὸ δὲ ἔσω μὴ ὑγιανθῇ, ἔμπυος γίνεται· καὶ ἢν ὑγιανθῇ μὲν ὁμοῦ καὶ τὸ ἔσω καὶ τὸ ἔξω, ἡ δὲ οὐλὴ ἔσω ἀσθενὴς γένηται καὶ τρηχείη καὶ πελιδνὴ, ἀνελκοῦται ἐνίοτε, καὶ ὧδε ἔμπυος γίνεται· ἀνελκοῦται δὲ καὶ ἤν τι πονέσῃ πλέον, καὶ ἢν λεπτυνθῇ, καὶ ἢν φλέγμα ἢ χολὴ πρὸς τῇ οὐλῇ προσπαγῇ, καὶ ἢν νούσῳ ἑτέρῃ ληφθεὶς λεπτυνθῇ. Ὅταν δὲ γένηται ἕλκος, ἤν τε οὕτως, ἤν τε προσυμφυῇ τὸ ἔξω τοῦ ἔσω, ὀδύνην τε παρέχει ὀξέην καὶ βῆχα καὶ πυρετόν· καὶ τήν τε ψύξιν ἐπάγεται αὐτὸ ἑωυτῷ τὸ ἕλκος διὰ τὸ πλέον τε καὶ θερμότερον εἶναι· καὶ αὐτὸ ἀφ᾿ ἑωυτοῦ ἀποπνεῖ τὸ θερμὸν, καὶ τὸ πῦον ἀποκαθαίρεται, καὶ προσιητρεύεταί τε διὰ πλείονος, καὶ σχολαίτερον ὑγιαίνεται· ἐνίοτε δὲ οὐδ᾿ ὑγιαίνεται· ἡ γὰρ σὰρξ ἡ τοῦ ἕλκεος ὑπὸ τοῦ καύματος τοῦ ἐν τῷ σώματι ἕψεται, καὶ ὑπερυγραίνεται, ὥστε μὴ δύνασθαι μήτε ξηρανθῆναι, μήτε σαρκοφυῆσαι, μήτε ὑγιανθῆναι· ἀλλ᾿ ὅκοταν ὁ χρόνος προΐῃ, τελευτᾷ πάσχων τὰ τοιαῦτα, ἃ καὶ ἐν τῇ πρόσθεν εἴρηται. Ἢν δὲ τύχῃ ὥστε τρωθῆναί τι τῶν φλεβίων τῶν παχυτέρων, καὶ ἔσω ῥυῇ τὸ αἷμα καὶ ἐνσαπῇ, ἔμπυος γίνεται· καὶ ἢν μὲν τοῦτο τὸ πῦον πτυσθῇ πᾶν, καὶ ἡ φλὲψ ἡ τετρωμένη στεγνωθῇ, καὶ τὸ ἕλκος ὑγιανθῇ καὶ τὸ ἔσω καὶ τὸ ἔξω, ὑγιὴς γίνεται παντελῶς· ἢν δὲ μὴ δύνηται μήτε τὸ ἕλκος συμφυῆναι, μήτε ἡ φλὲψ στεγνωθῆναι, ἀλλ᾿ ἄλλοτε καὶ ἄλλοτε ἀναδιδῷ αἷμα, καὶ ἢ παραυτίκα ἐμέηται ἢ πτύηται, ἢ καὶ σήπηται καὶ πῦον πτύηται, διαφθείρεται ὡς τὰ πολλὰ, ἢ παραυτίκα ἐμέων αἷμα, ἢ ὑστέρῳ χρόνῳ, ὑφ᾿ ὧν καὶ ἐν τῇ πρόσθεν εἴρηται διαφθειρόμενος. Πολλάκις δὲ ὅσοι τι τῶν φλεβίων ἔσω τιτρώσκονται ὑπὸ τρωμάτων, ἢ ὑπό τινων πόνων, ἢ γυμνασίων, ἢ ὑπ᾿ ἄλλου του, ὁκόταν συμφυῇ καὶ δοκέῃ ὑγιὲς εἶναι τὸ φλέβιον, ἀναῤῥήγνυται ὕστερον χρόνῳ· ἀναῤῥήγνυται δὲ ὑπὸ τῶν αὐτῶν, ὑφ᾿ ὧν περ καὶ πρόσθεν· ὁκόταν δὲ ἀναῤῥαγῇ, αἱμοῤῥοέει, καὶ παραυτίκα ἀπόλλυνται ἐμέοντες αἷμα πολλόν τε καὶ πολλάκις, ἢ ἄλλοτε μὲν καὶ ἄλλοτε αἷμα ἐμέουσι πρόσφατον, πῦον δὲ πτύοντες ἀνὰ πάσην ἡμέρην πολλόν τε καὶ παχὺ, διεφθάρησαν τρόπῳ τοιούτῳ ἢ παραπλησίῳ, ὡς καὶ ἐν τῇσιν ἄλλῃσι νούσοισιν εἴρηται.

[22] Τοῖσι δὲ ταῦτα τὰ νουσήματα ἔχουσι καὶ ὅσα τοιαῦτα, διαφέρει ἐς τὸ εὐπετεστέρως τε ἀπαλλάσσειν καὶ δυσπετεστέρως ἀνήρ τε γυναικὸς, καὶ νεώτερος γεραιτέρου, καὶ γυνὴ νεωτέρη παλαιοτέρης, καὶ πρὸς τούτοισιν ἡ ὥρη τοῦ ἔτεος, ἐν ᾗ ἂν νοσέωσι, καὶ ἢν ἐξ ἑτέρης νούσου νοσέωσιν, ἢ μὴ ἐξ ἑτέρης· διαφέρει δὲ καὶ πάθημα παθήματος μέζον τε καὶ ἔλασσον, καὶ χρὼς χρωτὸς, καὶ θεραπείη θεραπείης. Τούτων δὲ οὕτω διαφερόντων, ἀνάγκη διαφέρειν καὶ τὸν χρόνον, καὶ τοῖσι μὲν πλέω γίνεσθαι, τοῖσι δὲ ἐλάσσω, καὶ ἀπόλλυσθαι ἢ μὴ, καὶ τοῖσι μὲν παραμόνιμά τε εἶναι καὶ μέζω, τοῖσι δὲ ἐλάσσω τε καὶ ὀλιγοχρόνια, τοῖσι δὲ παραμένειν ἐς τὸ γῆρας τὰ νουσήματα καὶ συναποθνήσκειν, τοὺς δὲ ἀπόλλυσθαι δι᾿ ὀλίγου ὑπ᾿ αὐτῶν. Καὶ ὁκόσοι μὲν νεώτεροι πάσχουσί τι τούτων, ὅσα εἴρηται ἀπὸ πόνων παθήματα γίνεσθαι, πάσχουσι πλέω τε καὶ ἰσχυρότερα καὶ ἀλγέουσι μᾶλλον τῶν ἄλλων, καὶ παραυτίκα ἔκδηλα αὐτοῖσιν, ὥστε ἢ πτύσαι αἷμα ἢ ἐμέσαι, τὰ δὲ καὶ γινόμενα λανθάνει αὐτοὺς ὑπὸ εὐεξίης τοῦ σώματος· οἱ δὲ γεραίτεροι πάσχουσι μὲν ὀλιγάκις, καὶ ὅταν πάθωσιν, ἀσθενέστερα πάσχουσιν, ἅτε ἀσθενέστεροι ἐόντες, καὶ ἐπαΐουσι μᾶλλον, καὶ ἐπιμελέονται μᾶλλον τῶν παθημάτων. Γίνεται οὖν τὴν ἀρχὴν τὸ παράπαν ἧσσον τῷ γεραιτέρῳ ἢ τῷ νεωτέρῳ· καὶ ὁκόταν γένηται, τῷ μὲν γεραιτέρῳ ἀσθενέστερα γίνεται, τῷ δὲ νεωτέρῳ ἰσχυρότερα. Καὶ τῷ μὲν νεωτέρῳ, ἅτε τοῦ σώματος τόνον τε ἔχοντος καὶ ξηρασίην, καὶ τὴν σάρκα πυκνήν τε καὶ ἰσχυρὴν καὶ πρὸς τοῖσιν ὀστέοισι προσκαθημένην, καὶ περὶ αὐτὴν τοῦ δέρματος περιτεταμένου, ὁκόταν τι πονέσῃ πλέον τοῦ εἰωθότος, μᾶλλον καὶ ἐξαίφνης, σπασμοί τε γίνονται ἰσχυροὶ, καὶ ῥήγματα πολλά τε καὶ παντοῖα τῶν φλεβῶν καὶ τῶν σαρκῶν· καὶ τούτων τὰ μὲν παραυτίκα ἔκδηλα γίνεται, τὰ δ᾿ ὕστερον χρόνῳ ἀναφαίνεται. Τοῖσι δὲ γεραιτέροισι τόνος ἰσχυρὸς οὐκ ἔνι, αἵ τε σάρκες περὶ τὰ ὀστέα περιῤῥέουσι, καὶ τὸ δέρμα περὶ τὰς σάρκας, καὶ αὐτὴ ἡ σὰρξ ἀραιή τε καὶ ἀσθενής· καὶ οὔτε τι ἂν πάθοι τοιοῦτον ὁμοίως ὡς καὶ ὁ νεώτερος, καὶ ἤν τι πάθῃ, πάσχει ἀσθενέα τε καὶ παραυτίκα ἔκδηλα. Τοσούτῳ μὲν ἐν τῇ ἀρχῇ τῶν παθημάτων δυσχερέστερον ἀπαλλάσσουσιν οἱ νεώτεροι τῶν γεραιτέρων. Ὁκόταν δὲ ἡ νοῦσος ἐμφανὴς γένηται, καὶ ἢ πῦος ἢ αἷμα πτύσωσιν ἢ ἀμφότερα, ὅσοι μὲν νεώτεροί εἰσιν, ἅτε τοῦ σώματος εὐτόνου τε ἐόντος καὶ πυκνοῦ, οὐ δύνανται ἀποκαθαίρεσθαι ὁμαλῶς ἀπὸ τῶν ἑλκέων τῶν ἐν τῇ ἄνω κοιλίῃ τὸ πῦον· ὅ τε γὰρ πλεύμων οὐ κάρτα ἕλκει ἐς τὰς ἀρτηρίας πυκνότερος ἐὼν, αἵ τε ἀρτηρίαι λεπταὶ καὶ στεγναὶ ἐοῦσαι οὐκ ἐνδέχονται τὸ πῦον, εἰ μὴ ὀλίγον τε καὶ ὀλιγάκις, ὥστε ἀνάγκη τὸ πῦος ἐν τῷ θώρηκί τε καὶ ἐπὶ τῶν ἑλκέων ἀθροίζεσθαί τε καὶ παχύνεσθαι. Τῷ δὲ ἀφηλικεστέρῳ ὅ τε πλεύμων ἀραιότερος καὶ κοιλότερος, καὶ αἱ ἀρτηρίαι εὐρύτεραι, ὥστε μὴ ἐγχρονίζειν τὸ πῦος ἐν τῇ κοιλίῃ καὶ ἐπὶ τῶν ἑλκέων, καὶ ὅ τι ἂν ἐπιγένηται, τοῦτο ἀνάγκη πᾶν ἀνασπᾶσθαι ἄνω ὑπὸ τοῦ πλεύμονος ἐς τὰς ἀρτηρίας, καὶ παραχρῆμα ἐκπτύεσθαι. Τῷ μὲν οὖν νεωτέρῳ, ἅτε τῶν παθημάτων ἰσχυροτέρων ἐόντων, καὶ τῆς καθάρσιος οὐ γινομένης κατὰ λόγον τοῦ πτύσματος, οἵ τε πυρετοὶ ὀξύτεροι καὶ πυκνότεροι γίνονται, καὶ ὀδύναι ἐμπίπτουσιν ὀξέαι αὐτοῦ τε τοῦ παθήματος καὶ τοῦ ἄλλου σώματος, ἅτε τῶν φλεβίων ἐντόνων τε ἐόντων καὶ ἐναίμων· ὅταν δὲ ταῦτα διαθερμανθῇ ὑφ᾿ ἑωυτῶν, ὀδύναι διαΐσσουσιν ἄλλοτε ἄλλῃ τῷ σώματος, καὶ οὗτοι μὲν διαφθείρονται ὡς τὰ πολλὰ δι᾿ ὀλίγου. Τοῖσι δὲ γεραιτέροισιν, ἅτε τῶν παθημάτων ἀσθενεστέρων ἐόντων, καὶ τοῦ πτύσματος ἀπ᾿ αὐτῶν καθαιρομένου, οἵ τε πυρετοὶ λεπτότεροι καὶ ὀλιγάκις γίνονται, καὶ ὀδύναι ἔνεισι μὲν, ἔνεισι δὲ λεπταί· καὶ παντάπασι μὲν τῶν παθημάτων τῶν τοιούτων οὐκ ἀπαλλάσσονται οὐδὲ οἱ γεραίτεροι, ἀλλ᾿ ἔχοντες αὐτὰ πουλὺν χρόνον καταφθείρονται, καὶ ἄλλοτε πῦον πτύουσιν, ἄλλοτε δὲ αἷμα, ἄλλοτε δὲ οὐδέτερον, τέλος δὲ συναποθνήσκει αὐτοῖσιν· ἀποθνήσκουσι δὲ μάλιστα οὕτως, ὅταν τι αὐτοὺς νόσημα τούτῳ, ᾧ ἂν ἔχωσι, παραπλήσιον καταλάβῃ, ὥστε ἔχειν καὶ τοῦτο, καὶ ὃ ἂν ἔχωσι νούσημα ἰσχυρότερον γίνεσθαι, καὶ ὡς τὰ πολλὰ διαφθείρονται. Ταῦτα δέ ἐστι τὰ μάλιστα ἐξεργαζόμενα τῶν νουσημάτων πλευρῖτίς τε καὶ περιπλευμονίη.

[23] Πυρετὸς δὲ ἀπὸ τῶνδε γίνεται· ὁκόταν χολὴ ἢ φλέγμα θερμανθῇ, θερμαίνεται τὸ ἄλλο πᾶν σῶμα ἀπὸ τουτέων, καὶ καλέεται τοῦτο πυρετός· θερμαίνεται δὲ ἡ χολὴ καὶ τὸ φλέγμα ἔνδοθεν μὲν ἀπὸ σιτίων καὶ ποτῶν, ἀφ᾿ ὧν καὶ τρέφεται καὶ αὔξεται, ἔξωθεν δὲ ἀπὸ πόνων καὶ τρωμάτων, καὶ ὑπὸ τοῦ θερμοῦ ὑπερθερμαίνοντος, καὶ ὑπὸ τοῦ ψυχροῦ ὑπερψύχοντος· θερμαίνεται δὲ καὶ ἀπὸ ὄψιος καὶ ἀκοῆς, ἐλάχιστα δὲ ἀπὸ τούτων.

[24] Τὸ δὲ ῥῖγος ἐν τῇσι νούσοισι γίνεται μὲν καὶ ἀπὸ τῶν ἔξωθεν ἀνέμων, καὶ ὕδατος, καὶ αἰθρίης, καὶ ἑτέρων τοιούτων, γίνεται δὲ καὶ ἀπὸ τῶν ἐσιόντων σιτίων καὶ ποτῶν· μάλιστα δὲ ἰσχυρότερον γίνεται, ὅταν χολὴ καὶ φλέγμα συμμιχθῇ ἐς τωὐτὸ τῷ αἵματι, ἢ τὸ ἕτερον, ἢ ἀμφότερον· μᾶλλον δὲ, ἢν τὸ φλέγμα μοῦνον ξυμμιχθῇ· ψυχρότατον γὰρ φύσει τὸ φλέγμα, θερμότατον δὲ τὸ αἷμα, ψυχρότερον δέ τι καὶ ἡ χολὴ τοῦ αἵματος. Ὅταν οὖν ταῦτα συμμιχθῇ, ἢ ἀμφότερα, ἢ τὸ ἕτερον ἐς τὸ αἷμα, συμπήγνυσι τὸ αἷμα, οὐ παντάπασι δὲ, οὐ γὰρ ἂν δύναιτο ζῇν ὥνθρωπος, εἰ τὸ αἷμα πυκνότερόν τε καὶ ψυχρότερον γένοιτο πολλαπλασίως αὐτὸ ἑωυτοῦ. Ψυχομένου οὖν τοῦ αἵματος, ἀνάγκη ψύχεσθαι καὶ τὸ ἄλλο σῶμα πᾶν, καὶ καλέεται ῥῖγος, ὁκόταν τοῦτο τοιοῦτον γένηται· κἢν μὲν ἰσχυρῶς γένηται, ῥῖγός τε ἰσχυρὸν καὶ τρόμος, αἱ γὰρ φλέβες συσπώμεναι, καὶ συνιόντος καὶ πηγνυμένου τοῦ αἵματος, συσπῶσί τε τὸ σῶμα καὶ τρέμειν ποιέουσιν· ἢν δέ τι ἧσσον ἡ ξύνοδος τοῦ αἵματος γένηται, τοῦτο δὲ καλέεται ῥῖγος· φρίκη δὲ, τὸ ἀσθενέστατον. Ὅτι δὲ μετὰ τὸ ῥῖγος ἀνάγκη πυρετὸν ἐπιλαβεῖν ἢ πλέω ἢ ἐλάσσω, ὧδε ἔχει· ὁκόταν τὸ αἷμα διαθερμαίνηταί τε καὶ ἀποβιᾶται καὶ ἀπίῃ πάλιν ἐς τὴν ἑωυτοῦ φύσιν, συνδιαθερμαίνεται καὶ τοῦ φλέγματος καὶ τῆς χολῆς τὸ ἐν τῷ αἵματι συμμεμιγμένον, καὶ γίνεται τὸ αἷμα θερμότερον αὐτὸ ἑωυτοῦ πολλαπλασίως· τούτων οὖν διατεθερμασμένων, ἀνάγκη πυρετὸν ἐπιγενέσθαι ὑπὸ τῆς θερμασίης τοῦ αἵματος μετὰ τὸ ῥῖγος.

[25] Ἱδρὼς δὲ γίνεται διὰ τόδε· οἷσιν ἂν νοῦσοι κρίνωνται ἐν τῇσι κυρίῃσι τῶν ἡμερέων, καὶ τὸ πῦρ μεθίῃ, ἐκτήκεται ἀπὸ τοῦ ἐν τῷ σώματι φλέγματος καὶ τῆς χολῆς τὸ λεπτότατον, καὶ ἀποκρίνεται, καὶ χωρέει τὸ μὲν ἔξω τοῦ σώματος· τὸ δὲ ἔνδον καὶ αὐτοῦ ἐν τῷ σώματι ὑπολείπεται· τὸ δὲ ὑπὸ θερμασίης λεπτυνόμενον ἀτμὸς γίνεται, καὶ σὺν τῷ πνεύματι μισγόμενον ἔξω χωρέει. Ἔστι μὲν οὖν ταῦτα τοιαῦτα, καὶ ἀπὸ τούτων ἀπογεννᾶται ὁ ἱδρώς. Διότι δὲ ὁτὲ μὲν θερμὸς, ὁτὲ δὲ ψυχρός ἐστιν, οὕτως· ὁ μὲν θερμὸς ἀπὸ διατεθερμασμένου τοῦ κακοῦ, καὶ ἐκκεκαυμένου, καὶ λελεπτυσμένου, καὶ ἀσθενέος, καὶ οὐ λίην πολλοῦ ἀποκρίνεται, καὶ ἀνάγκη θερμότερον αὐτὸν ἐκκρίνεσθαι ἐκ τοῦ σώματος· ὁ δὲ ψυχρὸς ἀπὸ πλέονος τοῦ κακοῦ ἀποκρινόμενος, τοῦ τε ὑπολειπομένου, καὶ ἔτι ἰσχύοντος, καὶ οὔπω συσσεσηπότος, οὐδὲ λελεπτυσμένου, οὐδὲ ἐκκεκαυμένου, ψυχρότερος καὶ παχύτερος καὶ κακωδέστερος ἐκχωρέει. Δῆλον δὲ τοῦτο ἐν τῷδε· οἱ ψυχρῷ ἱδρῶτι ἱδρῶντες μακρὰς νούσους νοσέουσιν ὡς ἐπιτοπουλὺ, ἔτι ἰσχύοντος τοῦ κακοῦ τοῦ ἐν τῷ σώματι ὑπολειπομένου· οἱ δὲ θερμῷ ἱδρῶτι ἱδρῶντες ταχύτερον ἀπαλλάσσονται τῶν νουσημάτων.

[26] Πλευρῖτις δὲ καὶ περιπλευμονίη γίνονται ὧδε· ἡ μὲν πλευρῖτις, ὁκόταν πόσιες ἁλέες τε καὶ ἰσχυραὶ κάρτα λάβωσι· διαθερμαίνεται γὰρ τὸ σῶμα ἅπαν ὑπὸ τοῦ οἴνου καὶ ὑγραίνεται, μάλιστα δὲ ἥ τε χολὴ καὶ τὸ φλέγμα διαθερμαίνεταί τε καὶ ὑγραίνεται. Ὁκόταν οὖν, τούτων κεκινημένων τε καὶ διυγρασμένων, ξυγκυρήσῃ ὥστε ῥιγῶσαι μεθύοντα ἢ νήφοντα, ἅτε ἐὸν τὸ πλευρὸν ψιλὸν φύσει σαρκὸς μάλιστα τοῦ σώματος, καὶ οὐκ ἐόντος αὐτῷ ἔσωθεν τοῦ ἀντιστηρίζοντος οὐδενὸς, ἀλλὰ κοιλίης, αἰσθάνεται μάλιστα τοῦ ῥίγεος· καὶ ὁκόταν ῥιγώσῃ τε καὶ ψυχθῇ, ξυνέλκεταί τε καὶ συσπᾶται ἥ τε σὰρξ ἡ ἐπὶ τῷ πλευρῷ, καὶ τὰ φλέβια· καὶ ὅσον ἐν αὐτῇ τῇ σαρκὶ ἔνι χολῆς καὶ φλέγματος ἢ ἐν τοῖσιν ἐν αὐτῇ φλεβίοισι, τούτου τὸ πολλὸν ἢ πᾶν ἀποκρίνεται ἔσω πρὸς τὸ θερμὸν, πυκνουμένης τῆς σαρκὸς ἔξωθεν, καὶ προσπήγνυται πρὸς τῷ πλευρῷ, καὶ ὀδύνην παρέχει ἰσχυρὴν, καὶ διαθερμαίνεται, καὶ διὰ τῆς θερμότητος ἄγει ἐφ᾿ ἑωυτὸ ἀπὸ τῶν πλησίον καὶ φλεβῶν καὶ σαρκῶν φλέγμα τε καὶ χολήν. Γίνεται μὲν οὖν τούτῳ τῷ τρόπῳ. Ὁκόταν δὲ τὰ πρὸς τῷ πλευρῷ προσπαγέντα σαπῇ καὶ πτυσθῇ, ὑγιέες γίνονται· ἢν δὲ τό τε ἀρχαῖον πολλὸν προσπαγῇ πρὸς τῷ πλευρῷ, καὶ ἄλλο προσεπιγένηται, αὐτίκα ἀπόλλυνται, οὐ δυνάμενοι ἀναπτύσαι ὑπὸ πλήθεος τοῦ σιάλου, ἢ ἔμπυοι γίνονται· καὶ οἱ μὲν ἀπόλλυνται, οἱ δὲ διαφεύγουσιν· διαδηλοῖ δὲ ταῦτα ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν, ἢ ἐννέα, ἢ ἕνδεκα, ἢ τεσσαρεσκαίδεκα. Ὀδύνην δὲ παρέχει ἐς τὸν ὦμον καὶ ἐς τὴν κληῗδα καὶ ἐς τὴν μασχάλην διὰ τόδε· ἡ φλὲψ ἡ σπληνῖτις καλεομένη τείνει ἀπὸ τοῦ σπληνὸς ἐς τὸ πλευρὸν, ἐκ δὲ τοῦ πλευροῦ ἐς τὸν ὦμον καὶ ἐς τὴν χεῖρα τὴν ἀριστερήν· ἡ δὲ ἡπατῖτις ἐς τὰ δεξιὰ ὡσαύτως· καὶ ὁκόταν ταύτης τὸ ἐπὶ τοῦ πλευροῦ συνειρυσθῇ ὑπὸ τοῦ ῥίγεος, καὶ φρίξῃ τὸ αἷμα τὸ ἐν αὐτῇ, ἔς τε τὴν μασχάλην καὶ τὴν κληῗδα καὶ τὸν ὦμον ξυνέρχεταί τε καὶ σπᾷ, καὶ ὀδύνην παρέχει. Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὰ περὶ τὸν νῶτον χωρία διαθερμαίνεται ὑπὸ τοῦ προσπεπηγότος ὑγροῦ πρὸς τῷ πλευρῷ, φλέγματός τε καὶ χολῆς. Παρέχει δὲ ὀδύνην ἐνίοτε καὶ τοῖσι τοῦ πλευροῦ κάτωθεν χωρίοισι· πολλάκις δὲ ἢν ἐς τὰ κάτω τράπηται ὀδύνη, διαδιδοῖ ἐς τὴν κύστιν διὰ τῶν φλεβίων, καὶ οὐρέει πολλόν τε καὶ χολῶδες· νομίζουσι δὲ ταύτης τῆς νούσου τὸ ῥῖγος αἴτιον εἶναι καὶ ἀρχήν.

[27] Ἡ δὲ περιπλευμονίη γίνεται, ὁκόταν, κεκινημένου καὶ θερμαινομένου τοῦ φλέγματος καὶ τῆς χολῆς, ἑλκύσῃ ὁ πλεύμων ὑπὸ θερμασίης ἐφ᾿ ἑωυτὸν ἀπὸ τῶν πλησίον χωρίων πρὸς τοῖσιν ὑπάρχουσιν ἐν ἑωυτῷ· διαθερμαίνει μὲν πᾶν τὸ σῶμα, καὶ ὀδύνην παρέχει, μάλιστα δὲ τῷ τε νώτῳ καὶ τῇσι πλευρῇσι καὶ τοῖσιν ὤμοισι καὶ τῇ ῥάχει, ἅτε ἀπὸ τούτων ἕλκων ἐς ἑωυτὸν τὴν ἰκμάδα τὴν πλείστην, καὶ ὑπερξηραίνων τε ταῦτα καὶ ὑπερθερμαίνων· ὁκόταν δὲ εἰρύσῃ ἐς ἑωυτὸν, καὶ ἕδρην λάβῃ ἥ τε χολὴ καὶ τὸ φλέγμα ἐν τῷ πλεύμονι, σήπεται καὶ ἐμπυοῦται· καὶ ἢν μὲν ἐν τῇσι κυρίῃσι τῶν ἡμερέων σαπέντα πτυσθῇ, περιγίνεται· ἢν δὲ τά τε ἐπελθόντα τὴν ἀρχὴν δέχηται, καὶ προσεπιγίνηται ἕτερα, καὶ μήτε πτύων, μήτε σήπων κρατέῃ ὑπὸ πλήθεος τῶν ἐπιγινομένων, ἀπογίνονται ὡς τὰ πολλά· ἢν δὲ πρὸς τὰς ἡμέρας διαγένωνται τὰς δύο καὶ εἴκοσι, καὶ τὸ πῦρ μεθῇ, καὶ ἐν ταύτῃσι μὴ ἐκπτυσθῇ, ἔμπυοι γίνονται, γίνονται δὲ μάλιστα ἐκ τούτων, οἷσιν ἰσχυρόταται ἥ τε πλευρῖτις καὶ ἡ περιπλευμονίη.

[28] Γίνεται δὲ καὶ ἄπτυστος περιπλευμονίη καὶ πλευρῖτις, ἄμφω ὑπὸ τοῦ αὐτοῦ, ὑπὸ ξηρασίης· ξηραίνει δὲ καὶ τὰ θερμὰ, ὅταν ὑπερθερμαίνῃ, καὶ τὰ ψυχρὰ, ὅταν ὑπερψύχῃ· πήγνυται δὲ τὸ πλευρὸν καὶ τὰ ἐν αὐτῷ τῷ πλευρῷ φλέβια, καὶ ξυσπᾶται, καὶ ὁκόσον ἐν αὐτῷ ἔνι φλέγματος καὶ χολῆς, τοῦτο ὑπὸ τῆς ξηρασίης ἐνέσκληκέ τε καὶ ὀδύνην παρέχει καὶ ὑπὸ τῆς ὀδύνης πυρετόν· τούτου ξυμφέρει τὴν φλέβα ἀποσχάσαι τὴν ἐν τῇ χειρὶ, τὴν σπληνῖτιν καλεομένην, ἢ τὴν ἡπατῖτιν, καθ᾿ ὁπότερον ἂν ἔῃ τὸ νούσημα· καὶ οὕτως ἡ ὀδύνη μαλακωτέρη γίνεται τοῦ πλευροῦ τε καὶ τῶν ἄλλων· ἡ γὰρ φλὲψ, ὅσον ἔνι ἐν αὐτῇ χολῆς καὶ φλέγματος, αὐτοῦ τοῦ αἵματος νενοσηκότος, μετὰ τούτου μεθίει τὸ πουλὺ ἔξω· τὸ δὲ ἐκ τῆς σαρκὸς ὑπό τε φαρμάκων καὶ ποτῶν διαχέεται καὶ ὑπὸ χλιασμάτων προστιθεμένων ἔξωθεν, ὥστε τὴν νοῦσον σκίδνασθαι ἀνὰ πᾶν τὸ σῶμα· καλέεται δὲ αὕτη πλευρῖτις ἄπτυστος. Ἡ δὲ περιπλευμονίη, ὁκόταν ὁ πλεύμων ὑπερξηρανθῇ καὶ αὐτός· καὶ ὅσον ἐν αὐτῷ ἔνι χολῆς ἢ φλέγματος, οὔτε σήπει ὁμαλῶς, οὔτε τὸ σίελον ἀναδιδοῖ· ὅσον τε ἐν αὐτῷ ἐστιν ἰκμάδος, ἢ ἀπὸ ποτοῦ, ἢ ἀπὸ ῥοφήματος, ἢ ἀπὸ τῶν πλησίον χωρίων, τοῦτο πᾶν ἐκκαίει ὑπὸ τῆς ὑπερξηρασίης τε καὶ θερμασίης. Τούτῳ ξυμφέρει πόματα πίνειν, ὑφ᾿ ὧν ὑγραίνεται ὁ πλεύμων καὶ πτύσεται· ἢν γὰρ μὴ πτυσθῇ, σκληρότερός τε γίνεται ὁ πλεύμων, καὶ συναυαίνεται, καὶ τὸν ἄνθρωπον ἀπόλλυσι.

[29] Καῦσος δὲ λαμβάνει μὲν μᾶλλον τοὺς χολώδεας, λαμβάνει δὲ καὶ τοὺς φλεγματίας, λαμβάνει δὲ ὧδε· ὁκόταν χολὴ κινηθῇ ἀνὰ τὸ σῶμα, καὶ ξυγκυρήσῃ ὥστε τὰς φλέβας καὶ τὸ αἷμα εἰρύσαι τῆς χολῆς, εἰρύσαι δὲ τὸ πλεῖστον ἐκ τῶν σαρκῶν καὶ τῆς κοιλίης τὸ πρόσθεν ἐνεὸν, ἅτε τῇ φύσει θερμότατον ἐὸν ἐν τῷ σώματι, τὸ αἷμα, ὁκόταν διαθερμανθῇ ἐκ τῶν σαρκῶν καὶ τῆς κοιλίης πρὸς τῷ ἐνεόντι μᾶλλον ἔτι ὑπὸ τῆς χολῆς, διαθερμαίνει καὶ τὸ ἄλλο σῶμα πᾶν· καὶ τὰ μὲν ἔνδον ὑπὸ πολλῆς ἰκμάδος οὐ δύναται ἀποξηραίνεσθαι παντάπασιν· ἢν δὲ ἀποξηρανθῇ, ἀποθνήσκει ὥνθρωπος· τὰ δὲ ἐν τοῖσιν ἀκρωτηρίοισι τοῦ σώματος, ἅτε ξηρὰ ἐόντα φύσει, ἀποξηραίνεταί τε καὶ ἐκκαίεται ἐξ αὐτῶν τὸ ὑγρὸν τὸ πλεῖστον, καὶ εἰ θέλοις ψαύειν, ψυχρά τε εὑρήσεις αὐτὰ καὶ ξηρά· καὶ διὰ τοῦτο ὁκόσοι ὑπὸ καύσου ἁλίσκονται, τὰ μὲν ἔνδον καίονται ὑπὸ τοῦ πυρὸς, τὰ δὲ ἔξω ψυχροί εἰσιν, ἥ τε γλῶσσα καὶ ἡ φάρυγξ τρηχύνεταί τε καὶ αὐαίνεται ὑπὸ τοῦ πνεύματος τοῦ ἔνδον καὶ τῆς θερμότητος. Ὅσον δ᾿ ἂν ἐν τῇ κοιλίῃ καὶ ἐν τῇ κύστει ἐγγένηται χολῆς, τὸ μὲν ἐν τῇ κοιλίῃ ἐνίοτε μὲν διαταράσσεται κάτω, τὰ δὲ πολλὰ ἐμέεται ἐν τῇσι πρώτῃσιν ἡμέρῃσιν, ἢ τέσσαρσιν, ἢ πέντε· ἐμέεται δὲ διὰ τόδε· ὁκόταν ἡ ἄνω κοιλίη ὑπερθερμανθῇ, ἕλκει ἐφ᾿ ἑωυτὴν, καὶ γίνεται ἔμετος· διὰ τοῦτο δ᾿ αὐτὸ καὶ ἐς περιπλευμονίην ἐκ καύσου τε καὶ πλευρίτιδος μάλιστα μεθίσταται τὰ νουσήματα· ὁκόταν γὰρ ἡ ἄνω κοιλίη ὑπερθερμανθῇ, ἕλκει ἐφ᾿ ἑωυτὴν, καὶ ὑποδέχεται ὁ πλεύμων, καὶ γίνεται περιπλευμονίη, καὶ ὡς τὰ πολλὰ ἀπόλλυνται, ἅτε ἀσθενέες ἤδη ἐόντες, καὶ, ἑτέρης νούσου καινῆς ἐπιγεννηθείσης, οὐ δυνάμενοι τὰς ἡμέρας διατελέειν, ἄχρις οὗ τὸ σίαλον πεπανθῇ ἐν τῷ πλεύμονι, ἀλλ᾿ ὡς τὰ πολλὰ ἀπόλλυνται ὑπὸ ἀσθενείης· ἔνιοι δὲ περιγίνονται. Ὅσον δὲ ἐς τὴν κύστιν συῤῥεῖ χολῆς, οὐρέεται παχύ· παχὺ δὲ ὑπὸ φλέγματος καὶ χολῆς διαχωρέει, ὅταν διαχωρέῃ, ὑπὸ τοῦ ξυγκεκαῦσθαι ἐν τῇ κοιλίῃ τὰ ἐνέοντα.

[30] Φρενῖτις δὲ ὧδε ἔχει· τὸ αἷμα τὸ ἐν τῷ ἀνθρώπῳ πλεῖστον ξυμβάλλεται μέρος συνέσιος· ἔνιοι δὲ λέγουσι, τὸ πᾶν· ὁκόταν οὖν χολὴ κινηθεῖσα ἐς τὰς φλέβας καὶ ἐς τὸ αἷμα ἐσέλθῃ, διεκίνησε καὶ διώῤῥωσε τὸ αἷμα ἐκ τῆς ἐωθυίης συστάσιός τε καὶ κινήσιος, καὶ διεθέρμηνε· διαθερμανθὲν δὲ διαθερμαίνει καὶ τὸ ἄλλο σῶμα πᾶν, καὶ παρανοέει τε ὥνθρωπος καὶ οὐκ ἐν ἑωυτῷ ἐστιν ὑπὸ τοῦ πυρετοῦ τοῦ πλήθεος καὶ τοῦ αἵματος τῆς διοῤῥώσιός τε καὶ κινήσιος γενομένης οὐ τῆς ἐωθυίης. Προσεοίκασι δὲ μάλιστα οἱ ὑπὸ τῆς φρενίτιδος ἐχόμενοι τοῖσι μελαγχολῶσι κατὰ τὴν παράνοιαν· οἵ τε γὰρ μελαγχολώδεες, ὁκόταν φθαρῇ τὸ αἷμα ὑπὸ χολῆς καὶ φλέγματος, τὴν νοῦσον ἴσχουσι καὶ παράνοοι γίνονται, ἔνιοι δὲ καὶ μαίνονται· καὶ ἐν τῇ φρενίτιδι ὡσαύτως· οὕτω δὲ ἧσσον ἡ μανίη τε καὶ ἡ παραφρόνησις γίνεται, ὅσῳ περ ἡ χολὴ τῆς χολῆς ἀσθενεστέρη ἐστίν.

[31] Ὕφαιμον δὲ καὶ πελιδνὸν ἐν τῇ πλευρίτιδι καὶ περιπλευμονίῃ τὸ πτύαλον διὰ τόδε πτύουσι· καταρχὰς μὲν ὡς τὸ πουλὺ οὐδέτερα πτύουσιν, οὔτε πελιδνὸν, οὔτε ὕφαιμον· εἰδέναι δὲ χρὴ τὴν νοῦσον ἰσχυρὴν ἐοῦσαν, ὁκόταν τὸ σίαλον ὑπόπαχυ ἄρξωνται πτύειν καὶ καθαίρεσθαι μάλιστα τότε. Πτύεται δὲ ἀπὸ διατάσιος τῶν φλεβῶν, τῆς μὲν πλευρίτιδος ἐκ τῶν ἐν πλευρῷ, τῆς δὲ περιπλευμονίης ἐκ τῶν ἐν τῷ πλεύμονι, καὶ θερμασίην ἐπάγει ἐφ᾿ ἑωυτήν· ἢν δὲ ῥηγματίης ἔῃ ὁ τὴν νοῦσον ἔχων καὶ σαβακὸς, ἀπὸ τῆς πρώτης ἡμέρης αἷμα καὶ ὕφαιμον καὶ πελιδνὸν σὺν σιάλῳ πτύει· τὸ δὲ πελιδνὸν ἀπὸ τοῦ αἵματος γίνεται, ἢν ὀλίγον συμμίγηται ἐς πουλὺ σίαλον, καὶ μὴ παραυτίκα πτύηται, ἀλλὰ ἐμμένῃ ἡμισαπὲς ἐὸν καὶ ἐκτεθηλυσμένον ἐν τῷ σώματι.

[32] Ἀποθνήσκουσι δὲ ἀπὸ μὲν τῆς πλευρίτιδος, ὁκόταν πολλὸν μὲν τὴν ἀρχὴν τῷ πλευρῷ προσπαγῇ φλέγμα τε καὶ χολὴ, πολλόν τε προσεπιῤῥυῇ καὶ ἐκ τοῦ ἄλλου σώματος, καὶ μήτε πτύων κρατέῃ ὑπὸ πλήθεος τούτων, μήτε σήπων· πιμπλῶνται δὲ αἱ ἀρτηρίαι ὑπὸ τῶν ἐνεόντων, φλέγματός τε καὶ πύου, τότε δὲ ῥέγχει, καὶ ἀναπνεῖ πυκνόν τε καὶ αὐτόθεν ἄνωθεν, τέλος δὲ ἀποφράσσεται πάντα, καὶ ἀποθνήσκει. Τὸν αὐτὸν δὲ τρόπον τοῦτον καὶ ἐκ περιπλευμονίης ἀπόλλυνται.

[33] Ὅσοι δὲ ὑπὸ καύσου ἀποθνήσκουσι, πάντες ὑπὸ ξηρασίης ἀποθνήσκουσιν, ἀποξηραίνεται δὲ πρῶτον μὲν αὐτῶν τὰ ἀκρωτήρια, πόδες τε καὶ χεῖρες, ἔπειτα δὲ τὰ ἐπιξηρότερα· ὅκοταν δὲ ἐκκαυθῇ καὶ ἀποξηρανθῇ παντάπασι τὸ ὑγρὸν ἐκ τοῦ σώματος, τὸ μὲν αἷμα πήγνυταί τε παντελῶς καὶ ψύχεται, τὸ δὲ ἄλλο σῶμα ἀποξηραίνεται, καὶ οὕτως ἀποθνήσκει.

[34] Ὑπὸ δὲ τῆς φρενίτιδος ἀπόλλυνται ὧδε· παραφρονέουσιν ἐν τῇ νούσῳ διὰ παντὸς, ἅτε τοῦ αἵματος ἐφθαρμένου τε καὶ κεκινημένου οὐ τὴν ἐωθυῖαν κίνησιν· καὶ ἅτε παραφρονέοντες, οὐκέτι τῶν προσφερομένων δέχονται, ὅ τι ἄξιον λόγου· ὅταν δὲ προΐῃ ὁ χρόνος, μαραίνονταί τε καὶ μινύθουσιν ὑπό τε τοῦ πυρετοῦ καὶ ὑπὸ τοῦ μηδὲν τρέφεσθαι· καὶ πρῶτα μὲν τὰ ἐν τοῖσιν ἀκρωτηρίοισι μινύθει τε καὶ ψύχεται, ἔπειτα δὲ τὰ ἐπ᾿ ἐγγυτάτω. Καὶ ψύχεός γε καὶ πυρὸς καὶ πόνων ἀρχὴν ταύτην ἴσχει· ὅταν τὸ αἷμα ἐν τῇσι φλεψὶν ὑπὸ τοῦ φλέγματος ψυχθῇ, μεταπίπτει τε καὶ ξυσπᾶται ἅλες ἄλλοτε ἄλλῃ, καὶ τρέμει, τέλος δὲ ψύχεται πάντα, καὶ ἀποθνήσκει.


Περὶ Νόσων Β᾿

ΠΕΡΙ ΝΟΥΣΩΝ ΤΟ ΔΕΥΤΕΡΟΝ.

[1] Οὐρέεται πολλὸν ὅταν ὑπερθερμανθῇ ἡ κεφαλή· τήκεται γὰρ ἐν αὐτῇ τὸ φλέγμα· τηκόμενον δὲ χωρέει τὸ μὲν ἐς τὰς ῥῖνας, τὸ δὲ ἐς τὸ στόμα, τὸ δὲ διὰ τῶν φλεβῶν αἳ ἄγουσιν ἐς τὸ αἰδοῖον· ὅταν δὲ ἐς τὸ αἰδοῖον ἀφίκηται, οὐρέει καὶ πάσχει οἷά περ ὑπὸ στραγγουρίης. Ἀμβλυώσσουσι δὲ, ὅταν ἐς τὰ ἐν τοῖσιν ὀφθαλμοῖσι φλέβια ἐσέλθῃ φλέγμα· ὑδαρεστέρη τε γὰρ γίνεται ἡ ὄψις καὶ θολερωτέρη, καὶ τὸ λαμπρὸν ἐν τῷ ὀφθαλμῷ οὐχ ὁμοίως λαμπρόν ἐστιν, οὐδὲ καταφαίνεται ἐν αὐτῷ, ἐὰν ἐθέλῃ ὁρᾷν, ὁμοίως ὡς καὶ ὅτε λαμπρὸς καὶ καθαρὸς ἦν. Οὗτος ἐν τεσσαράκοντα ἡμέρῃσι μάλιστα ὑγιάζεται. Ἢν δὲ χρόνῳ ὕστερον πολλῷ ὑποστρέψῃ ἡ νοῦσος, τὸ δέρμα τῆς κεφαλῆς παχύνεται, καὶ τὸ ἄλλο σῶμα αἴρεται καὶ παχύνεται καὶ εὐχροέει. Τούτῳ τὸ φλέγμα ἐς τὰς σάρκας τρέπεται, καὶ ὑπὸ τούτου δοκέει παχὺς εἶναι· αἱ γὰρ σάρκες, ἅτε διάβροχοι ἐοῦσαι καὶ ἠρμέναι καὶ ἀραιότεραι, ἕλκουσιν ἐκ τῶν φλεβῶν αἷμα, καὶ διὰ τοῦτο δοκέουσιν εὔχροοι εἶναι.

[2] Ἑτέρη νοῦσος· ἡ κεφαλὴ ἑλκέων καταπίμπλαται, καὶ τὸ σῶμα οἰδέει, καὶ ἡ χροιὴ ἰκτερώδης, καὶ ἄλλοτε ἄλλῃ τοῦ σώματος ἕλκεα ἐκφύει, καὶ πυρετὸς λαμβάνει ἄλλοτε καὶ ἄλλοτε, καὶ ἐκ τῶν ὤτων ὕδωρ ῥεῖ. Τούτῳ, ὅταν ἐν τῇ κεφαλῇ φλέγμα ὑπόχολον ἐντραφῇ, τὰ μὲν ἕλκεα γίνεται, ὅταν τὸ βρέγμα διάβροχον γένηται τῷ φλέγματι καὶ τῇ χολῇ, καὶ ἀραιὸν ἔῃ καὶ ἅλες τὸ φλέγμα καὶ ἡ χολή· ἵσταται γὰρ τοῦτο καὶ σήπεται καὶ ἑλκοῦται· ἐς δὲ τὰ ὦτα λεπτυνόμενον τὸ φλέγμα διαδιδοῖ. Ἐν δὲ τῷ ἄλλῳ σώματι τά τε ἕλκεα κατὰ τὸν αὐτὸν λόγον τοῖσιν ἐν τῇ κεφαλῇ γίνεται, συσσηπομένου τοῦ αἵματος καὶ τῆς χολῆς, ᾗ ἂν τύχῃ ἁλισθέντα· ταύτῃ γὰρ ἡ σὰρξ σήπεται καὶ ἑλκοῦται, καὶ προσκατασήπει τὸ ἐσελθὸν τοῦ φλέγματος καὶ τῆς χολῆς, καὶ γίνεται πῦον.

[3] Ἑτέρη νοῦσος· περιωδυνίη τὴν κεφαλὴν ἴσχει, καὶ ἐμέει χολὴν, καὶ δυσουρέει, καὶ παραφρονέει. Οὗτος περιωδυνέει μὲν ὑπὸ τῆς ὑπερθερμασίης τῆς κεφαλῆς, παραφρονέει δὲ ὅταν τὸ αἷμα τὸ ἐν τῇ κεφαλῇ ὑπὸ χολῆς ἢ φλέγματος ὑπερθερμανθῇ καὶ κινηθῇ μᾶλλον τοῦ εἰωθότος· ἐμέει δὲ χολὴν ἅτε κεκινημένης αὐτῆς ἐν τῷ σώματι, καὶ ἡ κεφαλὴ ὑπὸ τῆς θερμασίης ἕλκει ἐφ᾿ ἑωυτὴν, καὶ τὸ μὲν παχύτατον ἐμέει, τὸ δὲ λεπτότατον ἕλκει ἐς ἑωυτήν· οὐρέει δὲ καὶ ἐν ταύτῃ ὑπὸ τῶν αὐτῶν, ὡς καὶ ἐν τῇ πρόσθεν εἴρηται.

[4] Ἑτέρη νοῦσος· ἢν περὶ τὸν ἐγκέφαλον φλέβια ὑπερεμήσῃ, τὸ μὲν οὔνομα οὐκ ὀρθὸν τῇ νούσῳ, οὐ γὰρ ἀνυστὸν ὑπερεμῆσαι οὐδὲν τῶν φλεβίων οὔτε τῶν ἐλασσόνων οὔτε τῶν μειζόνων· ὀνομαίνουσι δὲ καὶ φασὶν ὑπερέμετον· εἰ δ᾿ ὡς μάλιστα ὑπερεμήσειε, νοῦσος ὑπ᾿ αὐτοῦ οὐκ ἔοικεν ἂν γίνεσθαι· ἀπ᾿ ἀγαθοῦ γὰρ κακὸν οὐχ οἷόν τε γενέσθαι, οὐδ᾿ ἀγαθὸν πλέον τοῦ δέοντος οἷόν τε γενέσθαι, ἀλλ᾿ ὑπερεμέειν δοκέει ὅταν ἐς τὰς φλέβας χολὴ ἢ φλέγμα ἐσέλθῃ. Μετεωρίζονταί τε γὰρ αἱ φλέβες καὶ σφύζουσι, καὶ ὀδύνη κατὰ πᾶσαν τὴν κεφαλὴν ἐγγίνεται, καὶ τὰ ὦτα ἠχέει, καὶ ἀκούει οὐδέν· καὶ ἠχέει μὲν ἅτε τῶν φλεβίων σφυζόντων καὶ παλλομένων, τηνικαῦτα γὰρ ἦχος ἔνεστιν ἐν τῇ κεφαλῇ, βαρυηκοεῖ δὲ τὸ μέν τι ὑπὸ τοῦ ἔσωθεν ψόφου καὶ ἤχου, τὸ δὲ ὅταν ὁ ἐγκέφαλος καὶ τὰ φλέβια τὰ περὶ αὐτὸν ἐπαρθῇ. Ὑπὸ γὰρ τῆς ὑπερθερμασίης ἐμπίπλησι τὸ κατὰ τὸ οὖς κενεὸν ὁ ἐγκέφαλος ἑωυτοῦ, καὶ ἅτε οὐκ ἐνεόντος τοῦ ἠέρος ἰσοπληθέος, ὡς καὶ ἐν τῷ πρὶν χρόνῳ, οὐδὲ τὸν ἦχον ἴσον παρέχοντος, οὐκ ἐνσημαίνει οἱ τὰ λεγόμενα ὁμαλῶς, καὶ ἀπὸ τούτου βαρυηκοέει. Οὗτος, ἢν μὲν ῥαγῇ αὐτῷ ἐς τὰς ῥῖνας ἢ ἐς τὸ στόμα ὕδωρ καὶ φλέγμα, ὑγιὴς γίνεται· ἢν δὲ μὴ ῥαγῇ, ἑβδομαῖος μάλιστα ἀποθνήσκει. Ἢν δὲ αἱ ἐν τῇ κεφαλῇ ὑπερεμέσωσι φλέβες, ὑπερεμέουσι δὲ ὑπὸ τῶν αὐτῶν ἃ καὶ ἐν τῷ πρόσθεν εἴρηται· σημήϊον δὲ ὅτι τοιούτῳ τρόπῳ ὑπερεμέουσι τόδε· ὅταν τις ἢ χεῖρα τοῦτο πάσχουσαν ἐπιτάμῃ ἢ κεφαλὴν ἢ ἄλλο τι τοῦ σώματος, τὸ αἷμα μέλαν ῥέει καὶ θολερὸν καὶ νοσῶδες· καίτοι οὐ δίκαιον κατ᾿ οὔνομα, ἀλλ᾿ ἐρυθρὸν καὶ εἰλικρινὲς ῥεῖν. Ὅταν δὲ ὑπερεμέσωσιν ὑπὸ τῶν αὐτῶν, ἴσχει ὀδύνη καὶ σκοτοδινίη καὶ βάρος τὴν κεφαλήν· ὀδύνη μὲν ὑπὸ τῆς ὑπερθερμασίης τοῦ αἵματος, σκοτοδινίη δὲ ὅταν ἅλες ἐπὶ τὸ πρόσωπον χωρήσῃ τὸ αἷμα, βάρος δὲ ἅτε τοῦ αἵματος πλέονος ἐόντος ἐν τῇ κεφαλῇ καὶ θολερωτέρου καὶ νοσωδεστέρου ἢ εἴωθεν.

[5] Σφακελισμὸς ἐγκεφάλου· ἢν σφακελίσῃ ὁ ἐγκέφαλος, ὀδύνη ἔχει ἐκ τῆς κεφαλῆς τὴν ῥάχιν καὶ ἐπὶ τὴν καρδίην φοιτᾷ, καὶ ἀψυχίη καὶ ἱδρὼς, καὶ ἄϋπνος τελέθει, καὶ ἐκ τῶν ῥινῶν αἷμα ῥεῖ, πολλάκις δὲ καὶ αἷμα ἐμέει. Σφακελίζει δὲ ὁ ἐγκέφαλος τρόπῳ τοιῷδε· ὁκόταν ἢ ὑπερθερμανθῇ ἢ ὑπερψυχθῇ, ἢ χολώδης ἢ φλεγματώδης γένηται μᾶλλον τοῦ εἰωθότος, ὅταν δέ τι τούτων πάθῃ, ὑπερθερμαίνεται, καὶ τὸν νωτιαῖον μυελὸν διαθερμαίνει, καὶ οὗτος ὀδύνην τῇ ῥάχει παρέχει· ἀψυχέει δὲ ὅταν προσίστηται πρὸς τὴν καρδίην φλέγμα ἢ χολή· προσίστασθαι δὲ ἀνάγκη κεκινημένων καὶ ὑγρασμένων· ἱδρὼς δὲ γίνεται ὑπὸ πόνου· τὸ αἷμα δὲ ἐμέει ὅταν αἱ φλέβες αἱ μὲν ἐν τῇ κεφαλῇ ὑπὸ τοῦ ἐγκεφάλου θερμανθῶσιν, αἱ δὲ παρὰ τὴν ῥάχιν ὑπὸ τῆς ῥάχιος, ἡ δὲ ῥάχις ὑπὸ τοῦ νωτιαίου μυελοῦ, ὁ δὲ μυελὸς ὑπὸ τοῦ ἐγκεφάλου, ὅθεν περ πέφυκεν· ὅταν οὖν θερμανθῶσιν αἱ φλέβες καὶ τὸ αἷμα ἐν αὐτῇσι ζέσῃ, διαδιδοῦσιν αἱ μὲν ἀπὸ τῆς κεφαλῆς ἐς τὰς ῥῖνας, αἱ δ᾿ ἀπὸ τῆς ῥάχιος αἱμοῤῥόοι ἐς τὸ σῶμα. Οὗτος τριταῖος ἀπόλλυται ἢ πεμπταῖος ὡς τὰ πολλά.

[6] Ἑτέρη νοῦσος· ἐξαπίνης ὀδύνη λαμβάνει τὴν κεφαλὴν, καὶ παραχρῆμα ἄφωνος γίνεται καὶ ἀκρατὴς ἑωυτοῦ. Οὗτος ἀποθνήσκει ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν μή μιν πῦρ ἐπιλάβῃ· ἢν γὰρ ἐπιλάβῃ, ὑγιὴς γίνεται. Πάσχει δὲ ταῦτα, ὅταν αὐτῷ μέλαινα χολὴ ἐν τῇ κεφαλῇ κινηθεῖσα ῥυῇ, καὶ μάλιστα καθ᾿ ὃ τὰ πλεῖστά ἐστι φλέβια, ἐν τῷ τραχήλῳ φημὶ καὶ τοῖσι στήθεσιν· ἔπειτα καὶ τῇ ἑξῆς ἀπόπληκτος γίνεται καὶ ἀκρατὴς, ἅτε τοῦ αἵματος ἐψυγμένου. Καὶ ἢν κρατήσῃ ὥστε τὸ αἷμα θερμανθῆναι, ἤν τε ὑπὸ τῶν προσφερομένων ἤν τε ὑφ᾿ ἑωυτοῦ, μετεωρίζεταί τε καὶ διαχέεται, καὶ κινέεται, καὶ τὴν πνοιὴν ἐσάγεταί τε καὶ ἀφρέει καὶ χωρίζεται τῆς χολῆς, καὶ ὑγιὴς γίνεται. Ἢν δὲ μὴ κρατήσῃ, ψύχεται ἐπὶ μᾶλλον· καὶ ὅταν παντάπασι ψυχθῇ καὶ ἐκλίπῃ ἐξ αὐτοῦ τὸ θερμὸν, πήγνυται καὶ κινηθῆναι οὐ δύναται, ἀλλὰ ἀποθνήσκει. Ἢν δὲ ἐκ θωρήξιος ταῦτα πάθῃ, πάσχει ὑπὸ τῶν αὐτέων, καὶ ἀπόλλυται ὑπὸ τῶν αὐτέων, καὶ διαφεύγει ὑπὸ τῶν αὐτέων.

[7] Τερηδών· ὅταν τερηδὼν γένηται ἐν τῷ ὀστέῳ, ὀδύνη λαμβάνει ἐκ τοῦ ὀστέου, χρόνῳ δὲ ἀφίσταται τὸ δέρμα ἀπὸ τῆς κεφαλῆς ἄλλῃ καὶ ἄλλῃ. Οὗτος δὲ ταῦτα πάσχει, ὅταν ἐν τῇ διπλόῃ τοῦ ὀστέου ὑπογενόμενον φλέγμα ἐναποξηρανθῇ· ταύτῃ γὰρ ἀραιὸν γίνεται, καὶ ἐκλείπει ἐξ αὐτέου ἡ ἰκμὰς πᾶσα, καὶ ἅτε ξηροῦ ἐόντος ἀφίσταται τὸ δέρμα ἀπ᾿ αὐτοῦ. Αὕτη ἡ νοῦσος οὐ θανάσιμός ἐστιν.

[8] Ἑτέρη νοῦσος· ἢν βλητὸς γένηται, ἀλγέει τῆς κεφαλῆς τὸ πρόσθεν, καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐχ ὁμαλῶς ὁρᾷ, καὶ κομαίνει, καὶ αἱ φλέβες σφύζουσι, καὶ πυρετὸς ἴσχει βληχρὸς, καὶ τοῦ σώματος ἀκρασίη. Οὗτος ταῦτα πάσχει, ὅταν αἱ ἐν τῇ κεφαλῇ φλέβες θερμανθῶσιν καὶ θερμανθεῖσαι εἰρύσωσι φλέγμα ἐς ἑωυτάς. Ἡ μὲν οὖν ἀρχὴ τῆς νούσου ἐκ τούτου γίνεται· τὸ δὲ ἔμπροσθεν τῆς κεφαλῆς διὰ τόδε ἀλγέει, ὅτι αἱ φλέβες ταύτῃ εἰσὶν αἱ παχύταται, καὶ ὁ ἐγκέφαλος ἐς τὸ πρόσω μᾶλλον κεῖται τῆς κεφαλῆς ἢ ἐς τοὔπισθεν· καὶ τοῖσιν ὀφθαλμοῖσι διὰ τοῦτο οὐχ ὁρᾷ προκειμένου τοῦ ἐγκεφάλου καὶ φλεγμαίνοντος. Τὸ δὲ σῶμα διὰ τόδε ἀκρασίαι ἴσχουσιν· αἱ φλέβες ἐπὴν ἐς ἑωυτὰς ἐρύσωσι φλέγμα, ἀνάγκη ὑπὸ ψυχρότητος τοῦ φλέγματος τὸ αἷμα ἑστάναι μᾶλλον νῦν ἢ ἐν τῷ πρὶν χρόνῳ καὶ ἐψῦχθαι· μὴ κινεομένου δὲ τοῦ αἵματος, οὐχ οἷόν τε μὴ οὐχὶ καὶ τὸ σῶμα ἀτρεμίζειν καὶ κεκωφῶσθαι. Καὶ ἢν μὲν τὸ αἷμα καὶ τὸ ἄλλο σῶμα κρατήσῃ ὥστε διαθερμανθῆναι, διαφεύγει· ἢν δὲ τὸ φλέγμα κρατήσῃ, ἐπιψύχεται μᾶλλον τὸ αἷμα καὶ πήγνυται· καὶ ἢν ἐς τοῦτο ἐπιδιδῷ ψυχόμενον καὶ πηγνύμενον, πήγνυται παντελῶς καὶ ἐκψύχεται ὥνθρωπος καὶ ἀποθνήσκει.

[9] Κυνάγχη· κυνάγχη δὲ γίνεται ὅταν ἐν τῇ κεφαλῇ φλέγμα κινηθὲν ῥυῇ ἅλες κάτω καὶ στῇ ἐν τῇσι σιαγόσι καὶ περὶ τὸν τράχηλον. Οὗτος οὔτε τὸ σίελον δύναται καταπίνειν, ἀναπνεῖ δέ τε βιαίως καὶ ῥέγχει, καὶ ἔστιν ὅτε καὶ πυρετὸς αὐτὸν ἴσχει. Τὸ μὲν οὖν νούσημα ἀπὸ τούτου γίνεται, ἄλλοτε ὑπ᾿ αὐτὴν τὴν γλῶσσαν, ἄλλοτε ὑπὲρ τῶν στηθέων ὀλίγον.

[10] Σταφυλή· σταφυλὴ δὲ γίνεται ὅταν ἐς τὸν γαργαρεῶνα καταβῇ φλέγμα ἀπὸ τῆς κεφαλῆς· κατακρήμναται καὶ γίνεται ἐρυθρός· ἢν δὲ πλείων χρόνος γένηται, μελαίνεται· μελαίνεται δὲ ὧδε· ἐπὶ φλεβός ἐστιν ὁ γαργαρεὼν παχέης, καὶ ἐπὴν φλεγμήνῃ, θερμαίνεται, καὶ ὑπὸ τῆς θερμασίης ἕλκει καὶ ἐκ τῆς φλεβὸς τοῦ αἵματος, καὶ μελαίνεται ὑπ᾿ αὐτοῦ. Διὰ τοῦτο δὲ καὶ ἢν μὴ ὀργῶντα τάμῃς, παραχρῆμα ἀποσπαρθάζουσιν· ἡ γὰρ φλὲψ διαθερμαίνει καὶ ὑπὸ τῆς θερμασίης ἐμπιπλεῖ τὰ περὶ τὸν γαργαρεῶνα αἵματος, καὶ δι᾿ ὅλου ἀποπνίγονται.

[11] Ἀντιάδες· ἀντιάδες δὲ καὶ ὑπογλωσσίδες καὶ οὖλα καὶ γλῶσσα καὶ ὅσα τοιαῦτα ταύτῃ πεφυκότα, ταῦτα πάντα νοσέει ὑπὸ φλέγματος· τὸ δὲ φλέγμα ἀπὸ τῆς κεφαλῆς καταβαίνει· ἡ δὲ κεφαλὴ ἐκ τοῦ σώματος ἕλκει· ἕλκει δὲ ὅταν διαθερμανθῇ· διαθερμαίνεται δὲ ὑπὸ σιτίων καὶ ἡλίου καὶ πόνων καὶ πυρός· ὅταν δὲ διαθερμανθῇ, ἕλκει τὸ λεπτότατον ἐς ἑωυτὴν ἐκ τοῦ σώματος· ὅταν δὲ εἰρύσῃ, καταβαίνει καὶ πάλιν ἐς τὸ σῶμα.

[12] Νοῦσοι αἱ ἀπὸ τῆς κεφαλῆς γινόμεναι· ὅταν πλήρης γένηται ἡ κεφαλὴ καὶ τύχῃ ὑπό τινος τούτων διαθερμανθεῖσα, νάρκη ἴσχει τὴν κεφαλὴν, καὶ οὐρέει συχνὰ, καὶ τὰ ἄλλα πάσχει ἅπερ ὑπὸ στραγγουρίης· οὗτος ἡμέρας ἐννέα ταῦτα πάσχει, καὶ ἢν μὲν ῥαγῇ κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ὕδωρ καὶ βλέννα, ἀπαλλάττεται τῆς νούσου, καὶ παύεται τῆς στραγγουρίης, οὐρέει τε ἀπόνως καὶ πουλὺ καὶ λευκὸν ἐς τὰς εἴκοσιν ἡμέρας, καὶ ἡ ἐκ τῆς κεφαλῆς ὀδύνη ἐκλείπει, καὶ ἐκ τῶν ὀφθαλμῶν ἐσορῶντι κλέπτεταί οἱ ἡ αὐγὴ, καὶ δοκέει τὸ ἥμισυ τῶν προσώπων ὁρᾷν. Οὗτος τεσσαρακοσταῖος ὑγιὴς παντελῶς γίνεται· ἐνίοτε δὲ πολλοῖς ὑπανέστρεψεν ἡ νοῦσος ἑβδόμῳ ἔτει ἢ τεσσαρεσκαιδεκάτῳ· καὶ τὸ δέρμα οἱ παχύνεται τῆς κεφαλῆς, καὶ ψαυόμενον ὑπείκει, καὶ ἀπ᾿ ὀλίγων σιτίων ἁπαλὸς καὶ εὔχροος φαίνεται, καὶ ἀκούει οὐκ ὀξέα. Ὅταν οὕτως ἔχοντι ἐπιτύχῃς ἀρχομένῳ τῆς νούσου πρόσθεν ἢ ῥαγῆναι κατὰ τὰς ῥῖνας τὸ ὕδωρ καὶ κατὰ τὰ ὦτα, καὶ ἔχῃ αὐτὸν ἡ περιωδυνίη, ἀποξυρήσαντα χρὴ αὐτοῦ τὴν κεφαλὴν, περιδέοντα περὶ τὸ μέτωπον τὸν ἀσκὸν τὸν σκύτινον, ὕδατος ἐμπιπλῶντα ὡς ἂν ἀνέχηται θερμοτάτου, ἐᾷν αὐτὸν χλιαίνεσθαι, καὶ ἐπὴν ἀποψυχθῇ, ἕτερον ἐγχέειν· ἢν δὲ ἀσθενέῃ, παύεσθαι, καὶ διαλιπὼν αὖθις ποιέειν ταὐτὰ ἔστ᾿ ἂν χαλάσῃ ἡ περιωδυνίη· καὶ ἢν ἡ κοιλίη μὴ ὑποχωρέῃ, ὑποκλύσαι αὐτὸν, καὶ πιπίσκοντα τῶν οὐρητικῶν μελίκρητα διδόναι ἐπιπίνειν ὑδαρέα· καὶ θαλπέσθω ὡς μάλιστα· ῥοφανέτω δὲ τὸν χυλὸν τῆς πτισάνης λεπτόν. Ἢν δὲ ἡ γαστὴρ μὴ ὑποχωρέῃ, λινόζωστιν ἑψήσας ἐν ὕδατι, τρίβων, διηθέων τὸν χυλὸν, συμμίσγειν ἴσον τοῦ ἀπὸ τῆς πτισάνης χυλοῦ καὶ τοῦ ἀπὸ τῆς λινοζώστιος, καὶ μέλι ὀλίγον παραμίσγειν ἐς τὸν χυλόν· τοῦτον ῥοφάνειν τρὶς τῆς ἡμέρης, καὶ ἐπιπίνειν οἶνον μελιχρὸν, ὑδαρέα, λευκὸν, ὀλίγον ἐπὶ τῷ ῥοφήματι. Ἐπὴν δέ οἱ ῥαγῇ κατὰ τὰς ῥῖνας τὰ βλεννώδεα, καὶ οὐρέῃ παχὺ, καὶ τῆς ὀδύνης ἀπηλλαγμένος ἔῃ τῆς κεφαλῆς, τῷ ἀσκῷ μηκέτι χρήσθω, ἀλλὰ λουόμενος πολλῷ θερμῷ πινέτω τὰ διουρητικὰ καὶ μελίκρητα ὑδαρέα· καὶ τὰς μὲν πρώτας ἡμέρας κέγχρον λειχέτω, καὶ κολοκύντην ἐσθιέτω ἢ τεῦτλα τρεῖς ἡμέρας· ἔπειτα σιτίοισι χρήσθω ὡς μαλθακωτάτοισι καὶ διαχωρητικωτάτοισι, προστιθεὶς ὀλίγον ἀεὶ τῶν σιτίων. Ἐπὴν δὲ τεσσαράκοντα ἡμέραι διέλθωσι, καθίσταται γὰρ μάλιστα ἡ νοῦσος ἐν τοσούτῳ χρόνῳ, καθήρας αὐτοῦ τὴν κεφαλὴν πρότερόν οἱ φάρμακον δοὺς κάτω κάθηρον· ἔπειτα, ἢν ὥρη ἔῃ τοῦ ἔτεος, ὀῤῥὸν μεταπῖσαι ἑπτὰ ἡμέρας· ἢν δὲ ἀσθενήσῃ, ἐλάσσονας· ἢν δὲ ὑποστρέψῃ ἡ νοῦσος, πυριάσας αὐτὸν ὅλον, ἐς αὔριον δοῦναι ἐλλέβορον πίνειν· κἄπειτα διαλείπειν ὅσον ἄν σοι δοκέῃ χρόνον, καὶ τότε τὴν κεφαλὴν καθήρας, κατωτερικὸν δοὺς φάρμακον, καῦσον τὴν κεφαλὴν ἐσχάρας ὀκτὼ, δύο μὲν παρὰ τὰ ὦτα, δύο δ᾿ ἐν τοῖσι κροτάφοισι, δύο δὲ ὄπισθεν τῆς κεφαλῆς ἔνθεν καὶ ἔνθεν ἐν τῇ κοτίδι, δύο ἐν τῇ ῥινὶ παρὰ τοὺς κανθούς· τὰς φλέβας καίειν δὲ τὰς μὲν παρὰ τὰ ὦτα, ἔστ᾿ ἂν παύσωνται σφύζουσαι· τοῖσι δὲ σιδηρίοισι σφηνίσκους ποιησάμενος, διακαίειν πλαγίας τὰς φλέβας. Ταῦτα ποιήσαντι ὑγιείη ἐγγίνεται.

[13] Ἄλλη νοῦσος· ἑλκέων καταπίμπλαται τὴν κεφαλὴν, καὶ τὰ σκέλεα οἰδίσκεται ὥσπερ ἀπὸ ὕδατος, καὶ ἐν τῇσι κνήμῃσιν ἐμπλάσσεται, καὶ ἢν πιέσῃς, ἡ χροιὴ ἰκτερώδης, καὶ ἐκφύει ἕλκεα ἄλλοτε ἄλλῃ, μάλιστα δὲ περὶ τὰς κνήμας, καὶ φαίνεται πονηρὰ προσιδέειν, ἀποφλεγμήναντα δὲ ταχέως ὑγιέα γίνονται, καὶ πυρετὸς ἄλλοτε καὶ ἄλλοτε λαμβάνει· ἡ δὲ κεφαλὴ ἀεὶ θερμὴ γίνεται, καὶ ἐκ τῶν ὤτων ὕδωρ ῥέει. Ὅταν οὕτως ἔχῃ, φάρμακόν οἱ δοῦναι, ὑφ᾿ οὗ φλέγμα καὶ χολὴ καθαρεῖται ἄνω· ἢν μὲν ψῦχος ἔῃ, προπυριήσας καὶ λούσας θερμῷ· ἔπειτα διαλείπων ἡμέρας τρεῖς τὴν κεφαλὴν καθῆραι· μετὰ δὲ κάτω φάρμακον πῖσαι· ἢν δὲ ὥρη ἔῃ, καὶ ὀῤῥὸν μεταπιέτω· εἰ δὲ μὴ, γάλα ὄνου· μετὰ δὲ τὰς καθάρσιας σιτίοισιν ὡς ἐλαχίστοισι χρήσθω καὶ διαχωρητικωτάτοισι, καὶ ἀλουτεέτω. Ἢν δὲ ἡ κεφαλὴ ἥλκωται, τρύγα κατακαίων οἰνηρὴν, σμῆγμα ποιέων, σύμμισγε τῆς βαλάνου τὸ ἔκλεμμα λεῖον τρίβων, λίτρον συμμίσγων ἴσον, ἀποσμήξας τούτοισι, λούσθω πολλῷ θερμῷ. Χριέσθω δὲ τὴν κεφαλὴν, δαφνίδας τρίψας καὶ κηκίδας καὶ σμύρναν καὶ λιβανωτὸν καὶ ἀργυρίου ἄνθος καὶ ὕειον ἄλειφα καὶ δάφνινον ἔλαιον· ταῦτα μίξας χρίειν. Τὸν δὲ μετὰ ταῦτα χρόνον ἐμέτοισι χρήσθω τρὶς τοῦ μηνὸς, καὶ γυμναζέσθω καὶ θερμολουτεέτω. Ἢν δέ σοι τάδε ποιέοντι ἐκ μὲν τοῦ ἄλλου σώματος ἡ νοῦσος ἐξεληλύθῃ, ἐν δὲ τῇ κεφαλῇ ἔτι ἕλκεά οἱ γίνηται, καθήρας τὴν κεφαλὴν αὖθις, φάρμακον κάτω μεταπῖσαι· ἔπειτα ξυρήσας τὴν κεφαλὴν, καταταμέειν τομὰς ἀραιὰς, καὶ ἐπὴν ἀποῤῥυῇ τὸ αἷμα, ἀνατρῖψαι· ἔπειτα εἴρια πινόεντα οἴνῳ ῥαίνων ἐπιδεῖν, καὶ ἐπὴν ἀπολύσῃς, περισπογγίζειν καὶ μὴ βρέχειν· ἔπειτα κυπάρισσον ἐπιπάσσειν ἐλαίῳ ὑποχρίων· τοῖσι δὲ εἰρίοισιν ἐπιδέσμοισι χρήσθω, ἔστ᾿ ἂν ὑγιὴς γένηται.

[14] Ἄλλη νοῦσος· περιωδυνίη λαμβάνει τὴν κεφαλὴν, καὶ ἐπὴν κινήσῃ τις ἧσσον [ἢ πλέον], ἐμέει χολήν· ἐνίοτε δὲ καὶ δυσουρέει καὶ παραφρονέει· ἐπὴν δ᾿ ἑβδομαῖος γένηται, ἐνίοτε ἀποθνήσκει· ἢν δὲ τὴν ἑβδόμην διίῃ, ἐνναταῖος ἢ ἑνδεκαταῖος, ἢν μή οἱ ῥαγῇ κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα. Ἢν δὲ ῥαγῇ, ὑπεκφυγγάνει· ῥεῖ δὲ ὑπόχολον ὕδωρ, ἔπειτα τῷ χρόνῳ πῦον γίνεται ἐκσαπέν. Ὅταν οὖν οὕτως ἔχῃ, ἕως μὲν ἂν ἡ περιωδυνίη ἔχῃ κατ᾿ ἀρχὰς, πρὶν ῥαγῆναι ἐκ τῶν ῥινῶν καὶ τῶν ὤτων, σπόγγους ἐν ὕδατι θερμῷ βρέχων, ἇσσον προστιθέναι πρὸς τὴν κεφαλήν· ἢν δὲ μὴ τοιούτοισι χαλᾷ, τῷ ἀσκῷ χρῆσθαι τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ τῆς προτέρης· πινέτω δὲ μελίκρητα ὑδαρέα· ἢν δὲ μηδ᾿ ἀπὸ τοῦ μελικρήτου, τὸ ἀπὸ τῶν κρίμνων ὕδωρ πινέτω· ῥοφανέτω δὲ τὸν χυλὸν τῆς πτισάνης, καὶ ἐπιπινέτω λευκὸν οἶνον ὑδαρέα. Ἐπὴν δὲ ῥαγῇ κατὰ τὰ ὦτα καὶ ὁ πυρετὸς ἀνῇ καὶ ἡ ὀδύνη, σιτίοισι χρήσθω διαχωρητικοῖσιν, ἀρξάμενος ἐξ ὀλίγων, προστιθεὶς αἰεὶ, καὶ λούσθω θερμῷ κατὰ κεφαλῆς, καὶ τὰ ὦτα διακλύζειν ὕδατι καθαρῷ, καὶ ἐντιθέτω σπογγιὰν μέλιτι ἐμβάπτων. Ἢν δέ τοι μὴ ξηραίνηται οὕτως, ἀλλὰ χρόνιον γένηται τὸ ῥεῦμα, διακλύσας, ἐμβάλλειν ἀργύρου ἄνθος, σανδαράχην, ψιμύθιον, ἴσον ἑκάστου, λεῖα τρίβων, ἐμπιπλεὶς τὸ οὖς σάσσειν, καὶ ἢν παραῤῥέῃ, ἐπεμβάλλειν τοῦ φαρμάκου· ἐπὴν δὲ ξηρὸν γένηται τὸ οὖς, ἐκκαθήρας, ἐκκλύσαι τὸ φάρμακον· ἔπειτα, κωφὸν γὰρ γίνεται τὸ πρῶτον ἀποξηρανθὲν, πυριᾷν αὐτῷ βληχρῇσι πυρίῃσι τὰ ὦτα· καταστήσεται γὰρ οὕτω χρόνῳ. Ἀποθνήσκουσι δὲ καὶ ἢν ἐς τὸ οὖς περιωδυνίη γενομένη μὴ ῥαγῇ ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν. Τοῦτον λούειν πολλῷ θερμῷ, καὶ σπόγγους ἐν ὕδατι θερμῷ βρέχων, ἐκμάσσων, χλιαροὺς προστιθέναι πρὸς τὸ οὖς. Ἢν δὲ μηδὲ οὕτω ῥηγνύηται, πυριᾷν αὐτῷ τὸ οὖς· ῥοφήμασι δὲ καὶ πόμασι τοῖσιν αὐτοῖσι χρῆσθαι οἷσί περ ἐπὶ τοῖσι πρόσθεν.

[15] Ἑτέρη νοῦσος· ἢν ὕδωρ ἐπὶ τῷ ἐγκεφάλῳ γένηται, ὀδύνη ὀξείη ἴσχει διὰ τοῦ βρέγματος καὶ τῶν κροτάφων ἄλλοτε ἄλλῃ, καὶ ῥῖγος καὶ πυρετὸς ἄλλοτε καὶ ἄλλοτε, καὶ τὰς χώρας τῶν ὀφθαλμῶν ἀλγέει, καὶ ἀμβλυώσσει, καὶ ἡ κόρη σχίζεται, καὶ δοκέει ἐκ τοῦ ἑνὸς δύο ὁρᾷν, καὶ ἢν ἀναστῇ, σκοτοδινίη μιν λαμβάνει, καὶ τὸν ἄνεμον οὐκ ἀνέχεται οὐδὲ τὸν ἥλιον, καὶ τὰ ὦτα τέτριγε, καὶ τῷ ψόφῳ ἄχθεται ἀκούων, καὶ ἐμέει σίελα καὶ λάπην, ἐνίοτε δὲ καὶ τὰ σιτία, καὶ τὸ δέρμα λεπτύνεται τῆς κεφαλῆς, καὶ ἥδεται ψαυόμενος. Ὅταν οὕτως ἔχῃ, πρῶτον μὲν δοῦναί οἱ πιέειν φάρμακον ἄνω, ὅ τι φλέγμα ἄξει, καὶ μετὰ τοῦτο τὴν κεφαλὴν καθῆραι· ἔπειτα διαλείπων φάρμακον πῖσαι κάτω· ἔπειτα σιτίοισιν ἀνακομίζειν αὐτὸν ὡς ὑποχωρητικωτάτοισιν, ὀλίγα ἀεὶ προστιθείς· ἐπὴν δὲ κατεσθίῃ ἤδη τὰ σιτία ἀρκοῦντα, ἐμέτοισι χρήσθω νῆστις, τῷ φακίῳ συμμίσγων μέλι καὶ ὄξος, λάχανα προτρώγων, καὶ τῇ ἡμέρῃ ταύτῃ ᾗ ἂν ἐμέσῃ, πρῶτον μὲν κυκεῶνα πινέτω λεπτόν· ἔπειτα ἐς ἑσπέρην σιτίοισιν ὀλίγοισι χρήσθω, καὶ ἀλουτεέτω καὶ περιπατείτω ἀπὸ τῶν σιτίων καὶ ὄρθρου, φυλασσόμενος τὸν ἄνεμον καὶ τὸν ἥλιον, καὶ πρὸς πῦρ μὴ προσιέτω. Καὶ ἢν μὲν τοιαῦτα ποιήσαντι ὑγιὴς γένηται· εἰ δὲ μὴ, προκαθήρας αὐτὸν ἄνω πρῶτον μὲν ἐλλεβόρῳ, ἔπειτα ἐς τὰς ῥῖνας ἐγχέαι φάρμακον, καὶ διαλιπὼν ὀλίγον χρόνον κάτω καθῆραι· ἔπειτα ἀνακομίσας σιτίοισιν, εἶτα καταταμὼν τὴν κεφαλὴν κατὰ τὸ βρέγμα, τρυπῆσαι πρὸς τὸν ἐγκέφαλον, καὶ ἰῆσθαι ὡς πρίσμα.

[16] Ἄλλη νοῦσος· ῥῖγος καὶ ὀδύνη καὶ πυρετοὶ διὰ τῆς κεφαλῆς, μάλιστα δὲ ἐς τὸ οὖς καὶ ἐς τοὺς κροτάφους καὶ ἐς τὸ βρέγμα, καὶ τὰς χώρας τῶν ὀφθαλμῶν ἀλγέει, καὶ αἱ ὀφρύες δοκέουσίν οἱ ἐπικέεσθαι, καὶ τὴν κεφαλὴν βάρος ἔχει, καὶ ἤν τίς μιν κινήσῃ, ἐμέσει, καὶ ἐμέει πουλὺ καὶ ῥηϊδίως, καὶ τοὺς ὀδόντας ναρκᾷ καὶ αἱμωδίη ἔχει, καὶ αἱ φλέβες αἴρονται καὶ σφύζουσιν αἱ ἐν τῇ κεφαλῇ, καὶ οὐκ ἀνέχεται ἠρεμέων, ἀλλ᾿ ἀλύει καὶ ἀλλοφρονέει ὑπὸ τῆς ὀδύνης. Τούτῳ ἢν μὲν κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ῥαγῇ, ὕδρωψ ῥεῖ ὑπόπυος, καὶ ὑγιὴς γίνεται· ἢν δὲ μὴ, ἀποθνήσκει ἐν ἑπτὰ ἡμέρῃσιν ὡς τὰ πολλά. Αὕτη ἡ νοῦσος γίνεται μάλιστα ἐκ λιπυρίης, ἐπὴν ἀπαλλαγεὶς τοῦ πυρὸς, ἀκάθαρτος ἐὼν, ἢ σιτίων ἐμπιπλῆται, ἢ θωρήσσηται, ἢ ἐν ἡλίῳ κάμῃ. Ὅταν οὕτως ἔχῃ, πρῶτον μὲν ἀφιέναι ἀπὸ τῆς κεφαλῆς τοῦ αἵματος ὁπόθεν ἄν σοι δοκέῃ· ἐπὴν δὲ ἀφῇς, τὴν κεφαλὴν ξυρήσας, ψύγματά οἱ προσφέρειν, καὶ ἢν μὴ ὑποχωρέῃ ἡ γαστὴρ, ὑποκλύσαι· πίνειν δὲ διδόναι τὸν ἀπὸ τῆς πτισάνης χυλὸν ψυχρὸν καὶ ἐπιπίνειν ὕδωρ· ἢν δέ οἱ πρὸς τὰ ψύγματα μὴ χαλᾷ, μεταβαλὼν, τῷ ἀσκῷ χρῆσθαι καὶ θερμαίνειν. Ἐπὴν δὲ παύσηται ἡ ὀδύνη, σιτίοισι χρήσθω διαχωρητικοῖσι, καὶ μὴ ἐμπιπλάσθω· ἐπὴν δὲ γένηται εἰκοσταῖος πεπαυμένης τῆς ὀδύνης, πυριήσας αὐτοῦ τὴν κεφαλὴν, πρὸς τὰς ῥῖνας φάρμακον προστίθει, καὶ διαλιπὼν ἡμέρας τρεῖς φάρμακον πῖσαι κάτω.

[17] Ἑτέρη νοῦσος· ἢν ὑπερεμήσαντα τὰ φλέβια τὰ ἔναιμα τὰ περὶ τὸν ἐγκέφαλον θερμήνῃ τὸν ἐγκέφαλον, πυρετὸς ἴσχει ἰσχυρὸς, καὶ ὀδύνη ἐς τοὺς κροτάφους καὶ τὸ βρέγμα καὶ ἐς τοὔπισθεν τῆς κεφαλῆς, καὶ τὰ ὦτα ἠχέει, καὶ πνεύματος ἐμπίπλαται, καὶ ἀκούει οὐδὲν, καὶ ἀλύει, καὶ ῥιπτάζει αὐτὸς ἑωυτὸν ὑπὸ τῆς ὀδύνης· οὗτος ἀποθνήσκει πεμπταῖος ἢ ἑκταῖος. Ὅταν οὕτως ἔχῃ, θερμαίνειν αὐτοῦ τὴν κεφαλήν· ἢν γὰρ ῥαγῇ διὰ τῶν ὤτων ἢ τῶν ῥινῶν ὕδωρ, οὕτως ἐκφυγγάνει τὸν ὄλεθρον· ἢν δ᾿ ἐκφύγῃ τὰς ἡμέρας τὰς ἓξ, διαιτᾷν ὥσπερ τὴν προτέρην.

[18] Ἑτέρη νοῦσος· ἢν ὑπερεμήσωσιν αἱ φλέβες ἐν τῇ κεφαλῇ, ὀδύνη ἔχει βραχέη τὴν κεφαλὴν πᾶσαν καὶ ἐς τὸν τράχηλον, καὶ μεταβάλλει ἄλλοτε ἄλλῃ τῆς κεφαλῆς, καὶ ἐπειδὰν ἀναστῇ, σκοτοδινίη μιν ἴσχει, πυρετὸς δὲ οὐ λαμβάνει. Ὅταν οὖν οὕτως ἔχῃ, ξυρήσας τὴν κεφαλὴν, ἢν μὴ τοῖσι χλιάσμασιν ὑπακούῃ, σχίσαι ἀπὸ τῆς κεφαλῆς τὸ μέτωπον, ᾗ ἀπολήγει τὸ δασύ· ἐπὴν δὲ τάμῃς, διαστείλας τὸ δέρμα, ὅταν ἀποῤῥυῇ τὸ αἷμα, ἁλσὶ λεπτοῖσι διαπάσαι· ἐπὴν δέ σοι τὸ αἷμα ἀποῤῥυῇ, συνθεὶς τὴν τομὴν, κρόκῃ διπλῇ κατειλίξαι πᾶσαν αὐτήν· ἔπειτα περιχρίσας τῇ κηροπίσσῳ σπληνίσκον, ἐπιθεὶς κάτω ἐπὶ τῷ ἕλκει, εἴριον πινόεν ἐπιτιθεὶς, καταδῆσαι, καὶ μὴ λῦσαι ἄχρις ἑπτὰ ἡμερέων, ἢν μὴ ὀδύνη ἔχῃ· ἢν δὲ ἔχῃ, ἀπολύσασθαι. Διδόναι δὲ, ἔστ᾿ ἂν ὑγιὴς γένηται, πίνειν μὲν τὸ ἀπὸ τοῦ κρίμνου, ῥοφάνειν δὲ τὸν χυλὸν τῆς πτισάνης καὶ ἐπιπίνειν ὕδωρ.

[19] Ἑτέρη νοῦσος· ἢν δὲ χολᾷ ὁ ἐγκέφαλος, πυρετὸς ἴσχει βληχρὸς καὶ ῥῖγος καὶ ὀδύνη διὰ τῆς κεφαλῆς πάσης, μάλιστα δὲ ἐς τοὺς κροτάφους καὶ ἐς τὸ βρέγμα καὶ ἐς τὰς χώρας τῶν ὀφθαλμῶν, καὶ αἱ ὀφρύες ἐπικρέμασθαι δοκέουσι, καὶ ἐς τὰ ὦτα ὀδύνη ἐσφοιτᾷ ἐνίοτε, καὶ κατὰ τὰς ῥῖνας χολὴ ῥεῖ, καὶ ἀμβλυώσσουσι τοῖσιν ὀφθαλμοῖσι· καὶ τοῖσι μὲν πλείστοισιν ἐς τὸ ἥμισυ τῆς κεφαλῆς ἡ ὀδύνη ἐσφοιτᾷ, γίνεται δὲ καὶ ἐν πάσῃ τῇ κεφαλῇ. Ὅταν οὕτως ἔχῃ, ψύγματά οἱ προστιθέναι πρὸς τὴν κεφαλὴν, καὶ ἐπὴν ἥ τε ὀδύνη καὶ τὸ ῥεῦμα παύηται, σελίνου χυλὸν ἐς τὰς ῥῖνας ἐνστάζειν, καὶ ἀλουτεέτω ἕως ἂν ἡ ὀδύνη ἔχῃ, καὶ ῥοφανέτω κέγχρον λεπτὸν, μέλι ὀλίγον παραχέων, καὶ πινέτω ὕδωρ· ἢν δὲ μὴ ὑποχωρέῃ, κράμβας ἐσθιέτω καὶ τὸν χυλὸν ῥοφανέτω· ἢν δὲ μὴ, τῆς ἀκτῆς τῶν φύλλων τὸν αὐτὸν τρόπον, καὶ ἐπήν σοι δοκέῃ καιρὸς εἶναι, σιτία προσφέρειν οἱ ὡς ὑποχωρητικώτατα· καὶ ἢν, ἀπηλλαγμένου τοῦ ῥεύματος καὶ τῆς ὀδύνης, ὑπὲρ τῆς ὀφρύος αὐτῷ βάρος ἐγγένηται ἢ μύξα παχέη καὶ σαπρὴ, πυριήσας αὐτὸν ὄξει καὶ ὕδατι καὶ ὀριγάνῳ, ἔπειτα λούσας θερμῷ ὕδατι, προσθεῖναι τὸ ἄνθος τοῦ χαλκοῦ καὶ τὴν σμύρναν πρὸς τὰς ῥῖνας. Ταῦτα ποιήσας, ὡς τὰ πολλὰ ὑγιὴς γίνεται· ἡ δὲ νοῦσος οὐ θανατώδης.

[20] Ἑτέρη νοῦσος· ἢν σφακελίσῃ ὁ ἐγκέφαλος, ὀδύνη λάζεται ἐκ τῆς κοτίδος ἐς τὴν ῥάχιν, καὶ ἐπὶ τὴν καρδίην καταφοιτᾷ ψῦχος, καὶ ἱδρὼς ἐξαπίνης, καὶ ἄπνοος τελέθει, καὶ διὰ τῶν ῥινῶν αἷμα ῥεῖ· πολλοὶ δὲ καὶ ἐμέουσιν. Οὗτος ἐν τρισὶν ἡμέρῃσιν ἀποθνήσκει· ἢν δὲ τὰς ἑπτὰ ἡμέρας ὑπερφύγῃ, οὐχ ὑπερφεύγουσι δὲ οἱ πολλοὶ, ἢν οὖν τὸ αἷμα ἐμέῃ ἢ ἐκ τῶν ῥινῶν ῥέῃ, μήτε λούειν αὐτὸν θερμῷ, μήτε χλιάσματα προσφέρειν, πίνειν δὲ διδόναι ὄξος λευκὸν ὑδαρὲς κιρνὰς, καὶ ἢν ἀσθενέῃ, τῆς πτισάνης ῥοφάνειν. Ἢν δὲ πλεῖόν σοι δοκέῃ τοῦ δικαίου ἐμέειν τὸ αἷμα ἢ ἐκ τῶν ῥινῶν οἱ ῥέῃ, ἀπὸ μὲν τοῦ ἐμέτου πινέτω ἄλητον σιτάνιον ἐπὶ ὕδωρ ἐπιπάσσων· ἢν δὲ ἐκ τῶν ῥινῶν ῥέῃ, καὶ ἀποδείτω τὰς φλέβας τὰς ἐν τοῖσι βραχίοσι καὶ τὰς ἐν τοῖσι κροτάφοισι, σπλῆνα ὑποτιθείς. Ἢν δὲ τούτων οἱ μηδ᾿ ἕτερον ἔῃ, ἀλγέῃ δὲ τὴν κοτίδα καὶ τὸν τράχηλον καὶ τὴν ῥάχιν, καὶ ἐπὶ τὴν καρδίην ἴῃ τὸ ψῦχος, χλιαίνειν ἐν τοῖσιν ὀρόβοισι τὰ στέρνα καὶ τὸ νῶτον καὶ τὴν κοτίδα καὶ τὸν τράχηλον. Ταῦτα ποιέων μάλιστα ἂν ὠφελέοις· ἐκφεύγουσι δὲ τὴν τοιαύτην νοῦσον ὀλίγοι.

[21] Ἑτέρη νοῦσος· ἐξαπίνης ὑγιαίνοντα ὀδύνη ἔλαβε τὴν κεφαλὴν, καὶ παραχρῆμα ἄφωνος γίνεται, καὶ ῥέγχει, καὶ τὸ στόμα κέχηνε, καὶ ἤν τις αὐτὸν καλέσῃ ἢ κινήσῃ, στενάζει μοῦνον, ξυνίει δὲ οὐδὲν, καὶ οὐρέει πουλὺ, καὶ οὐκ ἐπαΐει οὐρέων. Οὗτος, ἤν μιν μὴ πυρετὸς λάβῃ, ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκει· ἢν δὲ λάβῃ, ὡς τὰ πολλὰ ὑγιὴς γίνεται· ἡ δὲ νοῦσος πρεσβυτέροισι μᾶλλον γίνεται ἢ νεωτέροισιν. Τοῦτον, ὅταν οὕτως ἔχῃ, λούειν χρὴ πολλῷ καὶ θερμῷ, καὶ θάλπειν ὡς μάλιστα, καὶ ἐνστάζειν μελίκρητον χλιαρὸν ἐς τὸ στόμα. Ἢν δὲ ἔμφρων γένηται καὶ ἐκφύγῃ τὴν νοῦσον, ἀνακομίσας αὐτὸν σιτίοισιν, ἐπήν σοι δοκέῃ ἰσχύειν, ἐς τὰς ῥῖνας ἐνθεὶς αὐτῷ φάρμακον, καὶ διαλιπὼν ὀλίγας ἡμέρας, κατωτερικὸν δὸς φάρμακον πιεῖν· ἢν γὰρ μὴ καθήρῃς, δεῖμα αὖθις τὴν νοῦσον ὑποστρέψαι· ἐκφυγγάνουσι δὲ οὐ μάλα ἐκ τῆς πρώτης.

[22] Ἑτέρη νοῦσος· ἢν δὲ ἐκ θωρήξιος ἄφωνος γένηται, ἢν μὲν αὐτίκα δὴ καὶ παραχρῆμα λάβῃ μιν πυρετὸς, ὑγιὴς γίνεται· ἢν δὲ μὴ λάβῃ, τριταῖος ἀποθνήσκει. Ἢν δὲ μὴ οὕτως ἔχοντι ἐπιτύχῃς, λούειν πολλῷ καὶ θερμῷ, καὶ πρὸς τὴν κεφαλὴν σπόγγους ἐν ὕδατι βάπτων θερμῷ προστιθέναι, καὶ ἐς τὰς ῥῖνας κρόμμυα ἀπολέπων ἐντιθέναι. Οὗτος ἢν μὲν ἀνατείνας τοὺς ὀφθαλμοὺς καὶ φθεγξάμενος παρ᾿ ἑωυτῷ γένηται καὶ μὴ φλυηρῇ, τὴν μὲν ἡμέρην ταύτην κεῖται κωμαίνων, τῇ δ᾿ ὑστεραίῃ ὑγιὴς γίνεται· ἢν δ᾿ ἀνιστάμενος χολὴν ἐμέῃ, μαίνεται, καὶ ἀποθνήσκει μάλιστα ἐν πέντε ἡμέρῃσιν, ἢν μὴ κατακοιμηθῇ. Τοῦτον οὖν χρὴ τάδε ποιέειν· λούειν πολλῷ καὶ θερμῷ, ἔστ᾿ ἂν αὐτὸς ἐς ἑωυτὸν παρῇ· ἔπειτα ἀλείψας ἀλείφατι πολλῷ, κατακλῖναι ἐς στρώματα μαλθακῶς, καὶ ἐπιβάλλειν ἱμάτια, καὶ μήτε λύχνον καίειν παρ᾿ αὐτῷ, μήτε φθέγγεσθαι· ὡς γὰρ ἐπιτοπολὺ ἐκ τοῦ λουτροῦ κατακοιμᾶται, καὶ ἢν κοιμηθῇ, ὑγιὴς γίνεται. Ἐπὴν δὲ παρ᾿ ἑωυτὸν γένηται, τὰς πρώτας ἡμέρας τῶν σιτίων ἐρύκειν αὐτὸν, ἡμέρας τρεῖς ἢ τέσσαρας, διδόναι δὲ κέγχρον λεπτὸν ῥοφάνειν ἢ πτισάνης χυλὸν, καὶ οἶνον μελιτοειδέα πίνειν· ἔπειτα σιτίοισι χρῆσθαι ὡς μαλθακωτάτοισι καὶ ὀλίγοισι τὸ πρῶτον.

[23] Σφάκελος ἐγκεφάλου· ἢν σφάκελος λάβῃ, ἡ ὀδύνη ἴσχει μάλιστα τὸ πρόσθεν τῆς κεφαλῆς κατὰ σμικρὸν, καὶ ἀνοιδέει, καὶ πελιδνὸν γίνεται, καὶ πυρετὸς καὶ ῥῖγος καταλαμβάνει. Ὅταν οὕτως ἔχῃ, ταμόντα χρὴ, ἵν᾿ ἐξοιδέει, καὶ διακαθήραντα τὸ ὀστέον, ξύσαι ἕως ἂν ἀφίκηται πρὸς τὴν διπλοΐδα· εἶτα ἰῆσθαι ὡς κάτηγμα.

[24] Τερηδών· ὅταν τερηδὼν γένηται ἐν τῷ ὀστέῳ, ὀδύνη λαμβάνει ἀπὸ τούτου τοῦ ὀστέου· τῷ δὲ χρόνῳ λεπτὸν γίνεται, καὶ ἀναφυσᾶται, καὶ γίνεται ἐν αὐτῷ κάτηγμα, καὶ ἢν οὕτω ἀνατάμῃς, εὑρήσεις ἄναιμον ὀστέον καὶ τρηχὺ καὶ πυῤῥὸν, ἐνίοισι δὲ καὶ διαβεβρωμένον πρὸς τὸν ἐγκέφαλον. Ὅταν οὕτως ἔχοντι ἐπιτύχῃς, ἢν μὲν ἔῃ πέρην διαβεβρωμένον, αἱρεῖν ἄριστον, καὶ ἰῆσθαι ὡς τάχιστα τὸ ἕλκος· ἢν δὲ τετρωμένον μὲν μὴ ἔῃ, τρηχὺ δὲ, ξύσας μέχρι τῆς διπλοΐδος, ἰῆσθαι ὥσπερ τὴν πρόσθεν.

[25] Ἑτέρη νοῦσος· ἢν βλητὸς γένηται, ἀλγέει τὸ πρόσθεν τῆς κεφαλῆς, καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐ δύναται ὁρᾷν, ἀλλὰ κῶμά μιν ἔχει, καὶ αἱ φλέβες ἐν τοῖσι κροτάφοισι σφύζουσι, καὶ πυρετὸς βληχρὸς ἔχει, καὶ τοῦ σώματος παντὸς ἀκρησίη καὶ μινύθη. Ὅταν οὕτως ἔχῃ, καίειν αὐτὸν θερμῷ πολλῷ, καὶ χλιάσματα πρὸς τὴν κεφαλὴν προστιθέναι· ἐκ δὲ τῆς πυρίης ἐς τὰς ῥῖνας σμύρναν καὶ ἄνθος χαλκοῦ· ῥοφάνειν δὲ τὸν χυλὸν τῆς πτισάνης, καὶ πίνειν ὕδωρ. Καὶ ἢν μὲν ταῦτα ποιέοντι ῥᾴων γένηται· εἰ δὲ μὴ, ταύτῃ γὰρ μόνη ἐλπὶς, σχίσαι αὐτοῦ τὸ βρέγμα, καὶ ἐπὴν ἀποῤῥυῇ τὸ αἷμα, συνθεὶς τὰ χείλεα, ἰῆσθαι καὶ καταδῆσαι· ἢν δὲ μὴ σχίσῃς, ἀποθνήσκει ὀκτωκαιδεκαταῖος, ἢ εἰκοσταῖος ὡς τὰ πολλά.

[26] Κυνάγχη· πυρετὸς λαμβάνει καὶ ῥῖγος καὶ ὀδύνη τὴν κεφαλὴν, καὶ τὰ σιαγόνια οἰδίσκεται, καὶ τὸ πτύαλον χαλεπῶς καταπίνει, ἀποπτύει δὲ καὶ τὰ σίαλα σκληρὰ καὶ κατ᾿ ὀλίγον, καὶ ἐν τῇ φάρυγγι κάτω ῥέγχει· καὶ ἢν καταλαβὼν τὴν γλῶσσαν σκέπτῃ, ὁ μὲν γαργαρεὼν οὐ μέγας, ἀλλὰ λαπαρός· ἡ δὲ φάρυγξ ἔσωθεν σιάλου γλίσχρου ἔμπλεως, καὶ οὐ δύναται ἐκχρέμπτεσθαι, καὶ οὐκ ἀνέχεται κείμενος, ἀλλ᾿ ἢν κατακέηται, πνίγεται. Τοῦτον ἢν οὕτως ἐπιτύχῃς ἔχοντα, ποιέειν τάδε· πρῶτον μὲν σικύας προσβάλλειν πρὸς τὸν σπόνδυλον τὸν ἐν τῷ τραχήλῳ τὸν πρῶτον ἐπὶ τὰ καὶ ἐπὶ τὰ, παραξυρήσας ἐν τῇ κεφαλῇ παρὰ τὸ οὖς ἔνθεν καὶ ἔνθεν, καὶ ἐπὴν ἀποσφίγξῃς τὴν σικύην, ἐᾷν προσκέεσθαι ὡς πλεῖστον χρόνον· ἔπειτα πυριᾷν αὐτὸν ὄξει καὶ λίτρῳ καὶ ὀριγάνῳ καὶ καρδάμου σπέρματι, τρίψας λεῖα, κεράσας τὸ ὄξος ἰσόχοον ὕδατι, καὶ ἄλειφα ὀλίγον ἐπιστάξας, διεῖναι τούτῳ· ἔπειτα ἐς χυτρίδιον ἐγχέας, ἐπιθεὶς ἐπίθημα, καὶ κατασκεπάσας, τρυπήσας τὸ ἐπίθημα, κάλαμον ἐνθεῖναι κοῖλον· ἔπειτα ἐπιθεὶς ἐπ᾿ ἄνθρακας, ἀναζέσαι, καὶ ἐπὴν διὰ τοῦ καλάμου ἡ ἀτμὶς ἀνίῃ, περιχάσκων ἑλκέτω ἔσω τὴν ἀτμίδα, φυλασσόμενος μὴ κατακαύσῃ τὴν φάρυγγα· ἔξωθεν δὲ σπόγγους βάπτων ἐς ὕδωρ θερμὸν, προστιθέσθω πρὸς τὰς γνάθους καὶ τὰ σιαγόνια. Ἀναγαργάριστον δὲ αὐτῷ ποιέειν ὀρίγανον καὶ πήγανον καὶ θύμβραν καὶ σέλινον καὶ μίνθην καὶ λίτρον ὀλίγον, μελίκρητον κεράσας ὑδαρὲς, ὄξος ὀλίγον ἐπιστάξαι· λεῖα τρίψας τὰ φύλλα καὶ τὸ λίτρον, τούτῳ διεὶς, χλιήνας, ἀναγαργαριζέτω· ἢν δὲ τὸ σίαλον ἴσχηται, μύρτου λαβὼν ῥάβδον, λείην ποιήσας, καὶ τὸ ἄκρον αὐτῆς ἐπικάμψας τὸ ἁπαλὸν, κατειλίξας αὐτὸ ἐν εἰρίῳ μαλθακῷ, καθορῶν ἐς τὴν φάρυγγα, τὸ σίαλον ἐκκαθαίρειν· καὶ ἢν ἡ γαστὴρ μὴ ὑποχωρέῃ, βάλανον προστιθέναι ἢ ὑποκλύζειν· ῥοφανέτω δὲ τὸν χυλὸν τῆς πτισάνης καὶ ὕδωρ ἐπιπινέτω. Ἢν δέ οἱ οἴδημα ἐκφύῃ καὶ οἰδίσκηται πρὸς τὰ στήθεα καὶ ἐρυθρὸν ἔῃ καὶ καίηται, ἐλπίδες πλέονες σωτηρίης· ποιέειν δέ οἱ τάδε· ἐπὴν ἔξω τράπηται τὸ φλέγμα, τεῦτλα ἐμβάπτων ἐς ὕδωρ ψυχρὸν, προστιθέναι· ἀναγαργαριζέτω δὲ χλιαροῖσι, καὶ ἀλουτεέτω. Ταῦτα ποιέων μάλιστα ἂν ἐκφυγγάνοι. Ἡ δὲ νοῦσος θανατώδης, καὶ ἐκφυγγάνουσιν ὀλίγοι.

[27] Ἑτέρη κυνάγχη· πυρετὸς καὶ ὀδύνη λαμβάνει τὴν κεφαλὴν, καὶ ἡ φάρυγξ φλεγμαίνει καὶ τὰ σιηγόνια, καὶ τὸ σίαλον καταπίνειν οὐ δύναται, πτύει δὲ παχὺ καὶ πολλὸν, καὶ φθέγγεται χαλεπῶς. Ὅταν οὕτως ἔχῃ, πρῶτον μὲν σικύην προσβάλλειν τὸν αὐτὸν τρόπον ὥσπερ καὶ ἄνωθεν εἴπομεν· ἔπειτα προσίσχειν σπόγγον βρέχων ἐν ὕδατι θερμῷ πρὸς τὸν τράχηλον καὶ τὰ σιηγόνια· ἀναγαργαρίζειν δὲ διδόναι τὸ ἀπὸ τῶν φύλλων εἱληθερές· πίνειν δὲ διδόναι μελίκρητον ὑδαρές· ῥοφάνειν δὲ ἀναγκάζειν τὸν χυλὸν τῆς πτισάνης. Ἢν δέ οἱ ταῦτα ποιέοντι τὸ σίαλον μὴ ἐξίῃ, πυριᾷν τὸν αὐτὸν τρόπον ὥσπερ ἐν τῇ πρόσθεν. Ἢν δέ οἱ ἐς τὰ στήθεα τράπηται ἢ ἐς τὸν τράχηλον τὸ φλέγμα, τεῦτλα ἢ κολοκύντας καταταμὼν, ἐμβαλὼν ἐς ὕδωρ ψυχρὸν ἐπιτιθέσθω, καὶ πινέτω ψυχρὸν, ὅκως τὸ σίαλον εὐπετέστερον ἀποχρέμπτηται· ὅταν δὲ ἐξοιδήσῃ ἐς τὰ στήθεα, οἱ πλέονες ἐκφεύγουσιν. Ἢν δὲ, τῆς φάρυγγος καθεστηκυίης καὶ τῶν οἰδημάτων, στραφῇ ἐς τὸν πλεύμονα ἡ νοῦσος, πυρετὸς εὐθὺς ἐπανέλαβε, καὶ ὀδύνη τοῦ πλευροῦ, καὶ ὡς ἐπιτοπολὺ ἀπέθανε, ἐπὴν τοῦτο γένηται· ἢν δὲ ὑπερφύγῃ ἡμέρας πέντε, ἔμπυος γίνεται, ἢν μή μιν βὴξ ἐπιλάβῃ αὐτίκα· ἢν δὲ ἐπιλάβῃ, ὑποχρεμψάμενος καὶ ἀποκαθαρθεὶς, ὑγιὴς γίνεται. Τοῦτον, ἔστ᾿ ἂν μὲν ἡ ὀδύνη τὸ πλευρὸν ἔχῃ, χλιαίνειν τὸ πλευρὸν, καὶ προσφέρειν ὅσα περ εἰ περιπλευμονίῃ ἔχοιτο· ἢν δὲ ὑπερφύγῃ τὰς πέντε ἡμέρας καὶ ὁ πυρετὸς ἀνῇ, ἡ δὲ βὴξ ἔχῃ, τὰς μὲν πρώτας ἡμέρας ῥοφήμασι διαχρῆσθαι· ἐπὴν δὲ τῶν σιτίων ἄρξηται, ὡς λιπαρώτατα καὶ ἁλυκώτατα ἐσθίειν· ἢν δέ τοι βὴξ μὴ ἔῃ, ἀλλὰ γινώσκῃς ἔμπυον γινόμενον, δειπνήσας, ἐπὴν μέλλῃ καθεύδειν, σκόροδα ἐσθιέτω ὠμὰ ὡς πλεῖστα, καὶ ἐπιπινέτω οἶνον οἰνώδεα ἀκρητέστερον· καὶ ἢν μὲν οὕτως οἱ ῥαγῇ τὸ πῦον· ἢν δὲ μὴ, τῇ ὑστεραίῃ λούσας θερμῷ θυμιάσαι, καὶ ἢν ῥαγῇ, ἰῆσθαι ὥσπερ ἔμπυον.

[28] Ἑτέρη κυνάγχη· φλεγμαίνει τοὔπισθεν τῆς γλώσσης καὶ τὸ κλῇθρον τὸ ὑπὸ τὸν βρόγχον, καὶ οὐ δύναται καταπίνειν τὸ σίαλον, οὐδ᾿ ἄλλο οὐδέν· ἢν δ᾿ ἀναγκασθῇ, διὰ τῶν ῥινῶν οἱ ῥέει. Ὅταν οὕτως ἔχῃ, τρίψας μίνθην χλωρὴν καὶ σέλινον καὶ ὀρίγανον καὶ λίτρον καὶ τῆς ῥόου τῆς ἐρυθρῆς, μέλιτι διεὶς, παχὺ ποιέων, ἐγχρίειν τὴν γλῶσσαν ἔσωθεν ᾗ ἂν οἰδέῃ· ἔπειτα ἀναζέσας σῦκα, ἀποχέας τὸ ὕδωρ, τρίψας τῆς ῥόου, ὀλίγην διῆναι τῷ συκίῳ τούτῳ, καὶ ἀναγαργαρίζειν, ἐὰν δύνηται· ἢν δὲ μὴ, διακλύζεσθαι· πίνειν δὲ διδόναι τὸ ἀπὸ τῶν κρίμνων ὕδωρ· ἔξωθεν δὲ τὸν αὐχένα καὶ τὰ σιηγόνια καταπλάσσειν ἀλήτῳ, ἐν οἴνῳ καὶ ἐλαίῳ ἕψοντα, χλιαρῷ, καὶ ἄρτους προστιθέναι θερμούς. Ἀποπυΐσκεται γὰρ ὡς τὰ πολλὰ ἐν τῷ κλήθρῳ, καὶ ἢν μὲν ῥαγῇ αὐτόματον, ὑγιὴς γίνεται· ἢν δὲ μὴ ῥηγνύηται, ψηλαφήσας τῷ δακτύλῳ ἢν μαλθακὸν ἔῃ, σιδήριον ὀξὺ προσδησάμενος πρὸς τὸν δάκτυλον τρῆσαι. Ταῦτα ποιήσαντι ὑγιέες γίνονται· ἡ δὲ νοῦσος αὕτη ἥκιστά ἐστι θανατώδης.

[29] Σταφυλή· ἢν σταφυλὴ ἐν τῇ φάρυγγι γένηται, ἐμπίπλαται ἄκρος ὁ γαργαρεὼν ὕδατος, καὶ γίνεται στρογγύλος τὸ ἄκρον καὶ διαφανὴς, καὶ ἐπιλαμβάνει τὴν πνοιὴν, καὶ ἢν φλεγμαίνῃ τὰ σιαγόνια ἔνθεν καὶ ἔνθεν, ἀποπνίγεται· ἢν δὲ αὐτὸ ἐφ᾿ ἑωυτοῦ γένηται, τούτων μὴ φλεγμηνάντων, ἧσσον ἀποθνήσκει. Ὅταν οὕτως ἔχῃ, λαβὼν τῷ δακτύλῳ τὸν γαργαρεῶνα, ἄνω ἐς τὴν ὑπερώην ἀποπιέσας, διαταμέειν ἄκρον· ἔπειτα διδόναι ἀναγαργαρίζειν τὸ ἀπὸ τῶν φύλλων· λείχειν δὲ ἄλητον ψυχρὸν, καὶ ὕδωρ ἐπιπίνειν, καὶ μὴ λούεσθαι.

[30] Ἀντιάδες· ἢν ἀντιάδες γένωνται, συνοιδέει ὑπὸ τὴν γνάθον ἔνθεν καὶ ἔνθεν, καὶ ψαυόμενον σκληρόν ἐστιν ἔξωθεν, καὶ ὁ γαργαρεὼν ὅλος φλεγμαίνει. Ὅταν οὕτως ἔχῃ, καθεὶς τὸν δάκτυλον, διωθέειν τὰς ἀντιάδας· πρὸς δὲ τὸν γαργαρεῶνα προσχρίειν ἄνθος χαλκοῦ ξηρὸν, καὶ ἀναγαργαρίζειν τῷ ἀπὸ τῶν φύλλων εἱληθερεῖ· ἔξωθέν τε καταπλάσσειν, ᾗ ἂν ἀποιδέῃ, ὠμήλυσιν, ἐν οἴνῳ καὶ ἐλαίῳ ἑψῶν, χλιαρήν. Ἐπὴν δέ σοι δοκέωσι τὰ φύματα μαλακὰ εἶναι, ἔσωθεν ἀφασσώμενα, ὑποτύψαι μαχαιρίῳ· ἔνια δὲ καὶ αὐτόματα καθίσταται.

[31] Ὑπογλωσσίς· ἢν ὑπογλωσσὶς γένηται, ἡ γλῶσσα οἰδίσκεται, καὶ τὸ ὑποκάτω, καὶ τὸ ἔξω ψαυόμενον σκληρόν ἐστι, καὶ τὸ σίαλον καταπίνειν οὐ δύναται. Ὅταν οὕτως ἔχῃ, σπόγγον ἐς ὕδωρ θερμὸν ἐμβάπτων προστιθέναι, καὶ τὴν ὠμήλυσιν ἑψῶν ἐν οἴνῳ καὶ ἐλαίῳ καταπλάσσειν ἔξω ᾗ ἂν ἀποιδέῃ· ἀναγαργαρίζειν δὲ τῷ συκίῳ, καὶ μὴ λούεσθαι· ἐπὴν δὲ διάπυον γένηται, τάμνειν· ἐνίοτε δὲ αὐτόματον ἐκρήγνυται, καὶ καθίσταται οὐ τμηθέν· ἐπὴν δὲ ἔξω ἀποπυήσῃ, διακαῦσαι.

[32] Φλέγμα συστὰν ἐς τὴν ὑπερώην· ἢν δὲ φλέγμα συστῇ ἐς τὴν ὑπερώην, ἀποιδέει καὶ ἐμπυΐσκεται. Ὅταν οὕτως ἔχῃ, καίειν τὸ φῦμα· ἐπὴν δὲ ἐξίῃ τὸ πῦον, κλύζειν τὸ λοιπὸν, πρῶτον μὲν λίτρῳ καὶ ὕδατι χλιαρῷ, ἔπειτα οἴνῳ, ἐπὴν δὲ ἐκκλύσῃ, σταφίδα τρίψας λευκὴν, ἐξελὼν τὸ γίγαρτον, ἐντιθέναι ἐς τὸ καῦμα· ἐπὴν δὲ ἐκρυῇ, οἴνῳ ἀκρήτῳ χλιαρῷ διακλυζέτω, καὶ ἐπὴν μέλλῃ τι ἐσθίειν ἢ ῥοφάνειν, σπόγγιον ἐντιθέναι· ταῦτα ποιέειν ἔστ᾿ ἂν ὑγιὴς γένηται.

[33] Πώλυπος· ἢν πώλυπος γένηται ἐν τῇ ῥινὶ, ἐκ μέσου τῶν χόνδρων κατακρέμαται, οἷον γαργαρεὼν, καὶ ἐπὴν ὤσῃ τὴν πνοιὴν, προσέρχεται ἔξω, καὶ ἐστὶ μαλθακὸν, καὶ ἐπὴν ἀναπνεύσῃ, οἴχεται ὀπίσω, καὶ φθέγγεται σομφὸν, καὶ ἐπὴν καθεύδῃ, ῥέγχει. Ὅταν οὕτως ἔχῃ, σπόγγιον καταταμὼν στρογγύλον, καὶ ποιήσας οἷον σπείραν, κατειλίξαι λίνῳ αἰγυπτίῳ καὶ ποιῆσαι σκληρόν· εἶναι δὲ μέγεθος ὥστε ἐπαρτίζειν ἐς τὸν μυκτῆρα, καὶ δῆσαι τὸ σπόγγιον λίνῳ τετραχόθι· μῆκος δὲ ἔστω ὅσον πυγονιαῖον ἕκαστον· ἔπειτα ποιήσας αὐτῶν μίαν ἀρχὴν, ῥάβδον λαβὼν κασσιτερίνην λεπτὴν ἐκ τοῦ ἑτέρου κύαρ ἔχουσαν, διείρειν ἐς τὸ στόμα τὴν ῥάβδον ἐπὶ τὸ ὀξὺ, καὶ ἐπὴν λάβῃ, διέρσας διὰ τοῦ κύαρος τὸ λίνον, ἕλκειν ἔστ᾿ ἂν λάβῃ τὴν ἀρχήν· ἔπειτα χηλὴν ὑποθεὶς ὑπὸ τὸν γαργαρεῶνα, ἀντερείδων, ἕλκειν ἔστ᾿ ἂν ἐξειρύσῃς τὸν πώλυπον. Ἐπὴν δὲ αὐτὸν ἐκσπάσῃς καὶ παύσηται τὸ αἷμα ῥέον, περιθεὶς περὶ τὴν μήλην ξηρὸν ὀθόνιον μοτῶσαι, καὶ τὸ λοιπὸν ἀναζέσαι τοῦ ἄνθους ἐν μέλιτι, καὶ χρίων τὸν μοτὸν ἐντιθέναι ἐς τὴν ῥῖνα· καὶ ἐπὴν ἤδη τὸ ἕλκος ἀλθαίνηται, μόλιβδον ποιησάμενος ὥς τοι καθίκῃ πρὸς τὸ ἕλκος, τοῦτον μέλιτι χρίων προστιθέναι ἔστ᾿ ἂν ὑγιὴς γένηται.

[34] Ἕτερος πώλυπος· ἐμπίπλαται ἡ ῥὶς κρέασι, καὶ ψαυόμενον τὸ κρέας σκληρὸν φαίνεται, καὶ διαπνεῖν οὐ δύναται διὰ τῆς ῥινός. Ὅταν οὕτως ἔχῃ, ἐνθέντα χρὴ σύριγγα καῦσαι σιδηρίοισιν ἢ τρισὶν ἢ τέσσαρσιν· ἐπὴν δὲ καύσῃς, ἐμβάλλειν τοῦ ἑλλεβόρου τοῦ μέλανος τρίψας, καὶ ἐπὴν ἐκσαπῇ καὶ ἐκπέσῃ τὸ κρέας, μοτοὺς τοὺς λινέους χρίων τῷ μέλιτι ἐπιτίθει σὺν τῷ ἄνθει· ἐπὴν δὲ ἀλθαίνηται, τοὺς μολίβδους χρίων τῷ μέλιτι ἐστίθει, ἄχρις ἂν ὑγιὴς γένηται.

[35] Ἕτερος πώλυπος· ἔσωθεν ἐκ τοῦ χόνδρου προέχει κρέας στρογγύλον· ψαυόμενον δὲ μαλθακόν ἐστιν. Ὅταν οὕτως ἔχῃ, χορδὴν λαβὼν νευρίνην, βρόχον αὐτῇ σμικρὸν ποιήσας, κατειλίξαι λίνῳ λεπτῷ, ἔπειτα τὴν ἀρχὴν τὴν ἑτέρην διεῖναι διὰ τοῦ βρόχου, μέζονα ποιήσας τὸν βρόχον· ἔπειτα τὴν ἀρχὴν διεῖραι διὰ τῆς ῥάβδου τῆς κασσιτερίνης· ἔπειτα ἐνθεὶς τὸν βρόχον ἐς τὴν ῥῖνα, τῇ μήλῃ τῇ ἐντετμημένῃ περιτείνας τὸν βρόχον περὶ τὸν πώλυπον, ἐπὴν περικέηται, διείρειν τὴν ῥάβδον ἐς τὸ στόμα, καὶ λαβὼν ἕλκειν τὸν αὐτὸν τρόπον, τῆς χηλῆς ὑπερειδούσης· ἐπὴν δὲ ἐξελκύσῃς, ἰῆσθαι ὥσπερ τὸν πρόσθεν.

[36] Ἕτερος πώλυπος· ἔσωθεν παρὰ τὸν χόνδρον ἀπό τευ σκληρὸν φύεται, καὶ δοκέει μὲν εἶναι κρέας· ἢν δὲ ψαύσῃς αὐτοῦ, ψοφέει οἷον λίθος. Ὅταν οὕτως ἔχῃ, σχίσαντα τὴν ῥῖνα σμίλῃ ἐκκαθῆραι, ἔπειτα ἐπικαῦσαι· τοῦτο δὲ ποιήσας, συῤῥάψαι πάλιν τὴν ῥῖνα, καὶ ἰῆσθαι τὸ ἕλκος τῷ χρίσματι ἐναλείφων, ῥάκος ἐντιθέναι, καὶ ἐπὴν περισαπῇ, ἐγχρίειν τὸ ἄνθος τὸ ἐν τῷ μέλιτι· ἀλθίσκειν δὲ τῷ μολύβδῳ.

[37] Ἄλλος· φύεται ἐκ πλαγίου τοῦ χόνδρου ἐν ἄκρῳ οἷον καρκίνια· πάντα δὲ ταῦτα καίειν χρή· ὅταν δὲ καύσῃς, ἐπιπάσαι τοῦ ἑλλεβόρου· ἐπὴν δὲ σαπῇ, καθαίρειν τῷ ἄνθει τῷ σὺν τῷ μέλιτι· ἀλθίσκειν δὲ τῷ μολίβδῳ.

[38] Ἴκτερος· ἡ χροιὴ μέλαινα γίνεται κατὰ τὸ πρόσωπον, μάλιστα δὲ τὰ ἐσκιασμένα, καὶ οἱ ὀφθαλμοὶ χλωροὶ καὶ ἡ γλῶσσα κάτωθεν, καὶ αἱ φλέβες αἱ ὑπὸ τῇ γλώσσῃ παχεῖαι καὶ μέλαιναι, καὶ ἄπυρος γίνεται, καὶ οὐρέει παχὺ χολῶδες. Ὅταν οὕτως ἔχῃ, πρῶτον μὲν τὰς φλέβας τὰς ὑπὸ τῇ γλώσσῃ ἀποσχᾷν, ἔπειτα λούοντα πολλῷ καὶ θερμῷ, διδόναι πίνειν νήστει τοῦ ἀσφοδέλου τὰς ῥίζας, ἀποκαθαίρων, ἑψῶν ἐν οἴνῳ ὅσον πέντε ῥίζας, καὶ σέλινα συμμίξας ὅσον χεῖρα πλήρεα τῶν φύλλων· ἐπιχεῖν δὲ οἴνου γλυκέος τρία ἡμικοτύλια αἰγιναῖα, καὶ λείπειν ἡμικοτύλιον· τοῦτο κιρνὰς, ἕκτον αὐτῷ διδόναι πίνειν· ἐπὴν δὲ οὐρήσῃ, σιτίοισι χρῆσθαι διαχωρητικοῖσι, καὶ μετὰ τὸ σιτίον ἐρεβίνθους λευκοὺς τρωγέτω, καὶ πινέτω οἶνον λευκὸν, πολὺν, ὑδαρέα, καὶ σέλινα τρωγέτω ἐπὶ τῷ σιτίῳ καὶ πράσα. Ποιεέτω δὲ ταῦτα ἑπτὰ ἡμέρας, καὶ ἢν μέν οἱ δοκέῃ ἐν ταύτῃσιν ἡ χροιὴ κεκαθάρθαι ἐπιεικῶς· ἢν δὲ μὴ, καὶ ἑτέρας τρεῖς ταῦτα ποιεέτω· μετὰ δὲ, ἐπισχὼν μίαν ἢ δύο ἡμέρας, πρόσθες φάρμακον πρὸς τὰς ῥῖνας· μετὰ δὲ, φάρμακον πῖσον κάτω, ὑφ᾿ οὗ χολὴν καθαρεῖται, καὶ ἢν μὴ σπληνώδης ἔῃ, ὄνου γάλα ἢ ὀῤῥὸν μετάπισον. Ταῦτα ποιέων ὑγιὴς γίνεται.

[39] Ἕτερος ἴκτερος· πυρετὸς λαμβάνει βληχρὸς, καὶ τὴν κεφαλὴν βάρος ἔχει, καὶ οἱ πυρετοὶ ἐπαύσαντο ἐνίοισιν· αὐτὸς δὲ γίνεται χλωρὸς, οἵ τε ὀφθαλμοὶ μάλιστα, καὶ ἀσθενείη, καὶ ἀκρησίη τοῦ σώματος, καὶ οὐρέει παχὺ καὶ χλωρόν. Τοῦτον θερμῷ λούειν, καὶ διδόναι πίνειν διουρητικά· ἐπὴν δέ σοι δοκέῃ καθαρώτερος εἶναι καὶ ἡ χροιὴ βελτίων γένηται, πρόσθες φάρμακον πρὸς τὰς ῥῖνας, καὶ μετάπισον κάτω· σιτίοισι δὲ ὡς μαλθακωτάτοισι χρῆσθαι· οἶνον δὲ πινέτω λευκὸν, γλυκὺν, ὑδαρέα. Ταῦτα ποιέων ὑγιὴς γίνεται.

[40] Πυρετοὶ ἀπὸ χολῆς· ἢν χολᾷ ὁ ἄνθρωπος, πυρετὸς αὐτὸν λαμβάνει καθημέρην καὶ ἀφίει, ἔχει δὲ μάλιστα τὸ μέσον τῆς ἡμέρης, καὶ τὸ στόμα πικρὸν, καὶ ὅταν ἄσιτος ᾖ, λυπέει αὐτόν· ἐπὴν δὲ φάγῃ, πνίγεται, καὶ ὑπὸ ὀλίγων τινῶν ἐμπίπλαται, καὶ βδελύττεται, καὶ ἐμεσίαι μιν λαμβάνουσιν, καὶ ἐς τὴν ὀσφῦν βάρος ἐμπίπτει καὶ ἐς τὰ σκέλεα, καὶ ὑπνώσσει πολλά. Τούτου, ἢν μετὰ τὸ πῦρ ἐξιδρῷ, καί οἱ ψυχρὸς καὶ πουλὺς ᾖ, καὶ τοῦ πυρετοῦ μὴ ἀπαλλάσσηται, ἡ νοῦσος χρονίη γίνεται· ἢν δὲ μὴ ἱδρῷ, θᾶσσον κρίνεται. Ὅταν οὕτως ἔχῃ, ἐπὴν γένηται ἐνναταῖος, φάρμακον διδόναι· ἢν γὰρ αὐτίκα ἀρχομένου τοῦ πυρετοῦ διδῷς, ἐπὴν καθαρθῇ, ἐπανέλαβε πυρετὸς, καὶ αὖθις φαρμάκου δεῖται. Ἐπὴν δὲ τὸ μὲν στόμα μὴ πονέῃ, ἐς δὲ τὴν νειαίρην γαστέρα στρόφος ἐμπίπτῃ, φάρμακον πῖσαι κάτω, καὶ μεταπῖσαι γάλα ὄνου ἢ ὀῤῥὸν ἢ τῶν χυλῶν τινά· ἢν δ᾿ ἀσθενὴς ἔῃ, ὑποκλύσαι. Πρὸ δὲ τοῦ φαρμάκου τῆς πόσιος, ἢν πυρεταίνῃ, ἕωθεν μὲν διδόναι μελίκρητον ὑδαρές· τὴν δὲ ἄλλην ἡμέρην ἐφ᾿ ἣν ὁ πυρετὸς ἔχει, ὕδωρ ὁπόσον ἂν θέλῃ διδόναι ψυχρὸν πίνειν· ἐπὴν δὲ ἀνῇ ὁ πυρετὸς, ῥοφᾷν διδόναι πτισάνης χυλὸν ἢ κέγχρον λεπτὸν, καὶ ἐπιπίνειν οἶνον λευκὸν, οἰνώδεα, ὑδαρέα. Ἢν δὲ ἔμπυρος ἔῃ καὶ μὴ ἀνίῃ μήτε τῆς νυκτὸς μήτε τῆς ἡμέρης, ψαυόμενος δὲ ἢν τὰ μὲν ἄνω θερμὰ, ἡ κοιλίη δὲ καὶ οἱ πόδες ψυχροὶ καὶ ἡ γλῶσσα τρηχείη, τούτῳ μὴ δῷς φάρμακον, ἀλλ᾿ ὑποκλύζειν μαλθακῷ κλύσματι, καὶ διδόναι ῥοφάνειν τὸν χυλὸν τῆς πτισάνης ψυχρὸν δὶς τῆς ἡμέρης, καὶ ἐπιπίνειν οἶνον ὑδαρέα, τὸν δὲ ἄλλον χρόνον πίνειν ὕδωρ ὡς ψυχρότατον. Οὗτος ἢν μὲν ἑβδομαῖος ἐξιδρώσῃ καὶ τὸ πῦρ αὐτὸν μεθῇ· ἢν δὲ μὴ, τεσσαρεσκαιδεκαιταῖος ἀποθνήσκει ὡς τὰ πολλά.

[41] Ἄλλος πυρετός· ἔξωθεν ἀφασσόμενος ἐστὶ βληχρὸς, ἔσωθεν δὲ καίεται, καὶ ἡ γλῶσσα αὐτοῦ τρηχείη, καὶ πνεῖ διὰ τῶν ῥινῶν καὶ τοῦ στόματος θερμόν· ὅταν δὲ πεμπταῖος γένηται, τὰ ὑποχόνδρια σκληρὰ, καὶ ὀδύνη ἔνεστι, καὶ ἡ χροιὴ οἷον ὑπὸ ἰκτέρου ἐχομένου φαίνεται, καὶ οὐρέει παχὺ καὶ χολῶδες. Τοῦτον ἢν μὲν ἑβδομαῖον ὄντα ῥῖγος λάβῃ καὶ πυρετὸς ἰσχυρὸς καὶ ἐξιδρώσῃ· ἢν δὲ μὴ, ἀποθνήσκει ἑβδομαῖος ἢ ἐνναταῖος· λαμβάνει δὲ μάλιστα, ἢν μὴ τὸ ἔτος αὐχμηρὸν γένηται, αὕτη ἡ νοῦσος. Ὅταν οὕτως ἔχῃ, λούειν θερμῷ ἑκάστης ἡμέρης, καὶ πίνειν διδόναι μελίκρητον ὑδαρὲς πολλὸν, καὶ ῥοφάνειν τὸν χυλὸν τῆς πτισάνης ψυχρὸν δὶς τῆς ἡμέρης· ἐπὶ δὲ τῷ ῥοφήματι πίνειν οἶνον ὑδαρέα, λευκὸν, ὀλίγον· ἢν δὲ ἡ γαστὴρ μὴ ὑποχωρέῃ, ὑποκλύσαι, ἢ βάλανον προσθεῖναι· σιτίον δὲ μὴ προσφέρειν, ἕως ἂν ὁ πυρετὸς ἀνῇ· ἐπὴν δὲ παύσηται, φάρμακον πῖσαι κάτω· ὑποστρέφει γὰρ ἔστιν ὅτε ἡ νοῦσος, ἢν ἀκάθαρτος διαφέρηται. Ἡ νοῦσος αὕτη λαμβάνει, ἢν ὑπερχολήσῃ τὸ αἷμα.

[42] Ἢν τριταῖος πυρετὸς ἔχῃ· ἢν μὲν οὖν μὴ παρεὶς τρεῖς λήψιας τῇ τετάρτῃ λάβῃ, φάρμακον πῖσαι κάτω· ἢν δέ σοι δοκέῃ φαρμάκου μὴ δεῖσθαι, τρίψας τοῦ πενταφύλλου τῶν ῥιζῶν ὅσον ὀξύβαφον ἐν ὕδατι, δοῦναι πιεῖν. Ἢν δὲ μηδὲ ἐν τούτῳ παύηται, λούσας αὐτὸν πολλῷ θερμῷ, πῖσαι τὸ τρίφυλλον καὶ ὀπὸν σιλφίου ἐν οἴνῳ ἰσοκρατέϊ, καὶ κατακλίνας ἐπιβαλέειν ἱμάτια πολλὰ ἕως ἱδρώσῃ· ἐπὴν δὲ ἐξιδρώσῃ, ἢν διψῇ, δοῦναι πιεῖν ἄλφιτον καὶ ὕδωρ· ἐς ἑσπέρην δὲ κέγχρον ἑψήσας λεπτὸν, ῥοφησάτω, καὶ οἶνον ἐπιπινέτω· ἕως δ᾿ ἂν διαλείπῃ, σιτίοισιν ὡς μαλθακωτάτοισι χρήσθω.

[43] Πυρετὸς τεταρταῖος· τεταρταῖος πυρετὸς ὅταν ἔχῃ, ἢν μὲν ἐξ ἄλλης νούσου λάβῃ ἀκάθαρτον, φάρμακον πῖσαι κάτω· ἔπειτα τὴν κεφαλὴν καθῆραι, ἔπειτα φάρμακον πῖσαι κάτω· ἢν δὲ μὴ ταῦτα ποιήσαντι παύηται, διαλείπων δύο λήψιας μετὰ τὴν κάτω κάθαρσιν, λούσας αὐτὸν πολλῷ θερμῷ, πῖσον τοῦ καρποῦ τοῦ ὑοσκυάμου ὅσον κέγχρον, καὶ μανδραγόρου ἴσον, καὶ ὀποῦ τρεῖς κυάμους, καὶ τριφύλλου ἴσον, ἐν οἴνῳ ἀκρήτῳ πιέειν. Ἢν δὲ ἐῤῥωμένος καὶ ὑγιαίνειν δοκέων, ἐκ κόπου ἢ ἐξ ὁδοιπορίης πυρετήνας, καταστῇ αὐτῷ ἐς τεταρταῖον, πυριήσας αὐτὸν, σκόροδα δίδου ἐς μέλι βάπτων· ἔπειτα ἐπιπινέτω φάκιον, μέλι καὶ ὄξος μίξας· ἐπὴν δ᾿ ἐμπλησθῇ, ἐμεσάτω· ἔπειτα λουσάμενος θερμῷ, ἐπὴν ψυχθῇ, πιέτω κυκεῶνα ἐφ᾿ ὕδατι· ἑσπέρης δὲ σιτίοισι μαλθακοῖσι καὶ μὴ πολλοῖσι διαχρήσθω· τῇ δὲ ἑτέρῃ λήψει λούσας θερμῷ πολλῷ, ἱμάτια ἐπιβαλὼν ἕως ἐξιδρώσῃ, πῖσαι παραχρῆμα λευκοῦ ἑλλεβόρου τῶν ῥιζέων ὅσον τριῶν δακτύλων μῆκος, καὶ τοῦ τριφύλλου ὅσον δραχμὴν μέγεθος, καὶ ὀποῦ δύο κυάμους, ἐν οἴνῳ ἀκρήτῳ· καὶ ἢν ἐμεσίαι μιν ἔχωσιν, ἐμεσάτω· ἢν δὲ μὴ, ὁμοίως, μετὰ δὲ τὸ καθῆραι τὴν κεφαλήν· σιτίοισι δὲ χρήσθω ὡς μαλθακωτάτοισιν· ὅταν δὲ ἡ λῆψίς μιν ἔχῃ, μὴ νῆστις ἐὼν τὸ φάρμακον πινέτω.

[44] Πλευρῖτις· πλευρῖτις ὅταν λάβῃ, πυρετὸς καὶ ῥῖγος ἔχει, καὶ ὀδύνη διὰ τῆς ῥάχιος ἐς τὸ στῆθος, καὶ ὀρθοπνοίη, καὶ βὴξ, καὶ τὸ σίαλον λεπτὸν καὶ ὑπόχολον, καὶ ἀποβήσσεται οὐ ῥηϊδίως, καὶ διὰ τῶν βουβώνων ὀδύνη, καὶ οὐρέει αἱματῶδες. Ὅταν οὕτως ἔχῃ, ἢν μὲν τὸ πῦρ ἀνῇ ἑβδομαῖον ἐόντα, ὑγιὴς γίνεται· ἢν δὲ μὴ ἀνῇ, ἀφικνέεται ἡ νοῦσος ἐς τὰς ἕνδεκα ἡμέρας ἢ τὰς τεσσαρεσκαίδεκα· οἱ μὲν οὖν πολλοὶ ἐν ταύτῃσιν ἀπόλλυνται· ἢν δὲ ὑπερβάλῃ τὴν τεσσαρεσκαιδεκάτην, ἐκφυγγάνει. Ὅταν οὕτως ἡ ὀδύνη ἔχῃ, χλιάσματα προστιθέναι· πινέτω δὲ μέλι, ἀναζέσας, ἐπιχέας ὄξος ἴσον τῷ μέτρῳ τοῦ μέλιτος, ἔπειτα ὁπόσον ἂν γένηται μέτρον τοῦ ἑφθοῦ μέλιτος καὶ τοῦ ὄξους, ἐπιχέας ὕδατος ἑνὸς δέοντος εἴκοσι, τοῦτο διδόναι πίνειν κατ᾿ ὀλίγον πυκνὰ, καὶ μεταμίσγειν ὕδωρ, ὄξος ὀλίγον παραχέων· ῥοφεέτω δὲ καὶ κέγχρου χυλὸν, μέλι ὀλίγον παραστάζων, ψυχρὸν, ὅσον τεταρτημόριον κοτύλης ἐφ᾿ ἑκατέρῳ σιτίῳ, καὶ πινέτω οἶνον λευκὸν, οἰνώδεα, ὑδαρέα, ὀλίγον· ὁ δὲ οἶνος ἔστω ὡς μαλθακώτατος ὀδμὴν μὴ ἔχων. Ὅταν δὲ ὁ πυρετὸς ἀφῇ, ἡμέρας μὲν δύο τὸν κέγχρον ῥοφεέτω δὶς τῆς ἡμέρης, καὶ τεῦτλα ἡδύτατα ἐσθιέτω· ἔπειτα μετὰ ταῦτα σκύλακα ἢ ὀρνίθιον κάθεφθον ποιήσας, τοῦ ζωμοῦ ῥοφεέτω, καὶ τῶν κρεῶν φαγέτω ὀλίγα· τὸν δὲ λοιπὸν χρόνον μάλιστα ὅσον ὑπὸ τῆς νούσου ἔχοιτο, ἀριστιζέσθω μὲν τὸν κέγχρον, ἐς ἑσπέρην δὲ σιτίοισιν ὡς ἐλαχίστοισι χρήσθω καὶ μαλθακωτάτοισιν.

[45] Ἑτέρη πλευρῖτις· πυρετὸς ἔχει καὶ βὴξ καὶ ῥῖγος καὶ ὀδύνη ἐς τὸ πλευρὸν καὶ ἐς τὴν κληῗδα ἐνίοτε, καὶ τὸ σίελον πτύει ὑπόχολον καὶ ὕφαιμον, ὅταν τύχῃ ῥηγματίας ὤν. Τούτῳ ᾗ ἂν ὀδύνη ἔχῃ μάλιστα, προστιθέναι χλιάσματα, καὶ λούειν θερμῷ, ἢν μὴ ὁ πυρετὸς πουλὺς ἔχῃ· ἢν δὲ μὴ, μή· πίνειν δὲ διδόναι κηρίον ἐν ὕδατι ἀποβρέχων, ἄρτι ὑπόγλυκυ ποιέων, καὶ μεταμίσγειν ὕδωρ, ῥοφάνειν δὲ τὸν χυλὸν τοῦ κέγχρου δὶς τῆς ἡμέρης, καὶ ἐπιπινέτω οἶνον λευκὸν ὑδαρέα, καὶ ἢν ὑπερφύγῃ τὰς τεσσαρεσκαίδεκα ἡμέρας, ὑγιὴς γίνεται.

[46] Ἄλλη πλευρῖτις· πυρετὸς ἴσχει καὶ βρυγμὸς καὶ βὴξ ξηρὴ, καὶ ἐκβήσσεται χλωρὰ, ἔστι δ᾿ ὅτε καὶ πελιδνὰ, καὶ τὸ πλευρὸν ὀδύνη λαμβάνει, καὶ τὸ μετάφρενον ὑπέρυθρον γίνεται, χλιαίνεται δὲ τὴν κεφαλὴν καὶ τὰ στήθεα, ποτὲ δὲ τὴν κοιλίην καὶ τοὺς πόδας καὶ τὰ σκέλεα, καὶ ἀνακαθήμενος μᾶλλον βήσσει, καὶ ἡ γαστὴρ ταράσσεται, καὶ τὸ ἀποπάτημα πάνυ χλωρὸν καὶ κάκοδμον. Οὗτος ἐν εἴκοσιν ἡμέρῃσιν ἀποθνήσκει· ἢν δὲ ταύτας ἐκφύγῃ, ὑγιὴς γίνεται. Τούτῳ, ἔστ᾿ ἂν τεσσαρεσκαίδεκα ἡμέραι παρέλθωσι, διδόναι πίνειν τὸ ἀπὸ τοῦ κρίμνου, καὶ μεταπίνειν οἶνον λευκὸν, οἰνώδεα, ὑδαρέα· ῥοφέειν δὲ τὸν χυλὸν τῆς πτισάνης ψυχρὸν δὶς τῆς ἡμέρης· ἀντὶ δὲ τοῦ μέλιτος ὑπὸ τὸν χυλὸν μίσγειν ῥοιῆς χυλὸν οἰνώδεος, ὅταν ἤδη ὁ χυλὸς ἑφθὸς ᾖ, καὶ λούειν μὴ πολλῷ· ἐπὴν δὲ τεσσαρεσκαίδεκα ἡμέραι παρέλθωσιν, ἔπειτα ἀριστιζέσθω τὸν κέγχρον, ἐς ἑσπέρην δὲ τοῖσι κρέασι τοῖσιν ὀρνιθίοισι καὶ τῷ ζωμῷ καὶ σιτίοισιν ὀλίγοισι χρήσθω. Τὴν δὲ τοιαύτην νοῦσον ὀλίγοι ἐκφυγγάνουσιν.

[47] Περιπλευμονίη· πυρετὸς ἴσχει ἡμέρας τεσσαρεσκαίδεκα τὸ ἐλάχιστον· τὸ δὲ μακρότατον δύο δεούσας εἴκοσι, καὶ βήσσει ταύτας τὰς ἡμέρας ἰσχυρῶς, καὶ ἀποχρέμπτεται τὸ μὲν πρῶτον σίαλον παχὺ καὶ καθαρὸν ἑβδόμῃ καὶ ὀγδόῃ, ἐπὴν δὲ ὁ πυρετὸς λάβῃ, ἐννάτῃ καὶ δεκάτῃ ὑπόγλυκυ καὶ πυῶδες, ἔστ᾿ ἂν αἱ τεσσαρεσκαίδεκα ἡμέραι παρέλθωσιν· καὶ ἢν μὲν ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρῃ ξηρανθῇ ὁ πλεύμων καὶ ἐκβήξῃ, ὑγιάζεται· ἢν δὲ μὴ, δύο δεούσαις εἴκοσι προσέχειν· καὶ ἢν μὲν ἐν ταύτῃσι παύσηται τοῦ βήγματος, ἐκφεύγει· ἢν δὲ μὴ παύηται, εἴρεσθαι αὐτὸν, εἰ γλυκύτερον τὸ σίαλον, καὶ ἢν φῇ, ἡ νοῦσος ἐνιαυσίη γίνεται· ὁ γὰρ πλεύμων ἔμπυος γίνεται. Τούτῳ χρὴ τὰς μὲν πρώτας ἡμέρας οἶνον διδόναι γλυκὺν, λευκὸν, ὑδαρέα, κατ᾿ ὀλίγον πίνειν πυκινά· ῥοφάνειν δὲ τῆς πτισάνης τὸν χυλὸν διδόναι, μέλι παραμίσγων, τρὶς τῆς ἡμέρης, ἔστ᾿ ἂν αἱ ὀκτωκαίδεκα ἡμέραι παρέλθωσι καὶ ὁ πυρετὸς παύσηται. Κινδυνεύει δὲ μάλιστα ἐν τῇσιν ἑπτὰ ἢ ἐν τῇσι τεσσαρεσκαίδεκα· ἐπὴν δὲ τὰς ὀκτωκαίδεκα ἡμέρας ὑπερβάλῃ, οὐκ ἔτι ἀποθνήσκει, ἀλλὰ πτύει πῦον, καὶ τὰ στήθεα πονέει, καὶ βήσσει. Ὅταν οὕτως ἔχῃ, πιπίσκειν νῆστιν τὸ σὺν τῷ ἐλελισφάκῳ, καὶ ῥοφάνειν ἔτνος, στέαρ συμμίσγων πλέον, ἢν μὴ θάλπος ᾖ· ἢν δ᾿ ᾖ, μὴ ῥοφανέτω, ἀλλὰ σιτίοισι χρήσθω ἁλυκοῖσι καὶ λιπαροῖσι καὶ τοῖσι θαλασσίοισι μᾶλλον ἢ κρέασι· καὶ ἢν μή σοι δοκέῃ καθαίρεσθαι κατὰ λόγον, ἐγχεῖν καὶ πυριᾷν· ἢν μὲν παχὺ ᾖ τὸ πῦον, πυριᾷν· ἢν δὲ λεπτὸν, ἐγχεῖν· καὶ τῶν σιτίων ἔχεσθαι ὡς μάλιστα, καὶ τῶν δριμέων ἀπέχεσθαι καὶ κρεῶν βοείων καὶ οἰείων καὶ χοιρείων. Ὅταν ἐκ περιπλευμονίης ἔμπυος γένηται, πυρετὸς ἴσχει καὶ βὴξ ξηρὴ καὶ δυσπνοίη, καὶ οἱ πόδες οἰδέουσι, καὶ οἱ ὄνυχες ἕλκονται τῶν χειρῶν καὶ τῶν ποδῶν. Τοῦτον, ὅταν οὕτως ἔχῃ, ἐπὴν δεκαταῖος γένηται, ἀφ᾿ ἧς ἂν ἄρξηται ἔμπυος γίνεσθαι, λούσας πολλῷ θερμῷ, τρίψας ἄρου ῥίζαν, ὅσον ἀστράγαλον μέγεθος, καὶ ἁλὸς χόνδρον, καὶ μέλι καὶ ὕδωρ, καὶ ἄλειφα ὀλίγον, ἐξειρύσας τὴν γλῶσσαν, ἐγχέαι χλιαρόν· ἔπειτα κινῆσαι τὸν ὦμον, καὶ ἢν μὲν ὑπὸ τούτου τὸ πῦον ῥαγῇ· εἰ δὲ μὴ, ἕτερον ποιῆσαι· σίδια δριμέα ἐκχυμώσας καὶ κυκλάμινον, ὅσον ὀξύβαφον τῶν σμικρῶν ἑκατέρου ἔστω, ἔπειτα ὀπὸν σιλφίου τρίψας ὅσον κύαμον, διεῖναι, καὶ συμμῖξαι γάλακτος ὅσον ὀξύβαφον αἴγειον ἢ ὄνειον, τοῦτο χλιαρὸν ἐγχεῖν· ἢν δὲ ὑπὸ τούτου μὴ ῥαγῇ, ῥαφάνου φλοιὸν καὶ ἄνθος χαλκοῦ ὅσον τρεῖς κυάμους τρίψας λεῖον, διπλάσιον δὲ ἔστω τῆς ῥαφάνου, ἐλαίῳ διεῖναι, ὅσον τεταρτημόριον κοτύλης, τοῦτο ἐγχεῖν χλιαρὸν, καὶ ἢν ῥαγῇ τὸ πῦον, σιτίοισιν ὡς ἁλμυρωτάτοισι καὶ λιπαρωτάτοισι χρῆσθαι, καὶ ἢν μὴ ἴῃ τὸ πῦον, κατ᾿ ὀλίγον πυριᾷν κατὰ τὸ στόμα σίου χυλῷ, οἴνῳ τορνίῳ, γάλακτι βοείῳ ἢ αἰγείῳ, ἴσον ἑκάστου συμμίξας· ἔστω δὲ ὅσον τρεῖς κοτύλαι· ἔπειτα ἐμβάλλειν ἰπνοῦ ὄστρακα διαφήνας, τοῦτο ἑλκέτω διὰ τοῦ αὐλοῦ φυλασσόμενος ὅκως μὴ κατακαίηται. Ἐπὴν δὲ καθαρώτερον πτύῃ, ἐγχεῖν αὐτῷ κνίδης σπέρμα, λιβανωτὸν, ὀρίγανον, ἐν οἴνῳ λευκῷ καὶ μέλιτι καὶ ἐλαίῳ ὀλίγῳ, ἐγχεῖν δὲ διὰ τρίτης ἡμέρης· μετὰ δὲ, βούτυρον, ῥητίνην ἐν μέλιτι διατήκων· καὶ σιτίοισι μηκέτι χρῆσθαι ἁλμυροῖσι μηδὲ λιπαροῖσι· πινέτω δὲ νῆστις τὰς ἐν μέσῳ ἡμέρας τῶν ἐγχύτων, ἐλελίσφακον, πήγανον, θύμβραν, ὀρίγανον, ἴσον ἐν οἴνῳ ἀκρήτῳ, ὅσον ὀξύβαφον μετὰ πάντων ἐπιπάσσων. Ἢν δὲ μὴ ῥαγῇ ὑπὸ τῶν ἐγχύτων, οὐδὲν θαυμαστόν· πολλάκις γὰρ ἐκρήγνυται ἐς τὴν κοιλίην, καὶ αὐτίκα δοκέει ῥᾴων εἶναι, ὅταν ἐκ στενοῦ ἐς εὐρυχωρίην ἔλθῃ. Ὁκόταν ὁ χρόνος πλείων γένηται, ὅ τε πυρετὸς ἰσχυρότερος καὶ ἡ βὴξ ἐπιλαμβάνει, καὶ τὸ πλευρὸν ὀδυνᾶται, καὶ ἐπὶ μὲν τὸ ὑγιὲς οὐκ ἀνέχεται κατακείμενος, ἐπὶ δὲ τὸ ἀλγέον, καὶ οἱ πόδες οἰδέουσι καὶ τὰ κοῖλα τῶν ὀμμάτων. Τοῦτον, ὅταν ἡμέρη πέμπτη καὶ δεκάτη γένηται ἀπὸ τῆς ἐκρήξιος, λούσας πολλῷ θερμῷ, καθίσας ἐπὶ ἐφέδρου, ὅ τι μὴ ὑποκινήσει, ἕτερος μὲν τὰς χεῖρας ἐχέτω, σὺ δὲ τῶν ὤμων σείων, ἀκροάζεσθαι ἐς ὁκότερον ἂν ψοφέῃ· βούλεσθαι δὲ ἐς τὸ ἀριστερὸν ταμέειν· ἧσσον γὰρ θανατῶδες. Ἢν δέ σοι ὑπὸ τοῦ πάχεος καὶ τοῦ πλήθεος μὴ ψοφέῃ, ποιέει γὰρ τοῦτο ἐνίοτε, ὁκότερον ἂν ἀποιδέῃ καὶ ὀδυνᾶται μᾶλλον, τοῦτο τάμνειν ὡς κατωτάτω ὄπισθεν τοῦ οἰδήματος μᾶλλον ἢ ἔμπροσθεν, ὅκως σοι ἡ ἔξοδος τοῦ πύου εὔροος ᾖ· τάμνειν δὲ μεταξὺ τῶν πλευρέων στηθοειδέϊ μαχαιρίδι τὸ πρῶτον δέρμα, ἔπειτα ὀξυβελέϊ, ἀποδήσας ῥάκει, τὸ ἄκρον τῆς μαχαιρίδος λιπὼν ὅσον τὸν ὄνυχα τοῦ δακτύλου τοῦ μεγάλου, καθεῖναι ἔσω· ἔπειτα ἀφεὶς τὸ πῦον ὅσον ἄν σοι δοκέῃ, μοτοῦν ὠμολίνῳ μοτῷ, λίνον ἐκδήσας· ἀφεῖναι δὲ τὸ πῦον ἑκάστης ἡμέρης ἅπαξ· ἐπὴν δὲ γένηται δεκαταῖος, ἀφεὶς ἅπαν τὸ πῦον, ὀθονίῳ μοτοῦν· ἔπειτα ἐγχεῖν οἶνον καὶ ἔλαιον χλιαίνων αὐλίσκῳ, ὡς μήτε ὁ πλεύμων ἐξαπίνης ἐωθὼς βρέχεσθαι τῷ πύῳ ἀποξηρανθῇ· ἐξιέναι δὲ τὸ ἔγχυμα τὸ μὲν ἕωθεν ἐς ἑσπέρην, τὸ δ᾿ ἑσπερινὸν ἕωθεν· ἐπὴν δὲ τὸ πῦον λεπτὸν οἷον ὕδωρ ᾖ, καὶ γλίσχρον τῷ δακτύλῳ ψαυόμενον, καὶ ὀλίγον, ἐντιθέναι μοτὸν κασσιτέρινον κοῖλον· ἐπὴν δὲ παντάπασι ξηρανθῇ ἡ κοιλίη, ἀποτάμνων τοῦ μοτοῦ κατὰ μικρὸν, συμφύειν τὸ ἕλκος, ἔστ᾿ ἂν ἐξέλῃς τὸν μοτόν. Σημήϊον δὲ ἢν μέλλῃ ἐκφεύξεσθαι, ἢν μὲν τὸ πῦον ᾖ λευκὸν καὶ καθαρὸν καὶ ἶνες αἵματος ἐνέωσιν, ὡς τὰ πολλὰ ὑγιὴς γίνεται· ἢν δὲ οἷον λεκιθοειδὲς ἀποῤῥυῇ τῇ πρώτῃ, ἢ τῇ ὑστεραίῃ ἀποῤῥυῇ παχὺ, ὑπόχλωρον, ὄζον, ἀποθνήσκουσιν, ἐπειδὰν ἐκρυῇ τὸ πῦον.

[48] Ἄλλη νοῦσος· ὅταν πλευμᾷ, τὸ σίαλον παχὺ, ὑπόχλωρον, γλυκὺ βήσσεται, καὶ βρυγμὸς, καὶ ὀδύνη ἐς τὸ στέρνον καὶ ἐς τὸ μετάφρενον, καὶ συρίζει ἐν τῇ φάρυγγι λεπτὸν, καὶ ἡ φάρυγξ ξηρὴ γίνεται, καὶ τὰ κύλα ἐρυθρὰ, καὶ ἡ φωνὴ βαρέη, καὶ οἱ πόδες οἰδίσκονται, καὶ οἱ ὄνυχες ἕλκονται, καὶ καταλεπτύνονται τὰ ἄνω, καὶ μινύθει, καὶ μυσάσσεται τὸ σίαλον, ἐπὴν ἀποχρεμψάμενος ἔχῃ ἐν τῷ στόματι, καὶ βήσσει τοὺς ὄρθρους καὶ μεσονύκτιον μάλιστα· βήσσει δὲ καὶ τὸν ἄλλον χρόνον· καὶ λαμβάνει μᾶλλον γυναῖκα νεωτέρην ἢ πρεσβυτέρην. Τούτῳ ἢν μὲν αἱ τρίχες ἤδη ἐκ τῆς κεφαλῆς ῥέωσι καὶ ψιλῶται ἤδη ἡ κεφαλὴ ὡς ἐκ νούσου, καὶ πτύοντι ἐπ᾿ ἄνθρακας βαρὺ ὄζῃ τὸ σίαλον, φάναι αὐτὸν ἀποθανεῖσθαι ἐντὸς ὀλίγου χρόνου, τὸ δὲ κτεῖνον ἔσεσθαι διάῤῥοιαν· ἐπὴν γὰρ ἤδη τὸ πῦον τὸ περὶ τὴν καρδίην σήπηται, τοῦτο ὄζει κνίσης ἐπὶ τοῖσιν ἄνθραξι, καὶ ξυνθερμαινόμενος ὁ ἐγκέφαλος ῥεῖ ἅλμην, ἣ κινεῖ τὴν κοιλίην· σημήϊον δὲ τούτου, ῥέουσιν ἐκ τῆς κεφαλῆς τρίχες. Τοῦτον μὴ ἰᾶσθαι ὅταν οὕτως ἔχῃ· ἢν δὲ καταρχὰς ἐπιτύχῃς τῇ νούσῳ, φάκιον δὸς πιεῖν· εἶτα διαλιπὼν μίην ἡμέρην ἐλλέβορον δοῦναι κεκρημένον ὅκως τὴν κάτω κοιλίην μὴ κινήσῃ, καὶ ἐπὴν ἐς τὸ στόμα τῆς νυκτὸς αὐτῷ φοιτᾷ ἅλμη, πρὸς τὰς ῥῖνας αὐτῷ προστίθει φάρμακα πυκνότερα· ἢν δὲ μὴ ῥέῃ, προστίθει μὲν, διὰ πλέονος δὲ χρόνου, καὶ τοῦ μηνὸς ἅπαξ προσπιπίσκοντα ἐλλέβορον, ὅσον τοῖσι δυσὶ δακτύλοισιν ἆραι, ἐν οἴνῳ γλυκεῖ κεκρημένον· φάκιον δὲ αὐτίκα δοῦναι ἐπιπίνειν· φάρμακα δὲ ὡς ἐλάχιστα πινέτω· ἢν μὲν οἱ πυρετοὶ ὀξύτεροι ἐπιλαμβάνωσι, τὴν ῥίζαν τὴν λευκὴν καὶ τοῦ ἐλλεβόρου λείχειν ἐν μέλιτι δίδου· οὕτω γὰρ ἥκιστα τὴν κοιλίην κινήσει· ἢν δὲ στρόφος ἐγγένηται ἐν τῇ κάτω κοιλίῃ, πρῶτον μὲν κλύσαι κείνῳ ἐς ὃ ὁ κόκκος συμμίσγεται· ἢν δὲ μηδ᾿ οὕτω παύηται, γάλακτι ὀνείῳ ἑφθῷ κάθηρον· φάρμακον δὲ μὴ δίδου κατωτερικόν. Ἢν δὲ πρὸ τοῦ φαρμακίου προπίνων τὸν ἐλλέβορον χολὴν ἐμέῃ, αὐτῷ τῷ φακίῳ ἐμεέτω. Σιτίοισι δὲ χρήσθω, ἢν μὴ οἱ πυρετοὶ ὀξέες ἔχωσι, κρέασι μηλείοισιν ἑφθοῖσι καὶ ὀρνιθίοισι καὶ κολοκύνθῃ καὶ τεύτλοισι· ζωμὸν δὲ μὴ ῥοφεέτω, μηδὲ βάπτεσθαι· ἰχθύσι δὲ χρήσθω σκορπίοισι καὶ σελάχεσιν ἑφθοῖσι· θερμὸν δὲ μηδὲν ἐσθιέτω· μηδὲ λουέσθω ἢν ὁ πυρετὸς ἔχῃ πολύς· μηδὲ λαχάνοισι δριμέσι χρήσθω, ὅτι μὴ θύμβρῃ ἢ ὀριγάνῳ· οἶνον δὲ λευκὸν πινέτω. Ἢν δὲ ἄπυρος ᾖ, θέρμαι δὲ λαμβάνωσιν ἄλλοτε καὶ ἄλλοτε, ἐσθιέτω ἰχθῦς ὡς ἀρίστους καὶ πιοτάτους, καὶ λιπαρὰ καὶ γλυκέα καὶ ἁλμυρὰ ὡς μάλιστα, καὶ περιπάτοισι χρήσθω μήτε ἐν ἀνέμῳ μήτε ἐν ἡλίῳ, καὶ ἐμεέτω ἀπὸ τῶν σιτίων, ὅταν οἱ δοκέῃ καιρὸς εἶναι, καὶ λοῦσθαι χλιαρῷ πλὴν τῆς κεφαλῆς· σιτίων δὲ ἄρτος ἀμείνων, ὅσοι μὴ μαζοφάγοι εἰσί· τούτοισι δὲ ἀμφότερα συμμίσγειν.

[49] Ἑτέρη νοῦσος, ἥτις καλέεται φθόη· βὴξ ἔχει, καὶ τὸ πτύσμα πολλὸν καὶ ὑγρὸν, καὶ ἐνίοτε ῥηϊδίως ἀναβήσσεται, καὶ τὸ πῦον οἷον χάλαζα, καὶ διατριβόμενον ἐν τοῖσι δακτύλοισι σκληρὸν καὶ κάκοδμον γίνεται· ἡ δὲ φωνὴ καθαρὴ καὶ ἀνώδυνος, καὶ οἱ πυρετοὶ οὐ λαμβάνουσι, θέρμη δὲ ἐνίοτε, ἄλλως τε καὶ ἀσθενής. Τοῦτον χρὴ ἐλλέβορον πιπίσκειν καὶ φάκιον, καὶ εὐωχέειν ὡς μάλιστα, ἀπεχόμενον τῶν δριμέων καὶ κρεῶν βοείων καὶ χοιρείων καὶ οἰείων, καὶ γυμνάζεσθαι ὀλίγα καὶ περιπατέειν, καὶ ἀπὸ σιτίων ἐμέτοισι χρῆσθαι, καὶ λαγνείης ἀπέχεσθαι. Αὕτη ἡ νοῦσος γίνεται ἑπτὰ ἔτεα ἢ ἐννέα· οὗτος ἢν ἐξ ἀρχῆς θεραπευθῇ, ὑγιὴς γίνεται.

[50] Ἢν ἀφθήσῃ ἡ σύριγξ τοῦ πλεύμονος, πυρετὸς ἴσχει βληχρὸς, καὶ ὀδύνη μέσον τὸ στῆθος, καὶ τοῦ σώματος κνησμὸς, καὶ ἡ φωνὴ βραγχώδης, καὶ τὸ σίαλον ὑγρὸν καὶ λεπτὸν πτύει, ἐνίοτε δὲ παχὺ καὶ οἷον πτισάνης χυλόν· καὶ ἐν τῷ στόματι ὀδμή οἱ ἐγγίνεται βαρέη οἷον ἀπὸ ἰχθύων ὠμῶν· καὶ ἄλλοτε καὶ ἄλλοτε ἐν τῷ σιάλῳ ἐμφαίνεται σκληρὰ, οἷον μύκης ἀφ᾿ ἕλκεος· καὶ τὰ ἄνω λεπτύνεται, μάλιστα δὲ ἅπας· καὶ οἱ κύκλοι τοῦ προσώπου ἐρυθριῶσι, καὶ οἱ ὄνυχες τῷ χρόνῳ ἕλκονται καὶ ξηροὶ καὶ χλωροὶ γίνονται. Τελευτᾷ δὲ αὐτίκα, ἢν μὴ θεραπευθῇ, αἷμα πτύων καὶ πῦον· ἔπειτα καὶ πυρετοὶ ἰσχυροὶ ἐπιγινόμενοι κατ᾿ οὖν ἔκτειναν· ἢν δὲ θεραπευθῇ, ἐκφυγγάνει ἐκ ταύτης τῆς φθίσιος. Θεραπεύειν δὲ χρὴ, φάκια πιπίσκοντα ἐμέειν· ἢν δέ σοι καιρὸς δοκέῃ εἶναι ἐλλέβορον πίνειν, ἢν μὲν δυνατὸς ἔῃ ὥνθρωπος, αὐτόθεν· ἢν δὲ μὴ, παραμίσγειν τῷ φακίῳ ἥμισυ πόσιος, διαλείπων ἐν πέμπτῃ ἢ ἐν ἕκτῃ πόσει· τὴν δὲ κάτω κοιλίην μὴ κινέειν φαρμάκῳ, ἢν μὴ οἱ πυρετοὶ λαμβάνωσιν ἰσχυροί· ἢν δὲ λαμβάνωσι, γάλακτι ὄνου ὑποκαθαίρειν. Ἢν δὲ ἀσθενὴς ᾖ ὥστε πίνειν, ὑποκλύσαι· ἧττον δὲ κεφαλήν· καὶ ἢν μὲν τὸ σίαλον ἐς τὸ στόμα ἴῃ πολλὸν καὶ ἁλμυρὸν, πρὸς τὰς ῥῖνας προσθεῖναι ὅ τι χολὴν μὴ ἄξει· ἢν δὲ μὴ ἴῃ τὸ ῥεῦμα ἐς τὸ στόμα, μὴ προστιθέναι πρὸς τὴν κεφαλήν· ἐπὴν δὲ τὸ σίαλον δυσῶδες ᾖ, τὰς μεταξὺ τῶν φακίων ἐγχεῖν ἐς τὸν πλεύμονα φάρμακον· μίην δὲ διαλιπὼν ἐπὴν ἔχῃς ἡμέρην, θυμιᾷν. Σιτίοισι δὲ χρῆσθαι κρέασι μηλείοισι καὶ ὀρνιθίοισι, καὶ ἰχθύσι σελάχεσι καὶ σκορπίοισιν ἑφθοῖσι· διὰ τετάρτης ἡμέρης τάριχον ἐσθιέτω ὡς ἄριστον καὶ πιότατον, καὶ ἀριστάτω μὲν μᾶζαν, δειπνείτω δὲ ταύτῃ συμμίσγων καὶ ἄρτον· καὶ μήτε ῥοφανέτω μηδὲν, μήτε κυκεῶνα πινέτω, ἢν ἐσθίειν δυνατὸς ᾖ· τὰ δ᾿ ὀψὰ ἡδύνειν σησάμῳ ἀντὶ τοῦ τυροῦ, καὶ κοριάνῳ καὶ ἀνήθῳ· σιλφίῳ δὲ μηδὲν χρῆσθαι μηδέ τινι ἄλλῳ λαχάνῳ δριμέϊ, ὅ τι μὴ ὀριγάνῳ ἢ θύμῳ ἢ πηγάνῳ. Περιπάτοισι δὲ χρήσθω καὶ πρὸ τοῦ σιτίου καὶ μετὰ τὸ σιτίον, φυλασσόμενος τὸν ἄνεμον καὶ τὸν ἥλιον· θωρηξίων ἀπεχέσθω καὶ ἀφροδισίων· λούσθω δὲ χλιαρῷ, πλὴν τῆς κεφαλῆς, ταύτην δὲ ὡς διὰ πλείστου χρόνου.

[51] Φθίσις νωτιάς· ἡ νωτιὰς φθίσις ἀπὸ τοῦ μυελοῦ γίνεται· λαμβάνει δὲ μάλιστα νεογάμους καὶ φιλολάγνους· γίνονται δὲ ἄπυροι, καὶ ἐσθίειν ἀγαθοὶ, καὶ τήκονται· καὶ ἢν ἐρωτᾷς αὐτὸν, φήσει οἱ ἄνωθεν ἀπὸ τῆς κεφαλῆς κατὰ τὴν ῥάχιν κατέρχεσθαι δοκεῖν οἷον μύρμηκας, καὶ ἐπὴν οὐρέῃ ἢ ἀποπατέῃ, προέρχεταί οἱ θορὸς πουλὺς καὶ ὑγρὸς, καὶ γενεὴ οὐκ ἐγγίνεται, καὶ ὀνειρώσσει, κᾂν συγκοιμηθῇ γυναικὶ, κᾂν μή· καὶ ὅταν ὁδοιπορήσῃ ἢ δράμῃ, ἄλλως τε καὶ πρὸς αἶπος, ἆσθμά μιν καὶ ἀσθενείη ἐπιλαμβάνει, καὶ τῆς κεφαλῆς βάρος, καὶ τὰ ὦτα ἠχέει. Τοῦτον χρόνῳ ὅταν ἐπιλάβωσι πυρετοὶ ἰσχυροὶ, ἀπ᾿ οὖν ὤλετο ὑπὸ λιπυρίου. Ὅταν οὕτως ἔχῃ, ἢν ἐξ ἀρχῆς μεταχειρίσῃ, πυριήσας αὐτὸν ὅλον, φάρμακον δοῦναι πίνειν ἄνω, καὶ μετὰ τοῦτο τὴν κεφαλὴν καθῆραι, μετὰ δὲ πῖσαι κάτω· ἐγχειρέειν δὲ βούλεσθαι μάλιστα τοῦ ἦρος· καὶ μεταπῖσαι ὀῤῥὸν ἢ γάλα ὄνειον· βόειον δὲ γάλα διδόναι πιέειν τεσσαράκοντα ἡμέρας· ἐς ἑσπέρην δὲ ἕως ἂν γαλακτοποτέῃ, χόνδρον διδόναι ῥοφεῖν· σιτίων δὲ ἀπεχέσθω. Ἐπὴν δὲ παύσηται γαλακτοποτέων, σιτίοισι διακομίζειν αὐτὸν μαλθακοῖσιν ἐξ ὀλίγου ἀρχόμενος, καὶ παχύνειν ὡς μάλιστα, καὶ ἐνιαυτοῦ θωρηξίων ἀπεχέσθω καὶ ἀφροδισίων καὶ ταλαιπωριέων ὅ τι μὴ περιπάτοισι, φυλασσόμενος τὰ ψύχεα καὶ τὸν ἥλιον· λούσθω δὲ χλιαρῷ.

[52] Πλεύμονος νοῦσος· τὸ σίαλον παχὺ καὶ λιγνυῶδες βήσσεται, καὶ ἡ χροιὴ μέλαινα καὶ ὑποιδαλέη, καὶ ὀδύναι λεπταὶ ὑπὸ τὸ στῆθος καὶ ὑπὸ τὰς ὠμοπλάτας, καὶ δυσελκέες γίνονται. Ἧσσον δ᾿ ἐπικίνδυνος τοῦ ἑτέρου οὗτος, καὶ ἐκφυγγάνουσι πλέονες. Τοῦτον χρὴ ἐλλέβορον πιπίσκειν καὶ αὐτὸν καὶ τοῖσι φακίοισι μίσγοντα, καὶ ἐγχέειν ἐς τὸν πλεύμονα, καὶ θυμιᾷν, καὶ εὐωχέειν ἀπεχόμενον κρεῶν βοείων καὶ οἰείων καὶ χοιρείων καὶ λαχάνων δριμέων, ὅ τι μὴ ὀριγάνῳ ἢ θύμβρῃ· καὶ περιπάτοισι χρήσθω· ἐξ ἠοῦς δὲ πρὸς αἶπος ὁδοιπορέειν νῆστιν· ἔπειτα πίνειν τῶν φύλλων ἐπ᾿ οἴνῳ ἐπιπάσσοντα κεκρημένῳ· τὸ δὲ λοιπὸν σιτίοισι χρήσθω τοῖσιν εἰρημένοισιν.

[53] Ἀρτηρίη τρωθεῖσα· ἢν τρωθῇ ἡ ἀρτηρίη, βὴξ ἔχει, καὶ αἷμα βήσσεται, καὶ λανθάνει ἡ φάρυγξ πιμπλαμένη τοῦ αἵματος, καὶ ἐκβάλλει θρόμβους, καὶ ὀδύνη γίνεται ἐκ τοῦ στήθεος ἐς τὸ μετάφρενον ὀξέη, καὶ τὸ σίαλον γλίσχρον καὶ πουλὺ, καὶ ἡ φάρυγξ ξηρὴ, καὶ πυρετὸς καὶ ῥῖγος ἐπιλαμβάνει, καὶ κέρχνεται ἡ φάρυγξ οἷον ὑπὸ λιπαροῦ· ἔς τε μὲν πεντεκαίδεκα ἡμέρας πάσχει τοιαῦτα· μετὰ δὲ πῦον πτύει, καὶ οἷα ἕλκεος κρότωνας, καὶ αὖθις βὴξ, καὶ ἐῤῥάγη οὖν τὸ αἷμα, καὶ μετὰ τὸ πῦον παχύτερον πτύει, καὶ ὁ πυρετὸς ἰσχυρότερος γίνεται, καὶ τελευτᾷ ἐς πλεύμονα, καὶ καλέεται ῥηγματίας πλεύμονος. Ἢν δὲ μετὰ τὸ πρῶτον αἷμα μὴ πτύσῃ πῦον, παυσάμενον χρὴ ταλαιπωρίης καὶ γυμνασίων ἐπ᾿ ὄχημα μὴ ἀναβαίνειν, σιτίων ἀπεχόμενον ἁλμυρῶν καὶ λιπαρῶν καὶ πιόνων καὶ λαχάνων δριμέων· καὶ ἐπὴν αὐτὸς ἑωυτοῦ δοκέῃ ἄριστα τοῦ σώματος ἔχειν, καῦσαι τὰ στήθεα καὶ τὸ μετάφρενον ἐν μοίρῃ ἑκάτερον· καὶ ἐπὴν τὰ ἕλκεα ὑγιὴς γένηται, ἐνιαυτὸν ἀπεχέσθω θωρηξίων, καὶ μὴ ὑπερπίμπλασθαι, μηδὲ τῇσι χερσὶ ταλαιπωρέειν, μηδὲ ἐπ᾿ ὄχημα ἀναβαίνειν, ἀλλὰ παχύνειν αὐτὸν ὡς μάλιστα τὸ σῶμα.

[54] Ἄορτρα τοῦ πλεύμονος σπασθέντα· ἐπὴν ἄορτρον σπασθῇ τοῦ πλεύμονος, τὸ πτύσμα λεπτὸν πτύει, ἐνίοτε δὲ αἱματῶδες, ἀφρονέει τε καὶ πυρετὸς ἴσχει, καὶ ὀδύνη τὸ στῆθος καὶ τὸ μετάφρενον καὶ τὸ πλευρὸν, καὶ ἢν στραφῇ, βήσσεται καὶ πτάρνυται. Τοῦτον ᾗ ἂν ὀδύνη ἔχῃ, χλιάσματα προστιθέναι, καὶ διδόναι προῤῥοφάνειν κενταύριον καὶ δαῦκον, καὶ ἐλελισφάκου φύλλα τρίβων, καὶ μέλι καὶ ὄξος ἐπιχέων καὶ ὕδωρ, διδόναι καταῤῥοφάνειν· καὶ πτισάνης χυλὸν προῤῥοφανέτω, καὶ ἐπιπινέτω οἶνον ὑδαρέα. Ἐπὴν δὲ τῆς ὀδύνης παύσηται, ἐλελίσφακον κόψας καὶ σήσας, καὶ ὑπερικὸν καὶ ἐρύσιμον λεῖα καὶ ἄλφιτον, ἴσον ἑκάστου, ταῦτ᾿ ἐπιβαλὼν ἐπὶ οἶνον κεκρημένον, διδόναι πίνειν νήστει, καὶ ἢν μὴ νῆστις ᾖ, διδόναι δὲ ῥοφάνειν ἔτνος ἄναλτον· ἢν δὲ θάλπος ᾖ, σιτίοισι διαχρῆσθαι ὡς μαλθακωτάτοισιν, ἀνάλτοισι καὶ ἀκνίσοισιν, ἐπὴν ἤδη ἐπιεικέως ἔχῃ τὸ σῶμα καὶ τὸ στῆθος καὶ τὸ νῶτον. Ἢν δὲ ἀμφότερα σπασθῶσι, βὴξ ἴσχει, καὶ τὸ σίαλον πτύεται παχὺ λευκὸν, καὶ ὀδύνη ὀξέη ἴσχει ἐς τὸ στῆθος καὶ ὑπὸ τὰς ὠμοπλάτας καὶ τὸ πλευρὸν, καὶ καῦμα ἔχει, καὶ καταπίμπλαται φῴδων, καὶ ξυσμὴ ἔχει, καὶ οὐκ ἀνέχεται οὔτε καθήμενος οὔτε κείμενος οὔτε ἑστηκὼς, ἀλλὰ δυσθενέει. Οὗτος τεταρταῖος μάλιστα ἀποθνήσκει· ἢν δὲ ταύτας ὑπερφύγῃ, ἐλπίδες μὲν οὐ πολλαί· κινδυνεύει δὲ καὶ ἐν τῇσιν ἑπτά· ἢν δὲ καὶ ταύτας διαφύγῃ, ὑγιάζεται. Τοῦτον, ὅταν οὕτως ἔχῃ, λούειν πολλῷ θερμῷ δὶς τῆς ἡμέρης, καὶ ὅταν ἡ ὀδύνη ἔχῃ, χλιάσματα προστιθέναι, καὶ διδόναι πίνειν μέλι καὶ ὄξος, ῥοφάνειν δὲ χυλὸν πτισάνης, καὶ ἐπιπίνειν οἶνον λευκὸν οἰνώδεα. Ἢν δὲ πρὸς τὸ λουτρὸν καὶ τὰ χλιάσματα πονέῃ καὶ μὴ ἀνέχηται, προσφέρειν αὐτῷ ῥάκια ἡμιτυβίου, καὶ βάπτων ἐς ὕδωρ ἐπὶ τὰ στήθεα ἐπιτιθέναι καὶ ἐπὶ τὸ νῶτον, καὶ πίνειν διδόναι κηρίον ἐν ὕδατι ἀποβρέχων ὡς ψυχρότατον, καὶ τὸν χυλὸν ψυχρὸν καὶ ὕδωρ ἐπιπίνειν, καὶ κεῖσθαι πρὸς τὸ ψῦχος. Ταῦτα ποιέειν· ἡ δὲ νοῦσος θανατώδης.

[55] Ἐρυσίπελας ἐν πλεύμονι· ἢν ἐρυσίπελας ἐν πλεύμονι γένηται, βὴξ ἔχει, καὶ τὸ σίαλον ἀποπτύει πουλὺ καὶ ὑγρὸν, οἷον ἀπὸ βράγχου, ἔστι δὲ οὐχ αἱματῶδες, καὶ ὀδύνη ἴσχει τὸ μετάφρενον καὶ τοὺς κενεῶνας καὶ τὰς λαπάρας, καὶ τὰ σπλάγχνα μύζει, καὶ ἐμέει λάπην καὶ οἷον ὄξος, καὶ τοὺς ὀδόντας αἱμωδιᾷ, καὶ πυρετὸς καὶ ῥῖγος καὶ δίψα λαμβάνει, καὶ ὅταν τι φάγῃ, ἐπὶ τοῖσι σπλάγχνοισι μύζει, καὶ ἐρεύγεται ὀξὺ, καὶ ἡ κοιλίη τρίζει, καὶ τὸ σῶμα ναρκᾷ, καὶ ὅταν ἐμέσῃ, δοκέει ῥᾴων εἶναι· ὅταν δὲ μὴ ἐμέσῃ, ἀπιούσης τῆς ἡμέρης, στρόφος καὶ ὀδύνη ἐγγίνεται ἐν τῇ γαστρὶ, καὶ ἀπόπατος ὑγρὸς γενόμενος διεχώρησεν. Ἡ δὲ νοῦσος μάλιστα γίνεται ἐκ θωρηξίων καὶ ἐκ κρεηφαγιέων καὶ ἐξ ὕδατος μεταβολῆς· ἴσχει δὲ καὶ ἄλλως. Τοῦτον φάρμακον πιπίσκειν κάτω, καὶ μεταπιπίσκειν γάλα ὄνου, ἢν μὴ σπληνώδης ᾖ φύσει· ἢν δὲ σπληνώδης ᾖ, μὴ καθαίρειν μήτε χυλοῖσι μήτε γάλακτι μήτε ὀῤῥῷ, ἀλλ᾿ ὅ τι ὀλίγον ἐσελθὸν πολὺ ἐξάξει· ὑποκλύζειν δὲ τὰς κοιλίας, καὶ βαλάνους προστιθέναι, ἢν μὴ ἡ κοιλίη ὑποχωρέῃ, ἐν πάσῃσι τῇσι νούσοισι, καὶ ψυχρολουτέειν ἐν ταύτῃ τῇ νούσῳ, καὶ γυμνάζεσθαι, ὅταν οἱ πυρετοὶ ἀνῶσι καὶ δοκέῃ ἐπιεικέως ἔχειν τοῦ σώματος· καὶ τοῦ ἦρος καὶ τοῦ μετοπώρου ἔμετον ποιέειν· σκορόδων δὲ κεφαλὰς τρεῖς καὶ ὀριγάνου δραχμίδα ὅσην τρισὶ δακτύλοισι περιλαβεῖν, ἑψεῖν ἐπιχέαντα δύο κοτύλας οἴνου γλυκέος καὶ κοτύλην ὄξεος ὡς ὀξυτάτου καὶ μέλιτος ὅσον τεταρτημόριον, ἑψεῖν δὲ ἕως ἂν ἡ τρίτη μοῖρα λειφθῇ· κἄπειτα γυμνάσας τὸν ἄνθρωπον καὶ λούσας ὕδατι χλιαρῷ πῖσαι θερμὸν, καὶ πιπίσκειν φάκιον, μέλι καὶ ὄξος συμμίσγων, ἔστ᾿ ἂν ἐμπλησθῇ· ἔπειτα ἐμεέτω, καὶ τὴν ἡμέρην ταύτην πιὼν ἄλφιτον καὶ ὕδωρ ἐκνηστευέτω· ἐς ἑσπέρην δὲ τεῦτλον φαγέτω καὶ μάζης σμικρὸν, καὶ πινέτω οἶνον ὑδαρέα· ἀνὰ δὲ τὸν ἄλλον χρόνον ἐμεέτω τοῖσι φακίοισι καὶ ἀπὸ σιτίων. Καὶ ἢν ἀφίστηται ἡ ὀδύνη ὑπὸ τὰς ὠμοπλάτας, σικύην προσβάλλειν, καὶ τὰς φλέβας ἀποτύψαι τὰς ἐν τῇσι χερσί· σιτίοισι δὲ χρῆσθαι ἀνάλτοισι καὶ μὴ λιπαροῖσι μηδὲ πίοσι· δριμέα δὲ καὶ ὀξέα ἐσθιέτω καὶ ψυχρὰ πάντα, καὶ περιπάτοισι χρήσθω. Ταῦτα ποιέων ἄριστα ἂν διαιτῷτο, καὶ διὰ πλείστου χρόνου ἡ νοῦσος γίνοιτο· ἔστι δὲ οὐ θανατώδης, ἀλλ᾿ ἀπογηράσκοντας ἀπολείπει. Εἰ δὲ βούλοιο νεώτερον ἐόντα θᾶσσον ἀπαλλάξαι τῆς νούσου, καθήρας αὐτὸν, καῦσον τά τε στήθεα καὶ τὸ μετάφρενον.

[56] Νωτιάς· ῥῖγος καὶ πυρετὸς καὶ βὴξ καὶ δύσπνοια λαμβάνει, καὶ τὸ σίαλον πτύει χλωρὸν, ἔστι δ᾿ ὅτε καὶ ὕφαιμον, καὶ πονέει μάλιστα τὸ μετάφρενον καὶ τοὺς βουβῶνας, καὶ ἡμέρῃ τρίτῃ ἢ τετάρτῃ οὐρέει αἱματῶδες, καὶ ἀποθνήσκει ἑβδομαῖος· ἐπὴν δὲ τὰς τεσσαρασκαίδεκα ἐκφύγῃ, ὑγιὴς γίνεται· ἐκφυγγάνει δ᾿ οὐ μάλα. Τούτῳ διδόναι μελίκρητον ἀναζέσας ἐν καινῇ χύτρῃ, ψύχων, σελίνου φλοιὸν ἀποτέγγων ἢ μαράθρου· τοῦτο διδόναι πίνειν, καὶ πτισάνης χυλὸν δὶς τῆς ἡμέρης, καὶ ἐπιπίνειν οἶνον λευκὸν ὑδαρέα· ᾗ δ᾿ ἂν ὀδύνη προσίστηται, χλιαίνειν, καὶ λούειν θερμῷ, ἢν μὴ ὁ πυρετὸς πολὺς ἔχῃ· ἐπὴν δὲ αἱ τεσσαρεσκαίδεκα ἡμέραι παρέλθωσιν, ἀριστίζεσθαι μὲν τὸν κέγχρον, ἐς ἑσπέρην δὲ κρέα σκυλακίου ἢ ὀρνίθεια ἑφθὰ ἐσθίειν, καὶ τοῦ ζωμοῦ ῥοφάνειν· σιτίοισι δὲ ὡς ἐλαχίστοισι χρῆσθαι τὰς πρώτας ἡμέρας.

[57] Φῦμα ἐν τῷ πλεύμονι· ἐπὴν φῦμα φυῇ ἐν τῷ πλεύμονι, βὴξ ἔχει καὶ ὀρθοπνοίη καὶ ὀδύνη ἐς τὸ στῆθος ὀξέη καὶ ἐς τὰ πλευρὰ, καὶ ἕως μὲν τῶν τεσσαρεσκαίδεκα ἡμερῶν πάσχει· τοῖσι γὰρ πλείστοισι τοσαύτας ἡμέρας μάλιστα φλεγμαίνει τὸ πάθος τοῦ φύματος· καὶ τὴν κεφαλὴν διαλγέει καὶ τὰ βλέφαρα, καὶ ὁρᾷν οὐ δύναται, καὶ τὸ σῶμα ὑπόπυῤῥον γίνεται καὶ φῴδων ἐμπίπλαται. Τοῦτον λούειν πολλῷ θερμῷ, καὶ μελίκρητον διδόναι πίνειν ὑδαρὲς, καὶ τῆς πτισάνης τὸν χυλὸν ῥοφάνειν, καὶ οἶνον ὑδαρέα ἐπιπίνειν· ἢν δὲ ἡ ὀδύνη πιέζῃ, χλιαίνειν· ἐπὴν δὲ παύσηται, σιτίοισιν ὡς μαλθακωτάτοισι χρῆσθαι. Ἢν δὲ ἀπηλλαγμένον τῆς νούσου δυσπνοίη λαμβάνῃ, ἐπὴν πρὸς ὀρθὸν χωρίον ἴῃ ἢ σπεύσῃ πη ἄλλως, φάρμακον διδόναι, ὑφ᾿ οὗ ἡ κοιλίη ἡ κάτω μὴ κινήσεται· καὶ ἢν ἅμα τῷ ἐμέσματι πῦον ἕπηται, ἢν μὲν τὸ πῦον ᾖ λευκὸν καὶ ἶνες ἐν αὐτῷ ὕφαιμοι ἔωσιν, ἐκφυγγάνει· ἢν δὲ πελιδνὸν καὶ χλωρὸν καὶ κάκοδμον, ἀποθνήσκει. Καθαίρονται δὲ ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀφ᾿ ἧς ἂν ῥαγῇ, πολλοῖσι δὲ καὶ ἐνιαυσίη γίνεται ἡ νοῦσος· ποιέειν δὲ χρὴ τοῦτον ἅπερ τὸν ἔμπυον. Ἢν δὲ μὴ ῥαγῇ, ἐνίοισι γὰρ τῷ χρόνῳ ἀφίσταται ὡς τὸ πλευρὸν καὶ ἐξοιδίσκεται, τοῦτον χρὴ, ἢν τοιοῦτο γένηται, τάμνειν ἢ καίειν.

[58] Πλεύμων πλησθείς· ἢν πλησθῇ ὁ πλεύμων, βὴξ ἴσχει καὶ ὀρθοπνοίη καὶ ἆσθμα, καὶ τὴν γλῶσσαν ἐκβάλλει, καὶ πίμπλαται φῴδων, καὶ ξυσμὸς ἔχει, καὶ ὀδύνη ὀξέη ἴσχει ἐς τὸ στῆθος καὶ κατὰ τὰς ὠμοπλάτας, καὶ οὐκ ἀνέχεται οὔτε καθήμενος οὔτ᾿ ἀνακείμενος οὔθ᾿ ἑστηκὼς, ἀλλὰ δυσθενεῖ. Οὗτος τεταρταῖος μάλιστα ἀποθνήσκει· ἢν δὲ καὶ ταύτας ὑπερφύγῃ, ἐλπίδες μὲν οὐ πολλαί· κινδυνεύει δὲ καὶ ἐν τῇσιν ἑπτά· ἢν δὲ ταύτας ὑπερεκφύγῃ, ὑγιάζεται. Τοῦτον ὅταν οὕτως ἔχῃ, λούειν πολλῷ καὶ θερμῷ δὶς τῆς ἡμέρης, καὶ ὅταν ὀδύνη ἔχῃ, χλιάσματα προστιθέναι, καὶ πίνειν διδόναι μέλι καὶ ὄξος ἑφθὸν, καὶ ῥοφάνειν χυλὸν πτισάνης καὶ ἐπιπίνειν οἶνον· ἢν δὲ πρὸς τὸ λουτρὸν καὶ τὰ χλιάσματα πονέῃ καὶ μὴ ἀνέχηται, προσφέρειν αὐτῷ ψύγματα, καὶ πίνειν διδόναι κηρίον ἐν ὕδατι ἀποβρέχων ὡς ψυχρότατον, καὶ κεῖσθαι πρὸς τὸ ψῦχος· ταῦτα ποιέειν· ἡ δὲ νοῦσος χαλεπὴ καὶ θανατώδης.

[59] Ὁ πλεύμων προσπεσὼν ἐς τὸ πλευρόν· ἢν ὁ πλεύμων πρὸς τὸ πλευρὸν προσπέσῃ, βὴξ ἴσχει καὶ ὀρθοπνοίη, καὶ σίαλον βήσσεται λευκὸν, καὶ ὀδύνη τὸ στῆθος καὶ τὸ μετάφρενον ἴσχει, καὶ ὠθέει προσκείμενος, καὶ δοκέει τι ἐγκέεσθαι βαρὺ ἐν τοῖσι στήθεσι, καὶ κεντέουσιν ὀδύναι ὀξεῖαι, καὶ τρίζει οἷον μάσθλης, καὶ τὴν πνοιὴν ἐπέχει· καὶ ἐπὶ μὲν τὸ πονέον ἀνέχεται κατακείμενος, ἐπὶ δὲ τὸ ὑγιὲς οὒ, ἀλλὰ δοκέει τι αὐτῷ οἷον ἐκκρέμασθαι βαρὺ ἐκ τοῦ πλευροῦ, καὶ διαπνέειν δοκέει διὰ τοῦ στήθεος. Τοῦτον λούειν θερμῷ πολλῷ δὶς τῆς ἡμέρης, καὶ μελίκρητον πιπίσκειν, καὶ ἐκ τοῦ λουτροῦ, οἶνον λευκὸν κεραννὺς καὶ μέλι ὀλίγον, καὶ δαύκου καρπὸν τρίψας καὶ τῆς κενταυρίης, διεὶς τούτοισι, διδόναι χλιαρὸν καταῤῥοφάνειν· καὶ προστιθέναι πρὸς τὸ πλευρὸν ἐς ἀσκεῖον ἢ ἐς βοείην κύστιν ὕδωρ χλιαρὸν ἐγχέων, καὶ ταινίῃ συνδεῖν τὰ στήθεα, καὶ κεῖσθαι ἐπὶ τὸ ὑγιὲς, καὶ τὸν χυλὸν διδόναι τῆς πτισάνης χλιαρὸν, καὶ ἐπιπίνειν οἶνον ὑδαρέα. Ἢν δὲ ἐκ τρώματος τοῦτο γένηται ἢ τμηθέντι ἐμπύῳ, γίνεται γὰρ, τούτῳ κύστιν πρὸς σύριγγα προσδήσας, ἐμπιπλάναι τῆς φύσης καὶ εἰσιέναι ἔσω, καὶ μοτὸν στερεὸν κασσιτέρινον ἐντιθέναι, καὶ ἀπωθέειν πρόσω. Οὕτω διαιτῶν τυγχάνοις ἂν μάλιστα.

[60] Τοῦ πλευροῦ φῦμα· ἐπὴν ἐν πλευρῷ φῦμα ᾖ, βὴξ ἴσχει σκληρὴ καὶ ὀδύνη καὶ πυρετὸς, καὶ ἔγκειται βαρὺ ἐν τῷ πλευρῷ, καὶ ὀδύνη ὀξέη ἐς τὸ αὐτὸ ἀεὶ χωρίον λαμβάνει, καὶ δίψα ἰσχυρὴ, καὶ ἀπερεύγεται τὸ πόμα θερμὸν, καὶ ἐπὶ μὲν τὸ ἀλγέον οὐκ ἀνέχεται κατακείμενος, ἐπὶ δὲ τὸ ὑγιές· ἀλλ᾿ ἐπὴν κατακλίνῃ, δοκέει οἷόν περ λίθος ἐκκρέμασθαι, καὶ ἐξοιδέει, καὶ ἐξερεύθει, καὶ οἱ πόδες οἰδέουσιν. Τοῦτον τάμνειν ἢ καίειν· ἔπειτα ἀφιέναι τὸ πῦον, ἔστ᾿ ἂν γένηται δεκαταῖος, καὶ μοτοῦν ὠμολίνῳ· ἐπὴν δὲ γένηται δεκαταῖος, ἐξιεὶς τὸ πῦον πᾶν, ἐσιέναι οἶνον καὶ ἔλαιον χλιήνας, ὡς μὴ ἐξαπίνης ἀποξηρανθῇ, καὶ μοτοῦν ὀθονίῳ· ἐξιεὶς δὲ τὸ ἐγκεχυμένον, ἐγχέειν ἕτερον· ποιέειν δὲ ταῦτα πέντε ἡμέρας· ἐπὴν δὲ τὸ πῦον λεπτὸν ἀποῤῥέῃ οἷον πτισάνης χυλὸς καὶ ὀλίγον, καὶ κολλῶδες ἐν τῇ χειρὶ ψαυόμενον ᾖ, κασσιτέρινον μοτὸν ἐντιθέναι, καὶ ἐπὴν παντάπασι ξηρανθῇ, ἀποτάμνων τε τοῦ μοτοῦ ὀλίγον, ἀεὶ ξυμφύειν τὸ ἕλκος πρὸς τὸν μοτόν.

[61] Ὕδερος πλεύμονος· ἢν ὕδερος ἐν τῷ πλεύμονι γένηται, πυρετὸς καὶ βὴξ ἴσχει, καὶ ἀναπνέει ἀθρόον, καὶ οἱ πόδες οἰδέουσι, καὶ οἱ ὄνυχες ἕλκονται πάντες, καὶ πάσχει οἷά περ ἔμπυος γενόμενος, βληχρότερον δὲ καὶ πολυχρονιώτερον· καὶ ἢν ἐγχέῃς ἢ πυριᾷς ἢ θυμιᾷς, οὐχ ὁμαρτέει πῦον· τούτῳ ἂν γνοίης ὅτι οὐ πῦον, ἀλλὰ ὕδωρ ἐστί· καὶ ἢν πολλὸν χρόνον προσέχων τὸ οὖς ἀκουάζῃ πρὸς τὰ πλευρὰ, ζέει ἔσωθεν οἷον ὄξος. Καὶ ἕως μέν τινος ταῦτα πάσχει, ἔπειτα δὲ ῥήγνυται πρὸς τὴν κοιλίην· καὶ αὐτίκα μὲν δοκέει ὑγιὴς εἶναι καὶ τῆς νούσου ἀπηλλάχθαι, τῷ δὲ χρόνῳ ἡ κοιλίη ἐμπίπραται, καὶ τά τε αὐτὰ κεῖνα πάσχει καὶ μᾶλλον· ἔνιοι δὲ καὶ οἰδίσκονται τὴν γαστέρα καὶ τὴν ὄσχην καὶ τὸ πρόσωπον, καὶ ἔνιοι δοκέουσιν εἶναι ἀπὸ τῆς κοιλίης τῆς κάτω, ὁρῶντες τὴν γαστέρα μεγάλην καὶ τοὺς πόδας οἰδέοντας· οἰδίσκεται δὲ ταῦτα, ἢν ὑπερβάλῃς τὸν καιρὸν τῆς τομῆς. Τοῦτον χρὴ, ἢν μὲν ἀποιδήσῃ ἔξω, ταμόντα διὰ τῶν πλευρέων ἰῆσθαι· ἢν δὲ μὴ ἀποιδέῃ, λούσαντα πολλῷ θερμῷ, καθίσαι ὥσπερ τοὺς ἐμπύους, καὶ ὅπη ἂν ψοφέῃ, ταύτῃ τάμνειν· βούλεσθαι δὲ ὡς κατωτάτω, ὅκως τοι εὔροον ἔῃ. Ἐπὴν δὲ τάμῃς, μοτοῦν ὠμολίνῳ, παχὺν καὶ ἔπακρον ποιήσας τὸν μοτὸν, καὶ ἀφιέναι τοῦ ὕδατος φειδόμενος ὡς ἐλάχιστα. Καὶ ἢν μέν σοι ἐν τῷ μοτῷ πῦον περιγένηται πεμπταίῳ ἐόντι ἢ ἑκταίῳ, ὡς τὰ πολλὰ ἐκφυγγάνει· ἢν δὲ μὴ περιγένηται, ἐπὴν ἐξεράσῃς τὸ ὕδωρ, δίψα ἐπιλαμβάνει καὶ βὴξ, καὶ ἀποθνήσκει.

[62] Στῆθος ἢ μετάφρενον ῥαγέν· ἢν τὸ στῆθος ἢ τὸ μετάφρενον ῥαγῇ, ὀδύναι ἴσχουσι τὸ στῆθος καὶ τὸ μετάφρενον διαμπερὲς, καὶ θέρμη ἄλλοτε καὶ ἄλλοτε ἐπιλαμβάνει, καὶ τὸ σίαλον ὕφαιμον βήσσεται, τὸ δ᾿ οἷον θρὶξ διατρέχει διὰ τοῦ σιάλου αἱματώδης· μάλιστα δὲ ταῦτα πάσχει, ἢν τῇσι χερσί τι πονήσῃ ἢ ἐφ᾿ ἅμαξαν ἐπιβῇ ἢ ἐφ᾿ ἵππον. Τοῦτον καίειν καὶ ἔμπροσθεν καὶ ἐξόπισθεν μοίρῃ ἴσῃ ἑκάτερον, καὶ οὕτως ὑγιὴς γίνεται· ἐπισχεῖν δὲ τῶν πόνων ἐνιαυτὸν, καὶ παχῦναι ἐκ τῆς καύσιος.

[63] Πυρετὸς καυσώδης· πυρετὸς ἴσχει καὶ δίψα ἰσχυρὴ, καὶ ἡ γλῶσσα τρηχείη καὶ μέλαινα καὶ χλωρὴ καὶ ξηρὴ καὶ ἐξέρυθρος ἰσχυρῶς, καὶ οἱ ὀφθαλμοὶ χλωροὶ, καὶ ἀποπατέει ἐρυθρὸν καὶ χλωρὸν, καὶ οὐρέει τοιοῦτο, καὶ πτύει πολλόν· πολλάκις δὲ καὶ μεθίσταται ὡς ἐπὶ περιπλευμονίην, καὶ παρακόπτει· τούτῳ ἂν γνοίης ὅτι περιπλευμονίη γίνεται. Οὗτος ἢν μὲν γένηται περιπλευμονικὸς, ἢν τεσσαρεσκαίδεκα ἡμέρας ὑπερφύγῃ, ὑγιὴς γίνεται· ἢν δὲ γένηται ἐν ὀκτωκαίδεκα ἡμέρῃσιν, ἢν μὲν ἀκάθαρτος γενόμενος ἔμπυος γένηται, τοῦτον χρὴ πίνειν τὸ ἀπὸ τοῦ κρίμνου, καὶ μεταπίνειν ὄξος ὡς εὐωδέστατον λευκὸν, καὶ ῥοφάνειν τὸν χυλὸν τῆς πτισάνης δὶς τῆς ἡμέρης, ἢν δὲ ἀσθενὴς ᾖ, τρὶς, καὶ ἐπιπίνειν οἶνον οἰνώδεα, λευκὸν, ὑδαρέα, καὶ λούειν ὡς ἐλάχιστα· ἢν δὲ ἔμπυος γένηται, διαιτᾷν ὡς ἔμπυον.

[64] Πυρετὸς λυγγώδης· πυρετὸς ἴσχει σπερχνὸς, καὶ ῥῖγος, καὶ βὴξ, καὶ λὺγξ, καὶ βήσσει ἅμα τῷ σιάλῳ θρόμβους αἵματος, καὶ ἑβδομαῖος ἀποθνήσκει· ἢν δὲ δέκα ἡμέρας ὑπερφύγῃ, ῥᾴων γίνεται· εἰκοστῇ δὲ ἡμέρῃ ἐμπυΐσκεται, καὶ βήσσει τὰς πρώτας ἡμέρας πῦον ὀλίγον, ἔπειτα ἐπιπλέον· καθαίρεται δὲ ἐν τεσσαράκοντα ἡμέρῃσι. Τοῦτον τὰς μὲν πρώτας ἡμέρας πιπίσκειν τὸ ὄξος καὶ τὸ μέλι ἑφθὸν, καὶ μεταμίσγειν ὄξος καὶ ὕδωρ ὑδαρὲς ποιέων· ῥοφάνειν δὲ χυλὸν πτισάνης μέλι ὀλίγον παραμίσγων, καὶ οἶνον ἐπιπίνειν λευκὸν οἰνώδεα· ἐπὴν δὲ δέκα ἡμέραι παρέλθωσιν, ἢν τὸ πῦρ παύσηται καὶ τὸ πτύαλον καθαρὸν ᾖ, τὴν πτισάνην ὅλην ῥοφανέτω ἢ τὸν κέγχρον· ἢν δὲ εἰκοσταῖος τὸ πῦον πτύσῃ, πινέτω, κόψας καὶ σήσας τὸν ἐλελίσφακον καὶ πήγανον καὶ θύμβρην καὶ ὀρίγανον καὶ ὑπερικὸν, ἴσον ἑκάστου ξυμμίσγων, ὅσον σκαφίδα σμικρὴν ξυμπάντων, καὶ ἀλφίτων τὸ αὐτὸ ἐπὶ οἴνῳ γλυκεῖ κεκρημένῳ, νήστει πίνειν· καὶ ῥοφανέτω ἢν χειμὼν ᾖ ἢ μετότωρον ἢ ἔαρ· ἢν δὲ θέρος ᾖ, μή· ἀλλ᾿ ἀμυγδάλια τρίβων καὶ σικύου σπέρμα πεφωσμένον καὶ σήσαμον ἴσον ἑκάστου, σύμπαν δὲ ὅσον σκαφίδα, ἐπιχέας ὕδατος ὅσον κοτύλην αἰγιναίαν, ἄλητον ἐπιπάσσων καὶ κηρίον, τοῦτο ῥοφανέτω μετὰ τὸ πόμα· σιτίοισι δὲ χρήσθω λιπαροῖσι καὶ ἁλμυροῖσι καὶ θαλασσίοισι μᾶλλον ἢ κρέασι· λούσθω δὲ θερμῷ, τὴν κεφαλὴν ὡς ἐλάχιστα. Ταῦτα ποιέων ἀπαλλάσσεται τῆς νούσου.

[65] Νοῦσος ἡ καλουμένη λήθαργος· βὴξ ἴσχει, καὶ τὸ σίαλον πτύει πουλὺ καὶ ὑγρὸν, καὶ φλυηρέει, καὶ ὅταν παύσηται φλυηρέων, εὕδει, καὶ ἀποπατέει κάκοδμον. Τοῦτον πιπίσκειν τὸ ἀπὸ τοῦ κρίμνου, καὶ μεταπιπίσκειν οἶνον λευκὸν οἰνώδεα, καὶ ῥοφάνειν τὸν χυλὸν τῆς πτισάνης· ξυμμίσγειν δὲ σίδης χυλόν· καὶ οἶνον ἐπιπίνειν οἰνώδεα λευκὸν, καὶ μὴ λούειν. Οὗτος ἐν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκει· ἢν δὲ ταύτας ὑπερφύγῃ, ὑγιὴς γίνεται.

[66] Ἑτέρη νοῦσος ἡ λεγομένη αὐαντή· οὐκ ἀνέχεται ἄσιτος οὐδὲ βεβρωκὼς, ἀλλ᾿ ὅταν μὲν ἄσιτος ᾖ, τὰ σπλάγχνα μύζει, καὶ καρδιώσσει, καὶ ἐμέει ἄλλοτε ἀλλοῖα, καὶ χολὴν καὶ σίαλα καὶ λάπην καὶ δριμὺ, καὶ ἐπὴν ἐμέσῃ, ῥᾴων δοκέει εἶναι ἐπ᾿ ὀλίγον· ἐπὴν δὲ φάγῃ, ἐρύγματά οἱ γίνεται, καὶ φλογιᾷ, καὶ ἀποπατήσειν αἰεὶ οἴεται πουλύ· ἐπὴν δὲ καθίζηται, φῦσα ὑποχωρέει· καὶ τὴν κεφαλὴν ὀδύνη ἔχει, καὶ τὸ σῶμα πᾶν ὥσπερ ῥαφὶς κεντέειν δοκέει ἄλλοτε ἄλλῃ, καὶ τὰ σκέλεα βαρέα καὶ ἀσθενέα, καὶ μινύθει καὶ ἀσθενὴς γίνεται. Τοῦτον φάρμακον πιπίσκειν, πρῶτον μὲν κάτω, ἔπειτα δὲ ἄνω, καὶ τὴν κεφαλὴν καθαίρειν· καὶ σιτίων ἀπέχεσθαι γλυκέων καὶ ἐλαιηρῶν καὶ πιόνων καὶ θωρηξίων· ἐμέειν δὲ τοῖσι χυλοῖσι καὶ ἀπὸ σιτίων, καὶ τὴν ὥρην ὄνου γάλα ἢ ὀῤῥὸν πιπίσκων, φάρμακον προσπῖσαι, ὁκοτέρου ἄν σοι δοκέῃ μᾶλλον δεῖσθαι· ψυχρολουτέειν δὲ τὸ θέρος καὶ τὸ ἔαρ, τὸ φθινόπωρον δὲ καὶ τὸν χειμῶνα ἀλείμματι χρῆσθαι, καὶ περιπατέειν, καὶ γυμνάζεσθαι ὀλίγα· ἢν δὲ ἀσθενέστερος ᾖ ἢ ὥστε γυμνάζεσθαι, ὁδοιπορίῃ χρῆσθαι· καὶ σιτίοισι ψυχροῖσι καὶ διαχωρητικοῖσι χρήσθω· καὶ ἢν ἡ γαστὴρ μὴ ὑποχωρέῃ, ὑποκλύζειν κλύσματι μαλθακῷ. Ἡ δὲ νοῦσος χρονίη καὶ ἀπογηράσκοντας, ἢν μέλλῃ, ἀπολείπει· ἢν δὲ μὴ, συναποθνήσκει.

[67] Πυρετὸς ὁ φονώδης λεγόμενος· πυρετὸς ἴσχει καὶ ῥῖγος, καὶ αἱ ὀφρύες ἐπικρέμασθαι δοκέουσι, καὶ τὴν κεφαλὴν ἀλγέει, καὶ ἐμέει σίαλον θερμὸν καὶ χολὴν πολλήν· ἐνίοτε καὶ κάτω ὑποχωρέει· καὶ τοὺς ὀφθαλμοὺς αἱ χῶραι οὐ χωρέουσι, καὶ ὀδύνη ἐς τὸν αὐχένα καὶ ἐς τοὺς βουβῶνας ἴσχει· καὶ δυσθενεῖ καὶ φλυηρέει. Οὗτος ἑβδομαῖος ἢ καὶ πρότερον ἀποθνήσκει· ἢν δὲ ταύτας ὑπερφύγῃ, ὡς τὰ πολλὰ ὑγιαίνει· ἡ δὲ νοῦσος θανατώδης. Τούτῳ ψύγματα χρὴ προσίσχειν πρὸς τὰ σπλάγχνα καὶ πρὸς τὴν κεφαλὴν, καὶ πίνειν διδόναι ἐρείξαντα τὰς κάχρυς σὺν τοῖσιν ἀχύροισιν, ἀποβρέχοντα, ἀπηθέοντα τὸ ὕδωρ, ἐν τούτῳ μελίκρητον ποιέοντα, ὑδαρὲς τοῦτο διδόναι· σιτίον δὲ μὴ προσφέρειν μηδὲ ῥόφημα ἑπτὰ ἡμερέων ἄχρις, ἢν μὴ ἀσθενής σοι δοκέῃ εἶναι· ἢν δὲ ᾖ, χυλὸν πτισάνης ψυχρὸν καὶ λεπτὸν ὀλίγον διδόναι δὶς τῆς ἡμέρης, καὶ ἐπιπίνειν ὕδωρ· ἐπὴν δὲ ἑπτὰ ἡμέραι παρέλθωσι καὶ τὸ πῦρ μεθῇ, κέγχρον λείχειν· ἐς ἑσπέρην δὲ κολοκύνθην ἢ τεῦτλα διδόναι ὀλίγα, καὶ οἶνον λευκὸν ὑδαρέα ἐπιπίνειν, ἔστ᾿ ἂν γένηται ἐνναταῖος· ἔπειτα σιτίῳ ὡς ἐλαχίστῳ διαχρήσθω, ἀριστιζόμενος κέγχρον· λουτρῷ δὲ, ἔστ᾿ ἂν ἡ ὀδύνη ἔχῃ καὶ ὁ πυρετὸς, μὴ χρήσθω· ἐπὴν δὲ παύσηται, λούσθω πολλῷ· ἢν δὲ ἡ γαστὴρ μὴ ὑποχωρέῃ, ὑποκλύζειν κλύσματι μαλθακῷ, ἢ βαλάνους προστιθέναι. Ἐπὴν δὲ ἰσχύσῃ, προσθεὶς πρὸς τὰς ῥῖνας φάρμακον μαλθακὸν, τὴν κοιλίην κάτω κάθηρον· ἔπειτα γάλα ὄνου μετάπισον.

[68] Πελίη νοῦσος· πυρετὸς ἴσχει ξηρὸς καὶ φρὶξ ἄλλοτε καὶ ἄλλοτε, καὶ τὴν κεφαλὴν ἀλγέει, καὶ τὰ σπλάγχνα ὀδύνη ἔχει, καὶ ἐμέει χολὴν, καὶ ὅταν ἡ ὀδύνη ἔχῃ, οὐ δύναται ἐνορᾷν, ἀλλὰ βαρύνεται· καὶ ἡ γαστὴρ σκληρὴ γίνεται, καὶ ἡ χροιὴ πελιδνὴ, καὶ τὰ χείλεα καὶ τῶν ὀφθαλμῶν τὰ λευκὰ πελιδνὰ, καὶ ἐξορᾷ ὡς ἀγχόμενος· ἐνίοτε καὶ τὴν χροιὴν μεταβάλλει, καὶ ἐκ πελιδνοῦ ὑπόχλωρος γίνεται. Τοῦτον φάρμακον πιπίσκειν καὶ κάτω καὶ ἄνω, καὶ ὑποκλύζειν, καὶ ἀπὸ τῆς κεφαλῆς ἀποκαθαίρειν, καὶ θερμῷ ὡς ἥκιστα λούειν, ἀλλὰ ἐπὴν λούηται, εἱληθερεῖν, καὶ ὀῤῥὸν τὴν ὥρην καὶ γάλα ὄνου πιπίσκειν, καὶ σιτίοισιν ὡς μαλθακωτάτοισι χρῆσθαι καὶ ψυχροῖσιν, ἀπεχόμενον τῶν δριμέων καὶ τῶν ἁλμυρῶν· λιπαρωτέροισι δὲ καὶ γλυκυτέροισι καὶ πιοτέροισι χρήσθω. Ἡ δὲ νοῦσος ὡς τὰ πολλὰ συναποθνήσκει τῷ κάμνοντι.

[69] Νοῦσος ἐρυγματώδης· ὀδύνη λάζεται ὀξέη, καὶ πονέει ἰσχυρῶς, καὶ ῥιπτάζει αὐτὸς ἑωυτὸν, καὶ βοᾷ, καὶ ἐρεύγεται θαμινὰ, καὶ ἐπὴν ἀπερύγῃ, δοκέει ῥᾴων εἶναι· πολλάκις δὲ καὶ χολὴν ἀπεμέει ὀλίγην ὅσον βρόχθον· καὶ ὀδύνη λαμβάνει ἀπὸ τῶν σπλάγχνων ἐς τὴν νειαίρην γαστέρα καὶ τὴν λαπάρην, καὶ ἐπὴν τοῦτο γένηται, ῥᾴων δοκέει εἶναι, καὶ ἡ γαστὴρ φυσᾶται καὶ σκληρὴ γίνεται καὶ ψοφέει, καὶ ἡ φῦσα οὐ διαχωρέει οὐδὲ ὁ ἀπόπατος. Τοῦτον ἢν ὀδύνη ἔχῃ, λούειν πολλῷ θερμῷ, καὶ χλιάσματα προστιθέναι· ὅταν δὲ ἐν τῇ γαστρὶ ἡ ὀδύνη ᾖ καὶ ἡ φῦσα, ὑποκλύζειν, καὶ τῆς λινοζώστιος ἑψῶν τὸν χυλὸν ξυμμίσγειν τῆς πτισάνης τῷ χυλῷ, καὶ ἐπιπίνειν οἶνον γλυκὺν ὑδαρέα· σιτίον δὲ μὴ προσφέρειν ἔστ᾿ ἂν ἡ ὀδύνη χαλάσῃ· πινέτω δὲ ἓξ ἡμέρας, ἐκ νυκτὸς στέμφυλα βρέχων γλυκέα, τὸ ὕδωρ τὸ ἀπὸ τούτων· ἢν δὲ μὴ ἔχῃ στέμφυλα, μέλι καὶ ὄξος ἑφθόν· ἐπὴν δὲ τῆς ὀδύνης ἀποκινήσῃ, φαρμάκῳ κάτω τὴν κοιλίην καθαίρειν· σιτίοισι δὲ χρήσθω μαλθακοῖσι καὶ ὑποχωρητικοῖσι, καὶ θαλασσίοισι μᾶλλον ἢ κρέασι, κρέασι δὲ ὀρνιθείοισι καὶ μηλείοισιν ἑφθοῖσι, καὶ τεῦτλα καὶ κολοκύνθην, τῶν δ᾿ ἄλλων ἀπέχεσθαι. Ἡ δὲ νοῦσος ὅταν μὲν νέον λάβῃ, χρόνῳ ἐξέρχεται· ἢν δὲ πρεσβύτερον, συναποθνήσκει.

[70] Νοῦσος φλεγματώδης· λάζεται μὲν καὶ ἄνδρα, μᾶλλον δὲ γυναῖκα· καὶ παχείη μέν ἐστι καὶ εὔχρως, ὁδοιπορέουσα δὲ ἀσθενέει, μάλιστα δὲ ἐπὴν πρὸς αἶπος ἴῃ· καὶ πυρετὸς λεπτὸς λαμβάνει, ἐνίοτε καὶ πνίγμα· καὶ ἀπεμέει μὲν, ὅταν ἄσιτος ᾖ, χολὴν καὶ σίαλα πολλὰ, πολλάκις δὲ καὶ ὅταν φάγῃ, τοῦ δὲ σιτίου οὐδέν· καὶ ὅταν πονήσῃ, ὀδυνᾶται ἄλλοτε ἄλλῃ τὸ στῆθος καὶ τὸ μετάφρενον, καὶ καταπίμπλαται πομφῶν ὡς ὑπὸ κνίδης. Τοῦτον φάρμακον πιπίσκειν, καὶ ὀῤῥὸν καὶ γάλα ὄνου πινέτω· ἢν δὲ ὀῤῥοποτέῃ, προπῖσαι φάρμακον κάτω ὡς πλείστας ἡμέρας· καὶ ἢν ἀπολήγῃ τῆς ὀῤῥοποτίης, μεταπιέτω γάλα ὄνειον· ἐπὴν δὲ πίνῃ, σιτίων μὲν ἀπεχέσθω· οἶνον δὲ πινέτω ὡς ἥδιστον, ἐπὴν παύσηται καθαιρόμενος· ἐπὴν δὲ ἀπολήξῃ τῆς πόσιος, ἀριστιζέσθω μὲν κέγχρον, ἐς ἑσπέρην δὲ σιτίῳ ὡς μαλθακωτάτῳ χρήσθω καὶ ἐλαχίστῳ· ἀπεχέσθω δὲ πιόνων καὶ γλυκέων καὶ ἐλαιηρῶν· καὶ ἄλλοτε καὶ ἄλλοτε, μάλιστα τοῦ χειμῶνος, ἀπεμεέτω τῷ φακίῳ, λάχανα προτρώγων· καὶ θερμῷ ὡς ἥκιστα λούσθω, ἀλλὰ εἱληθερεέτω. Ἡ δὲ νοῦσος συναποθνήσκει.

[71] Φλέγμα λευκόν· οἰδέει ἅπαν τὸ σῶμα λευκῷ οἰδήματι, καὶ ἡ γαστὴρ παχέη ψαυομένη, καὶ οἱ πόδες καὶ οἱ μηροὶ οἰδέουσι καὶ αἱ κνῆμαι καὶ ἡ ὄσχη, καὶ ἀναπνεῖ ἀθρόον, καὶ τὸ πρόσωπον ἐνερευθὲς, καὶ τὸ στόμα ξηρὸν, καὶ δίψα ἴσχει, καὶ ἐπὴν φάγῃ, τὸ πνεῦμα πυκνὸν ἐπιπίπτει· οὗτος τῆς αὐτῆς ἡμέρης τοτὲ μὲν ῥᾴων γίνεται, τοτὲ δὲ κάκιον ἴσχει. Τούτῳ ἢν μὲν ἡ γαστὴρ ταραχθῇ αὐτομάτη ἀρχομένης τῆς νούσου, ἐγγυτάτω ὑγιὴς γίνεται· ἢν δὲ μὴ ταραχθῇ, φάρμακον διδόναι κάτω, ὑφ᾿ οὗ ὕδωρ καθαρεῖται, καὶ θερμῷ μὴ λούειν, καὶ πρὸς τὴν αἰθρίην κομίζειν, καὶ τὴν ὄσχην ἀποτύπτειν, ἐπὴν πίμπρηται· σιτίοισι δὲ χρήσθω ἄρτῳ καθαρῷ ψυχρῷ καὶ τεύτλῳ καὶ σκορπίοισιν ἑφθοῖσι καὶ σελάχεσι καὶ κρέασι τετριμμένοισι μηλείοισιν ἑφθοῖσι· τῷ δὲ ζωμῷ ὡς ἐλαχίστῳ, καὶ ψυχρὰ πάντα, καὶ μὴ γλυκέα μηδὲ λιπαρὰ, ἀλλὰ τετριμμένα καὶ ὀξέα καὶ δριμέα, πλὴν σκορόδου ἢ κρομύου ἢ πράσου· ὀρίγανον δὲ καὶ θύμβρην πολλὴν ἐσθίειν, καὶ οἶνον ἐπιπίνειν οἰνώδεα, καὶ ὁδοιπορέειν πρὸ τοῦ σιτίου. Ἢν δ᾿ ὑπὸ τῶν φαρμάκων οἰδίσκηται, κλύζειν, καὶ τῷ σιτίῳ πιέζειν καὶ περιπάτοισι καὶ ἀλουσίῃ· φάρμακα δὲ ὡς ἐλάχιστα δοῦναι, ἄνω δὲ μηδ᾿ ἔμπροσθεν ἢ τὰ οἰδήματα κατέλθῃ ἐς τὸ κάτω· ἢν δὲ ἰσχνοῦ ἤδη ἐόντος πνίγμα ἐν τοῖσι στήθεσιν ἐγγίνηται, ἑλλέβορον δὸς πιέειν, καὶ τὴν κεφαλὴν καθῆραι, κἄπειτα κάτω πῖσαι. Ἡ δὲ νοῦσος μάλιστα διακρίνει ἐν οὐδενί.

[72] Φροντὶς νοῦσος χαλεπή· δοκέει ἐν τοῖσι σπλάγχνοισιν εἶναι οἷον ἄκανθα καὶ κεντέειν, καὶ ἄση αὐτὸν λάζεται, καὶ τὸ φῶς φεύγει καὶ τοὺς ἀνθρώπους, καὶ τὸ σκότος φιλέει, καὶ φόβος λάζυται, καὶ αἱ φρένες οἰδέουσιν ἐκτὸς, καὶ ἀλγέει ψαυόμενος, καὶ φοβεῖται, καὶ δείματα ὁρᾷ καὶ ὀνείρατα φοβερὰ καὶ τοὺς τεθνηκότας ἐνίοτε· καὶ ἡ νοῦσος ἐνίοτε τοὺς πλείστους λαμβάνει τοῦ ἦρος. Τοῦτον πιπίσκειν ἑλλέβορον, καὶ τὴν κεφαλὴν καθαίρειν, καὶ μετὰ τὴν κάθαρσιν τῆς κεφαλῆς κάτω πῖσαι φάρμακον, καὶ μετὰ ταῦτα πίνειν γάλα ὄνου· σιτίοισι δὲ χρῆσθαι ὡς ἐλαχίστοισιν, ἢν μὴ ἀσθενὴς ᾖ, καὶ ψυχροῖσι καὶ διαχωρητικοῖσι καὶ μὴ δριμέσι μηδ᾿ ἁλμυροῖσι μηδὲ λιπαροῖσι μηδὲ γλυκέσι· μηδὲ θερμῷ λούσθω, μηδὲ οἶνον πινέτω, ἀλλὰ μάλιστα μὲν ὕδωρ· εἰ δὲ μὴ, οἶνον ὑδαρέα· μηδὲ γυμναζέσθω, μηδὲ περιπατείτω. Ταῦτα ποιέων ἀπαλλάσσεται τῆς νούσου χρόνῳ· ἢν δὲ μὴ ἐπιμελήσῃ, ξυναποθνήσκει.

[73] Μέλαινα νοῦσος· μέλαν ἐμέει οἷον τρύγα, ὁτὲ μὲν αἱματῶδες, ὁτὲ δὲ οἷον οἶνον τὸν δεύτερον, ὁτὲ δὲ οἷον πολύπου θολὸν, ὁτὲ δὲ δριμὺ οἷον ὄξος, ὁτὲ δὲ σίαλον καὶ λάπην, ὁτὲ δὲ χολὴν χλωρήν· καὶ ὅταν μὲν τὸ μέλαν τὸ αἱματῶδες ἐμέῃ, δοκέει οἷον φόνου ὄζειν, καὶ ἡ φάρυγξ καὶ τὸ στόμα καίεται ὑπὸ τοῦ ἐμέσματος, καὶ τοὺς ὀδόντας αἱμωδιᾷ, καὶ τὸ ἔμεσμα τὴν γῆν αἴρει, καὶ ἐπὴν ἀπεμέσῃ, δοκέει ῥᾴων εἶναι ἐπ᾿ ὀλίγον· καὶ οὐκ ἀνέχεται οὔτ᾿ ἄσιτος ὢν οὔτε πλέον βεβρωκὼς, ἀλλ᾿ ὁκόταν μὲν ἄσιτος ᾖ, τὰ σπλάγχνα μύζει, καὶ τὰ σίαλα ὀξέα· ὅταν δέ τι φάγῃ, βάρος ἐπὶ τοῖσι σπλάγχνοισι, καὶ τὸ στῆθος καὶ τὸ μετάφρενον δοκέει οἷον ῥαφίοισι κεντεῖσθαι, καὶ τὰ πλευρὰ ἔχει ὀδύνη, καὶ πυρετὸς βληχρὸς, καὶ τὴν κεφαλὴν ἀλγέει, καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐχ ὁρᾷ, καὶ τὰ σκέλεα βαρέα, καὶ ἡ χροιὴ μέλαινα, καὶ μινύθει. Τοῦτον φάρμακον πιπίσκειν θαμὰ καὶ ὀῤῥὸν καὶ γάλα τὴν ὥρην, καὶ σιτίων ἀπέχειν γλυκέων καὶ ἐλαιηρῶν καὶ πιόνων, καὶ χρῆσθαι ὡς ψυχροτάτοισι καὶ ὑποχωρητικωτάτοισι, καὶ τὴν κεφαλὴν καθαίρειν, καὶ μετὰ τὰς φαρμακοποσίας τὰς ἄνω ἀπὸ τῶν χειρῶν τοῦ αἵματος ἀφιέναι, ἢν μὴ ἀσθενὴς ᾖ· ἢν δὲ ἡ κοιλίη μὴ ὑποχωρέῃ, ὑποκλύζειν μαλθακῷ κλύσματι, καὶ θωρηξίων ἀπέχεσθαι καὶ λαγνείης· ἢν δὲ λαγνεύῃ, νῆστις πυριᾶσθαι· καὶ τοῦ ἡλίου ἀπέχεσθαι, μηδὲ γυμνάζεσθαι πολλὰ, μηδὲ περιπατέειν, μηδὲ θερμολουτέειν, μηδὲ δριμέα ἐσθίειν μηδὲ ἁλυκά. Ταῦτα ποιέειν, καὶ ἅμα τῇ ἡλικίῃ ἀποφεύγει, καὶ ἡ νοῦσος καταγηράσκει σὺν τῷ σώματι· ἢν δὲ μὴ μελεδανθῇ, συναποθνήσκει.

[74] Ἄλλη μέλαινα νοῦσος· ὑπόπυῤῥος καὶ ἰσχνὸς καὶ τοὺς ὀφθαλμοὺς ὑπόχλωρος γίνεται, καὶ λεπτόδερμος καὶ ἀσθενὴς τελέθει· ὅσῳ δ᾿ ἂν χρόνος πλείων ᾖ, ἡ νοῦσος μᾶλλον πονέει· καὶ ἐμέει πᾶσαν ὥρην οἷον σταλαγμὸν ὀλίγον κατὰ δύο βρόχθους, καὶ τὸ σιτίον θαμινὰ, καὶ σὺν τῷ σιτίῳ χολὴν καὶ φλέγμα, καὶ μετὰ τὴν ἔμεσιν ἀλγέει τὸ σῶμα πᾶν, ἔστι δ᾿ ὅτε καὶ πρὶν ἐμέσαι· καὶ φρῖκαι λεπταὶ καὶ πυρετὸς ἴσχει, καὶ πρὸς τὰ γλυκέα καὶ ἐλαιώδεα μάλιστα ἐμέει. Τοῦτον καθαίρειν χρὴ φαρμάκοισι καὶ κάτω καὶ ἄνω, καὶ μεταπιπίσκειν γάλα ὄνου, καὶ σιτίοισι χρῆσθαι ὡς μαλθακωτάτοισι καὶ ψυχροῖσιν, ἰχθύσιν ἀκταίοισι καὶ σελάχεσι καὶ τεύτλοισι καὶ κολοκύντῃσι καὶ κρέασι τετριμμένοισιν, οἶνον δὲ πίνειν λευκὸν οἰνώδεα ὑδαρέστερον· ταλαιπωρίῃ δὲ ἐν περιπάτοισι χρῆσθαι, καὶ μὴ θερμολουτέειν, καὶ τοῦ ἡλίου ἀπέχεσθαι. Ταῦτα ποιέειν, ἡ δὲ νοῦσος θανατώδης μὲν οὔ, ξυγκαταγηράσκει δέ.

[75] Σφακελώδης· τὰ ἄλλα μὲν τὰ αὐτὰ πάσχει, ἐμέει δὲ θρόμβους πεπηγότας χολῆς καὶ κάτω ὁμοίως, ἐπὴν τὰ σιτία ἀποπατήσῃ. Δρᾷν δὲ χρὴ τὰ αὐτὰ ἅπερ ἐπὶ τῆς προτέρης ἐλέχθη, καὶ ὑποκλύζειν.


Περὶ Νόσων Γ᾿

ΠΕΡΙ ΝΟΥΣΩΝ ΤΟ ΤΡΙΤΟΝ.

[1] Περὶ μὲν οὖν πυρετῶν ἁπάντων εἴρηταί μοι· ἀμφὶ δὲ τῶν λοιπῶν ἐρέω ἤδη. Οἴδημα ἐγκεφάλου· ὁκόταν ὁ ἐγκέφαλος οἰδήσῃ ὑπὸ φλεγμασίης, ὀδύνη ἴσχει ἅπασαν τὴν κεφαλὴν, μάλιστα δὲ ὅπη σταίη ἡ φλεγμασίη· ἵσταται δὲ ἐν τῷ κροτάφῳ· τά τε οὔατα ἠχῆς πλήρεα γίνεται, καὶ ἀμβλὺ ἀκούει, καὶ αἱ φλέβες τέτανται καὶ σφύζουσι, πυρετός τε καὶ ῥῖγος ἐνίοτε ἐπιλαμβάνει, ἥ τε ὀδύνη ἐκλείπει οὐδέποτε, ἀλλὰ ποτὲ μὲν ἀνίησι, ποτὲ δὲ μᾶλλον πιέζει· βοᾷ τε καὶ ἀναΐσσει ὑπὸ τῆς ὀδύνης, καὶ ὁκόταν ἀναστῇ, αὖθις σπεύδει ἐπὶ τὴν κλίνην καταπεσεῖν, καὶ ῥιπτάζει ἑωυτόν. Οὗτός ἐστι μὲν θανατώδης, ὁκόσων δὲ ἡμερέων ἀποθανεῖται, οὐκ ἔχει κρίσιν· ἄλλοι γὰρ ἄλλως ἀπόλλυνται· ὡς μέντοι ἐπιτοπολὺ ἐν τῇσιν ἑπτὰ ἡμέρῃσι τελευτῶσιν· εἴκοσι δὲ καὶ μίαν διαφυγόντες ὑγιέες γίνονται. Χρὴ δὲ, ὁκόταν περιωδυνέῃ, ψύχειν τὴν κεφαλὴν, μάλιστα μὲν ξύραντα, ἢ ἐς κύστιν ἢ ἐς ἔντερα ἐγχέαντα τῶν ψυκτικῶν τι, οἷον χυλὸν στρύχνου καὶ γῆν κεραμίτιδα, τὸ μὲν προστιθέναι, τὸ δὲ ἀφαιρέειν, πρὶν ἢ χλιαρὸν γένηται, καὶ τοῦ αἵματος ἀφαιρέειν, καὶ τὴν κεφαλὴν καθαίρειν σελίνου χυλοῖσι μιγνύντα εὐώδεα· ἀοινέειν δὲ τὸ πάμπαν, ῥοφεῖν δὲ πτισάνης χυλὸν ψυχρὸν, καὶ τὴν κάτω κοιλίην λύειν.

[2] Πλήρωμα ὀδυνῶδες ἐγκεφάλου· ὁκόταν δὲ περιωδυνέῃ ἡ κεφαλὴ ὑπὸ πληρώσιος τοῦ ἐγκεφάλου, ἀκαθαρσίην σημαίνει, καὶ τὴν κεφαλὴν ὅλην περιωδυνίαι ἴσχουσι, καὶ παραφρονέει, καὶ ἀποθνήσκει ἑβδομαῖος, καὶ οὐκ ἂν ἐκφύγῃ, εἰ μὴ ῥαγείη τὸ ὑγρὸν ἑβδομαίῳ κατὰ τὰ οὔατα· οὕτω δὲ ἡ ὀδύνη παύεται, καὶ ἔμφρων γίνεται· ῥεῖ δὲ πολλὸν καὶ ἄνοσμον. Τούτου μάλιστα μὲν μὴ θεραπεύειν τὰ οὔατα, πρὶν ἂν ἐῤῥωγὸς ἴδῃς τὸ πῦον· ἢν δὲ βούλῃ καθῆραι τὴν ἄνω καὶ τὴν κάτω κοιλίην, λῦσον χωρὶς ἑκατέρην· ἔπειτα πυριᾷν τὴν κεφαλὴν ὡς μάλιστα ὅλην τε καὶ διὰ τῶν οὐάτων καὶ διὰ τῶν ῥινῶν· ῥοφεῖν δὲ πτισάνης χυλὸν, καὶ ἀοινέειν τὸ πάμπαν. Ἐπὴν δὲ ῥαγῇ τὸ πῦον, ἐπίσχειν, ἔστ᾿ ἂν ἡ πολλὴ τῆς ῥύσιος παύσηται· ἔπειτα κλύζειν τὰ οὔατα οἴνῳ γλυκέϊ ἢ γάλακτι γυναικείῳ ἢ ἐλαίῳ παλαιῷ, χλιαροῖσι δὲ κλύζειν, καὶ πυριᾷν τὴν κεφαλὴν θαμινὰ μαλθακῇσι πυρίῃσι καὶ εὐόδμοισιν, ἵνα θᾶσσον καθαίρηται ὁ ἐγκέφαλος. Οὗτος τὰ μὲν πρῶτα οὐκ ἀΐει, προϊόντος δὲ τοῦ χρόνου ἥ τε ῥύσις ἥσσων ἐστὶ, καὶ ἡ ἀκοὴ ἅμα τῇ ῥύσει παντελῶς παυομένη παραγίνεται, καὶ ὁμοιοῦται μάλιστα ἑωυτῷ. Φυλάσσεσθαι δὲ χρὴ ἡλίους, ἀνέμους, πῦρ, καπνὸν, δριμέων ὀδμὰς καὶ τὰ τοιαῦτα, καὶ ἡσυχάζειν διαίτῃ μαλθακῇ χρώμενον, καὶ ὑπὸ κενεαγγειῶν εὔλυτος ἔστω ἡ κοιλίη ἡ κάτω.

[3] Βλητοί· οἱ δὲ βλητοὶ λεγόμενοι εἶναι, ὁκόταν ὁ ἐγκέφαλος πλησθῇ πολλῆς ἀκαθαρσίης, ὀδύνην παρέχει τὸ πρόσθεν τῆς κεφαλῆς πρῶτον, καὶ ἀναβλέπειν οὐ δύνανται οἱ μὲν ἀμφοῖν τοῖν ὀφθαλμοῖν, οἱ δὲ θατέρῳ, καὶ κῶμά μιν ἔχει, καὶ ἔκφρονές εἰσι, καὶ οἱ κρόταφοι πηδῶσι, καὶ πυρετὸς λεπτὸς ἔχει καὶ τοῦ σώματος ἀκρασίη. Οὗτος ἀποθνήσκει τριταῖος ἢ πεμπταῖος· ἐς δὲ τὰς ἑπτὰ οὐκ ἀφικνέεται· ἢν δὲ ἄρα ἀφίκηται, ἐξάντης γίνεται. Τοῦτον ἢν βούλῃ θεραπεύειν, πυριᾷν τὴν κεφαλὴν, καὶ ταμὼν ἀνάπνευσιν ποιέειν· ἢν δὲ ὀδύνη ἐστηριγμένη ᾖ, καὶ πταρμοὺς ἐμποιέειν χρὴ, καὶ τὴν κεφαλὴν καθαίρειν κούφοισι καὶ εὐώδεσι, καὶ τὴν κάτω κοιλίην καθαίρειν, ἀοινέειν δὲ τὸ πάμπαν, πτισάνης δὲ χυλῷ χρῆσθαι.

[4] Σφακελισμὸς ἐγκεφάλου· ἢν δὲ σφακελίσῃ ὁ ἐγκέφαλος, ὀδύνη ἴσχει τὴν κεφαλὴν, καὶ διὰ τοῦ τραχήλου φοιτᾷ ἐς τὴν ῥάχιν, καὶ αὐτὸν ἐπιλαμβάνει ἀνηκουστίη, καὶ ψῦχος ἐπέρχεται ἐπὶ τὴν κεφαλὴν, καὶ ἰδίει ὅλος, καὶ ἐξαίφνης ἄφωνος δείκνυται, καὶ ἐκ τῶν ῥινῶν αἷμα ῥεῖ, καὶ πελιδνὸς γίνεται. Τοῦτον ἢν μὲν ἡ νοῦσος χαλαρῶς λάβῃ, τοῦ αἵματος ἀπελθόντος, ῥαΐζει· ἢν δὲ σφόδρα ἀπειλημμένος ᾖ, ἀποθνήσκει τάχα. Τούτῳ πταρμούς τε ἐμποιέειν διὰ τῶν εὐωδέων, καὶ τὰς κοιλίας ἄμφω καθαίρειν ἐν μέρει ἑκατέρην, κούφας δὲ ὀδμὰς ἐχόντων τῇσι ῥισὶν ἀείρειν, καὶ ῥόφημα λεπτόν τε καὶ χλιαρόν· ἀοινέειν δὲ τὸ πάμπαν.

[5] Λήθαργοι· οἱ δὲ λήθαργοι, στάσις μὲν ἡ αὐτὴ τοῦ κακοῦ τῇ περιπλευμονίῃ, χαλεπωτέρη δὲ καὶ οὐ πάμπαν ἀπήλλακται ὑγρῆς περιπλευμονίης· βραδυτέρη δὲ πουλὺ ἡ νοῦσος. Πάσχει δὲ τάδε· βὴξ καὶ κῶμά μιν ἔχει, καὶ τὸ σίαλον ὑγρὸν καὶ πολὺ ἀνάγει, καὶ ἀδυνατέει σφόδρα, καὶ ὁκόταν μέλλῃ ἀποθανεῖσθαι, κάτω ὑποχωρέει ἐπὶ πολὺ καὶ ὑγρόν. Τούτῳ ἐλπὶς μὲν πάνυ βραχέη περιγενέσθαι· ὅμως δὲ πτύειν τε ποιέειν ὡς πλεῖστον καὶ θερμαίνειν καὶ ἀοινέειν· ἢν δὲ ἐκφύγῃ, ἔμπυος γίνεται.

[6] Καυσώδης· ἡ δὲ καυσώδης λεγομένη, δίψα τε ἔχει πολλὴ, καὶ ἡ γλῶσσα πέφρικε, τὸ δὲ χρῶμα αὐτῆς τὸν μὲν πρῶτον χρόνον οἷόν περ εἴωθε, ξηρὴ δὲ σφόδρα· προϊόντος δὲ τοῦ χρόνου σκληρύνεται καὶ τρηχύνεται καὶ παχύνεται καὶ ἐπιμελαίνεται. Ἢν μὲν ἐν ἀρχῇ ταῦτα πάθῃ, θάσσους αἱ κρίσιες γίνονται· ἢν δὲ ὕστερον, χρονιώτεραι· τῆς δὲ ἀφέσιος ταῦτα πάντα ἡ γλῶσσα σημαίνει ἅπερ ἐν τῇ περιπλευμονίῃ· καὶ τὰ οὖρα, χολώδεα μὲν ἢ αἱματώδεα ἐόντα, ἐπίπονα· ξανθὰ δὲ, ἀπονώτερα· καὶ τὸ πτύσμα ὑπὸ θερμασίης καὶ ξηρασίης ξυγκεκαυμένον καὶ παχύ ἐστι· πολλάκις δὲ καὶ ἐς τὴν περιπλευμονίην μεθίσταται, καὶ ἢν μεταστῇ, τάχα ἀποθνήσκει. Τοῦτον δὲ ὧδε χρὴ θεραπεύειν· λούειν θερμῷ δὶς ἢ τρὶς τῆς ἡμέρης ἑκάστης πλὴν τῆς κεφαλῆς, καὶ ἐν τῇσι κρίσεσιν οὐ χρὴ λούειν, καὶ τὰς μὲν πρώτας τῶν ἡμερέων ὑποκαθαίρειν καὶ ὑδροποτέειν· καὶ γὰρ ἔμετον ἄγει τὸ ὕδωρ ὡς ἐπιτοπολύ· τὰς δὲ ὑστέρας μετὰ τὴν κάθαρσιν ὑγραίνειν, καὶ ῥοφήμασι χρῆσθαι καὶ οἴνοισι γλυκέσιν. Ἢν δὲ μὴ ἐξ ἀρχῆς παραλάβῃς, ἀλλὰ ἤδη τῶν ἐν τῇ γλώσσῃ σημηΐων ἐνεόντων, ἐᾷν χρὴ ἕως ἂν αἱ κρίσιες παρέλθωσι καὶ τὰ τῆς γλώσσης σημήϊα ἠπιώτερα γένηται, καὶ μήτε φάρμακον δῷς μήτε κλύσῃς ἐς κάθαρσιν, πρὶν αἱ κρίσιες παρέλθωσιν.

[7] Ὁ πλεύμων οἰδέων ὑπὸ τῆς θερμασίης· ὁκόταν ὁ πλεύμων οἰδήσῃ ὑπὸ θερμασίης πλησθεὶς, βὴξ ἴσχει ἰσχυρὴ καὶ σκληρὴ, καὶ ὀρθοπνοίη, καὶ ἀναπνέει ἀθρόον, καὶ ἀσθμαίνει πυκνὸν, καὶ ἰδίει, καὶ τοὺς μυκτῆρας ἀναπετάννυσιν ὥσπερ ἵππος ἐκ δρόμου, καὶ τὴν γλῶσσαν θαμινὰ ἐκβάλλει, καὶ τὰ στήθεα αὐτῷ ἀείδειν δοκέει καὶ βάρος ἐνεῖναι, διὸ χωρέειν οὐ δύναται τὰ στήθεα, ἀλλὰ διαῤῥήγνυται καὶ ἀδυνατέει· ἥ τε ὀδύνη ὀξέη ἴσχει, καὶ τὸ νῶτον καὶ τὰ στήθεα καὶ τὰς πλευρὰς ὡς βελόναι κεντέουσι, καὶ καίεται ταῦτα ὡς πρὸς πῦρ καθήμενος, καὶ ἐρυθήματα ἐκφύει ἐς τὸ στῆθος καὶ τὸ νῶτον ὡς φλογοειδέα, καὶ δηγμὸς ἰσχυρὸς ἐμπίπτει, καὶ ἀπορέει, ὥστε οὔτε ἑστάναι οὔτε καθῆσθαι οὔτε κατακεῖσθαι οἷός τέ ἐστιν, ἀλλ᾿ ὧδε ἀπορέων βληστρίζει ἑωυτὸν, καὶ δοκέει ἤδη ἀποθανεῖσθαι· ἀποθνήσκει δὲ μάλιστα τεταρταῖος ἢ ἑβδομαῖος· ἢν δὲ ταύτας διαφύγῃ, οὐ μάλα ἀποθνήσκει. Τοῦτον ἢν θεραπεύῃς, χρὴ τὴν κάτω κοιλίην ὡς τάχιστα καθῆραι κλύσμασι καλῶς, καὶ ἀπὸ τῶν ἀγκώνων καὶ τῆς ῥινὸς καὶ τῆς γλώσσης καὶ πάντοθεν τοῦ σώματος αἷμα ἀφιέναι, καὶ πόματα διδόναι ψυκτικὰ καὶ ῥοφήματα τὰ αὐτὰ δυνάμενα, καὶ τῶν οὐρητικῶν, μὴ θερμαινόντων δὲ, πολλάκις διδόναι· καὶ πρὸς μὲν τὰς ὀδύνας αὐτὰς, ὁκόταν καταιγίζωσι, χλιάσματα κοῦφα καὶ ὑγρὰ χρὴ προσφέροντα χλιαίνειν καὶ ὑγραίνειν τὸν τόπον οὗ ἂν ᾖ ἡ ὀδύνη, πρὸς δὲ τὰ ἄλλα ψυκτήρια προσίσχειν τὰ μὲν ἀφαιρέοντα, τὰ δὲ προστιθέντα, καὶ ὅκου ἂν κατακαίηται, ψῦχος ποιέειν, ἀοινέειν δὲ τὸ πάμπαν.

[8] Κεφαλῆς ὀδύνη· ὁκόταν δὲ ἀπὸ τῆς κεφαλῆς ἀρξαμένη ὀδύνη ὀξέη ἄφωνον ποιήσῃ παραχρῆμα, ἄλλως τε καὶ ἐκ μέθης, οὗτος ἀποθνήσκει ἑβδομαῖος. Ἧσσον δὲ οἱ ἐκ τῆς μέθης τοιοῦτόν τι παθόντες καὶ ἄφωνοι μείναντες ἀποθνήσκουσιν· ἢν γὰρ ῥήξωσι φωνὴν αὐθημερὸν ἢ τῇ ὑστεραίῃ ἢ τῇ τρίτῃ, ὑγιέες γίνονται· ποιέουσι δὲ ἐκ τῆς μέθης ἔνιοι τοῦτο, οἱ δ᾿ ἕτεροι ἀπόλλυνται. Τούτοισι πταρμούς τε ἐμποιέειν ἰσχυροὺς, καὶ ὑποκλύσαι ὅ τι ἂν χολὴν ἄξῃ σφόδρα, καὶ ἢν ἐπαίσθηται, ὀπὸν θαψίης δοῦναι ἐν πολλῷ τῷ ὑγρῷ καὶ θερμῷ, ἵνα ὡς τάχιστα ἀπεμέσῃ· ἔπειτα ἀπισχναίνειν, καὶ ἀοινέειν ἑπτὰ ἡμέρας· ἀφαιρέειν δὲ καὶ ἀπὸ τῆς γλώσσης αἷμα, ἢν δύνῃ λαβεῖν φλέβα.

[9] Φρενίτιδες· φρενίτιδες δὲ γίνονται καὶ ἐξ ἑτέρων νούσων. Πάσχουσι δὲ τάδε· τὰς φρένας ἀλγέουσιν, ὥστε μὴ ἐᾶσαι ἂν ἅψασθαι, καὶ πῦρ ἔχει, καὶ ἔκφρονές εἰσι, καὶ ἀτενὲς βλέπουσι, καὶ τἄλλα παραπλήσια ποιέουσι τοῖσιν ἐν τῇ περιπλευμονίῃ, ὁκόταν οἱ ἐν τῇ περιπλευμονίῃ ἔκφρονες ἔωσι. Τοῦτον χλιαίνειν δεῖ χλιάσμασιν ὑγροῖσι καὶ πόμασι πλὴν οἴνου, καὶ ἢν μὲν οἷός τε ᾖ, ἀποκαθαίρειν ἄνω, βηχί τε καὶ πτύσει ἀνάγειν χρὴ ὥσπερ ἐν τῇ περιπλευμονίῃ· εἰ δὲ μὴ, τὴν κάτω κοιλίην παρασκευάζειν ὅκως ὑποχωρέῃ· ὑγραίνειν δὲ πόματι· ἀγαθὸν γάρ. Ἡ δὲ νοῦσος θανατώδης· ἀποθνήσκουσι δὲ τριταῖοι ἢ πεμπταῖοι ἢ ἑβδομαῖοι· ἢν δὲ ἠπίως ληφθῇ, κρίνει ὡς περιπλευμονίη.

[10] Κυνάγχη· ὑπὸ δὲ τῆς κυνάγχης καλεομένης πνίγεται ὥνθρωπος, καὶ ἐν τῇ φάρυγγι μᾶλλόν οἱ δοκέει ἐνέχεσθαι, καὶ οὔτε τὸ σίαλον κατασπᾷ οὔτε ἄλλο οὐδὲν, καὶ τὼ ὀφθαλμὼ πονέετόν τε καὶ ἐξέχετον ὡς ἀπαγχομένοισι, καὶ ἐκβλέπει αὐτοῖσιν ἀτενὲς, καὶ ἐπιστρέφειν οὐχ οἷός τέ ἐστιν αὐτοὺς, καὶ λύζει, καὶ ἀναΐσσει θαμινὰ, καὶ τὸ πρόσωπον καὶ ἡ φάρυγξ πίμπραται, ἀτὰρ καὶ ὁ τράχηλος· ὑπὸ δὲ τοῖσιν οὔασιν οὐδὲν κακὸν ἔχειν δοκέει· καὶ ὁρᾷ καὶ ἀκούει ἀμβλύτερον, καὶ ὑπὸ τοῦ πνιγμοῦ οὐκ ἔννοός ἐστιν, οὔτε ἤν τι λέγῃ, οὔτε ἤν τι ἀκούῃ ἢ ποιέῃ· ἀλλὰ κεχηνὼς κέεται σιαλοχοέων· τοιάδε ποιέων οὗτος ἀποθνήσκει πεμπταῖος ἢ ἑβδομαῖος ἢ ἐνναταῖος. Ὅταν δὲ τούτων ἀπῇ τι τῶν σημηΐων, χαλαρωτέρην δηλοῖ τὴν νοῦσον, καὶ καλέουσιν αὐτὴν παρακυνάγχην. Τοῦτον φλεβοτομέειν χρὴ, μάλιστα μὲν ὑπὸ τὸν τιτθόν· συνακολουθέει γὰρ ταύτῃ ἐκ τοῦ πλεύμονος θερμὸν πνεῦμα· χρὴ δὲ καὶ τὰ κάτω καθαίρειν φαρμάκῳ ἢ κλύσματι, καὶ τοὺς αὐλίσκους παρῶσαι ἐς τὴν φάρυγγα κατὰ τὰς γνάθους, ὡς ἕλκηται τὸ πνεῦμα ἐς τὸν πλεύμονα, καὶ ποιέειν ὡς τάχιστα πτύσαι, καὶ ἰσχναίνειν τὸν πλεύμονα, καὶ ὑποθυμιᾷν ὕσσωπον κιλίκιον καὶ θεῖον καὶ ἄσφαλτον, καὶ ἕλκειν διὰ τῶν αὐλίσκων καὶ διὰ τῶν ῥινῶν, ὡς ἐξίῃ φλέγμα, καὶ τὴν φάρυγγα καὶ τὴν γλῶσσαν ἀνατρίβειν τοῖσι τὸ φλέγμα ἄγουσι, καὶ τὰς φλέβας τὰς ὑπὸ τῇ γλώσσῃ τάμνειν, ἀφιέναι δὲ αἷμα καὶ ἀπὸ τῶν ἀγκώνων, ἢν ἰσχύῃ· ἀοινεῖν δὲ, καὶ ῥοφεῖν πτισάνης χυλὸν λεπτόν· ἐπειδὰν δὲ ἀφῇ ἡ νοῦσος καὶ σιτίων γεύηται, ἐλατηρίῳ νέῳ καθῆραι, ἵνα μὴ ἑτέρῳ κακῷ περιπέσῃ.

[11] Νοῦσος ἴκτερος· ἴκτερος τοιόσδε ἐστὶν ὁ ὀξὺς καὶ διὰ τάχεος ἀποκτείνων· ἡ χροιὴ ὅλη σιδιοειδὴς σφόδρα ἐστὶν ἢ χλωροτέρη οἵη οἱ σαῦροι οἱ χλωροί· παρόμοιος δὲ καὶ ὁ χρὼς, καὶ τῷ οὔρῳ ὑφίσταται οἷον ὀρόβιον πυῤῥόν· καὶ πυρετὸς καὶ φρίκη βληχρὴ ἔχει· ἐνίοτε δὲ καὶ τὸ ἱμάτιον οὐκ ἀνέχεται ἔχων, ἀλλὰ δάκνεται, καὶ ξύεται, καὶ ἄσιτος ἐὼν τὰ ἑωθινὰ τὰ σπλάγχνα ἀμύσσεται ὡς ἐπιτοπουλὺ, καὶ ὁκόταν ἐγείρῃ τις αὐτὸν ἢ προσδιαλέγηται, οὐκ ἀνέχεται. Οὗτος ὡς ἐπιτοπολὺ ἀποθνήσκει ἐντὸς τεσσαρεσκαίδεκα ἡμερέων· ταύτας δὲ διαφυγὼν ὑγιὴς γίνεται. Χρὴ δὲ θερμολουτέειν, καὶ πίνειν μελίκρητον σὺν καρύων θασίων λεπισθέντων καὶ ἀψινθίου κόμης ἴσον, ἀνίσου σεσησμένου ἥμισυ, πίνειν ὁλκῆς τριώβολον νῆστις, καὶ πάλιν ἐς κοίτην τὸ μελίκρητον τοῦτο, καὶ οἶνον παλαιὸν λεπτὸν, καὶ ῥοφήματα· ἀσιτέειν δὲ μή.

[12] Τέτανος· οἱ τέτανοι ὅταν ἐπιλάβωσιν, αἱ γένυες πεπήγασιν ὡς ξύλα, καὶ τὸ στόμα διοίγειν οὐ δύνανται, καὶ οἱ ὀφθαλμοὶ δακρύουσί τε καὶ ἰλλαίνονται, καὶ τὸ μετάφρενον πέπηγε, καὶ τὰ σκέλεα οὐ δύνανται συνάγειν, ὁμοίως οὐδὲ τὼ χεῖρε, καὶ τὸ πρόσωπον ἐρεύθει, καὶ σφόδρα ὀδυνᾶται, καὶ ὁκόταν ἀποθνήσκειν μέλλῃ, ἀνεμέει διὰ τῶν ῥινῶν καὶ τὸ πόμα καὶ τὸ ῥόφημα καὶ τὸ φλέγμα. Οὗτος τριταῖος ἢ πεμπταῖος ἢ ἑβδομαῖος ἢ τεσσαρεσκαιδεκαταῖος ἀπόλλυται· ταύτας δὲ διαφυγὼν ὑγιὴς γίνεται. Τούτῳ διδόναι καταπότια, πέπερι καὶ ἐλλέβορον μέλανα, καὶ ζωμὸν ὀρνιθείων πίονα θερμὸν, καὶ πταρμοὺς ἰσχυροὺς καὶ πολλοὺς ἐμποιέειν, καὶ πυριᾷν· ὁκόταν δὲ μὴ πυριῆται, τὰ χλιάσματα προστιθέναι ὑγρὰ καὶ λιπαρὰ ἐν κύστεσι καὶ ἀσκίοισι πανταχόθεν, μάλιστα δὲ πρὸς τὰ ὀδυνώδεα, καὶ ἀλείφειν θερμῷ καὶ πολλῷ καὶ πολλάκις.

[13] Ὀπισθότονος· ὅταν δὲ ὀπισθότονος ἴσχῃ, τὰ μὲν ἄλλα ὡς ἐπιτοπολὺ τὰ αὐτὰ, σπᾶται δὲ ἐς τοὔπισθεν, καὶ βοᾷ ἐνίοτε, καὶ ὀδύναι ἴσχουσιν ἰσχυραὶ, καὶ συνάγειν ἐνίοτε οὐκ ἐᾷ τὰ σκέλεα οὐδὲ τὰς χεῖρας ἐκτεῖναι· ξυγκεκαμμένοι γὰρ οἱ ἀγκῶνες γίνονται, καὶ τοὺς δακτύλους πὺξ ἔχει, καὶ τὸν μέγαν δάκτυλον τοῖσιν ἄλλοισι κατέχει ὡς ἐπιτοπουλὺ, καὶ φλυηρέει ἐνίοτε, καὶ οὐ δύναται ἑωυτὸν κατέχειν, ἀλλ᾿ ἀναΐσσει ἐνίοτε, ὅταν ἡ ὀδύνη ἔχῃ· ὅταν δὲ ἀνῇ ἡ ὀδύνη, ἡσυχίην ἔχει· ἐνίοτε δὲ καὶ ἄφωνοι γίνονται ἅμα ἁλισκόμενοι ἢ μανικοί τε καὶ μελαγχολικοί. Οὗτοι τριταῖοι ἀποθνήσκουσι τῆς φωνῆς λυθείσης καὶ ἀνεμέουσι διὰ τῶν ῥινῶν· εἰ δὲ φθάσουσι φυγεῖν τὰς τεσσαρεσκαίδεκα, ὑγιέες γίνονται. Θεραπεύειν δὲ ὡς τὸν ἄνω. Ἢν δὲ βούλῃ, καὶ ὧδε ποιέειν· ὕδωρ ὡς πλεῖστον ψυχρὸν καταχέας, ἔπειτα ἱμάτια λεπτὰ καὶ καθαρὰ καὶ θερμὰ ἐπιβάλλειν, πῦρ δὲ τότε μὴ προσφέρειν. Οὕτω χρὴ ποιέειν καὶ τοὺς τετάνους καὶ τοὺς ὀπισθοτόνους.

[14] Εἰλεοί· εἰλεοὶ δὲ γίνονται τῆς μὲν ἄνω κοιλίης θερμαινομένης, τῆς δὲ κάτω ψυχομένης· ξυναυαίνεται γὰρ τὸ ἔντερον, καὶ ξυμπιλέεται ὑπὸ τῆς φλεγμασίης, ὥστε μήτε τὸ πνεῦμα μήτε τὰς τροφὰς διεξιέναι, ἀλλὰ τὴν γαστέρα σκληρὴν εἶναι, καὶ ἐμέειν ἐνίοτε, πρῶτον μὲν φλεγματώδεα, ἔπειτα δὲ χολώδεα, τελευτῶν δὲ κόπρον· καὶ δίψαν ἔχει, καὶ ὀδύνη ἔχει μάλιστα μὲν περὶ τὰ ὑποχόνδρια, ἀλγέει δὲ καὶ πᾶσαν τὴν γαστέρα, καὶ πεφύσηται, καὶ λύζει, καὶ πυρετοὶ ἐπιλαμβάνουσιν. Γίνεται δὲ μάλιστα μετοπώρου· ἀποθνήσκει δὲ μάλιστα ἑβδομαῖος. Τούτους ὧδε χρὴ θεραπεύειν· καθᾶραι τὴν ἄνω κοιλίην ὡς τάχιστα, καὶ αἷμα ἀφαιρέειν ἀπὸ τῆς κεφαλῆς καὶ τῶν ἀγκώνων, ἵνα παύσηται ἡ ἄνω κοιλίη θερμαινομένη, καὶ ψύχειν τὰ ἄνω τῶν φρενῶν πλὴν τῆς καρδίης· τὰ δὲ κάτω θερμαίνειν ἐν σκάφῃ ὕδατος θερμοῦ καθίζων τὸν ἄνθρωπον καὶ ἀλείφων αἰεὶ, καὶ χλιάσματα ὑγρὰ προστιθέναι· καὶ βάλανον μέλιτος μόνου ποιέων ὡς δεκαδάκτυλον, ἐξ ἄκρου χολὴν ταύρου ἐς τὸ πρόσθεν ἐπιπλάσσων, πρόσθες καὶ δὶς καὶ τρὶς, ἕως πάντα τὰ ξυγκεκαυμένα περὶ τὸν ἀρχὸν ἐξαγάγῃς τῆς κόπρου. Κἢν μὲν οὕτως ὑπακούῃ, κλύζειν ἐπὶ τούτοισιν· ἢν δὲ μὴ, φῦσαν λαβὼν χαλκευτικὴν, ἐσιέναι φῦσαν ἐς τὴν κοιλίην, ἵνα διαστήσῃς τήν τε κοιλίην καὶ τὴν τοῦ ἐντέρου σύστασιν· εἶτα πάλιν ἐξελὼν τὴν φῦσαν κλύσαι εὐθύς· ἕτοιμον δ᾿ ἔστω τὸ κλύσμα, μὴ πάνυ τῶν θερμαντικῶν, ἀλλὰ τῶν διαλυόντων τὰς κόπρους καὶ τηκόντων· εἶτα βύσας τὴν ἕδρην σπόγγῳ, καθήσθω ἐν ὕδατι θερμῷ κατέχων τὸ κλύσμα, καὶ ἢν δέξηται τὸ κλύσμα καὶ πάλιν μεθῇ, ὑγιὴς γίνεται. Ἐν δὲ τῷ πρόσθεν χρόνῳ μέλι τε ὡς κάλλιστον λειχέτω, καὶ οἶνον αὐτίτην πινέτω εὔζωρον. Ἢν δὲ τοῦ εἰλεοῦ ἀφέντος πυρετὸς αὐτὸν ἐπιλάβῃ, ἀνέλπιστος· ἴσως γὰρ καὶ ἡ κάτω κοιλίη λυθεῖσα συναποκτείνειεν ἄν.

[15] Περιπλευμονίη· ἡ δὲ περιπλευμονίη τοιάδε ποιέει· πυρετός τε ὀξὺς ἔχει, καὶ τὸ πνεῦμα πυκνὸν, καὶ θερμὸν ἀναπνέει, καὶ ἀπορίη, καὶ ἀδυναμίη, καὶ ῥιπτασμὸς, καὶ ὀδύνη ὑπὸ τὴν ὠμοπλάτην καὶ εἰς τὴν κληῗδα καὶ ἐς τὸν τιτθὸν, καὶ βάρος ἐν τοῖσι στήθεσιν, ἐνίοτε δὲ καὶ παραφροσύνη. Ἔστι δ᾿ οἷσιν ἀνώδυνός ἐστιν, ἕως ἂν ἄρξωνται βήσσειν· πολυχρονιωτέρη δὲ καὶ χαλεπωτέρη κείνης. Τὸ δὲ σίαλον λεπτὸν καὶ ἀφρῶδες πτύει τὸ πρῶτον. Ἡ δὲ γλῶσσα ξανθή· προϊόντος δὲ τοῦ χρόνου μελαίνεται· ἢν μὲν οὖν ἐν ἀρχῇ μελαίνηται, θάσσους αἱ ἀπαλλαγαί· ἢν δὲ ὕστερον, σχολαίτεραι· τελευτῶσι δὲ καὶ ῥήγνυται ἡ γλῶσσα, καὶ ἢν προσθῇς τὸν δάκτυλον, ἔχεται· τὴν δὲ ἀπάλλαξιν τῆς νούσου σημαίνει ἡ γλῶσσα, ὥσπερ καὶ ἐν τῇ πλευρίτιδι ὁμοίως. Ταῦτα δὲ πάσχει ἡμέρας τεσσαρεσκαίδεκα τοὐλάχιστον, τὸ πλεῖστον δὲ εἴκοσι καὶ μίαν, καὶ βήσσει τοῦτον τὸν χρόνον σφόδρα, καὶ καθαίρεται ἅμα τῇ βηχὶ, τὸ μὲν πρῶτον πολὺ καὶ ἀφρῶδες σίαλον, ἑβδόμῃ δὲ καὶ ὀγδόῃ, ὁκόταν ὁ πυρετὸς ἐνακμάζῃ, ἢν ὑγρὴ ἡ περιπλευμονίη ἔῃ, παχύτερον· ἢν δὲ μὴ, οὔ· ἐννάτῃ δὲ καὶ δεκάτῃ ὑπόχλωρον καὶ ὕφαιμον, δωδεκάτῃ δὲ μέχρι τῆς τεσσαρεσκαιδεκάτης πουλὺ καὶ πυῶδες. Ὧν ὑγραί εἰσιν αἵ τε φύσιες καὶ αἱ διαθέσιες τοῦ σώματος, αὐτὰρ καὶ ἡ νοῦσος ἰσχυρή· ὧν δὲ ἥ τε φύσις καὶ ἡ κατάστασις τῆς νούσου ξηρὴ, ἧσσον οὗτοι. Ἢν μὲν οὖν τῇ πέμπτῃ καὶ ἕκτῃ ἐπὶ δέκα ξηρανθῇ καὶ μηκέτι ἀποβήσσῃ πυῶδες, ὑγιής ἐστιν· ἢν δὲ μὴ, πρόσεχε πρὸς τὰς εἴκοσι δυοῖν δεούσας καὶ τὰς εἴκοσι καὶ μίαν τὸν νόον, καὶ ἢν μὲν ἐνταῦθα παύσηται τοῦ πτύσματος· ἢν δὲ μὴ, ἔρου αὐτὸν, εἰ γλυκύτερον τὸ σίαλον, καὶ ἢν μὲν φῇ, ἴσθι ὅτι ὁ πλεύμων αὐτῷ ἔμπυός ἐστι καὶ ἡ νοῦσος καθίσταται ἐνιαυσίη, ἢν μὴ ἐν τῇσι τεσσαράκοντα ἡμέρῃσι σπεύδων ἀναγάγῃ τὸ πῦον· ἢν δὲ φῇ ἀηδὲς εἶναι τὸ σίαλον, θανατώδης ἡ στάσις τῆς νούσου. Ἀλλ᾿ ἐν τῇσι πρώτῃσιν ἡμέρῃσι μάλιστα διαδηλοῖ· ἢν γὰρ ἐκπτύσῃ τὸ σαπὲν καὶ τὸ πυωθὲν ἐν ἡμέρῃσι δύο καὶ εἴκοσι καὶ μὴ ἑλκωθῇ, ἐκφεύγει· ἢν δὲ μὴ, οὔ. Αὕτη ἡ περιπλευμονίη οὐδὲν ἀπολείπει τῶν ἐκ περιπλευμονίης κακῶν· ἢν οὖν τι τούτων ἀπῇ τῶν κακῶν, εἰδέναι χρὴ τοσοῦδε δέουσαν τῷ κάμνοντι ἔχειν καὶ τῷ ἰητρῷ μεταχειρίζεσθαι· ἢν δὲ ὀλίγα ἔχῃ τούτων τῶν σημηΐων, μὴ ἐξαπατάτω ὡς οὐ περιπλευμονίη ἐστίν· ἔστι γὰρ μαλθακή. Θεραπεύειν δὲ χρὴ τὴν περιπλευμονίην οὕτως· οὐ μέντοι ἐξαμαρτήσῃ καὶ πλευρῖτιν καὶ φρενῖτιν οὕτω μεταχειριζόμενος· ἄρχου τὸ πρῶτον κουφίζων τὴν κεφαλὴν, ἵνα μηδὲν ἐπιῤῥέῃ πρὸς τὸ στῆθος· τὰς δὲ πρώτας ἡμέρας τὰ ῥοφήματα ἔστω γλυκύτερα, οὕτω γὰρ ἂν μάλιστα τὸ ξυγκαθήμενον καὶ τὸ ξυνεστηκὸς ἀποπλύνοις καὶ κινέοις· τεταρταίοισι δὲ καὶ πεμπταίοισι καὶ ἑκταίοισι μηκέτι γλυκύτερα, ἀλλὰ λιπαρὰ, ἐς γὰρ τὴν ἄνω πτύσιν ὑποχρέμπτεσθαι ξυμφέρει· ἢν δὲ μὴ δύνηται κατὰ λόγον πτύειν, τῶν ἀναγόντων φαρμάκων διδόναι. Τὰς δὲ κοιλίας ἐν μὲν τῇσι πρώτῃσιν ἡμέρῃσι τέσσαρσιν ἢ πέντε ὑποχωρέειν χρὴ καὶ ὀλίγῳ μᾶλλον, ἵνα οἵ τε πυρετοὶ ἀμβλύτεροι ἔωσι καὶ τὰ ἀλγήματα κουφότερα· ὁκόταν δὲ κεκενωμένος ᾖ καὶ ἀσθενὴς τὸ σῶμα, τὴν κάτω κοιλίην διὰ τρίτης ὑποκινέειν, ἵνα τό τε σῶμα μὴ ἀδύνατον ᾖ καὶ τὰ ἄνω χωρία ἔνυγρα· ἢν γὰρ κάτω τὸ ὑγρὸν πολλὸν ὑποχωρέῃ ἀπὸ τῆς πέμπτης ἡμέρης, θάνατον ποιέει· κάτω γὰρ τοῦ ὑγροῦ ὑποχωρέοντος, τὰ ἄνω ξηραίνεται, καὶ ἡ κάθαρσις τοῦ πτύσματος οὐ χωρέει ἄνω. Δεῖ οὖν καὶ τὴν κάτω κοιλίην μήτε ἑστάναι λίην, ἵνα μὴ ὀξέες ἔωσιν οἱ πυρετοὶ, μήτε λίην ὑποχωρέειν, ἵνα τὸ σίαλον ἀνιέναι δύνηται καὶ ἰσχύῃ ὁ κάμνων. Φάρμακα δὲ τῆς ἀναγωγῆς ἑκταίοισι καὶ ἑβδομαίοισι καὶ ἐνναταίοισι καὶ ἔτι περαιτέρω ἐοῦσι τῆς νούσου μᾶλλον δίδου· τὸ δὲ φάρμακον ἔστω ἐλλέβορος λευκὸς, θαψίη, ἐλατήριον νέον, ἴσον ἑκάστου. Ἢν δὲ τὸ σίαλον μὴ καθαίρηται εὖ καὶ τὸ πνεῦμα πυκνὸν ᾖ καὶ τῆς καθάρσιος μὴ ἐπικρατέῃ, προειπεῖν ὅτι ἀνέλπιστός ἐστι τοῦ ζῇν, ἢν μὴ δύνηται τῇ καθάρσει ὑπουργέειν. Ποιέειν δὲ καὶ τὰ ἐν τῇ περιπλευμονίῃ, ἤν σοι τὰ τῆς κοιλίης τῆς κάτω καλῶς ὑπουργέῃ. Ποιέεν δὲ καὶ ἄλλως ἀπὸ τῆς πρώτης ἡμέρης ἀρξάμενος· δίδου ἄρου τοῦ μεγάλου κόγχην χηραμίδα, καὶ δαύκου καὶ ἀκαλήφης μίην, καὶ νάπυος καὶ πηγάνου ὅσον τοῖσι τρισὶ δακτύλοισι λαβεῖν, καὶ ὀπὸν σιλφίου ὅσον κύαμον· ταῦτα ἐν ὀξυγλυκεῖ καὶ ὕδατι κεράσας καὶ διηθήσας, δίδου νήστει χλιαρόν. Ἐπειδὰν δὲ ἄρχηται καθαρὸν ἐκπτύειν, ἄρου χηραμίδα καὶ σήσαμον καὶ ἀμύγδαλα καθήρας ἐν ὀξυγλυκεῖ κεκρημένῳ πίνειν· ἢν δὲ μᾶλλον βούλῃ ἄγειν, καππάριος τῆς ῥίζης φλοιὸν μιγνύναι τούτοισιν.

[16] Πλευρῖτις· ὁκόταν δὲ πλευρῖτις λάβῃ, τάδε πάσχει· ὀδύνη τὴν πλευρὴν καὶ πυρετὸς καὶ φρίκη ἴσχει, καὶ ἀναπνέει πυκνὸν, καὶ ὀρθοπνοίη ἔχει, καὶ ἀναβήσσει ὑπόχολα οἷον ἀπὸ σιδίου, ἢν μὴ ῥήγματα ἔχῃ· ἢν δὲ ἔχῃ, καὶ αἷμα ἀπὸ τῶν ῥηγμάτων· ἐν δὲ τῇ αἱματώδει ὕφαιμον. Ἔστι δὲ ἡ μὲν χολώδης ἠπιωτέρη, ἢν μὴ ῥήγματα ἔχῃ ὁ κάμνων· εἰ δὲ μὴ, ἐπιπονωτέρη μὲν, θανατωδεστέρη δὲ οὔ· ἡ δὲ αἱματώδης ἰσχυρὴ καὶ ἐπίπονος καὶ θανατώδης· ὁκόταν οὖν προσῇ καὶ λὺγξ ἅμα καὶ αἵματος θρόμβους ἀποβήσσῃ ἅμα τῷ σιάλῳ μέλανας, οὗτος ἀποθνήσκει ἑβδομαῖος· δέκα δὲ ἡμέρας διαφυγὼν, τὴν μὲν πλευρῖτιν ὑγιὴς γίνεται, εἰκοστῇ δὲ ἐμπυΐσκεται, καὶ ἀποβήσσει πῦον, τελευτῶν δὲ καὶ ἀπεμέει, καὶ πάνυ εὐθεράπευτος οὐ γίνεται. Εἰσὶ δὲ καὶ ξηραὶ πλευρίτιδες ἄπτυστοι, χαλεπαὶ δὲ αὗται· αἱ δὲ κρίσιες ὅμοιαι τῇσιν ἄλλῃσιν· ὑγρασίης δὲ πλέονος δέονται τῶν ἄλλων ἐν τῷ ποτῷ. Αἱ δὲ χολώδεες καὶ αἱματώδεες κρίνουσιν ἐνναταῖαι καὶ ἑνδεκαταῖαι, καὶ οὗτοι ὑγιέες μᾶλλον γίνονται. Ἢν δὲ κατ᾿ ἀρχὰς μὲν μαλθακαί τινες ἔχωσιν ὀδύναι, ἀπὸ τῆς πέμπτης δὲ καὶ ἕκτης ὀξέαι, αὗται τελευτῶσι μέχρι δυοκαιδεκάτης, καὶ οὐ μάλα ἀποθνήσκουσι· κίνδυνος δὲ μάλιστα μὲν μέχρις ἑβδόμης, ἀτὰρ καὶ ἐς τὴν δυοκαιδεκάτην, μετὰ δὲ ταύτας ὑγιαίνονται. Αἱ δὲ ἐξ ἀρχῆς μὲν μαλθακαὶ, ἀπὸ δὲ τῆς ἑβδόμης καὶ ὀγδόης ὀξεῖαι, πρὸς τὰς τεσσαρεσκαίδεκα κρίνουσί τε καὶ ὑγιαίνονται. Ἡ δὲ ἐς τὸ νῶτον πλευρῖτις τοσόνδε διαφέρει τῶν ἄλλων· τὸ νῶτον ὀδυνᾶται ὡς ἐκ πληγῆς, καὶ στένει, καὶ ἀναπνεῖ ἀθρόον· εὐθὺς δὲ πτύει ὀλίγα, καὶ κοπιᾷ τὸ σῶμα· τρίτῃ δ᾿ ἢ τετάρτῃ οὐρέει ἰχῶρα ὕφαιμον· ἀποθνήσκει δὲ μάλιστα πεμπταῖος· εἰ δὲ μή γε, ἑβδομαῖος· ταύτας δὲ διαφυγὼν ζώει, καὶ ἡ νοῦσος ἠπίη καὶ ἧσσον θανατώδης· φυλάσσειν δὲ χρὴ μέχρι τῶν τεσσαρεσκαίδεκα· μετὰ δὲ ταῦτα ὑγιὴς γίνεται. Ἐνίοις δὲ τῶν πλευριτικῶν τὸ μὲν σίαλον καθαρὸν, ἡ δὲ οὔρησις αἱματώδης, οἷον ἀπὸ κρεῶν ὀπτῶν ἰχωρῶδες· ὀδύναι δὲ ὀξεῖαι διὰ τῆς ῥάχιος ἐς τὸ στῆθος καὶ ἐς τὸν βουβῶνα τείνουσιν· οὗτος τὴν ἑβδόμην διαφυγὼν ὑγιαίνει. Ὁκόταν δὲ τούτων τῶν πλευριτίδων τινὶ προσγένηται τὸ νῶτον ἐρυθριᾷν, καὶ τοὺς ὤμους θερμαίνεσθαι, καὶ ἀνακαθίζοντα βαρύνεσθαι, καὶ ἡ γαστὴρ ἐκταράσσηται χλωρῷ καὶ δυσώδεϊ σφόδρα, οὗτος διὰ τὴν ὑποχώρησιν τῆς γαστρὸς εἰκοστῇ καὶ μιῇ ἀποθνήσκει· ταύτας δὲ διαφυγὼν ὑγιαίνει. Οἷσι δὲ αἱ πτύσιες εὐθὺς παντοδαπαί εἰσι καὶ τὰ ἀλγήματα πάνυ ὀξέα, οὗτοι τριταῖοι θνήσκουσι, ταύτας δὲ διαφυγόντες ὑγιαίνουσιν· ὁ μὴ γενόμενος δὲ ὑγιὴς τῇ ἑβδόμῃ ἢ τῇ ἐννάτῃ ἢ τῇ ἑνδεκάτῃ ἄρχεται ἐμπυΐσκεσθαι· κρέσσον δὲ ἐμπυῆσαι· ἧσσον γὰρ θανατῶδες, ἐπίπονον δέ. Πρὸς δὲ τοῖσι σημηΐοισι τοῖσιν εἰρημένοισιν ἐν ἑκάστῃ τῶν πλευριτίδων καὶ τάδε χρὴ σκοπέεσθαι τὴν γλῶσσαν· πομφόλυγος γὰρ ὑποπελίδνου γινομένης ἐπὶ τῆς γλώσσης, οἷα σιδηρίου βαφέντος εἰς ἔλαιον, εἰ μὲν ἐν ἀρχῇ γένοιτο τρηχείη, χαλεπωτέρη ἡ ἀπάλλαξις τῆς νούσου, καὶ ἀνάγκη αἷμα ἀποβῆξαι ἐν τῇσιν ἡμέρῃσιν, ἐν ᾗσι δεῖ· εἰ δὲ καὶ προκεχωρηκυίης τῆς νούσου γένοιτο, αἱ μὲν κρίσιες ἐς τὴν τετάρτην καὶ δεκάτην ἡμέρην, ἀνάγκη δὲ πτύσαι αἷμα. Ἔχει δὲ ὧδε περὶ τῆς ἀπαλλάξιος· εἰ μὲν τριταίῳ ἄρχοιτο πεπαίνεσθαι καὶ πτύεσθαι, θάσσους αἱ ἀπαλλάξιες· εἰ δὲ ὕστερον πεπαίνοιτο, ὕστερον καὶ αἱ κρίσιες γίνονται, ὡς ἐν τοῖσι τῆς κεφαλῆς σημηΐοισι. Τὰ δὲ ἀλγήματα τὰ ἐν ἁπάσῃσι τῇσι πλευρίτισιν ὡς ἐπιτοπουλὺ κουφίζει μεθ᾿ ἡμέρην μᾶλλον ἢ νύκτωρ. Θεραπεύειν δὲ χρὴ τὰς πλευρίτιδας οὕτως· τὰ μὲν πολλὰ ὡς τὴν φρενῖτιν καὶ περιπλευμονίην, πλὴν λουτροῖσι χρῆσθαι θερμοῖσι καὶ οἴνοισι γλυκέσιν. Ἢν μὲν οὖν τῇ πρώτῃ ἢ τῇ ἐπιούσῃ λάβῃς τῆς ἐπιλήψιος, ἢν μὲν ὑπεληλύθῃ ἡ κόπρος καθαρὴ ἢ ἀτρέμα χολώδης καὶ ὀλίγη, ὑποκλύσαι θαψίῃ· ἢν δὲ κινηθεῖσα ἡ κοιλίη τὴν μὲν νύκτα χαλάσῃ, τῇ δὲ ὑστεραίῃ ὀδύνη καὶ στρόφος ἔχῃ, πάλιν ὑποκλύσαι. Ἢν δὲ ὁ κάμνων χολώδης ᾖ τῇ φύσει καὶ ληφθῇ τῇ νούσω ἀκάθαρτος ἐὼν, πρὶν ἀναπτύεσθαι τὸ σίαλον χολῶδες, καὶ τῷ φαρμάκῳ καθῆραι χολὴν εὖ· ἐκπτύοντι δὲ ἤδη χολώδεα μὴ δίδου τὸ φάρμακον· ἢν γὰρ δῷς, τὸ πτύσμα οὐ δυνήσεται ἄνω ἀνιέναι, ἀλλ᾿ ἑβδομαῖος ἢ ἐνναταῖος ἀποπνιγήσεται· ἢν δὲ πρὸς τῇσιν ἐν τῇσι πλευρῇσιν ὀδύνῃσι καὶ τὰ ὑποχόνδρια ἀλγέῃ, ὑποκλύσαι δεῖ, καὶ πιέειν δοῦναι νήστει ἀριστολοχίαν καὶ ὕσσωπον καὶ κύμινον καὶ σίλφιον καὶ μήκωνα λευκὴν καὶ ἄνθος χαλκοῦ καὶ μέλι καὶ ὄξος καὶ ὕδωρ. Πρὸς μὲν τὰ φάρμακα οὕτω δεῖ ποιέεσθαι τὰς θεραπείας τὰς πρώτας· τὰ δ᾿ ἄλλα ὧδε ἔχει· λούειν πολλῷ θερμῷ πρὸς τὴν δύναμιν τοῦ κάμνοντος, πλὴν τῆς κεφαλῆς, καὶ ὁκόταν αἱ κρίσιες ὦσι, τὰ ὀδυνώμενα χλιαίνειν ὑγρῇσι πυρίῃσιν ὑπαλείφων ἐλαίῳ. Ὁκόταν δὲ καταιγίζωσιν αἱ νοῦσοι, ἡσυχάζειν καὶ τὸν κάμνοντα καὶ τὸν ἰητρὸν τῇσι θεραπείῃσιν, ὅκως μὴ κατεργάσηταί τι κακόν· πτισάνης δὲ χυλὸν κάθεφθον διδόναι, ὀλίγῳ παχύτερον, μελιχροποιέων. Μετὰ δὲ τὰ λουτρὰ καὶ οἶνον γλυκὺν ὑδαρέα προπίνειν, μὴ ψυχρὸν, ὀλίγον ἐκ βομβυλίου οὐκ εὐρυστόμου· καὶ ὁκόταν βῆχες ἐπίωσιν, ἐπιπίνειν καὶ χρέμπτεσθαι ὡς μάλιστα, καὶ τῷ ποτῷ ὑγραίνειν, ἵνα ὁ πλεύμων ὑγρότερος ἐὼν ῥᾷον καὶ θᾶσσον ἀποδιδῷ τὸ πτύσμα καὶ ἡ βὴξ ἧσσον πονέῃ· καὶ ῥοιῆς δὲ γλυκείης ἢ οἰνώδεος χυλὸν, γάλακτι αἰγείῳ ὀλίγῳ καὶ μέλιτι μιγνὺς, κατὰ σμικρὸν πολλάκις δίδου νύκτωρ τε καὶ μεθ᾿ ἡμέρην· καὶ ὕπνον δ᾿ ὡς μάλιστα διακωλύειν, ἵνα κάθαρσις γένηται θάσσων τε καὶ πλείων. Τὴν δὲ αἱματώδεα πλευρῖτιν θεραπεύειν χρὴ οὕτως· μετὰ δὲ τὰς κρίσιας ἀνακομίζειν σιτίοισι κούφοισι, καὶ ἡσυχάζειν, καὶ φυλάσσεσθαι περισσῶς ἡλίους, ἀνέμους, πλησμονὰς, ὀξέα, ἁλυκὰ, λιπαρὰ, καπνὸν, φύσας τὰς ἐν τῇ κοιλίῃ, πόνους, λαγνείας· ἢν γὰρ ἡ νοῦσος ὑποτροπιάσῃ, θάνατος ἕψεται. Ἐν δὲ τῇσι πτύσεσιν, ἢν ὀδύνη τε ἔχῃ καὶ μὴ δύνηται ἀποπτύειν, νήστει δίδου ἄνθος χαλκοῦ ὅσον κοτινάδα, καὶ ὀποῦ σιλφίου ἥμισυ, καὶ τριφύλλου καρποῦ ὀλίγον ἐν μέλιτι λείχειν· ἢ πεπέρεος κόκκους πέντε καὶ ὀποῦ σιλφίου ὅσον κύαμον, καὶ μέλι καὶ ὄξος καὶ ὕδωρ πίνειν χλιαρὸν νήστει δίδου· τοῦτο καὶ τὰς ὀδύνας παύει. Ἢν δὲ μὴ δύνηται πτύειν κατὰ λόγον, ἀλλ᾿ ἐνίσχηται αὐτῷ καὶ ῥέγχῃ ἐν τοῖσι στήθεσιν, ἄρου τοῦ μεγάλου ῥίζης χηραμίδα καὶ ἔλαιον σὺν μέλιτι μίξαι, ἐπιῤῥοφεῖν δὲ ὄξος κεκρημένον. Ἄλλο ἰσχυρόν· ἄνθος χαλκοῦ ὅσον κύαμον καὶ νίτρον ὀπτὸν διπλάσιον καὶ ὕσσωπον ὅσον τοῖσι τρισὶ δακτύλοισι λαβεῖν, μέλιτι μίξας, καὶ ὕδωρ καὶ ἔλαιον μικρὸν ἐπιστάξας, χλιάνας ἐν χηραμίδι, ἐγχέειν ἵνα μὴ ἀποπνιγῇ. Καὶ ἐν περιπλευμονίῃ, ἢν μὴ καθαίρηται, τοῦτο δεῖ ποιέειν. Ἢν δὲ μήτε ῥέγχῃ μήτε πτύῃ ὡς δεῖ, καππάριος καρποῦ ὅσον τοῖσι τρισὶ δακτύλοισι λαβεῖν, καὶ πέπερι καὶ νίτρον ὀλίγον καὶ μέλι καὶ ὄξος καὶ ὕδωρ μίξας τοῦτο χλιαρὸν ἐπιῤῥοφεῖν· τὴν δὲ ἄλλην ἡμέρην ὕσσωπον ἐν ὄξει καὶ μέλιτι καὶ ὕδατι ἀναζέσας ἐπιῤῥοφεῖν. Τοῦτο καὶ τοῖσι ῥέγχουσι διδόναι καὶ μὴ δυναμένοισι καθαίρεσθαι. Εἰ δὲ ἰσχυρότερον βούλοιο ποιέειν, ὑσσώπου καὶ νάπυος καὶ καρδάμου κόγχην ἢ χηραμίδα τρίψας ἐν μέλιτι καὶ ὕδατι, καὶ ἀναζέσας, καὶ διηθήσας, ἐπιῤῥοφεῖν χλιαρὸν δίδου. Οὕτω ταῦτα τὰ νουσήματα θεραπευθέντα ὑγιέα γίνεται, ἢν μή τι τοῦ πτύσματος ὑπολειφθὲν ἐν τῷ πλεύμονι πῦος γένηται, ὑφ᾿ οὗ βήσσουσι ξηρὰ βηχία, καὶ πῦρ καὶ φρίκη ἴσχει, καὶ ὀρθοπνοίη ἔχει, καὶ πυκνὸν καὶ ἀθρόον ἀναπνεῖ, καὶ ἡ φωνὴ βαρυτέρη ὀλίγῳ, καὶ εὐχροίη σὺν τῇ θέρμῃ τὸ πρόσωπον ἴσχει· προϊόντος δὲ τοῦ χρόνου, μᾶλλον καὶ ἡ νοῦσος σάφα δηλοῦται. Τοῦτον εἰ ἐντὸς τῶν δέκα ἡμερέων λάβοις, θερμήναντα χρὴ διαίτῃ καὶ λουτρῷ θερμῷ ἐγχέαι ἐς τὸν πλεύμονα ὅ τι πῦον ἄξει, καὶ τοῖσιν ἄλλοισι χρῆσθαι τοῖσι τὸ πῦον ἄγουσι, καὶ διαιτᾷν ὡς ἔμπυον, καὶ τὴν κεφαλὴν ἀποξηραίνειν, ἵνα μὴ ἐπιῤῥέῃ. Ἢν δ᾿ ἐν τῷ ἐγχύτῳ μὴ σήπηται καὶ ἀνάγηται τὸ πῦον, ῥήγνυται αὐτῷ ἐκ τοῦ πλεύμονος ἐς τὸν θώρηκα, καὶ μετὰ τὴν ῥῆξιν δοκέει ὑγιὴς εἶναι, ὅτι ἐκ τῆς στενοχωρίης ἐς τὴν εὐρυχωρίην ἦλθε τὸ πῦον, καὶ τὸ πνεῦμα ὃ ἀναπνέομεν ἕδρην ἔσχεν ἐν τῷ πλεύμονι· προϊόντος δὲ τοῦ χρόνου, τὰ στήθεα πύου πληροῦται, καὶ αἱ βῆχες καὶ οἱ πυρετοὶ καὶ τἄλλα ἀλγήματα πάντα μᾶλλον πιέζει αὐτὸν, καὶ ἡ νοῦσος διαδηλοῦται. Τοῦτον μετὰ τὴν ἔκρηξιν ἐᾶσαι δεῖ ἡμέρας πεντεκαίδεκα, ὅκως πάλιν πεπανθῇ τὸ πῦον· ἅτε γὰρ ἐς εὐρυχωρίην ἐλθὸν ἀνέψυξέ τε καὶ τὸ ὑπάρχον ὑγρὸν ἐν τῷ θώρηκι προσηγάγετο πρὸς ἑωυτὸ, ὥστε αὐτὸ ἡμισαπὲς εἶναι. Ἢν μὲν οὖν αὐτόματον ἄρξηται πτύεσθαι ἐν τούτῳ τῷ χρόνῳ, ἢ φαρμάκοισι τιμωρέειν ἢ ποτοῖσιν, ἐν δὲ τῇσι τελευταίῃσιν ἡμέρῃσι τῶν ἡμερέων τῶν πεντεκαίδεκα σπεύδειν ἀναστῆναι πρὶν μᾶλλον τρύχεσθαι τὸ σῶμα, φυλάσσων τὴν κεφαλὴν καθαρὴν τῶν ἐπιῤῥοῶν εἵνεκεν. Ἢν δὲ μὴ πτύηται, ἀποσημήνῃ δὲ ἐς τὰς πλευρὰς, ταμέειν ἢ καῦσαι. Ἢν δὲ μήτε πτύηται μήτε ἀποσημήνῃ ἐς τὰς πλευρὰς, λούσας πολλῷ καὶ θερμῷ νῆστιν καὶ ἄποτον, καθίσας ἐπὶ ἕδρης ἀκινήτου, ἕτερος μὲν τῶν ὤμων ἀναλαβέτω, αὐτὸς δὲ σεῖε τοῦτον, τὸ οὖς παραβάλλων πρὸς τὰς πλευρὰς, ἵν᾿ εἰδῇς ὁκοτέρωθεν ἀποσημαίνει· βούλου δὲ μᾶλλον πρὸς τὰ ἀριστερά· θανατωδέστερον γὰρ καίειν καὶ τάμνειν πρὸς τὰ δεξιά· ὁκόσῳ γὰρ ἰσχυρότερά ἐστι τὰ δεξιὰ, τόσῳ καὶ τὰ νουσήματα ἐν αὐτοῖσιν ἰσχυρότερα δείκνυται. Ἢν δὲ ὑπὸ πάχεος τὸ ὑγρὸν μὴ κλυδάζηται, μηδὲ ψόφος ᾖ ἐν τῷ στήθεϊ, πυκνὸν δὲ ἕλκῃ τὸ πνεῦμα καὶ οἱ πόδες ἐποιδέωσι, καὶ βήχιόν τι προσῇ, μὴ ἐξαπατάτω, ἀλλ᾿ εὖ ἴσθι πλήρη ἐόντα τὸν θώρηκα πύου· ἐς οὖν ἐρετριάδα γῆν ὑγρὴν καὶ λείην τετριμμένην καὶ χλιαρὴν ἐπιβάψας ὀθόνιον λεπτὸν, περικάλυψον κύκλῳ τὸν θώρηκα, καὶ ὅκου ἂν πρῶτον ξηραίνηται, ταύτῃ χρὴ τάμνειν ἢ καίειν ὡς ἐγγυτάτω τῶν φρενῶν, φυλασσόμενος αὐτῶν τῶν φρενῶν. Ἢν δὲ βούλῃ, ἀλείφων τῇ ἐρετριάδι, σκόπει ὁμοίως ὡς ἐν τῷ ὀθονίῳ, πολλοὶ δὲ ἅμα ἀλειφόντων, ἵνα μὴ τὰ πρῶτα ἀλειφόμενα ἀποξηραίνηται. Μετὰ δὲ τὴν τομὴν ἢ τὴν καῦσιν τῷ μοτῷ τῷ ἐκ τοῦ ὠμολίνου χρῶ, καὶ ἐξίει κατ᾿ ὀλίγον τὸ πῦον. Ὁκόταν δὲ μέλλῃς τάμνειν ἢ καίειν, ὑποσημαίνου τωὐτὸ σχῆμα ἔχοντα, ὅπερ ἂν μέλλῃς ἔχοντα καίειν ἢ τάμνειν, ἵνα μὴ ἐξαπατήσῃ ἀνωτέρω γενόμενον ἢ κατωτέρω τὸ δέρμα, ἐν τῇ μεταβολῇ τοῦ σχήματος· καὶ τὰς βῆχας φυλάσσειν ἐκ τῆς διαίτης, ὅκως μὴ ἀντισπάσουσι πάλιν ἐς τὸν πλεύμονα τὸ πῦον, κακὸν γὰρ, ἀλλ᾿ ὡς τάχιστα ὑποξηραίνεσθαι· ἐπειδὰν δὲ δωδεκαταῖος ᾖ, ἅπαν ἀφιέναι τὸ λοιπὸν πῦον, καὶ ἀπὸ τοῦ ὀθονίου μοτοῦν, καὶ ἀφιέναι δὶς τῆς ἡμέρης τὸ πῦον, καὶ τὴν ἄνω κοιλίην ἐκ τῆς διαίτης ὡς μάλιστα ξηραίνειν. Ὧδε χρὴ καὶ τὰς ἐκ τῶν τρωμάτων καὶ ἐκ περιπλευμονίης καὶ ἐκ καταῤῥοῶν μεγάλων ἐκπυήσιας, καὶ προσπεσόντος τοῦ πλεύμονος τῇσι πλευρῇσι σκοπεῖν καὶ θεραπεύειν.

[17] Ψυκτήρια δὲ τάδε δίδου ἐπὶ τοῖσι καύσοισι πίνειν, ὁκόταν βούλῃ· πολλὰ δὲ ἀπεργάζεται· τὰ μὲν γὰρ οὔρησιν ποιέει, τὰ δὲ διαχώρησιν, τὰ δὲ ἄμφω, τὰ δὲ οὐδέτερα, ἀλλὰ ψύχει μοῦνον ὡς ἄγγος ὕδατος ζέον, ἤν τις ἐπιχέῃ ψυχρὸν ὕδωρ ἢ ψυχρῷ αὐτὸ τὸ ἄγγος πνεύματι προσαγάγῃ· δίδου δὲ ἄλλα ἄλλοισιν· οὔτε γὰρ τὰ γλυκέα πᾶσι συμφέρει, οὔτε τὰ στρυφνὰ, οὔτε τὰ αὐτὰ πίνειν δύνανται. Τοῦτο μὲν, κηρίων ξηρῶν ὅσον δύο κοτύλας βρέχων ὕδατι καὶ ἀνατρίβων γευέσθω, ἕως ἂν ὑπόγλυκυ γένηται, εἶτα διηθήσας, σέλινα ἐμβαλὼν, δίδου πίνειν. Τοῦτο δὲ, λίνου καρποῦ ὀξύβαφον, ὕδατος κοτύλας δέκα ἐπιχέας, ἑψεῖν ἐν καινῇ χύτρῃ ἐπὶ ἀνθράκων ἄζεστον, ἵνα ἀναπνέῃ, ἕως ἂν ὁ χυλὸς ἁπτομένῳ λιπαρὸς γένηται. Τοῦτο δὲ, μελικρήτου ὑδαρέος καθεψήσας τὸ ἥμισυ λείπειν· ἔπειτα σέλινα ἐπιβαλὼν, τοῦτο ψυχρὸν κατ᾿ ὀλίγον δίδου. Τοῦτο δὲ, κριθὰς ἀχιλληΐδας κοτύλην αὐήνας, ἄρας τὸν ἀθέρα καὶ πλύνας εὖ, ἐπιχέας ὕδατος χοέα, ἕψει, καὶ τὸ ἥμισυ ἀπολείπων, ψύχων, δίδου πίνειν. Τοῦτο δὲ, Αἰθιοπικοῦ κυμίνου κοτύλης δέκατον μέρος, ἐπιχέας τρία ἡμιχόεα, ἕψε, πηλῷ τριχώδεϊ καταλείψας, ἄζεστον, ἕως τρίτον μέρος λείπῃς, καὶ ψύχων δίδου τοῦτο πρὸς πάντα καῦσον καὶ λοιπὸν πυρετόν. Τοῦτο δὲ, ὕδωρ οὐράνιον αὐτὸ καθ᾿ αὑτό. Τοῦτο δὲ, πτισάνης κοτύλην χοέα ὕδατος ἐπιχέας, λείπειν τὸ ἥμισυ ἑψῶν· ἔπειτα διηθήσας, σέλινα ἐπιβαλὼν, δίδου ψυχρόν. Τοῦτο δὲ, οἱ σταφίδιοι λευκοὶ οἶνοι ὑδαρέες. Τοῦτο δὲ, τρύγες στεμφυλίτιδες σταφιδευταῖαι ὑδαρέες. Τοῦτο δὲ, ἄσταφις λευκὴ ἄνευ γιγάρτων κοτύλη, καὶ πενταφύλλου ῥιζέων χεῖρα πλέην φλάσας, εἴκοσι κοτύλας ὕδατος ἐπιχέας, ἀφεψήσας καὶ τὸ ἥμισυ λείπων, δίδου ψυχρὸν κατ᾿ ὀλίγον. Τοῦτο δὲ, κρίμνων κριθέων ἁδρῶν ἡμιχοίνικον, ὕδατος χοέα ἐπιχέας, ὁκόταν ἤδη ἀνοιδέῃ τὰ κρίμνα, τρίβειν τῇσι χερσὶν ἕως ἂν λευκὸν τὸ ὕδωρ γένηται, καὶ ἀδιάντου δραχμίδα ἐμβαλὼν, ἀπαιθριάσας δίδου. Τοῦτο δὲ, ὠῶν τὸ λευκὸν τριῶν ἢ τεσσάρων κατακυκῶν ἐν ὕδατος χοῒ πινέτω· τοῦτο ψύχει σφόδρα καὶ τὴν κοιλίην ὑπάγει· ἢν δὲ δοκέῃ μᾶλλον ὑπάγειν, τὴν λινόζωστιν προσκατακύκα. Τοῦτο δὲ, ἡμιχοίνικον καχρύων εὖ ἀποπλύνας, ἐν ὕδατος χοῒ ζέσας δὶς ἢ τρὶς, ψυχρὸν δίδου. Τοῦτο δὲ, πτισάνης χυλὸν κάθεφθον λεπτὸν καὶ οἶνον γλυκὺν δίδου· τοῦτο οὐκ ἄγει. Τοῦτο δὲ, σικύου πέπονος ἄνευ τοῦ δέρματος πάλης, ἐφ᾿ ὕδατι· τοῦτο οὐρέεται καὶ ψύχει καὶ τὴν δίψαν παύει. Τοῦτο δὲ, ὀρόβους ἐν ὕδατι προεψήσας, εἶτα χύτρην καινὴν ἐν χύτρῃ μείζονι θεὶς πλέῃ ὕδατος, ἐπιχέας ἕτερον ὕδωρ τοῖσιν ὀρόβοισιν, ἕψε ὀλίγον χρόνον, εἶτα ἀποχέας τὸ τρίτον μέρος, ἐπειδὰν κάθεφθοι ἔωσιν οἱ ὄροβοι, ψύξας δίδου, κατὰ κύαθον ἐπιπάσσων τῆς τοῦ σικύου πάλης τὴν ἐκ τῶν ὀρόβων πάλην· τοῦτο δὲ βεβαίως δίψαν παύει. Τοῦτο δὲ, Θάσιον οἶνον παλαιὸν, πέντε καὶ εἴκοσιν ὕδατος καὶ ἕνα οἴνου δίδου. Τοῦτο δὲ, τρίφυλλον, τὸ σικυῶδες ἐν ὕδατι καὶ κρίμνα κριθέων βρέχων δίδου. Τοῦτο δὲ, σέλινα, ὅσον τρὶς τῇ χειρὶ περιλαβεῖν, καὶ γλήχους δραχμίδας δύο ἑψῶν ἐν ὄξους κοτύλῃσι δέκα ἕως τρίτον μέρος λείπῃς· τοῦτο μέλιτι καὶ ὕδατι κεραννὺς ὑδαρὲς πινέτω, ἀδιάντου δραχμίδα ἐμβαλών· τοῦτο οὖρον ἄγει καὶ τὴν κοιλίην λύει. Τοῦτο δὲ, μῆλα εὐώδεα γλυκέα φλάσας, καὶ ἐν ὕδατι ἀποβρέξας, δίδου πίνειν τὸ ὕδωρ. Τοῦτο δὲ, μῆλα κυδώνια ὡσαύτως, ἢν ἡ κοιλίη λελυμένη ᾖ, ἐν πυρετῷ καυσώδεϊ. Ἰκτέρου δὲ ἐπιλαβόντος, ἀστάφιδος λευκῆς ἄνευ γιγάρτων καὶ ἐρεβίνθων λευκῶν, ἡμικοτύλιον ἀμφοτέρων, καὶ κριθέων ἀχιλληΐδων ἴσον, καὶ κνίκου ἴσον, ὕδατος κοτύλας δέκα, καὶ σέλινα, καὶ μίνθην, καὶ κορίανον, ὀλίγον ἑκάστου ἀνατρίβειν, ἕως ἂν ἠρέμα γλυκανθῇ, καὶ ἀδιάντου δραχμίδα ὕστερον ἐμβαλὼν, αἰθριήσας δίδου. Τοῦτο δὲ καὶ τὰ τούτοισιν ὅμοια μιμέεσθαι· πάντα δὲ τῷ πυρέσσοντι ᾐθριασμένα δίδου, πλὴν οἷσιν αἱ κοιλίαι μᾶλλον τοῦ δέοντος ῥέουσιν. Τοῦτο δὲ, γλήχους δραχμίδας τρεῖς, σελίνου διπλάσιον, ἐν οἴνῳ κεκρημένῳ ἑψῶν δίδου· τοῦτο καὶ οὐρέεται καὶ διὰ τῆς κοιλίης χολὴν ἄγει.


Περὶ Γονῆς, Περὶ Φύσεως Παιδίου, Περὶ Νόσων Δ᾿

ΠΕΡΙ ΓΟΝΗΣ.
ΠΕΡΙ ΦΥΣΙΟΣ ΠΑΙΔΙΟΥ.
ΠΕΡΙ ΝΟΥΣΩΝ ΤΟ ΤΕΤΑΡΤΟΝ.

[1] Νόμος μὲν πάντα κρατύνει· ἡ δὲ γονὴ τοῦ ἀνδρὸς ἔρχεται ἀπὸ παντὸς τοῦ ὑγροῦ τοῦ ἐν τῷ σώματι ἐόντος τὸ ἰσχυρότατον ἀποκριθέν· τούτου δὲ ἱστόριον τόδε, ὅτι ἀποκρίνεται τὸ ἰσχυρότατον, ὅτι ἐπὴν λαγνεύσωμεν σμικρὸν οὕτω μεθέντες, ἀσθενέες γινόμεθα. Ἔχει δὲ οὕτω· φλέβες καὶ νεῦρα ἀπὸ παντὸς τοῦ σώματος τείνουσιν ἐς τὸ αἰδοῖον, οἷσιν ὑποτριβομένοισι καὶ θερμαινομένοισι καὶ πληρευμένοισιν ὥσπερ κνησμὸς ἐμπίπτει καὶ τῷ σώματι παντὶ ἡδονὴ καὶ θέρμη ἐκ τούτου παραγίνεται· τριβομένου δὲ τοῦ αἰδοίου καὶ τοῦ ἀνθρώπου κινευμένου, τὸ ὑγρὸν θερμαίνεται ἐν τῷ σώματι καὶ διαχέεται καὶ κλονέεται ὑπὸ τῆς κινήσιος καὶ ἀφρέει, καθάπερ καὶ τἄλλα ὑγρὰ ξύμπαντα κλονεύμενα ἀφρέει· οὕτω δὲ κἀν τῷ ἀνθρώπῳ ἀποκρίνεται ἀπὸ τοῦ ὑγροῦ ἀφρέοντος τὸ ἰσχυρότατον καὶ πιότατον, καὶ ἔρχεται εἰς τὸν νωτιαῖον μυελόν· τείνουσι γὰρ ἐς τοῦτον ἐκ παντὸς τοῦ σώματος, καὶ διαχέει ἐκ τοῦ ἐγκεφάλου εἰς τὴν ὀσφὺν καὶ ἐς πᾶν τὸ σῶμα καὶ ἐς τὸν μυελὸν, καὶ ἐξ αὐτοῦ τείνουσιν ὁδοὶ, ὥστε καὶ ἐπιέναι τοῦ ὑγροῦ ἐς αὐτὸν καὶ ἀποχωρέειν. Ἐπὴν δὲ ἔλθῃ ἐς τοῦτον τὸν μυελὸν ἡ γονὴ, χωρέει παρὰ τοὺς νεφρούς· ταύτῃ γὰρ ἡ ὁδός ἐστι διὰ φλεβῶν, κἢν οἱ νεφροὶ ἑλκωθῶσιν, ἔστιν ὅτε καὶ αἷμα ξυμφέρεται· παρὰ δὲ τῶν νεφρῶν ἔρχεται διὰ τῶν ὀρχίων μεσάτων ἐς τὸ αἰδοῖον· καὶ χωρέει οὐχ ὅπη τὸ οὖρον, ἀλλά οἱ ἄλλη ὁδός ἐστιν αὐτῆς ἐχομένη. Καὶ οἱ ἐξονειρώσσοντες διὰ τάδε ἐξονειρώσσουσιν· ἐπὴν τὸ ὑγρὸν ἐν τῷ σώματι διακεχυμένον ἔῃ καὶ διάθερμον, εἴτε ὑπὸ ταλαιπωρίης, εἴτε καὶ ὑπὸ ἄλλου τινὸς, ἀφρέει· καὶ ἀποκρινομένου ἀπ᾿ αὐτοῦ ὁρᾷν παρίσταται οἷάπερ ἐν τῇ λαγνείῃ· ἔχει γὰρ τὸ ὑγρὸν τοῦτο ὅπερ λαγνεύοντι· ἀλλ᾿ οὔ μοι περὶ ὀνειρωσσόντων καὶ παντὸς τοῦ νοσήματος τί ἐστὶ, καὶ ὁκόσα ἐργάζεται, καὶ διότι πρὸ λαγνείης. Καὶ ταῦτα μὲν ἐς τοῦτό μοι εἰρέαται.

[2] Οἱ δὲ εὐνοῦχοι διὰ ταῦτα οὐ λαγνεύουσιν, ὅτι σφέων ἡ δίοδος ἀμαλδύνεται τῆς γονῆς· ἔστι γὰρ δι᾿ αὐτῶν τῶν ὀρχίων ἡ ὁδός· καὶ νεῦρα τείνει λεπτὰ καὶ πυκνὰ ἐς τὸ αἰδοῖον ἐκ τῶν ὀρχίων, οἷσιν ἀείρεται καὶ καθίεται, καὶ ταῦτα ἐν τῇ τομῇ ἀποτέμνεται, διὸ οὐχ ὑπάρχουσιν οἱ εὐνοῦχοι χρηστοί· τῶν δὲ τάδε ἐκτριβέντων ἡ ὁδὸς τῆς γονῆς ἐμπέφρακται· πωροῦνται γὰρ οἱ ὄρχιες· καὶ τὰ νεῦρα σκληρὰ καὶ μωρὰ γενόμενα ὑπὸ τοῦ πώρου οὐ δύναται τείνειν καὶ χαλᾷν. Ὁκόσοι δὲ παρ᾿ οὖς τετμημένοι εἰσὶν, οὗτοι λαγνεύουσι μὲν καὶ ἀφιᾶσιν, ὀλίγον δὲ καὶ ἀσθενὲς καὶ ἄγονον· χωρέει γὰρ τὸ πλεῖστον τοῦ γόνου ἀπὸ τῆς κεφαλῆς παρὰ τὰ οὔατα ἐς τὸν νωτιαῖον μυελόν· αὕτη δὲ ἡ δίοδος ὑπὸ τῆς τομῆς οὐλῆς γενομένης στερεὴ γέγονεν. Τοῖσι δὲ παισὶ λεπτὰ τὰ φλέβια ἐόντα καὶ πληρευμένα κωλύει τὴν γονὴν ἰέναι, καὶ ὁ κνησμὸς οὐχ ὁμοίως παραγίνεται· διὰ ταῦτα οὐδὲ κλονέεται ἐν τῷ σώματι τὸ ὑγρὸν ἐς ἀπόκρισιν τῆς γονῆς· καὶ τῇσι παρθένοισι, μέχρις ἂν νέαι ἔωσιν, οὐ χωρέει τὰ καταμήνια δι᾿ αἴτιον τωὐτό. Ἐπὴν δὲ αὔξωνται καὶ παρθένος καὶ παῖς, αἱ φλέβες αἱ ἐς τὸ αἰδοῖον τείνουσαι τοῦ παιδὸς καὶ τῆς παρθένου ἐπὶ τὰς μήτρας εὔροαι γίνονται ὑπὸ τῆς αὔξης καὶ στομοῦνται, καὶ ὁδὸς καὶ δίοδος διὰ στενῶν γίνεται, καὶ τὸ ὑγρὸν κλόνησιν τότε ἴσχει, εὐρυχωρίη γάρ οἱ τότε γίνεται ἔνθα κλονήσεται· καὶ τῷ παιδὶ χωρέει, ἐπὴν ἁδρὸς ἔῃ, διὰ τόδε, καὶ τῇ παρθένῳ τὰ καταμήνια. Ταῦτα δέ μοι οὕτως ἀποπέφανται.

[3] Τὴν δὲ γονήν φημι ἀποκρίνεσθαι ἀπὸ παντὸς τοῦ σώματος, καὶ ἀπὸ τῶν στερεῶν καὶ ἀπὸ τῶν μαλθακῶν, καὶ ἀπὸ τοῦ ὑγροῦ παντὸς τοῦ ἐν τῷ σώματι. Εἰσὶ δὲ τέσσαρες ἰδέαι τοῦ ὑγροῦ, αἷμα, χολὴ, ὕδωρ καὶ φλέγμα. Τοσαύτας γὰρ ἰδέας ἔχει ξυμφυέας ὁ ἄνθρωπος ἐν ἑωυτῷ, καὶ ἀπὸ τουτέων αἱ νοῦσοι γίνονται· δεδήλωται δέ μοι καὶ περὶ τουτέων, καὶ διότι ἐκ τουτέων αἱ νοῦσοι γίνονται ἢ αἱ ἐκ νούσων διακρίσιες. Καὶ ταῦτα μὲν εἰρέαταί μοι περὶ γονῆς, ὁκόθεν γίνεται καὶ ὅκως καὶ διότι, καὶ οἷσιν οὐ γίνεται ἡ γονὴ καὶ διότι οὐ γίνεται, καὶ περὶ καταμηνίων παρθένων.

[4] Τῇσι δὲ γυναιξί φημι ἐν τῇ μίξει τριβομένου τοῦ αἰδοίου καὶ τῶν μητρέων κινευμένων, ὥσπερ κνησμὸν ἐμπίπτειν ἐς αὐτὰς καὶ τῷ ἄλλῳ σώματι ἡδονὴν καὶ θέρμην παρέχειν. Μεθίει δὲ καὶ ἡ γυνὴ ἀπὸ τοῦ σώματος ὁτὲ μὲν ἐς τὰς μήτρας, αἱ δὲ μῆτραι ἰκμαλέαι γίνονται, ὁτὲ δὲ καὶ ἔξω, ἢν χάσκωσιν αἱ μῆτραι μᾶλλον τοῦ καιροῦ. Καὶ ἥδεται, ἐπὴν ἄρξηται μίσγεσθαι, διὰ παντὸς τοῦ χρόνου, μέχρις ἂν αὐτὴν μεθιῇ ὁ ἀνήρ· κἢν μὲν ὀργᾷ ἡ γυνὴ μίσγεσθαι, πρόσθεν τοῦ ἀνδρὸς ἀφίει, καὶ τὸ λοιπὸν οὐκ ἔτι ὁμοίως ἥδεται ἡ γυνή· ἢν δὲ μὴ ὀργᾷ, συντελέει τῷ ἀνδρὶ ἡδομένη· καὶ ἔχει οὕτως ὥσπερ εἴ τις ἐπὶ ὕδωρ ζέον ἕτερον ψυχρὸν ἐπιχέει, παύεται τὸ ὕδωρ ζέον· οὕτω, καὶ ἡ γονὴ πεσοῦσα τοῦ ἀνδρὸς ἐς τὰς μήτρας σβέννυσι τὴν θέρμην καὶ τὴν ἡδονὴν τῆς γυναικός. Ἐξαΐσσει δὲ ἡ ἡδονὴ καὶ ἡ θέρμη ἅμα τῇ γονῇ πιπτούσῃ ἐς τὰς μήτρας, ἔπειτα λήγει· ὥσπερ εἴ τις ἐπὶ φλόγα οἶνον ἐπιχέει, συμβαίνει πρῶτα μὲν ἐξαΐσσειν τὴν φλόγα καὶ αὔξεσθαι δι᾿ ὀλίγου πρὸς τὴν ἐπίχυσιν τοῦ οἴνου, ἔπειτα λήγειν, ὡσαύτως δὲ καὶ τῇ γυναικὶ ἡ θέρμη ἐξαΐσσει πρὸς τὴν γονὴν τοῦ ἀνδρὸς, ἔπειτα λήγει. Ἧσσον δὲ πολλῷ ἥδεται ἡ γυνὴ τοῦ ἀνδρὸς ἐν τῇ μίξει, πλείονα δὲ χρόνον ἢ ὁ ἀνήρ· διότι δὲ μᾶλλον ὁ ἀνὴρ ἥδεται, ἀποκρίνεται αὐτῷ ἐξαπίνης ἀπὸ τοῦ ὑγροῦ ἀπὸ ταραχῆς ἰσχυροτέρης ἢ τῇ γυναικί. Ἔχει δὲ καὶ τόδε οὕτω τῇσι γυναιξίν· ἢν μὲν μίσγωνται ἀνδράσι, μᾶλλον ὑγιαίνουσιν· ἢν δὲ μὴ, ἧσσον· ἅμα μὲν γὰρ αἱ μῆτραι ἰκμαλέαι γίνονται ἐν τῇ μίξει καὶ οὐ ξηραὶ, ξηραὶ δὲ ἐοῦσαι μᾶλλον τοῦ καιροῦ συστρέφονται ἰσχυρῶς, συστρεφόμεναι δὲ ἰσχυρῶς πόνον τῷ σώματι παρέχουσιν· ἅμα δὲ ἡ μίξις τὸ αἷμα θερμαίνουσα καὶ ὑγραίνουσα ποιέει ὁδὸν ῥηϊτέρην τοῖσι καταμηνίοισι· τῶν δὲ καταμηνίων μὴ χωρεόντων τὰ σώματα τῶν γυναικῶν ἐπίνοσα γίνεται· διότι δὲ γίνεται ἐπίνοσα, εἰρήσεταί μοι ἐν τῇσι γυναικείῃσι νούσοισιν. Καὶ ταῦτα μέν μοι εἰρέαται ἐς τοῦτο.

[5] Ἐπὴν δὲ μιχθῇ ἡ γυνὴ, ἢν μὲν μὴ μέλλῃ λήψεσθαι πρὸς ἑωυτὴν, πρὸς τῷ ἔθει χωρέει ἔξω ἡ γονὴ ἀπ᾿ ἀμφοτέρων, ὁκόταν ἡ γυνὴ ἐθελήσῃ· ἢν δὲ μέλλῃ λήψεσθαι, οὐ χωρέει ἔξω, ἀλλ᾿ ἐμμένει ἐν τῇσι μήτρῃσιν ἡ γονή. Αἱ γὰρ μῆτραι δεξάμεναι καὶ μύσασαι ἔχουσιν ἐν ἑωυτῇσιν, ἅτε εἰλυσπασθέντος τοῦ στόματος ὑπὸ τῆς ἰκμάδος, καὶ μίσγεται ὁμοῦ τό τε ἀπὸ τοῦ ἀνδρὸς ἐλθὸν καὶ τὸ ἀπὸ τῆς γυναικός· καὶ ἢν ἡ γυνὴ τόκων ἔμπειρος ἔῃ καὶ ἐννοήσῃ ὁκόταν ἡ γονὴ μὴ ἐξέλθῃ, ἀλλ᾿ ἐμμείνῃ, εἰδήσει ᾗ ἡμέρῃ ἔλαβεν πρὸς ἑωυτήν.

[6] Ἔχει δὲ οὕτω καὶ τόδε· ὁτὲ μὲν ἰσχυρότερόν ἐστι τὸ μεθιέμενον ἀπὸ τῆς γυναικὸς, ὁτὲ δὲ ἀσθενέστερον· καὶ τὸ ἀπὸ τοῦ ἀνδρὸς ὡσαύτως· καὶ ἔστι καὶ ἐν τῷ ἀνδρὶ τὸ θῆλυ σπέρμα καὶ τὸ ἄρσεν, καὶ ἐν τῇ γυναικὶ ὁμοίως· ἰσχυρότερον δέ ἐστι τὸ ἄρσεν τοῦ θήλεος· ἀνάγκη γὰρ ἀπὸ ἰσχυροτέρου σπέρματος γίνεσθαι. Ἔχει δὲ καὶ τόδε οὕτω· ἢν μὲν ἀπ᾿ ἀμφοτέρων τὸ σπέρμα ἰσχυρότερον ἔλθῃ, ἄρσεν γίνεται· ἢν δὲ ἀσθενὲς, θῆλυ· ὁκότερον δ᾿ ἂν κρατήσῃ κατὰ πλῆθος, ἐκεῖνο καὶ γίνεται· ἢν γὰρ πολλῷ πλέον τὸ ἀσθενὲς σπέρμα ᾖ τοῦ ἰσχυροτέρου, κρατέεται τὸ ἰσχυρὸν καὶ μιχθὲν τῷ ἀσθενεῖ ἐς θῆλυ περιηνέχθη· ἢν δὲ πλέον ἔῃ τὸ ἰσχυρὸν τοῦ ἀσθενέος, κρατηθῇ τε τὸ ἀσθενὲς, ἐς ἄρσεν περιηνέχθη. Ὥσπερ εἴ τις κηρὸν καὶ στέαρ μίξας ὁμοῦ, πλέον ποιήσας τὸ στέαρ, τήξειε πρὸς πυρὶ, μέχρι μὲν ὑγρὸν ἔῃ, οὐ διάδηλον γίνεται τὸ κρατέον· ἐπὴν δὲ παγῇ, τότ᾿ ἐμφανὲς γίνεται, ὅτι κρατέει τὸ στέαρ τοῦ κηροῦ κατὰ πλῆθος· οὕτως ἔχει καὶ τοῦ ἄρσενος καὶ τοῦ θήλεος τῆς γονῆς.

[7] Ξυμβάλλεσθαι δὲ παρέχει ὅτι καὶ ἐν τῇ γυναικὶ καὶ ἐν τῷ ἀνδρὶ ἔστι γόνος καὶ θήλεος καὶ ἄρσενος τοῖσιν ἐμφανέσι γινομένοισι· πολλαὶ γὰρ γυναῖκες ἤδη ἐθηλυτόκησαν παρ᾿ ἀνδράσιν ἰδίοις, παρὰ δὲ ἑτέρους ἄνδρας ἐλθοῦσαι ἐκουροτόκησαν· καὶ οἱ ἄνδρες οἱ αὐτοὶ κεῖνοι παρ᾿ οἷσιν ἐθηλυτόκεον αἱ γυναῖκες, ἑτέρων γυναικῶν ἐς μίξιν ἀφικόμενοι, ἄρσενα γόνον ἐποίησαν, καὶ οἷσιν ἄρσην γόνος ἐγίνετο, ἐς ἑτέρας γυναῖκας μιχθέντες θῆλυν γόνον ἐποίησαν. Οὗτος ὁ λόγος ἐρέει καὶ τὸν ἄνδρα καὶ τὴν γυναῖκα ἔχειν καὶ θῆλυν γόνον καὶ ἄρσενα· παρὰ μὲν γὰρ τοῖσιν ἐθηλυτόκεον, ἐκρατέετο τὸ ἰσχυρότερον, πλέονος γενομένου τοῦ ἀσθενέος, καὶ ἐγένετο θήλεα· παρὰ δὲ τοῖσιν ἐκουροτόκεον, ἐκράτεε τὸ ἰσχυρότερον, καὶ ἐγένετο ἄρσενα· χωρέει δὲ οὐκ ἀεὶ τοῦτο ἀπὸ τοῦ αὐτέου ἀνδρὸς ἰσχυρὸν, οὐδὲ ἀσθενὲς ἀεὶ, ἀλλ᾿ ἄλλοτε ἀλλοῖον. Καὶ τῆς γυναικὸς οὕτως ἔχει· ὡς μὴ θαυμάζειν τὰς αὐτὰς γυναῖκας καὶ τοὺς αὐτοὺς ἄνδρας γόνον καὶ ἄρσενα καὶ θῆλυν ποιέειν. Ἔχει δὲ καὶ τοῖσι κτήνεσιν οὕτω τὰ περὶ γονῆς θήλεος καὶ ἄρσενος.

[8] Καὶ ἐν αὐτῇφι τῇ γονῇ ἐξέρχεται καὶ τῆς γυναικὸς καὶ τοῦ ἀνδρὸς ἀπὸ παντὸς τοῦ σώματος, καὶ ἀπὸ τῶν ἀσθενέων ἀσθενὴς καὶ ἀπὸ τῶν ἰσχυρῶν ἰσχυρή· καὶ τῷ τέκνῳ οὕτως ἐστὶν ἀνάγκη ἀποδίδοσθαι. Καὶ ὁκόθεν ἂν τοῦ σώματος τοῦ ἀνδρὸς πλέον ἔλθῃ ἐς τὴν γονὴν ἢ τῆς γυναικὸς, κεῖνο κάλλιον ἔοικε τῷ πατρί· ὁκόθεν ἂν δὲ πλέον ἔλθῃ ἀπὸ τῆς γυναικὸς τοῦ σώματος, κεῖνο κάλλιον ἔοικε τῇ μητρί. Ἔστι δὲ οὐκ ἀνυστὸν πάντα τῇ μητρὶ ἐοικέναι, τῷ δὲ πατρὶ μηδὲν, ἢ τὸ ἐναντίον τούτου, οὐδὲ μηδετέρῳ ἐοικέναι μηδέν· ἀλλ᾿ ἀμφοτέροισιν ἀνάγκη τίς ἐστιν ἐοικέναι τινὶ, εἴπερ ἄρα ἀπ᾿ ἀμφοτέρων τῶν σωμάτων τὸ σπέρμα χωρέει ἐς τὸ τέκνον. Ὁκότερος δ᾿ ἂν πλέον ξυμβάληται ἐς τὸ ἐοικέναι καὶ ἀπὸ πλεόνων χωρίων τοῦ σώματος, κείνῳ τὰ πλείονα ἔοικε· καὶ ἔστιν ὅτε θυγάτηρ γενομένη τὰ πλείονα ἔοικε κάλλιον τῷ πατρὶ ἢ τῇ μητρὶ, καὶ κοῦρος γενόμενος ἔστιν ὅτε κάλλιον ἔοικε τῇ μητρὶ ἢ τῷ πατρί. Καὶ ταῦτά μοι καὶ τοσαῦτα ἐστὶν ἱστόρια τῷ προτέρῳ λόγῳ, ὅτι ἔνεστι καὶ ἐν τῇ γυναικὶ καὶ ἐν τῷ ἀνδρὶ καὶ κουρογονίη καὶ θηλυγονίη.

[9] Γίνεται δὲ καὶ τόδε· ἔστιν ὅτε τὰ τέκνα λεπτὰ καὶ ἀσθενέα γίνεται, ἐκ πατρὸς καὶ μητρὸς παχέων τε καὶ ἰσχυρῶν ἐόντων· κἢν μὲν πολλῶν ἤδη γενομένων τῶν παιδίων τοιοῦτον γένηται, δῆλον ὅτι ἐν τῇσι μήτρῃσιν ἐνόσησε τὸ ἔμβρυον, καὶ ἀπὸ τῆς μητρὸς, εἰ τῆς αὔξης αὐτοῦ ἔξω παρῄει, τῶν μητρέων χανουσέων μᾶλλον, καὶ διὰ τοῦτο ἀσθενὲς ἐγένετο· νοσέει δὲ τῶν ζώων ἕκαστον κατὰ τὴν ἰσχὺν ἑωυτοῦ. Ἢν δὲ πάντα τὰ γενόμενα παιδία ἀσθενέα ἔῃ, αἱ μῆτραι αἴτιαί εἰσι, στενότεραι ἐοῦσαι τοῦ καιροῦ· ἢν γὰρ μὴ ἔχῃ εὐρυχωρίην ἔνθα τὸ ἔμβρυον θρέψεται, ἀνάγκη ἐστὶν αὐτὸ λεπτὸν γενέσθαι, ἅτε οὐκ ἔχον τῇ αὔξῃ τὴν αὐτὴν εὐρυχωρίην· ἢν δὲ ἔχῃ εὐρυχωρίην καὶ μὴ νοσήσῃ, ἐπιεικές ἐστι μεγάλων τοκέων μέγα τέκνον γενέσθαι. Ἔχει δὲ οὕτως, ὥσπερ εἴ τις σίκυον ἤδη ἀπηνθηκότα, ἐόντα δὲ νεογνὸν καὶ προσεόντα τῷ σικυηλάτῳ, θείη ἐς ἀρυστῆρα, ἔσται τοῦ ἀρυστῆρος τῷ κοίλῳ ἴσος καὶ ὅμοιος· ἢν δέ τις ἐς ἄγγος θῇ μέγα, ὅ τι ἐπιεικές ἐστι σίκυον χαδέειν, ἀλλὰ μὴ πολλῷ κάρτα μέζον τῆς φύσιος τοῦ σικύου, ἴσος ἔσται ὁ σίκυος τοῦ ἄγγεος τῷ κοίλῳ καὶ ὅμοιος· ἐρίζει γὰρ ἐν τῇ αὔξῃ τῷ κοίλῳ τοῦ ἄγγεος. Σχεδὸν δὲ εἰπεῖν καὶ πάντα τὰ φυόμενα οὕτως ἔχει, ὅκως ἄν τις καταναγκάσῃ αὐτά. Οὕτω δὴ καὶ τῷ παιδίῳ, ἢν μὲν εὐρυχωρίη οἱ ἔῃ ἐν τῇ αὔξῃ, μέζον γίνεται· ἢν δὲ στενοχωρίη, ἔλασσον.

[10] Τὸ δὲ πηρωθὲν ἐν τῇσι μήτρῃσι παιδίον φημὶ αὐτὸ ἢ φλασθὲν πηρωθῆναι τῆς μητρὸς πληγείσης κατὰ τὸ ἔμβρυον, ἢ πεσούσης, ἢ ἄλλου τινὸς βιαίου παθήματος προσγενομένου τῇ μητρί· ἢν δὲ φλασθῇ, ταύτῃ πηροῦται τὸ παιδίον· ἢν δὲ μᾶλλον φλασθῇ τὸ ἔμβρυον, τοῦ ὑμένος ῥαγέντος τοῦ περιέχοντος αὐτὸ, φθείρεται τὸ ἔμβρυον· ἢ ἑτέρῳ τρόπῳ τοιῷδε πηροῦται τὰ παιδία, ἐπὴν ἐν τῇσι μήτρῃσι κατὰ τὸ χωρίον καθ᾿ ὅ τι καὶ ἐπηρώθη στενὸν ἔῃ, ἀνάγκη ἐν στενῷ κινευμένου τοῦ σώματος πηροῦσθαι κατ᾿ ἐκεῖνο τὸ χωρίον· ὥσπερ καὶ τῶν δένδρων ἅσσα ἐν τῇ γῇ ἐόντα μὴ ἔχει εὐρυχωρίην, ἀλλ᾿ ὑπὸ λίθου ἢ ὑπό τευ ἄλλου ἀποληφθῇ, ἀνατέλλον σκολιὸν γίνεται, ἢ τῇ μὲν παχὺ, τῇ δὲ λεπτόν· οὕτω δὴ ἔχει καὶ τὸ παιδίον, ἢν ἐν τῇσι μήτρῃσι κατά τι τοῦ σώματος στενότερον ἔῃ τὸ ἕτερον τοῦ ἑτέρου.

[11] Ὅτι δὲ, πεπηρωμένων ἀνθρώπων, ὑγιέα γίνονται τὰ παιδία, ὡς ἐπὶ τὸ πλεῖστον συμβαίνει· ἔχει γὰρ τὸν ἀριθμὸν πάντα τὸ πεπηρωμένον τῷ ὑγιεῖ· ἐπὴν δέ τί οἱ νόσημα προσπέσῃ καὶ τοῦ ὑγροῦ αὐτοῦ, ἀφ᾿ οὗ τὸ σπέρμα γίνεται, τέσσαρες ἰδέαι ἐοῦσαι, ὁκόσαι ἐν φύσει ὑπῆρξαν, τὴν γονὴν οὐχ ὅλην παρέχουσιν, ἀσθενέστερον δὲ τὸ κατὰ τὸ πεπηρωμένον, οὐ θαῦμα δέ μοι δοκέει εἶναι καὶ πηρωθῆναι, καθάπερ ὁ τοκεύς. Ταῦτα δέ μοι ἐς τοῦτο εἰρέαται· ἀναβήσομαι δ᾿ αὖθις ὀπίσω ἐς τὸν λόγον ὃν ἔλεγον.

[12] Ἢν ἡ γονὴ μείνῃ ἀπ᾿ ἀμφοῖν ἐν τῇσι μήτρῃσι τῆς γυναικὸς, πρῶτον μὲν μίσγεται ὁμοῦ, ἅτε τῆς γυναικὸς οὐκ ἀτρεμεούσης, καὶ ἀθροίζεται καὶ παχύνεται θερμαινομένη. Ἔπειτα πνεῦμα ἴσχει, ἅτε ἐν θερμῷ ἐοῦσα, ἔπειτα τῆς μητρὸς πνεούσης, ἔπειτα δὲ τοῦ πνεύματος ὅταν πλησθῇ, ὁδόν οἱ αὐτὸ ἑωυτῷ ἔξω ποιέει κατὰ μέσον τῆς γονῆς, ᾗ τὸ πνεῦμα ἔξεισιν· ὅταν δὲ ὁδὸς γένηται τῷ πνεύματι ἔξω θερμῷ ἐόντι, αὖθις ἕτερον ψυχρὸν εἰσπνέει ἀπὸ τῆς μητρός· καὶ τοῦτο ποιέει διὰ παντὸς τοῦ χρόνου. Θερμαίνεται μὲν γὰρ ἅτε ἐν θερμῷ ἐοῦσα· ψυχρὸν δὲ ἴσχει ἀπὸ τῆς μητρὸς πνεούσης· πάντα δὲ ὁκόσα θερμαίνεται πνεῦμα ἴσχει. Τὸ δὲ πνεῦμα ῥήγνυσι καὶ ποιέει οἱ ὁδὸν αὐτὸ ἑωυτῷ καὶ χωρέει ἔξω· αὐτὸ δὲ τὸ θερμαινόμενον ἕλκει ἐς ἑωυτὸ αὖθις ἕτερον πνεῦμα ψυχρὸν διὰ τῆς ῥαγῆς, ἀφ᾿ οὗ τρέφεται. Τοῦτο δὲ γίνεται καὶ ἐπὶ τῶν ξύλων καὶ ἐπὶ τῶν φύλλων καὶ βρωτῶν καὶ ποτῶν ὁκόσα θερμαίνεται ἰσχυρῶς. Ἐννοῆσαι δὲ παρέξει ξύλα καιόμενα· ἅπαντα μὲν γὰρ τὰ ξύλα ποιήσει τοῦτο, μάλιστα δὲ τὰ ὑπόχλωρα· μεθίησι γὰρ κατὰ τὴν τομὴν πνεῦμα· τὸ δὲ πνεῦμα ὁκόταν ἔξω χωρήσῃ, ἑλίσσεται περὶ τὴν τομήν· καὶ τοῦτο γινόμενον ὁρέομεν ἀεί. Δῆλος οὖν ὁ ἐκλογισμός ἐστι τοῦ πνεύματος, ὅτι ἐν τῷ ξύλῳ ἐὸν θερμὸν ἀντισπᾷ ἕτερον ψυχρὸν, ἀφ᾿ οὗ τρέφεται, ἐς ἑωυτὸ, καὶ ἀπὸ ἑωυτοῦ ἀφίησιν· εἰ μὲν γὰρ μὴ ἀντέσπα, οὐκ ἂν τὸ πνεῦμα εἱλίσσετο ἔξω ἰόν· πᾶν γὰρ τὸ θερμὸν τῷ ψυχρῷ τρέφεται τῷ μετρίῳ· καὶ ὁκόταν διαθερμανθῇ τὸ ὑγρὸν τὸ ἐν τῷ ξύλῳ ἐνεὸν, πνεῦμα γενόμενον χωρέει ἔξω· καὶ τῇδε ἐξιὸν ἔξω τὸ θερμὸν τὸ ἐν τῷ ξύλῳ ἐνεὸν ἀντισπᾷ ἕτερον ψυχρὸν, ἀφ᾿ οὗ τρέφεται. Ποιέει δὲ τοῦτο καὶ φύλλα χλωρὰ, ὅταν καίηται, πνεῦμα γὰρ ἴσχει· ἔπειτα ῥήγνυσι τὸ πνεῦμα καὶ ὁδὸν ποιέεται καὶ χωρέει ἔξω ἑλισσόμενον, χωρέον δὲ ψόφον παρέχει, ᾗ τὴν εἰσπνοὴν ποιέεται· καὶ χέδροπα καὶ σῖτος καὶ ἀκρόδρυα θερμαινόμενα πνεῦμα ἴσχει, καὶ ἔξω ἐξέρχεται ῥαγὴν ποιησάμενον· καὶ ἢν νοτερὰ ἔῃ, πλέον τὸ πνεῦμα ἀφίησι καὶ τὴν ῥαγὴν μέζω ποιέεται. Καὶ τί δεῖ μακρηγορέειν; πάντα γὰρ ὁκόσα θερμαίνεται, πνεῦμα ἀφίησι, καὶ ἕτερον ψυχρὸν κατὰ τοῦτο ἀντισπᾷ, ἀφ᾿ οὗ τρέφεται· καὶ αὗταί μοι ἀνάγκαι προηγμέναι εἰσὶν, ὅτι ἡ γονὴ θερμαινομένη ἐν τῇσι μήτρῃσι πνεῦμα ἴσχει καὶ ἀφίησιν· ἅμα δὲ καὶ ἀπὸ τῆς μητρὸς πνεούσης πνοὴν ἴσχει καὶ ἡ γονή· ὁκόταν γὰρ ἡ μήτηρ ψυχρὸν ἑλκύσῃ ἐς ἑωυτὴν ἀπὸ τοῦ ἠέρος, ἐπαυρίσκεται ἡ γονή· θερμὴ δέ ἐστιν ἅτε δὴ ἐν θερμῷ ἐοῦσα· καὶ τότε δὴ πνεῦμα ἴσχει καὶ ἀφίησι. Καὶ ἡ γονὴ ὑμενοῦται φυσωμένη· περιτέταται γὰρ ἀμφ᾿ αὐτὴν τὸ ἔξωθεν, συνεχὲς γινόμενον, ἅτε γλίσχρον ἐὸν, ὥσπερ ἐπ᾿ ἄρτῳ ὀπτωμένῳ, λεπτὸν ἐξίσταται ἐπιπολῆς ὑμενοειδές· θερμαινόμενος γὰρ καὶ φυσώμενος ὁ ἄρτος αἴρεται· ᾗ δ᾿ ἂν φυσᾶται, κείνῃ τὸ ὑμενοειδὲς γίνεται. Τῇ δὲ γονῇ θερμαινομένῃ καὶ φυσωμένῃ πάσῃ ὑμὴν ἔξωθεν περιγίνεται, κατὰ δὲ τὸ μέσον τῆς γονῆς τῷ πνεύματι δίοδος καὶ ἔξω καὶ ἔσω γίνεται διὰ τοῦ ὑμένος· καὶ ταύτῃ τοῦ ὑμένος ἀπέχει τὸ λεπτὸν, καὶ τῆς γονῆς ἐν αὐτοῖσιν ὀλίγιστόν ἐστιν· αὕτη δὲ ἡ ἄλλη γονὴ στρογγύλη ἐστὶν ἐν ὑμένι.

[13] Καὶ μὴν ἓξ ἡμέρας μείνασαν ἐν τῇ γαστρὶ γονὴν καὶ ἔξω πεσοῦσαν αὐτὸς εἶδον· καὶ ὁκοίη μοι ἐφαίνετο ἐν τῇ γνώμῃ τότε, ἀπ᾿ ἐκείνων τὰ λοιπὰ τεκμήρια ποιεῦμαι· ὡς δὲ εἶδον τὴν γονὴν ἑκταίην ἐοῦσαν ἐγὼ διηγήσομαι. Γυναικὸς οἰκείης μουσοεργὸς ἦν πολύτιμος, παρ᾿ ἄνδρας φοιτέουσα, ἣν οὐκ ἔδει λαβεῖν ἐν γαστρὶ, ὅκως μὴ ἀτιμοτέρη ἔῃ· ἠκηκόει δὲ ἡ μουσοεργὸς, ὁκοῖα αἱ γυναῖκες λέγουσι πρὸς ἀλλήλας· ἐπὴν γυνὴ μέλλῃ λήψεσθαι ἐν γαστρὶ, οὐκ ἐξέρχεται ἡ γονὴ, ἀλλ᾿ ἔνδον μένει· ταῦτα ἀκούσασα ξυνῆκε καὶ ἐφύλασσεν αἰεὶ, καί κως ᾔσθετο οὐκ ἐξιοῦσαν τὴν γονὴν, καὶ ἔφρασε τῇ δεσποίνῃ, καὶ ὁ λόγος ἦλθεν ἕως ἐμέ· καὶ ἐγὼ ἀκούσας ἐκελευσάμην αὐτὴν πρὸς πυγὴν πηδῆσαι, καὶ ἑπτάκις ἤδη ἐπεπήδητο, καὶ ἡ γονὴ κατεῤῥύη ἐπὶ τὴν γῆν, καὶ ψόφος ἐγένετο, κἀκείνη δὲ ἰδοῦσα ἐθεῆτο καὶ ἐθαύμασεν. Ὁκοῖον δὲ ἦν ἐγὼ ἐρέω, οἷον εἴ τις ὠοῦ ὠμοῦ τὸ ἔξω λεπύριον περιέλοι, ἐν δὲ τῷ ἔνδον ὑμένι τὸ ἔνδον ὑγρὸν διαφαίνοιτο· ὁ τρόπος μέν τις ἦν τοιοῦτος ἅλις εἰπεῖν· ἦν δὲ καὶ ἐρυθρὸν καὶ στρογγύλον· ἐν δὲ τῷ ὑμένι ἐφαίνοντο ἐνεοῦσαι ἶνες λευκαὶ καὶ παχεῖαι, εἰλημμέναι ξὺν ἰχῶρι παχέϊ καὶ ἐρυθρῷ, καὶ ἀμφὶ τὸν ὑμένα ἔξωθεν αἱμάλωπες· κατὰ δὲ τὸ μέσον τοῦ ὑμένος ἀπεῖχε λεπτὸν ὅ τί μοι ἐδόκεεν εἶναι ὀμφαλὸς, κἀκείνῳ τὴν πνοὴν καὶ εἴσω καὶ ἔξω ποιέεσθαι τὸ πρῶτον· καὶ ὁ ὑμὴν ἐξ ἐκείνου ἐτέτατο ἅπας περιέχων τὴν γονήν. Τοιαύτην μὲν ἐγὼ εἶδον ἑκταίην οὖσαν τὴν γονήν. Ἐρέω δὲ καὶ ἄλλην διάγνωσιν ὀλίγον ἐπὶ τούτῳ ὕστερον, ἐμφανέα παντὶ τῷ βουλομένῳ εἰδέναι τούτου πέρι, καὶ ἱστόριον παντὶ τῷ ἐμῷ λόγῳ, ὅτι ἐστὶν ἀληθὴς, ὡς εἰπεῖν ἄνθρωπον περὶ τοιούτου πράγματος. Καὶ ταῦτα μὲν ἐς τοῦτό μοι εἴρηται.

[14] Ὅτι δὲ ἡ γονὴ ἐν ὑμένι ἐστὶ, καὶ πνοὴν ἔχει καὶ εἴσω καὶ ἔξω, καὶ αὔξεται ὑπὸ τῆς μητρὸς τοῦ αἵματος κατιόντος ἐπὶ τὰς μήτρας· τὰ γὰρ καταμήνια οὐ χωρέει, ὁκόταν γυνὴ λάβῃ πρὸς ἑωυτὴν, ἢν μέλλῃ τὸ παιδίον ὑγιαίνειν, εἰ μὴ ἔστιν ᾗσιν ἐπισημαίνει τὸν πρῶτον μῆνα ὁκόσον ὀλίγον· ἀλλὰ κατιὸν τὸ αἷμα ἀπὸ παντὸς τοῦ σώματος τῆς γυναικὸς κυκλόσε περιίσταται περὶ τὸν ὑμένα ἔξω. Ἅμα δὲ τῇ πνοῇ ἑλκομένου εἴσω τοῦ αἵματος διὰ τοῦ ὑμένος, κατὰ τὸ τετρημένον καὶ ἀπέχον συμπήγνυται καὶ αὔξει τὸ μέλλον ζῶον ἔσεσθαι. Ὁκόταν δὲ χρόνος ἐγγένηται, αὖθις ἕτεροι ὑμένες εἴσω τοῦ πρώτου ὑμένος λεπτοὶ περιτείνονται πολλοὶ, τρόπῳ τοιούτῳ οἵῳ καὶ ὁ πρῶτος ὑμὴν ἐγένετο· τεταμένοι δέ εἰσι καὶ οὗτοι ἀπὸ τοῦ ὀμφαλοῦ, καὶ ἐς ἀλλήλους διαδέσμους ἔχουσιν.

[15] Ὁκόταν δὲ ἤδη τοῦτο γένηται, κατιόντος τοῦ αἵματος ἀπὸ τῆς μητρὸς καὶ πηγνυμένου, σὰρξ γίνεται· κατὰ δὲ μέσον τῆς σαρκὸς ὁ ὀμφαλὸς ἀπέχει, δι᾿ οὗ πνέει καὶ τὴν αὔξησιν ἴσχει. Ἡ δὲ γυνὴ ὁκόταν ἐν γαστρὶ ἔχῃ, ὑπὸ τῶν καταμηνίων μὴ χωρεόντων διὰ τόδε οὐ πονέεται ὅτι τὸ αἷμα οὐ ταράσσεται, βύζην ἀπιὸν κατὰ μῆνα ἕκαστον· ἀλλὰ χωρέει ἡσυχῇ κατ᾿ ὀλίγον ἄνευ πόνου καθ᾿ ἡμέρην ἐς τὰς μήτρας· καὶ τὸ ἔνδον ἐν τῇσι μήτρῃσιν ἐνεὸν αὔξεται. Καθ᾿ ἡμέρην δὲ ἑκάστην τούτου ἕνεκα χωρέει, ἀλλ᾿ οὐκ ἐς ἅπαξ κατὰ μῆνα, ὅτι ἐν τῇσι μήτρῃσιν ἡ γονὴ ἐνεοῦσα ἕλκει ἀπὸ τοῦ σώματος αἰεὶ, ὅκως ἂν καὶ δυνάμιος ἔχῃ. Ταύτῃ καὶ ἡ πνοή· καὶ τὸ μὲν πρῶτον σμικρὴ ἡ πνοὴ γίνεται, καὶ τὸ αἷμα ὀλίγον χωρέει ἀπὸ τῆς μητρός· ὁκόταν δὲ ἡ πνοὴ ἐπὶ πλεῖον γίνηται, μᾶλλον ἕλκει τὸ αἷμα, καὶ ἐπὶ πλεῖον κατέρχεται ἐς τὰς μήτρας. Τῇσι δὲ ἐν γαστρὶ μὴ ἐχούσῃσι, ὁκόταν τὰ καταμήνια μὴ χωρέῃ, διὰ τόδε ὁ πόνος γίνεται· πρῶτα μὲν ταράσσεται τὸ αἷμα ἐν τῷ σώματι κατὰ μῆνα ἕκαστον, ὑπὸ ἀνάγκης τοιῆσδε· ὅτι μὴν μηνὸς διαφέρει πουλὺ καὶ κατὰ ψύξιν καὶ κατὰ θερμασίην, καὶ τούτου αἰσθάνεται τῆς γυναικὸς τὸ σῶμα, ὑγρότερον γάρ ἐστιν ἢ τὸ τοῦ ἀνδρὸς, καὶ ταραχθέντος τοῦ αἵματος καὶ πληρώσαντος τὰς φλέβας, ἀπέρχεται ἀπ᾿ αὐτοῦ, καί πως τοῦτο ἐν τῇ ἀρχῇ τῇ φύσει ὑπῆρξεν. Ὥστε, ἢν μὲν ἀποκενῶται τοῦ αἵματος ἡ γυνὴ, λαμβάνει ἐν γαστρί· ἢν δὲ πλήρης ἔῃ, οὔ· κενεῶν γὰρ τῶν μητρέων καὶ τῶν φλεβῶν γενομένων τοῦ αἵματος, λαμβάνουσι πρὸς σφᾶς αἱ γυναῖκες τοὺξ παῖδας· μετὰ γὰρ τῶν καταμηνίων τὴν κάθαρσιν αἱ γυναῖκες μάλιστα λαμβάνουσιν ἐν γαστρί· αἴτιον δὲ τὸ εἰρημένον. Ὁκόταν δὲ ταραχθὲν τὸ αἷμα καὶ ἀποκριθὲν μὴ χωρέῃ ἔξω, ἀλλ᾿ ἐς τὰς μήτρας, αἱ δὲ μῆτραι μὴ χαλῶσι, θερμαινόμεναι δὴ ὑπὸ τοῦ αἵματος χρονίζοντος αἱ μήτραι θέρμην τῷ ἄλλῳ σώματι παρέχουσιν· ἔστι δ᾿ ὅτε καὶ διαδιδοῦσι τοῦ αἵματος ἐς τὰς φλέβας τοῦ σώματος, ὅπη αἱ φλέβες πληρεύμεναι πονεῦνται καὶ οἰδήματα παρέχουσιν· ἔστι δ᾿ ὅτε καὶ κίνδυνος ἐκ τοῦ τοιουτέου χωλωθῆναι· ἔστι δ᾿ ὅτε καὶ πρὸς τὴν κύστιν προσίστανται καὶ πιέζουσι καὶ κλείουσι τὴν κύστιν καὶ στραγγουρίην παρέχουσιν· ἔστι δ᾿ ὅτε καὶ πλήρεες αἵματος ἐοῦσαι αἱ μῆτραι προσπίπτουσιν ἢ πρὸς ἴσχια ἢ πρὸς ὀσφὺν, καὶ πόνον παρέχουσιν· ἔστι δ᾿ ὅτε καὶ ἐχρόνισε τὸ αἷμα μῆνας πέντε ἢ ἓξ, καὶ ἐν τῇσι μήτρῃσι σαπὲν, πῦος γίνεται, καὶ ἐνίῃσι μὲν κατὰ τὸ αἰδοῖον ἐξέρχεται τὸ πῦος, ἔστι δὲ ᾗσι καὶ κατὰ τὸν βουβῶνα ὡς φῦμα γίνεται, κἀκείνῃ πῦον γενόμενον ἐξῆλθε· καὶ ἄλλα πολλὰ κακὰ τῇσι γυναιξὶ τοιουτότροπα γίνεται, ἐπὴν μὴ ἀποκαθαίρωνται τὰ καταμήνια. Ἀλλὰ τί δεῖ λέγειν αὐτὰ ἐνθάδε; εἰρήσεται γὰρ ἐν τοῖσι γυναικείοισι νοσήμασιν· ἀλλ᾿ ὅθεν ἀπέλιπον περανέω τὸν λόγον.

[16] Ὁκόταν δὲ γένηται σὰρξ, τότε οἱ ὑμένες, αὐξομένου τοῦ ἐν τῇσι μήτρῃσιν ἐνεόντος, αὔξονται καὶ αὐτοὶ καὶ κολποῦνται καὶ μάλιστα οἱ ἔξωθεν· καὶ τὸ αἷμα κατελθὸν ἀπὸ τῆς μητρὸς ὅ τι ἂν ἡ σὰρξ πνέουσα ἑλκύσῃ καὶ ἡ αὔξησις γένηται καὶ μὴ χρηστὸν ἔῃ, ἐς τοὺς κόλπους τῶν ὑμένων ἀποκρίνεται· καὶ ὁκόταν κολπωθέωσι καὶ τὸ αἷμα δέξωνται, τότε δὴ καλέεται χόριον. Ταῦτα δέ μοι ἐς τοῦτο εἴρηται.

[17] Ἡ δὲ σὰρξ αὐξομένη ὑπὸ τοῦ πνεύματος ἀρθροῦται, καὶ ἔρχεται ἐν αὐτέῃ ἕκαστον τὸ ὅμοιον ὡς τὸ ὅμοιον, τὸ πυκνὸν ὡς τὸ πυκνὸν, τὸ ἀραιὸν ὡς τὸ ἀραιὸν, τὸ ὑγρὸν ὡς τὸ ὑγρόν· καὶ ἕκαστον ἔρχεται ἐς χώρην ἰδίην κατὰ τὸ ξυγγενὲς, ἀφ᾿ οὗ καὶ ἐγένετο, καὶ ὅσ᾿ ἀπὸ πυκνῶν ἐγένετο πυκνά ἐστι, καὶ ὅσα ἀπὸ ὑγρῶν ὑγρά· καὶ τἄλλα κατὰ τὸν αὐτὸν λόγον γίνεται ἐν τῇ αὐξήσει. Καὶ τὰ ὀστέα σκληρύνεται ὑπὸ τῆς θέρμης πηγνύμενα· καὶ δὴ καὶ διοζοῦται ὡς δένδρον· καὶ ἀρθροῦται ἄμεινον καὶ τὰ εἴσω τοῦ σώματος καὶ τὰ ἔξω· καὶ ἥ τε κεφαλὴ γίνεται ἀφεστηκυῖα ἀπὸ τῶν ὤμων, καὶ οἱ βραχίονες καὶ οἱ πήχεες ἀπὸ τῶν πλευρέων· καὶ τὰ σκέλεα διίσταται ἀπ᾿ ἀλλήλων· καὶ τὰ νεῦρα ἐπαΐσσεται ἀμφὶ τὰς φύσιας τῶν ἄρθρων καὶ αὐτοστομοῦται· καὶ ἡ ῥὶς καὶ τὰ οὔατα ἀφίσταται ἐν τῇσι σαρξὶ καὶ τετρήνεται· καὶ οἱ ὀφθαλμοὶ ἐμπίπλανται ὑγροῦ καθαροῦ· καὶ τὸ αἰδοῖον δῆλον γίνεται ὁκότερόν ἐστι· καὶ τὰ σπλάγχνα διαρθροῦται· καὶ δὴ καὶ τοῖσιν ἄνω τὴν πνόην ποιέεται τῷ τε στόματι καὶ τῇ ῥινὶ, καὶ ἥ τε κοιλίη φυσῆται, καὶ τὰ ἔντερα καταφυσώμενα κατὰ τὸ ἄνωθεν ἐπιλαμβάνει τὴν διὰ τοῦ ὀμφαλοῦ πνοὴν καὶ ἀμαλδύνει, καὶ ἐς τὸν κύσσαρον ὁδὸς γίνεται ἀπὸ τῆς κοιλίης καὶ τῶν ἐντέρων ἔξω καὶ ἐς τὴν κύστιν ὁδὸς ἔξω. Τουτέων δὲ διαρθροῦται ὑπὸ τῆς πνοῆς ἕκαστα· φυσώμενα γὰρ διίσταται ξύμπαντα κατὰ συγγένειαν. Καὶ γὰρ εἰ θέλοις αὐλίσκον προσδῆσαι πρὸς κύστιν, καὶ διὰ τοῦ αὐλίσκου ἐμβαλεῖν ἐς τὴν κύστιν γῆν τε καὶ ψάμμον καὶ μολίβδου κνήσματα λεπτὰ, καὶ ὕδωρ ἐπιχέας φυσῇν διὰ τοῦ αὐλίσκου, πρῶτον μὲν ἐκεῖνα ἀναμεμίξεται τῷ ὕδατι, ἔπειτα δὲ χρόνῳ φυσώμενα ἐλεύσεται ὅ τε μόλιβδος ὡς τὸν μόλιβδον καὶ ἡ ψάμμος ὡς τὴν ψάμμον καὶ ἡ γῆ ὡς τὴν γῆν· καὶ ἤν τις αὐτὰ αὐανθῆναι ἐάσῃ καὶ περιῤῥήξας τὴν κύστιν σκέψηται, εὑρήσει αὐτέων τὸ ὅμοιον ἐς τὸ ὅμοιον ἐληλυθός· οὕτω δὴ καὶ ἡ γονὴ καὶ ἡ σὰρξ διαρθροῦται, καὶ ἔρχεται ἕκαστον ἐν αὐτῇ τὸ ὅμοιον ὡς τὸ ὅμοιον. Ταῦτα δέ μοι ἐς τοῦτο εἴρηται.

[18] Καὶ γέγονεν ἤδη παιδίον καὶ ἐς τοῦτο ἀφικνέεται, τὸ μὲν θῆλυ ἐν τεσσαράκοντα ἡμέρῃσι καὶ δύο τὸ μακρότατον, τὸ δὲ ἄρσεν ἐν τριήκοντα ἡμέρῃσι τὸ μακρότατον· ὡς γὰρ ἐπιπολὺ ξυμβαίνει ἐν τούτῳ τῷ χρόνῳ ἢ ὀλίγῳ μείονι ἢ ὀλίγῳ πλείονι ταῦτα διαρθροῦσθαι. Καὶ γὰρ ἡ κάθαρσις γίνεται τῇσι γυναιξὶ μετὰ τὸν τόκον ὡς ἐπιτοπολὺ, ἐπὶ μὲν τῇ κούρῃ ἡμέρῃσι τεσσαράκοντα καὶ δύο· οὕτως ἡ χρονιωτάτη καὶ τελείη, ἀκίνδυνος δ᾿ ἂν εἴη καὶ ἐν εἴκοσι καὶ πέντε ἡμέρῃσιν, εἰ καθαίροιτο· ἐπὶ δὲ τῷ κούρῳ ἡ κάθαρσις γίνεται ἡμέρῃσι τριήκοντα· οὕτως ἡ χρονιωτάτη καὶ τελείη, ἀκίνδυνος δ᾿ ἂν εἴη καὶ ἐν εἴκοσιν ἡμέρῃσιν, εἰ καθαίροιτο· τοῦ δὲ ὑστάτου χρόνου ἐλαχίστη χωρέει ἡ κάθαρσις· ἐπὶ δὲ τῇσι νεωτέρῃσιν ἐλάσσοσιν ἡμέρῃσι καθαίρεται, ἐπὶ δὲ τῇσι πρεσβυτέρῃσι πλείοσι. Μάλιστα δὲ πονέονται αἱ γυναῖκες ἐν τῷ τόκῳ καὶ ἐν τοῖσι λοχίοισιν αἱ πρωτοτόκοι, καὶ αἱ ἐλάσσω τετοκυῖαι τῶν πλείω τετοκυιέων μᾶλλον πονέονται. Αἱ δὲ καθάρσιες αἱ ἐκ τοῦ τόκου τῇσι γυναιξὶ τουτέου εἵνεκα γίνονται, ὅτι ἐν τῷ πρὸ τοῦ χρόνῳ μέχρι τεσσαράκοντα ἡμερέων καὶ δύο ἐπὶ τῇ κούρῃ, ἐπὶ δὲ τῷ κούρῳ μέχρι τριήκοντα ἡμερέων ἐλάχιστον αἷμα κατέρχεται ἐπὶ τὴν αὔξην τῷ παιδίῳ, τὸ δὲ ἀπὸ τουτέου πλεῖον μέχρι τέκῃ· δεῖ δὴ τὴν κάθαρσιν ἀποδοθῆναι ἐν τοῖσι λοχίοισι, καὶ ἐξιέναι ἔξω κατὰ λόγον τῶν ἡμερέων. Ἀρχὴ δὲ γίνεται τοιήδε τῇ γυναικὶ ἐν τῇ ὠδῖνι· ταράσσεται τὸ αἷμα τῇ γυναικὶ καὶ θερμαίνεται πάνυ ὑπὸ τῆς κινήσιος τοῦ παιδίου σθεναρῆς ἐούσης· ταραχθὲν δὲ, πρῶτον μὲν ἔρχεται ἔξω· μετὰ δὲ τὸ παιδίον ἰχὼρ παχὺς αἱματώδης· καὶ ὑφήγησις ἐγένετο τούτῳ, ὥσπερ ὕδατι ἐπὶ τραπέζης· ἔπειτα δὲ μετ᾿ ἐκεῖνον ἀνὰ πάσας τὰς ἡμέρας χωρέει ἡ κάθαρσις, ἕως τοῦ εἰρημένου χρόνου, πλῆθος ἀττικὴ κοτύλη ὅλη καὶ ἡμίσεια τὸ πρῶτον, ἢ ὀλίγῳ πλεῖον ἢ ὀλίγῳ ἔλασσον, κατὰ λόγον τουτέου μέχρις ἂν λήξῃ. Χωρέει δὲ αἷμα οἷον ἀπὸ ἱερείου, ἢν ὑγιαίνῃ ἡ γυνὴ καὶ μέλλῃ ὑγιαίνειν, καὶ ταχὺ πήγνυται· ἢν δὲ μὴ ὑγιαίνῃ ἡ γυνὴ μηδὲ μέλλῃ ὑγιαίνειν, χωρέει ἡ κάθαρσις ἐλάσσων καὶ εἶδος πονηροτέρη, καὶ οὐ ταχὺ πήγνυται. Ὧδε δὲ τοῦτο ἔχει· ἤν τι ἡ γυνὴ ἐν γαστρὶ ἔχουσα νόσημα ἔχῃ μὴ ξυγγενὲς ἐὸν τῇ λοχείῃ καθάρσει, ἀπόλλυται· ἢν δὲ μὴ ἀποκαθαίρηται ἐν τῇσι πρόσθεν ἡμέρῃσιν εὐθὺς ὑγιεινὴ ἐοῦσα εἴτε καὶ μὴ, ἐσσυθῇ δέ οἱ ἡ κάθαρσις, εἴτε ὑπὸ φαρμάκων εἴτε καὶ αὐτομάτη ἐξαίφνης, κατὰ λόγον τῶν ἡμερέων χωρήσει ὧν οὐ χωρέει ἐς ἅπαξ· ἢν γὰρ μὴ ἀποκαθαίρηται τὰ λόχια ἡ γυνὴ, νοῦσος αὐτῇ μεγάλη ἔσται, καὶ κινδυνεύσει ἀποθανεῖν, ἢν μὴ μελεδαίνηται ἐν τάχει καὶ αὖθις αὐτῇ ἐπάγῃ τὴν κάθαρσιν. Ταῦτα εἰσενεγκάμην ὧδε διὰ τοῦτο, ὅκως ἀποφήνω ὅτι τῶν παιδίων γίνεται ἡ διάκρισις τῶν μελέων ἡ μακροτάτη ἐπὶ μὲν τῇ κούρῃ ἐν τεσσαράκοντα καὶ δυοῖν ἡμέρῃσιν, ἐπὶ δὲ τῷ κούρῳ ἐν τριήκοντα ἡμέρῃσιν· ἱστόριον ἡ κάθαρσις τῶν λοχίων, ὅτι ἐπὶ μὲν τῇ κούρῃ γίνεται ἐν τεσσαράκοντα καὶ δυοῖν ἡμέρῃσιν, ἐπὶ δὲ τῷ κούρῳ ἐν τριήκοντα ἡμέρῃσιν ἡ χρονιωτάτη. Μέλλω δὴ τὸ δεύτερον νῦν ὀνομάζειν σαφηνίης ἕνεκα· φημὶ γὰρ ἀνταποδίδοσθαι, ὅτι ἐν τῇσι μήτρῃσιν ἐνεούσῃ τῇ γονῇ ἐλάχιστον αἷμα ἔρχεται ἀπὸ τῆς γυναικὸς ἐπὶ τὰς μήτρας θῆλυν γονὸν ἐχούσης ἐν τεσσαράκοντα καὶ δυοῖν ἡμέρῃσιν· ἐν γὰρ ταύτῃσι διαρθροῦται τὰ μέλεα τῶν παιδίων· ἀπὸ δὲ τούτου τοῦ χρόνου ἐπὶ πλεῖον ἔρχεται τὸ αἷμα· καὶ ἐπὶ τῷ κούρῳ πάλιν κατὰ λόγον τῶν τριήκοντα ἡμερέων ὧδε ἔχει. Ἕτερον δ᾿ ἱστόριον τόδε, ὅτι ταῦτά ἐστιν ἀληθέα· τῇσι πρώτῃσι τῶν ἡμερέων ὁκόταν ἡ γονὴ ἐς τὰς μήτρας πέσῃ, ἐλάχιστον αἷμα ἔρχεται ἀπὸ τῆς γυναικὸς ἐς τὰς μήτρας, ἔπειτα δὲ ἐπὶ πλεῖον· εἰ γὰρ ἀθρόον καὶ πολὺ ἔλθοι ἐς ἅπαξ, οὐκ ἂν δύναιτο ἡ γονὴ πνοὴν ἔχειν, ἀλλ᾿ ἀποπνιγείη ἂν τοῦ αἵματος ἰόντος πολλοῦ. Ἀνταποδίδοται δὲ ἐν τῇ καθάρσει τοὐναντίον· χωρέει γὰρ ἡ κάθαρσις τῶν λοχίων ἐν τῇσι πρώτῃσι τῶν ἡμερέων πλείστη, εἶτα ἐπ᾿ ἐλάσσω, ἕως ἂν λήξῃ. Πολλαὶ δὲ γυναῖκες ἤδη διέφθειραν κοῦρον ὀλίγῳ πρόσθεν τριήκοντα ἡμερέων, καὶ ἄναρθρον ἐφαίνετο· ὁκόσα δὲ ὕστερον ἢ ἅμα τῇσι τριήκοντα ἡμέρῃσι, διηρθρωμένα ἐφαίνετο ἐόντα· καὶ ἐπὶ τῇ κούρῃ κατὰ λόγον τῶν τεσσαράκοντα καὶ δύο ἡμερέων, ὁκόταν διαφθαρῇ, φαίνεται ἡ διάρθρωσις τῶν μελέων· ἤν τε πρόσθεν φθαρῇ τὸ παιδίον ἤν τε ὕστερον, ὧδε φαίνεται καὶ λόγῳ καὶ ἀνάγκῃ ἡ διάρθρωσις ἐοῦσα, ἐπὶ μὲν τῇ κούρῃ ἐν τεσσαράκοντα καὶ δύο ἡμέρῃσιν, ἐπὶ δὲ τῷ κούρῳ ἐν τριήκοντα· ἱστορέουσι γὰρ αἱ ἐξαμβλώσιες τῶν παιδίων καὶ τῶν λοχίων αἱ καθάρσιες. Αἴτιον δέ ἐστιν ὅτι τὸ θῆλυ πήγνυται ὕστερον καὶ διαρθροῦται, ὅτι ἡ γονὴ ἀσθενεστέρη ἐστὶ καὶ ὑγροτέρη τῆς θηλείης ἢ τοῦ ἄρσενος· καὶ ἀνάγκη ἐστὶ κατὰ τοῦτον τὸν λόγον ὕστερον πήγνυσθαι τὸ θῆλυ ἢ τὸ ἄρσεν· καὶ ἡ κάθαρσις χρονιωτέρη τούτου εἵνεκεν ἐπὶ τῇ θηλείῃ γίνεται ἢ ἐπὶ τῷ ἄρσενι. Ἀναβήσομαι δὲ αὖθις ὀπίσω ὅθεν ἀπέλιπον.

[19] Ὁκόταν δὲ διαρθρωθῇ τὸ παιδίον, τὰ εἴδεα τῶν μελέων, αὐξομένου αὐτοῦ, τά τε ὀστέα ἐπισκληρότερα γίνεται, καὶ κοιλαίνεται· καὶ ταῦτα ὑπὸ τοῦ πνεύματος γίνεται· κοῖλα δὲ ἐόντα ἕλκει ἐς ἑωυτὰ ἀπὸ τῶν σαρκῶν τοῦ αἱμάλωπος τὸ πιότατον. Καὶ χρόνῳ διοζοῦται αὖθις τὰ ἄκρα τῶν ὀστέων, ὥσπερ δενδρέου τὰ ἀκρότατα ὕστατα ὀζοῦται· οὕτω καὶ τοῦ παιδίου διίστανται ἀπ᾿ ἀλλήλων οἱ δάκτυλοι τῶν χειρῶν καὶ τῶν ποδῶν. Καὶ ἐπὶ δ᾿ αὖ τῶν ἄκρων οἱ ὄνυχες φύονται· τελευτῶσι γὰρ αἱ φλέβες αἱ τοῦ ἀνθρώπου πᾶσαι ἐς τοὺς δακτύλους τῶν ποδῶν καὶ τῶν χειρῶν, καὶ παχύταται μέν εἰσιν αἱ ἐν τῷ σώματι φλέβες, αἱ ἐν τῇ κεφαλῇ, ἔπειτα δὲ ἐν τοῖσι σκέλεσι καὶ τοῖσι βραχίοσι καὶ τοῖσι πήχεσιν, ἐν δὲ τοῖσι ποσὶ καὶ τῇσι χερσὶ λεπτόταται καὶ πυκνόταται καὶ πλεῖσται φλέβες εἰσὶ καὶ νεῦρα λεπτότατα καὶ πυκνότατα καὶ πλεῖστα, καὶ ὀστέα ἐλάχιστα τῷ μεγέθει· τῶν δὲ χειρῶν καὶ τῶν ποδῶν ἐν τοῖσι δακτύλοισι ταῦτα μάλιστά ἐστιν. Ἐκ δὲ τῶν δακτύλων ἅτε πυκνὰ ἐχόντων ὀστέα σμικρὰ καὶ φλέβας καὶ νεῦρα οὕτως, οἱ ὄνυχες φύονται ἐξ αὐτῶν λεπτοὶ καὶ πυκνοί· καὶ ἀπολαμβάνουσι τῶν φλεβῶν τὰ ἄκρα, ὥστε μηκέτι αὔξεσθαι αὐτὰς μηδὲ προέχειν ἑτέρην ἑτέρης· ὥστε μὴ θαυμάζειν ὅτι οἱ ὄνυχες ἐξωτάτω τοῦ σώματος πυκνότατοί εἰσιν, ἐκ γὰρ τῶν πυκνοτάτων εἰσίν.

[20] Ἅμα δὲ τοῖσιν ὄνυξι καὶ αἱ τρίχες ἐν τῇ κεφαλῇ ῥιζοῦνται· ἔχει δὲ ὧδε τὰ ἀμφὶ τῶν τριχῶν τῆς φύσιος· φύονται μὲν γὰρ μέγισται καὶ πλεῖσται, ὅκου τοῦ σώματος ἡ ἐπιδερμὶς ἀραιοτάτη ἐστὶ καὶ ὅκου ἡ θρὶξ μετρίην ἰκμάδα ἐς τὴν τροφὴν ἔχει. Καὶ ὅκου ἡ ἐπιδερμὶς ὕστερον ἀραιὴ γίνεται, ἐκεῖ καὶ ὕστερον αἱ τρίχες φύονται, ἐπί τε τῷ γενείῳ καὶ τῇ ἥβῃ καὶ εἴπου ἄλλοθι. Ἅμα γὰρ τῷ γόνῳ γινομένῳ ἡ σὰρξ ἀραιὴ γίνεται καὶ ἡ ἐπιδερμὶς, καὶ τὰ φλέβια στομοῦται μᾶλλον ἢ ἐν τῷ πρὶν χρόνῳ· παιδὶ γὰρ ἐόντι λεπτῶν τῶν φλεβίων ἐόντων, οὐκ ἐκχωρέει δι᾿ αὐτῶν ἡ γονή· καὶ τῇσι παρθένοισι περὶ τῶν καταμηνίων ωὑτὸς λόγος· ἅμα δὲ ὁδὸς προσγίνεται καὶ τοῖσι καταμηνίοισι καὶ τῇ γονῇ· καὶ τριχοῦται ἡ ἥβη τοῦ παιδὸς καὶ τῆς παρθένου, ἀραιῆς τῆς ἐπιδερμίδος γενομένης· καὶ ἅμα ἡ θρὶξ ἰκμάδα μετρίην ἐς τὴν τροφὴν ἔχει καὶ οὐκ ἐλάσσονα. Οὕτω δὲ καὶ ἐπὶ τοῦ γενείου τοῦ ἀνδρὸς ἔχει· ἀραιὴ γὰρ γίνεται ἡ ἐπιδερμὶς, χωρεούσης ἐς αὐτὴν τῆς ἰκμάδος ἀπὸ τῆς κεφαλῆς· ἅμα μὲν γὰρ καὶ ἐν τῇ λαγνείῃ, ἅμα δὲ καὶ ἐν τῷ μεταξὺ χρόνῳ ἡ θρὶξ μετρίην ἔχει τὴν ἰκμάδα ἐς τὴν τροφὴν τότε μάλιστα, ὁκόταν ὁ χρόνος ἐγγένηται τῷ ὑγρῷ ἀπὸ τῆς κεφαλῆς καταβαίνοντι ἐν τῇ λαγνείῃ, ἀπεχόντων τῶν στηθέων, ἐπὶ τὸ γένειον. Σημήϊον δὲ ὅτι ἐν τοῖσιν ἀραιοτάτοισι τῆς ἐπιδερμίδος φύονται αἱ τρίχες· εἴ τις ἐθέλοι ἐπικαῦσαι τὴν ἐπιδερμίδα καὶ φλύκταιναν μοῦνον ποιῆσαι καὶ ὑγιῆναι, πυκνὴ γενομένη ἡ ἐπιδερμὶς κατὰ τὴν οὐλὴν τὰς τρίχας οὐκ ἐκφύσει. Ὁκόσοι δὲ εὐνοῦχοι παῖδες ἐόντες γίνονται, διὰ τοῦτο οὔτε ἡβῶσιν, οὔτε γενειῶσι, λεῖοί τε γίνονται ὅλοι, ὅτι ἡ ὁδὸς τῇ γονῇ οὐκ ἐπιγενομένη οὐκ ἀραιοῖ τὴν ἐπιδερμίδα ἐπὶ τῷ ξύμπαντι δέρματι· ἀπολέλαπται γὰρ ἡ ὁδὸς τῆς γονῆς, ὥσπερ μοι εἴρηται ὀλίγῳ πρότερον. Καὶ αἱ γυναῖκες δὲ λεῖαι γίνονται τό τε γένειον καὶ τὸ σῶμα, ὅτι ἐν τῇ λαγνείῃ σφέων τὸ ὑγρὸν οὐχ ὁμοίως κλονεόμενον ὡς τὸ τοῦ ἀνδρὸς τὴν ἐπιδερμίδα οὐ ποιέει ἀραιήν. Ὁκόσοι δὲ φαλακροὶ γίνονται, οὗτοι δὴ φλεγματώδεές εἰσι· καὶ ἐν τῇ κεφαλῇ αὐτέων ἅμα τῇ λαγνείῃ κλονεόμενον καὶ θερμαινόμενον τὸ φλέγμα, προσπῖπτον πρὸς τὴν ἐπιδερμίδα καίει τῶν τριχῶν τὰς ῥίζας, καὶ ἐκρέουσιν αἱ τρίχες· οἱ δὲ εὐνοῦχοι διὰ τοῦτο οὐ γίνονται φαλακροὶ, ὅτι σφέων οὐ γίνεται κίνησις ἰσχυρὴ, οὐδὲ θερμαινόμενον τὸ φλέγμα ἐν τῇ λαγνείῃ καίει τῶν τριχῶν τὰς ῥίζας. Αἱ δὲ πολιαὶ διὰ τοῦτο γίνονται, ὅτι ἐν πολλῷ χρόνῳ διικνευμένου τοῦ ὑγροῦ ἐν τῷ ἀνθρώπῳ, ἀποκρίνεται τὸ λευκότατον καὶ πίπτει πρὸς τὴν ἐπιδερμίδα· καὶ ἡ θρὶξ λευκοτέρην ἰκμάδα ἕλκουσα ἢ ἐν τῷ πρὶν χρόνῳ λευκοτέρη γίνεται, καὶ ἡ ἐπιδερμὶς, ὅκου αἱ πολιαί εἰσι, λευκοτέρη τῆς ἄλλης γίνεται· καὶ ὁκόσοι ἐκ γενετῆς πολιόν τι ἔχουσιν ἐν τῇ κεφαλῇ, κείνοισιν ἡ ἐπιδερμὶς, ὅκου αἱ πολιαί εἰσι, λευκοτέρη τῆς ἄλλης ἐστίν· ἐκεῖ γὰρ τὸ λευκότατον ὑγρόν ἐστιν. Ἔχει δὲ καὶ τόδε ὧδε· ὁκοίην ἂν ἡ σὰρξ ἰκμάδα ἕλκῃ, ἤν τε λευκὴν ἤν τε πυῤῥὴν ἤν τε μέλαιναν, τοιαύτη τὴν χροιὴν καὶ ἡ θρὶξ γίνεται. Ταῦτα δέ μοι ἐς τοῦτο εἴρηται. Ἐλεύσομαι δὲ αὖθις ἐς τὸ ἐπιλειπὲς τοῦ λόγου.

[21] Ὅταν δὲ δὴ τὰ ἄκρα τοῦ σώματος τοῦ παιδίου ὀζωθῇ ἔξω, καὶ οἱ ὄνυχες καὶ αἱ τρίχες ἐῤῥιζώθησαν, τότε δὴ καὶ κινέεται, καὶ ὁ χρόνος ἐς τοῦτο γίνεται τῷ μὲν ἄρσενι τρεῖς μῆνες, τῇ δὲ θηλείῃ τέσσαρες· ὧδε γὰρ ὡς ἐπιτοπλεῖστον ξυμβαίνει· ἔστι δ᾿ ἃ καὶ πρόσθεν τῶν παιδίων τουτέου τοῦ χρόνου κινέεται. Κινέεται δὲ πρόσθεν τὸ ἄρσεν, ὅτι ἐστὶν ἰσχυρότερον τοῦ θήλεος· καὶ πρόσθεν πήγνυται τὸ ἄρσεν, ἀπὸ γὰρ ἰσχυροτέρης καὶ παχυτέρης γονῆς γίνεται. Ὁκόταν δὲ κινηθῇ τὸ ἔμβρυον, τότε δὴ ἐπισημαίνει καὶ τὸ γάλα τῇ μητρί· οἱ γὰρ μαζοὶ ἀείρονται, καὶ αἱ θηλαὶ ὀργῶσι· τὸ δὲ γάλα οὐ χωρέει· καὶ τῇσι μὲν πυκνοσάρκοισι τῶν γυναικῶν ὕστερον τὸ γάλα ἐπισημαίνει καὶ ἔρχεται, τῇσι δὲ ἀραιοσάρκοισι πρόσθεν. Δι᾿ ἀνάγκην δὲ τοιήνδε γίνεται τὸ γάλα· ὁκόταν αἱ μῆτραι ὀγκηραὶ ἐοῦσαι ὑπὸ τοῦ παιδίου πιέζωσι τὴν κοιλίην τῆς γυναικὸς, τῆς δὲ κοιλίης πλήρεος ἐούσης ὁ ἐκπιεσμὸς γένηται, ἀποπιδύει τὸ πιότατον ἀπό γε τῶν βρωτῶν καὶ τῶν ποτῶν ἔξω ἐς τὸ ἐπίπλοον καὶ τὴν σάρκα· ὥσπερ δέρμα εἴ τις ἀλείψειεν ἐλαίῳ πολλῷ καὶ ἐῴη ἀναπιεῖν, καὶ, ἐπὴν ἀναπίῃ, πιέζῃ τὸ δέρμα, διαπιδύοι ἂν πιεζευμένου τοῦ δέρματος ἔξω τὸ ἔλαιον· οὕτω δὴ καὶ τῆς κοιλίης τὸ πιαρὸν ἐν αὐτῇ ἐχούσης ἀπὸ τῶν βρωτῶν καὶ τῶν ποτῶν, πιεζευμένης ὑπὸ τῶν μητρέων, διαπιδύει τὸ πῖαρ ἐς τὸ ἐπίπλοον καὶ ἐς τὴν σάρκα. Κἢν ἀραιόσαρκος ἔῃ ἡ γυνὴ, θᾶσσον αἰσθάνεται τῆς διαπιδύσιος· ἢν δὲ μὴ, ὕστερον. Καὶ τὰ ἐν γαστρὶ ἔχοντα κτήνεα, ἢν μή τι νοσέῃ, ὑπὸ τοῦ αὐτέου ποτοῦ καὶ σίτου πιότερα γίνεται διὰ τοῦτο· ὁμοίως δὲ καὶ ἡ γυνή. Ἀπὸ τοῦ πίονος διαθερμαινομένου καὶ λευκοῦ ἐόντος τὸ γλυκαινόμενον ἀπὸ τῆς θέρμης τῆς ἀπὸ τῶν μητρέων ἀποθλιβόμενον ἔρχεται ἐς τοὺς μαζούς· καὶ ἐς τὰς μήτρας δὲ ὀλίγον ἔρχεται διὰ τῶν αὐτέων φλεβῶν· τείνουσι γὰρ ἐς τοὺς μαζοὺς καὶ ἐς τὰς μήτρας φλέβια ταὐτά τε καὶ παραπλήσια ἄλλα. Καὶ ὁκόταν ἀφίκηται ἐς τὰς μήτρας, ἰδέην ἴσχει τοῦ γάλακτος, καὶ τὸ παιδίον ἀπ᾿ αὐτοῦ ἐπαυρίσκεται ὀλίγον, οἱ δὲ μαζοὶ δεχόμενοι τὸ γάλα ἀείρονται πιμπλάμενοι· καὶ ὁκόταν τέκῃ, ἀρχῆς κινήσιος ὑπογενομένης, χωρέει τὸ γάλα ἐς τοὺς μαζοὺς τούτους, ἢν θηλάζῃ. Ἔχει γὰρ οὕτω· θηλαζομένοιν τοῖν μαζοῖν εὐροώτερα γίνεται τὰ φλέβια ἐς τοὺς μαζούς· εὐροώτερα δὲ γενόμενα, ἀπὸ τῆς κοιλίης ἕλκοντα τὸ πιαρὸν, τοῖν μαζοῖν διαδιδόασι. Καὶ γὰρ καὶ ὁ ἀνὴρ ἢν λαγνεύῃ πολλὰ, εὐροώτερα γινόμενα τὰ φλέβια μᾶλλον ἐπάγει τὴν λαγνείην.

[22] Ἔχει δὲ καὶ τόδε ὧδε· ἡ τροφὴ καὶ ἡ αὔξησις τῶν παιδίων γίνεται, ὅκως ἂν τῇσι μήτρῃσιν ἴῃ τὰ ἀπὸ τῆς μητρός· καὶ ὅκως ἂν ἡ μήτηρ ἔχῃ ὑγιείης ἢ ἀσθενείης, ὧδε καὶ τὸ παιδίον ἔχει. Ὥσπερ καὶ τὰ ἐν τῇ γῇ φυόμενα τρέφεται ἀπὸ τῆς γῆς, καὶ ὅκως ἂν ἡ γῆ ἔχῃ, οὕτω καὶ τὰ φυόμενα ἔχει ἐν τῇ γῇ· τό τε γὰρ σπέρμα ὁκόταν καταβληθῇ ἐς τὴν γῆν, ἰκμάδος πίμπλαται ἀπ᾿ αὐτῆς· ἔχει γὰρ ἐν αὑτῇ ἡ γῆ ἰκμάδα παντοίην, ὥστε τρέφειν τὰ φυόμενα· ἰκμάδος δὲ πλησθὲν τὸ σπέρμα φυσᾶται καὶ οἰδέει· καὶ ἀναγκάζεται ὑπὸ τῆς ἰκμάδος συστρέφεσθαι ἡ δύναμις, ἥ ἐστι κουφοτάτη ἐν τῷ σπέρματι. Συστραφεῖσα δὲ ἡ δύναμις ὑπὸ τοῦ πνεύματος καὶ τῆς ἰκμάδος, φύλλα γενομένη ῥήγνυσι τὸ σπέρμα· καὶ ἀνατέλλει ἔξω πρῶτον τὰ φύλλα. Ἀνατείλαντα δὲ ὁκόταν μηκέτι δύνηται τρέφεσθαι τὰ φύλλα ὑπὸ τῆς ἰκμάδος τῆς ἐν τῷ σπέρματι ἐνεούσης, ῥήγνυται ἐς τὸ κάτω τό τε σπέρμα καὶ τὰ φύλλα, καὶ βιώμενον ὑπὸ τῶν φύλλων μεθίησι τῆς δυνάμιος ἐς τὸ κάτω, ἣ ἐν αὐτῷ ὑπολείπεται διὰ τὴν βαρύτητα· καὶ γίνονται αἱ ῥίζαι ἐκ τῶν φύλλων διατεταμέναι. Ὁκόταν δὲ κάτω βεβαίως ῥιζωθῇ τὸ φυὲν, καὶ τὴν τροφὴν ἀπὸ τῆς γῆς ποιέηται, τότε ἤδη ἠφάνισται πᾶν καὶ ἀνήλωται ἐς τὸ φυὲν, πλὴν τοῦ λεπυρίου, ὅτι στερεώτατόν ἐστιν, αὖθις δὲ τὸ λεπύριον σαπὲν ἐν τῇ γῇ ἄδηλον γίνεται· χρόνῳ δὴ καὶ ὀζοῦταί τινα τῶν φύλλων. Ἐκ σπέρματος γοῦν ἅτε ἀφ᾿ ὑγροῦ γενόμενον, ἕως μὲν ἁπαλὸν ἔῃ καὶ ὑδαρὲς, ἐς αὔξησιν ὡρμημένον καὶ ἐς τὸ κάτω καὶ ἐς τὸ ἄνω, οὐ δύναται τὸν καρπὸν ἐκβάλλειν· οὐ γάρ ἐστιν αὐτῷ δύναμις ἰσχυρὴ καὶ πιαρὰ, ἐξ ἧς τὸ σπέρμα συστραφήσεται. Ὁκόταν δὲ στερεωθῇ μᾶλλον καὶ ῥιζωθῇ τὸ ἐκπεφυκὸς ὑπὸ χρόνου, τότε ἤδη καὶ φλέβας ἴσχει εὐρείας καὶ ἐς τὸ ἄνω καὶ ἐς τὸ κάτω· καὶ τότε δὴ ἐκ τῆς γῆς ἕλκεται οὐκ ἔτι ὑδαρὲς, ἀλλὰ παχύτερον καὶ πιότερον καὶ πλεῖον· τὸ δὴ θερμαινόμενον ὑπὸ τοῦ ἡλίου ἐκζέει ἐς τὰ ἄκρα, καὶ γίνεται καρπὸς κατὰ τὸ ξυγγενὲς ἐξ ὁκοίου καὶ ἐγένετο. Καὶ πολὺς ἐξ ὀλίγου διὰ τόδε γίνεται, ὅτι ἕλκει ἕκαστον τῶν φυομένων ἐκ τῆς γῆς δύναμιν πλείονα ἢ ἐξ οὗ ἐγένετο, καὶ ἐκζέει οὐ κατὰ ἓν, ἀλλὰ κατὰ πολλά· ὁκόταν δὲ ὁ καρπὸς ἐκζέσῃ, τρέφεται ὑπὸ τοῦ φυομένου· ἕλκον γὰρ τὸ φυόμενον ἀπὸ τῆς γῆς τῷ καρπῷ ἐκδίδωσιν· ὁ δὲ ἥλιος πέσσει καὶ στερεοῖ τὸν καρπὸν, τὸ ὑδαρέστερον πρὸς ἑωυτὸν ἕλκων ἀπ᾿ αὐτοῦ. Καὶ ταῦτα μὲν εἴρηταί μοι περὶ τῶν ἐκ σπέρματος φυομένων ἀπὸ τῆς γῆς καὶ τοῦ ὕδατος.

[23] Τὰ δὲ ἐκ φυτευτηρίων, ἀπὸ δενδρέων δένδρεα γίνεται τρόπῳ τοιῷδε· τρῶμα ἴσχει ὁ κλάδος ἐν τῷ κάτω τῷ πρὸς τὴν γῆν, ᾗ ἀπὸ τοῦ δένδρου ἐκλάσθη, ὅθεν αἱ ῥίζαι ἀφίενται. Τρόπῳ δὲ τοιούτῳ μεθίενται· ὁκόταν τὸ φυτὸν τὸ ἐν τῇ γῇ ἐνεὸν ἰκμάδα λάβῃ ἀπὸ τῆς γῆς, οἰδέει καὶ πνεῦμα ἴσχει, τὸ δὲ ὑπὲρ τῆς γῆς οὐδέπω· τὸ δὲ πνεῦμα καὶ ἡ ἰκμὰς συστρέψασα ἐν τῷ κάτω τοῦ φυτοῦ τὴν δύναμιν, ὅση ἦν βαρυτάτη, ἔῤῥηξεν ἐς τὸ κάτω, καὶ γίνονται ἐξ αὐτοῦ ῥίζαι ἁπαλαί. Ὁκόταν δὲ ἐς τὸ κάτω λάβηται, τότε δὴ ἕλκει ἐκ τῆς ῥίζης ἰκμάδα καὶ διαδίδωσι τῷ ὑπὲρ τῆς γῆς ἐόντι· καὶ τότε αὖθις τὸ ἄνω οἰδέει καὶ πνεῦμα ἴσχει· καὶ ὅση δύναμις ἐν τῷ φυτῷ κούφη ἔνεστι, ξυστραφεῖσα, φύλλα γινομένη, βλαστάνει, καὶ ἐς τὸ ἄνω ἤδη τὴν αὔξησιν ποιέεται καὶ ἐς τὸ κάτω. Οὕτως ἐς τὸ ἐναντίον ξυμβαίνει ἤδη τῶν ἐκ τοῦ σπέρματος γινομένων καὶ τῶν ἐκ τοῦ φυτευτηρίου περὶ τοῦ βλαστοῦ· πρότερον γὰρ ἐκ τοῦ σπέρματος τὸ φύλλον ἀνατέλλει, ἔπειτα αἱ ῥίζαι ἐς τὸ κάτω ἀφίενται· τὸ δὲ δένδρον ῥιζοῦται πρῶτον, ἔπειτα φυλλοῦται· διὰ τόδε, ὅτι ἐν μὲν τῷ σπέρματι αὐτῷ ἰκμάδος πλῆθος ἔνεστι, καὶ ἐν τῇ γῇ παντὶ ἐόντι τροφὴ ἔνεστι τὸ πρῶτον τῷ φύλλῳ ἀρκέουσα, ὅθεν τὸ φύλλον θρέψεται μέχρις ἂν ῥιζωθῇ· ἐν δὲ τῷ κλάδῳ οὐ γίνεται, οὐ γὰρ γίνεται ἐξ ἑτέρου ὅθεν τὸ φύλλον τὸ πρῶτον τροφὴν ἕξει, ἀλλ᾿ αὐτὸς ὁ κλάδος ἐστὶν ὥσπερ καὶ τὸ δένδρον ἔχει, καὶ τοῦτο ὑπὲρ γῆς ἐστι πολὺ, ὥστε οὐκ ἂν δύναιτο ὑπὲρ γῆς ἰκμάδος πλησθῆναι, εἰ μὴ ἐκ τοῦ κάτω μεγάλη τις δύναμις ἐλθοῦσα τῷ ἄνω ἐκδώσει τῆς ἰκμάδος. Καὶ πρῶτον τὸ φυτευτήριον ἀνάγκη ἐστὶν ἑωυτῷ τροφὴν ποιήσασθαι ἀπὸ τῆς γῆς τῇσι ῥίζῃσιν, ἔπειτα οὕτως ἀπὸ τῆς γῆς ἕλκον ἄνω ἀποδιδόναι, καὶ φύλλα ὁρμῆσαι εἰς βλαστόν τε καὶ αὔξησιν.

[24] Ὅταν δὲ αὔξηται τὸ φυτὸν, ὀζοῦται ὑπ᾿ ἀνάγκης τοιῆσδε, ἣν ἐρέω· ὁκόταν ἰκμάδος αὐτῷ πλεῖον προσγένηται ἐκ τῆς γῆς ἑλκομένης, ὑπὸ τοῦ πλήθεος ῥήγνυσιν ᾗ ἂν πλείστη ἔῃ, καὶ ταύτῃ ὀζοῦται τὸ φυτόν. Αὔξεται δὲ καὶ ἐς τὸ εὖρος καὶ ἐς τὸ ἄνω καὶ ἐς τὸ κάτω διὰ τόδε, ὅτι τὸ κάτω τῆς γῆς τοῦ μὲν χειμῶνος θερμόν ἐστι, τοῦ δὲ θέρεος ψυχρόν. Τοῦτο δὲ διὰ τόδε ἐστὶν, ὅτι ἡ γῆ ἰκμαλέη ἐστὶν ἐν χειμῶνι ὑπὸ τοῦ ὕδατος τοῦ ἐκ τοῦ οὐρανοῦ πίπτοντος καὶ πιεζεῖται ἐφ᾿ ἑωυτῇ, ἅτε βαρυτέρης ἐούσης τῆς ἰκμάδος· πυκνοτέρη δέ ἐστιν ὑπὸ τουτέου καὶ οὐκ ἔχει διαπνοὴν οὐδεμίην· οὐ γὰρ ἔτι ἔνεστι μέγα τὸ ἀραιὸν, καὶ διὰ τοῦτο τὸ κάτω τῆς γῆς τοῦ χειμῶνος θερμόν ἐστι. Καὶ γὰρ ἡ κόπρος ἡ νεναγμένη μὲν εὐθερμοτέρη ἐστὶν ἢ ἡ ἀραιὴ ἐοῦσα, καὶ ἄλλως τὰ μὲν ἰκμαλέα καὶ πεπιεσμένα ὑπὸ σφῶν αὐτῶν ἐκθερμαίνεται καὶ ἐν τάχει κάρτα ὑπὸ τῆς θερμασίης συγκαιόμενα σήπεται· οὐ γὰρ δίεισι τὸ πνεῦμα δι᾿ αὐτῶν, ἅτε πυκνῶν ἐόντων· ἢν δὲ ξηρὰ ἔῃ καὶ ἀραιῶς κείμενα, πολλῷ ἥσσω θερμαίνεται καὶ σήπεται. Οὕτω δὴ καὶ πυροὶ καὶ κριθαὶ νοτερὰ ἐόντα καὶ βεβυσμένα εὐθερμότερά ἐστιν ἢ εἰ ξηρὰ εἴη καὶ μανῶς κείμενα· καὶ ἱμάτια συνδεδεμένα καὶ κατεσφηνωμένα ἰσχυρῶς δορὶ κατακαίεται ὑπὸ σφέων αὐτῶν, ὡς ἐγὼ ἤδη εἶδον, ὥσπερ ὑπὸ πυρὸς ἐκκαέντα· καὶ τἄλλα εἴ τις θέλοι ἐνθυμηθῆναι, πάντα ὅσα πεπίεσται ὑπὸ σφῶν αὐτῶν, θερμότερα εὑρήσει ἢ τὰ ἀραιῶς κείμενα· οὐ γὰρ ἔχει ἀναπνέειν ψυχρὸν ὑπὸ τῶν ἀνέμων. Οὕτω δὲ καὶ τῆς γῆς τὸ κάτω πλείης ἐούσης καὶ αὐτῆς ὑφ᾿ ἑωυτῆς πεπιεσμένης, ἅτε βαρείης καὶ πυκνῆς ἐούσης ὑπὸ τῆς ἰκμάδος, θερμαίνεται ἐν χειμῶνι· οὐ γάρ ἐστιν αὐτῇ διάπνοος οὐδεὶς τοῦ θερμοῦ· ἀλλ᾿ ὁκόταν πέσῃ ἐκ τοῦ οὐρανοῦ τὸ ὕδωρ ἐς αὐτὴν, ὅταν ἀποπνέῃ ἐν τῇ γῇ ἀπ᾿ αὐτοῦ, οὐ δίεισι πρόσω, ἅτε πυκνῆς ἐούσης τῆς γῆς· ἀλλ᾿ ἡ πνοὴ ὀπίσω ἐς τὸ ὕδωρ ἔρχεται. Καὶ διὰ τοῦτο αἱ πηγαὶ θερμότεραί εἰσι τοῦ χειμῶνος καὶ μέζους ἢ τοῦ θέρεος· ὅτι, ἀποπνέοντος τοῦ πνεύματος, ὀπίσω ἔρχεται ἐς τὸ ὕδωρ, ἅτε τῆς γῆς πυκνοτέρης ἐούσης καὶ οὐ διιείσης δι᾿ αὑτῆς τὸ πνεῦμα. Καὶ τὸ ὕδωρ πολὺ ἐὸν, ᾗ ἂν τύχῃ, ῥήγνυσι χωρέον, καὶ ὁδόν οἱ αὐτῷ ποιέεται εὐρυτέρην ἢ εἰ ὀλίγον εἴη· τὸ γὰρ ὕδωρ ἐν τῇ γῇ οὐχ ἕστηκεν, ἀλλ᾿ ἀεὶ χωρέει ἐς τὸ κάταντες· εἰ δὲ διιείη τοῦ χειμῶνος ἀπὸ τοῦ ὕδατος τὸ πνεῦμα ἡ γῆ δι᾿ ἑωυτῆς, ἔλασσον τὸ ὕδωρ ἂν ἐχώρεεν ἐξ αὐτῆς, καὶ αἱ πηγαὶ οὐκ ἂν ἦσαν τοῦ χειμῶνος μεγάλαι. Πάντα ταῦτα εἴρηταί μοι ὅτι τῆς γῆς τὸ κάτω θερμότερον φαίνεται ἐὸν τοῦ χειμῶνος ἢ τοῦ θέρεος.

[25] Νῦν δὲ θέλω εἰπεῖν ὅτι τοῦ θέρεος τὸ κάτω τῆς γῆς ψυχρότερον φαίνεται ἐὸν ἢ τοῦ χειμῶνος· τοῦ θέρεος γὰρ ἀραιή ἐστιν ἡ γῆ καὶ κούφη, ἅτε τοῦ ἡλίου σφοδρότερον προσβάλλοντος καὶ ἕλκοντος ἀπ᾿ αὐτῆς πρὸς ἑωυτὸν τῆς ἰκμάδος· ἔχει δὲ ὕδωρ ἡ γῆ ἐν ἑαυτῇ ἀεὶ πλέον ἢ ἔλασσον· τὰ δὲ πνεύματα ἡμῖν ἐστι πάντα ἀφ᾿ ὕδατος· τούτου δὲ πέρι πάρα συμβάλλεσθαι, ὅτι οὕτως ἔχει, ἀπὸ γὰρ τῶν ποταμῶν πάντων πνεύματα χωρέει ἑκάστοτε καὶ τῶν νεφέων, τὰ δὲ νέφεα ἐστὶν ὕδωρ ξυνεχὲς ἐν ἠέρι. Καὶ τότε δὴ ἡ γῆ ἀραιή ἐστι τοῦ θέρεος καὶ κούφη καὶ ὕδωρ ἐν αὑτῇ ἔχουσα· καὶ τὸ ὕδωρ ῥέει ἐς τὰ κατάντεα· χωρέοντος δὲ τοῦ ὕδατος αἰεὶ ἀποπνέει αὐτόθεν ἕτερον ἐξ ἑτέρου πνεῦμα· τὸ δὲ ἀποπνέον διὰ τῆς γῆς ἔρχεται κούφης καὶ ἀραιῆς ἐούσης καὶ ψῦχος τῇ γῇ ποιέει, καὶ αὐτὸ τὸ ὕδωρ συμψύχεται. Ἔχει δὲ οὕτως ὥσπερ εἴ τις ἐν ἀσκῷ ὕδωρ ἐνεὸν ἀποπιέσειεν ἰσχυρῶς καὶ παραπνοὴν τῷ ὕδατι ποιήσειε νύγματι βελόνης ἢ μικρῷ μέζονι, καὶ τὸν ἀσκὸν κρεμάσας αἰωροίη, οὐδὲν διὰ τοῦ τετρημένου πνεῦμα χωρήσει, ἀλλ᾿ ὕδωρ, οὐ γὰρ ἔχει εὐρυχωρίην ᾗ ἀποπνεύσεται τὸ ὕδωρ· ὧδε δὴ ἔχει καὶ τοῦ χειμῶνος τῷ ὕδατι ἐν τῇ γῇ. Ἢν δὲ τῷ ὕδατι ἐν τῷ ἀσκῷ τὴν εὐρυχωρίην ποιήσῃς, καὶ κρεμάσας αἰωροίης τὸν ἀσκὸν, πνεῦμα διαχωρήσει διὰ τοῦ τετρημένου, εὐρυχωρίη γάρ ἐστι τῷ πνεύματι ἀπὸ τοῦ ὕδατος κινευμένου διαχωρέειν διὰ τοῦ ἀσκοῦ, καὶ διὰ τοῦ τετρημένου τὸ πνεῦμα διὰ τόδε δίεισιν· ὧδε δὴ ἔχει καὶ τοῦ θέρεος ἐν τῇ γῇ τῷ ὕδατι· εὐρυχωρίη γάρ ἐστιν αὐτῷ, ἅτε τῆς γῆς ἀραιῆς ἐούσης καὶ τοῦ ἡλίου ἕλκοντος ἀπ᾿ αὐτῆς τῆς ἰκμάδος πρὸς ἑωυτὸν, καὶ διεῖσα τὸ πνεῦμα, ἅτε ψυχρὸν ἐὸν ἀπὸ τοῦ ὕδατος δι᾿ αὐτῆς ἀραιῆς ἐούσης καὶ κούφης, διὰ τοῦτο ψυχρόν ἐστιν αὐτῆς τὸ κάτω τοῦ θέρεος, καὶ τὸ ὕδωρ αἴτιον τοῦ πνεύματος τοῦ ἐν τῇ γῇ ψυχροῦ ἐόντος, καὶ αὐτὸ ἀφίησιν ἐς ἑωυτὸ τὸ πνεῦμα καὶ ἐς τὴν γῆν. Καὶ ἅμα τὸ ἀντλεόμενον ἐν τῷ φρέατι ἀεὶ διακινέει τὸ πνεῦμα ὥσπερ ῥιπὶς, καὶ ποιέει αὐτὸ ψῦχος παρέχειν τῷ ὕδατι· τὸ δὲ μὴ ἀντλεόμενον τοῦ ὕδατος τοῦ θέρεος, ἀλλ᾿ ἑστηκὸς, πυκνὸν ἐὸν, οὐχ ὁμοίως δέχεται τὸ πνεῦμα ἐς ἑωυτὸ ἀπὸ τῆς γῆς, οὐδ᾿ ἐς τὴν γῆν ἀφ᾿ ἑωυτοῦ ἀποδίδωσι, καὶ ἅμα ἀπὸ τοῦ ἡλίου καὶ τοῦ ἠέρος οὐ σκιδναμένου ἐν τῷ φρέατι, ἀλλὰ στασίμου ἐόντος, θερμαίνεται πρῶτον αὐτοῦ τὸ ἐπιπολῆς· ἔπειτα τὸ ἕτερον ἐπὶ τῷ ἑτέρῳ ἐκ τὸ κάτω διαδίδωσι τὴν θερμασίην· καὶ διὰ τοῦτο τὸ μὴ ἀντλεόμενον ὕδωρ τοῦ θέρεος θερμότερόν ἐστι τοῦ ἀντλεομένου. Αἵ τε πηγαὶ αἱ βαθεῖαι μάλα τοῦ θέρεος ἀεὶ ψυχραί εἰσιν. Καὶ ἀρυσθὲν τὸ ὕδωρ τοῦ χειμῶνος ἐκ τῆς γῆς θερμῆς ἐούσης, τὸ μὲν παραυτίκα θερμόν ἐστιν, ὅταν δὲ χρόνος διίῃ, ψυχρόν ἐστιν, ὑπὸ τοῦ ἠέρος δηλονότι γενόμενον ψυχροῦ ἐόντος, ἐξαεροῦται γὰρ ὑπὸ τοῦ ἀνέμου, καὶ τὸ πνεῦμα δι᾿ αὐτοῦ διηθέει· καθάπερ καὶ τὸ ἀντλεόμενον ὕδωρ τοῦ θέρεος, ὁκόταν ἀρυσθῇ, ψυχρὸν αὐτίκα ἐστὶ, θερμὸν δὲ γίνεται διὰ τόδε, ὅτι τῆς γῆς ἀραιῆς ἐούσης καὶ πνεύματος ἐόντος ἐν αὐτῇ ψύχεται, ὅταν δὲ ἀρυσθέντι χρόνος ἐγγένηται, στάσιμον γίνεται καὶ θερμὸν ὁρᾶται· θερμαίνεται γὰρ ὑπὸ τοῦ ἠέρος θερμοῦ ἐόντος, ὥσπερ καὶ τὸ μὴ ἀντλεόμενον ὕδωρ ἐν τῷ φρέατι τοῦ θέρεος διὰ τοῦτο θερμὸν γίνεται. Ταῦτα μὲν ἐς τοῦτό μοι εἴρηται.

[26] Ἀναλήψομαι δὲ αὖθις ὅτι τοῦ θέρεος τὸ κάτω τῆς γῆς ψυχρόν ἐστι, τοῦ δὲ χειμῶνος θερμὸν, τὸ δὲ ἄνω τῆς γῆς τοὐναντίον τούτου, καὶ δεῖ τῷ δένδρεϊ μὴ δύο θερμὰ ὁμοῦ προσγίνεσθαι, μηδὲ δύο ψυχρὰ ὁμοῦ, ἢν μέλλῃ ὑγιαίνειν· ἀλλ᾿ ἢν μὲν ἐκ τοῦ ἄνωθεν προσγίνηται θερμὸν, ἐκ τοῦ κάτωθεν δεῖ ψυχρὸν αὐτῷ προσγίνεσθαι, καὶ πάλιν ἢν ἐκ τοῦ ἄνωθεν προσγίνηται ψυχρὸν, ἐκ τοῦ κάτωθεν δεῖ θερμὸν αὐτῷ προσγίνεσθαι. Αἵ τε ῥίζαι ὅ τι ἂν ἑλκύσωσι, τῷ δίνδρεϊ προσδιδόασι, καὶ τὸ δένδρεον τῇσι ῥίζῃσι. Καὶ γίνεται οὕτω ταμιείη καὶ ψυχροῦ καὶ θερμοῦ· ὥσπερ καὶ τῷ ἀνθρώπῳ ἐσιόντων ἐς τὴν κοιλίην σιτίων, ὅσα πεσσόμενα θερμαίνει, δεῖ ψύξιν ἀποδίδοσθαι ἀπὸ τοῦ πότου, οὕτω καὶ τῷ δένδρεϊ δεῖ ἀνταποδίδοσθαι ἐκ τοῦ κάτω πρὸς τὸ ἄνω, καὶ ἀνάπαλιν. Καὶ αὔξεται τὸ δένδρον καὶ ἐς τὸ ἄνω καὶ ἐς τὸ κάτω διὰ τόδε, ὅτι οἱ τροφή ἐστι καὶ ἐκ τοῦ κάτωθεν καὶ ἐκ τοῦ ἄνωθεν. Καὶ ἕως μὲν ἂν ἁπαλὸν ἔῃ σφόδρα, οὐ καρποφορέει· οὐ γάρ ἐστιν αὐτῷ πίειρα δύναμις οὐδὲ παχείη, ἥτις ἐς καρπὸν ξυμβάλλεσθαι οἵη τέ ἐστιν· ὁκόταν δὲ χρόνος ἐγγένηται, τότε ἤδη ἐν αὐτῷ αἱ φλέβες εὐρεῖαι γινόμεναι ποιεῦνται ἐν αὐτῷ ἐκ τῆς γῆς πίειραν καὶ παχείην τὴν ῥύσιν· ὁ δὲ ἥλιος διαχέων αὐτὴν ποιέει ἐκζεῖν ἅτε κούφην ἐοῦσαν ἐς τὰ ἄκρα καὶ καρποῦσθαι· καὶ τὴν μὲν λεπτὴν ἰκμάδα ἀπὸ τοῦ καρποῦ ἀποφέρει, τὴν δὲ παχείην πέσσων ὁ ἥλιος καὶ θερμαίνων γλυκαίνει· τὰ δὲ οὐ καρποφορέοντα τῶν δενδρέων οὐκ ἔχει πῖαρ ἐν αὐτοῖσιν, ὅσον ἐς τὸν καρπὸν ἐκδώσεται. Τὸ δὲ πᾶν δένδρεον ὁκόταν ὑπὸ χρόνου στερεωθῇ καὶ λάβηται ἐκ τοῦ κάτω τῇσι ῥίζῃσιν ἤδη βεβαίως, πέπαυται αὐξόμενον πάντη. Ὁκόσοισι δὲ ἐς δένδρεα ἀφ᾿ ἑτέρων δενδρέων ὀφθαλμοὶ ἐνετέθησαν καὶ δένδρεα γενόμενα ἐν τοῖσι δένδρεσι ζῇ καὶ καρποφορέει καρπὸν οὐχ ὅμοιον οἷσιν ἐγκείμενά ἐστιν, τρόπῳ τοιῷδε τοῦτο γίνεται. Ξυμβαίνει τῷ ὀφθαλμῷ πρῶτον μὲν βλαστάνειν, τροφὴν γὰρ εἶχε πρῶτον μὲν ἀπὸ τοῦ δενδρέου, ἀφ᾿ οὗ ἀπηνέχθη, ἔπειτα ἐν ᾧ ἐνετέθη· ὁκόταν δὲ βλαστήσῃ οὕτω, μεθίησιν ἐς τὸ δένδρεον ῥίζας ἀπ᾿ αὐτοῦ λεπτάς· καὶ πρῶτον ἀπαυρίσκεται ἀπὸ τῆς ἰκμάδος τῆς ἐν τῷ δενδρέῳ ἐνεούσης, ἐν ᾧ ἔγκειται· ἔπειτα χρόνου ἐγγενομένου ἀφίησι ῥίζας ἐς τὴν γῆν διὰ τοῦ ἐν ᾧ ἐνετέθη, καὶ ἐπαυρίσκεται ἀπὸ τῆς γῆς ἕλκον τὴν ἰκμάδα, καὶ τροφὴ αὐτῷ ἐκεῖθέν ἐστιν· ὥστε μὴ θαυμάζειν ἑτερόκαρπα εἶναι τὰ ἔνθετα τῶν δενδρέων, ζῇ γὰρ ἀπὸ τῆς γῆς. Ταῦτά μοι εἴρηται περὶ τῶν δενδρέων καὶ τῶν καρπῶν διὰ τόδε, ὅτι οὐχ οἷόν τε ἦν μοι τὸν λόγον ἡμιτελέα καταλιπεῖν.

[27] Ἀναβήσομαι δ᾿ αὖθις ὀπίσω οὗ εἵνεκά μοι λόγου τάδε ἀμφὶ τῶνδε εἴρηται. Φημὶ γὰρ τὰ ἐν τῇ γῇ φυόμενα πάντα ζῇν ἀπὸ τῆς γῆς τῆς ἰκμάδος, καὶ ὅκως ἂν ἡ γῆ ἔχῃ ἰκμάδος ἐν ἑωυτῇ, οὕτω καὶ τὰ φυόμενα ἔχειν· οὕτω καὶ τὸ παιδίον ζῇ ἀπὸ τῆς μητρὸς ἐν τῇσι μήτρῃσι, καὶ ὅκως ἂν ἡ μήτηρ ὑγιείης ἔχῃ, οὕτω καὶ τὸ παιδίον ἔχει. Ἢν δέ τις βούληται ἐννοεῖν τὰ ῥηθέντα ἀμφὶ τούτων ἐξ ἀρχῆς ἐς τέλος, εὑρήσει τὴν φύσιν πᾶσαν παραπλησίην ἐοῦσαν τῶν τε ἐκ τῆς γῆς φυομένων καὶ τῶν ἐξ ἀνθρώπων. Καὶ ταῦτά μοι ἐς τοῦτο εἴρηται.

[28] Τὸ δὲ παιδίον ἐν τῇσι μήτρῃσιν ἐὸν τὼ χέρε ἔχει πρὸς τῇσι γένυσι καὶ τὴν κεφαλὴν πλησίον τοῖν ποδοῖν· καὶ οὐκ ἔστιν ἀτρεκείη κρῖναι, οὐδ᾿ ἂν ἴδῃς ἐν τῇσι μήτρῃσι τὸ παιδίον, πότερον τὴν κεφαλὴν ἄνω ἔχει ἢ κάτω· ἐκ δὲ τοῦ ὀμφαλοῦ τεταμένοι εἰσὶν οἱ ὑμένες, ἀντέχοντες αὐτό.

[29] Νῦν δὲ ἐρῶ τὴν διάγνωσιν, ἣν ἔφην ἀποφανέειν ὀλίγῳ πρότερον, ὡς ἀνυστὸν ἀνθρωπίνῃ γνώμῃ ἐμφανέα ἐοῦσαν παντὶ τῷ θέλοντι εἰδέναι τούτου πέρι, ὅτι ἥ τε γονὴ ἐν ὑμένι ἐστὶ, καὶ κατὰ μέσον αὐτῆς ὁ ὀμφαλός ἐστι, κἀκείνη πρῶτον τὴν πνοὴν ἕλκει ἐς ἑωυτὴν καὶ μεθίησιν ἔξω, καὶ ἐκ τοῦ ὀμφαλοῦ ὑμένες εἰσί· καὶ τὴν ἄλλην φύσιν τοῦ παιδίου, ἣν εἴρηκα, ὧδε ἔχουσαν εὑρήσεις πᾶσαν μέχρις ἐς τέλος, ὅκως μοι ἐν τοῖσι λόγοισιν ἀποπέφανται, εἰ βούλεταί τις τοῖσιν ἱστορίοισιν, ὁκόσοισι μέλλω λέγειν, χρῆσθαι. Εἰ γάρ τις ἐθέλει ὠὰ εἴκοσιν ἢ πλείονα, ὅκως ἐκλεπίσηται, ὑποθεῖναι ἀλεκτορίσιν εἴτε δυσὶν εἴτε πλείοσι, καὶ ἑκάστης ἡμέρης ἀπὸ τῆς δευτέρης ἀρξάμενος μέχρι τῆς ὑστάτης ᾗ ἐκλέψει τὸ ὠὸν, ὑφαιρέων, καταγνύων, σκοπῶν εὑρήσει ἔχοντα πάντα κατὰ τὸν ἐμὸν λόγον, ὡς χρὴ ὄρνιθος φύσιν ξυμβάλλειν ἀνθρώπου φύσει. Ὅτι γὰρ ὑμένες εἰσὶν ἐκ τοῦ ὀμφαλοῦ τεταμένοι, καὶ τἄλλα ὁκόσα εἴρηται περὶ τοῦ παιδίου, οὕτως ἔχοντα ἐν τῷ ὠῷ τῷ ὀρνιθείῳ εὑρήσεις ἐξ ἀρχῆς ἐς τέλος· καίτοι ἤν τις μηδέπω εἶδε, θαυμάσει ἐν ὀρνιθείῳ ὠῷ ἐνεόντα ὀμφαλόν. Ἔχει δὲ ὧδε τάδε, καὶ ταῦτα δέ μοι ὧδε εἴρηται.

[30] Ὁκόταν δὲ τῇ γυναικὶ ὁ τόκος παραγένηται, ξυμβαίνει τότε τῷ παιδίῳ κινεομένῳ καὶ ἀσκαρίζοντι χερσί τε καὶ ποσὶ ῥῆξαί τινα τῶν ὑμένων τῶν ἔνδον· ῥαγέντος δὲ ἑνὸς, ἤδη καὶ οἱ ἄλλοι ἀκιδνοτέρην δύναμιν ἔχουσι· καὶ ῥήγνυνται πρῶτον μὲν οἱ κείνου ἐχόμενοι· ἔπειτα ὁ ὕστατος. Ὁκόταν δὲ ῥαγῶσιν οἱ ὑμένες, τότε λύεται τοῦ δεσμοῦ τὸ ἔμβρυμον, καὶ χωρέει ἔξω κλονηθέν· οὐ γὰρ ἔτι ἔχει σθένος τῶν ὑμένων προδόντων, καὶ τούτων ἀπενεχθέντων οὐδὲ αἱ μῆτραι δύνανται ἔτι τὸ παιδίον ἴσχειν· προσλαμβάνονται γὰρ οἱ ὑμένες καὶ τῶν μητρέων, ὁκόταν ἀμφὶ τὸ παιδίον ἑλίσσωνται, οὐ πολλῇ δυνάμει. Ὁκόταν δὲ χωρέῃ τὸ παιδίον, βιῆται καὶ εὐρύνει τὰς μήτρας ἐν τῇ διεξόδῳ, ἅτε ἁπαλὰς ἐούσας· χωρέει δὲ ἐπὶ κεφαλὴν, ἢν κατὰ φύσιν ἴῃ· βαρύτατα γάρ ἐστιν αὐτῷ τὰ ἄνω ἐκ τοῦ ὀμφαλοῦ σταθμεόμενα. Ἐν δὲ τῇσι μήτρῃσιν ἐὸν ἐγκρατὲς μᾶλλον γίνεται ἐς τῶν ὑμένων τὴν κατάῤῥηξιν ἅμα δεκάτῳ μηνὶ, ὅτε ὁ τόκος τῇ μητρὶ παραγίνεται. Ἢν δὲ βίαιον πάθημα πάθῃ τὸ παιδίον, καὶ πρόσθεν τοῦ ὡρισμένου χρόνου ῥαγέντων τῶν ὑμένων ἐξέρχεται· καὶ ἢν ἡ τροφὴ πρόσθεν λήξῃ ἀπὸ τῆς μητρὸς τῷ παιδίῳ, καὶ οὕτω πρόσθεν ὁ τόκος τῇ μητρὶ παραγίνεται, καὶ θᾶσσον δέκα μηνῶν ἐξέρχεται. Ἀλλ᾿ ὅσαι δὴ ἔδοξαν πλείονα χρόνον δέκα μηνῶν ἔχειν, ἤδη γὰρ τοῦτο πολλάκις ἤκουσα, κεῖναι διεβλήθησαν τρόπῳ τοιῷδε ᾧ μέλλω ἐρέειν· ὁκόταν αἱ μῆτραι πνεῦμα λάβωσιν ἐς σφᾶς αὐτὰς ἀπὸ τῆς κοιλίης φῦσαν παρεχούσης καὶ ἐξαρθῶσι, γίνεται γὰρ τοῦτο, δοκέουσι δὴ αἱ γυναῖκες πρὸς σφέας ἔχειν τότε· καὶ ἢν καταμήνια μὴ χωρέοντα ξυστραφῇ ἐν τῇσι μήτρῃσι καὶ ἔῃ χρονιώτερα, ἀεὶ διαῤῥεῖ ἐς τὰς μήτρας, ἔστι μὲν ὅτε ξὺν τῷ ἀπὸ τῆς κοιλίης πνεύματι, ἔστι δ᾿ ὅτε καὶ θερμαινόμενα, καὶ δὴ καὶ τότε ἐν γαστρὶ δοκέουσιν ἔχειν αἱ γυναῖκες, ἅτε τῶν καταμηνίων μὴ χωρεόντων καὶ τῶν μητρέων ᾐρμένων· εἶτα ἔστιν ὅτε τὰ καταμήνια ἐῤῥάγη αὐτόματα, ἢ ἑτέρων ἐπικατελθόντων ἀπὸ τοῦ σώματος ἐς τὰς μήτρας καὶ κατενεγκάντων τὰ πρότερα, καὶ ἡ φῦσα ἐξῆλθε, καὶ πολλῇσιν ἤδη εὐθὺς μετὰ τὴν τῶν καταμηνίων κάθαρσιν αἱ μῆτραι· ἔχανον καὶ κατὰ τὸ αἰδοῖον ἐστράφησαν, καὶ τηνικαῦτα μιχθεῖσαι ἀνδράσιν ἔλαβον πρὸς σφᾶς τὸν γόνον αὐθήμερον ἢ ἅμα ὀλίγῃσιν ἡμέρῃσιν. Λογίζονται δὲ αἱ γυναῖκες αἱ ἄπειροι τούτων τῶν λόγων καὶ τῶν πρηγμάτων κατ᾿ ἐκεῖνον τὸν χρόνον ἐν γαστρὶ ἔχειν, ὅτε τὰ καταμήνια οὐκ ἐχώρεεν αὐτῇσι καὶ αἱ μῆτραι ᾐρμέναι ἐτύγχανον. Ὅτι δὲ οὐκ ἐστὶ χρονιώτερον δέκα μηνῶν ἐν γαστρὶ ἔχειν, ἐγὼ φράσω· ἡ τροφὴ καὶ ἡ αὔξησις ἡ ἀπὸ τῆς μητρὸς κατιοῦσα οὐκ ἔτι ἀρκεῦσα τῷ παιδίῳ ἐστὶν, ὁκόταν οἱ δέκα μῆνες παρέλθωσι καὶ τὸ ἔμβρυον αὐξηθῇ· ἕλκει γὰρ ἀπὸ τοῦ αἵματος ἐς ἑωυτὸ τὸ γλυκύτατον, ἅμα δὲ καὶ ἀπὸ τοῦ γάλακτος ἐπαυρίσκεται ὀλίγον· ὁκόταν δ᾿ αὐτῷ σπανιώτερα ταῦτα γίνηται καὶ ἁδρὸν ἔῃ τὸ παιδίον, ποθέον πλείονα τῆς ὑπαρχούσης τροφῆς, ἀσκαρίζει καὶ τοὺς ὑμένας ῥήγνυσι. Καὶ μᾶλλον τοῦτο πάσχουσιν αἱ τῶν γυναικῶν πρωτοτόκοι· ἐπιλείπει γὰρ τοῖσι παιδίοισιν ἡ τροφὴ ἐς τὸ ἀρκέσαι ἄχρι τῶν δέκα μηνῶν. Ἐπιλείπει δὲ διὰ τρόπον τοιόνδε· εἰσὶ τῶν γυναικῶν, αἳ μὲν ἀρκέοντα τὰ καταμήνια ἀποκαθαίρονται, αἳ δὲ ἐλάσσονα· τοῦτο δὲ ἢν ἀεὶ γίνηται, ἐν φύσει καὶ ἐν γένει μητρῷόν σφίν ἐστιν· αἱ δὲ τὰ καταμήνια ὀλίγα μεθιεῖσαι, αὗται καὶ τοῖσι παιδίοισι τοῦ χρόνου τὸ ὕστατον, ὅταν ἤδη ἁδρὸν ἔῃ, τὴν τροφὴν σπανιωτέρην παρέχουσαι, ποιέουσιν ἀσκαρίζειν καὶ πρόσθεν τῶν δέκα μηνῶν ἐξελθεῖν ἐπείγεσθαι· ὀλίγον γὰρ ἀπ᾿ αὐτέων χωρέει τὸ αἷμα. Ὡς δὲ ἐπὶ τὸ πλεῖστον ξυμβαίνει καὶ ἀγαλάκτους μᾶλλον εἶναι ταύτας τὰς γυναῖκας, τὰς ὀλίγα τὰ καταμήνια μεθιείσας· ξηρότεραι γὰρ καὶ πυκνοσαρκότεραί εἰσιν. Τούτῳ δὲ τῷ λόγῳ ὅτι ἐπιλειπούσης τῆς τροφῆς, ἐξέρχεται τὸ ἔμβρυον, ἢν μή τι αὐτῷ βίαιον πάθημα προσπέσῃ, ἱστόριον τόδε ἐστί. Τὸ ὄρνεον γίνεται ἐκ τοῦ ὠοῦ τοῦ χλωροῦ τρόπῳ τοιῷδε· ἐπικαθεζομένης τῆς μητρὸς θερμαίνεται τὸ ὠόν· καὶ τὸ ἐν τῷ ὠῷ ἐνεὸν ἀπὸ τῆς μητρὸς κινέεται· θερμαινόμενον δὲ πνεῦμα ἴσχει τὸ ἐν τῷ ὠῷ ἐνεὸν καὶ ἀντισπᾷ ἕτερον ψυχρὸν ἀπὸ τοῦ ἠέρος διὰ τοῦ ὠοῦ· τὸ γὰρ ὠὸν ἀραιόν ἐστιν οὕτως ὡς πνοὴν ἑλκομένην ἀρκέουσαν διιέναι τῷ ἔνδον ἐόντι. Καὶ αὔξεται τὸ ὄρνεον ἐν τῷ ὠῷ, καὶ διαρθροῦται τρόπῳ τῷ αὐτῷ τε καὶ παραπλησίῳ ᾧπερ καὶ τὸ παιδίον, ὥς μοι ἤδη καὶ πρότερον εἴρηται. Γίνεται δὲ ἐκ τοῦ χλωροῦ τοῦ ὠοῦ, τροφὴ δὲ καὶ αὔξησίς ἐστιν ἀπὸ τοῦ λευκοῦ τοῦ ἐν τῷ ὠῷ ἐόντος· καὶ τοῦτ᾿ ἤδη πᾶσιν ἐμφανὲς ἐγένετο ὁκόσοι προσέσχον τὸν νόον· ὁκόταν ἐπιλείπῃ ἡ τροφὴ τῷ νεοσσῷ ἐκ τοῦ ὠοῦ, οὐκ ἔχον ἀρκέουσαν ἀφ᾿ ἧς ζήσεται, κινέεται ἰσχυρῶς ἐν τῷ ὠῷ, ζητέον τροφὴν πλείονα, καὶ οἱ ὑμένες περιῤῥήγνυνται, καὶ ὁκόταν ἡ ὄρνις αἴσθηται τὸν νεοσσὸν κινηθέντα ἰσχυρῶς, κολάψασα ἐξέλεψεν· καὶ ταῦτα ξυμβαίνει γίνεσθαι ἐν εἴκοσιν ἡμέρῃσι. Καὶ ἐμφανές ἐστιν ὅτι ὧδε ἔχει· ὁκόταν γὰρ κολάψῃ τὸ ὄρνεον ἐπὶ τοῖσι λεπυρίοισι τοῦ ὠοῦ, ὑγρὸν ἔνεστιν οὐδὲν ὅ τι καὶ ἄξιον λόγου· ἐξανήλωται γὰρ ἐς τὸν νεοσσόν. Οὕτω δὲ καὶ τὸ παιδίον, ὁκόταν αὐξηθῇ, οὐκ ἔτι δύναται ἡ μήτηρ τροφὴν παρέχειν ἀρκέουσαν· ζητέον οὖν πλείω τροφὴν τῆς παρεούσης τὸ ἔμβρυον ἀσκαρίζον ῥήγνυσι τοὺς ὑμένας, καὶ λυθὲν τοῦ δεσμοῦ χωρέει ὁμοῦ ἔξω· καὶ ταῦτα γίνεται ἐν δέκα μησὶ τὸ μακρότατον. Καὶ κατὰ τοῦτον τὸν λόγον καὶ τοῖσι κτήνεσι καὶ τοῖσι θηρίοισιν ὁ τόκος παραγίνεται ἐν χρόνῳ ᾧ ἕκαστον τίκτει οὐ μακρότερον· ἑκάστῳ γὰρ τῶν ζώων ἀνάγκη ἐστὶ χρόνον εἶναι,, ἐν ᾧ ἡ τροφὴ σπανιωτέρη ἔσται τῷ ἐμβρύῳ καὶ ἐπιλείψει καὶ ὁ τόκος παρέσται· καὶ τὰ μὲν ἐλάσσω τροφὴν τοῖσιν ἐμβρύοισιν ἔχοντα θᾶσσον τίκτει, τὰ δὲ πλείω ὕστερον. Καὶ ταῦτα μὲν ἐς τοῦτό μοι εἴρηται. Τὸ δὲ παιδίον, ὅταν περιῤῥαγῶσιν οἱ ὑμένες, ἢν μὲν δὴ ἐπικρατήσῃ ἡ ἐπὶ τὴν κεφαλὴν ῥοπὴ, ῥηϊδίως τίκτει ἡ γυνή· ἢν δὲ πλάγιον ἢ ἐπὶ πόδας χωρήσῃ, γίνεται γὰρ τοῦτο, ἢν οὕτως ἡ ῥοπὴ τύχῃ γενομένη ἢ ὑπὸ εὐρυχωρίης γε τῶν μητρέων, ἢ καὶ ἢν ἡ μήτηρ ἐν τῇ ὠδῖνι μὴ ἡσυχάσῃ τὸ πρῶτον, κἢν οὕτω χωρέῃ, χαλεπῶς τέξεται ἡ γυνή· πολλαὶ δὲ ἤδη ἢ αὐταὶ ὤλοντο, ἢ τὰ παιδία, ἢ ἅμα αἱ μητέρες καὶ τὰ ἐν αὐτῇσιν. Ἐκ δὲ τῶν τικτουσῶν μάλιστα πονέουσιν αἱ πρωτοτόκοι διὰ τὴν ἀπειρίην τῶν πόνων, καὶ πονέουσι μὲν πᾶν τὸ σῶμα, μάλιστα δὲ τὴν ὀσφύν τε καὶ τὰ ἰσχία· διίσταται γὰρ σφέων τὰ ἰσχία· αἱ δὲ μᾶλλον ἔμπειροι τόκων ἧσσον πονέουσι τῶν πρωτοτόκων, αἱ δὲ πουλυτόκοι πάνυ ἧσσον πονέουσιν. Ἢν δὲ ἐπὶ κεφαλὴν ἴῃ τὸ ἔμβρυον, ἡ κεφαλὴ πρῶτον ἔξω χωρέει, ἔπειτα τἄλλα μέλεα ἑπόμενα, ὕστατος δὲ ὁ ὀμφαλός· ἐκ δὲ τοῦ ὀμφαλοῦ τὸ χορίον τεταμένον ἐστίν. Μετὰ δὲ ταῦτα ὕδρωψ ἔρχεται αἱματώδης ἀπό τε τῆς κεφαλῆς καὶ τοῦ ἄλλου σώματος, ἀποκριθεὶς ὑπὸ βίης τε καὶ πόνου καὶ θέρμης, καὶ ὁδὸν ἀφηγήσατο τῇ τῶν λοχίων καθάρσει· μετὰ δὲ τὴν ἔξοδον τοῦ ἰχῶρος ἡ κάθαρσις γίνεται χρόνον τὸν πρόσθεν εἰρημένον. Καὶ οἵ τε μαζοὶ καὶ τἄλλα μέλεα ὁκόσα ὑγρότερά ἐστι, καταῤῥήγνυται τῶν γυναικῶν, ἥκιστα μὲν ἐν τῷ πρώτῳ τόκῳ, ἔπειτα δὲ, ὡς ἂν πλειόνων πειρέωνται τόκων, ἔτι μᾶλλον καταῤῥήγνυται διακενουμένων τῶν φλεβῶν ὑπὸ τῆς καθάρσιος τῶν λοχίων. Ταῦτα δέ μοι ἐς τοῦτο εἴρηται.

[31] Δίδυμα δὲ γίνεται ἀφ᾿ ἑνὸς λαγνεύματος οὕτως· ἔχουσιν αἱ μῆτραι κόλπους συχνοὺς καὶ γαμψοὺς, τοὺς μὲν τηλοτέρω, τοὺς δὲ πλησιαιτέρω τοῦ αἰδοίου· καὶ τὰ πουλύγονα τῶν ζώων πλείους ἔχει κόλπους τῶν ὀλίγα κυεόντων· ὁμοίως δὲ καὶ τὰ πρόβατα, θηρία τε καὶ ὄρνεα. Ὅταν δὲ ἡ γονὴ τύχῃ σχισθεῖσα εἰς δύο κόλπους ἀφικομένη καὶ αἱ μῆτραι δέξωνται τὴν γονὴν, καὶ τοῖν κόλποιν μηδέτερος ἐς τὸν ἕτερον χαλάσῃ, χωρισθεῖσα δὴ ἐν ἑκατέρῳ κόλπῳ ὑμενοῦται καὶ ζωοῦται τῷ αὐτῷ τρόπῳ ᾧπερ καὶ τὸ ἓν εἴρηται. Ὅτι δὲ ἀφ᾿ ἑνὸς λαγνεύματος δίδυμα γίνεται ἱστόριον τόδε ἐστὶ, κύων καὶ ὗς καὶ ἄλλα ζῶα ὅσα ἀφ᾿ ἑνὸς λαγνεύματος τίκτει καὶ δύο καὶ πλείονα, καὶ ἕκαστον τῶν ζώων ἐν τῇσι μήτρῃσιν ἐν κόλπῳ καὶ ὑμένι ἐστὶ, καὶ ταῦτα αὐτοὶ ὁρέομεν γινόμενα, καὶ ταῦτα τίκτει τῇ αὐτῇ ἡμέρῃ πάντα ὡς ἐπιτοπλεῖστον. Ὧδε δὲ καὶ τῇ γυναικὶ ἀπὸ μιῆς μίξιος γινόμενα τὰ παιδία ἑκάτερον ἐν κόλπῳ καὶ χορίῳ ἐστὶ, καὶ τίκτει τῇ αὐτῇ ἡμέρῃ ἀμφότερα, καὶ πρότερον θάτερον χωρέει ἔξω καὶ τὸ χορίον αὐτοῦ. Ὅτι δὲ θῆλυ καὶ ἄρσεν δίδυμα γίνεται, φημὶ ἐν τῇ γυναικὶ καὶ ἐν τῷ ἀνδρὶ καὶ ἐν παντὶ ζώῳ ἑκάστῳ γονῆς ἐνεῖναι καὶ ἀσθενέστερον καὶ ἰσχυρότερον· καὶ οὐκ ἐς ἅπαξ χωρέει ἡ γονὴ, ἀλλὰ καὶ ἐς δὶς καὶ τρὶς ἀποβράσσεται· καὶ οὐκ ἀνυστὸν ἀεὶ ὁμοίως εἶναι πᾶν ἰσχυρὸν, τό τε πρόσθεν ἐξιὸν καὶ τὸ ὕστερον. Ἐς ὁκότερον ἂν οὖν τῶν κόλπων τύχῃ ἡ γονὴ παχυτέρη καὶ ἰσχυροτέρη ἐσιοῦσα, κεῖθι ἄρσεν γίνεται· ἐς ὁκότερον δ᾿ αὖ ὑγροτέρη καὶ ἀσθενεστέρη, κεῖθι θῆλυ γίνεται· ἢν δ᾿ ἐς ἄμφω ἰσχυρὴ ἐσέλθῃ, ἄμφω ἄρσενα γίνεται· ἢν δὲ ἀσθενὴς ἐς ἄμφω, ἄμφω θήλεα γίνεται. Οὗτος ὁ λόγος ὧδε εἰρημένος ἅπας τέλος ἔχει.

[32] Τοῦ ἀνθρώπου ἐς τὴν γένεσιν ἀπὸ πάντων τῶν μελέων τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἐλθὸν τὸ σπέρμα καὶ ἐς τὰς μήτρας τῆς γυναικὸς πεσὸν ἐπάγη· χρόνου δὲ γενομένου φύσις ἀνθρωποειδὴς ἐγένετο ἐξ αὐτέου. Ἔχει δὲ καὶ ἡ γυνὴ καὶ ὁ ἀνὴρ τέσσαρας ἰδέας ὑγροῦ ἐν τῷ σώματι, ἀφ᾿ ὧν αἱ νοῦσοι γίνονται, ὁκόσα μὴ ἀπὸ βίης νουσήματα γίνεται· αὗται δὲ αἱ ἰδέαι εἰσὶ φλέγμα, αἷμα, χολὴ, καὶ ὕδρωψ, καὶ ἀπὸ τούτων ἐς τὸ σπέρμα οὐκ ἐλάχιστον οὐδὲ ἀσθενέστατον συνέρχεται, καὶ ἐπειδὴ τὸ ζῶον ἐγένετο, κατὰ τοὺς τοκῆας τοσαύτας ἰδέας ὑγροῦ ὑγιηροῦ τε καὶ νοσεροῦ ἔχει ἐν ἑωυτῷ. Ἀποφανέω δὲ ὅκως ἐν ἑκάστῃ τουτέων τῶν ἰδεῶν καὶ πλείω καὶ ἐλάσσω ἐν τῷ σώματι γίνεται, καὶ ὑπὸ τούτου νοσέουσι, καὶ ὅτι αἱ νοῦσοι κρίνονται ἐν τῇσι περισσῇσιν ἡμέρῃσι, καὶ τίνες ἀρχαὶ τῶν νούσων εἰσὶ, καὶ ὁκοῖα αὐτέων ἑκάστη ἐν τῷ σώματι ἐργασμένη τὴν νοῦσον ἐπάγει, καὶ ὑπὸ τὸ αὐτὸ ῥῖγος πυρετῶδες γίνεται, καὶ διὰ τί τὸ πῦρ ἐπιπίπτει μετ᾿ αὐτό.

[33] Ἐθέλω δὲ ἀποφῆναι πρῶτον, πῶς ἡ χολὴ καὶ τὸ αἷμα καὶ ὁ ὕδρωψ καὶ τὸ φλέγμα πλέονα καὶ ἐλάσσονα γίνεται, ἀπὸ τῶν βρωμάτων καὶ τῶν πομάτων τρόπῳ τοιῷδε· ἡ κοιλίη τῷ σώματι πάντων πηγή ἐστι πλέη ἐοῦσα· κενεὴ δὲ γενομένη ἐπαυρίσκεται ἀπὸ τοῦ σώματος τηκομένου. Εἰσὶ δὲ καὶ ἄλλαι πηγαὶ τέσσαρες, ἀφ᾿ ὧν χωρέει τούτων ἕκαστον ἐς τὸ σῶμα, ἐπὴν αὗται ἀπὸ τῆς κοιλίης λάβωσι, καὶ αὗται ἐπὴν κενῶνται, ἀπὸ τοῦ σώματος ἐπαυρίσκονται· ἕλκει δὲ καὶ αὐτὸ τὸ σῶμα, ἐπὴν ἡ κοιλίη τι ἔχῃ ἐν ἑωυτῇ· τῷ μὲν δὴ αἵματι ἡ καρδίη πηγή ἐστι, τῷ δὲ φλέγματι ἡ κεφαλὴ, τῷ δὲ ὕδατι ὁ σπλὴν, τῇ δὲ χολῇ τὸ χωρίον τὸ ἐπὶ τῷ ἥπατι. Αὗται αἱ τέσσαρες τουτέοισίν εἰσι πηγαὶ ἄνευ τῆς κοιλίης· τουτέων δέ εἰσι κοιλόταται ἡ κεφαλὴ καὶ ὁ σπλήν· εὐρυχωρίη γὰρ ἐν αὐτῷ πλείστη ἐστίν· ἀλλὰ περὶ τούτου ὀλίγῳ ὕστερον ἀποφανέω κάλλιον. Ἔχει δὲ καὶ τόδε ὧδε· ἐν τοῖσι βρωτοῖσι καὶ τοῖσι ποτοῖσιν ἔνεστι πᾶσι καὶ χολώδεός τι καὶ ὑδρωποειδέος καὶ αἱματώδεος καὶ φλεγματώδεος, τῇ μὲν πλέον, τῇ δὲ ἔλασσον· διότι καὶ διαφέρει τὰ ἐσθιόμενα καὶ πινόμενα ἀλλήλων ἐς τὴν ὑγιείην· καὶ ταῦτά μοι ἐς τοῦτο εἴρηται. Ἐπὴν δὲ φάγῃ ἢ πίῃ ὁ ἄνθρωπος, ἕλκει τὸ σῶμα ἐς ἑωυτὸ ἐκ τῆς κοιλίης τῆς ἰκμάδος τῆς εἰρημένης, καὶ αἱ πηγαὶ ἕλκουσι διὰ τῶν φλεβῶν ἀπὸ τῆς κοιλίης, ἡ ὁμοίη ἰκμὰς τὴν ὁμοίην, καὶ διαδίδωσι τῷ σώματι, ὥσπερ ἐπὶ τῶν φυτῶν ἕλκει ἀπὸ τῆς γῆς ἡ ὁμοίη ἰκμὰς τὴν ὁμοίην.

[34] Ἔχει γὰρ ὧδε ἡ γῆ ἐν ἑωυτῇ δυνάμιας παντοίας καὶ ἀναρίθμους. Ὁκόσα γὰρ ἐν αὐτῇ φύεται, πᾶσιν ἰκμάδα παρέχει ὁμοίην ἑκάστῳ, οἷον καὶ αὐτὸ τὸ φυόμενον αὐτῷ ὁμοίην κατὰ ξυγγενὲς ἔχει, καὶ ἕλκει ἕκαστον ἀπὸ τῆς γῆς τροφὴν, οἷόν περ καὶ αὐτό ἐστι· τό τε γὰρ ῥόδον ἕλκει ἀπὸ τῆς γῆς ἰκμάδα τοιαύτην, οἷόν περ καὶ αὐτὸ δυνάμει ἐστὶ, καὶ τὸ σκόροδον ἕλκει ἀπὸ τῆς γῆς ἰκμάδα τοιαύτην, οἷόν περ καὶ αὐτὸ δυνάμει ἐστὶ, καὶ τἄλλα πάντα τὰ φυόμενα ἕλκει ἐκ τῆς γῆς καθ᾿ ἑωυτὸ ἕκαστον· εἰ γὰρ μὴ τοῦτο οὕτως εἶχεν, οὐκ ἂν ἐγένετο τὰ φυόμενα ὅμοια τοῖσι σπέρμασιν. Ὅτῳ δὲ τῶν φυομένων ἐν τῇ γῇ ἰκμὰς κατὰ συγγένειαν τοῦ δέοντος πολλῷ πλέων ἐστὶ, νοσέει ἐκεῖνο τὸ φυτόν· ὅτῳ δὲ ἐλάσσων τοῦ καιροῦ, ἐκεῖνο αὐαίνεται. Ἢν δὲ ἐξ ἀρχῆς μὴ ἐνῇ ἰκμὰς τῷ φυτῷ, ἣν ἕλκει κατὰ τὸ συγγενὲς, οὐδ᾿ ἂν βλαστῆσαι δύναιτο· παρέχει δὲ νοηθῆναι ὅτι, εἰ μὴ ἔχει ἰκμάδα κατὰ φύσιν τὸ φυτὸν, οὐ βλαστάνει τὴν ἀρχήν· ἡ γὰρ Ἰωνίη χώρη καὶ ἡ Πελοπόννησος τοῦ ἡλίου καὶ τῶν ὡρέων οὐ κάκιστα κέεται, ὥστε δύνασθαι ἐξαρκέειν τοῖσι φυομένοισι τὸν ἥλιον· ἀλλ᾿ ὅμως οὐ δυνατὸν, πολλῶν ἤδη πειρασαμένων, οὔτε ἐν Ἰωνίῃ οὔτε ἐν Πελοποννήσῳ σίλφιον φῦναι· ἐν δὲ τῇ Λιβύῃ αὐτόματον φύεται· οὐ γάρ ἐστιν οὔτε ἐν Ἰωνίῃ οὔτε ἐν Πελοποννήσῳ ἰκμὰς τοιαύτη, ὥστε τρέφειν αὐτό. Ὅτι δὲ πολλὰ καὶ ἄλλα, ὅσα τοῦ ἡλίου ἐξαρκέοντος αἱ χῶραι οὐ δύνανται τῶν θεραπευμάτων τρέφειν, ἄλλαι δὲ φύουσιν αὐτόμαται, παρέχει καὶ τοῦτο σκέψασθαι ὃ μέλλω ἐρέειν, ὁκόσον χῶρος χώρου κάρτα πλησιάζων διαφέρει ἐς τὴν ἡδυοινίην τοῦ ἡλίου ὁμοίως ἐξαρκέοντος· ἔνθα μὲν γὰρ τῆς γῆς ἰκμάς ἐστιν ἥτις τὸν οἶνον ἡδὺν παρέξει, ἔνθα δὲ οὔ. Ἔστι δὲ καὶ ἄγρια φυόμενα ἐν χωρίῳ οὐκ ὀλίγα, μεταρθέντα δὲ ὁκόσον ὀργυιὴν, οὐκ ἂν εὕροις ἔτι φυόμενα· οὐ γὰρ ἔχει ἡ γῆ μεταρθέντι τοιαύτην ἰκμάδα οἵην τοῖσιν ἀγρίοισι φυτοῖσιν ἐκείνη παρέσχεν. Ἐστὶ γὰρ αὐτοῖσι τὰ μὲν ἰωδέστερα, τὰ δὲ ὑγρότερα, τὰ δὲ γλυκύτερα, τὰ δὲ ξηρότερα, τὰ δὲ τρηχύτερα, ἄλλα δ᾿ ἄλλως ἔχει μυρία· μυρίαι γὰρ ἐν αὐτῇ δυνάμιές εἰσι, καὶ διὰ ταῦτα τὰ γένεα ἐκ τῆς γῆς πρῶτον οὐδὲν ἕτερον ἑτέρῳ ὅμοιον ἔφυ, ὅ τι μὴ συγγενές. Ἄγρια δέ μοι δοκέει ταῦτα πάντα εἶναι· ἄνθρωποι δὲ αὐτὰ ἡμέρωσαν ἐργαζόμενοι καρποφορέειν κατὰ τὸ σπέρμα ἕκαστον· ἕλκει γὰρ ἐκ τῆς γῆς ἡ ὁμοίη ἰκμὰς τὴν ὁμοίην, καὶ τούτοισιν αὔξεται καὶ τρέφεται, καὶ οὐδὲν ἕτερον ἑτέρῳ ὅμοιόν ἐστι τῶν φυομένων, οὔτε ἴσην οὔτε ὁμοίην ἐκ τῆς γῆς ἰκμάδα ἕλκον. Ἕλκει δὲ ἕκαστον τῶν φυομένων βρωτῶν τε καὶ ποτῶν ἐς ἑωυτὸ πολλὰς δυνάμιας ἀπὸ τῆς γῆς· ἐν παντὶ δέ ἐστί τι φλεγματώδεος καὶ αἱματώδεος· ἀνάγκην οὖν τῷδε προσηγαγόμην, ὅτι ἀπὸ τῶν βρωμάτων καὶ τῶν ποτῶν ἐς τὴν κοιλίην χωρεόντων ἕλκει τὸ σῶμα κατὰ τὰς πηγὰς ἃς ὠνόμασα, ἡ ὁμοίη ἰκμὰς τὴν ὁμοίην διὰ φλεβῶν.

[35] Σημήϊον δὲ ἀποφανέω ἕτερον τόδε, ὅτι ἕλκει ἕκαστον κατὰ τὰ εἰρημένα, καὶ ἅμα φράσω, ὅθεν τὸ φλέγμα γίνεται ἐν τῷ σώματι. Ἐπήν τις φάγῃ τυρὸν ἢ ὅ τι ἐστὶ δριμὺ, ἢ ἄλλο τι φάγῃ ἢ πίῃ ὅ τι ἐστὶ φλεγματῶδες, αὐτίκα οἱ ἐπιθέει ἐπὶ τὸ στόμα καὶ τὰς ῥῖνας, καὶ τοῦτο οὕτως γινόμενον πάντες ὁρέομεν· τοῦτο δὲ χρὴ ἐλπίσαι, ὅθεν ἐγὼ ἐρέω. Φημὶ δὲ ὁκόσον ἐν τῷ βρώματι ἢ πόματι φλεγματῶδες ἔνι, κείνου ἐς τὴν κοιλίην ἐλθόντος, τὸ μὲν τὸ σῶμα ἕλκει ἐς ἑωυτὸ, τὸ δὲ ἡ κεφαλὴ κοίλη ἐοῦσα καὶ ὥσπερ σικύη ἐπικειμένη ἕλκει τὸ φλέγμα, ἅτε γλίσχρον ἐόν· ἕπεται δὲ τοῦτο τὸ ἕτερον διὰ τοῦ ἑτέρου ἐς τὴν κεφαλήν· τὸ μὲν νέον φλέγμα τὸ γεννώμενον ἐκ τοῦ βρώματος μένει ἐν τῇ κεφαλῇ, τὸ δὲ παλαιὸν, ὁκόσῳ πλεῖον τὸ νέον, ὑπ᾿ ἐκείνου βιώμενον ἐξέρχεται, καὶ διὰ τοῦτο ἐπήν τις φάγῃ ἢ πίῃ ὅ τι φλεγματῶδες, ἀποχρέμπτεται ὁ ἄνθρωπος φλέγμα. Ἔχει δὲ καὶ τόδε οὕτως, ἢν, φαγόντος τι ἢ πιόντος τοῦ ἀνθρώπου ὅ τι ἐστὶ φλεγματῶδες, μὴ ἐξέλθῃ πάλιν ἐν ὅσῳ πλέον ἐγένετο, μήτε κατὰ τὸ στόμα μήτε κατὰ τὰς ῥῖνας, ἀνάγκη ἐστὶ μένειν αὐτὸ ἐν τῇ κεφαλῇ, ἢ ἐς τὸ σῶμα κατελθεῖν ἀπὸ τῆς κεφαλῆς ἢ ἐς τὴν κοιλίην ἀφικέσθαι. Καὶ ἄριστον ἂν συμβαίνοι, εἰ ἐς τὴν κοιλίην ἀφίκοιτο· ἐξέλθοι γὰρ ἂν σὺν τῇ κόπρῳ· εἰ μὲν πολλὸν εἴη καὶ ὑγρὸν, ὑγρήνειε τὴν κόπρον· εἰ δὲ ὀλίγον, οὐκ ἂν ποιήσειεν. Εἰ δὲ ἐν τῇ κεφαλῇ μείνειε, πολλὸν ἂν πόνον παράσχοι τῇ κεφαλῇ, ἐν τῇσι φλεψὶν ἐόν· εἰ δὲ ὀλίγον, οὐκ ἂν ποιήσειε τοῦτο· ἐπισημήνοι δ᾿ ἂν ἢ πλέον ἢ ἔλασσον. Ἢν δὲ ἐς τὸ σῶμα ἀφίκηται, κεῖσέ οἱ μέμικται τῇ ἄλλῃ ἰκμάδι· κἢν μὲν πολλὸν ἔῃ τὸ φλέγμα, ἐσάσσειεν ἂν ἐς τὸ σῶμα αὐτίκα· ἢν δὲ ὀλίγον, οὐκ ἂν ἐσάσσειεν, ἅτε μέγα τὸ σῶμα ἐὸν, εἰ μή τις οἱ ἀρχὴ ὑπολείποιτο καὶ ἄλλη· χρόνῳ δὲ ἢν μὲν ἕτερον ἐπιγένηται φλέγμα, σίνοιτο ἄν· ἢν δὲ τὸ σῶμα τῇ κύστει καὶ τῇ κοιλίῃ διαφέρῃ, καὶ ταῦτα ἔξω διοίσῃ, οὐδὲν ἂν κακὸν ἐξ αὐτέου σχοίη. Ἐν τούτῳ μὲν οὖν τῷ λόγῳ ἀποπέφανται ὅκως ἡ κεφαλὴ ἐκ τῆς κοιλίης φλέγμα ἕλκει, τό τε ὅμοιον ἔρχεται πρὸς τὸ ὅμοιον, καὶ ἅμα εἴρηταί μοι ὅκως τε καὶ διότι πλεῖον γίνεται τῷ ἀνθρώπῳ ἀπὸ τῶν βρωμάτων καὶ τῶν ποτῶν.

[36] Νῦν δὲ ἐρέω περὶ χολῆς, ὅκως τε καὶ διότι πλείων γίνεται ἐν τῷ σώματι, καὶ ὅκως ἕλκει τὸ χωρίον αὐτέην, τὸ ἐπὶ τοῦ ἥπατος. Ἔχει δὲ οὕτως· ἐπὴν φάγῃ καὶ πίῃ ὁ ἄνθρωπος ὅ τι ἐστὶ πικρὸν ἢ ἄλλως χολῶδες καὶ κοῦφον, καὶ πλείων ἡ χολὴ γίνηται ἐπὶ τῷ ἥπατι, αὐτίκα ἀλγέει τὸ ἧπαρ, ὅπερ οἱ παῖδες καρδίην καλέουσι, καὶ τοῦτο ἐσείδομεν γινόμενον, καὶ ἐμφανὲς ἡμῖν ἐστιν ὅτι ἀπὸ τοῦ βρώματος ἢ τοῦ ποτοῦ ἐγίνετο. Ἕλκει μὲν γὰρ τὸ σῶμα ἐς ἑωυτὸ ἀπὸ τῶν βρωμάτων τὴν πᾶσαν ἰκμάδα τὴν εἰρημένην· ἕλκει δὲ καὶ τὸ χωρίον τὸ ἐπὶ τῷ ἥπατι ἐς ἑωυτὸ ὅ τι ἂν αὐτόθι οἱ χολῶδες ἐνῇ, καὶ ἢν ἐξαπίνης πολλὴ γένηται ἡ χολὴ, ὀδυνᾶται τὸ ἧπαρ ὁ ἄνθρωπος, καὶ ἀπὸ τῆς νηδύος πλέον γίνεται· τούτου γὰρ γινομένου, ἔρχεται ἀπὸ τῆς παλαιῆς χολῆς διὰ τὴν πληθὺν ἐς τὴν κοιλίην, καὶ στρόφος ἐκ τούτου τῇ κοιλίῃ γίνεται, καὶ ἐξέρχεται ἐξ αὐτέης τὸ μὲν κατὰ τὴν κύστιν, τὸ δὲ κατὰ τὴν κοιλίην, καὶ οὕτως ἐλάχιστον ἐς τὸν ἄνθρωπον γίνεται, καὶ παύονται οἱ πόνοι. Ἢν δὲ τούτων μηδέτερον γένηται, χωρέει τὸ πρῶτον ἀπὸ τῆς παλαιῆς ἐς τὸ σῶμα, διαδίδοται γὰρ ἐς αὐτό· κἢν μὲν πολλὴ ἔῃ, αὐτίκα ἐπισημαίνει μιχθεῖσα τῷ ἄλλῳ ὑγρῷ· ἢν δὲ ὀλίγη, οὐκ ἂν ἐσάσσειεν, ἅτε μέγα τὸ σῶμα ἐὸν, ἢν μή τις καὶ ἄλλη ἀρχὴ ὑπογένηται· χρόνῳ δὲ ἢν μὲν ἑτέρη χολὴ ἐπιγένηται, πλείω σίνεται τὸν ἄνθρωπον· ἢν δὲ μὴ ἐπιγένηται, διηθήσειεν ἂν τὸ σῶμα, ὥστε τὴν χολὴν προϊέναι, ἅσσα τέ ἐστι χολώδεα. Ἕτερα γὰρ τῶν ἑτέρων τὰ ἐσθιόμενα καὶ πινόμενα φάρμακά ἐστιν· οὕτω δὴ καὶ τὰ ἄλλα ὁκόσα σινεόμενά ἐστιν, ὑφ᾿ ἑτέρου ἕτερον ἐσπεσὸν ἐς τὴν κοιλίην, τῇ ἑωυτοῦ δυνάμει τὸ αἰτίην ἔχον διηθέεται ἔξω, καὶ ἀσινὲς τοῦτο. Ἐπὴν δὲ ἐπιγένηται ἄλλη χολὴ ἐν τῷ σώματι ἀπὸ τῶν ἐς τὴν κοιλίην πιπτόντων, νόσος ἐντεῦθεν γίνεται. Ἐν τούτῳ δὲ ἐγὼ ἐπεσήμηνον, ὅκως ἡ χολὴ καὶ διότι πλείων γίνεται ἐν τῷ σώματι ἀπὸ τῶν βρωμάτων καὶ τῶν ποτῶν, καὶ ὅτι ἕλκει ἐς ἑωυτὸ τὸ χωρίον τὸ ἐπὶ τῷ ἥπατι κατὰ τὸ ὅμοιον τὸ χολῶδες ἀπὸ τῶν σιτίων καὶ τῶν ποτῶν.

[37] Νῦν δὲ ἐρέω περὶ ὕδρωπος, ὥς τε καὶ διὰ τί πλείων γίνεται ἐν τῷ σώματι, καὶ ὅκως ἕλκει ὁ σπλὴν ἐς ἑωυτόν. Φημὶ δὲ, ἐπὴν ὁ ἄνθρωπος πίνῃ πλέον, ἕλκειν ἐς ἑωυτὸν ἐκ τῆς κοιλίης τοῦ ὕδατος καὶ τὸ σῶμα καὶ τὸν σπλῆνα, καὶ, ἢν πλέον εἰρύσῃ τοῦ καιροῦ, πονέειν αὐτίκα τὸν ἄνθρωπον, καὶ τοῦτο ἐσαΐουσι γινόμενον ὁκόσοι σπληνώδεες τῶν ἀνθρώπων εἰσίν. Ἐπὴν δὲ εἰρύσῃ ὁ σπλὴν, ἄριστα μὲν, εἰ ἐν τῇ κύστει διηθηθείη ἀπὸ τοῦ ὕδατος τὸ παλαιὸν τοῦ ἐνεόντος ἐν τῷ σπληνὶ ἢ τῇ κοιλίῃ, καὶ ταῦτα ἐκδιηθήσειε· κατὰ τὰ ἄνω γὰρ χωρία οὐκ ἀποκαθαίρεται τὸ ὕδωρ ἀπὸ τοῦ σπληνὸς, εἰ μὴ ὁκόσον δὴ ἐν τοῖς ἀγγείοις ἐνεόν ἐστι τοῖσιν ἀπὸ τοῦ σπληνός· ἀλλ᾿ ἴα ἐστὶν ἀποκάθαρσις ἐς τὴν κοιλίην καὶ ἐς τὴν κύστιν. Ἢν δὲ ταῦτα μὴ εὔροα ᾖ, μηδὲ διηθῇ ἔξω, ἀπὸ τοῦ σπληνὸς ἔρχεται τὸ ὕδωρ ἐς τὰ κάτω· κεῖθι δὲ μίσγεται τῇ ἄλλῃ ἰκμάδι· κἢν μὲν ὀλίγον ἔῃ, οὐκ ἂν ἐσάσσειεν, ἀλλὰ διηθηθείη ἂν ἀπὸ τοῦ σώματος ἐς τὴν κύστιν καὶ ἐς τὴν κοιλίην διὰ φλεβῶν· εἰσὶ γὰρ ἐκ τούτου κατατείνουσαι πολλαὶ, αἳ ἕλκουσιν ἐς ἑωυτὰς ἐκ τῶν κάτωθεν χωρίων, ἐπὴν ξηρότεραι γένωνται ἢ πρὶν ἦσαν. Ἢν δὲ γίνηται ἕτερον ὕδωρ καὶ ἡ κοιλίη καὶ ἡ κύστις μὴ διηθῇ ἔξω, ἀείρεται ὁ σπλὴν, καὶ τὰ κάτω τοῦ σώματος ἐπίπονα γίνεται. Ταῦτα δέ μοι εἴρηται, ὅκως τε καὶ διότι τὸ ὕδωρ πλεῖον γίνεται ἐν τῷ σώματι ἀπὸ τοῦ ποτοῦ, καὶ ὅκως ὁ σπλὴν ἕλκει.

[38] Νῦν δὲ ἐρέω περὶ αἵματος ὅκως τε καὶ διότι πλεῖον γίνεται ἐν τῷ σώματι. Ἐπήν τι πίῃ ἢ φάγῃ ὁ ἄνθρωπος, ὅ τι ἐστὶν αἱματῶδες, ἕλκει μὲν καὶ τὸ σῶμα ἅπαν ἐς ἑωυτὸ, ἕλκει δὲ καὶ ἡ καρδίη τὸ αἱματῶδες ἐς ἑωυτὴν, καὶ ἐπὴν πλέον εἰρύσῃ, οὐ γίνεταί οἱ τῇ καρδίῃ πόνος· στερεὸν γάρ τι χρῆμα καὶ πυκνόν ἐστιν ἡ καρδίη, καὶ διὰ τοῦτο οὐ πονέει, καὶ ἐξ αὐτῆς παχεῖαι φλέβες τείνουσιν αἱ σφάγιαι καλεόμεναι, ἐς ἃς ταχέως, ἢν πλεῖον προσγένηται, διαδίδοται τὸ αἱματῶδες, καὶ πιμπλάμεναι κεῖναι τῇ κεφαλῇ καὶ τῷ σώματι διδόασιν ἐν τάχει, καὶ ἐπήν τι φάγῃ ἢ πίῃ, ὅ τι ἐστὶν αἱματῶδες, αὐτίκα αἱ σφάγιαι φλέβες ἀείρονται, καὶ τὸ πρόσωπον ἐρεύθει. Προσγενομένου δὲ τῇ καρδίῃ καὶ τῷ σώματι τοῦ αἵματος πλείονος τοῦ ἱκανοῦ ἀπὸ τῶν βρωτῶν καὶ τῶν ποτῶν καὶ μισγομένου τῷ ἄλλῳ ὑγρῷ, ἢν μὴ ἀπ᾿ αὐτοῦ ἐξέλθῃ κατὰ τὴν κοιλίην ἢ κατὰ τὴν κύστιν, μιγὲν τῇ ἄλλῃ ἰκμάδι ἐν τῷ σώματι πόνον παρέχει· ἢν δὲ ὀλίγον προσγένηται, οὐκ ἐσάσσειεν ἂν ἐς τὸ σῶμα, χρόνῳ δὲ διαδίδοται ἀπ᾿ αὐτοῦ ἐς τὴν κοιλίην ἢ κατὰ τὰς ῥῖνας, τὰ δὲ διηθέει ἔξω καὶ ἀσινέες γίνονται· ἢν δὲ ἐξ ὀλίγου πλέον γένηται, ἐπίνοσον γίνεται. Ὅκως δὲ πλέον τὸ αἷμα γίνεται, ἡρμήνευταί μοι. Τέσσαρα ἐόντα τό τε αἷμα καὶ ἡ χολὴ καὶ τὸ φλέγμα καὶ ὁ ὕδρωψ, ἀποπέφανται ταῦτα πάντα ὅκως τε καὶ διότι πλεῖον γίνεται ἐν τῷ σώματι ἀπὸ τῶν βρωτῶν καὶ τῶν ποτῶν. Ὅτι δὲ γίνεται ἀπὸ τούτων, σημήϊον τόδε ἐστίν· εἰ ὁ ἄνθρωπος ὀλίγα ἐσθίει καὶ ὀλίγα πίνει, οὐδεμίαν τοῦτο νοῦσον ἐπάγει. Καὶ ταῦτα μὲν ἐς τοῦτό μοι εἴρηται· παρέψαυσται δέ μοι δηλῶσαι τῷ συνετῷ καὶ ὅκως ταῦτα ἐλάσσονα γίνεται· δηλώσω δὲ περὶ αὐτοῦ κάλλιον ὀλίγῳ ὕστερον.

[39] Τὰς δὲ πηγὰς ἃς ὠνόμασα, αὗται τῷ σώματι, ὁκόταν πλήρεες ἔωσιν, ἀεὶ ἐπιδιδόασιν· ὁκόταν δὲ κεναὶ περιίστανται, ἀπ᾿ αὐτοῦ· οὕτω δὲ καὶ ἡ κοιλίη ποιέει. Ἔχει γὰρ οὕτως ὥσπερ εἴ τις ἐς χαλκεῖα τρία καὶ πλείονα ὕδωρ ἐγχέας καὶ συνθεὶς ὡς ἐπὶ ὁμαλωτάτου χωρίου καὶ συναρμόσας ὡς κάλλιστα διαθείη, αὐλοὺς ἐναρμόσας ἐς τὰ τρυπήματα, καὶ ἐγχέοι ἡσυχῇ ἐς ἓν τῶν χαλκείων ὕδωρ μέχρις οὗ ἐμπλησθῇ ἀπὸ τοῦ ὕδατος πάντα· ἀπὸ γὰρ τοῦ ἑνὸς ῥεύσεται ἐς τὰ ἕτερα χαλκεῖα μέχρις ὅτου καὶ τὰ ἄλλα ἐμπλησθῇ· ἐπὴν δὲ πλήρεα γένηται τὰ χαλκεῖα, ἤν τις ἀπὸ τοῦ ἑνὸς ἀπαρύσῃ τοῦ ὕδατος, ἀνταποδώσειεν ὀπίσω ῥέον τὸ ὕδωρ ἐς τὸ ἓν χαλκεῖον, καὶ κενεὰ ἔσται τὰ χαλκεῖα πάλιν ὥσπερ καὶ ἐδέξατο. Οὕτω δὴ καὶ ἐν τῷ σώματι ἔχει· ἐπὴν γὰρ ἐς τὴν κοιλίην πέσῃ τὰ βρώματα καὶ τὰ ποτὰ, ἐπαυρίσκεται τὸ σῶμα ἀπὸ τῆς κοιλίης καὶ πληροῦται σὺν τῇσι πηγῇσιν· ἐπὴν δὲ ἡ κοιλίη κενῶται, ἀποδίδοται αὖθις ὀπίσω ἡ ἰκμὰς, ὥσπερ καὶ ἐπεδέξατο ἐκ τῶν ἄλλων τὸ ἓν χαλκεῖον. Φλέβες τε γάρ εἰσι διὰ παντὸς τοῦ σώματος τείνουσαι, αἱ μὲν λεπτότεραι, αἱ δὲ παχύτεραι, πολλαὶ καὶ πυκναί· αὗται δὲ, μέχρις οὗ ἂν ζώῃ ὁ ἄνθρωπος, ἀνεῴγασι καὶ δέχονταί τε καὶ ἀφιᾶσι νέον ὑγρόν· ἐπὴν δὲ ἀποθάνῃ, συμμύουσι καὶ γίνονται λεπταί. Μέχρι μὲν οὖν ζώῃ ὁ ἄνθρωπος, ἐπαυρίσκεται μὲν τὸ σῶμα ἀπὸ τῆς κοιλίης, ἐπήν τι ἔχῃ ἐν ἑωυτῇ· ἐπαυρίσκονται δὲ αἱ πηγαὶ καὶ πιμπλάμεναι διαδιδόασι τῷ σώματι· εἰ γὰρ τὸ σῶμα μὴ ἕλκοι ἀπὸ τῆς ἰκμάδος τῆς κοιλίης, ἀλλ᾿ αἱ πηγαὶ μόναι, ἢ ἐς τὸ σῶμα μὴ ἐδίδοσαν, οὐκ ἂν εἶχε τὸ σῶμα τροφὴν ἀρκέουσαν, ἀλλὰ ἐλάσσονα· οὐ γὰρ ἂν ἔτι εἶχον τῷ σώματι τὴν τροφὴν διεκδιδοῦσαι πηγαί. Αἱ δὲ πηγαὶ αὗται εἰ μὴ ἦσαν, ἐσθίοντες ἂν καὶ πίνοντες οὐκ ἂν διεγινώσκομεν ἀτρεκέως, οὔτε ὅ τι ἡδύ ἐστιν οὔτε ὅ τι ἀηδὲς, κατὰ ἀνάγκην τοιήνδε ἣν μέλλω ἐρέειν. Ταῦτα τὰ χωρία, ἅτε μικρότερα ἐόντα καὶ ἔνδοθεν τοῦ ἄλλου σώματος, ἀεὶ καὶ πρὸ τοῦ ἐσάσσαι ἕκαστον κατὰ τὴν ἑωυτοῦ δύναμιν ἑρμηνεύει τῷ ἄλλῳ σώματι τῶν ἐσθιομένων καὶ πινομένων ὅ τι χολῶδές ἐστι καὶ ὅ τι φλεγματῶδες καὶ ὅ τι αἱματῶδες καὶ ὅ τι ὑδρωποειδές. Τούτων γὰρ ἡμῖν ὅ τι ἂν ἑκάστου πλεῖον τοῦ καιροῦ γίνηται καὶ ἐν τοῖσι ποτοῖσι καὶ ἐν τοῖσι βρωτοῖσι, κεῖνα οὐδὲ ἡδέα γίνεται· ἅσσα δὲ χατίζει μάλιστα κατὰ ταῦτα, κεῖνα ἡδέα ἐστίν. Εἰ δὲ βρωτῶν καὶ ποτῶν ἐνδεήσεται τῶν πηγέων τις, κατὰ τοῦτο καὶ τὸ σῶμα ἑλκύσει ἀπ᾿ αὐτέων τέως καὶ τὸ ὑγρὸν ἔλασσον τοῦ καιροῦ γένηται· τότε ἱμείρεται ὁ ἄνθρωπος ἢ φαγέειν ἢ πιέειν τοιοῦτον, ὅ τι τὴν μοίρην ἐκείνην ἐπιπλήσει καὶ ἰσώσει τῇσιν ἄλλῃσι· καὶ διὰ τοῦτο βεβρωκότες πολλὰ ἢ πεπωκότες, ἔστιν ὅτε ἱμειρόμεθα ἢ βρωτοῦ ἢ ποτοῦ, καὶ ἄλλο οὐδὲν ἂν ἡδέως φάγοιμεν, εἰ μὴ ὅ τι ἱμειρόμεθα· ἐπὴν δὲ φάγωμεν καὶ ἰσωθῇ ἡ ἰκμὰς κατὰ τὰ ἀνυστὰ ἐν τῇσι πηγῇσι καὶ ἐν τῷ σώματι, τότε οἱ πέπαυται ὁ ἵμερος. Καὶ ταῦτα μὲν ἐς τοῦτό μοι εἴρηται.

[40] Ἔχει δὲ καὶ τόδε, ὅτι ἐς μὲν τὸ χωρίον τὸ ἐπὶ τῷ ἥπατι ἀπὸ τῶν βρωτῶν καὶ τῶν ποτῶν ἀποκρίνεται ἡ χολὴ μοῦνον· τὰ γὰρ φλέβια ἀσθενέα καὶ λεπτὰ ὑπάρχοντα οὐ δύναται ἕλκειν τὴν ἄλλην ἰκμάδα παχυτέρην καὶ βαρυτέρην ἐοῦσαν, καὶ ἅμα εὐρυχωρίη οὐκ ἔστι τῇ ἄλλῃ ἰκμάδι, ὥστε ἐν τούτῳ τῷ χωρίῳ εἶναι· σύνηθές τέ ἐστι τῇ χολῇ τοῦτο τὸ χωρίον κατὰ φύσιν μάλιστα, καὶ διὰ τοῦτο ἐν αὐτῷ οὐδεμία νοῦσος γίνεται ἄλλη ἢ ἥντινα καρδιωγμὸν οἱ ἄνθρωποι καλέουσιν. Ἡ δὲ κεφαλὴ καὶ ἡ καρδίη καὶ ὁ σπλὴν μετέχουσι τῆς ἰκμάδος πάσης· ἕκαστον, ἢν μή τι νοσέῃ, μετέχει πλείστων κατὰ φύσιν τὴν ἑωυτοῦ τῶν εἰρημένων, ἡ μὲν κεφαλὴ τοῦ φλέγματος, ἡ δὲ καρδίη τοῦ αἵματος, ὁ δὲ σπλὴν τοῦ ὕδατος· ἕλκουσι δὲ καὶ τῆς ἄλλης ἰκμάδος αἱ φλέβες ἐς ἑωυτὰς, εὐρεῖαι καὶ παχεῖαι καὶ ἑλικοειδέες ἐοῦσαι· ὥστ᾿ ἐπὴν ἕλκωσιν, ἕπεσθαι ἕτερον ἑτέρῳ τῆς ἄλλης ἰκμάδος. Καὶ τῇ μὲν καρδίῃ πλησιάζουσιν αἱ σφάγιαι φλέβες, παχεῖαι ἐοῦσαι, ἐς ἃς διαδίδοται ταχέως, ἐπήν οἱ πλεῖον τοῦ καιροῦ προσγένηται· αἱ δὲ τῷ ἄλλῳ σώματι ἐκδιδόασι· καὶ ἅμα αὐτὴ ἡ καρδίη στερεὴ καὶ πυκνή ἐστιν, ὥστε μὴ νοσέειν ὑπὸ τῆς ἰκμάδος, καὶ διὰ τοῦτο νόσημα ἐν τῇ καρδίῃ οὐδὲν γίνεται. Ἡ δὲ κεφαλὴ καὶ ὁ σπλὴν μάλιστα ἐπίνοσά ἐστι· νοσέει γὰρ καὶ ἀπὸ τῶν φύσει ἐόντων, ὅταν πλείονα προσγένηται τοῦ καιροῦ· νοσέει δὲ καὶ ἀπὸ τῆς ἄλλης ἰκμάδος· φλέβες γὰρ ἐς αὐτὰ παχεῖαί τε καὶ πολλαί εἰσι, καὶ αὐτὰ φλεβώδεα κάρτα ἐστὶ καὶ ἔγκοιλα, ὥστε εὐρυχωρίην καὶ τῇ ἄλλῃ ἰκμάδι ἐν αὐτοῖσιν εἶναι, χωρεούσῃ κατ᾿ ὀλίγον καὶ μισγομένῃ τῇ φύσει ἐούσῃ· ὥσπερ ἐν ἀγγείῳ μεγάλῳ εὐρυχωρίη ἐστὶ πολλὴ ἢ ἐν μικρῷ, οὕτω δὲ καὶ ἐν τῇ κεφαλῇ ἢ ἐν τῷ σπληνὶ ἔχει· εὐρυχωρίη γὰρ τούτων τῶν χωρίων μάλιστα ἐν αὐτοῖσίν ἐστιν· ἢν δ᾿ ἐμπλησθῶσιν ἰκμάδος αἱ φλέβες αὐτόθι, ἀπ᾿ ἐκείνης ἐν αὐτοῖσι νοῦσος γίνεται. Ταῦτα δέ μοι ἐς τοῦτο εἴρηται νῦν.

[41] Ἐθέλω δὲ ἀποφῆναι κάλλιον, ὅκως ἑκάστη ταύτης τῆς ἰκμάδος ἐν τῷ σώματι ἐλάσσων γίνεται. Τέσσαρα μὲν δὴ ὑγρὰ ἐόντα ἀπέδειξα τὸν ἄνθρωπον σινεόμενα, τέσσαρας δέ σφι πηγάς· τέσσαρα δέ σφι λέγω εἶναι, οἷσιν ἀποκαθαίρεται ὁ ἄνθρωπος τούτων ἕκαστον· ταῦτα δέ ἐστι τό τε στόμα καὶ αἱ ῥῖνες καὶ ὁ ἀρχὸς καὶ ἡ οὐρήθρη. Καὶ ἐπήν τις πλείων γένηται τῆς ἰκμάδος τῆς πονεούσης, ἢν ἀποκαθαίρηται ὁ ἄνθρωπος ταύτῃ, οὐδεμία μιν νοῦσος πιέζει ἀπὸ ταύτης· καὶ ἢν ἡ κοιλίη μὴ πλήρης ᾖ, τηκομένου τοῦ σώματος, ἀπὸ τῆς ἰκμάδος καταῤῥέει ἐς αὐτὴν, καὶ ἔξω ἔρχεται κατά τι τῶν χωρίων τούτων, καὶ διὰ ταῦτα τὸ ὑγρὸν ἔλασσον γίνεται ἐν τῷ σώματι. Τὸ γὰρ σῶμα, ὥσπερ μοι καὶ πρότερον εἴρηται, τῇ κοιλίῃ ἐπιδιδοῖ, ἐπὴν κενεὴ ἔῃ, καὶ ἐπαυρίσκεται, ἐπὴν πλήρης ἔῃ, ἀπ᾿ αὐτῆς. Ταῦτα δέ μοι εἴρηται ὅκως τε καὶ διότι ἐλάσσονα γίνεται τὰ πονέοντα τὸν ἄνθρωπον.

[42] Ὅκως δὲ καὶ διὰ τί ὁ ἄνθρωπος ὑγιαίνει, ἐρέω. Ἐπὴν φάγῃ καὶ πίῃ καὶ ἀφίκηται ἡ ἱκμὰς ἐς τὸ σῶμα, τρόπῳ ὥσπερ εἴρηται μιγεῖσα καὶ τῇ ἄλλῃ τῇ ἐν τῷ σώματι καὶ τῇ ἐν τῇ πηγῇ ἐούσῃ, τῇ μὲν ἡμέρῃ ᾗ προσγένηται μένει ἐν τῷ σώματι, τῇ δὲ ὑστεραίῃ ἄλλη οἱ ἰκμὰς προσγίνεται. Αὗται δύο μὲν ἡμέραι εἰσί· δύο δὲ ἰκμάδες ἐν τῷ σώματι· τῇ μὲν ἑτέρῃ τῶν ἰκμάδων δύο ἡμέραι εἰσὶ, τῇ δὲ ἑτέρῃ μία. Ἡ μὲν δὴ ὑστέρη μένει ἐν τῷ σώματι ἅτε παχεῖα ἐοῦσα, ἡ δὲ ἑτέρη πεφθεῖσα ὑπὸ τῆς θέρμης διακέχυται, καὶ λεπτὴ γενομένη παραγίνεται ἐν τῇ ὑστεραίῃ ἡμέρῃ ἐς τὴν κοιλίην, διὰ παντὸς τοῦ χρόνου ἐξωθευμένη ὑπὸ τῆς νέης· ἐλθοῦσα δὲ ἐς τὴν κοιλίην πέσσει τὰ σιτία ἐν τῷ τόπῳ, καὶ ποιέει τὸ αἷμα ἀπ᾿ αὐτῆς ἐν τῷ σώματι· μείνασα δὲ ἐγένετο ὑπὸ τοῦ χρόνου κάκοδμος. Τῇ δὲ τρίτῃ ἡμέρῃ ἐξέρχεται σὺν τῇ κόπρῳ καὶ τῷ οὔρῳ, πλῆθος αὐτὴ ἑωυτῇ πάση ἴση τε καὶ παραπλησίη καὶ ἰσόῤῥοπος· καὶ ἢν ἑωυτῆς μέρος τι ἔῃ, ὅμως ἡ ἰκμὰς μένει ἐν τῷ σώματι κατὰ λόγον τὸν εἰρημένον. Ἐπιῤῥέει δὲ καὶ τῇ τρίτῃ ἡμέρῃ τῆς ἰκμάδος ἀπὸ τοῦ σώματος ἐπὶ τὴν κοιλίην πλεῖον καὶ κακοδμότερον τὸ ἐπιλειπὲς γενόμενον ὑπὸ τῆς ἑτέρης, καὶ καταφέρει τὰ βρώματα πεπεμμένα καὶ ὅ τι ἐν τῷ σώματι νοσερόν ἐστι, καὶ αὖθις συνέρχεται· σημαίνει δὲ τὸ οὖρον ἁλμυρὸν ἐὸν, ὅτι καὶ καταφέρει ἀπὸ τοῦ σώματος τὸ νοσερόν. Τὰ σιτία δὲ ἐς τὴν ὑστεραίην ἀεὶ διαχωρέει, ἡ δὲ ἰκμὰς ἐς τὴν τρίτην. Οὕτως ἡ ὑγιείη συμβαίνει γίνεσθαι. Καὶ ταῦτα μὲν εἴρηται, ὅκως τε καὶ διότι ὑγιαίνουσιν οἱ ἄνθρωποι.

[43] Ἡ δὲ ἰκμὰς αὕτη εἰ κατὰ μέρος ἔξω χωρέοι ἐς τὴν ὑστεραίην, τὰ σιτία οὐχ ὁμοίως ἂν ἡμῖν ἐκ τῆς κοιλίης κάκοδμα γενόμενα ἔξω χωρέοι, ἀλλ᾿ ὥσπερ ἑφθὰ, καὶ τὸ οὖρον τῷ ποτῷ παρόμοιον, καὶ τὸ σῶμα ἂν ἐκενοῦτο ἀεὶ, καὶ ἔχρῃζε διὰ παντὸς τοῦ χρόνου ὁ ἄνθρωπος, ἐπὴν ἀποπατήσειε καὶ οὐρήσειεν, αὐτίκα πόσιος καὶ βρώσιος κατὰ τοῦ ἀποπάτου πλῆθος, εἰ ἔμελλεν ἰσχύειν, ἰκμάδος μὴ ὑπολειπομένης ἐν τῷ σώματι ἀρκεούσης, ἀλλὰ χωρεούσης σὺν τῇ κόπρῳ ἔξω τῇ ὑστεραίῃ ἢ τῇ αὐτῇ ἡμέρῃ· καὶ εἰ μέν τι ἔφαγεν· εἰ δὲ μὴ, κενωθεὶς ἄκικύς τε ἦν, οὐδ᾿ ἂν δύναιτο παχυνθῆναι, εἰ ἡ ἰκμὰς τῇ ὑστεραίῃ ἔξω χωρέοι· οὐ γὰρ περιλιμπάνεται ἐν τῷ σώματι ἀρκέουσα. Νῦν δὲ ἐξαποπατέοντες εὐροοῦμεν, καὶ δύο ἡμερέων μηδὲν φαγόντες καὶ εἶναι καὶ πρήσσειν τι ὑπομένομεν, καὶ οὐκ ἐξασθενέομεν τελείως ὑπὸ κενώματος ἐν τούτῳ τῷ χρόνῳ· ἡ γὰρ ἰκμὰς ἡ ἐν τῷ σώματι μένουσα τὴν ἰσχὺν παρέχει. Καὶ ταῦτα μὲν εἴρηταί μοι, ὅκως τε καὶ διότι οὐχ οἷόν τε τὴν ἰκμάδα τὴν προσγενομένην ἀπὸ τῆς τροφῆς ἐν τῷ σώματι ἐξελθεῖν ἔξω αὐθημερὸν, ἀλλ᾿ οὐδὲ τῇ ὑστεραίῃ.

[44] Φημὶ δὲ ἤν τε ἐμμένῃ πλείονας τῶν τριῶν ἡμερέων ἡ ἰκμὰς ἐν τῷ σώματι, ἢ ἄλλη προσγένηται πολλὴ πιμπλαμένη, τῶν φλεβῶν θερμαινομένων καὶ ἱσταμένων, ἐπισημαίνει τῷ ἀνθρώπῳ κακὸν ἢ μεῖζον ἢ ἔλασσον, χειμῶνος μὲν ἔλασσον καὶ ὕστερον, θέρεος δὲ μεῖζον καὶ πρόσθεν. Ταῦτα δέ μοι εἴρηται ὅ τι συμβαίνει γίνεσθαι, ἢν μένῃ ἡ ἰκμὰς ἐν τῷ σώματι. Εἰ δὲ τὰ βρώματα διαχωρέοι τὸ σῶμα, οὐκ ἂν ἐπαυρίσκοιτο ἡμῖν τῆς ἰκμάδος ἐπαρκέον, ἀλλ᾿ ἦσαν οἱ ἄνθρωποι λεπτοὶ καὶ ἀσθενέες· νῦν δὲ ἐμμενόντων τῶν βρωμάτων καὶ τῶν ποτῶν, ὁκόσον χρόνον διαμένει, τὸ σῶμα ἐπαυρίσκεται καθ᾿ ἡσυχίην ἕλκον ἀπὸ τῆς κοιλίης, καὶ πίμπλαται. Ταῦτα δέ μοι εἴρηται ὅκως τε καὶ διότι τὰ βρώματα οὐχ οἷά τέ ἐστιν αὐθημερὸν ἐξιέναι. Ἢν δὲ ἐμμένῃ τὰ σιτία ἐν τῇ κοιλίῃ πλείονα τοῦ δέοντος χρόνου καὶ ἕτερα ἐς αὐτὰ πίπτῃ, τὸ σῶμα πληρωθείη ἂν, καὶ, πιεζευμένων τῶν φλεβῶν ὑπὸ τῆς πληθώρης, θέρμη ἂν καὶ πόνος τῷ σώματι παραγίνοιτο, θέρεος μὲν θᾶσσον, χειμῶνος δὲ ὕστερον. Τοῦ μὲν γὰρ θέρεος τὸν ἄνθρωπον θερμόν ἐστι τὸ περιέχον καὶ θερμότερον ἕλκει τὸ πνεῦμα ἐς ἑωυτόν· κἢν ἔτι θερμῆς τῆς κοιλίης ἐούσης θερμότερον τοῦ καιροῦ τὸ πνεῦμα τῷ ἀνθρώπῳ προσγίνηται, οὐ θαῦμά ἐστι τὸν ἄνθρωπον ἐκ τοῦ τοιούτου πυρετῆναι· χειμῶνος δὲ ψυχρὸν ἕλκοντος τὸ πνεῦμα ἐς ἑωυτὸν, μᾶλλον πολλῷ δύναιτ᾿ ἂν τὴν πληθώρην ἀναφέρειν τὸ σῶμα τοῦ ἀνθρώπου ἀποπατέοντος ὀλίγον. Ταῦτα δέ μοι εἴρηται ὅ τι συμβαίνει γίνεσθαι, ἢν μὲν μείνῃ τὰ σιτία πλείονα χρόνον ἐν τῇ κοιλίῃ, καὶ παρέψαυσταί μοι ἀποφῆναι ἅπαντα περὶ τῆς ἰκμάδος καὶ τῆς βρώσιος, τοῦ χρόνου τοῦ πλείονος καὶ τοῦ ἐλάσσονος τὸ διαφέρον, διότι νοσέουσιν οἱ ἄνθρωποι· δηλώσω δὲ περὶ τούτου κάλλιον τοῦ χρόνου προϊόντος.

[45] Ἀναβήσομαι δ᾿ αὖθις ὀπίσω περὶ τῆς ὑγιείης ἐρέων, ὅτι δὴ τὸ σῶμα τοῦ ἀνθρώπου ἀπὸ τῶν βρωτῶν καὶ τῶν ποτῶν τῆς ἰκμάδος ἐπαυρίσκεται, καὶ χωρέει ἔξω τῷ ὑγιέϊ κατὰ τὸν εἰρημένον λόγον τά τε βρώματα καὶ ἡ ἰκμάς. Καὶ ἢν μὲν ἔξω χωρέῃ τῆς ἰκμάδος πλεῖον ἢ ὅσον προσεγένετο ἀπὸ τῶν σιτίων καὶ τῶν ποτῶν, λεπτὸς γίνεται ὁ ἄνθρωπος. Πλείω δὲ χωρέει ἔξω τῆς προσγενομένης διὰ τόδε· ἢν μὲν δι᾿ ἡσυχίης ᾖ ὁ ἄνθρωπος καὶ μὴ ταλαιπωρέῃ, κακόν τί οἱ ἐν τῷ σώματι ἔνεστιν, ὑπὸ δὲ τῆς ἄλλης ὑγιείης πολλῆς ἐούσης οὐκ ἐσάσσει κάρτα· τὸ δὲ κακὸν τοιόνδε ἐστίν· ἐπὴν τούτων τι τῶν τεσσάρων τῶν γινομένων τῷ σώματι ἐπέλθῃ πλέον τι μὴ πολλῷ, τὸ σῶμα θερμαίνεται καθ᾿ ἡσυχίην, ὡς μὴ ἐσάσσειν κάρτα, καὶ τήκεται ἐς τὴν κοιλίην, καὶ τὸν σῖτον ἀηδέα τῷ ἀνθρώπῳ ποιέει· ἢν δὲ πλέων ἔῃ ἰκμὰς ἡ ἑτέρη τῆς ἑτέρης, πυρετὸς ἐκ τούτου τῷ ἀνθρώπῳ προσγίνεται· ἀλλὰ περὶ τούτου ἀτρεκέστερον ὀλίγῳ ὕστερον ἀποφανέω. Ἔστι δ᾿ ὅτε καὶ τοῦ σίτου ἐόντος ἡδέος λεπτὸς γίνεται ὁ ἄνθρωπος, αἴτιον δὲ τὸ αὐτό. Τούτων δὲ γενομένων ἐξέρχεται τῆς ἰκμάδος πλέον ἢ κατατάσσεται· καὶ διὰ ταῦτα τῷ μὲν ἡσυχάζοντι συμβαίνει λεπτῷ γίνεσθαι. Ταλαιπωρεόντων δὲ τῶν ἀνθρώπων καὶ τὸ σῶμα θερμαίνεται· καὶ γὰρ ἀπὸ τῆς ταλαιπωρίης τούτου θερμαινομένου καὶ ἡ ἰκμὰς ἐν αὐτῷ διαχέεται, καὶ γίνεται λεπτή· ἀχρεῖος δὲ γενομένη καταῤῥέει καὶ ἐς τὴν κοιλίην καὶ ἐς τὴν κύστιν, ταῦτα δὲ διηθέει ἔξω· τὸ δέ τι αὐτῆς διατμέει ἔξω, διὰ τοῦ ἔνδον ἀραιώματος· τὸ δέ τι καὶ ἐμμένον ἱδρὼς γενόμενος ἔξω χωρέει κατὰ τὸ σῶμα. Ὡσαύτως δὲ καὶ τὰ γυμνάσια τῶν νέων τὸ αὐτὸ τῇ ταλαιπωρίῃ προσεξεργάζεται. Ἢν δὲ ἔῃ ἐλάσσων ἡ ἰκμὰς τῆς πρότερον ἐξιούσης, μὴ προσγίνηται δὲ ἔτι ἄλλη ἀπὸ τῶν ποτῶν καὶ προσέτι ἀπὸ τῶν βρωτῶν, λεπτὸς γίνεται διὰ ταῦτα ὁ ἄνθρωπος· ἐλάσσων δὲ προσγίνεται, ἢν μὴ ἄλλο τι δύνηται ἐσθίειν. Καὶ πρὸς μὲν τὸ πονέειν κατὰ τὴν προτέρην ταλαιπωρίην ἢ γυμνασίην ἄλλοισιν ἄλλα ἐλάσσων γίνεται. Ἐπιγίνεται δὲ κατὰ τὴν βρῶσιν εὐεξίη διὰ τόδε· ἐπὴν αὐαίνηται ἐν τῷ τῆς ἰκμάδος χρόνῳ, καὶ ἐν τῇ προτέρῃ ταλαιπωρίῃ ἐξέλθῃ πρότερον ἑτέρη τῆς ἑτέρης ἔστιν ὅτε πλείων, καὶ κρατέῃ μίη ἄλλη τῶν ἄλλων κάρτα, πληθώρης ἐστίν· ἢν μὲν δὴ ὑπὸ πολλῶν κάρτα κρατέηται, πῦρ ἐκ τοῦ τοιούτου τρόπου γίνεται· ἢν δὲ ὑπὸ ὀλίγων, ὀλίγα· καὶ τὸ σῶμα δὲ οὕτως ἀναφέρειν δύναται, τῆς ὑγρότητος πλείονος αὐτῷ ἐνεούσης, [ὥστε αὐθημερὸν] τὴν θέρμην ἀπολύεται· θερμαίνεται γὰρ τὸ σῶμα τῷ πυρί. Κἢν μὲν ὀλίγον ἔῃ τὸ λυπέον, τῇ τρίτῃ ἡμέρῃ μεθῆκε τρόπῳ τῷ αὐτῷ, τὰς δὲ δύο ἔχει συνεχέως· ἢν δὲ πλεῖον, πέμπτῃ ἡμέρῃ· τὰς δὲ τέσσαρας ἔχει κατὰ λόγον· οὕτω τῶν ἡμερέων αἱ νοῦσοι κρίνονται, ἢν μεθῇ τὸ πῦρ.

[46] Ἐν δὲ τῇσι περισσῇσι τῶν ἡμερέων καὶ ὑγιὴς γίνεται ὁ ἄνθρωπος καὶ θνήσκει· διὸ δὲ, ὀλίγον ὕστερον ἀποφανέω· νῦν δὲ ἐρέω διότι μεθίει τὸ πῦρ. Φημὶ δὲ ὅτι, ἂν ἀπὸ τοῦ σώματος πῦρ λάβῃ τὸν ἄνθρωπον, ἀνάγκη ἐστὶ τῇ τρίτῃ ἡμέρῃ ἐξιέναι τὴν ἰκμάδα τὴν λυπέουσαν ἀπὸ τοῦ σώματος ἢ ἐν ἄλλῃ τινὶ τῶν περισσῶν ἡμερέων κατὰ τὸν πρότερον εἰρημένον λόγον· οὐ γὰρ ἐξέρχεται πρὶν ἤ οἱ ἑτέρη προσγένηται ἀπὸ τῆς κοιλίης ἀγαθή· τῇ γὰρ μέσῃ καὶ τῇ ὑστεραίῃ ἕλκει τὸ σῶμα ἀπὸ τῆς κοιλίης, ὅ τι ἂν αὐτὸ ἐς αὐτὴν ἀφῇ τῇ προτέρῃ ἡμέρῃ, ἢν μὴ ἡ κοιλίη διηθήσῃ καὶ ἑτέρην σχῇ ἰκμάδα, καὶ τοῦτο πονηρὸν τῷ ἀνθρώπῳ γίνεται. Ἢν δὲ μεθῇ τὸ πῦρ τριταῖον, τῷ αὐτῷ τρόπῳ μεθίει, ᾧ περ καὶ αὐθημερὸν εἴρηται· καὶ οὕτω μὲν συμβαίνει τὸ πῦρ γινόμενον ἀπὸ τοῦ σώματος ἐν τῇ τρίτῃ ἡμέρῃ ἀνιέναι. Φημὶ δὲ, καὶ ἢν πέμπτῃ ἡμέρῃ καὶ ἢν ἑβδόμῃ καὶ ἢν ἐννάτῃ μεθῇ, τρόπῳ τῷ αὐτῷ μεθιέναι ὥσπερ καὶ τὸ τριταῖον ἐξέρχεται. Καὶ γὰρ ἡ τροφὴ τῷ πυρὶ κατὰ τὰ χωρία, ὁκοῖα ὀλίγῳ πρότερον εἴρηκα· ἐπικρατήσαντος γὰρ μᾶλλον τοῦ ὑγροῦ πλείονος ἐόντος, ἀνέθη ὁ ἄνθρωπος. Μεθίει δὲ τὸ πῦρ ἐν τῇσι περισσῇσι διὰ τόδε, ὅτι ἐν μὲν τῇσιν ἀρτίοισι τῶν ἡμερέων ἕλκει τὸ σῶμα ἀπὸ τῆς κοιλίης, ἐν δὲ τῇσι περισσῇσιν ἀφίει, ἡ δὲ κοιλίη διηθέει ἔξω τῷ ὑγιέϊ. Κατ᾿ ἀνάγκην τοιήνδε αἱ νοῦσοι κρίνονται ἐν τῇσι περισσῇσι τῶν ἡμερέων· καὶ ἐν τούτῳ μὲν τῷ λόγῳ ὁ ἄνθρωπος πυρετήνας ὑγιὴς ἐγένετο. Φημὶ δὲ καὶ τὸ πονέεσθαι μάλιστα τοὺς νοσέοντας ἐν τῇσι περισσῇσιν ἡμέρῃσι διὰ τόδε καὶ κατὰ λόγον γίνεσθαι. Τετάρακται μὲν δὴ ὁ ἄνθρωπος, ὁκόταν πυρετήνῃ· σημήϊον δὲ τοῦτο, ὅτι φρίκη διαΐσσει διὰ τοῦ σώματος ἄλλοτε καὶ ἄλλοτε· τοῦτο δὲ οὐκ ἂν ἐγίνετο οὕτως, εἰ μὴ ἐταράσσετο τὸ ὑγρὸν καὶ ἀπεκρίνετο ἀπ᾿ αὐτοῦ ἢ πλέον ἢ ἔλασσον, καὶ ἐκράτει ἄλλοτε ἄλλου. Μάλιστα δὲ τετάρακται ἐν τῇσι περισσῇσι τῶν ἡμερέων, ὁκόταν νοσέῃ, καὶ ἡ φρίκη δὲ μάλιστα τότε γίνεται. Ἔχει γὰρ ὧδε· ἀπὸ τοῦ ὑγροῦ τοῦ πονέοντος ἐξωθέεταί τι ἐκ τοῦ σώματος ὑπὸ τῆς νεωτάτης ἰκμάδος νικώμενον, καὶ χωρέει ἐς τὴν κάτω κοιλίην, καὶ ἡ κοιλίη προσσυνθερμαίνεται τοῦ πονέοντος δεχομένη ἐς ἑωυτὴν μᾶλλον ἢ τῷ πρὶν χρόνῳ. Τοῦτο δὲ γίνεται μάλιστα ἐν τῇ κρίσει τῆς νούσου· καὶ ἢν κατ᾿ ὀλίγον τὸ σῶμα ἐς τὴν κοιλίην ἀφίῃ καὶ μὴ πολλὸν ἔῃ τὸ λυπέον τὸν ἄνθρωπον, ἀναφέρειν τὴν θέρμην ἡ κοιλίη καὶ τὸ σῶμα δύναται ἐν τῇ κρίσει, καὶ γίνεται ὑγιὴς ὁ ἄνθρωπος, ἐπὴν ἐξέλθῃ ἡ ἰκμὰς ἡ πονέουσα, καὶ ἢν ἡ τροφὴ τῷ πυρὶ ἐοῦσα ἐξαναλωθῇ, ἡ δὲ ὑγιηρὴ ἐπικρατήσῃ· ἐν τούτῳ τῷ λόγῳ νοσήσας ὁ ἄνθρωπος ὑγιὴς ἐγένετο δι᾿ αἰτίας τὰς προειρημένας.

[47] Νῦν δὲ ἐρέω διότι θνήσκουσιν ἐν τῇσι περισσῇσι τῶν ἡμερέων. Φημὶ δὲ, ἢν πολλὸν ἔῃ τὸ πονέον ἐν τῷ σώματι, μᾶλλον τοῦ καιροῦ τετάρακται, καὶ ἅλες χωρέει ἐς τὴν κοιλίην, καὶ μὴ δυνάμενον ἀναφέρειν τὴν θέρμην τὸ σῶμα ἐπαυρίσκεται, καὶ δυσωδίαν δεῖ γενέσθαι περὶ τὸ πνεῦμα, καὶ οὐ δυνάμενον τὸ σῶμα ὑπὸ ἀσθενείης, ἅτε τοῦ ὑγροῦ παντὸς νοσεροῦ γινομένου, τὴν πνοὴν ἕλκειν, ὡς διαψύχηται τὰ ἐν τῇ κοιλίῃ, ἐξατμιῇ ἔξω τοῦ ὑγροῦ πᾶν τὸ ζωτικὸν, καὶ οὕτω θνήσκει ὁ ἄνθρωπος. Οὐ γὰρ ἐπικρατέει ἑτέρη ἡ ὑγιηρὴ ἰκμὰς, ἀλλὰ πᾶσα ὑπὸ τῆς νοσερῆς πολλῆς ἐούσης ἐπαιρομένη, ἐξαναλωμένη ὑπὸ τοῦ πυρὸς, διεξήτμισεν. Οὕτω δή περ ἐν τῇσι περισσῇσιν ἡμέρῃσι μάλιστα ὁ πόνος γίνεται· τοῦτο πᾶς οἶδεν ὅς τίς ποτε. Καὶ μὴν ὅτι γε τὸ ὑγρὸν τετάρακται ἐν αὐτῇσι τῇσιν ἡμέρῃσι, σημήϊόν ἐστι τόδε· ὁκόσοι ἤδη ὑπὸ πυρὸς ξυνεχέος ἐχόμενοι ἐφαρμακεύθησαν ἐν τῇσιν ἀρτίῃσι τῶν ἡμερέων, οὗτοι οὐ μὴν ὑπερεκαθάρθησαν· ὁκόσοι δὲ ἐν τῇσι περισσῇσιν ἐφαρμακεύθησαν ἰσχυρῇ φαρμακείῃ, ὑπερεκαθάρθησαν, πολλοὶ δὲ καὶ ἀπώλοντο ὑπερκαθαρθέντες. Οἱ γοῦν πρόσθεν ἰητροὶ ἐν τούτῳ μάλιστα ἡμάρτανον, ἐφαρμάκευον γὰρ ἐν τῇσι περισσῇσιν ἡμέρῃσι καὶ ἀπώλλυον τοὺς ἀνθρώπους, οὐ γινώσκοντες ὅτι τοῦθ᾿ οὕτως ἔχει. Τὸ γὰρ ὑγρὸν ἐν τῷ σώματι τοῦ νοσέοντος τετάρακται μᾶλλον ἐν τῇσι περισσῇσι τῶν ἡμερέων, οἷα τοῦ σώματος ἐς τὴν κοιλίην μεθιέντος τῆς ἰκμάδος· καὶ ἤν τις ἐπιτεταραγμένῳ ἐόντι ἔτι μᾶλλον ταράξῃ, φάρμακον ἐμβαλὼν, οὐ θαῦμά ἐστιν ἐκ τῶν τοιούτων ἀπολέσθαι τὸν ἄνθρωπον.

[48] Καὶ τὰ ἕλκεα φλεγμαίνει μάλιστα ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν, ἔρχεται γὰρ τὸ ὑγρὸν ἐς ἁπάσας τὰς φλέβας, ὁκόταν ταράσσηται, καὶ πληροῖ, ἐπὴν ἔλθῃ ἐς τὸ ἕλκος ἡ νοῦσος· καὶ ἢν μὲν μελεδαίνηται καὶ ἔχῃ ἔξοδον τὸ πῦος ἐξωθεόμενον ὑπὸ τοῦ ὑγροῦ τοῦ ἐλθόντος ἐν τῇ ταραχῇ, ἔξω ἀποκαθαίρεται τὸ ἕλκος· ἢν δὲ μὴ μελεδαίνηται, οὐκ ἔχον ἔξοδον τὸ πῦος, αὐτοῦ καταμένον σὺν τῷ κατελθόντι, πόνον παρέχει καὶ ἀείρει τὴν σάρκα τὴν περὶ τὸ ἕλκος· καὶ ἀπ᾿ ἐκείνου, ἢν μὲν ἐν τοῖσι σκέλεσιν ἔχῃ τὸ ἕλκος, ἀείρονται αἱ φλέβες αἱ ἐν τῇσι προσφύσεσι τῶν σκελέων ἐοῦσαι· ἢν δὲ ἐν τῇσι χερσὶν, αἱ ἐν τῶν χειρῶν τῇσι προσφύσεσιν ἐοῦσαι· καὶ ἐκ τούτου βουβῶνες γίνονται. Ὁκόσοισι δὲ τῶν ἀνθρώπων πῦρ ἐμπίπτει, ἄλλο μηδὲν τοῦ ἀνθρώπου κακὸν ἔχοντος, ἀπὸ τῆς πιοτέρης ἐούσης τοῦ καιροῦ ἐμπίπτει, καὶ πληρεύμεναι αἱ φλέβες πόνον καὶ θέρμην τῷ ἕλκει παρέχουσι· τὸ δὲ θερμανθὲν καὶ τὸ ἄλλο σῶμα θερμαίνει, καὶ ἡ θερμασίη οὕτως ἐς τὰ ἕλκεα γίνεται· θερμαίνεται γὰρ τὸ σῶμα καὶ τὰ ἕλκεα ὑπὸ τῆς κλονήσεως τοῦ ὑγροῦ, καὶ ἡ ταλαιπωρίη τοιοῦτον ἐργάζεται. Ἀποφλεγμαίνει δὲ τὰ ἕλκεα πεμπταῖα, καὶ κατὰ λόγον τουτέων τῶν ἡμερέων, ὡς ἂν καὶ τὰ ἕλκεα μέγεθος ἔχῃ, καὶ τριταῖα καὶ πεμπταῖα καὶ ἑβδομαῖα καὶ ἐνναταῖα καὶ ἑνδεκαταῖα· εἶτα ἀπηρτισμένης πρώτης περιόδου, πάλιν δευτέρας ἀρχὴ ἡ τρίτη, ἥτις ἐστὶν ἀπὸ τῆς πρώτης τεσσαρεσκαιδεκάτη· τὰ δὲ μέγιστα αὐτῶν τεσσαρεσκαιδεκαταῖα ἀποφλεγμαίνει. Οὗτος ὁ λόγος ἐρεῖ τὰ νουσήματα κρίνεσθαι ἐν τῇσι περισσῇσι τῶν ἡμερέων, καὶ τὴν ἰκμάδα τῷ ὑγιεῖ τριταίην ἐξιέναι, τὴν δὲ κόπρον δευτεραίην· καὶ ταῦτα τριταῖα ἐόντα ἱστορέει ἀλλήλοισιν ὅτι οὕτως ἔχει. Οὕτω δέ μοι ὁ λόγος οὗτος πᾶς ἐκκεκορύφωται.

[49] Νῦν δὲ ἐθέλω ἀτρεκέστερον εἰπεῖν, διότι νοσέουσιν οἱ ἄνθρωποι· ἐρέω δὲ σὺν τούτῳ τῷ λόγῳ καὶ τίνες ἀρχαὶ τῶν νούσων εἰσὶ, καὶ ὁκοῖα ἑκάστη αὐτέων ἐργάζεται. Φημὶ δὲ, ἢν μὲν ἐμμείνῃ τὰ σιτία πλείονα τοῦ καιροῦ ἤδη πεπεμμένα ἐόντα, καὶ ὁ ἄνθρωπος μὴ ἀποκαθαίρηται καὶ ἕτερα σιτία ἐπιπίπτῃ, τὸ σῶμα πληρούμενον ὑπὸ τῆς ἰκμάδος τῆς προτέρης καὶ τῆς νέης, θερμαίνεται, καὶ πῦρ ἐκ τούτου γίνεται τῷ ἀνθρώπῳ. Τὸ δὲ πῦρ οὕτως γενόμενον οὐκ ἄπορον οὐδὲ ἰσχυρόν ἐστιν, ἐν ᾧ ἡ ἰκμὰς ἰσάζει κατὰ πλῆθος ἡ ἡμέας λυπέουσα ὀλίγῳ πλέον· ἢν γὰρ τοῦθ᾿ οὕτως ἔχῃ καί τις κάρτα ἰσχύῃ καὶ τὰ ἐπιτήδεια προσενέγκῃ, ὑγιὴς γίνεται. Ἓν δὲ νούσημα μόνον ἀπὸ πάσης τῆς ἰκμάδος, καὶ σημήϊα ἴσχει ἑπτά· βήξ τε γὰρ ἴσχει μιν, βληχρὴ καὶ ξηρὴ ἐοῦσα, γαστήρ τε σκληρὴ γίνεται, ἅτε τοῦ ἀποπάτου ἐόντος ἐντὸς, καὶ τὴν κεφαλὴν βαρέεται, καὶ ἐξερᾷ, καὶ πυρεταίνει, καὶ οὖρον οὐ χρηστῶς διέρχεται· ταῦτα δέ ἐστι τῆς νούσου ταύτης ἀπὸ πάσης τῆς ἰκμάδος γενομένης σημήϊα ἑπτά· ἢν δὲ τοῦ ἀποπάτου μὴ διαχωρέοντος κρατέῃ μία ἰκμὰς τῶν ἄλλων, πολλῷ κάλλιον ἐμπολήσει ὁ ἄνθρωπος. Καὶ ἤν τις τῷ πυρετῷ γινομένῳ ἀπὸ πάσης τῆς ἰκμάδος τὰ ἐπιτήδεια μὴ προσενέγκῃ, περιοίσεται ἡ νοῦσος, ὅσῳ γ᾿ ἂν αὐτὴ κρατέῃ τῶν ἰκμάδων, τρόπῳ τοιῷδε· θερμαινομένου τοῦ σώματος ἐξατμιῇ μάλιστα διὰ τούτου τὸ ὑδρωποειδὲς, ὅ τι ἐστὶ τῷ πυρὶ πολεμιώτατον· καταλείπεται δὲ τὸ λιπαρὸν καὶ κοῦφον, ὅ τι ἐστὶ χολῶδες καὶ τῷ πυρὶ τροφὴ μάλιστά ἐστιν. Ἐξατμιᾷ δὲ τρόπῳ τοιῷδε· ὥσπερ εἴ τις ὕδωρ καὶ ἄλειφα ἐς χαλκεῖον ἐγχέας, ξύλα πουλλὰ ὑποκαίοι πουλὺν χρόνον, τὸ μὲν δὴ ὕδωρ πολλῷ ἔλασσον ἔσται· ἐξατμισθήσεται γὰρ ἐκ τοῦ χαλκείου· τὸ δὲ ἄλειφα ὀλίγῳ ἔλασσον, ὅτι τὸ μὲν ὕδωρ ὑπὸ τῆς ἀραιότητος καταλεπτύνεσθαι δύναται ὑπὸ τοῦ πυρὸς καὶ κοῦφον γενόμενον ἐξατμιᾷν, τὸ δὲ ἄλειφα ἅτε συναφὲς ἐὸν καὶ πυκνὸν οὐ δύναται καταλεπτύνεσθαι, οὐδὲ ἀτμιᾷν ὁμοίως τῷ ὕδατι. Οὕτω δὴ καὶ ἐν τῷ ἀνθρώπῳ ἔχει· ὁ μὲν γὰρ ὕδρωψ θερμαινομένου τοῦ σώματος ἐξατμιᾷ ἔξω· τὸ δὲ χολῶδες ἅτε συναφὲς ἐὸν καὶ πυκνὸν οὐ δύναται ἀτμιᾷν καταλεπτυνόμενον ὁμοίως· τὸ δὲ χολῶδες καταλειπόμενον μᾶλλον ποιεῖ θερμαίνεσθαι τὸ σῶμα· πλείων γὰρ καὶ καλλίων τροφὴ τῷ πυρὶ γίνεται, καὶ ῥακούμενον ἐν τῷ σώματι ἢ στηριξάμενον, τὴν νοῦσον ἐπεκράτυνε πρὸς τὰ πρόσθεν. Καὶ ταῦτα μὲν εἴρηται ὅτι πάσχει ὁ ἄνθρωπος, ἢν μὴ καθαίρηται καὶ μελεδαίνηται.

[50] Ἢν δὲ μὴ αὐτῶν πλήθει κρατήσῃ, εἴτε ἐς ἅπαξ πολλὴ γενομένη εἴτε καὶ κατὰ σμικρὸν συλλέγεται, καὶ τὸ ἄλλο σῶμα ὀδυνᾶται, τοῦτο γενόμενον ὑπὸ ἰσχύος ἀναφέρει, μέχρις οὗ ἀρχή τις ἐπιγένηται, καὶ ἢν τὸ πλεῖον γενόμενον ὑγρὸν μὴ ἀποκαθαίρηται ὁ ἄνθρωπος, νοῦσος ἔνθεν γίνεται τρόπῳ τοιῷδε. Ἀρχαί εἰσι τρεῖς ἀφ᾿ ὧν αἱ νοῦσοι γίνονται· καὶ μία μὲν ἤδη εἴρηταί μοι ὁκοῖα ἅσσα ἐργάζεται ἐν τῷ σώματι· ἀπέδειξα γὰρ ὅκως τε καὶ διότι, ἢν μὴ ἀποκαθαίρηται ὁ ἄνθρωπος, νοσέει· δευτέρα δέ ἐστιν ἢν συμβῇ τὰ ἐκ τοῦ οὐρανοῦ ἀνεπιτήδεια καὶ παρὰ δίαιταν εἶναι· τρίτη δὲ, ἤν τι βίαιον προσπέσῃ· βίαιον δὲ λέγω εἶναι καὶ πτῶμα καὶ τραῦμα καὶ πληγὴν καὶ ταλαπωρίην καὶ εἴ τι ἄλλο ἐστὶ τοιοῦτον. Τούτων δὲ τῶν ἀρχέων μεγίστη ἐστὶ βίη, ἢν μεγάλη ἔῃ, ἢν δὲ μικρὴ, οὐ μεγίστη· δευτέρη δὲ, ἢν μὴ ἀποκαθαίρηται ὁ ἄνθρωπος· τρίτη δὲ, ἢν τὰ ἐκ τοῦ οὐρανοῦ ἀνεπιτήδεια ἔῃ πρὸς τὴν ὑγιείην. Τούτων τοιγαροῦν δεῖ φυλακὴν ἔχειν· ἕκαστα δ᾿ αὐτῶν τοιοῦτον ἐργάζεται ἐν τῷ σώματι, ὁκοῖον ἐγὼ ἐρέω. Ἢν μὲν τρῶμα γένηται, δῆλον ὅτι ἡ σὰρξ διεκόπη καὶ ἕλκος ἐγένετο· τοῦτο δὲ νούσημα ὀνομάζω εἶναι. Ἢν δὲ φλάσμα γένηται πληγέντος ἢ πεσόντος ἤ τι ἄλλο τοιοῦτο παθόντος καὶ οἴδημα γένηται, τὸ αἷμα αὐτίκα θερμανθὲν ὑπὸ τῆς βίης καὶ ὑποδραμὸν ἐς τὰς φλέβας χανούσας, οὐκ ἔχον ἔξοδον ὑπὸ πλήθεος ἀπελθεῖν, συνεστράφη, καὶ τὸ οἴδημα διὰ τοῦτο ἐγένετο καὶ μέχρι τούτου πάρεστι, μέχρις ἀποκαθαρθῇ καθότι ἀπὸ τῶν χωρίων εἴρηται, ἢ κατ᾿ αὐτὸ τὸ οἴδημα εἴτε σὺν χειρουργίῃ εἴτε καὶ μὴ δίοδος γένηται τῷ αἵματι ἢ πυωθέντι ὑπὸ χρόνου ἢ καὶ μή. Καὶ ἡ ταλαιπωρίη δὲ τοιοῦτον ἐργάζεται· ὁκόταν γὰρ οἱ ἄνθρωποι ταλαιπωρέωσιν, οἷσιν ἂν μάλιστα τοῦ αἵματος ταλαιπωρίη ᾖ, κεῖθι στηρίζεται καὶ θερμαίνεται, καὶ πόνος ἐκ τοῦ τοιούτου γίνεται· ἢν δὴ κρατήσῃ μὲν τούτων, κάρτα δὲ πλῆθος γεννήσῃ ταλαιπωρίη, καὶ ἡ κοιλίη καὶ κύστις μηδαμῶς διηθήσῃ ἐν τάχει τὸ πλῆθος, πῦρ ἐπιπέσοι ἂν ἐκ τούτου. Κἢν μὲν ἡ πρόσθεν ἰσάσῃ ἰκμὰς, οὐδαμῶς· ἢν δ᾿ ἐν τῇ ταλαιπωρίῃ αὐτέων πλείστη ἐν τῷ σώματι καταμένῃ, κρατέει κείνη. Ταῦτα δέ μοι εἴρηται περὶ βίης, ὁκοῖα ἐν τῷ σώματι κατεργάζεται· καὶ αὗται μὲν δύο ἀρχαὶ ἐοῦσαι, ἥ τε βίη καὶ ἡ πληθώρη, ἢν μὴ ἀποκαθαίρωνται οἱ ἄνθρωποι, θερμαίνουσι τὰ σώματα.

[51] Ἡ δὲ ἐκ τοῦ οὐρανοῦ ἀνεπιτήδειος γενομένη ἐν τῷ ἀνθρώπῳ ἐκράτησέ τι τοῦ ὑγροῦ καὶ θερμαίνει ὡς ἐς νόσον καὶ ψύχει, ὁπότερον ἂν τύχῃ γενόμενον· ἐρέω δὲ πρότερον περὶ τοῦ ὡς θερμαίνει. Φημὶ οὖν, ἢν ἐν τῷ αὐτῷ ἀνθρώπῳ ἐνέῃ τι νοσηρὸν ὁκοῖον ἐν τῷ πρότερον εἴρηκα, καὶ τὰ ἐκ τοῦ οὐρανοῦ ἀνεπιτήδεια γίνηται, καὶ θερμαίνηται ὁ ἄνθρωπος, ταράσσεσθαι τὸ ὑγρὸν πᾶν θερμαινόμενον ἐν τῷ σώματι, τοῦτο δὲ ποιέει βίη· καὶ ἢν μὲν ἀποκαθαίρηται ὁ ἄνθρωπος, τοῦδε ταρασσομένου, ἀποκρίνεται ὁκόσον ἂν πλέον ᾖ τοῦ καιροῦ. Ἔοικε δὲ τοῦτο ὥσπερ οἱ Σκύθαι ποιέουσιν ἐκ τοῦ ἱππείου γάλακτος· ἐγχέοντες γὰρ τὸ γάλα ἐς ξύλα κοῖλα σείουσι· τὸ δὲ ταρασσόμενον ἀφριῇ καὶ διακρίνεται, καὶ τὸ μὲν πῖον, ὃ βούτυρον καλέουσιν, ἐπιπολῆς διίσταται τοῦτο, ἐλαφρὸν ἐόν· τὸ δὲ βαρὺ καὶ παχὺ κάτω ἵσταται, ὃ καὶ ἀποκρίναντες ξηραίνουσιν· ἐπὴν δὲ παγῇ καὶ ξηρανθῇ, ἱππάκην μιν καλέουσιν· ὁ δὲ ὀῤῥὸς τοῦ γάλακτος ἐν μέσῳ ἐστίν. Οὕτω δὲ καὶ ἐν τῷ ἀνθρώπῳ, ταρασσομένου τοῦ ὑγροῦ παντὸς ἐν τῷ σώματι, ὑπὸ τῶν ἀρχῶν διίσταται ὧν εἴρηκά οἱ πάντα, καὶ ἐπιπολῆς μὲν τὸ τῆς χολῆς διίσταται· κουφότατον γάρ ἐστι· δεύτερον δὲ τοῦ αἵματος· τρίτον δὲ τοῦ φλέγματος· βαρύτατον δέ ἐστι τῶν ὑγρῶν τούτων ὁ ὕδρωψ. Τούτων δ᾿ ἐόντων, ὅ τι ἂν ἐν νούσῳ πλεῖστον ᾖ, ἐν ἀρχῇσι γινομένης τῆς ταραχῆς, ἔρχεται ἐς χωρίον ἵνα ἂν πλεῖστον ἔῃ· ἐν δὲ τῇ ταραχῇ εὐρυχωρίης γινομένης, εἰλέεται ἀποκεκριμένον καὶ θερμαίνει τὸ σῶμα, ἢ στήριξιν ἔχον πη τοῦ σώματος σὺν τῷ ἄλλῳ ὑγρῷ τῷ συνεόντι ἐν τῷ ἄλλῳ χωρίῳ πόνον καὶ θέρμην παρέχει. Τὸ δὲ θερμαινόμενον προσξυνθερμαίνει καὶ τὸ ἄλλο σῶμα, κἀκ τούτου ὁ πυρετὸς γίνεται, καὶ γίνεται μᾶλλον ἀπὸ τῆς χολῆς καὶ τοῦ φλέγματος, καὶ ἀπὸ τοῦ αἵματος· θερμότατα γὰρ ταῦτά ἐστι, καὶ ἤν τι τούτων ἀποστηρίξῃ πη τοῦ σώματος, ὡς ἐπιτοπλεῖστον ὠνόμασται κεῖθεν τὸ νούσημα καὶ ἐπωνυμίην ἔχει. Ἀπὸ δὲ τοῦ ὕδρωπος οὐ γίνεται πυρετὸς ἰσχυρὸς κάρτα οὐδὲ πουλυχρόνιος· τῷ γὰρ πυρὶ οὐκ ἀγαθὴ τροφὴ ὁ ὕδρωψ ἐστίν. Καὶ ταῦτα μὲν ἐς τοῦτο εἴρηται. Πρὶν δὲ ταραχθῆναι οὐκ ἔχει ἐκχωρέειν τὸ πλεῖον τοῦ ὑγροῦ, ἀλλ᾿ ἄνω καὶ κάτω εἰλέεται μεμιγμένον τῷ ἄλλῳ ὑγρῷ· πάντα γὰρ πλήρεά ἐστιν· ἐν δὲ τῇ ταραχῇ κενοῦται· κενοῦται δέ τι ἕτερον ἑτέρου μᾶλλον, καὶ τὸ πλεῖον ἐὸν χωρίον κατίσχει· καὶ τὸ μὲν ἀλλότριον οὐκ ἐπιμίσγεται τῷ ἄλλῳ, ἢν περιστηρίξῃ, πρὶν ἰσωθῇ ἐς δύναμιν· ἔστι δέ μιν ἰσοῦσθαι, καὶ ὃ ἀπ᾿ αὐτοῦ ἐπανέλθοι ἐς τὴν νοῦσον, ἕως οὗ ἀποκαθαρθῇ τὸ χωρίον, ὁποίη ἡ κάθαρσίς ἐστιν. Ἢν δὴ πολλὸν ἔῃ τὸ πονέον, ἐπαυρίσκεται καὶ ἐξαναλίσκεται ἐς τὴν νοῦσον καὶ τὸ ἄλλο πρὶν ὑγιηρὸν ἐὸν, καὶ θνήσκει ὁ ἄνθρωπος τρόπῳ τοιῷδε· προσεπαυρίσκεται γὰρ, ἢν μηκέτι τροφὴν ἀρκέουσαν ἔχῃ τὸ νούσημα, καὶ ἐξαναλίσκεται ὑπὸ τοῦ ὑγροῦ τοῦ ἐν τῷ ἐπιπόνῳ χωρίῳ ἐόντος· πρῶτον τὸ πλησίον προσλαμβάνει, εἶτα ἐπὶ τῷ προσωτέρω νέμεται, μέχρις ἂν ἐξαναλωθῇ καὶ μηκέτι ἐνῇ τῷ σώματι τροφή· τροφὴ δέ ἐστιν ἀνθρώπῳ τὸ κοῦφον ὑγρόν. Ὥσπερ οὖν δὴ τὸ πρῶτον μὲν κατὰ μικρὸν σηπεδὼν ἐγένετο, ἢν μάλιστα θερμαίνηται, ἔπειτα ἐπὴν κεῖθι τῇ σηπεδόνι τροφὴ μηκέτι ἐξαρκέῃ, νέμεται ἀπὸ τοῦ ὑγιέος τοῦ πλησίον ἀρξαμένη πρὸς τὸ σῶμα, μέχρις ἂν ὅλον τὸ σαρκῶδες σήψῃ, ἐπὴν δὲ ἐπίπαν νέμηται, ἀναλοῦται ἡ τροφὴ τῇ σηπεδόνι· οὕτω δὴ καὶ τῇ νούσῳ, ἀπὸ τοῦ χωρίου κείνου ἀρξαμένη, ἐπὴν κεῖθι ἡ τροφὴ μηκέτι ἀρκέουσα ἐνῇ, νέμεται ἐς τὸ πρόσω ἀπὸ τοῦ πλησίον ἀρξαμένη· ἐπὴν γὰρ ἐπίπαν ἔλθῃ, ἀνήλωται ἡ τροφὴ τῇ νούσῳ, καὶ ἕτερον ὑγιηρὸν οὐκ ἐπικρατέει, κἢν τοῦτο γένηται, θνήσκει ὁ ἄνθρωπος. Ἔτι δὲ ἐν τῇ ταραχῇ, ἐπὴν τοῦτο πλέονος χωρίου λάβηται καὶ μὴ στηρίξῃ, ἀλλὰ εἰλέηται, οὐκ ἔτι τῷ ἄλλῳ μίσγεται, ἀλλ᾿ ἐξαναλίσκεται ἐς τὴν νοῦσον, ἢν μὴ ἀποκαθαίρηται· εἶτα αἱ φλέβες ὑπερπίμπλανται, πλήθουσαι δὲ κάρτα οὐ χαλῶσιν ἐξ αὐτέων, πρὶν εὐρυχωρίη σφιν γένηται. Ὥσπερ ἐπήν τις πληγῇ καρτερῶς, ὑποτρέχει ὑπὸ τὴν πληγὴν αἷμα, ἅτε τῶν φλεβέων κενωθεισέων ὑπὸ τῆς πληγῆς· ἐπὴν δὲ αἱ σάρκες πλησθῶσιν ὅκως περ σπόγγος, οὐκ ἔτι χαλῶσιν, ἀλλὰ ἔχουσιν ἐν ἑωυτῇσι μέχρις οὗ κενωθῇ κατὰ χωρίον τι αὐτέων· ἀπολαμβάνει γὰρ, ἐπὴν ξυλλεχθῇ, τὸ αἷμα τὴν ὁδὸν ὑπὸ πλήθεος. Ὥσπερ οὖν εἴ τις λήκυθον σκυτίνην στενόστομον ἐμπλήσας ἀλείφατος καταστρέψειεν ἐπὶ τὸ στόμα κατ᾿ ἰθὺ, κἂν τοῦτο ποιήσειεν, οὐ δυνήσεται ἐξ αὐτῆς χωρέειν τὸ ἔλαιον, ἔπνιξε γὰρ τὴν ὁδὸν τὸ ἄλειφα, ἅτε πολλὸν καὶ ἅλες ἐπικείμενον· ἢν δὲ ἐπικλίνῃ τις τὴν λήκυθον, κενεὴ ἔσται ἡ ἀπὸ τοῦ στόματος πνὶξ, καὶ ῥεύσεται ἐξ αὐτῆς τὸ ἄλειφα· τὸ δ᾿ αὐτὸ ποιήσειε καὶ ἐπὶ τραπέζης ὕδωρ· οὕτω δὴ καὶ ἐπὴν τὸ πλεῖον ὑγρὸν ἐν τῷ σώματι ὑπὸ τῆς ταραχῆς χωρίου λάβηται καὶ πλήσειε τὰς φλέβας, οὐκ ἔτι ἀπέρχεται ἐξ αὐτέων πρὶν ἢ ὅκου ἐστὶ τὸ χωρίον κενεὸν, τῆς τροφῆς ἐξαναλισκομένης τῇ νούσῳ. Καὶ ταῦτα μὲν εἴρηταί μοι, ἐπήν τι ἐν τῷ σώματι ᾖ, ἀφ᾿ ὧν αἱ νοῦσοι γίνονται, πληθυόντων καὶ τῶν ἄλλων, καὶ ὅκως ἐργάζονται αἱ ἀρχαὶ τὴν θέρμην καὶ τὴν ταραχὴν τῷ ὑγρῷ ὑπάγουσαι ἐς νοῦσον.

[52] Νῦν δὲ ἐρέω τὰ ἐκ τοῦ οὐρανοῦ, ἢν ἀνεπιτήδεια γένηται φύντα ἐν τῷ σώματι, τίνα ἐργάζεται καὶ ὁκόταν κρατέῃ ἐν τῷ σώματι τοῦ ὑγροῦ. Φημὶ δὲ τὸ μέν τι ξυστρέφεσθαι καὶ παχύνεσθαι τῆς ἐν τῷ ἀνθρώπῳ ἰκμάδος, ἐπὴν τηχθῇ ἕως νοῦσον ἀποτέκῃ, τὸ δὲ διευρύνεσθαι καὶ διακρίνεσθαι. Ἔοικε δὲ καὶ τοῦτο τὸ πάθος γάλακτι· ἐπήν τις ὀπὸν ἐμβάλῃ ἐς τὸ γάλα, ψύξις γενομένη ἐπ᾿ αὐτῷ τῷ γάλακτι συνεπάχυνε τὸ γάλα καὶ ὁμοῦ ἐποίησε, περὶ δὲ τὸ παχυνθὲν ὁ ὀῤῥός ἐστιν· οὕτω δὴ καὶ ἐν τῷ ἀνθρώπῳ τὸ ὑγρὸν τῆς ἐπινόσου ψύξιος γενομένης ξυνεστράφη καὶ ξυνεπαχύνθη· περὶ δὲ αὐτὸν τὸν ὕδρωπα ἔτι καὶ τὸ ἄλλο ὑγρὸν, ὁκόσῳ ἂν πλεῖον ἔῃ ἐν τῷ ἄλλῳ σώματι, ξυμμέμικται· ἄλλ᾿ ἢν μὲν ἐς τὴν κοιλίην ἔλθῃ, διετάραξε τὴν κόπρον καὶ στρόφον ἐν τῇ κοιλίῃ ἐποίησε καὶ διεξῆλθεν ἔξω, οὐδὲν μέγα σῖνος παρασχόν· ἢν δὲ μὴ ἐς τὴν κοιλίην ἔλθῃ, στηρίζει τοῦ σώματός πη, ἵνα οἱ εὐρυχωρίη πλείστη. Εἰλέεται οὖν ἐξευρὸν ἑαυτῷ εὐρυχωρίην, καὶ τοῦ μὲν ὕδρωπος τὸ ἀποκριθὲν ἀπὸ τῆς συστροφῆς ἔρχεται, ἅτε ψυχρότατον καὶ βαρύτατον ἐὸν ἐν τῷ σώματι, ἐς τὸ κάτω, καὶ περὶ τὰ ὀστέα καὶ περὶ τὰ νεῦρα εἰλούμενον ἔτι μᾶλλον τὸ σῶμα ἐς φλεγμονὴν ἄγει, καὶ δηλονότι περὶ τὰ νεῦρα καὶ μάλιστα περὶ τὰ ὀστέα ὁ ὕδρωψ ὁ τὸν κρυμὸν ποιέων ἐστί. Τὰ γὰρ ὀστώδεα τοῦ σώματος μάλιστα ῥιγεῖ ὁ ἄνθρωπος, καὶ αἱ τρίχες ὀρθαὶ ἵστανται ξυστραφείσης τῆς ἐπιδερμίδος καὶ ξηροτέρης γινομένης ἢ ἐν τῷ πρὶν χρόνῳ, ἅτε τοῦ ὕδρωπος ἐκλείποντος αὐτόθεν καὶ περὶ τὰ ὀστέα εἰληθέντος. Ἐντεῦθεν δὴ μοῦνον τὸ χωρίον, ὅκου ἐστὶ τὸν πρῶτον χρόνον, οὐ δύναται κρυμὸν ποιέειν, ὅθεν καὶ τὸ ῥῖγος γίνεται· τὸ δὲ ἄλλο ὑγρὸν, τὸ ἰσώτατον παχυνθὲν, τὸ μὲν ἐν τῷ σώματι παντί ἐστι· τὸ δὲ ὅσῳ πλέον, ἢν μὲν μὴ τύχῃ ἡ κοιλίη πλέη ἐοῦσα καὶ ὀλίγον ᾖ τὸ λυπέον, ἔρχεται ἔστιν ὅτε ἐς τὴν κοιλίην καὶ σῖνος οὐδὲν μέγα ἐποίησε, καὶ ποτὲ μὲν πῦρ οὐκ ἐπήγαγε, ποτὲ δὲ βληχρὸν καὶ ἀσινὲς, καὶ ἐξῆλθε τὸ πονέον ξὺν τῇ κόπρῳ. Ἢν δὲ ἡ κοιλίη πλήρης ἐοῦσα πολλὸν ἔχῃ τὸ λυπέον, κίνδυνός ἐστιν ἐξ αὐτέου νοῦσόν τινα γενέσθαι, ἤν πη στηρίζῃ τὸ σινεόμενον ἢ πρὸς πλευρὸν ἢ πρὸς σπλάγχνον τι, ἤ πη ἄλλῃ ξυνθερμαίνῃ, ἵνα ξυνετάραξε πρῶτον. Ἐκεῖνο δὲ οὐχὶ κάρτα πρὸς τῆς θέρμης ὑπὸ τοῦ ὕδρωπος νενικημένον, ἅτε περὶ τοῖσιν ὀστέοισιν ἐόντος καὶ πλησίον τοῦ μυελοῦ, χρόνῳ μᾶλλον ἐσᾴσσει, πρῶτον μὲν αὐτὸ τὸ χωρίον, ἔπειτα τὸ πλησίον αὐτοῦ, καὶ δὴ νέμεται ἐς τὸ προσωτέρω, καὶ ἡ κοιλίη οἱ προσλαμβάνει, θερμὴ ἐοῦσα· ἔπειτα ἐπὶ μᾶλλον θερμαίνει ἥ τε κοιλίη καὶ τὸ σινόμενον. Τὸ δὲ ὑγρὸν παχὺ θερμαινόμενον διαχέεται πρῶτον τὸ πλησίον τοῦ πονέοντος ἐόν· διαχεόμενον δὲ μίσγεται τῷ πονέοντι ὕδρωπι, εἶτα κενεώτερον ἐγένετο τοῦ σώματος ἐν τῇ ξυστροφῇ, καὶ μέχρι τούτου ῥῖγος ἔχει, μέχρις οὗ ὁ ὕδρωψ τῷ ἄλλῳ ὑγρῷ σύνεστιν.

[53] Καὶ τὸ πῦρ ὧδε γεννηθὲν γίνεται· τὰ γὰρ πονέοντα πρὸς τὸ χωρίον στηρίξαντα θερμαινόμενον τὸ σῶμα ἀναγκάζει ἐς ἑωυτὸ πῦρ δέχεσθαι· καὶ ὑπὸ τοῦ σινεομένου καὶ ὑπὸ τῆς κοιλίης θερμανθὲν ἐπικρατέει τοῦ ἄλλου ὕδρωπος, καὶ οὕτω τὸ μὲν πῦρ μετὰ τὸν κρυμὸν, ἤν πη τοῦ σώματος στηρίξῃ τὸ ὑγρὸν τὸ πλεῖον. Ἢν δὲ εἰλέηται, τρόπῳ τοιῷδε γίνεται μετὰ τὸν κρυμὸν τὸ πῦρ· εἰλέεται μάλιστα πονεόμενον περὶ τὴν κοιλίην καὶ τὴν ἄνω καὶ τὴν κάτω· ἔνθεν γὰρ ἡ εὐρυχωρίη πλείστη ἐστίν· εἰλεομένου δὲ αὐτοῦ πρῶτον τὰ πλησίον θερμαίνεται, τά τε σπλάγχνα καὶ τὰ ἐν τῇ κοιλίῃ ἐς τὴν θέρμην· ἔπειτα ἐπαυρίσκεται τῆς θέρμης καὶ τὸ ἄλλο ὑγρὸν διαχεόμενον, καὶ μίσγεται τῷ ὕδρωπι, καὶ τὸ πῦρ μετὰ τὸ ῥῖγος ἐνθάδε γίνεται, ἐπὴν εἰλέηται τὸ πονέον, ἀλλὰ μὴ στηρίζῃ πρὸς τοῦ σώματός πη. Ταῦτα δέ μοι εἴρηται, ὅκως τε τὸ ῥῖγος γίνεται τὸ νοσῶδες, καὶ ὁκότε καὶ ὅκως καὶ ὁκοίης ἐξ ἀνάγκης ὁ πυρετὸς μετὰ τοῦτο ἐπεισπίπτει, καὶ αἵτινες αἱ ἀρχαὶ τῶν νούσων εἰσὶ, καὶ ὁκοίην ἑκάστη αὐτέων νοῦσον ἐν τῷ σώματι ἐπάγει, καὶ ὅκως τε καὶ διότι ἐν τῇσι περισσῇσιν ἡμέρῃσιν αἱ νοῦσοι κρίνονται, καὶ ὑπὸ τεῦ ὑγιαίνουσιν οἱ ἄνθρωποι, καὶ ὑπὸ τεῦ νοσέουσι, καὶ ὅκως ἥ τε χολὴ καὶ τὸ φλέγμα πλέον καὶ ἔλασσον γίνεται, καὶ τἄλλα ἐν αὐτῷ φύσει ἐόντα ἀπέδειξα πολλὰ, ὁκόσα ἐπεδέχετο οὗτος ὁ λόγος, καὶ ταῦτα μὲν εἰρημένα οὕτως τέλος ἔχει.

[54] Νῦν δὲ ἐρέω περὶ ἑλμίνθων τῶν πλατειῶν· γίνεσθαι γάρ φημι ἐν τῷ παιδίῳ ἐν τῇσι μήτρῃσιν ἐόντι· οὐ γάρ ἐστιν, ἐπὴν ἅπαξ ἐκ τῶν μητρέων ἐξέλθῃ, χρόνος τῇ κόπρῳ ἐν τῇ κοιλίῃ τοσοῦτος, ὥστε σαπείσης καὶ χρονισάσης ζῶον παγῆναι ἐν αὐτῇ, ὅ τι τοσοῦτον μεγέθει γίνεται· ἀποπατέει γὰρ ἀεὶ τὴν ἕωλον κόπρον ἀνὰ πάσας ἡμέρας, ἢν μέλλῃ ὑγιαίνειν ὁ ἄνθρωπος· γίνοιτο δ᾿ ἂν τοιοῦτο ζῶον οὐδ᾿ ἢν πολλῶν ἡμερέων μὴ ἀποπατήσῃ ὁ ἄνθρωπος. Πολλὰ γὰρ γίνεται ἐν τῇσι μήτρῃσιν ἐόντι τῷ παιδίῳ τρόπῳ τοιῷδε· ἐπὴν γένηται πῦος καυσῶδες ἀπὸ τοῦ γάλακτος καὶ τοῦ αἵματος συσσηπομένου καὶ πλεονάζοντος, ἅτε γλυκέος ἐόντος, ζῶον ἀπογεννᾶται αὐτόθι· γίνονται δὲ καὶ στρογγύλαι ἕλμινθες αὐτοῦ τρόπῳ τῷ αὐτῷ. Σημήϊον δὲ ὅτι τοῦθ᾿ οὕτως ἔχει, ἐπὴν τὰ παιδία γένηται, ψωμίζουσιν αὐτὰ αἱ γυναῖκες τὰ αὐτὰ φάρμακα, ὥστε ἡ κόπρος ἐξέλθῃ ἐκ τοῦ ἐντέρου καὶ μὴ ξυγκαυθῇ καὶ ἅμα τὸ ἔντερον εὐρυνθῇ· ἐπὴν ψωμίσωσι, πολλὰ δὴ τῶν παιδίων καὶ στρογγύλας καὶ πλατείας ἕλμινθας ἀπεπάτησαν ἅμα τῇ κόπρῳ τῇ πρώτῃ· ἢν δὲ μὴ ἀποπατήσῃ, γίνονται καὶ ἐν τῇσι γαστῆρσι. Καὶ αἱ μὲν στρογγύλαι τίκτουσιν, αἱ δὲ πλατεῖαι οὐκ ἔτι. Καίτοι φασὶ τίκτειν αὐτάς· ἀποπατέει γὰρ ὁ ἄνθρωπος ἔχων τὴν ἕλμινθα τὴν πλατεῖαν, ὁκοῖον σικύου σπέρμα ἄλλοτε καὶ ἄλλοτε σὺν τῇ κόπρῳ, καὶ τοῦτο εἰσὶν οἱ φήσαντες τῶν ἀνθρώπων τῆς ἕλμινθος τέκνα εἶναι· ἐμοὶ δὲ δοκέουσι λέγειν οὐκ ὀρθῶς οἱ τὰ τοιαῦτα λέγοντες· οὔτε γὰρ ἀφ᾿ ἑνὸς ζώου γένοιτ᾿ ἂν τοσαῦτα νεόσσια, οὔτ᾿ εὐρυχωρίη ἐστὶν ἐν τῷ ἐντέρῳ, ὡς ἐκτρέφειν τέκνα. Τῷ δὲ παιδίῳ ἐκ τῶν μητρέων αὐξανομένῳ αὔξεται ἐν τῷ ἐντέρῳ καὶ ἡ ἕλμινς ἀπὸ τῶν ἐς τὴν κοιλίην ἐσιόντων, καὶ γίνεται ἴση τῷ ἐντέρῳ, τοῖσι μὲν ἅμα τῇ ἥβῃ, τοῖσι δὲ ὕστερον, τοῖσι δὲ πρόσθεν ὀλίγῳ. Καὶ ἐπὴν ἰσωθῇ τῷ ἐντέρῳ, ὁμοίως ἐπαύξεται, καὶ ὁκόσα ἂν μέζω γένηται, ἀποκρίνεται ἀπὸ τοῦ ἀρχοῦ σὺν τῷ ἀποπάτῳ, καὶ ἐκπίπτει οἷον σικύου σπέρμα, πολλάκις δὲ καὶ μέζω· ἔστι δὲ οἷσιν ὁδοιπορέουσιν ἢ ταλαιπωρέουσι καὶ τῆς κοιλίης θερμαινομένης ἔρχεται ἐς τὸ κάτω, καὶ ἐξίσχει ἐκ τοῦ ἀρχοῦ αὐτοῖσι τὸ ἐκπεφυκὸς, τὠϋτό τε ποιέει, καὶ ἀποκρίνεται ἀπὸ τοῦ ἀρχοῦ ἢ ὀπίσω ἔρχεται. Σημήϊα δέ ἐστιν ὅτι οὐ τίκτει, ἀλλ᾿ οὕτως ἔχει ὡς ἐγὼ λέγω· ἐπήν τις ἰῆται τὸν ἄνθρωπον τὴν ἕλμινθα καὶ φάρμακον διδῷ ποτὸν, ἢν μὲν τύχῃ ὁ ἄνθρωπος καλῶς παρεσκευασμένος, ἐξέρχεται ὅλη στρογγύλη γενομένη ὥσπερ σφαῖρα, καὶ ὑγιὴς γίνεται ὁ ἄνθρωπος· ἢν δὲ ἐς τὴν φαρμακείην ἔρχηται εὐθὺ, ἀποῤῥήγνυται ἀπὸ τῆς ἕλμινθος, ὁκόσον δύο ἢ τρεῖς πήχεας ἢ καὶ πλεῖον πολλῷ, καὶ ἐπὴν ἀποῤῥαγῇ, χρόνῳ πολλῷ οὐ γίνεται σὺν τῷ ἀποπάτῳ τὰ σημήϊα, ὕστερον δὲ αὔξεται· ταῦτα δὲ ἱστόριά ἐστιν ὅτι οὐ τίκτει ἡ ἕλμινς, ἀλλὰ περιῤῥήγνυται· ἔστι δὲ τὸ εἶδος αὐτῆς ὁκοῖόν περ ἐντέρου ξύσμα λευκόν. Σημήϊα δὲ ἴσχει· ἀποπατέει τε ἄλλοτε καὶ ἄλλοτε, οἷον σικύου σπέρμα, καὶ ἐπὴν νῆστις ὁ ἄνθρωπος ᾖ, ἀΐσσει πρὸς τὸ ἧπαρ ἄλλοτε καὶ ἄλλοτε καὶ πόνον παρέχει, καὶ ἔστι μὲν ὅτε πτύαλα ἐπιῤῥέει τῷ στόματι, ἐπὴν ἀΐξῃ πρὸς τὸ ἧπαρ, ὁτὲ δὲ οὐχί· ἔστι δὲ καὶ οἷσιν ἀναυδίην ἐμβάλλει ἐπὴν ἰσχυρῶς προσπέσῃ πρὸς τὸ ἧπαρ, καὶ πτύαλά τε πολλὰ ῥέει ἐκ τοῦ στόματος κάρτα, ὀλίγῳ δὲ ὕστερον ἵσταται, καὶ στρόφος ἐγγίνεται πολλὸς ἐν τῇ κοιλίῃ ἄλλοτε καὶ ἄλλοτε· ἔστι δ᾿ ὅτε ἐς τὸ μετάφρενον ὀδύνη ἐμπίπτει, στηρίζει γὰρ καὶ ἐνθάδε. Ἔστι δ᾿ ὅτε ταῦτα σημήϊά ἐστιν ἕλμινθος πλατείης· γίνεται δὲ καὶ τόδε· ὃς ἔχει τοῦτο τὸ θηρίον, ἐν μὲν τῷ ξύμπαντι χρόνῳ δεινόν τι κάρτα οὐκ ἂν γένοιτο, ἐπειδὰν δὲ ἀσθενήσῃ, μόλις ἀναφέρεται· καὶ γὰρ ἡ ἕλμινς· μετέχει τι μόριον τῶν εἰσιόντων ἐς τὴν κοιλίην. Ἢν μὲν οὖν μελεδανθῇ κατὰ τρόπον, ὑγιαίνεται· ἢν δὲ μὴ μελεδανθῇ, αὐτομάτη οὐκ ἐξέρχεται, θάνατον μέντοι οὐκ ἐπάγει, ἀλλὰ ξυγκαταγηράσκει. Ταῦτα δέ μοι εἴρηται περὶ ἕλμινθος πλατείης, ὅθεν γίνεται, καὶ τὰ σημήϊα αὐτῆς καὶ τοῦ νοσεύματος.

[55] Περὶ δὲ λιθίδος, ἀρχὴ μὲν ἐγγίνεται ἀπὸ τοῦ γάλακτος τῇ νούσῳ, ἐπὴν τὸ παιδίον θηλάζῃ γάλα μὴ καθαρόν· τὸ δὲ γάλα γίνεται ἐν τῇ τροφῷ οὐ καθαρὸν, ἐπὴν φλεγματώδεσι τροφῇσι καὶ σιτίοισι καὶ ποτοῖσι χρῆται μὴ καθαροῖσιν· ξυμβάλλεται γὰρ πάντα τὰ ἐς τὴν κοιλίην πίπτοντα, ἐς τὸ γάλα. Ἔχει δὲ καὶ τόδε οὕτως· ἢν ἡ τροφὸς μὴ ὑγιηρὴ ἔῃ, ἀλλὰ χολώδης ἢ ὑδρωποειδὴς ἢ αἱματώδης ἢ φλεγματώδης, καὶ γάλα γίνεται πονηρὸν τῷ παιδίῳ· συμβάλλεται γὰρ τὸ σῶμα καὶ ἡ κοιλίη· πλεῖστον δὲ ἄγει αὐτὸ ἐς τὸ γάλα ὅ τι ἂν αὐτὸ πλεῖστον ἔχῃ ἐν ἑωυτῷ. Καὶ τὸ παιδίον ἢν θηλάζῃ ἀπὸ τῆς τροφοῦ γάλα μὴ καθαρὸν, ἀλλὰ χολῶδες, ὡς ἔλεξα, ἐπίνοσον γίνεται καὶ ἀσθενὲς, καὶ τὸ παρὸν μάλιστα λυπέει, μέχρις ἂν θηλάζῃ γάλα πονηρὸν καὶ ἐπίνοσον. Καὶ ἐπὴν θηλάζῃ γάλα μὴ καθαρὸν, ἀλλὰ γεῶδες καὶ φλεγματῶδες, καὶ ἔχῃ τὸ παιδίον τὰς φλέβας τὰς ἀπὸ τῆς κοιλίης ἐς τὴν κύστιν τεινούσας, εὐρείας καὶ ὁλκοὺς, χωρέηται δὲ καὶ τὸ ποτὸν καὶ τὸ γάλα ὑπὸ τῆς τροφοῦ ἐς τὴν κοιλίην τοῦ παιδίου, [χωρέεται] ὁκοῖον ἕλκει ἀπὸ τῆς κοιλίης ἀπὸ τοῦ γάλακτος, τὸ πᾶν ὁμοίως ὅ τι ἂν αἱ φλέβες διωθέειν δύνωνται ἐς τὴν κύστιν· καὶ ἤν τι ἐπὶ τῷ γάλακτι μὴ καθαρὸν ᾖ, τὸ ἐπαυρισκόμενον ἐν τῇ κύστει γίνεται λίθος τρόπῳ τοιῷδε. Ὥσπερ ἐφ᾿ ὕδατι μὴ καθαρῷ ταραχθέντι ἐν κύλικι ἢ ἐν χαλκῷ καὶ καταστάντι ὑποστάθμη ἅλις γίνεται ἐν τῷ μέσῳ, οὕτω καὶ ἐν τῇ κύστει ἀπὸ τοῦ οὔρου, μὴ καθαροῦ ἐόντος· καὶ οὐκ ἐξουρέεται, ἅτε ἐν τῷ κοίλῳ ἐοῦσα, καὶ μάλιστα ἁλὴς γινομένη ὑπὸ ὀδύνης οὐ διέρχεται διὰ τῆς οὐρήσιος· πήγνυταί τε ὑπὸ τοῦ φλέγματος ὠμοῦ ἐόντος, κόλλα γὰρ γίνεται τῇ ὑποστάθμῃ τὸ φλέγμα μεμιγμένον, καὶ τὸ πρῶτον μικρὴ ἄχνη ἐπιγίνεται, ἔπειτα τὸ ἐπιὸν ψαμμῶδες προσγίνεται, κόλλης γενομένης τοῦ φλέγματος τοῦ ἐν τῇ κύστει ἐνεόντος ἀπὸ τοῦ γάλακτος, καὶ αὔξεται, καὶ ὅ τι μὲν ἂν ὑγρὸν ἐν τῇ κολλήσει ἐπιγένηται ἐξουρέεται· Αὖθις δὲ ἡ ὑποστάθμη στερεοῦται ἢ λιθοειδὴς γίνεται· ὥσπερ σίδηρος ἐκ τῶν λίθων καὶ τῆς γῆς συγκαιομένης γίνεται, καὶ ἐν μὲν τῇ πρώτῃ ἐς τὸ πῦρ ἐμβολῇ κεκόλληνται τῇ σκωρίῃ οἱ λίθοι καὶ ἡ γῆ πρὸς ἄλληλα, καὶ ἐπὴν τὸ δεύτερον καὶ τὸ τρίτον ἐς τὸ πῦρ ἐμβληθῇ, ἡ μὲν σκωρίη ἔξω ἔρχεται τηκομένη ἐκ τοῦ σιδήρου, καὶ ὄψει ὁρᾶται τὸ γενόμενον· ὁ δὲ σίδηρος λιμπάνεται ἐν τῷ πυρὶ καὶ συμπίπτει προσδιδούσης τῆς σκωρίης καὶ γίνεται στερεός τε καὶ πυκνός· οὕτω δὴ καὶ ἡ ὑποστάθμη ἐν τῇ κύστει· κόλλης γινομένης τοῦ φλέγματος, ἐξουρέεται τὸ τηκόμενον ὑπὸ τοῦ οὔρου, αὕτη δὲ συμπίπτει καὶ πυκνὴ γίνεται καὶ στερεοῦται ὥσπερ σίδηρος. Ἐπὴν δὲ συμπέσῃ καὶ στερεωθῇ, κλονέεται ἐν τῇ κύστει ἄνω καὶ κάτω, καὶ πόνον παρέχει κόπτουσα τὴν κύστιν, καὶ ἀποφέρει τι ἀπ᾿ αὐτῆς ἐπὴν ἰσχυρῶς κόπτῃ καὶ ἕλκῃ· τὸ δὲ ἀποφερόμενον ἔτι μᾶλλον τῷ ἐπιόντι ψαμμώδεϊ σύμπηξιν ἐργάζεται· καὶ ὁ λίθος γίνεται τρόπῳ τοιῷδε ἀπὸ τοῦ γάλακτος ἐν τῇ κύστει. Ἔστι δ᾿ ὅτε γίνεται πρὸς τὸ αἰδοῖον ἢ ἄλλη τις κώλυσις ἀπὸ τούτου γίνεται· ἄλλοτε γὰρ καὶ ἄλλοτε, ἐπὴν οὐρήσῃ, ταχέως ἐπιλαμβάνεται τῆς οὐρήθρης. Ἢν δὲ τοῦ παιδίου ἤδη αὐξανομένου λίθος γένηται ἀπὸ γεωτραγίης, ὁ πόνος οὐ πάρεστίν οἱ πρὶν ἢ σῖτον αὐτὸς ἑωυτῷ αἴρηται. Καὶ ταῦτα μὲν ἐς τοῦτό μοι εἴρηται. Σημήϊα δὲ ἡ νοῦσος ἔχει πέντε· ἐπήν τε οὐρῆσαι θέλῃ, πονέεται, καὶ τὸ οὖρον κατ᾿ ὀλίγον ῥέει ὥσπερ στραγγουρικοῖσι, καὶ ἔστιν ὕφαιμον οἷα τῆς κύστιος ἡλκωμένης ὑπὸ τοῦ λίθου, καὶ ἡ κύστις φλεγμαίνει· ἀλλὰ τοῦτο μὲν ἀφανές· σημήϊον δὲ ἀκροποσθίη· ἔστιν ὅτε διουρέεται ψαμμώδεα. Ὑπὸ τοιούτων δὲ οἵων ἐγὼ ἐρέω, διουρέεται· ἔστιν ὅτε λίθοι δύο ἢ καὶ πλείονες ἕτεροι σμικροὶ τρόπῳ τῷ αὐτῷ, ὥσπερ καὶ τὴν μίαν εἴρηκα, γίνονται· γίνεται δὲ καὶ ὑπὸ τοιούτου· ἐπὴν ὁ λίθος ξυμπαγῇ, καὶ βάθος γένηται ἐς τὴν κύστιν τῇ ψάμμῳ τῇ γενομένῃ χωρὶς, ἐλθούσης δὲ τῆς ψάμμου ὁ λίθος μὴ προσλάβῃ πρὸς ἑωυτῷ, ἀλλὰ βαρυτέρη καὶ πλείων γένηται, [ἢ] ὥστε μὴ πήγνυσθαι αὐτὴν πρὸς ἑωυτὴν, καὶ οὕτως δύο λίθοι γίνονται· γίνονται δὲ καὶ πλείονες τρόπῳ τῷ αὐτῷ, καὶ ξυγκρουομένων πρὸς ἀλλήλους ἐν τῇ κλονήσει περιθραύεται καὶ διουρέεται τὸ ψαμμῶδες. Ἔστι δ᾿ ὅτε καὶ ἐπὴν κατέλθῃ ψάμμος ἐς τὴν κύστιν, καὶ μὴ προσπαγῇ.

[56] Λέγουσι δέ τινες ὅτι τὸ πινόμενον ἐς τὸν πλεύμονα ἔρχεται, ἐκ δὲ τούτου ἐς τὸ ἄλλο σῶμα· οὗτοι δὲ οἱ ταῦτα λέγοντες διαβάλλονται τούτῳ, ᾧ μέλλω ἐρέειν· ὅτι ὁ πλεύμων κοῖλός ἐστι καὶ πρὸς αὐτῷ ἐστι σύριγξ· ὁ δὲ πλεύμων εἰ μὴ κοῖλος ἦν καί οἱ ἡ σύριγξ προσείχετο, οὐκ ἂν ἐφώνει τὰ ζῶα· φθεγγόμεθα γὰρ ἀπὸ τοῦ πλεύμονος ὅτι κοῖλός ἐστι καί οἱ ἡ σύριγξ πρόσεστι· διαρθροῖ δὲ τὸν φθόγγον τὰ χείλεα καὶ ἡ γλῶσσα· κάλλιον δέ μοι περὶ τούτου δεδήλωται ἐν τῇ περιπλευμονίῃ. Τοῖσιν οὖν δοκέουσιν ἀνθρώποισιν τὸ ποτὸν ἐς τὸν πλεύμονα φέρεσθαι ἐναντιώσομαι· ἔχει δὲ οὕτως· χωρέει τὸ ποτὸν ἐς τὴν κοιλίην, ἀπὸ δὲ τῆς κοιλίης τὸ ἄλλο σῶμα ἀπαυρίσκεται. Νοῆσαι δὲ χρὴ ὁκόσα μέλλω ἐρέειν· λέγω δὲ ἱστόρια, ὅτι τὸ ποτὸν οὐ χωρέει ἐς τὸν πλεύμονα, ἀλλὰ ἐς τὴν κοιλίην, τάδε. Εἰ γὰρ τὸ ποτὸν χωρέει ἐς τὸν πλεύμονα, ὁκόταν ὁ πλεύμων πλησθῇ, οὐκ ἂν ῥηϊδίως [φημὶ] τὸν ἄνθρωπον ἀναπνέειν οὐδὲ φθέγγεσθαι δύνασθαι· οὐ γὰρ ἂν εἴη τὸ ἀντηχέον τῷ πλεύμονι πλήρεϊ ἐόντι· καὶ ἓν μὲν τοῦτο ἱστόριόν ἐστιν. Ἔπειτα εἰ ἐχώρεε τὸ ποτὸν ἐς τὸν πλεύμονα, τὰ σιτία ἐν ἡμῖν ξηρὰ ἐόντα οὐκ ἂν ὁμοίως ἐπέσσετο· δύο δὲ ἱστόρια ταῦτά ἐστι. Καὶ τὰ φάρμακα δὲ τὰ ὑπήλατα ἐπὴν πίωμεν, χωρέει ἡμῖν ἔξω τῆς κοιλίης· ἔχει δὲ καὶ τόδε οὕτως· ὁκόσα φάρμακα καθαρτικά ἐστιν ἢ ἄνω ἢ κάτω ἢ καὶ ἀμφότερα, ταὐτὰ ποιέει· πάντα καίει κάρτα, καὶ τὰ μὲν ἰσχυρὰ αὐτῶν ἢν τύχῃ ἅψασθαί τι τῶν ἁπαλῶν τοῦ σώματος, ἑλκοῖ· τὰ δὲ μαλακώτερα ἄραδον ποιέει, τοῦ χρωτὸς ὅ τι ἂν ἀλειφθῇ· εἰ δὲ ἔλθοι τι τούτων τῶν φαρμάκων ἐς τὸν πλεύμονα, δοκέει ἄν μοί τι μέγα ποιῆσαι κακόν· τὸ γὰρ φλέγμα τὸ ἀπὸ τῆς κεφαλῆς ἐν κάρτα ὀλίγῳ χρόνῳ ἑλκοῖ· ἁπαλὸν γὰρ καὶ ἀραιὸν χρῆμά ἐστιν ὁ πλεύμων, καὶ ἢν ἑλκωθῇ, οὐ καλῶς ἕξει κεῖνος ὁ ἄνθρωπος διά γε πολλά. Ἡ δὲ κοιλίη ὑπὸ τοῦ φαρμάκου οὐχ ἑλκοῦται, ὅτι χρῆμά ἐστιν ἰσχυρὸν ὥσπερ δέρμα· καὶ τῶν μὲν Λιβύων χρέονται οἱ πλεῖστοι τῶν κτηνέων τοῖσι μὲν δέρμασιν ἀντὶ ἱματίων, τῇσι δὲ κοιλίῃσιν ἀντὶ θυλάκων· ἰσχυρὸν γὰρ χρῆμα ἡ κοιλίη ἐστίν. Ἔπειτα ἐπὴν ὑπὸ οἴνου μέλανος θωρηχθῶσιν οἱ ἄνθρωποι, ἀποπατέουσι μέλανα. Ταῦτα δὲ πάντα ἱστόριά ἐστι, καὶ ἐπὴν σκόροδα φάγωμεν ἤ τι ἄλλο ὀδμαλέον βρῶμα, διουρέομεν ὀζόμενον τοῦ βρώματος. Ταῦτα μὲν τὰ ἱστόριά ἐστιν· ἔξεστι δὲ σκέψασθαι καὶ τόδε ὅ τι μέλλω ἐρέειν· εἴ τις κυκεῶνα πίοι ἢ ἄλητον ἑφθὸν ῥοφοίη, ἤ τι ἄλλο τοιοῦτο, καὶ ἔλθοι ἐς τὸν πλεύμονα τοῦτο, δοκέομεν ἂν αὐτὸν οὐδὲ ζώειν οὐδὲ ὀλίγον χρόνον· ἐπὴν γάρ τι μικρὸν ἔλθῃ ἐς τὸν πλεύμονα φλέγμα ἢ ἐς τὴν σύριγγα αὐτοῦ, πολλὴ βήξ τε καὶ ἰσχυρὴ γίνεται καὶ σπασμός· εἰ δ᾿ οὖν ἄρα καὶ ζώει ὁ ἄνθρωπος πιὼν τὸν κυκεῶνα ἢ τὸ ἄλητον ῥοφέων, πεσσομένου τοῦ ῥοφήματος, θέρμην ἂν δοκέω πολλήν τε καὶ ἰσχυρὴν τῷ σώματι γίνεσθαι καὶ πόνον πολλὸν, ὥστε μὴ ἀποπατοίη κατὰ τρόπον εἰ ἐς τὸν πλεύμονα ἔλθοι. Ταῦτα δὲ ἱστόρια ἑπτά ἐστιν· ἔπειτα τὸ γάλα πῶς ἂν ἔτρεφε τὰ παιδία, εἴ γε χωρέοι πρὸς τὸν πλεύμονα; τοῦτο δὲ ἱστόριον ἄλλο μοι, καὶ ταῦτα οὐδ᾿ ἂν ἐπηγαγόμην ἔγωγε τῷ λόγῳ τοιοῦτο ἱστόριον οὐδὲν, εἰ μὴ ὅτι πολλοὶ κάρτα τῶν ἀνθρώπων τὸ ποτὸν δοκέουσιν ἐς τὸν πλεύμονα χωρέειν, καὶ ἀνάγκη ἐστὶ πρὸς τὰ ἰσχυρῶς δοκέοντα, τὰ πολλὰ ἱστόρια ἐπάγεσθαι, εἴ τις μέλλει τὸν ἀκόντα ἐκ τῆς πρὶν γνώμης μεταστρέψαι τοῖσιν ἑωυτοῦ λόγοισι πείσειν. Καὶ διὰ τόδε οὐ χωρέει τὸ ποτὸν ἐς τὸν πλεύμονα, ἀλλ᾿ ἐς τὴν κοιλίην, ὅτι προσαφὴς αὐτῇ ἐστιν ὁ στόμαχος τοῦ ἀνθρώπου ἀεὶ χάσκων, καὶ χωρέει ἐς ἐκεῖνον, καὶ ἅμα ἐπίκειται τῇ σύριγγι τοῦ πλεύμονος, ὥσπερ κισσοῦ φύλλον, ὥστε οὐκ ἂν παρακαθιεῖ ἐν τῇ καταπόσει, εἰ χωρέει ἐς αὐτόν. Καὶ ταῦτα ἐς τοῦτό μοι εἴρηται.

[57] Χωρέει δὲ τὸ ποτὸν ἐς τὴν κοιλίην, καὶ ἐπὴν πλησθῇ, ὁ σπλὴν ἀπ᾿ αὐτῆς δέχεται καὶ διδοῖ ἐς τὰς φλέβας καὶ ἐς τὸ ἐπίπλοον καὶ ἐς τὸ κάταντες, ἔς τε τὴν ὄσχην καὶ ἐς τὰ σκέλεα καὶ ἐς τοὺς πόδας, καὶ ἐπὴν νοῦσος ἐπιγένηται, τῷ ὕδατι πολλῷ χωρέει ὑπὸ τῆς κοιλίης, καὶ ἐς τὸν σπλῆνα ἔρχεται ἀεὶ ἀπὸ τοῦ ποτοῦ, ἐπὴν πίῃ ὁ ἄνθρωπος. Γίνεται δὲ ἐπὶ τῆς νούσου ταύτης ὥστε μὴ πυρεταίνειν, ἀλλ᾿ ἢν ἐν τῇ κοιλίῃ καῦμά τι ᾖ, ἢ ὁκόταν ὁ ἄνθρωπος διψῇ, ἡ δὲ κύστις καὶ ἡ κοιλίη μὴ διηθέωσι κατὰ τρόπον, μηδὲ ἐπιτηδείῃ διαίτῃ ὁ ἄνθρωπος χρῆται. Ὁ δὲ σπλὴν ὑπονοσέων ἕλκει ἀπὸ τῆς κοιλίης ἀπὸ τοῦ ποτοῦ, ἡ δὲ νοῦσος γίνεται, καὶ ἡ ὄσχη διαφανὴς γίνεται, καὶ αἱ κληῗδες καὶ ὁ τράχηλος καὶ τὰ στήθεα καταλεπτύνεται· τήκεται γὰρ ὑπὸ τῆς νούσου ταύτης, καὶ καταῤῥέει ἐς τὴν κοιλίην, τά τε κάτω ὕδατος πλέα ἐστὶ, καὶ ἀσιτέει ἡ κοιλίη, καὶ ὁτὲ μὲν κάρτα στέγει, ὁτὲ δὲ καταῤῥέει, ἥ τε κύστις οὐ διηθέει κατὰ τρόπον· ὡς ἐπὶ τὸ πλεῖον φρίκη τε διαΐσσει ἄλλοτε καὶ ἄλλοτε διὰ τοῦ σώματος, καὶ πῦρ ἔστιν ὅτε ἐπιλαμβάνει, καὶ τὸ πρόσωπον τῶν μὲν οἰδαλέον γίνεται, τῶν δὲ οὔ· ἔστι δ᾿ οἷσι καὶ καταῤῥήγνυνται αἱ κνῆμαι, ἐπὴν χρόνιον τὸ νούσημα γένηται, καὶ ῥεῖ αὐτόθεν ὕδωρ, καὶ ἀγρυπνίη ἐπιπίπτει καὶ ἀδυναμίη τοῦ σώματος καὶ μάλιστα τῆς ὀσφύος, καὶ ἐπήν τι φάγῃ ἢ πίῃ καὶ ὀλίγῳ πλέον, πονέεται ὁ σπλὴν, καὶ τὸ πνεῦμα πυκνὸν ἀεὶ ἀφίει. Ταῦτα δὲ σημήϊα ὕδρωπός εἰσιν. Ἔστι δὲ καὶ περὶ τὴν κοιλίην μοῦνον ἢ καὶ πυρὸς λαβόντος ἢ καὶ οὐχὶ, καὶ ἡ γαστὴρ μεγάλη γίνεται, καὶ τὰ σκέλεα οὐ πίμπλαται ὕδατος, τὰ δὲ ἄνω τοῦ σώματος λεπτὰ γίνεται· οὕτω δ᾿ ἔχουσι τὰ σημήϊα ἅπαντα βληχρότερά ἐστι, καὶ ἅμα καὶ ἐν τοῖσι σκέλεσιν ὕδωρ οὐκ ἐπιγίνεται, καὶ ὁ πόνος τοσούτῳ ἐλάσσων. Περὶ δὲ τὴν κοιλίην μοῦνον διὰ τόδε ὕδρωψ γίνεται· ἐπὴν γὰρ ἁλὲς ἐπιγένηται, καὶ ὁδὸς ἐν ἀρχῇσι μὴ γίνηται ἐς τὸ κάτω, ἀλλ᾿ ἀποληφθῇ ἁλὲς ἐν τοῖσι φλεβίοισιν, ἅτε καὶ ἀναπνοὴν μὴ ἔχον μήτε ἄνω μήτε κάτω, ἀποστήριξιν ἔχει. Ὥσπερ εἴ τις ἄγγος μέγα μικρόστομον ἀπολαβὼν καταστρέψειεν ἐν τάχει, εἶτα καθ᾿ ἡσυχίην ἀπὸ τοῦ στόματος ἀφέλοι τὸ ἐπικείμενον, καὶ ἢν τοῦτο ποιήσῃ, τὸ ὕδωρ οὐκ ἂν ῥεύσειεν ἔξω· οὐ γὰρ ἔχει πνοὴν, ἀλλ᾿ ἀποκέκλεισται ἀπὸ τοῦ ἐντὸς πνεύματος· ἐνεὸν γὰρ τὸ πνεῦμα πληροῖ τὸ ἄγγος καὶ ἀντιστηρίζει τῷ ἔξω πνεύματι, καὶ οὐκ ἔστι τῷ ὕδατι ἐκδρομὴ ὑπὸ τοῦ πνεύματος τοῦ πληροῦντος τὸ ἄγγος καὶ ἅμα ἐπικειμένου τοῦ ἠέρος· ἢν δέ τις κλίνειε καθ᾿ ἡσυχίην τὸ ἄγγος ἢ κατὰ πυθμένα τρήσειεν, ἐξελεύσεται τὸ πνεῦμα ἐκ τοῦ ἄγγεος· ἐξιόντος δὲ τοῦ πνεύματος, χωρέει καὶ τὸ ὕδωρ ἔξω. Οὕτω δὴ καὶ τῷ ὕδρωπι· ἢν μὲν παραπνοὴ ἢ ἄνω ἢ κάτω διὰ τῶν φλεβίων γένηται ἐν ἀρχῇ τῆς νούσου, ἔρχεται ἐς τὰ σκέλεα καὶ ἐς τοὺς πόδας ὁ ὕδρωψ· ἢν δὲ μὴ, αὐτοῦ μοῦνον εἰλέεται περὶ τὴν κοιλίην. Καὶ οὕτω μέν μοι περὶ τούτων εἴρηται. Γίνεται δὲ καὶ τῇσι γυναιξὶν ὁ ὕδρωψ ἐν τῇσι μήτρῃσι, καὶ τὰ ἐν τῇσι κοιλίῃσι, καὶ τὰ ἐν τοῖσι σκέλεσι, καὶ τἄλλα σημήϊα ταὐτὰ ἴσχει· ἀποπέφανται δέ μοι ἐν τοῖσι γυναικείοισι νουσήμασι περὶ αὐτοῦ. Αὗται αἱ τρεῖς ἰδέαι τῶν νουσημάτων ἀπὸ τοῦ ὕδρωπος. Γίνεται δὲ τὰ νουσήματα πάντα ταχέως χαλεπὰ, καὶ πάντα αὔξεται ταχέως· ἔτι δὲ χαλεπώτερα γίνεται, ἢν ἐξ ἑτέρης νούσου τὸ σῶμα τηχθὲν ἐς τοῦτο περιέλθῃ. Ἢν μὲν οὖν ἐν τάχει προκαταλάβηται τὸ νούσημα τὸν ἄνθρωπον, θνήσκει, ἅτε τῆς νούσου χρονιωτάτης γενομένης· ἐπὴν δὲ καὶ ἡ κοιλίη εὔροος γένηται, κάρτα θνήσκει τάχιστα, ἐπαΐων τε καὶ διαλεγόμενος. Ταῦτα δέ μοι εἴρηται περὶ ὕδρωπος, ὅθεν τε γίνεται καὶ ὅτι τὰ σημήϊα αὐτοῦ τάδε.


Περὶ Παθῶν

ΠΕΡΙ ΠΑΘΩΝ.

[1] Ἄνδρα χρὴ, ὅστις ἐστὶ συνετὸς, λογισάμενον ὅτι τοῖσιν ἀνθρώποισι πλείστου ἄξιόν ἐστιν ἡ ὑγιείη, ἐπίστασθαι ἀπὸ τῆς ἑωυτοῦ γνώμης ἐν τῇσι νούσοισιν ὠφελέεσθαι· ἐπίστασθαι δὲ τὰ ὑπὸ τῶν ἰητρῶν καὶ λεγόμενα καὶ προσφερόμενα πρὸς τὸ σῶμα τὸ ἑωυτοῦ καὶ διαγινώσκειν· ἐπίστασθαι δὲ τούτων ἕκαστα, ἐς ὅσον εἰκὸς ἰδιώτην. Ταῦτ᾿ οὖν ἐπίσταιτο ἄν τις μάλιστα εἰδὼς καὶ ἐπιτηδεύων τάδε· νουσήματα τοῖσιν ἀνθρώποισι γίνεται ἅπαντα ὑπὸ χολῆς καὶ φλέγματος· ἡ δὲ χολὴ καὶ τὸ φλέγμα τὰς νούσους παρέχει, ὅταν ἐν τῷ σώματι ἢ ὑπερξηραίνηται, ἢ ὑπερυγραίνηται, ἢ ὑπερθερμαίνηται, ἢ ὑπερψύχηται. Πάσχει δὲ ταῦτα τὸ φλέγμα καὶ ἡ χολὴ καὶ ἀπὸ σιτίων καὶ ποτῶν, καὶ ἀπὸ πόνων καὶ τρωμάτων, καὶ ἀπὸ ὀσμῆς καὶ ἀκοῆς καὶ ὄψιος καὶ λαγνείης, καὶ ἀπὸ τοῦ θερμοῦ τε καὶ ψυχροῦ· πάσχει δὲ, ὅταν τούτων ἕκαστα τῶν εἰρημένων ἢ μὴ ἐν τῷ δέοντι προσφέρηται τῷ σώματι, ἢ μὴ τὰ εἰωθότα, ἢ πλείω τε καὶ ἰσχυρότερα, ἢ ἐλάσσω τε καὶ ἀσθενέστερα. Τὰ μὲν οὖν νουσήματα γίνεται τοῖσιν ἀνθρώποισιν ἅπαντα ἀπὸ τουτέων. Δεῖ δὲ πρὸς ταῦτα τὸν ἰδιώτην ἐπίστασθαι, ὁκόσα εἰκὸς γινώσκειν ἰδιώτην· ὅσα δὲ τοὺς χειροτέχνας εἰκὸς ἐπίστασθαι καὶ προσφέρειν καὶ διαχειρίζειν, περὶ δὲ τούτων καὶ τῶν λεγομένων καὶ τῶν ποιευμένων οἷόν τε εἶναι τὸν ἰδιώτην γνώμῃ τινὶ ξυμβάλλεσθαι. Ἤδη οὖν τούτων ὁπόθεν ἕκαστα δεῖ τὸν ἰδιώτην ἐπίστασθαι, ἐγὼ φράσω.

[2] Ἢν ἐς τὴν κεφαλὴν ὀδύναι ἐμπέσωσι, τούτου τὴν κεφαλὴν ξυμφέρει διαθερμαίνειν λούοντα πολλῷ θερμῷ, καὶ πταρμὸν ποιέοντα φλέγμα καὶ μύξας ὑπεξάγειν· καὶ ἢν μὲν πρὸς ταῦτα ἀπαλλάσσηται τῆς ὀδύνης, ἀρκεῖ ταῦτα· ἢν δὲ μὴ ἀπαλλάσσηται, καθῆραι τὴν κεφαλὴν φλέγμα, διαιτᾷν δὲ ῥοφήματι καὶ ποτῷ ὕδατι, οἶνον δὲ μὴ προσφέρειν, ἔστ᾿ ἂν ἡ περιωδυνίη παύσηται· τὸν γὰρ οἶνον ὅταν θερμὴ ἐοῦσα ἡ κεφαλὴ σπάσῃ, ἡ περιωδυνίη ἰσχυροτέρη γίνεται. Τὰ δὲ ἀλγήματα ἐσπίπτει ὑπὸ τοῦ φλέγματος, ὅταν ἐν τῇ κεφαλῇ κινηθὲν ἀθροισθῇ· ἢν δὲ ἄλλοτε καὶ ἄλλοτε ὀδύνη καὶ σκοτοδινίη ἐμπίπτῃ ἐς τὴν κεφαλὴν, ὠφελέει μὲν καὶ ταῦτα προσφερόμενα· ὠφελέει δὲ, καὶ ἢν αἷμα ἀφαιρεθῇ ἀπὸ τῶν μυκτήρων, ἢ ἀπὸ τῆς φλεβὸς τῆς ἐν τῷ μετώπῳ· ἢν δὲ πουλυχρόνιον καὶ ἰσχυρὸν τὸ νούσημα ἐν τῇ κεφαλῇ γίνηται, καὶ μὴ ἀπαλλάσσηται, καθαρθείσης τῆς κεφαλῆς, ἢ σχάσαι δεῖ τούτου τὴν κεφαλὴν, ἢ τὰς φλέβας κύκλῳ ἀποκαῦσαι· τῶν γὰρ λοιπῶν ἀπὸ τούτων μοῦνον ἐλπὶς ὑγιέα γενέσθαι.

[3] Τοὺς νοσέοντας χρὴ σκοπεῖν εὐθὺς ἀρχομένους ἐν τῇ καταστάσει τῶν νουσημάτων, ὅτου ἂν δέωνται, καὶ οἵους τε ὄντας φαρμακευθῆναι, καὶ ἄλλο ὅπερ ἄν τις θέλῃ προσενέγκαι· ἢν δὲ, τὴν ἀρχὴν παρεὶς, τελευτώσης τῆς νούσου προσφέρῃς, ἐν ἀπειρηκότι ἤδη τῷ σώματι, εἰ δεῖ ἓν ἰσχυρόν τι προσενέγκαι, κίνδυνος ἁμαρτάνειν μᾶλλον ἢ ἐπιτυγχάνειν.

[4] Ἢν ἐς τὰ ὦτα ὀδύνη ἐμπέσῃ, λούειν ξυμφέρει πολλῷ θερμῷ, καὶ πυριῇν τὰ ὦτα· καὶ ἢν μὲν πρὸς ταῦτα περιίστηται τὸ φλέγμα λεπτυνόμενον ἀπὸ τῆς κεφαλῆς, καὶ ἡ ὀδύνη ἀπολείπη, ἀρκέει ταῦτα· ἢν δὲ μὴ, τῶν λοιπῶν ἄριστον φάρμακον πῖσαι ἄνω, ὅ τι φλέγμα καθαίρει, ἢ τὴν κεφαλὴν καθῆραι, ᾧ καθαίρεται τὸ τῆς κεφαλῆς φλέγμα· τὸ δὲ ἄλγημα καὶ τοῦτο γίνεται, ὅταν ἔσωθεν πρὸς τὴν ἀκοὴν φλέγμα ἐκ τῆς κεφαλῆς προσπέσῃ. Ἢν δὲ τὰ παρὰ τὴν φάρυγγα φλεγμήνῃ, ἀναγαργαρίζειν χρή· γίνεται δὲ καὶ ταῦτα ἀπὸ φλέγματος· ἢν δὲ τὰ οὖλα ἤ τι τῶν ὑπὸ τῇ γλώσσῃ φλεγμαίνῃ, διαμασσητοῖσι χρῆσθαι· ἀπὸ φλέγματος δὲ καὶ ταῦτα γίνεται. Ἢν δὲ ἡ σταφυλὴ κατακρεμασθῇ καὶ πνίγῃ, ἔνιοι δὲ τοῦτο καλέουσι γαργαρεῶνα, παραχρῆμα μὲν τοῖσιν ἀναγαργαλίκτοισι χρῆσθαι, σκευάζων ὡς γέγραπται ἐν τοῖσι φαρμάκοισιν· ἢν δὲ πρὸς ταῦτα μὴ ἰσχνὴ γένηται, ὄπισθεν ξυρήσαντα τὴν κεφαλὴν, σικύας προσβάλλειν δύο, καὶ τοῦ αἵματος ἀφαιρέειν ὡς πλεῖστον, καὶ ἀνασπάσαι ὀπίσω τὸ ῥεῦμα τοῦ φλέγματος· ἢν δὲ μηδὲ τούτοισι καθίστηται, σχάσαντα μαχαιρίῳ τὸ ὕδωρ ἐξαγαγεῖν, σχάζειν δὲ, ὅταν τὸ ἄκρον ὑπέρυθρον γένηται· ἢν δὲ μὴ τοιοῦτον γενόμενον τμηθῇ, φλεγμαίνειν ἐθέλει, καὶ ἔστιν ὅτε ἐξάπινον ἔπνιξε· γίνεται δὲ καὶ τοῦτο ὑπὸ φλέγματος, ὅταν ἐκ τῆς κεφαλῆς θαλφθείσης ἀθρόον καταῤῥυῇ. Ὅσα δὲ περὶ ὀδόντας γίνεται ἀλγήματα, ἢν μὲν βεβρωμένος ᾖ καὶ κινέηται, ἐξαιρέειν· ἢν δὲ μὴ βέβρωται, μηδὲ κινέηται, ὀδύνην δὲ παρέχῃ, καύσαντα ἀποξηρῆναι· ὠφελέει δὲ καὶ τὰ διαμασσήματα· αἱ δὲ ὀδύναι γίνονται, ὅταν φλέγμα ὑπέλθῃ ὑπὸ τὰς ῥίζας τῶν ὀδόντων· ἐσθίονται δὲ καὶ βιβρώσκονται οἱ μὲν ὑπὸ φλέγματος, οἱ δὲ ὑπὸ σιτίων, ἢν φύσει ἀσθενέες ἔωσι, καὶ κοιλίην ἔχοντες, καὶ πεπηγότες ἐν τοῖσιν οὔλοισι κακῶς.

[5] Ἢν δὲ ἐν τῇ ῥινὶ πόλυπος γένηται, οἷον πρῆγμα πνέεται, καὶ ἀπογκέει ἐκ τοῦ μυκτῆρος ἐς τὸ πλάγιον· ἐξαιρέεται δὲ βρόχῳ διελκόμενος ἐς τὸ στόμα ἐκ τῆς ῥινός· οἱ δὲ καὶ φαρμάκοισιν ἐκσήπονται· φύεται δὲ ὑπὸ φλέγματος. Ταῦτα μὲν ὅσα ἀπὸ τῆς κεφαλῆς φύεται νουσήματα, πλὴν ὀφθαλμῶν· ταῦτα δὲ ἰδίως γεγράψεται.

[6] Περὶ δὲ τῶν κατὰ κοιλίην νουσημάτων ἐνθυμέεσθαι χρὴ τάδε· πλευρῖτις, περιπλευμονίη, καῦσος, φρενῖτις, αὗται καλέονται ὀξεῖαι, καὶ γίνονται μὲν μάλιστα καὶ ἰσχυρόταται τοῦ χειμῶνος, γίνονται δὲ καὶ τοῦ θέρεος, ἧσσον δὲ καὶ μαλακώτεραι· ἢν δὲ παρατυγχάνῃς, ταῦτα ἂν καὶ ποιέων καὶ ξυμβουλεύων τυγχάνοις μάλιστα.

[7] Πλευρῖτις· πυρετὸς ἴσχει, καὶ τοῦ πλευροῦ ὀδύνη, καὶ ὀρθοπνοίη, καὶ βήξ· καὶ τὸ σίελον κατ᾿ ἀρχὰς μὲν ὑπόχολον πτύει, ἐπειδὰν δὲ πεμπταῖος γένηται ἢ ἑκταῖος, καὶ ὑπόπυον. Τούτῳ τοῦ μὲν πλευροῦ τῆς ὀδύνης διδόναι, ὅ τι ἀποστήσει ἀπὸ τοῦ πλευροῦ τό τε φλέγμα καὶ τὴν χολήν· ἡ γὰρ ὀδύνη οὕτως ἂν εἴη μαλακωτάτη· τὴν δὲ κοιλίην θεραπεύειν ὑπάγοντι καὶ ψύχοντι κλύσματι· οὕτω γὰρ τῇ νούσῳ τῇ ξυμπάσῃ ξυμφορώτατα· προσφέρειν δὲ ποτόν τε καὶ ῥόφημα, καὶ τὰ πόματα διδόναι ὀξύτερα, ὡς τὸ σίελον ἀνακαθαίρηται ἀπὸ τοῦ πλευροῦ· ὅταν δὲ καθαίρεσθαι ἄρξηται τὸ πῦον, θερμαίνοντα ξυμφέρει τὸ πλευρὸν ἔξωθεν πεπαίνειν τὰ πρὸς τὸ πλευρόν· πρόσθεν δὲ οὐ ξυμφέρει· ξηραίνεται γάρ. Γίνεται δὲ ἡ νοῦσος αὕτη μάλιστα μὲν ἐκ ποσίων, ὅταν τις, ὑγράζοντος τοῦ σώματος, ἢ μεθύων ἢ νήφων ῥιγώσῃ· γίνεται δὲ καὶ ἄλλως. Κρίνεται δὲ ἡ νοῦσος, ἡ μὲν βραχυτάτη ἑβδόμῃ, ἡ δὲ μακροτάτη τετάρτῃ καὶ δεκάτῃ· καὶ ἢν μὲν ἐν ταύτῃ πτυσθῇ καὶ καθαρθῇ τὸ πῦον ἀπὸ τοῦ πλευροῦ, ὑγιὴς γίνεται· ἢν δὲ μὴ πτυσθῇ, ἔμπυος γίνεται, καὶ ἡ νοῦσος μακρή.

[8] Κρίνεσθαι δέ ἐστιν ἐν τῇσι νούσοισιν, ὅταν αὔξωνται αἱ νοῦσοι, ἢ μαραίνωνται, ἢ μεταπίπτωσιν ἐς ἕτερον νούσημα, ἢ τελευτῶσιν.

[9] Περιπλευμονίη· πυρετὸς ἴσχει καὶ βήξ· καὶ ἀποχρέμπτεται τὸ μὲν πρῶτον φλέγμα παχὺ καὶ καθαρὸν, ἕκτῃ δὲ καὶ ἑβδόμῃ ὑπόχολον καὶ ὑποπέλιον, ὀγδόῃ δὲ καὶ ἐνάτῃ ὑπόπυον. Τούτῳ ἢν μὲν ὀδύνη ἐγγίνηται ἢ τοῦ νώτου ἢ τῶν πλευρέων, διδόναι ὅπερ ἐν τῇ πλευρίτιδι τοῦ πλευροῦ τῆς ὀδύνης ἐν τῇ φαρμακίτιδι γέγραπται· ποτοῖσι δὲ καὶ ῥοφήμασι καὶ τῆς κοιλίης ἐς τὴν ὑποχώρησιν καὶ ψύξιν κατὰ ταὐτὰ θεραπεύειν τῇ πλευρίτιδι· ὅκως δὲ τὸ σίαλον ἐκ τοῦ πλεύμονος ἀνακαθαρεῖται καὶ τὸ πῦον, διδόναι φάρμακα ποτὰ, οἷσιν ὁ πλεύμων ὑγραίνεται, καὶ καθαίρεται τὸ πῦον ἄνω. Ἡ δὲ νοῦσος αὕτη γίνεται, ὅταν ἐκ τῆς κεφαλῆς φλέγμα ἀθρόον ῥυῇ ἐς τὸν πλεύμονα· ἔστι δ᾿ ὅτε καὶ ἐκ πλευρίτιδος μεθίσταται ἐς περιπλευμονίην, καὶ ἐκ καύσου· κρίνεται δὲ ἐν ἡμέρῃσιν, ἡ μὲν βραχυτάτη ἐν τεσσαρεσκαίδεκα, ἡ δὲ μακροτάτη ἐν δυοῖν δεούσαιν εἴκοσι· διαφεύγουσι δὲ ταύτην ὀλίγοι· γίνονται δὲ καὶ ἔμπυοι ἐκ ταύτης τῆς νούσου, ἢν μὴ ἐν τῇσι κυρίῃσιν ὁ πλεύμων καθαρθῇ.

[10] Φρενῖτις ὅταν λάβῃ, πυρετὸς ἴσχει βληχρὸς τὸ πρῶτον, καὶ ὀδύνη πρὸς τὰ ὑποχόνδρια, μᾶλλον δὲ πρὸς τὰ δεξιὰ ἐς τὸ ἧπαρ· ὅταν δὲ τεταρταῖος γένηται καὶ πεμπταῖος, ὅ τε πυρετὸς ἰσχυρότερος γίνεται, καὶ αἱ ὀδύναι, καὶ τὸ χρῶμα ὑπόχολον γίνεται, καὶ τοῦ νοῦ παρακοπή. Τούτῳ, τῆς μὲν ὀδύνης, ἅπερ ἐν τῇ πλευρίτιδι, διδόναι, καὶ χλιαίνειν, ἵν᾿ ἡ ὀδύνη ἔχει· τὴν κοιλίην δὲ θεραπεύειν, καὶ τἄλλα ποιέειν τὰ αὐτὰ, πλὴν τοῦ ποτοῦ· ποτῷ δὲ χρῆσθαι τῶν ἄλλων ὅτῳ ἂν ἐθέλῃς, πλὴν οἴνου, ἢ ὄξος καὶ μέλι καὶ ὕδωρ διδόναι· οἶνος δὲ οὐ ξυμφέρει τοῦ νοῦ παρακόπτοντος, οὔτε ἐν ταύτῃ τῇ νούσῳ, οὔτε ἐν τῇσιν ἄλλῃσι· λούειν δὲ πολλῷ καὶ θερμῷ κατὰ τὴν κεφαλὴν ἐν ταύτῃ τῇ νούσῳ ξυμφέρει· μαλασσομένου γὰρ τοῦ σώματος, καὶ ἱδρὼς μᾶλλον γίνεται, καὶ ἡ κοιλίη καὶ τὸ οὖρον διαχωρέει, καὶ αὐτὸς ἑαυτοῦ ἐγκρατέστερος γίνεται. Ἡ δὲ νοῦσος γίνεται ὑπὸ χολῆς, ὅταν κινηθεῖσα πρὸς τὰ σπλάγχνα καὶ τὰς φρένας προσίζῃ· κρίνεται δὲ ἡ μὲν βραχυτάτη ἑβδομαίη, ἡ δὲ μακροτάτη ἑνδεκαταίη· διαφεύγουσι δὲ καὶ ταύτην ὀλίγοι· μεθίσταται δὲ καὶ αὕτη ἐς περιπλευμονίην, καὶ ἢν μεταστῇ, ὀλίγοι διαφεύγουσιν.

[11] Καῦσος δὲ ὅταν ἔχῃ, πυρετὸς ἴσχει καὶ δίψα ἰσχυρή· καὶ ἡ γλῶσσα τρηχέη καὶ μέλαινα γίνεται τοῦ πνεύματος ὑπό γε θερμότητος, καὶ τὸ χρῶμα ὑπόχολον γίνεται, καὶ τὰ ὑπιόντα χολώδεα, καὶ τὰ μὲν ἔξω ψυχρὸς γίνεται, τὰ δ᾿ ἔσω θερμός. Τούτῳ ξυμφέρει ψύγματα προσφέρειν, καὶ πρὸς τὴν κοιλίην, καὶ ἔξωθεν πρὸς τὸ σῶμα, φυλασσόμενον μὴ φρίξῃ· καὶ τά τε πόματα καὶ τὰ ῥοφήματα διδόναι πυκνὰ καὶ κατ᾿ ὀλίγον ὡς ψυχρότατα, τὴν δὲ κοιλίην θεραπεύειν, κἢν μὲν μὴ ὑποχωρέῃ τὰ ἐνεόντα, κλύσαι· ψύχειν δὲ κλύσμασιν ὡς ψυχροτάτοισιν ἢ ὁσημέραι ἢ διὰ τρίτης. Ἡ δὲ νοῦσος αὕτη γίνεται ὑπὸ χολῆς, ὅταν κινηθεῖσα ἐντὸς τοῦ σώματος καταστηρίξῃ· φιλέει δὲ καὶ ἐς περιπλευμονίην μεθίστασθαι· κρίνεται δὲ ἡ μὲν βραχυτάτη ἐνάτῃ, ἡ δὲ μακροτάτη τεσσαρεσκαιδεκάτῃ· καὶ ἢν μὲν μεταστῇ ἐς περιπλευμονίην, ὀλίγοι διαφεύγουσιν· ἢν δὲ μὴ μεταστῇ, διαφεύγουσι πολλοί· αὗται μὲν οὖν ὀξεῖαι καλέονται, καὶ δεῖ ταύτας οὕτω θεραπεύειν.

[12] Ὁκόσοι δὲ ἄλλοι τοῦ χειμῶνος πυρετοὶ γίνονται, εἴτε ἐξ οἴνου, εἴτε ἐκ κόπου, εἴτε ἐξ ἄλλου τινὸς, φυλάσσεσθαι χρή· μεθίστανται γὰρ ἐνίοτε ἐς τὰς ὀξείας νούσους. Ἡ δὲ μετάστασις αὐτῶν τοιαύτη γίνεται· ὅταν, τῶν δύο κεκινημένων τοῦ φλέγματός τε καὶ τῆς χολῆς, μὴ τὰ ξυμφέροντα προσφέρηται τῷ σώματι, συστρεφόμενα αὐτὰ πρὸς ἑωυτὰ τό τε φλέγμα καὶ ἡ χολὴ προσπίπτει τοῦ σώματος ᾗ ἂν τύχῃ, καὶ γίνεται ἢ πλευρῖτις, ἢ φρενῖτις, ἢ περιπλευμονίη· φυλάσσεσθαι οὖν χρὴ τοὺς πυρετοὺς τοὺς ἐν τῷ χειμῶνι· ἡ δὲ φυλακὴ ἔστω ἡσυχίη καὶ ἰσχνασίη καὶ τῆς κοιλίης κένωσις· ῥοφήμασι δὲ καὶ πόμασι διάγειν, ἕως ἂν ὁ πυρετὸς μειωθῇ.

[13] Τῶν νούσων σχεδόν τι μάλιστα αἱ ὀξεῖαι καὶ ἀποκτείνουσι καὶ ἐπιπονώταταί εἰσι, καὶ δεῖ πρὸς αὐτὰς φυλακῆς τε πλείστης καὶ θεραπείης ἀκριβεστάτης, καὶ ἀπὸ τοῦ θεραπεύοντος κακὸν μὲν μηδὲν προσγίνεσθαι, ἀλλ᾿ ἀρκέειν τὰ ἀπ᾿ αὐτῶν τῶν νουσημάτων ὑπάρχοντα, ἀγαθὸν δὲ ὅ τι ἂν οἷός τε ᾖ· καὶ ἢν μὲν, ὀρθῶς θεραπεύοντος τοῦ ἰητροῦ, ὑπὸ μεγέθεος τῆς νούσου κρατέηται ὁ κάμνων, οὐχὶ τοῦ ἰητροῦ αὕτη ἡ ἁμαρτίη ἐστίν· ἢν δὲ, μὴ θεραπεύοντος ὀρθῶς ἢ μὴ γινώσκοντος, ὑπὸ τῆς νούσου κρατέηται, τοῦ ἰητροῦ.

[14] Τοῦ δὲ θέρεος τάδε γίνεται· πυρετὸς ἴσχει ἰσχυρὸς καὶ δίψα, καὶ ἐμέουσιν ἔνιοι χολήν· ἐνίοισι δὲ καὶ κάτω διαχωρέει· τούτοισι δὲ πίνειν διδόναι καὶ ῥοφεῖν, ὅ τι ἄν σοι δοκέῃ ἐπιτήδειον εἶναι· ἢν δὲ προσίστηται πρὸς τὴν καρδίην χολὴ ἢ φλέγμα, ἐπιπίνοντες ὕδωρ ψυχρὸν ἢ μελίκρητον, ἐμούντων· ἢν δὲ ἡ γαστὴρ μὴ ὑποχωρέῃ, κλύσματι χρῆσθαι ἢ βαλάνῳ. Ἡ δὲ νοῦσος γίνεται ὑπὸ χολῆς· ἀπαλλάσσονται δὲ μάλιστα ἑβδομαῖοι ἢ ἐναταῖοι. Ἢν δὲ τοῦ πυρετοῦ ἔχοντος μὴ καθαίρωνται μήτε κάτω μήτε ἄνω, πόνος δὲ ἐνῇ καθ᾿ ἅπαν τὸ σῶμα, ὅταν ᾖ τριταῖος ἢ τεταρταῖος, φαρμάκῳ ὑποκαθῆραι ἐλαφρῷ κάτω, ἢ πόματι· ποιέειν δὲ ῥόφημα ἀπὸ κέγχρου ἢ ἀλήτου, καὶ πόμασι τοῖσιν αὐτοῖσι θεραπεύειν· πάσχουσι δὲ καὶ ταῦτα ὑπὸ χολῆς. Ἢν δὲ τὰ μὲν ἔξω μὴ πυρώδης ᾖ σφόδρα, τὰ δ᾿ ἔσω, καὶ ἡ γλῶσσα τρηχέη καὶ μέλαινα γίνηται, καὶ οἱ πόδες καὶ αἱ χεῖρες ἄκραι ψυχραὶ, τούτῳ φάρμακον μὲν μὴ διδόναι, θεραπεύειν δὲ προσφέρων ψύγματα καὶ πρὸς τὴν κοιλίην καὶ πρὸς τὸ ἄλλο σῶμα. Καλέεται δὲ καυσώδης ὁ πυρετὸς οὗτος· κρίνεται δὲ μάλιστα δεκαταῖος, καὶ ἑνδεκαταῖος, καὶ τεσσαρεσκαιδεκαταῖος. Ἢν δὲ τὸ πῦρ λαμβάνῃ καὶ μεθίῃ, τοῦ δὲ σώματος βάρος αὐτὸν ἔχῃ, τοῦτον, ἕως μὲν ἂν τὸ πῦρ ἔχῃ, ῥοφήμασι καὶ πόμασι θεραπεύειν· ὅταν δὲ μὴ ἔχῃ, διδόναι καὶ σιτία· καθῆραι δὲ ὡς τάχιστα φαρμάκῳ, ἤν τε ἄνω δοκέῃ σοι δεῖσθαι, ἤν τε κάτω.

[15] Ἢν δὲ πυρετὸς μὲν μὴ ἔχῃ, τὸ δὲ στόμα πικρὸν ἔχῃ, καὶ τὸ σῶμα βαρύνηται, καὶ ἀσιτέῃ, φάρμακον διδόναι· πάσχει δὲ ταῦτα ὑπὸ χολῆς, ὅταν ἐς τὰς φλέβας καὶ τὰ ἄρθρα καταστηρίξῃ. Ὁκόσαι δὲ ἄλλαι ὀδύναι ἐν τῷ θέρει κατὰ τὴν κοιλίην γίνονται, ὁκόσαι μὲν πρὸς τὰ ὑποχόνδρια καὶ τὴν καρδίην, μελίκρητον ὑδαρὲς ποιέων, ὅσον τρεῖς κοτύλας, ὄξος παραχέας, δὸς πιεῖν χλιερόν· καὶ ἐπισχὼν ὀλίγον χρόνον, καὶ ξυνθαλφθεὶς πυρὶ καὶ ἱματίοισιν, ἐμείτω· ἢν δὲ ἀπεμέσαντι αὖθις προσιστῆται καὶ πνίγῃ, αὖθις ἔμετον ποιείσθω· ἢ λούσας αὐτὸν πολλῷ καὶ θερμῷ, ὑποκλύσαι, καὶ χλιάσματα προστιθέναι, ἐὰν ἡ ὀδύνη ἔχῃ· πάσχουσι δὲ ταῦτα μάλιστα ὑπὸ τοῦ φλέγματος, ὅταν κινηθὲν προσπέσῃ πρὸς τὴν καρδίην· δίδοναι δὲ τοῖσι τὰ τοιαῦτα ἀλγήματα ἀλγέουσι, καὶ τῶν φαρμάκων ἃ γέγραπται τῆς ὀδύνης παύοντα ἐν τῇ φαρμακίτιδι. Ἢν δὲ μεθιστῆται ἡ ὀδύνη ἄλλοτε ἄλλῃ τῆς κοιλίης, καὶ ἀπύρετος ᾖ, λούειν πολλῷ καὶ θερμῷ, καὶ πίνειν διδόναι τῆς ὀδύνης εἵνεκα, ἃ ἐν τῇ πλευρίτιδι γέγραπται, ἢ τῶν ἄλλων ὅ τι ἄν σοι δοκέῃ· ἢν δὲ μὴ ἀπαλλάσσηται τῆς ὀδύνης, ὑποκαθῆραι φαρμάκῳ κάτω, σιτίων δὲ ἀπέχεσθαι, ἕως ἂν ἡ ὀδύνη ἔχῃ· τὰ δὲ τοιαῦτα ἀλγήματα ὅσα οὕτως πλανᾶται, ὑπὸ χολῆς γίνεται. Ὅσαι δὲ κάτωθεν τοῦ ὀμφαλοῦ ὀδύναι γίνονται, ὑποκλύσαι μαλακῷ κλύσματι· ἢν δὲ μὴ παύηται, φάρμακον δοῦναι κάτω.

[16] Ὁκόσαι δὲ ὀδύναι ἐξαπίνης γίνονται ἐν τῷ σώματι ἄνευ πυρετοῦ, ξυμφέρει λούειν πολλῷ καὶ θερμῷ, καὶ χλιαίνειν· τὸ γὰρ φλέγμα καὶ ἡ χολὴ ξυνεστηκότα μὲν ἰσχυρά ἐστι, καὶ κρατέει καθ᾿ ὁκοῖον ἂν τοῦ σώματος στῇ, καὶ πόνον τε καὶ ὀδύνην ἰσχυρὴν παρέχει, διακεχυμένα δὲ ἀσθενέστερά ἐστι καθ᾿ ὃ ἂν εὔδηλα ᾖ τοῦ σώματος.

[17] Τὰ δὲ νουσήματα, ὅσα τοῦ θέρεος γίνεται, εἴωθε γίνεσθαι οὕτως· ὅταν τὸ σῶμα ὑπὸ τοῦ ἡλίου θαλφθῇ, ὑγραίνεται· ὑγραινόμενον δὲ νοσέει, ἢ πᾶν, ἢ ἐς ὅ τι ἂν καταστηρίξῃ τὸ φλέγμα καὶ ἡ χολή. Ἢν μὲν οὖν τις αὐτὰ ἀρχόμενα θεραπεύῃ, οὔτε μακρὰ γίνεται, οὔτε ἐπικίνδυνα· ἢν δὲ μὴ θεραπεύῃ, ἢ κακῶς θεραπεύῃ, φιλέει καὶ μακρότερα γίνεσθαι, πολλάκις δὲ καὶ κτείνει.

[18] Καὶ τριταῖοι δὲ καὶ τεταρταῖοι πυρετοὶ ἐκ τῶν αὐτῶν γίνεσθαι πεφύκασιν· αὕτη ἡ κατάστασις τῶν νουσημάτων μάλιστα μὲν τοῦ θέρεος γίνεται, ἐνίοισι δὲ καὶ τοῦ χειμῶνος. Τριταῖος δὲ πυρετὸς ὅταν ἔχῃ, ἢν μέν σοι δοκέῃ ἀκάθαρτος εἶναι, τῇ τετάρτῃ φάρμακον δοῦναι· ἢν δὲ μή σοι δοκέῃ φαρμάκου δεῖσθαι, διδόναι φάρμακα ποτὰ, οἷσιν μεταστήσεται ὁ πυρετὸς ἢ ἀπολείψει, διδόναι δὲ ὥσπερ γέγραπται ἐν τοῖσι φαρμάκοισι· καὶ τῇ μὲν λήψει ῥοφήματι καὶ ποτῷ διαιτᾷν, ταῖς δὲ διὰ μέσου, σιτίοισι διαχωρητικοῖσι. Λαμβάνει δ᾿ ὡς ἐπὶ τὸ πουλὺ οὐκ ἐπὶ πλεῖστον· ἢν δὲ μὴ θεραπεύηται, ἐθέλει μεθίστασθαι ἐς τεταρταῖον καὶ γίνεσθαι πουλυχρόνιος. Ἢν δὲ τεταρταῖος λαμβάνῃ, ἢν μὲν ἀκάθαρτος ᾖ, καθαίρειν πρῶτον μὲν τὴν κεφαλήν· καὶ διαλιπὼν τρεῖς ἢ τέσσαρας ἡμέρας, φάρμακον διδόναι ἄνω κατ᾿ αὐτὴν τὴν λῆψιν· διαλιπὼν δὲ κάτω δοῦναι ἕτερον ἐν αὐτῇ τῇ λήψει· ἢν δὲ πρὸς ταῦτα μὴ παύηται, διαλιπὼν πάλιν, λούσας πολλῷ καὶ θερμῷ, δοῦναι τῶν φαρμάκων ἃ γέγραπται· ποτήμασι δὲ καὶ ῥοφήμασι καὶ τῇ ἄλλῃ διαίτῃ χρῆσθαι, ὥσπερ ἐπὶ τοῦ τριταίου· λαμβάνει δὲ οὗτος ὁ πυρετὸς τοὺς μὲν πλείστους πουλὺν χρόνον, τοὺς δὲ καὶ ὀλίγον· καὶ γίνεται μὲν ὁ τριταῖος καὶ ὁ τεταρταῖος ὑπὸ χολῆς καὶ φλέγματος· διότι δὲ ὁ τριταῖος καὶ ὁ τεταρταῖος ἑτέρωθί μοι γέγραπται. Δύναμιν δὲ ἔχει τούτων τῶν πυρετῶν τὰ φάρμακα πινόμενα, ὥστε τὸ σῶμα κατὰ χώρην εἶναι ἐν τῇ ἐωθυίῃ θερμότητί τε καὶ ψυχρότητι, καὶ μήτε θερμαίνεσθαι παρὰ φύσιν μήτε ψύχεσθαι· διδόναι δὲ, ὡς ἐν τῇ φαρμακίτιδι γέγραπται.

[19] Φλέγμα λευκὸν ὅταν ἔχῃ, τὸ σῶμα οἰδέει πᾶν λευκῷ οἰδήματι, καὶ τῆς αὐτῆς ἡμέρης τοτὲ μὲν δοκέει ῥᾴων εἶναι, τοτὲ δὲ φλαυρότερος, καὶ τὸ οἴδημα ἄλλοτε ἄλλῃ τοῦ σώματος μέζον τε καὶ ἔλασσον γίνεται· τούτῳ φάρμακα διδόναι κάτω, ὑφ᾿ ὧν ὕδωρ ἢ φλέγμα καθαίρεται· διαιτᾷν δὲ σιτίοισι καὶ ποτοῖσι καὶ πόνοισιν, ὑφ᾿ ὧν ὡς ξηρότατος ἔσται καὶ ἰσχνότατος. Ἡ δὲ νοῦσος αὕτη γίνεται ἀπὸ φλέγματος, ὅταν τις ἐκ πυρετῶν πολυχρονίων φλεγματώδης ὢν ἀκάθαρτος γένηται, τρέπηταί τε τὸ φλέγμα αὐτοῦ ἀνὰ τὰς σάρκας· καὶ λευκότερον μὲν οὐδὲν τοῦτο τοῦ ἄλλου φλέγματος, ὁ δὲ χρὼς φαίνεται λευκότερος· τὸ γὰρ αἷμα ὑπὸ πλήθους τοῦ φλέγματος ὑδαρέστερον γίνεται, καὶ οὐκ ἔνι ὁμοίως ἐν αὐτῷ τὸ εὔχροον, καὶ διὰ τοῦτο λευκότεροί τε φαίνονται, καὶ καλέεται ἡ νοῦσος φλέγμα λευκόν. Ἢν μὲν οὖν θεραπευθῇ ἀρχομένης τῆς νούσου, ὑγιὴς γίνεται· ἢν δὲ μὴ, ἐς ὕδρωπα μεθίσταται ἡ νοῦσος, καὶ διέφθειρε τὸν ἄνθρωπον.

[20] Ὁκόσοι δὲ σπλῆνα ἔχουσι μέγαν, ὅσοι μέν εἰσι χολώδεες, κακόχροοί τε γίνονται καὶ κακελκέες καὶ δυσώδεες ἐκ τοῦ στόματος καὶ λεπτοί· καὶ ὁ σπλὴν σκληρὸς, καὶ αἰεὶ παραπλήσιος τὸ μέγεθος· καὶ τὰ σιτία οὐ διαχωρέει· ὁκόσοι δὲ φλεγματίαι, ταῦτά τε ἧσσον πάσχουσι, καὶ ὁ σπλὴν ἄλλοτε μέζων γίνεται, ἄλλοτε δὲ ἐλάσσων. Τούτοισι δὲ ξυμφέρει, ἢν μὲν ἀκάθαρτοι φαίνωνται, καθαίρειν καὶ τὴν κεφαλὴν καὶ τὸ ἄλλο σῶμα· ἢν δὲ μὴ δέωνται φαρμακείης, διαιτᾷν, τοῖσι μὲν φλεγματώδεσι ξηραίνοντα τὸ σῶμα καὶ ἰσχναίνοντα σιτίοισι καὶ ποτοῖσι καὶ ἐμέτοισι καὶ γυμνασίοισιν ὡς πλείστοισι καὶ περιπάτοισι· καὶ τοῦ ἦρος ἐλλεβόρῳ καθαίρειν ἄνω· ὁκόσοι δὲ χολώδεες, ξυμφέρει διυγραίνοντα τῇ διαίτῃ ὑπάγειν τὴν κοιλίην καὶ τὴν κύστιν, καὶ τὴν φλέβα τὴν σπληνῖτιν ἀφιέναι πυκνά· καὶ τοῖσι διουρητικοῖσι φαρμάκοισι χρῆσθαι, ἃ γέγραπται μαλθάσσειν τὸν σπλῆνα, καὶ καθαίρειν ἔτεος ὥρῃ, καὶ τοῦτο χολήν. Ἔνιοι δὲ τῶν σπληνιώντων ὑπὸ μὲν τῶν φαρμάκων πίνοντες οὐκ ὠφελέονται, οὐδ᾿ ὑπὸ τῆς ἄλλης θεραπείης, οὐδὲ ἰσχνότερος οὐδὲν γίνεται αὐτῶν ὁ σπλὴν, ἀλλὰ κρατέεται τὰ προσφερόμενα ὑπὸ τοῦ μεγέθεος τῆς νούσου· προϊόντος δὲ τοῦ χρόνου ἐνίοισι μὲν ἐς ὕδρωπα περιίσταται ἡ νοῦσος, καὶ διεφθάρησαν· ἐνίοισι δὲ ἐκπυΐσκεται, καὶ καυθέντες ὑγιέες γίνονται· ἐνίοισι δὲ καὶ ξυγκαταγηράσκει σκληρός τε ἐὼν καὶ μέγας. Τὸ δὲ νούσημα γίνεται, ὅταν ἐκ πυρετῶν καὶ κακοθεραπείης χολὴ ἢ φλέγμα ἢ καὶ ἀμφότερα ἐς τὸν σπλῆνα καταστηρίξῃ, καὶ πολυχρόνιον μέν ἐστι τὸ πάθος, θανατῶδες δὲ οὔ. Τῶν δὲ φαρμάκων ὅσα δίδοται τοῦ σπληνὸς, τὰ μὲν διὰ τῆς κύστιος καθαίρει καὶ ποιέει λαπαρώτερον, τὰ δὲ καθαίρει μὲν οὔτε διὰ τῆς κύστιος οὐδὲν ὅ τι καὶ φανερὸν οὔτ᾿ ἄλλῃ οὐδαμῆ, λαπάσσει δὲ τὸν σπλῆνα.

[21] Εἰλεὸς ὅταν λάβῃ, ἡ γαστὴρ σκληρὴ γίνεται, καὶ διαχωρέει οὐδέν· καὶ ὀδύνη κατὰ πᾶσαν τὴν κοιλίην ἔχει, καὶ πυρετὸς, καὶ δίψα· ἐνίοτε δὲ ὑπὸ πόνου καὶ ἐμέει χολήν. Τοῦτον χρὴ διυγραίνειν καὶ ἔσωθεν καὶ ἔξωθεν, καὶ λούειν πολλῷ καὶ θερμῷ, καὶ πίνειν ὅσα τήν τε κοιλίην κινέει καὶ τὸ οὖρον ὑπάγει, καὶ ὑποκλύζειν ἢν δέχηται· ἢν δὲ μὴ δέχηται τὸ κλύσμα, αὐλίσκον προσδήσας πρὸς ποδεῶνα ἀσκίου, φυσήσας, ἐνιέναι τὴν φῦσαν πολλήν· καὶ ἐπειδὰν ἀρθῇ τὸ ἔντερον ὑπὸ τῆς φύσης καὶ ἡ γαστὴρ, ἐξελὼν τὸν αὐλίσκον, ἐνιέναι παραχρῆμα κλύσμα· καὶ ἢν δέξηται, ὑποχωρήσει καὶ ὑγιὴς ἔσται· ἢν δὲ μηδ᾿ οὕτω δέξηται τὸ κλύσμα, ἀποθνήσκει μάλιστα ἑβδομαῖος. Ἡ δὲ τοιαύτη νοῦσος γίνεται, ὅταν τῆς κόπρου ξυγκαυθῇ ἀθρόον ἐν τῷ ἐντέρῳ· περὶ τοῦτο περιίσταται φλέγμα, καὶ τὸ ἔντερον, ἅτε τούτων ἀθρόων ἐνεσκληκότων, περιοιδέει· καὶ οὔτε τῶν ἄνωθεν πινομένων φαρμάκων δέχεται, ἀλλὰ ἀνεμέει, οὔτε τῶν κάτωθεν προσφερομένων κλυσμάτων δέχεται· ἔστι δὲ τὸ νούσημα ὀξὺ καὶ ἐπικίνδυνον.

[22] Ὕδερος δὲ γίνεται τὰ μὲν πλεῖστα, ὅταν τις ἐκ νούσου μακρῆς ἀκάθαρτος διαφέρηται πολὺν χρόνον· φθείρονται γὰρ αἱ σάρκες, καὶ τήκονται, καὶ γίνονται ὕδωρ· γίνεται δὲ ὕδρωψ καὶ ἀπὸ τοῦ σπληνὸς, ὅταν νοσήσῃ, καὶ ἀπὸ τοῦ ἥπατος, καὶ ἀπὸ λευκοῦ φλέγματος, καὶ ἀπὸ δυσεντερίης καὶ λειεντερίης. Καὶ ἢν μὲν ἐξ ἀκαθαρσίης γένηται ὕδρωψ, ἡ μὲν γαστὴρ ὕδατος πίμπλαται, οἱ δὲ πόδες καὶ αἱ κνῆμαι ἐπαίρονται, οἱ δὲ ὦμοι καὶ αἱ κληῗδες καὶ τὰ στήθεα καὶ οἱ μηροὶ τήκονται. Τοῦτον ἢν ἀρχόμενον λάβῃς πρὸ τοῦ ὑπέρυδρον γενέσθαι, φάρμακα πιπίσκειν κάτω, ὑφ᾿ ὧν ὕδωρ ἢ φλέγμα καθαίρεται, χολὴν δὲ μὴ κινέειν, σιτίοισι δὲ καὶ ποτοῖσι καὶ πόνοισι καὶ περιπάτοισι διαιτᾷν, ὑφ᾿ ὧν ἰσχνὸς καὶ ξηρὸς ἔσται, καὶ αἱ σάρκες ὡς ἰσχυρόταται· ἡ δὲ νοῦσος θανατώδης, ἄλλως τε καὶ ἢν φθῇ ἡ γαστὴρ μεστωθεῖσα ὕδατος. Ὅταν δὲ ἀπὸ σπληνὸς, ἢ ἥπατος, ἢ λευκοῦ φλέγματος, ἢ δυσεντερίης ἐς ὕδρωπα μεταστῇ, θεραπεύειν μὲν τοῖσιν αὐτοῖσι ξυμφέρει· διαφεύγουσι δὲ οὐ μάλα· τῶν γὰρ νουσημάτων ὅ τι ἂν ἕτερον ἐφ᾿ ἑτέρῳ γένηται, ὡς τὰ πολλὰ ἀποκτείνει· ὅταν γὰρ ἀσθενεῖ τῷ σώματι ὄντι ὑπὸ τῆς παρούσης νούσου ἑτέρη νοῦσος ἐπιγένηται, προαπόλλυται ὑπὸ ἀσθενείης, πρὶν ἢ τὴν ἑτέρην νοῦσον τὴν ὑστέρην γενομένην τελευτῆσαι. Τὸ δὲ ὕδωρ γίνεται οὕτως· ἐπειδὰν αἱ σάρκες ὑπὸ φλέγματος καὶ χρόνου καὶ νούσου καὶ ἀκαθαρσίης καὶ κακοθεραπείης καὶ πυρετῶν διαφθαρῶσι, τήκονται καὶ γίνονται ὕδωρ· καὶ ἡ μὲν κοιλίη οὐ διαδιδοῖ τὸ ὕδωρ ἐς ἑωυτὴν, κύκλῳ δὲ περὶ αὐτὴν γίνεται. Ἢν μὲν οὖν ὑπὸ τῶν φαρμάκων καὶ τῆς ἄλλης διαίτης ὠφελέηται, καὶ ἡ γαστὴρ λαπάσσεται αὐτοῦ· ἢν δὲ μὴ, ταμὼν ἀφεῖναι τοῦ ὕδατος· τάμνεται δὲ ἢ παρὰ τὸν ὀμφαλὸν, ἢ ὄπισθεν κατὰ τὴν λαγόνα· διαφεύγουσι δὲ καὶ ἐντεῦθεν ὀλίγοι.

[23] Δυσεντερίη ὅταν ἔχῃ, ὀδύνη ἔχει κατὰ πᾶσαν τὴν κοιλίην, καὶ στρόφος, καὶ διαχωρέει χολήν τε καὶ φλέγμα, καὶ αἷμα ξυγκεκαυμένον. Τούτου καθήρας τὴν κεφαλὴν, φάρμακον πῖσαι ἄνω, ὅ τι φλέγμα καθαίρει, καὶ τὴν κοιλίην γάλακτι ἑφθῷ διανίψας, τὸ ἄλλο σῶμα θεραπεύειν· καὶ ἢν μὲν ἄπυρος ᾖ, τὴν μὲν κοιλίην λιπαροῖσι καὶ πίοσι καὶ γλυκέσι καὶ ὑγροῖσιν ὑπάγειν αἰεὶ τὰ ἐνεόντα, καὶ λούειν πολλῷ καὶ θερμῷ τὰ κάτω τοῦ ὀμφαλοῦ, ἢν ὀδύνη ἔχῃ· τὰ δὲ πόματα καὶ τὰ ῥοφήματα καὶ τὰ σιτία προσφέρειν κατὰ τὰ γεγραμμένα ἐν τῇ φαρμακίτιδι. Ἡ δὲ νοῦσος γίνεται, ἐπειδὰν χολὴ καὶ φλέγμα καταστηρίξῃ ἐς τὰς φλέβας καὶ τὴν κοιλίην· νοσέει μὲν τὸ αἷμα καὶ διαχωρέει ἐφθαρμένον, νοσέει δὲ καὶ τὸ ἔντερον καὶ ξύεται καὶ ἑλκοῦται. Γίνεται δὲ αὕτη ἡ νοῦσος καὶ μακρὴ καὶ πολύπονος καὶ θανατώδης· καὶ ἢν μὲν ἔτι τοῦ σώματος ἰσχύοντος θεραπεύηται, ἐλπὶς διαφυγεῖν· ἢν δὲ ἤδη ἐκτετηκότος καὶ τῆς κοιλίης παντάπασιν ἡλκωμένης, ζωῆς οὐδεμία ἐλπίς.

[24] Λειεντερίη· τὰ σιτία διαχωρέει ἄσηπτα, ὑγρά· ὀδύνη δὲ οὐκ ἔνι· λεπτύνεται δὲ τὸ σῶμα· τοῦτον θεραπεύειν τοῖσιν αὐτοῖσιν, οἷσι τοὺς ὑπὸ δυσεντερίης ἐχομένους. Ἡ δὲ νοῦσος γίνεται, ὅταν ἐκ τῆς κεφαλῆς καὶ τῆς ἄνω κοιλίης κατάῤῥοος γένηται τοῦ φλέγματος ἐς τὴν κάτω κοιλίην· ὅταν δὲ τοῦτο ᾖ, τὰ σιτία ὑπ᾿ αὐτοῦ ψύχεται, καὶ ὑγραίνεται, καὶ ἡ ἄφοδος αὐτῶν ἀσήπτων ταχείη γίνεται, καὶ τὸ σῶμα τήκεται, ἅμα μὲν οὐ πεσσομένων τῶν σιτίων ἐν τῇ κοιλίῃ χρόνον ἱκανὸν, ἅμα δὲ ὑπὸ τῆς κοιλίης θερμῆς ἐούσης παρὰ φύσιν θερμαινομένων.

[25] Διάῤῥοια δὲ ἡ μακρὴ ὅταν ἔχῃ, διαχωρέει πρῶτον μὲν τὰ ἐσιόντα ὑγρὰ, ἔπειτα φλέγμα· καὶ ἐσθίει μὲν ἐπιεικῶς, ὑπὸ δὲ τῆς πολλῆς διαχωρήσιος ἀσθενὴς καὶ λεπτὸς γίνεται. Τοῦτον ἄνω ἀποξηραίνειν ἐλλέβορον πιπίσκων καὶ τὴν κεφαλὴν καθαίρων φλέγμα, διανίψαι δὲ καὶ τὴν κοιλίην γάλακτι ἑφθῷ, ἔπειτα τἄλλα σιτίοισι καὶ ποτοῖσι θεραπεύειν, ὑφ᾿ ὧν ξηρανεῖται ἥ τε κοιλίη καὶ τὸ σῶμα πᾶν· ἡ δὲ νοῦσος ἀπὸ τῶν αὐτῶν γίνεται, ἀφ᾿ ὧν καὶ ἡ λειεντερίη. Αὗται αἱ νοῦσοι, ἥ τε δυσεντερίη καὶ ἡ λειεντερίη καὶ διάῤῥοια, παραπλήσιαί εἰσι, καὶ δεῖ αὐτὰς οὕτως ἰῆσθαι· τὸν μὲν κατάῤῥοον ἀπολαμβάνειν τὸν ἀπὸ τῆς κεφαλῆς καὶ τῆς ἄνω κοιλίης, ἢ ἀποτρέπειν· τοῦ γὰρ νουσήματος ἡ φύσις ἐντεῦθεν γίνεται, καὶ οὐδεὶς οὐδέν σου μέμψεται τὴν διάνοιαν· σχεδὸν δὲ καὶ τἄλλα νουσήματα ὧδε δεῖ σκοπεῖν, ὁκόθεν ἑκάστῳ ἡ φύσις γίνεται· καὶ οὕτω σκοπῶν καὶ λαμβάνων τὴν ἀρχὴν τῶν νουσημάτων ἥκιστ᾿ ἂν ἁμαρτάνοις.

[26] Τεινεσμὸς ὅταν λάβῃ, διαχωρέει αἷμα μέλαν καὶ μύξα, καὶ πόνος ἐν τῇ κάτω κοιλίῃ γίνεται, καὶ μάλιστα ὅταν ἐς ἄφοδον ἵζῃ· τούτου ξυμφέρει τὴν κοιλίην διυγραίνειν καὶ λιπαίνειν καὶ ἀλεαίνειν, καὶ ὑπάγειν τὰ ἐνεόντα, καὶ λούειν θερμῷ, πλὴν τῆς κεφαλῆς. Φιλέει δὲ ἡ νοῦσος αὕτη τὰ σιτία πλείω τελέειν· οἱ γὰρ στρόφοι κενουμένης τῆς κοιλίης ὑπὸ τοῦ αἵματος διεξιόντος καὶ τῆς μύξης καὶ προσπιπτόντων πρὸς τὸ ἔντερον γίνονται· ἐνόντων δὲ τῶν σιτίων, ἧσσον δῆξιν παρέχει τῷ ἐντέρῳ. Καὶ γίνεται μὲν ἀπὸ τῶν αὐτῶν, ὧν καὶ ἡ δυσεντερίη, ἀσθενεστέρη δὲ καὶ ὀλιγοχρονίη, καὶ οὐ θανατώδης.

[27] Ὅταν δὲ ἐξ οἴνου ἢ εὐωχίης χολέρη λάβῃ ἢ διάῤῥοια, τῇ μὲν διαῤῥοίῃ ξυμφέρει διανηστεύειν, καὶ ἢν δίψος ἔχῃ, οἶνον διδόναι γλυκὺν, ἢ στέμφυλα γλυκέα, ἐς ἑσπέρην δὲ διδόναι ταῦτα, ἃ καὶ τοῖσιν ὑπὸ φαρμάκου κεκαθαρμένοισιν· ἢν δὲ μὴ παύηται, ἐθέλῃς δὲ παῦσαι, ἔμετον ἀπὸ σιτίου ἢ φακίου ποιῆσαι· καὶ παραχρῆμα ἀνέσπασται ἄνω ἡ κάτω ἄφοδος· καὶ ἢν διακλύσῃς χυλῷ φακῶν ἢ ἐρεβίνθων, καὶ οὕτω πεπαύσεται. Τῇ δὲ χολέρῃ ξυμφέρει, ἢν μὲν ὀδύνη ἔχῃ, διδόναι ἃ γέγραπται ἐν τοῖσι φαρμάκοισι παύοντα τὴν ὀδύνην, τὴν δὲ κοιλίην θεραπεύειν τήν τε ἄνω καὶ τὴν κάτω, διυγραίνοντα πόμασι, καὶ μαλάσσοντα τὸ σῶμα λουτροῖσι θερμοῖσι, πλὴν τῆς κεφαλῆς· καὶ ὅ τε ἔμετος οὕτως εὐπετέστερος γίνεται, ἢν ἐσίῃ τι ὑγρὸν, καὶ τὰ προσεστηκότα ἄνω ἀπεμέεται, καὶ ἡ κάτω ὑποχώρησις μᾶλλον διαχωρέει· ἢν δὲ κενὸς ᾖ, ἐμέεται βιαίως, καὶ ὑποχωρέει βιαιότερον· ἐς ἑσπέρην δὲ διδόναι καὶ τούτῳ, ὅσαπερ τῷ φαρμακοποτέοντι. Γίνεται δὲ ταῦτα τὰ ἀλγήματα, ὅσα ἐκ ποσίων γίνεται ἢ ἐξ εὐωχίης, ὅταν τὰ σιτία καὶ τὰ ποτὰ πλέω τοῦ εἰωθότος ἐς τὴν κοιλίην ἐσέλθῃ, καὶ τὰ ἔξωθεν εἰωθότα ὑπερθερμαίνειν τὸ σῶμα κινέῃ χολὴν καὶ φλέγμα.

[28] Στραγγουρίης τρόποι μὲν πολλοὶ καὶ παντοῖοι· ξυμφέρει δὲ ἔξωθεν μὲν τὸ σῶμα μαλάσσειν λουτροῖσι θερμοῖσιν, ἔσωθεν δὲ διυγραίνειν τὴν μὲν κοιλίην σιτίοισιν ὑφ᾿ ὧν εὔροος ἔσται, τὴν δὲ κύστιν ποτοῖσιν ὑφ᾿ ὧν τὸ οὖρον ὡς πλεῖστον διαχεῖται· διδόναι δὲ καὶ τῶν διουρητικῶν φαρμάκων, ἃ γέγραπται ἐν τῇ φαρμακίτιδι παύοντα τῆς ὀδύνης. Ἡ δὲ νοῦσος ὑπὸ τοῦ φλέγματος γίνεται· καὶ ὅταν μὲν ἡ κύστις ξηρανθῇ, ἢ ψυχθῇ, ἢ κενωθῇ, ὀδύνην παρέχει· ὅταν δὲ ὑγρή τε καὶ πλήρης ᾖ καὶ κεχυμένη, ἧσσον· ἡ δὲ νοῦσος τοῖσι μὲν παλαιοτέροισι μακροτέρη γίνεται, τοῖσι δὲ νεωτέροισι βραχυτέρη, θανατώδης δὲ οὐδετέροισιν.

[29] Ἰσχιὰς δὲ ὅταν γένηται, ὀδύνη λαμβάνει ἐς τὴν πρόσφυσιν τοῦ ἰσχίου καὶ ἐς ἄκρον τὸ πυγαῖον καὶ ἐς τὸν γλουτόν· τέλος δὲ καὶ διὰ παντὸς τοῦ σκέλεος πλανᾶται ἡ ὀδύνη. Τούτῳ ξυμφέρει, ὅταν ἡ ὀδύνη ἔχῃ, μαλάσσειν καθ᾿ ὁκοῖον ἂν τυγχάνῃ τοῦ σκέλεος στηρίζουσα ἡ ὀδύνη, ἐν λουτροῖσι καὶ χλιάσμασι καὶ πυρίῃσι, καὶ τὴν κοιλίην ὑπάγειν· ὅταν δὲ λωφήσῃ ἡ ὀδύνη, φάρμακον δοῦναι κάτω· καὶ μετὰ ταῦτα πιεῖν γάλα ὄνου ἑφθόν· διδόναι δὲ τῆς ὀδύνης ἃ γέγραπται παρὰ τοῖσι φαρμάκοισιν. Ἡ δὲ νοῦσος γίνεται, ἐπειδὰν χολὴ καὶ φλέγμα ἐς τὴν αἱμόῤῥοον φλέβα καταστηρίξῃ, ἢ ἐξ ἑτέρης νούσου, ἢ ἄλλως, ὁκόσον ἂν τοῦ αἵματος ὑπὸ φλέγματος καὶ χολῆς νοσήσῃ ξυνεστηκός· τοῦτο γὰρ πλανᾶται ἀνὰ τὸ σκέλος διὰ τῆς φλεβὸς τῆς αἱμοῤῥόου καὶ ὅκου ἂν στῇ, ἡ ὀδύνη κατὰ τοῦτο ἔνδηλος μάλιστα γίνεται, ἡ δὲ νοῦσος μακρὴ γίνεται καὶ ἐπίπονος, θανατώδης δὲ οὔ· ἢν δὲ ἐς ἕν τι χωρίον καταστηρίξῃ ἡ ὀδύνη καὶ στῇ, καὶ τοῖσι φαρμάκοισι μὴ ἐξελαύνηται, καῦσαι καθ᾿ ὁκοῖον ἂν τόπον τυγχάνῃ ἐοῦσα ἡ ὀδύνη, καίειν δὲ τῷ ὠμολίνῳ.

[30] Ἀρθρῖτις νοῦσος ὅταν ἔχῃ, λαμβάνει πῦρ, καὶ ὀδύνη τὰ ἄρθρα τοῦ σώματος λαμβάνει ὀξείη, καὶ ἐς ἄλλο τε καὶ ἄλλο τῶν ἄρθρων ὀξύτεραί τε καὶ μαλακώτεραι καταστηρίζουσιν αἱ ὀδύναι. Τούτῳ ξυμφέρει προσφέρειν, ᾗ ἂν ἡ ὀδύνη ἔχῃ, ψύγματα, καὶ ἐκ τῆς κοιλίης ὑπάγειν τὰ ἐνεόντα κλύσμασιν ἢ βαλάνῳ, καὶ ῥοφᾷν διδόναι καὶ πιεῖν ὅ τι ἂν δοκέῃ σοι ξυνοῖσον· ὅταν δὲ ἡ ὀδύνη ἀνῇ, φάρμακον κάτω πίσαι, καὶ μετὰ τοῦτο πίνειν ὀῤῥὸν ἑφθὸν ἢ ὄνου γάλα. Ἡ δὲ νοῦσος γίνεται ὑπὸ χολῆς καὶ φλέγματος, ὅταν κινηθέντα ἐς τὰ ἄρθρα καταστηρίξῃ· καὶ ὀλιγοχρονίη μὲν γίνεται καὶ ὀξείη, θανατώδης δὲ οὔ· νεωτέροισι δὲ εἴωθε μᾶλλον ἢ γεραιτέροισι γίνεσθαι.

[31] Ποδάγρη δὲ βιαιότατον μὲν τῶν τοιούτων ἁπάντων ὁκόσα περὶ τὰ ἄρθρα, καὶ πολυχρονιώτατον, καὶ δυσαπαλλακτότατον· καὶ ἔστι μὲν ἡ νοῦσος αὕτη, τοῦ αἵματος ἐφθαρμένου τοῦ ἐν τοῖσι φλεβίοισιν ὑπὸ χολῆς καὶ φλέγματος· ὅσῳ δὲ ἐν λεπτοτάτοισί τε φλεβίοισι καὶ ἐν ἀνάγκῃ πεφυκόσι πλείστῃ τοῦ σώματος καὶ ἐν νεύροισι καὶ ὀστέοισι πολλοῖσί τε καὶ πυκνοῖσι, τοσούτῳ παραμονιμώτατόν τέ ἐστι τὸ νούσημα καὶ δυσαπαλλακτότατον. Ξυμφέρει δὲ καὶ ταύτῃ τὰ αὐτὰ, ἃ καὶ τῇ ἀρθρίτιδι· καὶ μακρὴ μὲν καὶ αὕτη ἡ νοῦσος καὶ ἐπίπονος, θανατώδης δὲ οὔ. Ἢν δὲ τοῖσι δακτύλοισι τοῖσι μεγάλοισιν ἡ ὀδύνη ἐγκαταλείπηται, καῦσαι τὰς φλέβας τοῦ δακτύλου ὑπὲρ τοῦ κονδύλου ὀλίγον, καίειν δὲ ὠμολίνῳ.

[32] Ἴκτερον δὲ ὧδε χρὴ θεραπεύειν· ἔξωθεν μὲν τὸ σῶμα μαλθάσσειν λουτροῖσι θερμοῖσι, τὴν δὲ κοιλίην διυγραίνειν καὶ τὴν κύστιν, καὶ τῶν διουρητικῶν διδόναι, ἃ προγέγραπται· ἢν δὲ ἰσχυρὸς ᾖ, καθήρας τὴν κεφαλὴν, φάρμακον πίσαι κάτω, ὅ τι χολὴν καθαίρει, ἔπειτα δὲ τοῖσι διουρητικοῖσι χρῆσθαι· ἡ δὲ νοῦσος γίνεται, ὅταν χολὴ κινηθεῖσα ὑπὸ τὸ δέρμα τράπηται.

[33] Ταῦτα δὲ ἐπιστάμενος ἀνὴρ ἰδιώτης οὐκ ἂν ὁμοίως ἐμπίπτοι ἐς ἀνήκεστα νουσήματα· καὶ γὰρ νουσήματα εἴωθεν ἀπὸ σμικρῶν προφασίων μεγάλα καὶ πολυχρόνια γίνεσθαι. Καὶ ὅσα μὲν σιτίων ἢ ποτῶν ἐχόμενά ἐστιν ἢ ῥοφημάτων ἢ φαρμάκων, ὅσα ὀδύνης εἵνεκα δίδοται, ἀκίνδυνά ἐστιν ἅπαντα προσφέρειν ἀεὶ, ἐὰν κατὰ τὰ γεγραμμένα προσφέρῃς· ὅσα δὲ καθαίρει τῶν φαρμάκων χολὴν ἢ φλέγμα, ἐν τούτοισιν οἱ κίνδυνοι γίνονται καὶ αἱ αἰτίαι τοῖσι θεραπεύουσι· φυλάσσεσθαι οὖν χρὴ ταῦτα μάλιστα. Ταῦτα μὲν ὅσα κατὰ κοιλίην γίνεται νουσήματα πλὴν περὶ ἐμπύων καὶ φθινόντων καὶ τῶν γυναικείων, ταῦτα δὲ χωρὶς γεγράψεται.

[34] Φύματα ὅσα φύεται, πάντα ὑπὸ φλέγματος ἢ αἵματος φύεται· ὅταν δὲ ὑπὸ τρώματος ἢ πτώματος ἀθροισθῇ, ξυμφέρει δὴ τούτων, τὰ μὲν καταπλάσσοντα καὶ φάρμακα πιπίσκοντα διαχεῖν, τὰ δὲ καταπλάσσοντα πεπαίνειν· καὶ διαχέει μὲν τῶν καταπλασμάτων ὅσα θερμὰ ἐόντα ὑγραίνει, καὶ μὴ σπᾷ ἐς ἑωυτά· πεπαίνει δὲ ὅσα θερμαίνοντα ξυνάγει· ὅταν δὲ τμηθῇ, ἢ αὐτόματον ῥαγῇ, φαρμάκῳ ἀνακαθαίρειν τὸ ὑγρόν· ὅταν δὲ πυοῤῥοοῦντα παύσηται, ὡς ἕλκος ἰῆσθαι.

[35] Λέπρη καὶ κνησμὸς καὶ ψώρη καὶ λειχῆνες καὶ ἀλφὸς καὶ ἀλώπεκες ὑπὸ φλέγματος γίνονται· ἔστι δὲ τὰ τοιαῦτα αἶσχος μᾶλλον ἢ νουσήματα· κηρίον καὶ χοιράδες καὶ φύγεθλα καὶ δοθιῆνες καὶ ἄνθραξ ὑπὸ φλέγματος φύεται.

[36] Τούτοισι τοῖσι φαρμάκοισιν ἀποκαθαίροντα ὧδε χρῆσθαι· ὅσοι μὲν χολώδεές εἰσι, διδόναι τὰ ὑφ᾿ ὧν χολὴ καθαίρεται· ὅσοι δὲ φλεγματώδεες, τὰ ὑφ᾿ ὧν φλέγμα· ὅσοι δὲ μελαγχολῶσι, τὰ ὑφ᾿ ὧν μέλαινα χολή· τοῖσι δὲ ὑδρωπιῶσι τὰ ὑφ᾿ ὧν ὕδωρ. Ὅσα δὲ δίδοται φάρμακα ποτὰ καὶ μὴ καθαίρει μήτε χολὴν μήτε φλέγμα, ὅταν ἐς τὸ σῶμα ἐσέλθῃ, τὴν δύναμιν αὐτὰ παρέχεσθαι δεῖ ἢ ψύχοντα ἢ θερμαίνοντα ἢ ξηραίνοντα ἢ ὑγραίνοντα ἢ ξυνάγοντα ἢ διαχέοντα· ὅσα δὲ ὕπνον ποιέει, ἀτρεμίην δεῖ τῷ σώματι παρέχειν τὸ φάρμακον.

[37] Ὅταν δὲ ἐπὶ νοσέοντα ἀφίκῃ, ἐπανερωτᾷν χρὴ ἃ πάσχει, καὶ ἐξ ὅτου, καὶ ποσταῖος, καὶ τὴν κοιλίην εἰ διαχωρέει, καὶ δίαιταν ἥντινα διαιτᾶται, καὶ ἐνθυμέεσθαι πρῶτα μὲν τὸ νούσημα πότερον ἀπὸ χολῆς ἢ φλέγματος γεγένηται ἢ ἀμφότερα, καὶ τοῦτο εὖ εἰδέναι ὅτι ἀνάγκην ἔχει ὥστε ὑπὸ τούτων τοῦ ἑτέρου ἢ ἀμφοτέρων γίνεσθαι, ἔπειτα πότερον ξηρασίης ἢ ὑγρασίης χρήζει, ἢ τὰ μὲν τοῦ σώματος ξηρασίης, τὰ δὲ ὑγρασίης· ἔπειτα τὴν νοῦσον, εἴτε ἄνω δεῖ θεραπεύειν, εἴτε κάτω, εἴτε διὰ τῆς κύστιος, καὶ εἴτε αὔξεται ἡ νοῦσος, εἴτε μαραίνεται, εἴτε λύεται, εἴτε μεταπίπτει εἰς ἑτέρην νοῦσον.

[38] Τοὺς τρωματίας λιμοκτονέειν, καὶ ἐκ τῆς κοιλίης ὑπάγειν τὰ ἐνεόντα, ἢ ὑποκλύζοντα, ἢ φάρμακον κάτω διδόντα, καὶ πίνειν ὕδωρ καὶ ὄξος, καὶ ῥοφεῖν. Τὰ φλεγμαίνοντα ψύχειν καταπλάσμασι· τὰ δὲ τοιαῦτα καταπλάσματα εἶναι ἢ τεῦτλα ἑφθὰ ἐν ὕδατι, ἢ σέλινον, ἢ ἐλαίης φύλλα, ἢ συκῆς φύλλα, ἢ ἀκτῆς φύλλα, ἢ βάτου, ἢ ῥοιῆς γλυκείης, ἑφθοῖσι μὲν τούτοισι χρῆσθαι· ὠμοῖσι δὲ ῥάμνου φύλλοισιν, ἢ ἄγνου, ἢ ἐλελισφάκου, ἢ τιθυμάλλου, ἢ γλήχωνα χλωρὴν, ἢ πράσα, ἢ σέλινα, ἢ κορίανον, ἢ ἰσάτιος φύλλα· ἢν δὲ μηδὲν τούτων ἔχῃς μήτε ἄλλο τι μηδὲν κατάπλασμα, ἄλφιτον φυρήσας ὕδατι ἢ οἴνῳ κατάπλασαι. Τοσοῦτον δὲ χρόνον καταπλάσματα τάδ᾿ ὠφελέει, ὁκόσον ἂν ψυχρότερα ᾖ ἢ τὸ ἕλκος· ὅταν δὲ ᾖ θερμότερα ἢ ὁμοίως θερμὰ, βλάπτει. Τὰ λιπαρὰ πρὸς τὰ φλεγμαίνοντα οὐ ξυμφέρει, οὐδὲ πρὸς τὰ ἀκάθαρτα, οὐδὲ πρὸς τὰ σηπόμενα· ἀλλὰ πρὸς μὲν τὰ φλεγμαίνοντα ξυμφέρει τὰ ψυχρὰ, πρὸς δὲ τὰ ἀκάθαρτα καὶ τὰ σηπόμενα τὰ δριμέα καὶ ὅσα δῆξίν τινα παρεχόμενα καθαίρει· ὅταν δὲ σαρκοφυῆσαι βούλῃ, τὰ λιπαρὰ καὶ τὰ θερμὰ μᾶλλον ξυμφέρει, πρὸς ταῦτα γὰρ ἡ σὰρξ θάλλει.

[39] Ὁκόσοισιν ἄνθρωποι σιτίοισιν ἢ ποτοῖσιν ὑγιαίνοντες ἐς δίαιταν χρῶνται, ἐκ τούτων χρὴ τῶν παρεόντων χρῆσθαι πρὸς τοὺς νοσέοντας σκευάζοντα θερμὰ καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ξηρά· ἐκ μὲν ψυχρῶν θερμὰ, ἐκ δὲ θερμῶν μὴ θερμὰ, καὶ ξηρὰ ἐκ μὴ ξηρῶν, καὶ τὰ λοιπὰ κατὰ τὸν αὐτὸν τρόπον. Ἀπορέειν δὲ οὐ χρὴ, οὐδὲ τοῖσι παρεοῦσι μὲν μὴ δύνασθαι, τὰ ἀπόντα δὲ ζητεῦντα μηδὲν ὠφελέειν τὸν κάμνοντα οἷόν τε εἶναι· εὑρήσεις δὲ, ἢν ὀρθῶς σκοπέῃς ἔξω τουτέων, οἷσι πρὸς τὸν νοσέοντα χρῶνται, ὀλίγα.

[40] Ῥοφήματα δὲ ἐν τῇσι νούσοισιν ἁπάσῃσι διδόναι ἢ πτισάνην ἢ κέγχρον ἢ ἄλητον ἢ χόνδρον· τούτων ὁκόσα μὲν δίδως ἐς διαχώρησιν, λεπτὰ διδόναι καὶ διεφθότερα, καὶ γλυκύτερα ἢ ἁλυκώτερα ἢ θερμότερα· ὁκόσα δὲ ἐς ἰσχὺν ἢ ἀνακομιδὴν, παχύτερα καὶ λιπαρώτερα καὶ μετρίως ἑφθά. Ποτοῖσι δὲ χρῆσθαι, ἢν μὲν ὑπάγειν ἐθέλῃς τὴν κοιλίην καὶ τὴν κύστιν, γλυκὺν οἶνον ἢ μελίκρητον· ἢν δὲ στύφειν, αὐστηρὸν, λευκὸν, λεπτὸν, ὑδαρέα· ἢν δὲ ἐς ἰσχὺν, αὐστηρὸν, μέλανα· ὁκόσοι τὸν οἶνον πίνουσιν ἀνηλεῶς, τούτοισι διδόναι, ἃ γέγραπται ἐν τῇ φαρμακίτιδι ποτὰ σκευαζόμενα.

[41] Τοῖσι φαρμακοποτέουσι διδόναι μετὰ τὴν κάθαρσιν, τοῖσι μὲν πυρέσσουσιν, ἢ φακὸν ἢ κέγχρον λεπτὸν ἢ πτισάνης χυλόν· διδόναι δὲ πτισάνην μὲν καὶ κέγχρον ὡς κοῦφα ἐόντα, χόνδρον δὲ ὡς ἰσχυρότερον τούτων, καὶ ἄλητον ὡς ἰσχυρότατον πάντων· φακὸν δὲ εὐώδεα σκευάσαι, καὶ ὀλίγον δεύτερον διδόναι ὡς καὶ κοῦφον ὂν ῥόφημα καὶ εὐκάρδιον ἄνω· παραμίσγειν δὲ ἢ ἅλας ἢ μέλι καὶ κύμινον καὶ ἔλαιον τῷ φακῷ, ἢ χλόης γλήχωνος καὶ ὄξους ὀλίγον· τοῖσι δὲ ἀπύροισιν ἄρτου καθαροῦ τὸ ἔσωθεν ἐνθρύψας ἐν ζωμῷ, ἢ μᾶζαν καὶ τέμαχος ἑφθὸν, ἢ κρέας ὀϊὸς ὡς νεωτάτης, ἢ ὄρνιθος, ἢ σκύλακος ἑφθὸν, ἢ τεῦτλον ἢ κολοκύντην ἢ βλῆτον, καὶ μετὰ τὸ σιτίον πίνειν οἶνον εὐώδεα, παλαιὸν, λευκὸν, ὑδαρέα.

[42] Οἷσι λούεσθαι μὴ ξυμφέρει, ἀλείφειν οἴνῳ καὶ ἐλαίῳ θερμῷ, καὶ ἐκμάσσειν διὰ τρίτης.

[43] Ὅταν κοιλίην ὑγραίνειν ἀπὸ σιτίων ἀσθενέοντος ἐθέλῃς, διδόναι μᾶζαν καὶ ὄψα, θαλασσίων μὲν τεμάχεα ἑφθὰ ἐν ὑποτρίμματι, κρέα δὲ ὀϊὸς ὡς νεωτάτης, ἢ ἐρίφου, ἢ σκύλακος, ἢ ὄρνιθος ἑφθὰ, καὶ τεῦτλα ἢ βλῆτα ἢ λάπαθα ἢ κολοκύντην, ἢν ἡ ὥρη ᾖ· λάχανα δὲ, σέλινα καὶ ἄνηθα καὶ ὤκιμα· καὶ τὸν οἶνον μελιχρὸν, παλαιὸν, λευκὸν, ὑδαρέα. Ὅταν δὲ ξηραίνῃς τὸ σῶμα, διδόναι ἄρτον, καὶ ὄψα ὀπτὰ καὶ ξηρὰ, καὶ θερμότερα ταῦτα πάντα, καὶ κρεῶν τὰ μέλεα, ὅσα σαρκώδεα, ἰχθύων τοὺς πετραίους, λάχανα πήγανον ἢ θύμον ἢ ὀρίγανον, τὸν δὲ οἶνον μέλανα αὐστηρόν· σκευάζειν δὲ τὰ ὄψα ἁλσὶ καὶ κυμίνῳ, καὶ τοῖσιν ἄλλοισιν ἀρτύμασιν ὡς ἐλαχίστοισι χρῆσθαι. Ὅταν δὲ ἀνακομίσαι ἐκ νούσου ἐθέλῃς, διδόναι τὰ μὲν ἄλλα ταὐτὰ, ἃ καὶ ὅταν διυγραίνῃς τὴν κοιλίην, τὰ δὲ κρέα ἀντὶ τῶν γαλαθηνῶν ἰσχυρότερα, καὶ ἀντὶ τῶν κυνείων ὀρνίθεια καὶ λάγεια, καὶ τούτων ἔνια ὀπτὰ καὶ τῶν κρεῶν καὶ τῶν ἰχθύων καὶ ἐσκευασμένα ὡς ἄριστα. Ὁκόσοισι τῶν νουσημάτων ξηρασίη ξυμφέρει, μονοσιτίη ξυμφέρει, καὶ τὰ σιτία καὶ τὰ ποτὰ ἐλάσσω τελέειν ἢ ὥστε πλήρη εἶναι, καὶ ταῦτα ἐκπονέειν, καὶ περιπατεῖν, καὶ κοιμᾶσθαι ὡς ἐλάχιστα. Ὁκόσοισι δ᾿ αὖ ὑγρασίη ξυμφέρει, μὴ ἀσιτέειν, καὶ τοῦ σιτίου καὶ τοῦ ποτοῦ μὴ ἐνδεᾶ εἶναι, μηδὲ πονέειν, καὶ κοιμᾶσθαι ὁκόσα ἂν ἐθέλῃ.

[44] Ὁκόσων ἐπιθυμέουσιν οἱ κάμνοντες ἢ σιτίων ἢ ὄψων ἢ ποτῶν, ὑπαρχέτω ταῦτα, ἢν μή τι μέλλῃ τῷ σώματι βλάβος ἔσεσθαι. Ὁκόταν ἢ σιτίων ἢ ποτῶν προστιθέναι ἄρξῃ ἢ ἀφαιρέειν, κατ᾿ ὀλίγον χρὴ καὶ τὰς προσθέσιας ποιέεσθαι καὶ τὰς ἀφαιρέσιας. Ὁκόσοι σιτία ἱκανὰ οἷοί τέ εἰσι τελέειν, ῥοφήματα μὴ διδόναι· ἀποκλείει γὰρ τοῦ σιτίου· ὁκόσοι δὲ μὴ οἷοί τε, τούτοισι διδόναι. Ἢν δέ τι διδόναι θέλῃς κομιδῆς ἕνεκα, διδόναι χόνδρον ἢ πτισάνην πυρίνην· ταῦτα γὰρ τῶν ῥοφημάτων ἰσχυρότερα· διδόναι δὲ μετὰ δεῖπνον.

[45] Τὰ φάρμακα ὅσα ποτὰ, καὶ ὅσα πρὸς τὰ τρώματα προσφέρεται, μανθάνειν χρὴ, ἄξιον γὰρ ἅπαντος· οὐ γὰρ ἀπὸ γνώμης ταῦτα εὑρίσκουσιν οἱ ἄνθρωποι, ἀλλὰ μᾶλλον ἀπὸ τύχης, οὐδέ τι οἱ χειροτέχναι μᾶλλον ἢ οἱ ἰδιῶται· ὅσα δὲ ἐν τῇ τέχνῃ τῇ ἰητρικῇ γνώμῃ εὑρίσκεται ἢ περὶ σιτίων ἢ περὶ φαρμάκων, παρὰ τῶν οἵων τε διαγινώσκειν τὰ ἐν τῇ τέχνῃ μανθάνειν χρὴ, ἤν τι θέλῃς μανθάνειν.

[46] Μετὰ τὰ ῥοφήματα διδόναι τὸ σιτίον τοῖσιν ἀσθενέουσιν· ἐπιπίνειν δὲ οἶνον εὐώδεα· πρὸ δὲ τῶν σιτίων καὶ ποτῶν ἢ ῥοφημάτων, ὅ τι ἄν σοι δοκέῃ, τοῖσιν ἀσθενέουσιν ἐσορῶν τὸ σῶμα καὶ τὴν ψυχὴν προσφέρειν καὶ τὸ σιτίον καὶ τὸ ποτόν· μάλιστα γὰρ ἂν οὕτως ὠφελέοις.

[47] Τῶν σιτίων ἃ δύναμιν ἕκαστα ἔχει, τεκμαίρεσθαι χρὴ ἀπὸ τῶν φανερὴν τὴν δύναμιν ἐχόντων, ὁκόσα ἢ φῦσαν ἢ δῆξιν ἢ πλησμονὴν ἢ ἐρευγμὸν παρέχει ἢ στρόφον, ἢ διαχωρέει, ἢ μὴ διαχωρέει, καὶ φανερά ἐστιν ὅτι ταῦτα ἐργάζεται, καὶ ἀπὸ τούτων χρὴ τὰ ἄλλα σκοπεῖν· ἔχει γὰρ τὰ ἕκαστα τῶν ἐδεσμάτων, διότι καὶ ὠφελέει καὶ βλάπτει· ἀλλὰ τὰ μὲν φανερώτερά ἐστιν ἐργαζόμενα ἃ ἐργάζεται, τὰ δὲ ἀμυδρότερα. Τὰ σιτία καὶ τὰ ὄψα σκευάζειν καὶ διδόναι τοῖσιν ἀσθενέουσιν, ὑφ᾿ ὧν μήτε φῦσα ἔσται, μήτε ὀξυρεγμίη, μήτε στρόφος, μήτε λίην διαχωρέει, μήτε λίην ξηραίνεται· ταῦτα δὲ γίνεται ὧδε· ὅσα μὲν ἡ κοιλίη κρατέει, καὶ τὸ σῶμα αὐτὰ ἀναδέχεται, ταῦτα μὲν οὔτε φῦσαν παρέχεται οὔτε στρόφον· ἢν δὲ μὴ ἡ κοιλίη κρατέῃ, ἀπὸ τούτων καὶ φῦσα καὶ στρόφος καὶ τἄλλα τὰ τοιαῦτα γίνεται. Κουφότατα τῶν σιτίων καὶ τῶν ὄψων καὶ τῶν ποτῶν, ὅσα μέτρια ἐσίοντα ἐς τὸ σῶμα ἢ ὀλίγῳ πλέω τῶν μετρίων, μήτε πλήρωσιν παρέχει, μήτε στρόφον, μήτε φῦσαν, μήτε ἄλλο τῶν τοιούτων μηδὲν, καὶ πέσσεταί τε τάχιστα, καὶ πεσσόμενα διαχωρέει, καὶ ἀνὰ πᾶσάν τε ἡμέρην ἐσιόντα ἐς τὴν κοιλίην ἀλυπότατά ἐστι, καὶ ὅταν διὰ παλαιοῦ ἐσέλθῃ. Βαρέα δὲ, ὅσα μέτρια τελεύμενα ἢ ἐλάσσω τῶν μετρίων, πλήρωσιν καὶ πόνον παρέχει· καθ᾿ ἡμέρην δὲ μηδὲ οἷόν τε ἐσθίειν αὐτὰ μηδὲ πίνειν, ἀλλὰ πόνον παρέχει· διὰ χρόνου δὲ ἄν τις αὐτὰ ἢ πίνῃ ἢ ἐσθίῃ, καὶ οὕτω πόνον παρέχει, καὶ οὐ διαχωρέει ἀνὰ λόγον. Ἐς ὑγιείην ἄριστα, ὅσα ὀλίγιστα ἐσιόντα αὐτάρκεά ἐστι καὶ λιμοῦ καὶ δίψης ἄκος εἶναι, καὶ πλεῖστον χρόνον τὸ σῶμα αὐτὰ δέχεται, καὶ διαχωρέει κατὰ λόγον. Ἐς ἰσχὺν δὲ ἄριστα, ὅσα σάρκα φύει πλείστην καὶ πυκνοτάτην, καὶ τὸ αἷμα παχύνει, καὶ διαχωρέει κατὰ λόγον τῶν ἐσιόντων, καὶ τὸ σῶμα πλεῖστον χρόνον ἀναδέχεται. Τὰ λιπαρὰ καὶ τὰ πίονα, καὶ τὰ τυρώδεα καὶ μελιτώδεα, καὶ τὰ σησαμόεντα ὀξυρεγμίην μάλιστα παρέχει καὶ χολέρην καὶ στρόφον καὶ φῦσαν καὶ πλησμονήν· ποιέει δὲ τοῦτο αὐτὸ καὶ ὅταν πλείω τις φάγῃ ἢ πίῃ ἢ ὅσα οἵη τε πέψαι ἡ κοιλίη. Τοῖσιν ἀσθενέουσιν ἢν μὲν κατὰ λόγον τῆς νούσου καὶ τοῦ σώματος διδῷς ἃ ἂν διδῷς, ὑπαναλίσκει ταῦτα τὸ σῶμα, καὶ οὔτε ἐνδεές ἐστιν οὔτε πλῆρες· ἢν δὲ ἁμαρτάνῃς τοῦ καιροῦ ἢ ἐπὶ τὰ ἢ ἐπὶ τὰ, βλάβος ἐπ᾿ ἀμφότερα. Ὅσα τῶν σιτίων ἢ τῶν ὄψων ἢ τῶν ποτῶν τὸ σῶμα ἀναδέχεται μάλιστα, ἀπὸ τουτέων οὔτε στρόφος γίνεται οὔτε φῦσα οὔτε ὀξυρεγμίη· ὅταν γὰρ ἐς τὴν κοιλίην ἐσέλθῃ, ἀπ᾿ αὐτοῦ σπᾷ τὸ σῶμα τὸ αὐτῷ ἐπιτήδειον, καὶ ἀσθενέστερον ἤδη τὸ λοιπὸν ἀνάγκη εἶναι, ὥστε στρόφον ἢ φῦσαν ἢ ἄλλο τι τῶν τοιούτων ἐν τῇ κοιλίῃ μὴ ποιῆσαι.

[48] Τῶν οἴνων καὶ οἱ γλυκέες καὶ οἱ αὐστηροὶ καὶ οἱ μελιχροὶ παλαιοὶ τὴν κοιλίην ὑπάγουσι μάλιστα καὶ διουρέονται καὶ τρέφουσι, καὶ οὔτε φῦσαν παρέχουσιν οὔτε στρόφον οὔτε πλησμονήν.

[49] Κρεῶν τὰ δίεφθα καὶ τὰ ἔξοπτα ἀσθενέα μὲν πρὸς τὴν ἰσχὺν ἀμφότερα, ἐς δὲ τὴν διαχώρησιν τὰ μὲν δίεφθα ἐπιτήδεια, τὰ δὲ ὀπτὰ στασιμώτερα· τὰ δὲ μετρίως ἔχοντα καὶ ἑψήσιος καὶ ὀπτήσιος μετρίως καὶ ἐς τὴν ἰσχὺν ἔχει καὶ ἐς τὴν διαχώρησιν, τὰ δὲ ἐνωμότερα πρὸς μὲν τὴν ἰσχὺν ἐπιτήδεια, πρὸς δὲ τὴν διαχώρησιν οὔ.

[50] Τῶν σιτίων καὶ τῶν ποτῶν ἃ προσφορώτατα τῷ σώματι καὶ μάλιστα αὐτάρκεα καὶ ἐς τροφὴν καὶ ἐς ὑγιείην, ἀπὸ τούτων αὐτῶν, ὅταν τις αὐτοῖσι μὴ ἐν τῷ καιρῷ χρῆται ἢ πλέοσι τοῦ καιροῦ, αἵ τε νοῦσοι καὶ ἐκ τῶν νούσων οἱ θάνατοι γίνονται· τὰ δ᾿ ἄλλα σιτία καὶ ποτὰ ὅσα μὴ τοιαύτην δύναμιν ἔχει, σμικρὸν μέν τι ὠφελέει, ἤν τις καὶ πάντα αὐτοῖσιν ἐν καιρῷ χρέηται, σμικρὰ δὲ καὶ βλάπτει, ἐπ᾿ ἀμφότερα δέ ἐστιν ἀσθενέα, ὥστε ἀγαθόν τι ποιῆσαι καὶ ὥστε κακόν· ἔστι δὲ τῶν σιτίων καὶ τῶν ποτῶν ἃ τὴν δύναμιν ἔχει ταύτην, τάδε, ἄρτος, μᾶζα, κρέα, ἰχθύες, οἶνος, τούτων μέντοι τὰ μὲν μᾶλλον, τὰ δὲ ἧσσον.

[51] Ὁκόσοι ξηρὴν δίαιταν διαιτῶνται, τούτοισι μὴ ξὺν τῷ σιτίῳ τὸ ποτὸν διδόναι, ἀλλὰ μετὰ τὸ σιτίον, διαλιπὼν πουλὺν χρόνον· καὶ οὕτω μὲν ξηρὴ ἡ ἰκμὰς ἀπὸ ξηρῶν τῶν σιτίων γενομένη τὸ σῶμα ξηραίνει· ἢν δὲ ἅμα τῷ σιτίῳ πίνῃ, νοτερωτέρη ἡ τροφὴ γινομένη ὑγρότερον τὸ σῶμα ποιέει. Ἄρτος ὁ θερμὸς καὶ τὰ κρέα τὰ θερμὰ αὐτὰ ἐφ᾿ ἑωυτῶν ἐσθιόμενα ξηραίνει· ἢν δὲ ξὺν ὑγρῷ διδῷς ἢ ἐπιπίνειν παραχρῆμα ἐπὶ τῷ σιτίῳ, οὐ ξηραίνει.

[52] Ὁ ἄρτος ὁ καθαρῶν τῶν ἀλεύρων ἐς ἰσχὺν καὶ κομιδὴν ξυμφορώτερος ἢ ὁ ἀνερεικτὸς, καὶ πρόσφατος ἢ ἕωλος, καὶ τῶν ἀλεύρων προσφάτων ἢ παλαιοτέρων. Τὰ ἄλφιτα ἀβρέκτων τῶν κριθέων περίχυδα ἐπτισμένων ἰσχυρότερα ἢ βεβρεγμένων, καὶ πρόσφατα ἢ παλαιότερα, καὶ ἡ μᾶζα προπεφυρημένη ἰσχυροτέρη ἢ μὴ προπεφυρημένη. Ὁ οἶνος διαχεόμενος καὶ ἀποψυχόμενος καὶ διηθεόμενος λεπτότερος γίνεται καὶ ἀσθενέστερος. Τὰ κρέα τὰ μὲν ἑφθὰ, ἢν μὲν δίεφθα ποιήσῃς, ἀσθενέστερα καὶ ἐλαφρότερα, τὰ δὲ ὀπτὰ, ἢν ἔξοπτα, καὶ τὰ παλαιὰ ἐξ ὄξους ἢ ἁλῶν, ἀσθενέστερα καὶ ἐλαφρότερα τῶν προσφάτων. Τὰ ἀσθενέα τῶν σιτίων καὶ τὰ κοῦφα τὴν μὲν κοιλίην οὐ λυπέει οὐδὲ τὸ σῶμα, διότι οὐκ ἀνοιδέει θερμαινόμενα οὐδὲ πληροῖ, ἀλλὰ πέσσεται ταχὺ καὶ πεσσόμενα διαχωρέει· ἡ δὲ ἰκμὰς ἀπ᾿ αὐτῶν τῷ σώματι ἀσθενὴς γίνεται, καὶ οὔτε αὔξην οὔτε ἰσχὺν ἀξίην λόγου παρέχει. Τὰ δὲ ἰσχυρὰ τῶν σιτίων ἀνοιδέει τε ὅταν ἐς τὴν κοιλίην ἐσέλθῃ, καὶ πλήρωσιν παρέχει, καὶ πέσσεται μὲν σχολαίτερον καὶ διαχωρέει· ἡ δὲ ἰκμὰς ἀπ᾿ αὐτῶν ἰσχυρὴ καὶ ἀκήρατος προσγινομένη ἰσχύν τε παρέχει τῷ σώματι πολλὴν καὶ αὔξην. Κρεῶν κουφότατα ἐς τὸ σῶμα κύνεια καὶ ὀρνίθεια καὶ λαγῷα τὰ δίεφθα· βαρέα δὲ τὰ βόεια καὶ τὰ χοίρεια, μετριώτατα δὲ πρὸς τὴν φύσιν καὶ ἑφθὰ καὶ ὀπτὰ καὶ ὑγιαίνουσι καὶ ἀσθενέουσι τὰ μήλεια· τὰ δὲ ὕεια ἐς εὐεξίην μὲν καὶ ἰσχὺν πονέουσι καὶ γυμναζομένοισιν ἀγαθὰ, ἀσθενέουσι δὲ καὶ ἰδιώτῃσιν ἰσχυρότερα· καὶ τὰ θήρεια τῶν ἡμέρων κουφότερά ἐστι, διότι καρπὸν οὐχ ὅμοιον ἐσθίει· διαφέρει δὲ τὰ κρέα τῶν κτηνέων καὶ ὁκόσα καρπὸν ἐσθίει καὶ ὁκόσα μὴ ἐσθίει· καὶ ὁ καρπὸς οὐ τωὐτὸ ἅπασι ποιέει, ἀλλὰ ὁ μὲν πυκνήν τε τὴν σάρκα τοῦ ἱερείου παρέχει καὶ ἰσχυρὴν, ὁ δὲ ἀραιήν τε καὶ ὑγρὴν καὶ ἀσθενέα. Ὡς μὲν τὸ ξύμπαν εἰρῆσθαι, ἰχθύες κοῦφον ἔδεσμα καὶ ἑφθοὶ καὶ ὀπτοὶ, καὶ αὐτοὶ ἐφ᾿ ἑωυτῶν καὶ μεθ᾿ ἑτέρων σιτίων· αὐτοὶ δὲ ἑωυτῶν διαφέρουσιν ὧδε· καὶ οἱ μὲν λιμναῖοι καὶ πίονες καὶ ποτάμιοι βαρύτεροι, οἱ δὲ ἀκταῖοι κουφότεροι, καὶ ἑφθοὶ ὀπτῶν κουφότεροι. Τουτέων τὰ μὲν ἰσχυρὰ διδόναι, ὅταν ἀνακομίσαι τινὰ βούλῃ, τὰ δὲ κοῦφα, ὅταν ἰσχνὸν δέῃ καὶ λεπτὸν ποιῆσαι.

[53] Τὸ λουτρὸν τὸ θερμὸν, τὸ μὲν μέτριον μαλάσσει τὸ σῶμα καὶ αὔξει· τὸ δὲ πλεῖον τοῦ καιροῦ τὰ μὲν ξηρὰ τοῦ σώματος διυγραίνει, τὰ δὲ ὑγρὰ ἀποξηραίνει, καὶ τὰ μὲν ξηρὰ ὑγραινόμενα ἀσθενείην καὶ λειποθυμίην παρέχει, τὰ δὲ ὑγρὰ ξηραινόμενα ξηρασίην καὶ δίψος.

[54] Λαχάνων δὲ τὰ σκόροδα καὶ ἑφθὰ καὶ ὀπτὰ καὶ διουρητικὰ καὶ ὑποχωρητικὰ καὶ πρὸς τὰ γυναικεῖα ξύμφορα. Κρόμμυα ἐς τὰ οὖρα ἐπιτήδεια· ὁ γὰρ ὀπὸς δριμύτητά τινα παρέχει ὥστε διαχωρέειν· τούτοισιν ὧδε χρῆσθαι, ἀλλὰ τοῖσιν ἀσθενέουσι μὴ προσφέρειν. Σέλινα καὶ ἑφθὰ καὶ ὠμὰ διουρητικὰ, καὶ τῶν σελίνων τὰ ἕλεια τῶν ἡμέρων πλέονα ἔχει δύναμιν. Κορίανον εὐκάρδιον καὶ διαχωρητικὸν, καὶ ἑφθὸν καὶ ὠμόν. Ὤκιμον καὶ ὑγρὸν καὶ ψυχρὸν καὶ εὐκάρδιον. Πράσα τὰ μὲν ἑφθὰ διουρητικὰ καὶ διαχωρητικὰ, τὰ δὲ ὠμὰ καυματώδεα καὶ φλεγματώδεα. Ῥοιὴ κομιστικὸν καὶ φλεγματῶδες, καὶ ξὺν μὲν τῷ πυρῆνι στάσιμον, ἄνευ δὲ τοῦ πυρῆνος διαχωρητικόν.

[55] Τὰ θερμὰ τῶν σιτίων ξηρὰ μὲν ἵστησι, τὸ γὰρ ὑγρὸν τὸ ἐν τῇ κοιλίῃ ἀναξηραίνει, ὑγρὰ δὲ ὄντα, διυγραίνοντα τῇ θερμότητι ὑπάγει· τὰ στρυφνὰ ξηραίνει καὶ ξυνάγει τὸ σῶμα, εἰσὶ δὲ καὶ στάσιμα· τὰ ὀξέα λεπτύνει, δῆξιν ἐμποιέοντα· τὰ ἁλμυρὰ διαχωρέει καὶ διουρέεται· τὰ λιπαρὰ καὶ τὰ πίονα καὶ τὰ γλυκέα ὑγρασίην μὲν καὶ φλέγμα παρέχει, κομιστικὰ δέ· κολοκύντη καὶ τεῦτλα καὶ βλῆτα καὶ λάπαθα τῇ ὑγρότητι διαχωρητικά· κράμβη δὲ ἔχει τινὰ δριμύτητα ἐς τὸ διαχωρέειν, καὶ ἅμα εὔχυμος· τυρὸς καὶ σήσαμα καὶ σταφὶς, κομιστικὰ καὶ φλεγματώδεα· γλυκεῖς οἶνοι καὶ μελιειδεῖς καὶ κομιστικοὶ καὶ διουρητικοὶ καὶ φλεγματώδεες, οἱ δὲ αὐστηροὶ ἐς ἰσχὺν καὶ ξηρασίην ἐπιτήδειοι, οὐρητικοὶ δὲ καὶ τῶν αὐστηρῶν ὅσοι λεπτοί τε καὶ παλαιοὶ καὶ λευκοί. Ἔλαιον καὶ ὅσα τοιαῦτα, κομιστικὰ καὶ φλεγματώδεα.

[56] Λαχάνων τῶν ἑφθῶν διαχωρέει, ὅσα φύσει ὑγρότατά ἐστιν ἢ δριμύτητα ἢ θερμότητα ἔχει, διδόναι δὲ ταῦτα χλιερώτερα καὶ τακερώτερα.

[57] Σίκυος πέπων καὶ διουρητικὸν καὶ διαχωρητικὸν καὶ κοῦφον· ὁ δὲ ἕτερος πέπων ψύξιν τινὰ παρέχει καὶ δίψαν παύει· τροφὴ δὲ ἀπὸ οὐδετέρου αὐτῶν γίνεται εἰ μὴ λεπτή τις, ἀλλ᾿ οὐδὲ φλαῦρον ἀπ᾿ οὐδετέρου οὐδὲν ἄξιον λόγου.

[58] Τὸ μέλι ξὺν μὲν ἑτέροις ἐσθιόμενον καὶ τρέφει καὶ εὔχροιαν παρέχει, αὐτὸ δὲ ἐφ᾿ ἑωυτοῦ λεπτύνει μᾶλλον ἢ κομίζει, καὶ γὰρ διουρέεται καὶ διακαθαίρεται μᾶλλον τοῦ μετρίου.

[59] Τὰ διαχωρητικὰ ἐν τῇ κοιλίῃ θερμαίνεται ταχὺ, καὶ θερμαινόμενα μαραίνεται καὶ τήκεται, καὶ τὴν διαχώρησιν διὰ τοῦτο ταχείην παρέχει· ὅσα δὲ στάσιμα τῶν σιτίων, καὶ θερμαίνεται βραδέως, καὶ θερμαινόμενα ξηραίνεται καὶ ξυνίσταται, καὶ διὰ τοῦτο περίσκληρα γινόμενα οὐ διαχωρέει. Τὰ διαχωρητικὰ ἔγχυλά ἐστι καὶ φύσει θερμὰ, τὰ δὲ οὐρητικὰ ξηρὰ καὶ ψυχρά.

[60] Ὁ σῖτος καὶ ὁ οἶνος διαφέρουσι μὲν καὶ αὐτοὶ ἑωυτῶν φύσει ἐς ἰσχὺν καὶ ἀσθενείην καὶ κουφότητα καὶ βαρύτητα· διαφέρει δὲ καὶ χώρη χώρης ἐξ ὁκοίης ἂν ᾖ, καὶ εὔυδρος ἐοῦσα καὶ ἄνυδρος, καὶ εὐήλιος καὶ πολύσκιος, καὶ ἀγαθὴ καὶ φλαύρη, ὥστε ἅπαντα ταῦτα ξυμβάλλεται ἐς τὸ ἰσχυρότερα ἕκαστα τῶν σιτίων εἶναι καὶ ἀσθενέστερα.

[61] Ὁκόσοι ὑγιαίνοντες ἀρτοφαγέειν εἰώθασι, ταῦτα διδόναι τούτοισι καὶ ἐν τῇσι νούσοισιν. Ὅταν ἢ σιτία ἢ ποτὰ πλέω τοῦ εἰωθότος τις λάβῃ, ἢ μὴ τὰ εἰωθότα τελέσῃ, ἀπεμέσαι παραχρῆμα ἄριστον. Ὀπώρη καὶ ἀκρόδρυα διὰ τόδε μετὰ τὸ σιτίον λυπηρότερά ἐστι καὶ ὑγιαίνοντι καὶ ἀσθενέοντι, ὅτι βεβρωκότος μὲν ὀλίγην ἀπ᾿ αὐτῶν ἰκμάδα σπᾷ τὸ σῶμα· ἢν δὲ νῆστις ἐσθίῃ, πλείω. Ὅσα τῶν σιτίων ἢ φῦσαν ἢ καῦμα ἢ δῆξιν παρέχει ἢ πλησμονὴν ἢ στρόφον, οἶνος ἐπιπινόμενος ἄκρητος ἀπαλλάσσει τῶν τοιούτων· τὸ γὰρ σῶμα διαθερμαινόμενον ὑπὸ τοῦ οἴνου ἀπαλλάσσεται τὰ ἐνεόντα τῇ θερμότητι. Ἀπὸ τῶν σιτίων καὶ τῶν ποτῶν [καὶ] τῶν ὁμοίων ἐνίοτε μὲν διαταράσσεται ἡ κοιλίη, ἐνίοτε δὲ ἵσταται, ἐνίοτε δὲ κατὰ λόγον διαχωρέει· διότι δὲ ταῦτα οὕτως ἔχει; πρῶτον μὲν ἡ κοιλίη, ὅταν ὑγροτέρη ἐοῦσα καὶ ὅταν ξηροτέρη ὑποδέχηται τὸ σιτίον, [οὐ] διαφθείρει· ἔπειτα ὅταν μεταβολὴ γένηται εἴτε ἐκ ψύχεος ἐς θάλπος, εἴτε ἐκ θάλπεος ἐς ψῦχος, διαφθείρει· ὥστε ἀνάγκη τὴν κοιλίην ἀπὸ τῶν σιτίων τῶν αὐτῶν καὶ ποτῶν δι᾿ αὐτὰ ταῦτα καὶ μαλακωτέρην γίνεσθαι καὶ σκληροτέρην. Τῶν σιτίων καὶ τῶν ποτῶν καὶ τῶν ὄψων, πλὴν ἄρτου καὶ μάζης καὶ κρεῶν καὶ ἰχθύων καὶ οἴνου καὶ ὕδατος, τἄλλα πάντα λεπτὰς μὲν καὶ ἀσθενέας τὰς ὠφελείας παρέχει ἐς τὴν αὔξησιν καὶ ἐς τὴν ἰσχὺν καὶ ἐς τὴν ὑγιείην· λεπτὰ καὶ ἀσθενέα καὶ τὰ κακὰ ἀπ᾿ αὐτέων γίνεται. Ὁκόσους τῶν νοσεόντων μὴ ξυνεχέως οἱ πυρετοὶ ἔχουσιν, ἀλλὰ διαλείποντες λαμβάνουσι, τουτέοισι τὰ σιτία διδόναι μετὰ τὴν λῆψιν, τεκμαιρόμενος ὅπως μὴ ἔτι νεοβρῶτι ὁ πυρετὸς ἐπιπεσεῖται, ἀλλ᾿ ἤδη πεπεμμένων τῶν σιτίων. Οἶνος καὶ μέλι κάλλιστα κέκρηται ἀνθρώποισιν, ἢν πρὸς τὴν φύσιν καὶ ὑγιαίνουσι καὶ ἀσθενέουσι σὺν καιρῷ καὶ μετριότητι προσφέροιντο· καὶ ἀγαθὰ μὲν αὐτὰ ἐφ᾿ ἑωυτῶν, ἀγαθὰ δὲ καὶ συμμισγόμενα, τά τε ἄλλα ὅσα γε καὶ ἀξίην λόγου ὠφελείην ἔχει. Ὅσα ὑγιαίνουσι ξύμφορα, ταῦτα καὶ νοσέουσι προσφερόμενα ἰσχυρότερά ἐστι, καὶ δεῖ αὐτέων ἀφαιρέοντα τὴν ἀκμὴν διδόναι· ἢ οὐ φέρει αὐτὰ τὸ σῶμα, ἀλλὰ μᾶλλον βλάπτει ἢ ὠφελέει.


Περὶ Τόπων τῶν κατ᾿ Ἄνθρωπον

ΠΕΡΙ ΤΟΠΩΝ ΤΩΝ ΚΑΤΑ ΑΝΘΡΩΠΟΝ.

[1] Ἐμοὶ δοκέει ἀρχὴ μὲν οὖν οὐδεμία εἶναι τοῦ σώματος, ἀλλὰ πάντα ὁμοίως ἀρχὴ καὶ πάντα τελευτή· κύκλου γὰρ γραφέντος ἀρχὴ οὐχ εὑρέθη· καὶ τῶν νοσημάτων ἀπὸ παντὸς ὁμοίως τοῦ σώματος· τὸ μὲν ξηρότερον, πεφυκὸς νόσους λάζεσθαι καὶ μᾶλλον πονέειν, τὸ δὲ ὑγρὸν ἧσσον· τὸ μὲν γὰρ ἐν τῷ ξηρῷ νόσημα πήγνυταί τε καὶ οὐ διαπαύει, τὸ δ᾿ ἐν τῷ ὑγρῷ διαῤῥεῖ, καὶ τοῦ σώματος ἄλλοτε ἄλλο μάλιστα ἔχει, καὶ αἰεὶ μεταλλάσσον ἀνάπαυσιν ποιέει, καὶ θᾶσσον παύεται, ὥστε οὐ πεπηγός. Τοῦ δὲ σώματος τὰ μέλεα ἕκαστα τὸ ἕτερον τῷ ἑτέρῳ, ὁπόταν ἔνθα ἢ ἔνθα ὁρμήσῃ, νοῦσον παραυτίκα ποιέει, ἡ κοιλίη τῇ κεφαλῇ, καὶ ἡ κεφαλὴ τῇσι σαρξὶ καὶ τῇ κοιλίῃ, καὶ τἄλλα ἅπαντα οὕτω κατὰ λόγον, ὥσπερ ἡ κοιλίη τῇ κεφαλῇ, καὶ ἡ κεφαλὴ τῇσι σαρξὶ καὶ τῇ κοιλίῃ. Ἡ γὰρ κοιλίη ὁκόταν ὑπεκχώρησιν μὴ ποιέῃ τὴν μετρίην, καὶ ἐσίῃ ἐς αὐτὴν, ἄρδει τῇ ὑγρότητι τὸ σῶμα τῇ ἀπὸ τῶν σιτίων τῶν προσφερομένων· αὕτη δὲ ἡ ὑγρότης ἀπὸ τῆς κοιλίης ἀποφρασσομένη ἐς τὴν κεφαλὴν ὡδοιπόρησεν ἀθρόη· καὶ ἐς τὴν κεφαλὴν ἐπὴν ἀφίκηται, οὐ χωρευμένη ὑπὸ τῶν τευχέων τῶν ἐν τῇ κεφαλῇ, ῥεῖ ᾗ ἂν τύχῃ, καὶ πέριξ τῆς κεφαλῆς, καὶ ἐς τὸν ἐγκέφαλον διὰ λεπτοῦ τοῦ ὀστέου· καὶ ἡ μὲν ἐν τῷ ὀστέῳ ἐνδέδυκεν, ἡ δὲ περὶ τὸν ἐγκέφαλον διὰ λεπτοῦ τοῦ ὀστέου· καὶ ἢν μὲν ἐς τὴν κοιλίην πάλιν ἀφίκηται, τῇ κοιλίῃ νοῦσον ἐποίησεν· ἢν δ᾿ ἄλλῃ πη τύχῃ, ἄλλῃ νοῦσον ποιέει, καὶ τἄλλα οὕτως, ὥσπερ τοῦτο, τὸ ἕτερον τῷ ἑτέρῳ νοῦσον ποιέει· καὶ κάλλιστον οὕτως εὐτρεπίζειν τὰ νοσεύμενα διὰ τῶν τὰς νούσους ποιεύντων· οὕτω γὰρ ἂν κάλλιστα τὴν ἀρχὴν τοῦ νοσευμένου τις ἰῷτο. Τὸ δὲ σῶμα αὐτὸ ἑωυτῷ τωὐτόν ἐστι καὶ ἐκ τῶν αὐτῶν σύγκειται, ὁμοίως δὲ οὐκ ἐχόντων, καὶ τὰ σμικρὰ αὐτοῦ καὶ τὰ μεγάλα καὶ τὰ κάτω καὶ τὰ ἄνω· καὶ εἴ τις βούλεται τοῦ σώματος ἀπολαβὼν μέρος κακῶς ποιέειν τὸ σμικρότατον, πᾶν τὸ σῶμα αἰσθήσεται τὴν πεῖσιν, ὁποίη ἄν τις ᾖ, διὰ τόδε ὅτι τοῦ σώματος τὸ σμικρότατον πάντα ἔχει, ὅσα περ καὶ τὸ μέγιστον· τοῦτο δ᾿ ὁποῖον ἄν τι πάθῃ, τὸ σμικρότατον ἐπαναφέρει πρὸς τὴν ὁμοεθνίην ἕκαστον πρὸς τὴν ἑωυτοῦ, ἤν τε κακὸν, ἤν τε ἀγαθὸν ᾖ· καὶ διὰ ταῦτα καὶ ἀλγέει καὶ ἥδεται ὑπὸ ἔθνεος τοῦ σμικροτάτου τὸ σῶμα, ὅτι ἐν τῷ σμικροτάτῳ πάντ᾿ ἔνι τὰ μέρεα, καὶ ταῦτα ἐπαναφέρουσιν ἐς τὰ σφῶν αὐτῶν ἕκαστα, καὶ ἐξαγγέλλουσι πάντα.

[2] Φύσις δὲ τοῦ σώματος, ἀρχὴ τοῦ ἐν ἰητρικῇ λόγου· πρῶτον διατέτρηται ᾗ ἐσακούομεν· τὰ μὲν γὰρ περὶ τὰ ὦτα πέριξ κενεὰ, οὐκ ἐσακούει ἄλλο ἢ ψόφον καὶ ἰαχήν· ὅ τι δ᾿ ἂν διὰ τῆς μήνιγγος ἐς τὸν ἐγκέφαλον ἐσέλθῃ, τοῦτο διαφραδέως ἀκούεται ταύτῃ· καὶ μόνη τρῆσις διὰ τῆς μήνιγγός ἐστι τῆς περὶ τὸν ἐγκέφαλον περιτεταμένης. Κατὰ δὲ τὰς ῥῖνας τρῆμα μὲν οὐκ ἔνεστιν, σομφὸν δὲ, οἷον σπογγία· καὶ διὰ τοῦτο διὰ πλέονος ἀκούει ἢ ὀσφραίνεται· κατὰ πολὺ γὰρ σκίδναται ἡ ὀδμὴ τῆς ὀσφρήσιος. Καὶ ἐς τοὺς ὀφθαλμοὺς φλέβια λεπτὰ ἐς τὴν ὄψιν ἐκ τοῦ ἐγκεφάλου διὰ τῆς μήνιγγος τῆς περιεχούσης φέρονται· ταῦτα δὲ τὰ φλέβια τὴν ὄψιν τρέφουσι τῷ ὑγρῷ τῷ καθαρωτάτῳ τῷ ἀπὸ τοῦ ἐγκεφάλου, ἐς ὃ καὶ ἐμφαίνεται ἐν τοῖσιν ὀφθαλμοῖσιν· ταῦτα δὲ τὰ φλέβια καὶ ἀποσβεννύασι τὰς ὄψεις ὅταν ξηρανθῶσιν. Μήνιγγες δὲ τρεῖς εἰσιν αἱ τοὺς ὀφθαλμοὺς φυλάσσουσαι, ἡ μὲν ἐπάνω παχυτέρη, ἡ δὲ διὰ μέσου λεπτοτέρη, ἡ δὲ τρίτη λεπτὴ ἡ τὸ ὑγρὸν φυλάσσουσα· τούτων ἡ μὲν ἐπάνω καὶ παχυτέρη, νοῦσος, ἢν κωφωθῇ· ἡ δὲ διὰ μέσου ἐπικίνδυνος αὕτη, καὶ ὅταν ῥαγῇ, ἐξίσχει οἷον κύστις· ἡ δὲ τρίτη ἡ λεπτοτάτη πάμπαν ἐπικίνδυνος, ἡ τὸ ὑγρὸν φυλάσσουσα. Μήνιγγες δὲ δύο εἰσὶ τοῦ ἐγκεφάλου, ἡ μὲν ἐπάνω παχυτέρη, ἡ δὲ λεπτὴ τοῦ ἐγκεφάλου ἁπτομένη, οὐκ ἔτι ἡ αὐτὴ ἐπὴν τρωθῇ.

[3] Φλέβες δὲ περαίνουσι μὲν ἐς τὴν κορυφὴν διὰ τῆς σαρκὸς ἔχουσαι πρὸς τὸ ὀστέον, φέρονται δὲ διὰ τῆς σαρκὸς, δύο μὲν ἐκ τῆς κορυφῆς κατ᾿ ἰθὺ ᾗ αἱ ὀφρύες συγκλείονται καὶ τελευτῶσιν ἐς τοὺς κανθοὺς τῶν ὀφθαλμῶν, μία δὲ ἀπὸ τῆς κορυφῆς ἐς τὴν ῥῖνα φέρεται καὶ σχίζεται ἐς τὸν χόνδρον τῆς ῥινὸς ἑκάτερον· ἄλλαι δύο φλέβες παρὰ τοὺς κροτάφους φέρονται ἐν μέσῳ τῶν κροτάφων καὶ τῶν ὤτων, αἳ πιέζουσι τὰς ὄψεις καὶ σφύζουσιν αἰεί· μοῦναι γὰρ αὗται οὐκ ἄρδουσι τῶν φλεβῶν, ἀλλ᾿ ἀποτρέπεται ἐξ αὐτῶν τὸ αἷμα· τὸ δ᾿ ἀποτρεπόμενον ἀποσυμβουλεύει τῷ ἐπιῤῥέοντι· καὶ τὸ μὲν ἀποτρεπόμενον βουλόμενον ἀποχωρέειν, τὸ δ᾿ ἄνωθεν ἐπιῤῥέον βουλόμενον κάτω χωρέειν, ἐνταῦθα ὠθεύμενά τε καὶ ἀναχεόμενα πρὸς ἄλληλα καὶ κυκλούμενα, σφυγμὸν παρέχουσι τοῖσι φλεβίοισιν. Ἡ δὲ ὄψις τῷ ἀπὸ τοῦ ἐγκεφάλου ὑγρῷ τρέφεται· ὅταν δέ τι τοῦ ἀπὸ τῶν φλεβῶν λάβῃ, τῇ ῥύσει ταράσσεται, καὶ οὐκ ἐμφαίνεται ἐς αὐτὸ, καὶ προκινέεσθαι δοκέει ἐν αὐτῷ τοτὲ μὲν οἷον εἴδωλον ὀρνίθων, τοτὲ δὲ οἷον φακοὶ μέλανες, καὶ τἄλλα οὐδὲν ἀτρεκέως κατ᾿ ἀληθείην δύναται ὁρᾷν. Ἄλλαι δύο φλέβες ἐν μέσῳ τῶν τε ὤτων καὶ τῶν ἄλλων φλεβῶν, αἳ φέρονται ἐς τὰ ὦτα, καὶ πιέζουσι τὰ ὦτα· ἄλλαι δύο φλέβες ἐκ τῆς συγκλείσεως τοῦ ὀστέου ἐς τὰς ἀκοὰς φέρονται. Αἱ δὲ κάτω τοῦ σώματος τετραμμέναι, δύο μὲν φλέβες παρὰ τοὺς τένοντας τοῦ τραχήλου, φέρονται δὲ καὶ παρὰ τοὺς σπονδύλους, καὶ τελευτῶσιν ἐς τοὺς νεφρούς· αὗται δὲ καὶ ἐς τοὺς ὄρχιας περαίνουσιν, καὶ ὅταν αὗται πονέσωσιν, αἷμα οὐρέει ὥνθρωπος. Ἄλλαι δύο φλέβες ἀπὸ τῆς κορυφῆς φέρονται ἐς τοὺς ὤμους, καὶ δὴ καὶ ὠμιαῖαι καλέονται. Ἄλλαι δύο φλέβες ἀπὸ τῆς κορυφῆς παρὰ τὰ ὦτα ἐν τοῖς ἔμπροσθεν τοῦ τραχήλου ἑκατέρωθεν ἐς τὴν κοίλην φλέβα καλεομένην φέρονται. Ἡ δὲ κοίλη φλὲψ περαίνεται μὲν ὡς ὁ οἰσοφάγος, πέφυκε δὲ μεταξὺ τοῦ τε βρόγχου καὶ τοῦ οἰσοφάγου· φέρεται δὲ διὰ τῶν φρενῶν καὶ διὰ τῆς καρδίης καὶ μεταξὺ τῶν φρενῶν, καὶ σχίζεται ἐς τοὺς βουβῶνας καὶ ἐς τοὺς μηροὺς ἐντὸς, καὶ τὰς διασφαγὰς ἐν τοῖσι μηροῖσι ποιέεται, καὶ ἐς τὰς κνήμας φέρεται ἐντὸς παρὰ τὰ σφυρά· αὗται καὶ ἄκαρπον ποιέουσι τὸν ἄνθρωπον ὅταν ἀποτμηθῶσιν, αἳ καὶ ἐς τοὺς μεγάλους δακτύλους τελευτῶσιν. Ἐκ δὲ τῆς κοίλης φλεβὸς ἀποπέφυκεν ἐς τὴν χεῖρα τὴν ἀριστερήν· φέρεται δ᾿ ὑποκάτω τοῦ σπληνὸς ἐς τὴν λαπάρην τὴν ἀριστερὴν, ὅθεν ὁ σπλὴν ἀποπέφυκε διὰ τοῦ ἐπιπλόου, καὶ τὴν ἀποτελεύτησιν ἴσχει ἐς τὸν κίθαρον· ἀποπέφυκε δὲ κατὰ τὰς φρένας, καὶ ξυμβάλλει τῇ ὠμιαίῃ κάτω τοῦ ἄρθρου τοῦ ἀγκῶνος, καὶ τοῦ σπληνὸς τάμνεται αὕτη· καὶ ἄλλη ἐς τὴν δεξιὴν τὸν αὐτὸν τρόπον ἀποπέφυκεν ἀπὸ τῆς κοίλης. Κοινωνέουσι δὲ πᾶσαι αἱ φλέβες καὶ διαῤῥέουσιν ἐς ἑωυτάς· αἱ μὲν γὰρ σφίσιν ἑωυταῖς ξυμβάλλουσιν, αἱ δὲ διὰ τῶν φλεβίων τῶν διατεταμένων ἀπὸ τῶν φλεβῶν, αἳ τρέφουσι τὰς σάρκας, ταύτῃ διαῤῥέουσι πρὸς ἑωυτάς.

[4] Καὶ ἀπὸ τῶν φλεβῶν ὅ τι ἂν νόσημα γένηται, ῥᾷόν ἐστιν ἢ ἀπὸ τῶν νεύρων· διαῤῥεῖ γὰρ σὺν τῷ ὑγρῷ τῷ ἐνεόντι ἐν τῇσι φλεψὶ, καὶ οὐκ ἀτρεμίζει· καὶ ἡ φύσις τῇσι φλεψὶν ἐν ὑγρῷ ἐστιν ἐν τῇσι σαρξί. Τὰ δὲ νεῦρα ξηρά τέ ἐστι καὶ ἀκοίλια, καὶ πρὸς τῷ ὀστέῳ πεφύκασιν, καὶ τρέφονται δὲ τὸ πλεῖστον ἀπὸ τοῦ ὀστέου, τρέφονται δὲ καὶ ἀπὸ τῆς σαρκὸς, καὶ τὴν χροιὴν καὶ τὴν ἰσχὺν μεταξὺ τοῦ ὀστέου καὶ τῆς σαρκὸς πεφύκασι, καὶ ὑγρότερα μέν εἰσι τοῦ ὀστέου καὶ σαρκοειδέστερα, ξηρότερα δ᾿ εἰσὶν ἢ αἱ σάρκες καὶ ὀστοειδέστερα· νόσημα δ᾿ ὅ τι ἂν ἐς αὐτὰ ἔλθῃ, ῥώννυταί τε καὶ ἀτρεμίζει ἐν τῷ αὐτῷ, καὶ χαλεπόν ἐστιν ἐξάγειν· μάλιστα δ᾿ ἐσέρχονται τέτανοί τε καὶ ἄλλα, ἀφ᾿ ὧν τρόμος τὸ σῶμα λαμβάνει καὶ τρέμειν ποιέει.

[5] Τὰ δὲ νεῦρα πιέζουσι τὰ ἄρθρα, παρατεταμένα τέ εἰσι παρ᾿ ὅλον τὸ σῶμα· ἰσχύουσι δὲ μάλιστα ἐν ἐκείνοισι τοῦ σώματος καὶ αἰεὶ παχύτατά ἐστιν, ἐν οἷσι τοῦ σώματος αἱ σάρκες ἐλάχισταί εἰσι. Καὶ τὸ μὲν σῶμα πᾶν ἔμπλεον νεύρων· περὶ δὲ τὸ πρόσωπον καὶ τὴν κεφαλὴν οὐκ ἔστι νεῦρα, ἀλλὰ ἶνες παρόμοιαι νεύροις μεταξὺ τοῦ τε ὀστέου καὶ τῆς σαρκὸς λεπτότεραι καὶ στερεώτεραι, αἱ δὲ νευροκοίλιοι.

[6] Αἱ κεφαλαὶ ῥαφὰς ἔχουσιν, αἱ μὲν τρεῖς, αἱ δὲ τέσσαρας· αἱ μὲν τέσσαρας ἔχουσαι, κατὰ τὰ ὦτα ἑκατέρωθεν ῥαφὴ, ἄλλη ἔμπροσθεν, ἄλλη ἐξόπισθεν τῆς κεφαλῆς, οὕτω μὲν ἡ τὰς τέσσαρας ἔχουσα· ἡ δὲ τὰς τρεῖς, κατὰ τὰ ὦτα ἑκατέρωθεν, καὶ ἔμπροσθεν· ὥσπερ δὲ ἡ τὰς τέσσαρας ἔχουσα, οὐ διαπέφυκεν οὐδὲ ταύτῃ ῥαφή· ὑγιεινότεροι δ᾿ εἰσὶ τὴν κεφαλὴν οἱ τὰς πλέονας ῥαφὰς ἔχοντες. Ἐν τῇσιν ὀφρύσι διπλόον τὸ ὀστέον, καὶ ἡ σύγκλεισις τῶν γενύων ἔν τε τῷ γενείῳ μέσῳ καὶ ἄνω πρὸς τῇ κεφαλῇ. Σπονδύλους οἱ μὲν πλέονας, οἱ δὲ ἐλάσσονας ἔχουσιν· καὶ οἱ μὲν πλέονας ἔχοντες, δυοῖν δεόντοιν εἴκοσίν εἰσιν, ὧν οἱ μὲν ἄνω πρὸς τῇ κεφαλῇ, οἱ δὲ κάτω πρὸς τῇ ἕδρῃ. Πλευραὶ ἑπτά· τὰ μὲν ὄπισθεν τοῦ σώματος πρὸς τοὺς σπονδύλους, τὰ δ᾿ ἔμπροσθεν ἐν τῷ στέρνῳ πρὸς ἑωυτάς. Κλεῖδες ἄρθρα ἔχουσι, τὰ μὲν ἐν μέσῳ τοῦ στέρνου κατὰ τὸν βρόγχον, κατὰ ταῦτα ἤρθρωνται· τὰ δὲ πρὸς τοὺς ὤμους κεκλιμένα πρὸς τὰς πλάτας, αἳ ἐπὶ τοῖς ὤμοις αἰεὶ πεφύκασιν. Αἱ δὲ πλάται πρὸς τὰ γυῖα ἤρθρωνται, ἐπιβάλλουσαι ἐπὶ τὸ ὀστέον τὸ ἐν τῷ γυίῳ. Παρὰ δὲ τὸ ὀστέον περόναι δύο παρήκουσιν, ἡ μὲν ἔνδοθεν, ἡ δὲ ἐκτὸς, αἳ πρὸς τὰς πλάτας τῷ ὀστέῳ προσπεφυκυῖαι ἤρθρωνται. Κάτω δ᾿ ἐν τῷ ἀγκῶνι, κάτω μὲν περόνῃ ἤρθρωνται κατὰ τὸ πεφυκὸς κοιλανῶδες, ἄνω δὲ σμικρῷ τῆς περόνης ἐς τὸν ἀγκῶνα τό τε ὀστέον καὶ ἡ περόνη ἐς τὸ αὐτὸ συμβάλλοντα ἄρθρον ἐν τῷ κυβίτῳ ποιέουσιν. Παρὰ δὲ τὸν πῆχυν περόναι παρήκουσι λεπταὶ πάνυ τέσσαρες, αἱ μὲν δύο ἄνω, αἱ δὲ δύο κάτω· καὶ πρὸς μὲν τὸν ἀγκῶνα δύο περόναι πεφυκυῖαι ἄνω ἐκ τοῦ ὀστέου πεφύκασιν, αὗται σὺν τῷ ὀστέῳ πεφυκυῖαι παρὰ τὸ τοῦ ὀστέου ἄρθρον ἤρθρωνται ἐς τὸ κύβιτον· αἱ δὲ κάτω κείμεναι καὶ ἐντὸς κεκλιμέναι, αὗται ἀμφότεραι ξυμβάλλουσαι πρὸς τὴν περόνην τὴν ἄνωθεν ἀπὸ τοῦ γυίου φερομένην, ἐντὸς τοῦ γυίου ἤρθρωνται, καὶ περόνην καλευμένην ποιέουσιν, αὗται ἑωυταῖς ξυμβάλλουσαι ἐν τῷ κυβίτῳ ἐντός. Κάτω δὲ πρὸς τὴν χεῖρα τὸ ὀστέον ἄρθρον ἔχει· αἱ δὲ περόναι ταύτῃ ἁπαλῇ ἐούσῃ, αἱ μὲν δύο οὐκ ἐξήκουσιν ἐς τὸ ἄρθρον, ἡ δ᾿ ἄνω καὶ ἡ κάτω σὺν τῷ ὀστέῳ ἤρθρωνται πρὸς τὴν χεῖρα. Αἱ δὲ χεῖρες ἄρθρα ἔχουσι πολλά· ὅσα γὰρ ὀστέα πρὸς ἑωυτὰ συμβάλλουσι, πάντα ἄρθρα ποιέουσιν. Δάκτυλοι ἄρθρα ἔχουσι πολλὰ, ἕκαστος τρία, ἓν μὲν ὑπὸ τῷ ὄνυχι ἐν μέσῳ τοῦ τε ὄνυχος καὶ τοῦ κονδύλου, ἄλλο ἐν τῷ κονδύλῳ, ᾗ καὶ ξυγκάμπτουσι τοὺς δακτύλους, ἄλλο τρίτον, ᾗ ὁ δάκτυλος ἀπὸ τῆς χειρὸς ἀποπέφυκεν. Ἐν δὲ τοῖσιν ἰσχίοισιν ἄρθρα δύο εἰσὶν αἱ κοτύλαι καλεύμεναι, καὶ οἱ μηροὶ ἐς ταῦτα ἐνήρθρωνται· παρὰ δὲ τοὺς μηροὺς περόναι δύο παρήκουσιν, ἡ μὲν ἐντὸς, ἡ δ᾿ ἐκτὸς, καὶ ἐς τὸ ἄρθρον οὐδετέρη ἐξήκει οὐδ᾿ ἑτέρωθεν, ἀλλὰ πρὸς τῷ ὀστέῳ προσπεφύκασι πρὸς τῷ μηρῷ. Ὁ δὲ μηρὸς ἄνωθεν μὲν, ᾗ ἐς τὴν κοτύλην ἐμβάλλει, δίκραιός ἐστι τοιῇδε δικραιότητι· ἐπὶ μὲν τοῦ ἐντὸς κεκλιμένου τῶν δικραίων ἐπὶ τοῦ ἄκρου ἐπιπέφυκεν στρογγύλον καὶ λεῖον, ὃ καὶ ἐς τὴν κοτύλην ἐμβάλλει, τὸ δ᾿ ἕτερον τὸ ἔλασσον τῶν δικραίων τὸ ἐκτὸς μᾶλλον ἔξω ἐξέχει, καὶ φαίνεται ἐν τῷ πυγαίῳ κάτω, καὶ ἰσχίον καλέεται. Πρὸς δὲ τὸ γόνυ τὸ ὀστέον τοῦ μηροῦ τοιόνδ᾿ ἐστὶ δίκραιον· τῷ δὲ δικραίῳ τούτῳ τὸ ὀστέον ἡ κνήμη καλεομένη οἷον ἐν γιγγλύμῳ ἐνήρμοσται· ἄνωθεν δὲ τοῦ ἐνηρμοσμένου ἡ μύλη ἐπίκειται, ἣ ἀποκωλύει ἐς τὸ ἄρθρον ἀναπεπτάμενον ἐσβῆναι τὴν ὑγρότητα τὴν ἀπὸ τῆς σαρκός. Παρὰ δὲ τὴν κνήμην περόναι δύο παρήκουσιν, αἳ κάτωθεν μὲν πρὸς τοῦ ποδὸς ἐς τὰ σφυρὰ τελευτῶσιν, ἄνωθεν δὲ πρὸς τοῦ γόνατος οὐκ ἐξήκουσι πρὸς τὸ ἄρθρον. Πρὸς δὲ τὸν πόδα ἡ κνήμη κατὰ τὰ σφυρὰ ἄρθρον ἔχει, καὶ ἄλλο κατώτερον τῶν σφυρῶν, καὶ ἐν τοῖσι ποσὶν ἄρθρα πολλὰ, ὥσπερ καὶ ἐν τῇσι χερσίν· ὅσα γὰρ ὀστέα, τοσαῦτα καὶ ἄρθρα, καὶ ἐν τοῖσι δακτύλοισι τῶν ποδῶν τὸν ἀριθμὸν ἴσα κατὰ τὰ αὐτά. Ἄρθρα δὲ πολλὰ ἐν τῷ σώματι σμικρὰ, οὐχ ὁμοίως πᾶσιν, ἀλλὰ ἄλλα ἄλλοις· ταῦτα δὲ τὰ γεγραμμένα πᾶσιν ὁμοίως εἰσὶν, καὶ φλέβες αἱ γεγραμμέναι πᾶσιν ὁμοίως εἰσὶν, ἄλλα τε φλέβιά εἰσιν ἄλλοις, ἀλλ᾿ οὐκ ἄξια λόγου.

[7] Μύξα πᾶσίν ἐστι φύσει, καὶ ὅταν αὕτη καθαρὴ ᾖ, ὑγιαίνουσι τὰ ἄρθρα, καὶ διὰ τοῦτο εὐκίνητά ἐστιν, ὥστε ὀλισθαίνοντα πρὸς ἑωυτά. Πόνος δὲ καὶ ὀδύνη γίνεται, ὅταν ἀπὸ τῆς σαρκὸς ὑγρασίη ῥυῇ πονησάσης τι· πρῶτον μὲν πήγνυται τὸ ἄρθρον, οὐ γὰρ ὀλισθηρὴ ἡ ὑγρότης ἡ ἐπεῤῥυηκυῖα ἀπὸ τῆς σαρκός· ἔπειτα, ὥστε πολλὴ λίην γενομένη, καὶ οὐκ ἀρδομένη ἐκ τῆς σαρκὸς αἰεὶ, ξηραίνεται, καὶ ὥστε πολλὴ ἐοῦσα καὶ οὐ χωρεῦντος τοῦ ἄρθρου ἐκρεῖ, κακῶς τε πεπηγυῖα μετεωρίζει τὰ νεῦρα, οἷσι τὸ ἄρθρον συνδέδεται, καὶ ἄδετα ποιέει καὶ διαλελυμένα, καὶ διὰ τοῦτο χωλοὶ γίνονται, καὶ ὅταν μὲν τοῦτο μᾶλλον γίνηται, μᾶλλον, ὅταν δὲ ἧσσον, ἧσσον.

[8] Ἐς δὲ τὴν κοιλίην καὶ τὰ ἐσθιόμενα καὶ τὰ πινόμενα χωρέουσιν, ἐκ δὲ τῆς κοιλίης ἶνες ἐς τὴν κύστιν, ἣ διηθεῖ τὸ ὑγρὸν, τεταμέναι εἰσίν.

[9] Ῥόοι δὲ γίνονται καὶ διαψυχομένης τῆς σαρκὸς λίην, καὶ διαθερμαινομένης καὶ ὑποφλεγμαινούσης. Ῥόοι δὲ διὰ μὲν τὸ ψῦχος γίνονται, ὁπόταν τόδε γίνηται, ὅταν ἡ σὰρξ ἡ ἐν τῇ κεφαλῇ καὶ αἱ φλέβες τεταμέναι ἔωσιν· αὗται, φριξάσης τῆς σαρκὸς καὶ ἐς μικρὸν ἀφικνουμένης καὶ ἐκφλιψάσης, ἐκθλίβουσι τὴν ὑγρότητα, καὶ αἱ σάρκες ἅμα αὗται ἀντεκθλίβουσιν ἐς μικρὸν ἀφικνούμεναι, καὶ αἱ τρίχες ἄνω ὀρθαὶ γίνονται ὥστε πάντοθεν ἅμα ἰσχυρῶς πιεζόμεναι· ἐντεῦθεν ὅ τι ἂν ἐκφλιβῇ, ῥεῖ ᾗ ἂν τύχῃ. Ῥεῖ δὲ καὶ διὰ τὴν θερμότητα, ὅταν αἱ σάρκες ἀραιαὶ γινόμεναι διόδους ποιήσωσι, καὶ τὸ ὑγρὸν θερμανθὲν λεπτότερον γένηται· πᾶν γὰρ τὸ ὑγρὸν θερμαινόμενον λεπτότερον γίνεται, καὶ πᾶν ἐς τὸ ὑπεῖκον ῥεῖ· μάλιστα δ᾿ ὅταν λίην ὑπερφλεγμήνῃ, διὰ τόδε ῥεῖ· αἱ σάρκες λίην ἔμπλεαι γινόμεναι ὅ τι ἂν μὴ δύνωνται χωρέειν, ῥεῖ τὸ ὑγρὸν τὸ μὴ δυνάμενον χωρέεσθαι, ῥεῖ δὲ ᾗ ἂν τύχῃ· ἐπὴν δὲ ἅπαξ εὔροοι αἱ ῥοιαὶ γένωνται, ῥεῖ ἐς τὸ χωρίον ᾗ ἂν τύχῃ, ἔστ᾿ ἂν συμπιεχθῶσιν αἱ δίοδοι τοῦ ῥόου δι᾿ ἰσχνότητα ὅταν τὸ σῶμα ξηρανθῇ· ὥστε γὰρ τὸ σῶμα κοινωνέον αὐτὸ ἑωυτῷ διαλαμβάνει καὶ ἄγει, καθ᾿ ὅ τι ἂν ὑγρὸν ἐπιτύχῃ, ἐς ἑωυτὸ τὸ ξηρόν· ἄγειν δὲ οὐ χαλεπὸν αὐτό ἐστιν, ὥστε τοῦ σώματος κενοῦ τε καὶ οὐ συνοιδέοντος ὑπὸ ἰσχνότητος. Ὅταν δὲ τὰ κάτω ξηρὰ γένωνται, τὰ δ᾿ ἄνω ὑγρὰ (μᾶλλον δὲ τὰ ἄνω ὑγρά ἐστι τεύχεα, αἱ γὰρ φλέβες ἄνω πλέονές εἰσιν ἢ κάτω, καὶ αἱ σάρκες ἐλάττονος ὑγρότητος δεόμεναι αἱ ἐν τῇ κεφαλῇ), ἄγει δὴ τὸ ξηρὸν τοῦ σώματος τὸ ἐκ τῆς κεφαλῆς ὑγρόν· καὶ ἅμα καὶ δίοδοί εἰσι τῷ ἄγοντι μᾶλλον, ἢ τῷ ἀγομένῳ· καὶ γὰρ αὗται κερδαίνουσιν ὥστε ξηραὶ ἐοῦσαι, καὶ ἅμα καὶ τὰ ὑγρὰ πέφυκε κάτω χωρέειν, καὶ ἢν βραχέη τις ἀνάγκη γένηται.

[10] Ῥόοι δὲ ἀπὸ τῆς κεφαλῆς ἑπτά· ὁ μὲν κατὰ τὰς ῥῖνας, ὁ δὲ κατὰ τὰ ὦτα, ὁ δὲ κατὰ τοὺς ὀφθαλμούς· οὗτοι οἱ ῥόοι καταφανέες ἐκ τῆς κεφαλῆς τοῖσιν ὀφθαλμοῖσιν. Ἐπὴν δ᾿ ἐς τὸν κίθαρον ῥυῇ ὑπὸ ψύχους, χολὴ γίνεται, μᾶλλον δὲ ῥεῖ ἐς τὸν κίθαρον ὑπὸ ψύχους διὰ τόδε, ὅτι εὔροον γίνεται ἐς τὸν βρόγχον, ὥστε οὐδὲ ξυγκεκαλυμμένον· ὑπὸ δὲ τοῦ ψύχους καὶ κόπος ἔχει διὰ τοῦτο τοὺς ὑπὸ τῆς χολῆς ἐχομένους, ὅτι αἱ σάρκες, ὅταν χειμίη ᾖ, οὐκ ἀτρεμίζουσιν, ἀλλὰ σείονται, καὶ σειόμεναι μοχθέουσι, καὶ κοπιῶσιν, ὥστε σειόμεναι ὥσπερ ἐν τῇσιν ὁδοιπορίῃσιν· καὶ ἔμπυοι γίνονται, ὅταν ἐς τὸν κίθαρον ῥέῃ, καὶ φθισιῶντες. Ὅταν δ᾿ ἐς τὸν μύελον ῥόος γένηται, φθίσις ἀλαΐα γίνεται. Ὅταν δ᾿ ὄπισθεν ἐς τοὺς σπονδύλους, καὶ ἐς τὰς σάρκας ῥυῇ, ὕδρωψ γίνεται, καὶ τῷδ᾿ ἐστὶ γιγνώσκειν, ξηρὰ τὰ ἔμπροσθεν, ἡ κεφαλὴ καὶ αἱ ῥῖνες καὶ οἱ ὀφθαλμοί· καὶ τοῖσιν ὀφθαλμοῖσι γίνεται ἀμβλυώσσειν, καὶ χλωροὶ γίνονται καὶ τὸ ἄλλο σῶμα, καὶ οὐκ ἀποπτύει οὐδὲν, οὐδ᾿ ἢν πουλὺ ῥέῃ· ὅδε γὰρ ὁ ῥόος, διὰ τῆς σαρκὸς μέσης ῥέων, τῆς ὄπισθεν καὶ τῆς ἔμπροσθεν ἀπεστραμμένος, ξηρὰ τὰ ἔμπροσθεν ποιέει, τὴν δ᾿ ὄπισθεν ἄρδει σάρκα, καὶ τὴν ἐντὸς μᾶλλον πρὸς τὴν κοιλίην, ἢ ἐκτὸς πρὸς τὴν ῥινόν· διὰ τοῦτο δὲ ἐκτὸς μᾶλλον ἢ ἐντὸς στερεώτερον τὸ σῶμα, καὶ στενωτέρας διατρήσιας ἔχει· ὥστε δὲ λεπταὶ ἐοῦσαι ξυμπιλέονται, καὶ ἀκέουσιν αὗται σφίσιν ἑωυταῖς, καὶ ῥόος οὐ δύναται ταύτῃ ἰέναι οὐδείς· αἱ δ᾿ εὐρύτεραί τέ εἰσιν αἱ ἐντὸς καὶ λεπτότερα τὰ μεταξὺ ἔχουσαι. Ὁ δὲ ῥόος, ὥστε ἀφ᾿ ὑψηλοτέρων, καὶ λεπτὰ τὰ ἀντικωλύοντα ἔχων, ῥεῖ καὶ πίμπλησιν ὑγρότητος τὰς σάρκας· καὶ ἀπὸ τῶν σιτίων ἐς τὸ αὐτὸ χωρέουσα ἡ ὑγρότης διέφθαρται· διεφθαρμένη δ᾿ αὐτὴ ὑπὸ τῆς συμμίξιος, καὶ τὸ ῥέον σὺν αὐτῇ ἀπὸ τῆς κεφαλῆς, τρέφει τὸ σῶμα· λίην δὲ πολλῷ ὑγρῷ αἱ σάρκες τρεφόμεναι καὶ νοσηλῷ θάλλουσαί τε λίην ὕδρωπος ἔμπλεαί εἰσιν. Ἢν δ᾿ ὀλίγον ῥεύσῃ, ἰσχιάδα καὶ κέδματα ἐποίησεν, ἐπὴν ῥέον παύσηται· ὥστε γὰρ ὀλίγον ἐῤῥυηκὸς, καὶ πάντοθεν ὠθεύμενον, καὶ ὑπὸ παντὸς κρέσσονος ἐόντος ὥστε ὀλίγον ἐὸν, καὶ οὐκ ἔχον ἐπιῤῥοὴν [καὶ] ὥστε πάντοθεν ὠθεύμενον, ἐς τὰ ἄρθρα ἀποφυγὴν ποιέεται. Γίνεται δὲ κέδματα καὶ ἰσχιάδες καὶ ἀπὸ τοιούτων νοσημάτων ὑγιῶν γιγνομένων· ὅταν τὸ μὲν νόσημα ποιέον ὑγιὲς γένηται, καταλειφθῇ δέ τι ἐν τῇ σαρκὶ καὶ μὴ ᾖ αὐτῷ ἡ ἔξοδος, μήτ᾿ αὖ ἔσω μήτε ἐς τὸ δέρμα φῦμα ποιήσῃ ἐξιὸν, φεύγει ἐς τὸ ὑπεῖκον, ἐς τὰ ἄρθρα, καὶ ἢ κέδματα ἢ ἰσχιάδα ἐποίησεν.

[11] Ἢν δὲ συνοιδήσωσιν αἱ ῥῖνες, καὶ φλέγματος ἔμπλεαι ἔωσιν συμπεπηγότος, τοῦτο χρὴ τὸ φλέγμα τὸ συμπεπηγὸς λεπτύνειν ἢ πυρίῃσιν, ἢ φαρμάκῳ, καὶ μὴ ἀποτρέπειν· ἢν γὰρ ἀποτρεφθὲν ἄλλῃ πη ῥεύσῃ, πάντη τὸ ῥέον μέζονα νόσον ποιέοι.

[12] Ὁπόταν δ᾿ ἐς τὰ ὦτα ῥέῃ, τὸ πρῶτον ὀδύνην παρέχει, βίῃ γὰρ χωρέει· πόνον δὲ παρέχει, ἔστ᾿ ἂν ἀποσυριγγωθῇ· ἐπὴν δὲ μάθῃ ῥεῖν, οὐκέτι πόνον ποιέει. Τῷ ὑπὸ τῆς ὀδύνης ἐχομένῳ φάρμακον θερμὸν φύσει χλιαρὸν ποιήσαντα, διέντα νετώπῳ, ἐγχεῖν, καὶ ὄπισθεν σικύην προσβάλλειν, ἢν τὸ ἀριστερὸν ἀλγέῃ, ἐς τὸ δεξιὸν, καὶ ἢν τὸ δεξιὸν, ἐς τὸ σκαιόν· μὴ κατακρούειν δὲ, ἀλλ᾿ ὡς ἂν ἕλκῃ μοῦνον· ἢν δὲ μὴ πρὸς ταῦτα παύηται, ψύχοντα ἐγχεῖν φύσει ψυχρὰ, καὶ φάρμακον πίσαι ὅ τι ἂν κάτω ὑποχώρησιν ποιέῃ, ἄνω δὲ μὴ, ὥσπερ οὐδ᾿ ἀρήγει ἐμέειν, καὶ τὰ ἄλλα ψύχειν. Καὶ αἰεὶ δὲ ἐκ τοῦ ὑγιὲς μὴ ποιέοντος τρόπου μεταλλάσσειν· καὶ ἢν μὲν κάκιον ποιέῃ, ἔχον ἐς τὸ ὑπεναντίον· ἢν δὲ ῥέπῃ ἐς τὸ ὑγιὲς, τὸ πάμπαν μὴ ἀφελεῖν τι τῶν προσφερομένων, μηδ᾿ ἀποζευγῆσαι, μηδὲ προσθεῖναι ἄλλο τι. Ἢν δὲ σεσυριγγωμένον ἤδη ᾖ, καὶ πεπυωμένος ῥέῃ ἰχὼρ πουλὺς καὶ κακὸν ὀζόμενος, τοῦτο ὧδε ποιέειν· σπογγιὰν δεύων ξηραίνοντί τινι φαρμάκω [ξηρῷ] πρὸς τὴν ἀκοὴν ὡς πελαστάτω προσθεῖναι, καὶ πρὸς τὰς ῥῖνας καθαρτήριον, ὅπως, τοῦ ἐς τὰ ὦτα ῥέοντος, πρόσθεν ἐς τὰς ῥῖνας φέρηται, καὶ μὴ ἐς τὴν κεφαλὴν πάλιν ἀποχωρέῃ, νοσηλὸν ἐόν.

[13] Ὅταν δ᾿ ἐς ὀφθαλμοὺς ῥεῦμα ἴῃ, φλεγμαίνουσιν οἱ ὀφθαλμοὶ καὶ οἰδέουσιν· τοῦτον χρὴ φαρμάκῳ ἢ τῷ ὑγρῷ ἢ τῷ ξηρῷ ἐν παστῷ ἰᾶσθαι· ἢν δ᾿ εὐθέως φλεγμήνωσι, μὴ ἔγχριε μηδὲν, ἀλλ᾿ ἢ κλύσαι κάτω τῷ ἰσχυροτάτῳ, ἢ ἄλλῳ τινὶ ἀπισχνῆναι ὑποχωρητικῷ φαρμάκῳ, φυλασσόμενος μὴ ἔμετον ποιήσῃς· ἢν δὲ οἷον λίθοι ὑποτρέχωσιν, φάρμακον ἐγχρίειν ὅ τι πλεῖστον ἄγειν δάκρυον μέλλει, καὶ τὸ ἄλλο σῶμα ὑγραίνοντα καὶ φλεγμαίνειν ποιέοντα, ὡς ὑγρότεροι οἱ ὀφθαλμοὶ γένωνται καὶ ἐκκεκλυσμένοι, ὡς τὸ δάκρυον συμπεπηγὸς ὑποτρέχειν ποιέῃς. Ὅταν δ᾿ ἐς τοὺς ὀφθαλμοὺς κατὰ σμικρὸν ῥέῃ, καὶ κνιπότητα παρέχῃ, τοῦτον ἐγχρίειν μαλθακώδει, ὅ τι μέλλει ξηραίνειν ἅμα καὶ δάκρυον ὀλίγον ἄγειν, καὶ πρὸς τὰς ῥῖνας φάρμακον προσφέρειν ἢ ἑκάστης ἡμέρης, ἢ διὰ τρίτης, γνώμῃ τῇ αὐτῇ χρώμενος· τοιόνδε ἔστω τὸ φάρμακον, ὅ τι μὴ πλεῖον ἢ ἐμβάφιον ἀπάγειν μέλλει κατὰ τὰς ῥῖνας, ἀπάγειν δὲ κατὰ σμικρὸν, τὸ δὲ κατὰ τοὺς ὀφθαλμοὺς ἀποξηραίνειν, ὡς ὅ τι ἂν τὸ τῶν ὀφθαλμῶν φάρμακον ἀποξηρήνῃ καὶ ἀποφράξῃ, κατὰ τὰς ῥῖνας ἀποτράπηται. Τὰ δὲ φάρμακα τὰ τῆς κεφαλῆς καθαρτήρια, ἃ μὲν αὐτῶν ἰσχυρά ἐστιν, ἀπὸ τῆς κεφαλῆς ἄγουσιν ὅλης· ἅσσα δὲ ἀσθενέα, ἀπὸ τῶν ὀφθαλμῶν, καὶ αὐτόθεν ἀπὸ τῶν πέλας τῆς ῥινός. Ἢν δ᾿ ἀπὸ τῆς σαρκὸς καὶ τοῦ ὀστέου, μύξης ὑποστάσης μεταξὺ τοῦ ὀστέου καὶ τῆς σαρκὸς, ῥεῦμα ἐς τοὺς ὀφθαλμοὺς γένηται, τῷδε δῆλόν ἐστιν, ὅτι ἐντεῦθεν ῥεῖ· τὸ δέρμα τὸ ἐπὶ τῇ κεφαλῇ φλιβόμενον ὑπείκει, καὶ ἕλκεα ἐς τὴν κεφαλὴν ἐκθύουσι, καὶ κατὰ τοὺς ὀφθαλμοὺς δακρύουσι, καὶ οὐχ ἑλκοῦνται τὰ βλέφαρα, οὐδὲ δάκνει, οὐδ᾿ ἀμβλυώσσειν ποιέει, ἀλλ᾿ ὀξὺ ὁρῶν γίνεται· τὸ γὰρ ῥεῦμα οὐχ ἁλμυρόν ἐστιν, ὡς οὐκ ἀπὸ τοῦ ἐγκεφάλου, ἀλλὰ μυξῶδες μᾶλλον. Τοῦτον ὧδε χρὴ ἰᾶσθαι· φαρμάκῳ καθαίρειν χρὴ τὴν κεφαλὴν μὴ ἰσχυρῷ, καὶ τὸ σῶμα ἰσχναίνειν καὶ σιτίοισι καὶ φαρμάκοισι κάτω ὑπάγοντα, ὡς ἀποξηρανθῇ ἰσχναινομένου τοῦ σώματος, ἢ ἐκτρεφθῇ τῷ κατὰ τὰς ῥῖνας προστιθεμένῳ φαρμάκῳ· πρὸς δὲ τοὺς ὀφθαλμοὺς οὐδὲν δεῖ φάρμακον προσφέρειν. Ἢν δὲ δὴ μηδ᾿ οὕτως ὑγιὴς γίνηται, τὴν κεφαλὴν κατατάμνειν ἔστ᾿ ἂν πρὸς τὸ ὀστέον ἴῃς, μὴ μετεώρους μηδ᾿ ἐπικαρσίους τὰς τομὰς ποιέειν· τάμνειν δὲ ἄχρι τούτου, ἄχρις ἂν τοῦ ὀστέου θίγῃς· τάμνειν δὲ πυκνὰ, ὡς ἂν τὸ συνεστηκὸς ἐξέλθῃ θᾶσσον διὰ τῶν ἑλκέων ἀποῤῥέον, ἅμα δὲ αἱ τομαὶ πυκναὶ ἐοῦσαι πρόστασιν ποιέωσι τῇ σαρκὶ πρὸς τὸ ὀστέον. Οὕτως ἰᾶσθαι δεῖ· τούτῳ τοιάδε ἡ ἀποτελεύτησις γίνεται, ἢν μή τις εὐτρεπίσῃ· οὐκ ἐκκέκλυσται, ὥστ᾿ ἐκκλυσόμενον ὀξὺ ὁρᾷν ποιέειν, αἰεὶ τῷ ἐφισταμένῳ μαρμαρυγώδης μᾶλλον γίνεται, καὶ τὸ ὀξὺ ὁρῶν τοῦ ἀνθρώπου ἀποσβέννυται. Ἢν δ᾿ ἐς τὴν ὄψιν ἐς τὸ ὑγρὸν καθαρὸν αἱματῶδές τι ἐσέλθῃ ὑγρὸν, τούτῳ ἡ ὄψις ἔνδον ἐμφαίνεται τοῦ ὀφθαλμοῦ οὐ στρογγύλον ἐὸν διὰ τόδε· ἐν ᾧ ἂν τὸ αἱματῶδες ἐνῇ, τοῦτο οὐκ ἐμφαίνεται, τούτῳ δὴ ἐλλείπει τὸ φαινόμενον περιφερὲς εἶναι, καὶ προκινέεσθαι αὐτῷ δοκέει πρὸ τῶν ὀφθαλμῶν, καὶ οὐδὲν κατ᾿ ἀλήθειαν ὁρᾷ. Τούτου χρὴ τὰς φλέβας ἀποκαίειν τὰς πιεζούσας τὰς ὄψιας, αἳ σφύζουσιν αἰεὶ καὶ μεταξὺ τοῦ τε ὠτὸς καὶ τοῦ κροτάφου πεφύκασιν· καὶ ἐπειδὰν ταύτας ἀποφράξῃς, πρὸς τοὺς ὀφθαλμοὺς φάρμακα, ὅσα ὑγραίνει, πρόσφερε, καὶ δάκρυον ἄπαγε ὡς πλεῖστον, ὅπως τὸ συνεστηκὸς ἐν τοῖσιν ὀφθαλμοῖσιν ἐκκλυσθῇ τὸ τὴν νοῦσον παρέχον. Ἢν δὲ ὁ ὀφθαλμὸς ῥαγῇ, μαλθακοῖσι φαρμάκοισι χρῆσθαι καὶ στρυφνοῖσιν, ὡς στυφόμενον τὸ ἕλκος ἐς σμικρὸν συνίῃ, καὶ ἡ οὐλὴ λεπτὴ ᾖ. Ὅταν δ᾿ ἄργεμον ᾖ, δακρύειν τῷ ὀφθαλμῷ ἀρήγει.

[14] Ὁπόταν δὲ ἐς τὸν κίθαρον ῥέῃ καὶ χολὴ ᾖ, τῷδε δῆλόν ἐστιν· ὀδύνη ἔχει ἐς τὴν λαπάρην καὶ ἐς τὴν κληῗδα τὴν ἐς τὴν λαπάρην, καὶ πυρετὸς, καὶ ἡ γλῶσσα τὰ ἄνω χλωρὴ γίνεται, καὶ ἀποχρέμπτεται ξυμπεπηγότα· ταύτης τῆς νούσου ἑβδομαίῳ ὁ κίνδυνός ἐστιν ἢ ἐνναταίῳ. Ὁκόταν ἀμφότερα τὰ πλευρὰ ἀλγέῃ, τὰ δ᾿ ἄλλα ὅμοια ᾖ τῇ ἑτέρῃ, αὕτη μὲν περιπλευμονίη ἐστὶν, ἡ δ᾿ ἑτέρη πλευρῖτις· αὗται δὲ γίνονται διὰ τόδε· ὅταν ἐς τὸν πλεύμονα ῥεύσῃ ἐκ τῆς κεφαλῆς διὰ τοῦ βρόγχου καὶ τῶν ἀρτηριῶν, ὁ πλεύμων, ἅτε ψαφαρὸς ἐὼν καὶ ξηρὸς φύσει, ἕλκει ἐφ᾿ ἑωυτὸν τὸ ὑγρὸν ὅ τι ἂν δύνηται· καὶ ἐπὴν εἰρύσῃ, μέζων γίνεται, καὶ ὅταν μὲν ἐς ὅλον ῥεύσῃ, μέζων ὁ λοβὸς γενόμενος ἀμφοτέρων ἔψαυσε τῶν πλευρέων, καὶ περιπλευμονίην ἐποίησεν· ὅταν δὲ τῆς ἑτέρης μοῦνον, πλευρῖτιν. Ἡ περιπλευμονίη πολὺ ἐπικινδυνοτέρη ἐστὶ, καὶ ὀδύναι πολὺ ἰσχυρότεραί εἰσιν αἱ ἐς τὰς λαπάρας καὶ ἐς τὰς κληῗδας, καὶ ἡ γλῶσσα πολὺ ὠχροτέρη, καὶ τὴν φάρυγγα ἀλγέει ὑπὸ τοῦ ῥεύματος, καὶ κόπος ἔχει ἰσχυρὸς, καὶ πνεῦμα ἑκταῖον ἢ ἑβδομαῖον λάζεται. Τοῦτον ἢν μὴ ἑβδομαῖον ὁ πυρετὸς ἀφῇ, ἀποθνήσκει, ἢ ἀποπυΐσκεται, ἢ ἀμφότερον· ἢν δ᾿ ἐναταῖον δύο ἡμέρας διαλιπὼν λάζηται, ὡς τὰ πολλὰ καὶ οὗτος ἢ ἀποθνήσκει, ἢ ἔμπυος διαφεύγει· ἢν δὲ δωδεκαταῖον, ἔμπυος γίνεται· ἢν δὲ τεσσαρεσκαιδεκαταῖον, ὑγιὴς γίνεται. Καὶ ἔμπυοι ὅσοι ὑπὸ περιπλευμονίης ἢ πλευρίτιδος γίνονται, οὐκ ἀποθνήσκουσιν, ἀλλ᾿ ὑγιέες γίνονται· ὡς τὰ πολλὰ ἔμπυοι γίνονται, ὅταν ῥεῦμα ἐς τὸ αὐτὸ ὥσπερ ἐπὶ τῇσι χολῇσι γένηται· ἀλλὰ τῇσι μὲν χολῇσι πολὺ ἀποῤῥεῖ, καὶ ἀποῤῥεῦσαν παύεται· τοῖσι δ᾿ ἐμπύοισιν ἔλασσόν τε ῥεῖ καὶ οὐ παύεται, καὶ ἔμπυοι γίνονται, ὅταν ἔλασσον ἀποχρέμπτωνται ἢ ἐπιῤῥεῖ ἐς τὸν πλεύμονα. Τοῦτο γὰρ, τὸ ἐν τῷ πλεύμονι συνιστάμενόν τε καὶ ἐπιῤῥέον, πῦον γίνεται· τὸ δὲ πῦον συνιστάμενον ἐν τῷ πλεύμονι καὶ ἐν τῷ κιθάρῳ ἑλκοῖ καὶ σήπει· καὶ ἐπὴν ἑλκωθῇ, ἀπὸ τοῦ ἡλκωμένου ἐπιῤῥεῖ καὶ ἐπαναχρεμπτομένου· ἅμα μὲν ἡ κεφαλὴ μᾶλλον ῥεῖ σειομένη, ἅμα δὲ ἐκ τοῦ ἡλκωμένου ἐν τῷ κιθάρῳ καὶ τῷ πλεύμονι μᾶλλον ῥεῖ, καὶ τὰ ἕλκεα κινεύμενα ἐπαναῤῥήγνυται, ὥστε καὶ εἰ παύσαιτο τὸ ἀπὸ τῆς κεφαλῆς ῥέον, τὸ ἀπ᾿ αὐτέων τῶν ἑλκέων ἱκανὸν ἔσται νοῦσον παρασχεῖν. Γίνεται δὲ καὶ ἀπὸ ἕλκους ἔμπυος, καὶ ῥᾴων αὕτη ἡ νοῦσος· γίνεται δὲ καὶ ἐκτὸς τοῦ πλεύμονος μάλιστα μὲν ἀπὸ ῥήγματος, καὶ ὅταν ἡ σὰρξ φλασθῇ· κατὰ τοῦτο γὰρ πῦον ξυνίσταται, καὶ ξυνιστάμενον, εἴ τις σείοι τὸ σῶμα, κλυδάζεται, καὶ ψόφον παρέχει, καὶ καίονται ταῦτα. Φθίσις δὲ γίνεται, ὅταν ἐς τὸ αὐτὸ, ὥσπερ τῷ ἐμπύῳ, ὁ ῥόος γένηται διὰ τοῦ βρόγχου καὶ τῶν ἀορτρέων, αἳ ξυνέχουσι τὸν πλεύμονα καὶ τὸν βρόγχον· ἐς δὲ τὸν πλεύμονα ῥέει θαμινὰ κατ᾿ ὀλίγον, καὶ ὑγρότητα ἐν τῷ πλεύμονι οὐ ποιέει πολλήν· ξηραινόμενον γὰρ τὸ ἐπιῤῥέον ἐν τῷ βρόγχῳ πεπηγὸς, ὥστε οὐκ ἐκκλυζόμενον, ἀλλὰ κατ᾿ ὀλίγον ἐπιῤῥέον καὶ ἐνεχόμενον βῆχα ποιέει· ἔν τε τῇσιν ἀορτρῇσιν ἐνεχόμενον τὸ ῥέον, ὥστε στενὰς διατρήσιας ἐχούσας τὰς ἀορτρὰς, στενοχωρίην τῷ πνεύματι παρέχει, καὶ τοῦτο ποιέει πνεῦμα ἔχειν· ὥστε γὰρ αἰεὶ λειπόμενον αἰεὶ ἐπιθυμέει ἀναπνεῖν, καὶ ἐν τῷ πλεύμονι, ὥστε οὐκ ἰσχυρῶς ὑγρῷ ἐόντι, ξυσμὸς ἐγγίνεται· ὅταν δὲ πολὺ ἀποῤῥυῇ τῆς κεφαλῆς, οὔτ᾿ ἐν τῷ πλεύμονι ξυσμὸς γίνεται· πολὺ γὰρ αὐτέῳ τὸ ἐπιῤῥέον ἐστὶ, καὶ ἔμπυοι ἐκ τῶν φθισίων τούτων γίνονται, ὅταν ὑγρότερον τὸ σῶμα γένηται· καὶ ὅταν ξηρότερον γένηται, ἐκ τῶν ἐμπύων φθισιῶντες. Ἔμπυοι τῷδε δῆλοι γίνονται· τὴν λαπάρην ἀρχομένων πόνος ἔχει· ἐπὴν δὲ πῦον ξυνεστήκῃ, ὅ τε πόνος ὁμοίως ἔχει, βήξ τε γίνεται, καὶ ἐπαναχρέμπτεται πῦον, καὶ πνεῦμα ἔχει. Ἢν δὲ μήπω ἐῤῥώγῃ, ἐν τῇ λαπάρῃ σείεται καὶ ψοφέει οἷον ἐν ἀσκῷ· ἢν δὲ τούτων μηδὲν προσημήνῃ, ἔμπυος δὲ ᾖ, τοισίδε χρὴ τεκμαίρεσθαι· πνεῦμα πουλὺ ἔχει, φθέγγεταί τε ὑποβραγχότερον, καὶ οἱ πόδες οἰδέουσι καὶ τὰ γούνατα, μᾶλλον δὲ κατὰ τὴν λαπάρην, ἐν ᾗ τὸ πῦον ἔνεστι· καὶ ὁ κίθαρος συγκεκαμμένος ἐστὶ, καὶ λυσιγυῖα γίνεται, καὶ ἱδρὼς περιχεῖται ὅλον τὸ σῶμα, καὶ τοτὲ μὲν δοκέει θερμὸς αὐτὸς ἑωυτῷ εἶναι, τοτὲ δὲ ψυχρός· καὶ οἱ ὄνυχες περιτεταμένοι εἰσὶ, καὶ ἡ κοιλίη θερμὴ γίνεται· τούτοισι χρὴ γινώσκειν τοὺς ἐμπύους.

[15] Ὅταν δ᾿ ὄπισθεν ῥεύσῃ ἐς τὴν ῥάχιν, φθίσις γίνεται τούτῳ τοιάδε· τὴν ὀσφὺν ἀλγέει, καὶ τὰ ἔμπροσθεν τῆς κεφαλῆς κενὰ δοκέουσιν αὐτῷ εἶναι.

[16] Χολῇ δὲ τάδ᾿ ἐστὶν ἐπικίνδυνα, ἴκτερος ἢν ἐπιγένηται, ἐν τοῖσιν ὀφθαλμοῖσι καὶ ἐν τοῖσιν ὄνυξι πελιδνὰ ὅταν γένωνται, καὶ ἐς τὸ σῶμα ὅταν ἔχῃ ἕλκεα καὶ τὰ περὶ τὰ ἕλκεα πελιδνὰ ᾖ, καὶ ὁ ἱδρὼς ὁκόταν μὴ καθ᾿ ὅλον τὸ σῶμα ἐκθύῃ, ἀλλὰ καθ᾿ ἓν μέρος τοῦ σώματος, καὶ ὅταν τοῦ πυρετοῦ ἔτι ὄντος ἐπαναχρέμπτηται χλωρὸν, ἢ, ἐόντος ἐντὸς ἐν τῷ πλεύμονι ἔτι τοῦ χλωροῦ, ἡ ἐπανάχρεμψις παύσηται· τοῦτο δεῖ γινώσκειν ὅταν ἐνῇ καὶ ὅταν μὴ ἐνῇ· ὅταν ἐνῇ, ἐμψοφεῖ ἐν τῇ φάρυγγι ἀναπνέοντος, καὶ πνεῦμα ἐπικίνδυνον, καὶ λὺγξ, καὶ ὁ πυρετὸς ἔτι ὢν, ἀποχρέμματος ἔτι ἐν τῷ πλεύμονι ἐνεόντος, καὶ ἡ κοιλίη ἀσθενέος ἤδη ἐόντος ὑποχωρέουσα· ταῦτα πλευρίτιδος καὶ περιπλευμονίης ἐπικίνδυνα.

[17] Πλευρῖτιν ὧδε χρὴ ἰᾶσθαι· τὸν πυρετὸν μὴ παύειν ἑπτὰ ἡμερέων, πότῳ δὲ χρήσθω ἢ ὀξυμελικρήτῳ, ἢ ὄξει καὶ ὕδατι· ταῦτα δὲ χρὴ προσφέρειν ὡς πλεῖστα, ὡς ἐπίτεγξις γένηται καὶ γινομένη ἐπανάχρεμψιν ποιέῃ· καὶ τὴν ὀδύνην παύειν θερμαντηρίοισι φαρμάκοισι, καὶ καταῤῥοφεῖν διδόναι ὅ τι ἐπανάχρεμψιν ποιήσει, καὶ λουτροῖσι χρῆσθαι τεταρταίοισιν· τῇ δὲ πέμπτῃ καὶ τῇ ἕκτῃ χρίειν ἐλαίῳ· τῇ δὲ ἑβδόμη λούειν, ἢν μὴ ὁ πυρετὸς μέλλῃ ἀφιέναι, ὡς ὑπὸ τοῦ λουτροῦ ὁ ἱδρὼς ἐγγένηται· καὶ ἔτι τῇ πέμπτῃ καὶ τῇ ἕκτῃ ἰσχυροτάτοισι χρῆσθαι τοῖσιν ἐπαναχρεμπτηρίοισι φαρμάκοις, ὡς τὴν ἑβδόμην ὅτι ῥήϊστα ἡμέρην ἀγάγῃ· ἢν δὲ μηδὲ τῇ ἑβδόμῃ ἡμέρῃ παύσηται, τῇ ἐννάτῃ παύσεται, ἢν μή τι ἄλλο τῶν ἐπικινδύνων γένηται· ἐπὴν δὲ ὁ πυρετὸς ἀφῇ, ῥοφήματα ὡς ἀσθενέστατα ποιέων προσφέρειν· ἢν δὲ ἰνηθμὸς ἐγγένηται, ἢν μὲν ἔτι θερμοῦ τοῦ σώματος ἐόντος, τῶν ποτῶν ἀφαιρέειν· ἢν δὲ τοῦ πυρετοῦ ἀφεικότος, πυρίνοις τοῖσι ῥοφήμασι χρῶ. Καὶ τὴν περιπλευμονίην τὸν αὐτὸν τρόπον ἰῶ.

[18] Τοὺς ἐμπύους καθαίρειν τὴν κεφαλὴν μὴ ἰσχυροῖσι φαρμάκοισιν, ἀλλὰ κατὰ μικρὸν ἀποτρέπειν ἐς τὰς ῥῖνας, καὶ ἅμα διαχωρητικοῖσι σιτίοισι χρῆσθαι· καὶ ἐπὴν ἡ ἀρχὴ τοῦ νοσήματος μηκέτι ᾖ, ἀλλ᾿ ἐκτρέπηται ὁ ῥόος, ἐπανάχρεμψιν ποιέεσθαι, καὶ βῆχα ποιέειν, καὶ ἐγχύτοισι φαρμάκοισι χρῆσθαι καὶ σιτίοισιν ἅμα· ὁπόταν δὲ δέῃ ἀπόχρεμψιν ποιέεσθαι, καὶ πλέοσι σιτίοισι καὶ ἁλυκοῖσι χρῆσθαι καὶ λιπαροῖσι, καὶ οἴνῳ αὐστηρῷ, καὶ βῆχα ποιέειν ὅταν ὧδε ἔχῃ.

[19] Καὶ τοὺς ὑπὸ τῆς φθίσιος τὸν αὐτὸν τρόπον τἄλλα, πλὴν τὰ σιτία μὴ πολλὰ ἅμα, καὶ τὰ ὄψα μὴ πλέονα ἢ τὰ σιτία, καὶ τῷ οἴνῳ ὑδαρεῖ χρῷ ἐπὶ τῷ σιτίῳ, ὡς μὴ θερμαίνῃ, καὶ τῷ σώματι ἀσθενεῖ ἐόντι θερμότητα παρέχῃ, καὶ ἅμα ἀμφότερα θερμαίνωσιν ἐν τῷ αὐτῷ χρόνῳ καὶ θερμωλὴν ποιέωσιν.

[20] Ῥεῦμα πουλὺ ὁπόταν διὰ τοῦ οἰσοφάγου ἐς τὴν κοιλίην ῥεύσῃ, ἴνησις γίνεται κάτω, ἔστι δ᾿ ὅτε καὶ ἄνω· τούτῳ ἢν μὲν ὀδύνη ἐνῇ ἐν τῇ γαστρὶ, ὑπεξάγειν πρῶτον φαρμάκῳ ἢ χυλῷ, ἔπειτα φαρμάκῳ ἰσχητηρίῳ χρῆσθαι, τοῖσι δὲ σιτίοισι διαχωρητικοῖσιν ἕως ἂν ἡ ὀδύνη ἔχῃ· ἐπὴν δὲ παύσηται ἡ ὀδύνη, καὶ τοῖσι σιτίοισιν ἰσχητηρίοισι χρῆσθαι· τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὴν πολλὰς ἡμέρας ἴνησις ἔχῃ, ἰᾶσθαι· ἢν δὲ ἀσθενὴς ᾖ καὶ μὴ δύνηται προσφέρεσθαι ὑπὸ ἀσθενείης, κλύζειν πρῶτον μὲν χρὴ χυλῷ πτισάνης, ἔπειτα ἐπὴν τούτῳ καθήρῃς, τῶν στυφόντων τινί.

[21] Ὁπότε δ᾿ ἐς τὴν σάρκα ὄπισθεν παρὰ τοὺς σπονδύλους ῥεῦσαν ὕδρωπα ποιήσῃ, ὧδε χρὴ ἰᾶσθαι· καίειν τὴν σάρκα τὴν ἐν τῷ τραχήλῳ μεταξὺ τῶν φλεβῶν ἐσχάρας τρεῖς, καὶ ἐπὴν καύσῃς, ξυνάγειν καὶ ποιέειν ὡς ἰσχνοτάτας οὐλάς· καὶ ἐπὴν ἀποφράξῃς, πρὸς τὰς ῥῖνας φάρμακον πρόσφερε, ὡς ἐκτρέπηται, καὶ ἀσθενὲς αὖθις καὶ αὖθις, ἕως ἂν ἀποτρεφθῇ· καὶ τὰ μὲν ἔμπροσθεν τῆς κεφαλῆς θέρμαινε, τὰ δ᾿ ὄπισθεν ψῦχε· καὶ ἐπήν σοι ἐκτεθερμασμένος ᾖ τὰ ἔμπροσθεν τῆς κεφαλῆς, σιτία ἐσθίειν τὰ φλεγματωδέστατα καὶ ἥκιστα διαχωρητικὰ, ὡς ὅτι μάλιστα διευρυνθῶσιν αἱ ῥοιαὶ αἱ ἔμπροσθεν τῆς κεφαλῆς· ἔπειτα δ᾿ ἐπὴν ἀποφράξῃς καὶ ἀποτρέψῃς τὴν ἐπίῤῥυσιν, ἤν τι πρὶν ἢ εὐτρεπίζειν τὸ ῥεῦμα ἐς τὸ σῶμα ἔλθῃ, ὧδε χρὴ ἰᾶσθαι· ἢν μὲν μᾶλλον πρὸς τὸ δέρμα ἐκκεχωρηκὸς ᾖ, τὰ ἔξωθεν πυριῶντα· ἢν δ᾿ ἔνδον πρὸς τὴν κοιλίην, ἔξωθεν δὲ μὴ δῆλον ᾖ, φάρμακον πιπίσκοντα· ἢν δ᾿ ἐπ᾿ ἀμφότερα, ἀμφοτέρων ἀφαιρέειν· ἐπιτηδεύειν δὲ χρὴ ἐγγυτάτην ἔξοδον ποιέειν, ἤν τε κάτω, ἤν τε ἄνω, ἤν τε ἄλλῃ ὅπη τοῦ σώματος ἔξοδοί εἰσιν.

[22] Ὁπόταν ἰσχιὰς ἀπὸ ῥόου γένηται, σικύην χρὴ προσβάλλειν, καὶ ἕλκειν ἔξω, καὶ μὴ κατακρούειν, καὶ ἔνδοθεν θερμαντήρια φάρμακα πιπίσκοντα διαθερμαίνειν, ὅπως ἔξοδος ᾖ καὶ ἔξω ἐς τὸ δέρμα ὑπὸ τῆς ἑλκύσιος τῆς σικύης, καὶ ἐντὸς πρὸς τὴν κοιλίην ὑπὸ τῆς θερμασίης· ὁπόταν γὰρ ἀποφραχθῇ καὶ μὴ ἔχῃ ὅπη ὁδοιπορέῃ, ὁδοιπορέουσα ἐς τὰ ἄρθρα ῥέει ἐς τὸ ὑπεῖκον, καὶ ἰσχίαδα ποιέει.

[23] Ἡ ὄπισθεν φθίσις· τούτῳ τὴν κεφαλὴν καθαρτέον ἀσθενεῖ φαρμάκῳ, ἕως ἂν ἀποτρεφθῇ ὁ ῥόος, καὶ τῇ διαίτῃ ὥσπερ ἔμπροσθεν χρῶ, φάρμακον δὲ πίσον ἐλατήριον, καὶ κάτω γάλακτι κλύσον, τὰ δ᾿ ἄλλα πυρίῃσιν ἰῶ.

[24] Ἐπὴν ὁ σπλὴν ὑπὸ πυρετοῦ μέγας γένηται, γίνεται δὲ ὅταν τὸ σῶμα λεπτυνθῇ, τοῖσι γὰρ αὐτοῖσιν ὅ τε σπλὴν θάλλει καὶ τὸ σῶμα φθίνει· ὅταν δὲ τὸ σῶμα λεπτὸν ᾖ καὶ ὁ σπλὴν θάλλῃ καὶ τὸ ἐπίπλοον ἅμα τῷ σώματι λεπτυνθῇ, ἡ πιμελὴ ἡ ἐν τῷ ἐπιπλόῳ ἐκτήκεται· ἐπὴν δὲ ταῦτά τε κενὰ πιμελῆς γένηται καὶ ἀπὸ τοῦ σπληνὸς θάλλοντος ἀποῤῥέῃ ἐς τὸ ἐπίπλοον, ὡς ἐγγύτατα ἐὸν τὸ ἐπίπλοον, ὥστε τεύχεα ἔχον καὶ ταῦτα κενεὰ, ἐσδέχεται· καὶ ἐπὴν τὸ νόσημα ἅπαξ ἐν τῷ σώματι γένηται, ἐς τὸ νοσέον τρέπεται, ἢν μή τις εὐτρεπίζῃ, ὡς καὶ τὸ εὐτρεπιζόμενον ἐπικίνδυνον. Τοῦτον ὧδε ἰᾶσθαι· φάρμακα πιπίσκειν ὑφ᾿ ὧν ὕδωρ καθαιρεῖται, καὶ σιτία τὰ φλεγματωδέστατα διδόναι· ἢν δὲ μηδ᾿ οὕτω ῥᾴων γένηται, καίειν ὡς λεπτότατα καὶ ὡς ἐπιπολαιότατα, ὅπως τὸ ὕδωρ ἴσχειν δύνῃ, πέριξ τοῦ ὀμφαλοῦ κύκλον, καὶ ἐς τὸν ὀμφαλὸν μὴ, καὶ ἀφιέναι ἑκάστης ἡμέρης. Τῶν νοσημάτων ὅ τι ἂν ἐπικινδυνότατόν ἐστιν, ἐν τούτοισι παρακινδυνεύειν χρή· ἐπιτυχὼν μὲν γὰρ ὑγιᾶ ποιήσεις, ἀτυχήσας δ᾿ ὅπερ καὶ ὡς ἔμελλε γίνεσθαι, τοῦτ᾿ ἔπαθεν.

[25] Παιδίῳ δὲ χρὴ ὕδρωπα ὧδε ἰᾶσθαι· τὰ οἰδέοντα καὶ ὕδατος ἔμπλεα ἐξοίγειν μαχαιρίῳ πυκνὰ καὶ σμικρὰ ἐξοίγοντα, ἐξοίγειν δ᾿ ἐν μέρει ἑκάστῳ τοῦ σώματος, καὶ πυρίῃσι χρήσασθαι, καὶ αἰεὶ τὸ ἐξοιγόμενον χρίειν θερμαντηρίῳ φαρμάκῳ.

[26] Πλευρῖτις ξηρὴ ἄνευ ῥόου γίνεται ὅταν ὁ πλεύμων λίην ξηρανθῇ ὑπὸ δίψης ἀναγκαίης· ὁ γὰρ πλεύμων, ἅτε ξηρὸς ἐὼν, ἐπήν τι μᾶλλον ξηρανθῇ τῆς φύσιος, ἰσχνὸς γίνεται, καὶ ἀκρατὴς γενόμενος, κλιθεὶς ἐς τὸ πλευρὸν ὑπ᾿ ἀκρασίης, ψαύει τοῦ πλευροῦ· καὶ ἐπὴν θίγῃ ὑγροῦ ἐόντος, ἅπτεται, καὶ πλευρῖτιν ποιέει· τότε δὲ καὶ ὀδύνη γίνεται ἐς τὸ πλευρὸν καὶ ἐς τὴν κληῗδα, καὶ πυρετὸς, καὶ ἐπαναχρέμπτεται λευκόν. Τοῦτον χρὴ πολλοῖσι πότοισιν ἰᾶσθαι, καὶ λούειν, καὶ τῆς ὀδύνης φάρμακον διδόναι καὶ τἄλλα τὰ ἀνάχρεμψιν ποιεῦντα· οὗτος ἐν ἡμέρῃσιν ἑπτὰ ὑγιὴς γίνεται, καὶ τὸ νόσημα ἀκίνδυνόν ἐστι, καὶ σιτία οὐ χρὴ διδόναι.

[27] Πυρετοὶ διὰ τόδε γίνονται, ὅταν τοῦ σώματος ὑπερφλεγμήναντος αἱ σάρκες ἀνοιδήσωσιν, καὶ τὸ φλέγμα καὶ ἡ χολὴ κατακλεισθέντα ἀτρεμίζωσι, καὶ μὴ ἀναψύχηται μηδὲν μήτ᾿ ἐξιὸν μήτε κινεύμενον, μήτ᾿ ἄλλου ὑπιόντος. Ὁπόταν κόπος ἔχῃ καὶ πυρετὸς καὶ πλησμονὴ, λούειν χρὴ πολλῷ, καὶ χρίειν ὑγρῷ, καὶ θερμαίνειν ὡς μάλιστα, ὡς ἡ θερμωλὴ, ἀνοιχθέντος τοῦ σώματος, ὑπὸ τοῦ ἱδρῶτος ἐξέλθῃ· ἑξῆς δὲ ταῦτα ποιέειν καὶ τρεῖς καὶ τέσσαρας ἡμέρας· καὶ ἢν μὴ παύηται, φάρμακον πίσαι χοληγαγικὸν, καὶ [μὴ] ψύχειν τὸν πυρετὸν, πρὶν ἢ τεταρταῖος ᾖ, μηδ᾿ ὡς ἂν τὸ σῶμα θάλλῃ, πιπίσκειν φάρμακον· οὐ γὰρ ἰνῶνται εἰ μὴ σμικρὸν, ὥστε συνοιδέοντος τοῦ σώματος· ἐπὴν δὲ ἰσχνὸς ᾖ, πιπίσκειν, καὶ ἰνήσεται. Πυρετῷ σιτίον μὴ προσφέρειν, μηδὲ ῥοφήμασιν ὑπεξάγειν, καὶ ποτὸν ὕδωρ θερμὸν καὶ μελίκρητον καὶ ὄξος σὺν ὕδατι, ταῦτα δὲ πιπίσκειν ὡς πλεῖστα· ἢν γὰρ μὴ ψυχρὸν ἐσίῃ, τὸ ποτὸν θερμὸν ἐὸν καὶ μένον ἐκ τοῦ σώματος τοῦ νοσέοντος ἀφαιρέει, ἤν τε διουρήσῃ, ἤν τε διιδρώσῃ· πάντη δὲ ἀνοιγόμενόν τε καὶ ἀναπνέον καὶ κινεύμενον τὸ σῶμα συμφέρον ποιήσει. Ἐπὴν δὲ ἰσχνὸν ἐόντα καίῃ, δῆλον ὅτι οὐ διὰ τὸ φλεγμαίνειν ὁ πυρετὸς ἔχει· καὶ ἢν μὴ παύηται, τρέφειν, καὶ φλεγμαίνειν ποιέειν· καὶ ἢν μηδ᾿ οὕτω ξυμφέρῃ, δῆλον ὅτι οὐκ ἐχρῆν τὸν πυρετὸν παρέχειν· τοῦτον χρὴ φάρμακον πίσαι, ὡς ὑπεξάγῃ, ὅπη ἂν μᾶλλον ὁ πυρετὸς ἔχῃ, ἤν τε κάτω, ἤν τε ἄνω, ἢν μὲν ἄνω, ἄνω, ἢν δὲ κάτω, κάτω. Οὐδὲν δ᾿ ἧσσον δεῖ τοὺς ἀσθενέας τῶν ἰσχυρῶν φάρμακον πιπίσκειν, ἀλλ᾿ ὁμοίως ἢ μοῦνον οὕτω, τοῖσι μὲν ἰσχυροῖς ἰσχυρὸν, τοῖσι δ᾿ ἀσθενέσιν ἀσθενές. Τὰς δὲ πυρώσιας ποτοῖσι καὶ ῥοφήμασιν, ὥστε τὸν πυρετὸν ψυκτηρίῳ φαρμάκῳ ἐκλύειν, καμμάρῳ ἢ ἄλλῳ τινὶ τοιούτῳ· καὶ ἐπὴν μὴ λύσῃς τῷ ψυκτηρίῳ, θερμαντηρίοισι χρῶ ἑξῆς· ἐπὴν δὲ μὴ παύηται, ψυκτηρίοισι πάλιν χρῆσθαι.

[28] Ἴκτερον ὧδε χρὴ ἰῆσθαι· ἐπὴν παραλάβῃς, τρέφε, καὶ λουτροῖσι καὶ πιαντηρίοισι καὶ ποτοῖσι καὶ σιτίοισι καθυγραίνειν τρεῖς ἢ τέσσαρας ἡμέρας· ἐπὴν δ᾿ ὑγρανθῇ τὸ σῶμα, καθαίρειν καὶ ξηραίνειν τὸ σῶμα, λιπαρά τε ἐξαίφνης ἐξαρύσαι, πάντη προσφέρων φάρμακον ᾗ δυνατὸν ὑγρότητα ἐξάγειν· πρὸς δὲ τὴν κεφαλὴν καθαρτηρίῳ ἀσθενεῖ· καὶ οὐρητικὰ πιπίσκειν· καὶ πρὸ τῶν σιτίων τοῦτον τὸν χρόνον, ὃν καθαίρεις τὴν τεταραγμένην ὑγρότητα, κατάποτον δίδου, ὡς μὴ τρέφηται ἀπὸ τούτου τοῦ χρόνου τὸ σῶμα· ὅταν δὲ ἰσχναίνηται, καὶ λουτροῖσι κάθαιρε· τοῦ δὲ σικύου τοῦ ἀγρίου τὴν ῥίζαν κόψας, ἐς ὕδωρ ἐμβαλὼν, ἀπὸ τούτου λοῦε· χοληγαγὰ δὲ φάρμακα μὴ πίπισκε, ὡς μὴ ταράσσῃ μᾶλλον τὸ σῶμα τοῦτον· ἐπὴν δὲ ξηρὸν ᾖ τὸ τεταραγμένον, τρέφε, μηδενὶ ὑποχωρητικῷ φαρμάκῳ, μηδὲ διουρητικῷ, ἄλλ᾿ οἴνῳ οἰνώδει καὶ ἅσσα ἐρυθρότερον ποιέει τὸν ἄνθρωπον, τούτοισιν· ἢν δὲ χλωρὸς ᾖ, πάλιν ἐξαρύσαι, ξηραίνειν δὲ μηδαμᾶ, ὡς μὴ παγῇ χλωρὸς ἐών.

[29] Θηρίον ἐπέρχεται ἐπὶ τὸ σῶμα διὰ τόδε· ἐπὴν φλεγμαίνῃ ἡ σὰρξ ἡ πέριξ, καὶ οἱ κρημνοὶ μεγάλοι ἔωσι τοῦ ἕλκεος, καὶ τὸ ἕλκος ὑγρὸν, καὶ ἐπὶ τοῦ ἕλκεος ἐξηρασμένος ἐπῇ ἰχὼρ, ἢ τὸ ἕλκος συμπεπηγὸς ᾖ ἢ ξυνσεσηπὸς, ὁ ἰχὼρ ὁ ἀπὸ τοῦ ἕλκεος ἀποῤῥέων κωλύεται ἔξω χωρέειν ὑπὸ τοῦ ἐπιπεπηγότος ἐπὶ τοῦ ἕλκεος πρὸς τὴν σάρκα· ἡ δὲ σὰρξ ὑποδέχεται, ὥστε μετέωρός γ᾿ ἐοῦσα αὐτὴ ὑπὸ φλεγμασίης, καὶ ὅταν ἀφίκηται ὁ ἰχὼρ ὑποῤῥέων, σήπει καὶ μετεωρίζει. Τοῦτον φαρμάκοισιν ὑγραίνοντας αὐτὸ τὸ ἕλκος χρίειν, ὡς ὑγραινομένου ἔξω τὸ ῥεῦμα ῥέῃ ἐκ τοῦ ἕλκεος, καὶ μὴ ὑπὸ τὴν σάρκα, καὶ τὰ κατάῤῥοα τὸν ἕλκεος ψύχουσι φαρμάκοισιν, ὡς χειμιοῦσα συμπιλῆται ἡ σὰρξ καὶ μὴ διαῤῥαγεῖσα ἀντεπιῤῥέῃ· καὶ τἄλλα δὲ ἕλκεα ψύχουσι περιχρίειν, καὶ ἐπ᾿ αὐτὰ τὰ ὑγραίνοντα ἐπιτιθέναι.

[30] Κύναγχος ἀπὸ αἵματος γίνεται, ὅταν τὸ αἷμα παγῇ τὸ ἐν τῇσι φλεψὶ τῇσιν ἐν τῷ τραχήλῳ· τούτων ἀπὸ τῶν ἐν τοῖσι γυίοισι φλεβῶν αἷμα ἀφαιρέειν, καὶ ἅμα κάτω ὑπεξάγειν, ὡς τὸ τὴν νοῦσον παρέχον τοῦτο κατασπασθῇ· καὶ γλῶσσαν, ὁπόταν ἕλκεα μεγάλα σχῇ, ὡσαύτως εὐτρεπιστέον.

[31] Τὰ νοσήματα χρὴ ἀπ᾿ ἀρχῆς ἰᾶσθαι· ὅσα μὲν ἀπὸ τῶν ῥόων γίνεται, τοὺς ῥόους παύειν πρῶτον· ὅσα δ᾿ ἀπ᾿ ἄλλου, παύειν τὴν ἀρχὴν τοῦ νοσήματος, καὶ εὐτρεπίζειν· ἔπειτα τὸ συνεῤῥυηκὸς, ἢν μὲν πολὺ ᾖ, ἐξάγειν· ἢν δὲ ὀλίγον, διαιτῶν καθιστάναι.

[32] Κεφαλῆς κατάγματα· ἢν μὲν τὸ ὀστέον καταγῇ καὶ ξυντριβῇ, ἀκίνδυνον· καὶ ἰᾶσθαι χρὴ τοῦτον ὑγραίνουσι φαρμάκοισιν· ἢν δὲ ῥαγῇ καὶ ῥωγμὴ ἐγγένηται, ἐπικίνδυνον· τοῦτον πρίειν, ὡς μὴ κατὰ τὴν ῥωγμὴν τοῦ ὀστέου ἰχὼρ ῥέων τὴν μήνιγγα σήπῃ· ὥστε γὰρ κατὰ στενὸν ἐσιὼν μὲν, ἐξιὼν δὲ οὒ, λυπέει καὶ μαίνεσθαι ποιέει τὸν ἄνθρωπον· τοῦτον χρὴ πρίειν, ὡς ἔξοδος ᾖ τῷ ἰχῶρι, μὴ μοῦνον ἔσοδος, εὐρέως διαπρισθέντος, καὶ φαρμάκοισι χρῆσθαι, ἅσσα ἐφ᾿ ἑωυτὰ τὸ ὑγρὸν ἕλκουσι, καὶ λούειν.

[33] Πυρεταίνοντι κεφαλὴν μὴ κάθαιρε, ὡς μὴ μαίνηται· θερμαίνουσι γὰρ τὰ τὴν κεφαλὴν καθαίροντα φάρμακα· πρὸς δὴ τὸ ἀπὸ τοῦ πυρετοῦ θερμὸν τὸ ἀπὸ τοῦ φαρμάκου προσελθὸν μανίην ποιέει. Θανάσιμα τρώματα· ἐφ᾿ ᾧ ἄν τινι κακῶς ἔχοντι χολὴν μέλαιναν ἀπεμέσῃ, ἀποθνήσκει ὁ τὸ τρῶμα ἔχων. Καὶ ὑπὸ ἰνηθμοῦ ὃς ἂν ἐχόμενος καὶ ἔχων ἀσθενέως καὶ λεπτὸς ἐὼν ἐξαπίνης [ἐς] ξηρὸν καθίζῃ, ἀποθνήσκει. Ἐπὴν ὑπὸ θερμωλῆς ἐχομένῳ ἑλκύδρια ἐκθύωσιν ἀσθενεῖ ἐόντι πέριξ πελιδνὰ, ἀποθνήσκει. Ἐπὴν ὑπό τινος νοσήματος ἐχομένῳ ἀσθενεῖ ἤδη ἐόντι πελιδνὰ ἐκθύῃ, θανάσιμον. Ἐπὴν φάρμακόν τις πιὼν ὑπέρινος ᾖ καὶ κάτω καὶ ἄνω ὑπεκχωρέῃ, οἶνον καταῤῥοφεῖν τὸ μὲν πρῶτον κεκρημένον, ἔπειτα ἄκρητον θαμινὰ διδόναι, καὶ παύεται. Φάρμακον δὲ μήτ᾿ ἰνηθμῷ μήτ᾿ ἐμετήριον, χολὴ δ᾿, ἐπὴν αὐτομάτη ῥαγῇ ἢ κάτω ἢ ἄνω, χαλεπωτέρα παύειν· ἡ γὰρ αὐτομάτη ὑπὸ βίης γινομένης τῷ σώματι βιᾶται· ἢν δ᾿ ὑπὸ φαρμάκου ῥέῃ, οὐχ ὑπὸ συγγενέος βιᾶται· ἐπὴν παραλάβῃς ἰνώμενόν τε καὶ ἐμεῦντα, μὴ παύειν τὸν ἔμετον· ὁ γὰρ ἔμετος τὸν ἰνηθμὸν παύει· ῥᾴων δὲ ὁ ἔμετος ὕστερον παύσαιτο ἄν· ἢν δ᾿ ἀσθενὴς ᾖ ὁ ταῦτα πάσχων, ὕπνου φάρμακον ἐμετηρίσας διδόναι. Τὸ μὲν αἷμα ὑπόταν νοῦσον ποιέῃ, ὀδύνην παρέχει, τὸ δὲ φλέγμα βάρος, ὡς τὰ πολλά.

[34] Τῶν νοσημάτων ὧν μὴ ἐπίστηταί τις, φάρμακον πίσαι μὴ ἰσχυρόν· ἢν δὲ ῥᾴων γένηται, δέδεικται ὁδὸς, εὐτρεπιστέον ἐστὶν ἰσχνήναντα· ἢν δὲ μὴ ῥᾴων ᾖ, ἀλλὰ χαλεπώτερον ἔχῃ, τἀναντία. Ἢν μὴ ἰσχναίνειν ξυμφέρῃ, φλεγμαίνειν συνοίσει καὶ θαμινὰ μεταλλάσσειν, ταύτῃ τῇ γνώμῃ χρώμενος. Τῶν δὲ νοσημάτων ἤν τις, ἰσχύοντος μὲν τοῦ ἀλγέοντος, παραλήψηται, τοῦ δὲ νοσήματος ἀσθενέος, ἐνταῦθα μὲν ἰσχυροτέρῳ θαρσεῦντα τῷ φαρμάκῳ τοῦ νοσήματος χρῆσθαι, ὥστε καὶ ἤν τι τοῦ ὑγιαίνοντος ᾖ ἀπάγειν σὺν τῷ ἀσθενέοντι, οὐδεμία βλάβη ἐστίν· ἐπὴν δὲ τὸ μὲν νόσημα ἰσχυρότερον, τὸν δὲ νοσέοντα ἀσθενέα λάβῃς, ἀσθενέσι τοῖσι φαρμάκοισιν εὐτρεπίζειν, ἅσσα αὐτοῦ τοῦ νοσήματος περιέσονται καὶ ἀπάξουσιν, ἀσθενέστερον δὲ μηδὲν ποιήσουσι τὸν ἀλγέοντα.

[35] Γυμναστικὴ δὲ καὶ ἰητρικὴ ὑπεναντία πέφυκεν, ἡ μὲν γὰρ γυμναστικὴ οὐ δεῖται μεταλλαγὰς ποιέειν, ἀλλ᾿ ἡ ἰητρική· τῷ μὲν γὰρ ὑγιαίνοντι οὐκ ἀρήγει ἐκ τοῦ παρεόντος μεταλλάσσειν, τῷ δὲ ἀλγέοντι.

[36] Τῶν δὲ νοσημάτων ἅσσα μὲν ἕλκεα ἐόντα ὑπερέχοντα τοῦ ἄλλου σώματός εἰσιν, ἅμα τοῖσι φαρμάκοισι καὶ λιμῷ χρὴ ἰῆσθαι.

[37] Ῥόου ξυμφέρον ἐκ κεφαλῆς ῥέοντος, ἔμετος.

[38] Τὰ παλαιὰ νοσήματα χαλεπώτερον ἰᾶσθαι τῶν νέων· ἀλλὰ νοσήματα τὰ παλαιὰ νέα πρῶτον ποιέειν· ἕλκος πεπωρωμένον, ἐκβάλλοντα τὸ σκληρὸν σηπτηρίῳ φαρμάκῳ, ἔπειτα συνάγειν. Τῶν φαρμάκων ὅσα φλεγμαίνειν ποιέει μάλιστα, ταῦτα συνάγουσι τὰ καθαρά· τὰ δ᾿ ἰσχναίνοντα, ταῦτα δὲ καθαίρουσιν. Ἢν δέ τις συνάγῃ τὰ μήπω ὡραῖα ἐόντα, τὸ νοσέον τρέφει σῶμα ὃ ἂν ἕλκος ἔχῃ· καὶ ἢν μὲν συνάγειν δέῃ τὸ ἕλκος καὶ ἐμπλῆσαι, φλεγμαίνειν ἀρήγει, καὶ ἢν ἐν κεφαλῇ σάρκα βούλῃ· ἐπαναφερομένη γὰρ ἡ σὰρξ ὑπὸ τῶν σιτίων ὠθέει τὴν ὑπὸ τοῦ φαρμάκου σηπομένην καὶ ξυμμαχεῖ· ἢν δὲ μετέωρον ᾖ λίην, ἰσχναίνειν τοῖσι σιτίοισι.

[39] Τοὺς ἀνιωμένους καὶ νοσέοντας καὶ ἀπάγχεσθαι βουλομένους, μανδραγόρου ῥίζαν πρωῒ πιπίσκειν ἔλασσον ἢ ὡς μαίνεσθαι. Σπασμὸν ὧδε χρὴ ἰᾶσθαι· πῦρ παρακαίειν ἑκατέρωθεν τῆς κλίνης, καὶ μανδραγόρου ῥίζαν πιπίσκειν ἔλασσον ἢ ὡς μαίνεσθαι, καὶ πρὸς τοὺς τένοντας τοὺς ὀπισθίους σακκία προστιθέναι θερμά. Ἀπὸ σπασμοῦ πυρετὸς ἢν ἐπιλάβῃ, παύεται αὐθημερὸν ἢ τῇ ὑστεραίῃ ἢ τῇ τρίτῃ ἡμέρῃ. Ἀπὸ ῥήγματος πυρετὸς οὐ λάζεται πλεῖον ἢ τρεῖς ἢ τέσσαρας ἡμέρας· ἢν δὲ λάζηται, οἰόμενος ἀπὸ ῥήγματος ἔχειν, ἀπ᾿ ἄλλου τινὸς λάζοιτο ἂν, καὶ οὐ χρὴ ὡς ἂν ἀπὸ ῥήγματος εὐτρεπίζειν. Ὁπόταν ἄνθρωπος συντεταμένος ᾖ τοὺς πόδας καὶ τὰς χεῖρας, μανίην ἑωυτῷ ποιέει.

[40] Φλέβα δὲ ὧδε χρὴ καίειν ἐπιτήδειον, ὥστε τὸ νόσημα ὃ ἂν καὶ ᾖ νοσέων· ἢν κεκαυμένος ᾖ ὥνθρωπος, ῥέῃ δέ τι τοῦ αἵματος, ὡς μὴ ἐπικίνδυνον ᾖ τοῦτο αὐτῷ, ἀμφότερα ταῦτ᾿ ἐστὶ ποιέειν· ἢν [μὴ] διακαύσῃς, ταύτῃ ἐν τῷ πόνῳ, οὗ εἵνεκα ἐκαίετο, οὐ ξυμφύεται, ὠφέλησε δὲ τῷ ῥόῳ· ἢν γὰρ διακαῇ, οὐ ῥέει· ἐπὴν γὰρ διακαῇ, τὸ ἄκρον ἑκάτερον ἀνατρέχει τῆς φλεβὸς, ἣ διεκάη, καὶ συναυαίνεται· ἢν δὲ καταλελειμμένον ᾖ, ὑπὸ τοῦ καταλελειμμένου, διαῤῥέοντος τοῦ αἵματος, ὑγραίνεται· ἢν δὲ αἷμα ῥέῃ ἐκ φλεβὸς, διακαίειν ἐπικαρσίην· ἢν δὲ μὴ παύηται πρὸς ταῦτα, ἄνω καὶ κάτω ἑκατέρωθεν διατάμνειν, ὡς ἀποτρεφθῇ τὸ αἷμα ῥέον· διαλελαμμένον γὰρ φαρμάκῳ ῥᾷον παύειν ἢ τὸ ἀθρόον. Ὀδύνης ἐν κεφαλῇ τοῦ αἵματος ἀφαιρέειν ἀπὸ τῶν φλεβῶν· ἢν δὲ μὴ παύηται, ἀλλὰ πολυχρόνιον ᾖ, διάκαιε τὰς φλέβας, καὶ ὑγιὴς γίνεται· ἢν δὲ κεφαλὴν καθήρῃς, μᾶλλον πονέεις.

[41] Ἰητρικὴν οὐ δυνατόν ἐστι ταχὺ μαθεῖν διὰ τόδε, ὅτι ἀδύνατόν ἐστι καθεστηκός τι ἐν αὐτῇ σόφισμα γενέσθαι, οἷον ὁ τὸ γράφειν ἕνα τρόπον μαθὼν ὃν διδάσκουσι, πάντα ἐπίσταται· καὶ οἱ ἐπιστάμενοι πάντες ὁμοίως διὰ τόδε, ὅτι τὸ αὐτὸ καὶ ὁμοίως ποιεύμενον νῦν τε καὶ οὐ νῦν οὐκ ἂν τὸ ὑπεναντίον γένοιτο, ἀλλ᾿ αἰεὶ ἐνδυκέως ὅμοιόν ἐστι, καὶ οὐ δεῖ καιροῦ. Ἡ δὲ ἰητρικὴ νῦν τε καὶ αὐτίκα οὐ τὸ αὐτὸ ποιέει, καὶ πρὸς τὸν αὐτὸν ὑπεναντία ποιέει, καὶ ταῦτα ὑπεναντία σφίσιν ἑωυτοῖσιν· πρῶτον ὑπεκχώρησιν κοιλίης τὰ ὑπεκχωρητικὰ οὐκ αἰεὶ ποιέουσι, καὶ τὰ ὑπεκχωρητικὰ ἀμφότερα ποιέουσι, τάχα δὲ οὐδ᾿ οὕτως ἔχουσι τὰ ὑπεκχωρητικὰ τοῖσι στασίμοις ὡς ὑπεναντία. Ἐπιστάσης τῆς κοιλίης, διὰ τὴν λίην στάσιν φλεγμῆναν τὸ σῶμα, ἐς τὴν κοιλίην φλέγματος ἀφικομένου, οὕτως ἡ στάσις ὑπεκχώρησιν ἐποίησεν· ἐπὴν γὰρ τὸ φλέγμα ἐς τὴν κοιλίην ἐσέλθῃ, ἰνηθμὸς γίνεται· ἐν τουτέῳ δὲ τὰ ὑπεκχωρητικὰ φύσει στάσιν ποιέουσιν ἐν τῇ κοιλίῃ· ἢν μὲν [μὴ] ὑπεκχωρητικὰ προσφέρῃς, ἐκλύηται δὲ τὸ νοσεῖν ποιέον καὶ ὑγραίνηται, ἐπὴν ἐκκλυσθῇ, γίνεται ὑγιής· καὶ οὕτω τά τε στάσιμα τοῖσιν ὑπεκχωρητικοῖσι ταὐτὸ ποιέουσι τῆς κοιλίης, καὶ τοῖσι στασίμοισι τὰ ὑπεκχωρητικά. Τὸν αὐτὸν δὲ τρόπον καὶ τοὺς ἐρυθροὺς καὶ τοὺς χλωρούς· καὶ τὰ φλεγματώδεα χλωροὺς ποιέει καὶ ἀχρόους, καὶ τὰ ἰσχναίνοντα εὐχρόους· ἑκατέρου δ᾿ ἐστὶ φάρμακον τὰ ὑπεναντία τῷ ὑπεναντίῳ· αὐτίκα ὅταν φλεγμαίνῃ χλωρὸς ἐὼν, ἐκλύεται, ἤν τι ἰσχναίνῃ φάρμακον προσενεχθέν· ἐνθάδε τῷ φλεγμαίνοντι τὸ ἰσχναῖνον ὠφέλησεν· τούτων δὲ τό ποτε ὠφελεύμενον τῷ ὠφελεῦντι νῦν ὠφελεῖ ἐνταῦθα, ὁπόταν ὑπὸ ἰσχνότητος ἄχροος καὶ χλωρὸς ᾖ· ἢν γάρ τις φλεγματῶδες προσφέρῃ, παύεται τὸ χλωρόν.

[42] Ὀδύνη τε γίνεται καὶ διὰ τὸ ψυχρὸν καὶ διὰ τὸ θερμὸν, καὶ διὰ τὸ πλέον λίην καὶ διὰ τὸ ἔλασσον· καὶ ἐν μὲν τοῖσιν ἐψυγμένοισι τοῦ σώματος διὰ τὸ θερμαῖνον, ἐν δὲ τοῖσι τεθερμασμένοισι διὰ τὸ ψυχραῖνον ὀδύνη γίνεται· καὶ ἐν μὲν τοῖσι ψυχροῖσι φύσει διὰ τὸ θερμὸν, ἐν δὲ τοῖσι θερμοῖσι φύσει διὰ τὸ ψυχρόν· καὶ ἐν μὲν τοῖσι ξηροῖσι φύσει ὑγραινομένοισιν, ἐν δὲ τοῖσιν ὑγροῖσι φύσει ξηραινομένοισι· τὴν γὰρ φύσιν διαλλασσομένοις ἑκάστοισι καὶ διαφθειρομένοις αἱ ὀδύναι γίνονται· ὑγιαίνονταί τε αἱ ὀδύναι τοῖσιν ὑπεναντίοισιν· ἴδιον ἑκάστῳ νοσήματί ἐστι· τοῖσι θερμοῖσι φύσει, διὰ δὲ τὸ ψυχρὸν νοσέουσι, θερμαῖνόν τε καὶ τἄλλα τούτων κατὰ λόγον. Ἄλλος ὅδε τρόπος· διὰ τὰ ὅμοια νοῦσος γίνεται, καὶ διὰ τὰ ὅμοια προσφερόμενα ἐκ νοσεύντων ὑγιαίνονται· οἷον στραγγουρίην τὸ αὐτὸ ποιέει οὐκ ἐοῦσαν, καὶ ἐοῦσαν τὸ αὐτὸ παύει· καὶ βὴξ κατὰ τὸ αὐτὸ, ὥσπερ καὶ στραγγουρίη, ὑπὸ τῶν αὐτῶν γίνεται καὶ παύεται. Ἄλλος ὅδε τρόπος· πυρετὸς ὁ διὰ φλεγμασίην γινόμενος, τοτὲ μὲν ὑπὸ τῶν αὐτῶν γίνεται καὶ παύεται, τοτὲ δὲ τοῖσιν ὑπεναντίοισιν ἢ ἐγένετο· τοῦτο μὲν γὰρ εἴ τις βούλεται λούειν ὕδατι θερμῷ καὶ ποτὰ πολλὰ διδόναι, ὑγιὴς γίνεται διὰ τὸ φλεγμαῖνον, τοῖσι φλεγμαίνειν ποιέουσι προσφερομένοισιν ὁ ὢν πυρετὸς γίνεται ὑγιής· καὶ εἴ τις βούλεται φάρμακον πίσαι ὑποχωρητικὸν καὶ ἐμετικὸν, τὸν αὐτὸν τρόπον τοῖσί τε ποιέουσι παύεται, καὶ τοῖσι παύουσι γίνεται. Τοῦτο μὲν γὰρ εἴ τις ἐμέοντι ἀνθρώπῳ βούλεται ὕδωρ δοῦναι πιεῖν πολὺ, ἐκκλυσθήσεται δι᾿ ἃ ἐμέει σὺν τῷ ἐμέτῳ· οὕτω μὲν διὰ τὸ ἐμέειν ὁ ἔμετος παύεται· ᾧ δὲ διὰ τὸ παύειν, ὅτι κάτω ποιήσει αὐτῷ ἐλθεῖν ἐξ ἐκείνου, ὃ ἐνεὸν ἔμετον ποιέει· ἀμφοτέροισι τοῖσιν ὑπεναντίοισι τρόποις ὑγιὴς γίνεται. Καὶ εἰ μὲν οὕτως εἶχε πᾶσι, καθεστήκει ἂν, οὕτω τὰ μὲν τοῖς ὑπεναντίοισιν εὐτρεπίζεσθαι οἷά τέ ἐστι καὶ ἀφ᾿ ὅτου ἐγένετο, τὰ δὲ τοῖσιν ὁμοίοισιν οἷά τέ ἐστι καὶ ἀφ᾿ ὅτου ἐγένετο.

[43] Τούτου δ᾿ αἴτιόν ἐστιν ἡ τοῦ σώματος ἀσθενείη· τὸ γὰρ σῶμα ὑπὸ μὲν τῶν σιτίων ἴσων ἴσως τρέφεται, ὑπὸ δὲ τοῦ σώματος τὰ σιτία κρατέεται· ἐπὴν δὲ πλέον ἢ ἔλασσον προσενέγκηται, ἢ ἀλλοίως μεταλλάξας κρατέηται, κρατέει τόδε καὶ τὰ σιτία· καὶ ὁπόταν κρατέηται τὸ σῶμα ὑπὸ τῶν προσοισμάτων, [ἃ] θάλλειν ποιέει ταὐτὰ καὶ κρατέει ἅμα τοῦ σώματος τά τε ὑπεναντία ποιέουσιν. Αὐτίκα τὸ λοῦσθαι θερμῷ, ἕως μὲν ἂν τὸ σῶμα κρατέῃ τοῦ προσοίσματος, θάλλει· ἐπὴν δὲ κρατηθῇ, ἰσχνὸν ποιέει τὸ σῶμα· καὶ τὸ εὐωχέεσθαι ὁμοίως τοῦ λοῦσθαι ποιέει· ταῦτα μὲν γὰρ ἕως μὲν ἂν κρατέωνται, θάλλειν ποιέουσιν· ἐπὴν δὲ κρατέωσιν, ὑπεκχωρήσεις τε ποιέουσιν καὶ ἀλλοίας κακίας· ὁπότε δὲ τὸ προσφερόμενον μεταλλάσσεται, ἀνάγκη καὶ ᾧ προσφέρεται τοῦτο μετατρέπεσθαι· τὸ γὰρ σῶμα μετατρεπόμενον καὶ ὀλιγοεργὲς ὂν καὶ ὑπὸ παντὸς νικώμενον τὰς παλιγκοτίας παρέχει. Τοῦτο δὲ ποιέει καὶ τὰ ὑποχωρητικὰ, καὶ τὰ θάλλειν ποιέοντα, ἰσχναίνοντά τε, ταῦτα τὸ σῶμα ποιέουσι, καὶ τἄλλα πάντα τὰ ὑπεναντία τούτοισι πάσχοντα.

[44] Ἡ δὲ ἰητρικὴ ὀλιγόκαιρος ἐστιν· καὶ ὃς τοῦτο ἐπίσταται, ἐκείνῳ καθέστηκε, καὶ ἐπίσταται τὰ εἴδεα καὶ τὰ μὴ εἴδεα, ἅ ἐστιν ἐν ἰητρικῇ ὁ καιρὸς γνῶναι· ὅτι τὰ ὑποχωρητικὰ οὐχ ὑποχωρητικὰ γίνεται, καὶ τἄλλα ὅτι ὑπεναντία ἐστὶ, καὶ τὰ ὑπεναντιώτατα οὐχ ὑπεναντιώτατα. Ὁ δὲ καιρὸς ὅδ᾿ ἐστί· τὰ σιτία προσφέρειν, ὅσων μέλλει τὸ σῶμα προσφερόμενον τὸ πλῆθος κρατέειν, ὥστ᾿ ἢν μὲν οὕτω ποιέῃ, πᾶσα ἀνάγκη τὸ ὑποχωρητικὸν σιτίον προσφερόμενον ὑποχωρητικὸν εἶναι, καὶ τὸ φλεγματῶδες φλεγματῶδες. Ἢν κρατέῃ οὖν τὸ σῶμα τῶν σιτίων, οὔτε νοῦσος οὔτε ὑπεναντίωσις γίνεται προσφερομένων, καὶ οὗτος ὁ καιρός ἐστιν ὃν δεῖ τὸν ἰητρὸν εἰδέναι· ἐπὴν δὲ τὸν καιρὸν ὑπερβάλλῃ, τὸ ὑπεναντίον γίνεται, καὶ οἳ πρὶν ὑπερπέσσειν οἴονται ἔχειν, καὶ τὸ θερμαίνεσθαι· ἕως μὲν γὰρ ἂν τὸ σῶμα τοῦ προσοίσματος κρατέῃ, τρέφεται τὸ σῶμα· ἐπὴν δὲ τοῦτον τὸν καιρὸν ὑπερβάλλῃ, τὸ ὑπεναντίον γίνεται, ἰσχναίνεται γάρ· καὶ τἄλλα πάντα δὲ τὰ φλεγμαίνειν ποιεῦντα, ἕως μὲν ἂν κρατέῃ τὸ σῶμα, ἔτι τὰ πρὸς τὸν καιρὸν καὶ τὰ κατὰ φύσιν ποιέουσιν ἕκαστον, τὰ φλεγματώδεα φλεγμαίνειν· ἐπὴν δὲ ὑπερβάλλῃ τὸν καιρὸν, τὰ ὑπεναντία γίνεται.

[45] Πάντα φάρμακά εἰσι τὰ μετακινέοντα τὸ παρεόν· πάντα δὲ τὰ ἰσχυρότερα μετακινέουσιν· ἔξεστι δὲ, ἢν μὲν βούλῃ, φαρμάκῳ μετακινέειν· ἢν δὲ μὴ βούλῃ, σιτίῳ· ἅπαντα δὲ νοσέοντι μετακινέειν ἐκ τοῦ παρεόντος ἀρήγει· ἢν γὰρ μὴ μετακινήσῃς τὸ νοσέον, αὔξεται. Φάρμακα οὐ χρὴ τὰ ἰσχυρὰ φύσει ἐπὶ τῶν ἀσθενέων νοσημάτων διδόναι, ὀλιγότητι τοῦ φαρμάκου ἀσθενὲς ποιεῦντα· ἀλλὰ τοῖσι μὲν ἰσχυροῖσι φύσει φαρμάκοις ἰσχυροῖσι χρῆσθαι, τοῖς δ᾿ ἀσθενέσι φαρμάκοις μὴ ἰσχυροῖσι, μηδὲ μεταποιεῦντα τὸ φάρμακον, ἀλλὰ κατὰ φύσιν ἑκάστοισιν· τοῖσι μὲν ἀσθενέσι ἀσθενῆ φάρμακα φύσει, τοῖσι δὲ ἰσχυροῖσι νοσήμασιν ἰσχυρὰ φύσει τὰ φάρμακα. Τὰ δὲ νοσήματα ᾗ πελαστάτω πέφυκεν, ἐξάγειν, ταύτῃ δ᾿ ἐξάγειν ᾗ ἑκάστῳ ἔξοδος ἐγγυτάτω. Τὰ ὑποχωρητικὰ τοιάδε ἐστὶν, ὅσα ὀλισθηρὰ καὶ τμηματώδεα, καὶ ὅσα ἐν τοῖσι θερμοῖσι λεπτύνονται· ἡ γὰρ κοιλίη θερμή ἐστι· καὶ τἄλλα τὰ ἁλμυρὰ, καὶ ὅσα τῶν τοιούτων πλεῖστον ἔχουσιν. Τὰ δ᾿ οὐ διαχωρητικὰ, ἀλλὰ στάσιμα, ὅσα φῦσαν παρέχουσιν· τὰ γὰρ ὑγρὰ ξηραινόμενα φῦσαν ποιέουσι, καὶ τὰ στύφοντα, καὶ τὰ ὑπὸ θερμοῦ πηγνύμενα, καὶ τὰ ψαθυρὰ, καὶ τὰ ξηρά. Πάντα δὲ τὰ ἐντὸς φλεγμαίνειν ποιέουσι προσφερόμενα, ἅσσα τὰ ἐκτὸς ἰσχναίνουσιν· ταῦτα δὲ καὶ ἰσχυτήριά ἐστι καὶ φλεγματώδεα. Καὶ τὰ ὑποχωρητικὰ ἰσχναίνοντα θερμαίνουσι τὰ τοιαῦτα· ἔτι δὲ τὰ ὀξέα καὶ φλεγματώδεα. Πάντα δὲ τὰ ψύχοντα τὰ ἐν τῇ κοιλίῃ· τὰ δὲ τοιαῦτα ὑποχωρητικά ἐστι· καὶ τὰ ψυχρὰ καὶ τὰ ὑγρά· ὁπόταν δὲ μὴ ὑποχωρητικὰ ἔωσι, θερμαίνουσιν. Ψύχουσι δὲ καὶ τὰ θερμὰ ἐς τὴν κοιλίην προσφερόμενα καὶ ταχὺ διαχώρησιν ποιεύμενα, διαχώρησιν δὲ μὴ ποιεύμενα θερμά ἐστιν ἐν τῇ κοιλίῃ. Τούτων ὅσα πλησμονὴν ποιέει, μάλιστα φλεγματώδεά ἐστιν· ἃ δὲ πλεῖστα προσφερόμενα, οὐ ποιέει πλησμονὴν, διαχωρητικά.

[46] Ἰητρικὴ δή μοι δοκέει ἤδη ἀνευρῆσθαι ὅλη, ἥτις οὕτως ἔχει, ἥτις διδάσκει ἕκαστα καὶ τὰ ἔθεα καὶ τοὺς καιρούς. Ὃς γὰρ οὕτως ἰητρικὴν ἐπίσταται, ἐλάχιστα τὴν τύχην ἐπιμένει, ἀλλὰ καὶ ἄνευ τύχης καὶ ξὺν τύχῃ εὐποιηθείη ἄν. Βέβηκε γὰρ ἰητρικὴ πᾶσα, καὶ φαίνεται τῶν σοφισμάτων τὰ κάλλιστα ἐν αὐτῇ συγκείμενα ἐλάχιστα τύχης δεῖσθαι· ἡ γὰρ τύχη αὐτοκρατὴς καὶ οὐκ ἄρχεται, οὐδ᾿ ἐπ᾿ εὐχῇ ἐστιν αὐτὴν ἐλθεῖν· ἡ δ᾿ ἐπιστήμη ἄρχεταί τε καὶ εὐτυχής ἐστιν, ὁπόταν βούληται ὁ ἐπιστάμενος χρῆσθαι. Ἔπειτα τί καὶ δεῖται ἰητρικὴ τύχης; εἰ μὲν γὰρ ἔστι τῶν νοσημάτων φάρμακα σαφῆ, οἶμαι, οὐκ ἐπιμένει τὴν τύχην τὰ φάρμακα ὑγιᾶ ποιῆσαι τὰ νοσήματα, εἴ πέρ ἐστι τὰ φάρμακα· εἰ δὲ σὺν τῇ τύχῃ διδόναι ὠφελέει, οὐδὲν μᾶλλον τὰ φάρμακα ἢ καὶ τὰ μὴ φάρμακα σύν γε τῇ τύχῃ ὑγιᾶ ποιέουσι προσφερόμενα τοῖσι νοσήμασιν. Ὅστις δὲ τὴν τύχην ἐξ ἰητρικῆς ἢ ἐξ ἄλλου τινὸς ἐξελάσει, φάμενος οὐ τοὺς καλῶς τι πρῆγμα ἐπισταμένους χρῆσθαι τύχῃ, τὸ ὑπεναντίον δοκέει μοι γινώσκειν· ἐμοὶ γὰρ δοκέουσι μοῦνοι καὶ ἐπιτυγχάνειν καὶ ἀτυχεῖν οἱ καλῶς τι καὶ κακῶς πρῆξαι ἐπιστάμενοι· ἐπιτυγχάνειν τε γὰρ τοῦτ᾿ ἐστὶ τὸ καλῶς ποιέειν, τοῦτο δὲ οἱ ἐπιστάμενοι ποιέουσιν· ἀτυχεῖν δὲ, τοῦτ᾿ ἐστὶν, ὃ ἤν τις μὴ ἐπίστηται, τοῦτο μὴ καλῶς ποιέει· ἀμαθὴς δὲ ἐὼν, πῶς ἂν ἐπιτύχοι; εἰ γάρ τι καὶ ἐπιτύχοι, οὐκ ἂν ἀξίως λόγου τὴν ἐπιτυχίην ποιήσαιτο· ὁ γὰρ μὴ καλῶς ποιέων οὐκ ἂν ἐπιτύχοι τἄλλα τὰ εἰκότα μὴ πράσσων.

[47] Τὰ γυναικεῖα νοσεύματα καλεύμενα· αἱ ὑστέραι πάντων τῶν νοσημάτων αἴτιαί εἰσιν· αὗται γὰρ ὅπη ἂν ἐκ τῆς φύσιος μετακινηθέωσι, νούσους παρέχουσιν, ἤν τε προέλθωσιν, ἤν τε παραχωρήσωσιν. Καὶ ὅταν μὲν μὴ βάλλουσαι τὸ στόμα αἱ μῆτραι καὶ μὴ ψαύουσαι τῶν κρημνῶν μετακεκινημέναι ἔωσιν ἔξω, σμικροτάτη νοῦσός ἐστιν· ἐπεὶ δὲ προκινηθέωσιν ἐς τὸ ἔμπροσθεν καὶ ἐμβάλλωσι τὸ στόμα ἐς τὸν κρημνὸν, πρῶτον μὲν ψαύσασα πόνον παρέσχεν, εἶτα ἀποφραχθεῖσα ἡ μήτρη καὶ ἐπιπωμασθεῖσα ὑπὸ τῆς ἐμβλήσεως τῆς ἐς τὸν κρημνὸν, οὐ γίνεται ῥόος τὰ καταμήνια καλεύμενα· τοῦτο δὲ συνιστάμενον οἶδός τε καὶ ὀδύνην παρέχει. Καὶ ἢν μὲν κάτω κατελθοῦσα καὶ ἀποστραφεῖσα ἐμβάλλῃ ἐς τὸν βουβῶνα, ὀδύνην παρέξει· ἢν δὲ ἄνω ἐπαναχωρήσασα ἀποστραφῇ καὶ ἀποφραχθῇ, καὶ οὕτω διὰ τὴν ἀραιότητα νοῦσον παρέχει· ὁπόταν δὲ διὰ τοῦτο νοσέῃ, ἐς τὰ ἰσχία καὶ τὴν κεφαλὴν ὀδύνην ποιέει. Ὁπόταν δὲ αἱ μῆτραι πρησθεῖσαι συνοιδήσωσιν, οὐ ῥεῖ οὐδὲν, καὶ πλέαι γίνονται· ἐπὴν δὲ πλέαι γίνωνται, ψαύουσι τῶν ἰσχίων· ἐπὴν δὲ πλησθεῖσαι αἱ μῆτραι ὑγρότητος διευρυνόμεναι οὐ χωρέωνται, ψαύωσι δὲ τῶν ἰσχίων, ὀδύνας παρέχουσι καὶ ἐς τὰ ἰσχία καὶ ἐς τὸν βουβῶνα, καὶ οἷον σφαῖραι ἐν τῇ γαστρὶ ὑποτρέχουσι, καὶ τὴν κεφαλὴν πονέουσι, τοτὲ μὲν ἐς τὸ ἕτερον μέρος, τοτὲ δὲ ὅλην, οἵη γίνεται καὶ ἡ νοῦσος. Ὧδε δὴ ταῦτα εὐτρεπιστέον· ἢν μὲν προέλθῃ μοῦνον καὶ ᾖ διαχρίειν, χρῶ ᾧ τινι βούλει τῶν κακόδμων, ἢ κέδρῳ, ἢ μυσσωτῷ, ἢ ἄλλῳ τινὶ τῶν βαρυτέρων καὶ κακὸν ὀζομένων, καὶ κάπνιζε, καὶ μὴ πυρία, μηδὲ σιτίῳ μηδὲ πότῳ οὐρητικῷ χρῶ τούτου τοῦ χρόνου, μηδὲ λοῦε θερμῷ. Ἢν δὲ ἀνακεχωρήκῃ καὶ μὴ ἀπεστραμμένη ᾖ, τοῖσιν εὐόδμοισι προσθετοῖσι χρῶ, ὅσα ἀναθερμαίνουσιν ἅμα· ταῦτα δὲ τοιάδε εἰσί· σμύρνῃ, ἢ μύρῳ, εἴθ᾿ ἑνὶ ἄλλῳ εὐόδμῳ καὶ θερμαίνοντι ἅμα· τοιούτοισι προσθετοῖσι χρῶ· καὶ πυριᾷν οἴνῳ κάτωθεν, καὶ θερμῷ ὕδατι λούειν, καὶ διουρητικοῖσι χρῶ. Τὸ δὲ δῆλόν ἐστιν, ἢν μὴ ἀποστραφῇ ἀνακεχωρηκυῖα, ῥεῦμα γίνεται· ἢν δὲ ἀπεστραμμένη ᾖ, οὐ γίνεται ῥόος τὰ καταμηνία καλεύμενα· τοῦτο τὸ νόσημα πυρίῃ πρῶτον τοιῇδε χρὴ ἰᾶσθαι, ἐς οἶνον ἐρινέα ἐμβάλλοντα, θερμαίνοντα τοῦτον, περιθέντα σικυωνίην περὶ τὸ στόμα τοῦ τεύχεος, ἐν ᾧ ἂν θερμαίνηται, ὧδε ποιῆσαι· σικυωνίην μέσην διαταμὼν, ἐκκενώσας, τὸ ἄκρον ἀποταμὼν σμικρὸν, ὡς ἐπ᾿ ἀσκίων τοῦτο περιπωμάσαι, ὅπως ἂν ἡ ὀδμὴ διὰ τοῦ στενοῦ ἰεῖσα πρὸς τὴν μήτρην ἀφίκηται· καὶ θερμῷ ὕδατι αἰονᾷν, καὶ φαρμάκοισι θερμαίνουσι χρῆσθαι προσθετοῖσι. Θερμαίνοντα δ᾿ ἐστὶ τὰ ἄγοντα τῶν πρόσθεν, τὰ δὲ τοιάδε, βόλβιτον, χολὴ βοὸς, σμύρνα, στυπτηρίη, χαλβάνη, καὶ ἄλλο ὃ τοιοῦτόν ἐστι, τούτων ὡς πλείστοισι, καὶ ὑπεξάγειν ἐλατηρίοισι φαρμάκοισι κάτω ὅσα ἔμετον οὐ ποιέουσιν, ἀσθενέουσιν, ὅπως μὴ ἰνηθμὸς γένηται ἐκ τῆς ὑπερινήσιος. Τὰ δὲ προσθετὰ ὧδε χρὴ ποιέειν, ἢν βούλῃ ἰσχυρὰ ποιέειν· μέλι ἡμίεφθον ποιέων, ἐμβαλέων γεγραμμένων προσθετῶν τῶν ἄγειν ποιούντων, καὶ ἐπὴν ἐμβάλλῃς, ποίησον ὥσπερ τὰς βαλάνους τὰς πρὸς τὴν ἕδρην προστιθεμένας, μακρὰς δὲ ποίει καὶ λεπτὰς ταύτας· τὴν δὲ γυναῖκα ὑπτίην κατακλίνας, ἄνω τοὺς πόδας ποιήσας τῆς κλίνης τοὺς πρὸς ποδῶν, ἔπειτα πρόσθες, καὶ θέρμαινε ἢ ἐν ἀμίδι ἢ ἄλλῳ τινὶ, ἕως ἂν κατατακῇ· ἢν δὲ ἀσθενέστερον βούλῃ τὸ προσθετὸν προστιθέναι, ἐς ὀθόνιον ἐνδέων. Καὶ ἢν ὑγρότητος ἔμπλεαι οὖσαι αἱ μῆτραι τὸ στόμα συνοιδήσωσιν καὶ ἀῤῥοίην παράσχωσι, ῥόον χρὴ ποιέοντα ἰᾶσθαι προσθετοῖσι φαρμάκοισι, καὶ πυριῶντα ὡς γέγραπται, οὕτω ποιεῦντα, ὥσπερ κατὰ τὴν πρόσθεν ἀῤῥοίην· καὶ εἰ ἐς τὸ πρόσθεν προσχωρέουσα ἀποστραφῇ, ῥόον χρὴ ποιέειν ὥσπερ ἐπὶ τῆς πρότερον ἀῤῥοίης. Ὅταν δὲ ῥόος ᾖ λίην, οὔτε θερμαίνειν χρὴ θερμῷ ὕδατι οὔτ᾿ ἄλλῳ οὐδενὶ, οὔτε οὐρητικοῖσι χρῆσθαι οὔτε σιτίοισι διαχωρητικοῖσι· τῆς γε κλίνης τὰ πρὸς ποδῶν ὑψηλότερα εἶναι, ὡς μὴ ἡ κατάκλισις εὔροος ᾖ· καὶ προσθετοῖσιν ἅμα τοῖς στύφουσι χρῶ. Οἱ δὲ ῥόοι, ὁπόταν μὲν εὐθέως ἵκηται ἡ κάθαρσις, εὐθέως ὑφαίμονες γίνονται, ὁπόταν δ᾿ ἧσσον ἴῃ, πυώδεες· καὶ τῇσι νεωτέρῃσιν ὕφαιμα μᾶλλον, αἱ δὲ πρεσβύτεραι μυξώδεα μᾶλλον ἔχουσι τὰ καταμήνια καλεύμενα.


Περὶ τῆς Ἱερῆς Νόσου

ΠΕΡΙ ΙΕΡΗΣ ΝΟΥΣΟΥ

[1] Περὶ μὲν τῆς ἱερῆς νούσου καλεομένης ὧδ᾿ ἔχει· οὐδέν τί μοι δοκέει τῶν ἄλλων θειοτέρη εἶναι νούσων οὐδὲ ἱερωτέρη, ἀλλὰ φύσιν μὲν ἔχει ἣν καὶ τὰ λοιπὰ νουσήματα, ὅθεν γίνεται. Φύσιν δὲ αὐτῇ καὶ πρόφασιν οἱ ἄνθρωποι ἐνόμισαν θεῖόν τι πρῆγμα εἶναι ὑπὸ ἀπειρίης καὶ θαυμασιότητος, ὅτι οὐδὲν ἔοικεν ἑτέρῃσι νούσοισιν· καὶ κατὰ μὲν τὴν ἀπορίην αὐτοῖσι τοῦ μὴ γινώσκειν τὸ θεῖον αὐτῇ διασώζεται, κατὰ δὲ τὴν εὐπορίην τοῦ τρόπου τῆς ἰήσιος ᾧ ἰῶνται, ἀπόλλυται, ὅτι καθαρμοῖσί τε ἰῶνται καὶ ἐπαοιδῇσιν. Εἰ δὲ διὰ τὸ θαυμάσιον θεῖον νομιεῖται, πολλὰ τὰ ἱερὰ νουσήματα ἔσται καὶ οὐχὶ ἓν, ὡς ἐγὼ ἀποδείξω ἕτερα οὐδὲν ἧσσον ἐόντα θαυμάσια οὐδὲ τερατώδεα, ἃ οὐδεὶς νομίζει ἱερὰ εἶναι. Τοῦτο μὲν γὰρ οἱ πυρετοὶ οἱ ἀμφημερινοὶ καὶ οἱ τριταῖοι καὶ οἱ τεταρταῖοι οὐδὲν ἧσσόν μοι δοκέουσιν ἱεροὶ εἶναι καὶ ὑπὸ θεοῦ γίνεσθαι ταύτης τῆς νούσου, ὧν οὐ θαυμασίως γ᾿ ἔχουσιν· τοῦτο δὲ ὁρέω μαινομένους ἀνθρώπους καὶ παραφρονέοντας ἀπὸ μηδεμιῆς προφάσιος ἐμφανέος, καὶ πολλά τε καὶ ἄκαιρα ποιέοντας, ἔν τε τῷ ὕπνῳ οἶδα πολλοὺς οἰμώζοντας καὶ βοῶντας, τοὺς δὲ πνιγομένους, τοὺς δὲ καὶ ἀναΐσσοντάς τε καὶ φεύγοντας ἔξω καὶ παραφρονέοντας μέχρις ἂν ἐπέγρωνται, ἔπειτα δὲ ὑγιέας ἐόντας καὶ φρονέοντας ὥσπερ καὶ πρότερον, ἐόντας τ᾿ αὐτέους ὠχρούς τε καὶ ἀσθενέας, καὶ ταῦτα οὐχ ἅπαξ, ἀλλὰ πολλάκις, ἄλλα τε πολλά ἐστι καὶ παντοδαπὰ ὧν περὶ ἑκάστου λέγειν πουλὺς ἂν εἴη λόγος. Ἐμοὶ δὲ δοκέουσιν οἱ πρῶτοι τοῦτο τὸ νόσημα ἀφιερώσαντες τοιοῦτοι εἶναι ἄνθρωποι οἷοι καὶ νῦν εἰσι μάγοι τε καὶ καθάρται καὶ ἀγύρται καὶ ἀλαζόνες, ὁκόσοι δὴ προσποιέονται σφόδρα θεοσεβέες εἶναι καὶ πλέον τι εἰδέναι. Οὗτοι τοίνυν παραμπεχόμενοι καὶ προβαλλόμενοι τὸ θεῖον τῆς ἀμηχανίης τοῦ μὴ ἴσχειν ὅ τι προσενέγκαντες ὠφελήσουσιν, ὡς μὴ κατάδηλοι ἔωσιν οὐδὲν ἐπιστάμενοι, ἱερὸν ἐνόμισαν τοῦτο τὸ πάθος εἶναι, καὶ λόγους ἐπιλέξαντες ἐπιτηδείους τὴν ἴησιν κατεστήσαντο ἐς τὸ ἀσφαλὲς σφίσιν αὐτοῖσι, καθαρμοὺς προσφέροντες καὶ ἐπαοιδὰς, λουτρῶν τε ἀπέχεσθαι κελεύοντες καὶ ἐδεσμάτων πολλῶν καὶ ἀνεπιτηδείων ἀνθρώποισι νοσέουσιν ἐσθίειν, θαλασσίων μὲν τρίγλης, μελανούρου, κεστρέος, ἐγχέλυος (οὗτοι γὰρ οἱ ἰχθύες εἰσὶν ἐπικαιρότατοι), κρεῶν δὲ αἰγείου καὶ ἐλάφων καὶ χοιρίων καὶ κυνὸς (ταῦτα γὰρ κρεῶν ταρακτικώτατά ἐστι τῆς κοιλίης), ὀρνίθων δὲ ἀλεκτρυόνος καὶ τρυγόνος καὶ ὠτίδος, ἔτι δὲ ὅσα νομίζεται ἰσχυρότατα εἶναι, λαχάνων δὲ μίνθης, σκορόδου καὶ κρομύου (δριμὺ γὰρ ἀσθενέοντι οὐδὲν ξυμφέρει), ἱμάτιον δὲ μέλαν μὴ ἔχειν (θανατῶδες γὰρ τὸ μέλαν), μηδὲ ἐν αἰγείῳ κατακέεσθαι δέρματι μηδὲ φορέειν, μηδὲ πόδα ἐπὶ ποδὶ ἔχειν, μηδὲ χεῖρα ἐπὶ χειρὶ (ταῦτα γὰρ πάντα κωλύματα εἶναι). Ταῦτα δὲ πάντα τοῦ θείου εἵνεκεν προστιθέασιν, ὡς πλέον τι εἰδότες καὶ ἄλλας προφάσιας λέγοντες, ὅκως, εἰ μὲν ὑγιὴς γένοιτο, αὐτῶν ἡ δόξα εἴη καὶ ἡ δεξιότης, εἰ δὲ ἀποθάνοι, ἐν ἀσφαλεῖ καθισταῖντο αὐτῶν αἱ ἀπολογίαι καὶ ἔχοιεν πρόφασιν ὡς οὐκ αἴτιοί εἰσιν αὐτοὶ, ἀλλ᾿ οἱ θεοί· οὔτε γὰρ φαγέειν οὔτε πιέειν ἔδοσαν φάρμακον οὐδὲν, οὔτε λουτροῖσι καθήψησαν, ὥστε δοκέειν αἴτιον εἶναι. Ἐγὼ δὲ δοκέω Λιβύων τῶν τὴν μεσόγειον οἰκεόντων οὐδένα ὑγιαίνειν, ὅτι ἐν αἰγείοισι δέρμασι κατακέονται καὶ κρέασιν αἰγείοισι χρῶνται, ἐπεὶ οὐκ ἔχουσιν οὔτε στρῶμα οὔτε ἱμάτιον οὔτε ὑπόδημα ὅ τι μὴ αἴγειόν ἐστιν· οὐ γάρ ἐστιν αὐτοῖς ἄλλο προβάτιον οὐδὲν ἢ αἶγες καὶ βόες. Εἰ δὲ ταῦτα προσφερόμενα καὶ ἐσθιόμενα τὴν νοῦσον τίκτει τε καὶ αὔξει καὶ μὴ ἐσθιόμενα ἰῆται, οὐκ ἐστὶν ἄρα ὁ θεὸς αἴτιος οὐδενὸς, οὐδὲ οἱ καθαρμοὶ ὠφελέουσιν, ἀλλὰ τὰ ἐδέσματα τὰ ἰώμενά ἐστι καὶ τὰ βλάπτοντα, τοῦ δὲ θείου ἀφανίζεται ἡ δύναμις. Οὕτως οὖν ἔμοιγε δοκέουσιν οἵτινες τούτῳ τῷ τρόπῳ ἐγχειρέουσιν ἰῆσθαι ταῦτα τὰ νοσήματα, οὔτε ἱερὰ νομίζειν εἶναι οὔτε θεῖα· ὅκου γὰρ ὑπὸ καθαρμῶν τοιούτων μετάστατα γίνεται καὶ ὑπὸ θεραπείης τοιῆσδε, τί κωλύει καὶ ὑφ᾿ ἑτέρων τεχνημάτων ὁμοίων τούτοισιν ἐπιγίνεσθαι τοῖσιν ἀνθρώποισι καὶ προσπίπτειν; ὥστε μηκέτι τὸ θεῖον αἴτιον εἶναι, ἀλλά τι ἀνθρώπινον. Ὅστις γὰρ οἷός τε περικαθαίρων ἐστὶ καὶ μαγεύων ἀπάγειν τοιοῦτον πάθος, οὗτος κἂν ἐπάγοι ἕτερα τεχνησάμενος, καὶ ἐν τούτῳ τῷ λόγῳ τὸ θεῖον ἀπόλλυται. Τοιαῦτα λέγοντες καὶ μηχανεύμενοι προσποιέονται πλέον τι εἰδέναι, καὶ ἀνθρώπους ἐξαπατέουσι προστιθέμενοι τούτοισιν ἁγνείας τε καὶ καθαρότητας, ὅ τε πουλὺς αὐτοῖσι τοῦ λόγου ἐς τὸ θεῖον ἀφήκει καὶ τὸ δαιμόνιον. Καίτοι ἔμοιγε οὐ περὶ εὐσεβείης δοκέουσι τοὺς λόγους ποιέεσθαι, ὡς οἴονται, ἀλλὰ περὶ δυσσεβείης μᾶλλον, καὶ ὡς οἱ θεοὶ οὐκ εἰσὶ, τό τε εὐσεβὲς καὶ θεῖον αὐτῶν ἀσεβὲς καὶ ἀνόσιόν ἐστιν, ὡς ἐγὼ διδάξω. Εἰ γὰρ σελήνην τε καθαιρέειν καὶ ἥλιον ἀφανίζειν καὶ χειμῶνά τε καὶ εὐδίην ποιέειν καὶ ὄμβρους καὶ αὐχμοὺς καὶ θάλασσαν ἄφορον καὶ γῆν καὶ τἄλλα τὰ τοιουτότροπα πάντα ὑποδέχονται ἐπίστασθαι, εἴτε καὶ ἐκ τελετέων εἴτε καὶ ἐξ ἄλλης τινὸς γνώμης ἢ μελέτης φασὶν ταῦτα οἷόν τ᾿ εἶναι γενέσθαι οἱ ταῦτ᾿ ἐπιτηδεύοντες, δυσσεβέειν ἔμοιγε δοκέουσι καὶ θεοὺς οὔτε εἶναι νομίζειν οὔτ᾿ ἐόντας ἰσχύειν οὐδὲν οὔτε εἴργεσθαι ἂν οὐδενὸς τῶν ἐσχάτων, ὧν ποιέοντες πῶς οὐ δεινοὶ αὐτοῖσίν εἰσιν; εἰ γὰρ ἄνθρωπος μαγεύων τε καὶ θύων σελήνην τε καθαιρήσει καὶ ἥλιον ἀφανιεῖ καὶ χειμῶνα καὶ εὐδίην ποιήσει, οὐκ ἂν ἔγωγέ τι θεῖον νομίσαιμι τούτων εἶναι, ἀλλ᾿ ἀνθρώπινον, εἰ δὴ τοῦ θείου ἡ δύναμις ὑπὸ ἀνθρώπου γνώμης κρατέεται καὶ δεδούλωται. Ἴσως δὲ οὐχ οὕτως ἔχει ταῦτα, ἀλλ᾿ ἄνθρωποι βίου δεόμενοι πολλὰ καὶ παντοῖα τεχνέονται καὶ ποικίλλουσιν ἔς τε τἄλλα πάντα καὶ ἐς τὴν νοῦσον ταύτην, ἑκάστῳ εἴδει τοῦ πάθεος θεῷ τὴν αἰτίην προστιθέντες. Οὐ γὰρ καθάπαξ, ἀλλὰ πλεονάκις ταῦτα μέμνηνται· κἢν μὲν γὰρ αἶγα μιμῶνται, κἢν βρύχωνται, κἢν τὰ δεξιὰ σπῶνται, μητέρα θεῶν φασὶν αἰτίην εἶναι. Ἢν δὲ ὀξύτερον καὶ εὐτονώτερον φθέγγηται, ἵππῳ εἰκάζουσι, καὶ φασὶ Ποσειδῶνα αἴτιον εἶναι. Ἢν δὲ καὶ τῆς κόπρου τι παρέῃ, ὃ πολλάκις γίνεται ὑπὸ τῆς νούσου βιαζομένοισιν, Ἐνοδίου πρόσκειται ἡ προσωνυμίη· ἢν δὲ λεπτότερον καὶ πυκνότερον, οἷον ὄρνιθες, Ἀπόλλων νόμιος. Ἢν δὲ ἀφρὸν ἐκ τοῦ στόματος ἀφίῃ καὶ τοῖσι ποσὶ λακτίζῃ, Ἄρης τὴν αἰτίην ἔχει. Ὁκόσα δὲ δείματα νυκτὸς παρίσταται καὶ φόβοι καὶ παράνοιαι καὶ ἀναπηδήσιες ἐκ τῆς κλίνης καὶ φόβητρα καὶ φεύξιες ἔξω, Ἑκάτης φασὶν εἶναι ἐπιβολὰς καὶ ἡρώων ἐφόδους. Καθαρμοῖσί τε χρέονται καὶ ἐπαοιδῇσι, καὶ ἀνοσιώτατόν γε καὶ ἀθεώτατον ποιέουσιν, ὡς ἔμοιγε δοκέει, τὸ θεῖον· καθαίρουσι γὰρ τοὺς ἐχομένους τῇ νούσῳ αἵματί τε καὶ ἄλλοισι τοιούτοισιν ὥσπερ μίασμά τι ἔχοντας, ἢ ἀλάστορας, ἢ πεφαρμαγμένους ὑπὸ ἀνθρώπων, ἤ τι ἔργον ἀνόσιον εἰργασμένους, οὓς ἐχρῆν τἀναντία τούτοισι ποιέειν, θύειν τε καὶ εὔχεσθαι καὶ ἐς τὰ ἱερὰ φέροντας ἱκετεύειν τοὺς θεούς· νῦν δὲ τούτων μὲν ποιέουσιν οὐδὲν, καθαίρουσι δέ. Καὶ τὰ μὲν τῶν καθαρμῶν γῇ κρύπτουσι, τὰ δὲ ἐς θάλασσαν ἐμβάλλουσι, τὰ δὲ ἐς τὰ οὔρεα ἀποφέρουσιν, ὅπη μηδεὶς ἅψεται μηδὲ ἐπιβήσεται· τὰ δ᾿ ἐχρῆν ἐς τὰ ἱερὰ φέροντας τῷ θεῷ ἀποδοῦναι, εἰ δὴ θεός γέ ἐστιν αἴτιος. Οὐ μέντοι ἔγωγε ἀξιῶ ὑπὸ θεοῦ ἀνθρώπου σῶμα μιαίνεσθαι, τὸ ἐπικηρότατον ὑπὸ τοῦ ἁγνοτάτου· ἀλλὰ κἢν τυγχάνῃ ὑπὸ ἑτέρου μεμιασμένον ἤ τι πεπονθὸς, ἐθέλοι ἂν ὑπὸ τοῦ θεοῦ καθαίρεσθαι καὶ ἁγνίζεσθαι μᾶλλον ἢ μιαίνεσθαι. Τὰ γοῦν μέγιστα τῶν ἁμαρτημάτων καὶ ἀνοσιώτατα τὸ θεῖόν ἐστι τὸ καθαῖρον καὶ ἁγνίζον καὶ ῥύμμα γινόμενον ἡμῖν, αὐτοί τε ὅρους τοῖσι θεοῖσι τῶν ἱερῶν καὶ τῶν τεμενέων ἀποδεικνύμενοι, ὡς ἂν μηδεὶς ὑπερβαίνῃ ἢν μὴ ἁγνεύῃ, εἰσιόντες τε ἡμεῖς περιῤῥαινόμεθα οὐχ ὡς μιαινόμενοι, ἀλλ᾿ εἴ τι καὶ πρότερον ἔχομεν μύσος, τοῦτο ἀφαγνιούμενοι. Καὶ περὶ μὲν τῶν καθαρμῶν οὕτω μοι δοκέει ἔχειν.

[2] Τὸ δὲ νούσημα τοῦτο οὐδέν τί μοι δοκέει θειότερον εἶναι τῶν λοιπῶν, ἀλλὰ φύσιν μὲν ἔχει ἣν καὶ τὰ ἄλλα νουσήματα, καὶ πρόφασιν ὅθεν ἕκαστα γίνεται· φύσιν δὲ τοῦτο καὶ πρόφασιν ἀπὸ ταὐτοῦ τὸ θεῖον γίνεσθαι ἀφ᾿ ὅτου καὶ τἄλλα πάντα, καὶ ἰητὸν εἶναι, καὶ οὐδὲν ἧσσον ἑτέρων, ὅ τι ἂν μὴ ἤδη ὑπὸ χρόνου πολλοῦ καταβεβιασμένον ἔῃ, ὥστε ἤδη εἶναι ἰσχυρότερον τῶν φαρμάκων τῶν προσφερομένων. Ἄρχεται δὲ ὥσπερ καὶ τἄλλα νουσήματα κατὰ γένος· εἰ γὰρ ἐκ φλεγματώδεος φλεγματώδης, καὶ ἐκ χολώδεος χολώδης γίνεται, καὶ ἐκ φθινώδεος φθινώδης, καὶ ἐκ σπληνώδεος σπληνώδης, τί κωλύει ὅτῳ πατὴρ καὶ μήτηρ εἴχετο, τούτῳ τῷ νοσήματι καὶ τῶν ἐκγόνων ἔχεσθαί τινα; ὡς ὁ γόνος ἔρχεται πάντοθεν τοῦ σώματος, ἀπό τε τῶν ὑγιηρῶν ὑγιηρὸς, ἀπό τε τῶν νοσερῶν νοσερός. Ἕτερον δὲ μέγα τεκμήριον ὅτι οὐδὲν θειότερόν ἐστι τῶν λοιπῶν νουσημάτων· τοῖσι γὰρ φλεγματώδεσι φύσει γίνεται· τοῖσι δὲ χολώδεσιν οὐ προσπίπτει· καίτοι εἰ θειότερόν ἐστι τῶν ἄλλων, τοῖσιν ἅπασιν ὁμοίως ἔδει γίνεσθαι τὴν νοῦσον ταύτην, καὶ μὴ διακρίνειν μήτε χολώδεα μήτε φλεγματώδεα.

[3] Ἀλλὰ γὰρ αἴτιος ὁ ἐγκέφαλος τούτου τοῦ πάθεος, ὥσπερ καὶ τῶν ἄλλων νουσημάτων τῶν μεγίστων· ὁτέῳ δὲ τρόπῳ καὶ ἐξ οἵης προφάσιος γίνεται, ἐγὼ φράσω σαφέως. Ὁ ἐγκέφαλος τοῦ ἀνθρώπου ἐστὶ διπλόος ὥσπερ καὶ τοῖσιν ἄλλοισι ζώοισιν ἅπασιν· τὸ δὲ μέσον αὐτοῦ διείργει μῆνιγξ λεπτή· διὸ οὐκ αἰεὶ κατὰ τωὐτὸ τῆς κεφαλὴς ἀλγέει, ἀλλ᾿ ἐν μέρει ἑκάτερον, ὁτὲ δὲ ἅπασαν. Καὶ φλέβες δ᾿ ἐς αὐτὸν τείνουσιν ἐξ ἅπαντος τοῦ σώματος, πολλαὶ καὶ λεπταὶ, δύο δὲ παχεῖαι, ἡ μὲν ἀπὸ τοῦ ἥπατος, ἡ δὲ ἀπὸ τοῦ σπληνός. Καὶ ἡ μὲν ἀπὸ τοῦ ἥπατος ὧδ᾿ ἔχει· τὸ μέν τι τῆς φλεβὸς κάτω τείνει διὰ τῶν ἐπὶ δεξιὰ παρ᾿ αὐτὸν τὸν νεφρὸν καὶ τὴν ψυὴν ἐς τὸ ἐντὸς τοῦ μηροῦ, καὶ καθήκει ἐς τὸν πόδα, καὶ καλέεται κοίλη φλέψ· ἡ δὲ ἑτέρη ἄνω τείνει διὰ φρενῶν τῶν δεξιῶν καὶ τοῦ πλεύμονος· ἀπέσχισται δὲ καὶ ἐς τὴν καρδίην καὶ ἐς τὸν βραχίονα τὸν δεξιόν· τὸ δὲ λοιπὸν ἄνω φέρει διὰ τῆς κληῗδος ἐς τὰ δεξιὰ τοῦ αὐχένος, ἐς αὐτὸ τὸ δέρμα, ὥστε κατάδηλος εἶναι· παρὰ δὲ τὸ οὖς κρύπτεται καὶ ἐνταῦθα σχίζεται, καὶ τὸ μὲν παχύτατον καὶ μέγιστον καὶ κοιλότατον ἐς τὸν ἐγκέφαλον τελευτᾷ, τὸ δὲ ἐς τὸ οὖς τὸ δεξιὸν φλέβιον λεπτὸν, τὸ δὲ ἐς τὸν ὀφθαλμὸν τὸν δεξιὸν, τὸ δὲ ἐς τὸν μυκτῆρα. Ἀπὸ μὲν τοῦ ἥπατος οὕτως ἔχει τῶν φλεβῶν. Διατέταται δὲ καὶ ἀπὸ τοῦ σπληνὸς φλὲψ ἐς τὰ ἀριστερὰ καὶ κάτω καὶ ἄνω, ὥσπερ καὶ ἀπὸ τοῦ ἥπατος, λεπτοτέρη δὲ καὶ ἀσθενεστέρη.

[4] Κατὰ ταύτας δὲ τὰς φλέβας καὶ ἐσαγόμεθα τὸ πουλὺ τοῦ πνεύματος· αὗται γὰρ ἡμέων εἰσὶν ἀναπνοαὶ τοῦ σώματος τὸν ἠέρα ἐς σφᾶς ἕλκουσαι, καὶ ἐς τὸ σῶμα τὸ λοιπὸν ὀχετεύουσι κατὰ τὰ φλέβια, καὶ ἀναψύχουσι καὶ πάλιν ἀφιᾶσιν. Οὐ γὰρ οἷόν τε τὸ πνεῦμα στῆναι, ἀλλὰ χωρέει ἄνω καὶ κάτω· ἢν γὰρ στῇ που καὶ ἀποληφθῇ, ἀκρατὲς γίνεται ἐκεῖνο τὸ μέρος ὅπου ἂν στῇ· τεκμήριον δέ· ὁκόταν καθημένῳ ἢ κατακειμένῳ φλέβια πιεσθῇ, ὥστε τὸ πνεῦμα μὴ διεξιέναι διὰ τῆς φλεβὸς, εὐθὺς νάρκη ἔχει. Περὶ μὲν τῶν φλεβῶν καὶ τῶν λοιπῶν οὕτως ἔχει.

[5] Ἡ δὲ νοῦσος αὕτη γίνεται τοῖσι μὲν φλεγματίῃσι, τοῖσι δὲ χολώδεσιν οὔ. Ἄρχεται δὲ φύεσθαι ἐπὶ τοῦ ἐμβρύου ἔτι ἐν τῇ μήτρῃ ἐόντος· καθαίρεται γὰρ καὶ ἀνθέει, ὥσπερ τἄλλα μέρεα, πρὶν γενέσθαι, καὶ ὁ ἐγκέφαλος. Ἐν ταύτῃ δὲ τῇ καθάρσει ἢν μὲν καλῶς καὶ μετρίως καθαρθῇ καὶ μήτε πλέον μήτε ἔλασσον τοῦ δέοντος ἀποῤῥυῇ, οὕτως ὑγιεινοτάτην τὴν κεφαλὴν ἔχει· ἢν δὲ πλέονα ῥυῇ ἀπὸ παντὸς τοῦ ἐγκεφάλου καὶ ἀπότηξις πολλὴ γένηται, νοσώδεά τε τὴν κεφαλὴν ἕξει αὐξόμενος καὶ ἤχου πλέην, καὶ οὔτε ἥλιον οὔτε ψῦχος ἀνέξεται· ἢν δὲ ἀπὸ ἑνός τινος γένηται ἢ ὀφθαλμοῦ ἢ οὔατος, ἢ φλέψ τις συνισχνανθῇ, ἐκεῖνο κακοῦται τὸ μέρος, ὁκοίως ἂν καὶ τῆς ἀποτήξιος ἔχῃ· ἢν δὲ κάθαρσις μὴ ἐπιγένηται, ἀλλὰ ξυστραφῇ τῷ ἐγκεφάλῳ, οὕτως ἀνάγκη φλεγματώδεα εἶναι. Καὶ ὁκόσοισι μὲν παιδίοισιν ἐοῦσιν ἐξανθέει ἕλκεα ἐς τὴν κεφαλὴν καὶ ἐς τὰ οὔατα καὶ ἐς τὸν ἄλλον χρῶτα, καὶ σιαλώδεα γίνεται καὶ μυξόῤῥοα, ταῦτα μὲν ῥήϊστα διάγει προϊούσης τῆς ἡλικίης· ἐνταῦθα γὰρ ἀφίει καὶ ἐκκαθαίρεται τὸ φλέγμα, ὃ ἐχρῆν ἐν τῇ μήτρῃ καθαρθῆναι· καὶ τὰ οὕτω καθαρθέντα οὐκ ἐπίληπτα γίνεται ταύτῃ τῇ νούσῳ ὡς ἐπὶ τὸ πουλύ. Ὁκόσα δὲ καθαρά ἐστι, καὶ μήθ᾿ ἕλκος μηδὲν μήτε μύξα μήτε σίελον αὐτοῖς προέρχεται μηδὲν, μήτε ἐν τῇσι μήτρῃσι πεποίηται τὴν κάθαρσιν, τούτοισιν ἐπικίνδυνόν ἐστιν ἁλίσκεσθαι ὑπὸ ταύτης τῆς νούσου.

[6] Ἢν δὲ ἐπὶ τὴν καρδίην ποιήσηται ὁ κατάῤῥοος τὴν πορείην, παλμὸς ἐπιλαμβάνει καὶ ἄσθματα, καὶ τὰ στήθεα διαφθείρεται, ἔνιοι δὲ καὶ κυφοὶ γίνονται· ὁκόταν γὰρ ἐπικατέλθῃ τὸ φλέγμα ψυχρὸν ἐπὶ τὸν πλεύμονα ἢ ἐπὶ τὴν καρδίην, ἀποψύχεται τὸ αἷμα· αἱ δὲ φλέβες πρὸς βίην ψυχόμεναι πρὸς τῷ πλεύμονι καὶ τῇ καρδίῃ πηδῶσι, καὶ ἡ καρδίη πάλλεται, ὥστε ὑπὸ τῆς ἀνάγκης ταύτης τὰ ἄσθματα ἐπιπίπτειν καὶ τὴν ὀρθοπνοίην. Οὐ γὰρ δέχεται τὸ πνεῦμα ὅσον ἐθέλει, μέχρις ἂν κρατηθῇ τοῦ φλέγματος τὸ ἐπιῤῥυὲν καὶ διαθερμανθὲν διαχυθῇ ἐς τὰς φλέβας· ἔπειτα παύεται τοῦ παλμοῦ καὶ τοῦ ἄσθματος· παύεται δὲ ὅκως ἂν τοῦ πλήθεος ἔχῃ· ἢν μὲν γὰρ πλέον ἐπικαταῤῥυῇ, σχολαίτερον, ἢν δὲ ἔλασσον, θᾶσσον· καὶ ἢν μὲν πυκνότεροι ἔωσιν οἱ κατάῤῥοοι, πυκνότερα ἐπίληπτος γίνεται, ἢν δὲ μὴ, ἀραιότερα. Ταῦτα μὲν οὖν πάσχει, ἢν ἐπὶ τὸν πλεύμονα καὶ τὴν καρδίην ἴῃ· ἢν δὲ ἐς τὴν κοιλίην, διάῤῥοιαι λαμβάνουσιν.

[7] Ἢν δὲ τουτέων μὲν τῶν ὁδῶν ἀποκλεισθῇ, ἐς δὲ τὰς φλέβας, ἃς προείρηκα, τὸν κατάῤῥοον ποιήσηται, ἄφωνός τε γίνεται καὶ πνίγεται, καὶ ἀφρὸς ἐκ τοῦ στόματος ἐκρέει, καὶ οἱ ὁδόντες συνηρείκασι, καὶ αἱ χεῖρες συσπῶνται, καὶ τὰ ὄμματα διαστρέφονται, καὶ οὐδὲν φρονέουσιν, ἐνίοισι δὲ καὶ ὑποχωρέει ἡ κόπρος κάτω· καὶ ταῦτα γίνεται ὁτὲ μὲν ἐς τὰ ἀριστερὰ, ὁτὲ δὲ ἐς τὰ δεξιὰ, ὁτὲ δὲ ἐς ἀμφότερα. Ὅκως δὲ τούτων ἕκαστον πάσχει ἐγὼ φράσω· ἄφωνος μέν ἐστιν ὁκόταν ἐξαίφνης τὸ φλέγμα ἐπικατελθὸν ἐς τὰς φλέβας ἀποκλείσῃ τὸν ἠέρα καὶ μὴ παραδέχηται μήτε ἐς τὸν ἐγκέφαλον μήτε ἐς τὰς φλέβας τὰς κοίλας μήτε ἐς τὰς κοιλίας, ἀλλ᾿ ἐπιλάβῃ τὴν ἀναπνοήν· ὅταν γὰρ λάβῃ ἄνθρωπος κατὰ τὸ στόμα καὶ τοὺς μυκτῆρας τὸ πνεῦμα, πρῶτον μὲν ἐς τὸν ἐγκέφαλον ἔρχεται, ἔπειτα δὲ ἐς τὴν κοιλίην τὸ πλεῖστον μέρος, τὸ δὲ ἐπὶ τὸν πλεύμονα, τὸ δὲ ἐπὶ τὰς φλέβας. Ἐκ τουτέων δὲ σκίδναται ἐς τὰ λοιπὰ μέρεα κατὰ τὰς φλέβας· καὶ ὅσον μὲν ἐς τὴν κοιλίην ἔρχεται, τοῦτο μὲν τὴν κοιλίην διαψύχει, καὶ ἄλλο τι οὐδὲν ξυμβάλλεται· ὁ δ᾿ ἐς τὸν πλεύμονά τε καὶ τὰς φλέβας ἀὴρ ξυμβάλλεται ἐς τὰς κοιλίας ἐσιὼν καὶ ἐς τὸν ἐγκέφαλον, καὶ οὕτω τὴν φρόνησιν καὶ τὴν κίνησιν τοῖσι μέλεσι παρέχει, ὥστε, ἐπειδὰν ἀποκλεισθῶσιν αἱ φλέβες τοῦ ἠέρος ὑπὸ τοῦ φλέγματος καὶ μὴ παραδέχωνται, ἄφωνον καθιστᾶσι καὶ ἄφρονα τὸν ἄνθρωπον. Αἱ δὲ χεῖρες ἀκρατέες γίνονται καὶ σπῶνται, τοῦ αἵματος ἀτρεμίσαντος καὶ μὴ διαχεομένου ὥσπερ εἰώθει. Καὶ οἱ ὀφθαλμοὶ διαστρέφονται, τῶν φλεβίων ἀποκλειομένων τοῦ ἠέρος καὶ σφυζόντων. Ἀφρὸς δὲ ἐκ τοῦ στόματος προέρχεται ἐκ τοῦ πλεύμονος· ὅταν γὰρ τὸ πνεῦμα μὴ ἐσίῃ ἐς αὐτὸν, ἀφρέει καὶ ἀναβλύει ὥσπερ ἀποθνήσκων. Ἡ δὲ κόπρος ὑπέρχεται ὑπὸ βίης πνιγομένου· πνίγεται δὲ τοῦ ἥπατος καὶ τῆς κοιλίης ἄνω πρὸς τὰς φρένας προσπεπτωκότων καὶ τοῦ στομάχου τῆς γαστρὸς ἀπειλημμένου· προσπίπτει δὲ ὁκόταν τὸ πνεῦμα μὴ ἐσίῃ ἐς τὸ στόμα ὅσον εἰώθει. Λακτίζει δὲ τοῖσι ποσὶν, ὁκόταν ὁ ἀὴρ ἀποκλεισθῇ ἐν τοῖσι μέλεσι καὶ μὴ οἷός τε ἔῃ διεκδῦναι ἔξω ὑπὸ τοῦ φλέγματος· ἀΐσσων δὲ διὰ τοῦ αἵματος ἄνω καὶ κάτω σπασμὸν ἐμποιέει καὶ ὀδύνην, διὸ λακτίζει. Ταῦτα δὲ πάσχει πάντα, ὁκόταν τὸ φλέγμα ψυχρὸν παραῤῥυῇ ἐς τὸ αἷμα θερμὸν ἐόν· ἀποψύχει γὰρ καὶ ἵστησι τὸ αἷμα· κἢν μὲν τὸ ῥεῦμα πουλὺ ἔῃ καὶ παχὺ, αὐτίκα ἀποκτείνει· κρατέει γὰρ τοῦ αἵματος τῷ ψύχει καὶ πήγνυσιν· ἢν δὲ ἔλασσον ἔῃ, τὸ μὲν παραυτίκα κρατέει ἀποφράξαν τὴν ἀναπνοήν· ἔπειτα τῷ χρόνῳ ὁκόταν σκεδασθῇ κατὰ τὰς φλέβας καὶ μιγῇ τῷ αἵματι πολλῷ ἐόντι καὶ θερμῷ, ἢν κρατηθῇ οὕτως, ἐδέξαντο τὸν ἠέρα αἱ φλέβες, καὶ ἐφρόνησαν.

[8] Καὶ ὁκόσα μὲν παιδία σμικρὰ κατάληπτα γίνεται τῇ νούσῳ ταύτῃ, τὰ πολλὰ ἀποθνήσκει, ἢν πουλὺ τὸ ῥεῦμα ἐπιγένηται καὶ νότιον ἔῃ· τὰ γὰρ φλέβια λεπτὰ ἐόντα οὐ δύναται παραδέχεσθαι τὸ φλέγμα ὑπὸ πάχεος καὶ πλήθεος, ἀλλ᾿ ἀποψύχεται καὶ πήγνυται τὸ αἷμα, καὶ οὕτως ἀποθνήσκει. Ἢν δὲ ὀλίγον ἐὸν ἐς ἀμφοτέρας τὰς φλέβας τὸν κατάῤῥοον ποιήσηται, ἢ ἐς τὰς ἐπὶ θάτερα, περιγίνεται ἐπίσημα ἐόντα· ἢ γὰρ στόμα παρέσπασται ἢ ὀφθαλμὸς ἢ αὐχὴν ἢ χεὶρ, ὁκόθεν ἂν τὸ φλέβιον πληρωθὲν τοῦ φλέγματος κρατηθῇ καὶ ἀπισχνωθῇ. Τούτῳ οὖν τῷ φλεβίῳ ἀνάγκη ἀσθενέστερον εἶναι καὶ ἐνδεέστερον τοῦτο τοῦ σώματος τὸ βλαβέν· ἐς δὲ τὸν πλείονα χρόνον ὠφελέει ὡς ἐπὶ τὸ πουλύ· οὐ γὰρ ἔτι ἐπίληπτον γίνεται, ἢν ἅπαξ ἐπισημανθῇ, διὰ τόδε ὑπὸ τῆς ἀνάγκης ταύτης αἱ φλέβες αἱ λοιπαὶ κακοῦνται καὶ μέρος τι συνισχναίνονται, ὡς τὸν μὲν ἠέρα δέχεσθαι, τὸν δὲ τοῦ φλέγματος κατάῤῥοον μηκέτι ὁμοίως ἐπικαταῤῥέειν· ἀσθενέστερα μέντοι τὰ μέλεα εἰκὸς εἶναι, τῶν φλεβῶν κακωθεισέων. Ὁκόσοισι δ᾿ ἂν βόρειόν τε καὶ πάνυ ὀλίγον παραῤῥυῇ καὶ ἐς τὰ δεξιὰ, ἀσήμως περιγίνονται· κίνδυνος δὲ ξυντραφῆναι καὶ ξυναυξηθῆναι, ἢν μὴ θεραπευθῶσι τοῖσιν ἐπιτηδείοισιν. Τοῖσι μὲν οὖν παιδίοισιν οὕτω γίνεται, ἢ ὅτι τούτων ἐγγυτάτω.

[9] Τοὺς δὲ πρεσβυτέρους οὐκ ἀποκτείνει, ὁκόταν ἐπιγένηται, οὐδὲ διαστρέφει· αἵ τε γὰρ φλέβες εἰσὶ κοῖλαι καὶ αἵματος μεσταὶ θερμοῦ, ἃ οὐδὲ δύναται ἐπικρατῆσαι τὸ φλέγμα, οὐδ᾿ ἀποψῦξαι τὸ αἷμα, ὥστε καὶ πῆξαι, ἀλλ᾿ αὐτὸ κρατέεται καὶ καταμίγνυται τῷ αἵματι ταχέως· καὶ οὕτω παραδέχονται αἱ φλέβες τὸν ἠέρα, καὶ τὸ φρόνημα γίνεται, τά τε σημήϊα τὰ προειρημένα ἧσσον ἐπιλαμβάνει διὰ τὴν ἰσχύν. Τοῖσι δὲ πρεσβυτάτοισιν ὁκόταν ἐπιγένηται τοῦτο τὸ νούσημα, διὰ τοῦτο ἀποκτείνει ἢ παράπληκτον ποιέει, ὅτι αἱ φλέβες κεκένωνται καὶ τὸ αἷμα ὀλίγον τέ ἐστι καὶ λεπτὸν καὶ ὑδαρές. Ἢν μὲν οὖν πολὺ καταῤῥυῇ καὶ χειμῶνος ἔῃ καιρὸς, ἀποκτείνει· ἀπέπνιξε γὰρ τὰς ἀναπνοὰς καὶ ἀπέπηξε τὸ αἷμα, ἢν ἐπ᾿ ἀμφότερα ὁ κατάῤῥοος γένηται· ἢν δὲ ἐπὶ θάτερα μοῦνον, παράπληκτον ποιέει· οὐ γὰρ δύναται τὸ αἷμα ἐπικρατῆσαι τοῦ φλέγματος λεπτὸν ἐὸν καὶ ψυχρὸν καὶ ὀλίγον, ἀλλ᾿ αὐτὸ κρατηθὲν ἐπάγη, ὥστε ἀκρατέα εἶναι ἐκεῖνα καθ᾿ ἃ τὸ αἷμα διεφθάρη.

[10] Ἐς δὲ τὰ δεξιὰ μᾶλλον καταῤῥέει ἢ ἐς τὰ ἀριστερὰ, ὅτι αἱ φλέβες εἰσὶ κοιλότεραι καὶ πλέονες ἢ ἐν τοῖσιν ἀριστεροῖσιν· ἀπὸ γὰρ τοῦ ἥπατος τείνουσι καὶ ἀπὸ τοῦ σπληνός. Ἐπικαταῤῥέει δὲ καὶ ἀποτήκεται τοῖσι μὲν παιδίοισι μάλιστα, οἷσιν ἂν διαθερμανθῇ ἡ κεφαλὴ ἤν τε ὑπὸ ἡλίου, ἤν τε ὑπὸ πυρὸς, καὶ ἐξαπίνης φρίξῃ ὁ ἐγκέφαλος· τότε γὰρ ἀποκρίνεται τὸ φλέγμα. Ἀποτήκεται μὲν γὰρ ἐκ τῆς θέρμης καὶ διαχύσιος τοῦ ἐγκεφάλου· ἀποκρίνεται δὲ ἀπὸ τῆς ψύξιός τε καὶ ξυστάσιος, καὶ οὕτως ἐπικαταῤῥέει. Τοῖσι μὲν αὕτη ἡ πρόφασις γίνεται, τοῖσι δὲ καὶ ἐπειδὰν ἐξαπίνης μετὰ βόρεια πνεύματα νότος μεταλάβῃ, ξυνεστηκότα τὸν ἐγκέφαλον καὶ εὐσθενέοντα ἔλυσε καὶ ἐχάλασεν ἐξαίφνης, ὥστε πλημμυρεῖν τὸ φλέγμα, καὶ οὕτω τὸν κατάῤῥοον ποιέεται. Ἐπικαταῤῥέει δὲ καὶ ἐξ ἀδήλου, φόβου γινομένου, ἢν δείσῃ βοήσαντός τινος, ἢ καὶ μεταξὺ κλαίων μὴ οἷός τε ἔῃ τὸ πνεῦμα ταχέως ἀναλαβεῖν, οἷα γίνεται παιδίοισι πολλάκις· ὅ τι δ᾿ ἂν τούτων αὐτῷ γένηται, εὐθὺς ἔφριξε τὸ σῶμα, καὶ ἄφωνος γενόμενος τὸ πνεῦμα οὐχ εἵλκυσεν, ἀλλὰ τὸ πνεῦμα ἠρέμησε, καὶ ὁ ἐγκέφαλος ξυνέστη, καὶ τὸ αἷμα ἔστη, καὶ οὕτως ἀπεκρίθη καὶ ἐπικατεῤῥύη τὸ φλέγμα. Τοῖσι μὲν παιδίοισιν αὗται αἱ προφάσιες τῆς ἐπιλήψιός εἰσι τὴν ἀρχήν. Τοῖσι δὲ πρεσβύτῃσιν ὁ χειμὼν πολεμιώτατός ἐστιν· ὅταν γὰρ παρὰ πυρὶ πολλῷ διαθερμανθῇ τὴν κεφαλὴν καὶ τὸν ἐγκέφαλον, ἔπειτα ἐν ψύχει γένηται καὶ ῥιγώσῃ, ἢ καὶ ἐκ ψύχεος εἰς ἀλέην ἔλθῃ καὶ παρὰ πυρὶ καθίσῃ, τωὐτὸ τοῦτο πάσχει, καὶ οὕτως ἐπίληπτος γίνεται κατὰ τὰ προειρημένα. Κίνδυνος δὲ πολὺς καὶ ἦρος παθέειν τωὐτὸ τοῦτο, ἢν ἡλιωθῇ ἡ κεφαλή· τοῦ δὲ θέρεος ἥκιστα, οὐ γὰρ γίνονται μεταβολαὶ ἐξαπιναῖοι. Ὁκόταν δὲ εἴκοσιν ἔτεα παρέλθῃ, οὐκ ἔτι ἡ νοῦσος αὕτη ἐπιλαμβάνει, ἢν μὴ ἐκ παιδίου ξύντροφος ἔῃ, ἀλλ᾿ ἢ ὀλίγους ἢ οὐδένα· αἱ γὰρ φλέβες μεσταί εἰσιν αἵματος, καὶ ὁ ἐγκέφαλος συνέστηκε καὶ ἐστὶ στρυφνὸς, ὥστε οὐκ ἐπικαταῤῥέει ἐπὶ τὰς φλέβας· ἢν δ᾿ ἐπικαταῤῥύη, τοῦ αἵματος οὐκ ἐπικρατέει, πολλοῦ καὶ θερμοῦ ἐόντος.

[11] ᾯ δὲ ἀπὸ παιδίου συνηύξηται καὶ συντέτροφεν, ἔθος πεποίηται ἐν τῇσι μεταβολῇσι τῶν πνευμάτων τοῦτο πάσχειν καὶ ἐπίληπτον ὡς τὰ πολλὰ γίνεσθαι, καὶ μάλιστα ἐν τοῖσι νοτίοισιν· ἥ τε ἀπάλλαξις χαλεπὴ γίνεται· ὁ γὰρ ἐγκέφαλος ὑγρότερος γέγονε τῆς φύσιος καὶ πλημμυρεῖ ὑπὸ τοῦ φλέγματος, ὥστε τοὺς μὲν καταῤῥόους πυκνοτέρους γίνεσθαι, ἐκκριθῆναι δὲ μηκέτι οἷόν τε εἶναι τὸ φλέγμα, μηδὲ ἀναξηρανθῆναι τὸν ἐγκέφαλον, ἀλλὰ διαβεβρέχθαι καὶ εἶναι ὑγρόν. Γνοίη δ᾿ ἄν τις τόδε μάλιστα τοῖσι προβάτοισι τοῖσι καταλήπτοισι γινομένοισιν ὑπὸ τῆς νούσου ταύτης καὶ μάλιστα τῇσιν αἰξίν· αὗται γὰρ πυκνότατα λαμβάνονται· ἢν διακόψῃς τὴν κεφαλὴν, εὑρήσεις τὸν ἐγκέφαλον ὑγρὸν ἐόντα καὶ ὕδρωπος περίπλεων καὶ κακὸν ὄζοντα, καὶ ἐν τούτῳ δηλονότι γνώσῃ ὅτι οὐχ ὁ θεὸς τὸ σῶμα λυμαίνεται, ἀλλ᾿ ἡ νοῦσος. Οὕτω δ᾿ ἔχει καὶ τῷ ἀνθρώπῳ· ὁκόταν γὰρ ὁ χρόνος γένηται τῇ νούσῳ, οὐκ ἔτι ἰήσιμος γίνεται· διεσθίεται γὰρ ὁ ἐγκέφαλος ὑπὸ τοῦ φλέγματος καὶ τήκεται, τὸ δὲ ἀποτηκόμενον ὕδωρ γίνεται, καὶ περιέχει τὸν ἐγκέφαλον ἐκτὸς καὶ περικλύζει· καὶ διὰ τοῦτο πυκνότερον ἐπίληπτοι γίνονται καὶ ῥᾷον. Διὸ δὴ πουλυχρόνιος ἡ νοῦσος, ὅτι τὸ ἐπιῤῥέον λεπτόν ἐστιν ὑπὸ πολυπληθίης, καὶ εὐθὺς κρατέεται ὑπὸ τοῦ αἵματος καὶ διαθερμαίνεται.

[12] Ὁκόσοι δὲ ἤδη ἐθάδες εἰσὶ τῇ νούσῳ, προγινώσκουσιν ὁκόταν μέλλωσι λήψεσθαι, καὶ φεύγουσιν ἐκ τῶν ἀνθρώπων, ἢν μὲν ἐγγὺς αὐτῶν ὁ οἶκος ἔῃ, οἴκαδε, ἢν δὲ μὴ, ἐς τὸ ἐρημότατον, ὅπη μέλλουσιν ὄψεσθαι αὐτὸν ἐλάχιστοι πεσόντα, εὐθύς τε ἐγκαλύπτεται· τοῦτο δὲ ποιέει ὑπ᾿ αἰσχύνης τοῦ πάθεος καὶ οὐχ ὑπὸ φόβου, ὡς οἱ πολλοὶ νομίζουσι, τοῦ δαιμονίου. Τὰ δὲ παιδάρια τὸ μὲν πρῶτον πίπτουσιν ὅπη ἂν τύχωσιν ὑπὸ ἀηθίης· ὅταν δὲ πλεονάκις κατάληπτοι γένωνται, ἐπειδὰν προαίσθωνται, φεύγουσι παρὰ τὰς μητέρας ἢ παρὰ ἄλλον ὅντινα μάλιστα γινώσκουσιν, ὑπὸ δέους καὶ φόβου τῆς πάθης· τὸ γὰρ αἰσχύνεσθαι παῖδες ὄντες οὔπω γινώσκουσιν.

[13] Ἐν δὲ τῇσι μεταβολῇσι τῶν πνευμάτων διὰ τάδε φημὶ ἐπιλήπτους γίνεσθαι, καὶ μάλιστα τοῖσι νοτίοισιν, ἔπειτα τοῖσι βορείοισιν, ἔπειτα τοῖσι λοιποῖσι πνεύμασι· ταῦτα δέ ἐστιν ὅσα τῶν πνευμάτων ἰσχυρότατά ἐστι καὶ ἀλλήλοισιν ἐναντιώτατα κατὰ τὴν στάσιν καὶ κατὰ τὴν δύναμιν. Ὁ μὲν γὰρ βορέης ξυνίστησι τὸν ἠέρα καὶ τὸ θολερόν τε καὶ τὸ νεφῶδες ἐκκρίνει καὶ λαμπρόν τε καὶ διαφανέα ποιέει· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τἄλλα πάντα ἐκ τῆς θαλάσσης ἀρξάμενα καὶ τῶν ἄλλων ὑδάτων· ἐκκρίνει γὰρ ἐξ ἁπάντων τὴν νοτίδα καὶ τὸ δνοφερὸν, καὶ ἐξ αὐτῶν τῶν ἀνθρώπων, διὸ καὶ ὑγιεινότατός ἐστι τῶν ἀνέμων. Ὁ δὲ νότος τἀναντία τουτέῳ ἐργάζεται· πρῶτον μὲν γὰρ ἄρχεται τὸν ἠέρα ξυνεστεῶτα τήκειν καὶ διαχέειν, καθότι καὶ οὐκ εὐθὺς πνέει μέγας, ἀλλὰ γαληνίζει πρῶτον, ὅτι οὐ δύναται ἐπικρατῆσαι τοῦ ἠέρος αὐτίκα, τοῦ πρόσθεν πυκνοῦ τε ἐόντος καὶ ξυνεστηκότος, ἀλλὰ τῷ χρόνῳ διαλύει· τὸ δ᾿ αὐτὸ τοῦτο καὶ τὴν γῆν ἐργάζεται καὶ τὴν θάλασσαν καὶ τοὺς ποταμοὺς καὶ τὰς κρήνας καὶ τὰ φρέατα καὶ ὅσα φύεται καὶ ἐν οἷσιν ὑγρὸν ἔνεστιν· ἔστι δὲ ἐν παντὶ, ἐν μὲν τῷ πλέον, ἐν δὲ τῷ ἔλασσον· ἅπαντα δὲ ταῦτα αἰσθάνεται τοῦ πνεύματος τούτου, καὶ ἔκ τε λαμπρῶν δνοφερώδεα γίνεται, ἔκ τε ψυχρῶν θερμὰ, καὶ ἐκ ξηρῶν νοτώδεα· ὁκόσα τε ἐν οἰκήμασι κεράμια ἢ κατὰ γῆς ἐστι μεστὰ οἴνου ἢ ἄλλου τινὸς ὑγροῦ, πάντα ταῦτα αἰσθάνεται τοῦ νότου καὶ διαλλάσσει τὴν μορφὴν ἐς ἕτερον εἶδος· τὸν δὲ ἥλιον καὶ τὴν σελήνην καὶ τὰ ἄστρα πουλὺ ἀμβλυωπότερα καθίστησι τῆς φύσιος. Ὅτε οὖν καὶ τούτων οὕτω μεγάλων ἐόντων καὶ ἰσχυρῶν τοσοῦτον ἐπικρατέει καὶ τὸ σῶμα ποιέει αἰσθάνεσθαι καὶ μεταβάλλειν ἐκ τῶν ἀνέμων τούτων ἐν τῇσι μεταλλαγῇσιν, ἀνάγκη τοῖσι μὲν νοτίοισι λύεσθαί τε καὶ φλυδᾷν τὸν ἐγκέφαλον καὶ τὰς φλέβας χαλαρωτέρας εἶναι, τοῖσι δὲ βορείοισι ξυνίστασθαι τὸ ὑγιηρότατον τοῦ ἐγκεφάλου, τὸ δὲ νοσερώτατον καὶ ὑγρότατον ἐκκρίνεσθαι καὶ περικλύζειν ἔξωθεν, καὶ οὕτω τοὺς καταῤῥόους ἐπιγίνεσθαι ἐν τῇσι μεταβολῇσι τῶν πνευμάτων τούτων. Οὕτως ἡ νοῦσος αὕτη γίνεται καὶ θάλλει ἀπὸ τῶν προσιόντων τε καὶ ἀπιόντων, καὶ οὐδέν ἐστιν ἀπορωτέρη τῶν ἄλλων οὔτε ἰῆσθαι οὔτε γνῶναι, οὐδὲ θειοτέρη ἢ αἱ ἄλλαι.

[14] Εἰδέναι δὲ χρὴ τοὺς ἀνθρώπους, ὅτι ἐξ οὐδενὸς ἡμῖν αἱ ἡδοναὶ γίνονται καὶ αἱ εὐφροσύναι καὶ γέλωτες καὶ παιδιαὶ ἢ ἐντεῦθεν, καὶ λῦπαι καὶ ἀνίαι καὶ δυσφροσύναι καὶ κλαυθμοί. Καὶ τούτῳ φρονεῦμεν μάλιστα καὶ νοεῦμεν καὶ βλέπομεν καὶ ἀκούομεν καὶ γινώσκομεν τά τε αἰσχρὰ καὶ τὰ καλὰ καὶ τὰ κακὰ καὶ ἀγαθὰ καὶ ἡδέα καὶ ἀηδέα, τὰ μὲν νόμῳ διακρίνοντες, τὰ δὲ τῷ ξυμφέροντι αἰσθανόμενοι, τῷ δὲ καὶ τὰς ἡδονὰς καὶ τὰς ἀηδίας τοῖσι καιροῖσι διαγινώσκοντες, καὶ οὐ ταὐτὰ ἀρέσκει ἡμῖν. Τῷ δὲ αὐτῷ τούτῳ καὶ μαινόμεθα καὶ παραφρονέομεν, καὶ δείματα καὶ φόβοι παρίστανται ἡμῖν τὰ μὲν νύκτωρ, τὰ δὲ μεθ᾿ ἡμέρην, καὶ ἐνύπνια καὶ πλάνοι ἄκαιροι, καὶ φροντίδες οὐχ ἱκνεύμεναι, καὶ ἀγνωσίη τῶν καθεστεώτων καὶ ἀηθίη καὶ ἀπειρίη. Καὶ ταῦτα πάσχομεν ἀπὸ τοῦ ἐγκεφάλου πάντα, ὅταν οὗτος μὴ ὑγιαίνῃ, ἀλλ᾿ ἢ θερμότερος τῆς φύσιος γένηται ἢ ψυχρότερος ἢ ὑγρότερος ἢ ξηρότερος, ἤ τι ἄλλο πεπόνθῃ πάθος παρὰ τὴν φύσιν ὃ μὴ ἐώθει. Καὶ μαινόμεθα μὲν ὑπὸ ὑγρότητος· ὁκόταν γὰρ ὑγρότερος τῆς φύσιος ἔῃ, ἀνάγκη κινέεσθαι, κινευμένου δὲ μήτε τὴν ὄψιν ἀτρεμίζειν μήτε τὴν ἀκοὴν, ἀλλ᾿ ἄλλοτε ἄλλο ὁρᾷν καὶ ἀκούειν, τήν τε γλῶσσαν τοιαῦτα διαλέγεσθαι οἷα ἂν βλέπῃ τε καὶ ἀκούῃ ἑκάστοτε· ὁκόσον δ᾿ ἂν ἀτρεμήσῃ ὁ ἐγκέφαλος χρόνον, τοσοῦτον καὶ φρονέει ὁ ἄνθρωπος.

[15] Γίνεται δὲ ἡ διαφθορὴ τοῦ ἐγκεφάλου ὑπὸ φλέγματος καὶ χολῆς· γνώσῃ δὲ ἑκάτερα ὧδε· οἱ μὲν γὰρ ὑπὸ τοῦ φλέγματος μαινόμενοι ἥσυχοί τέ εἰσι καὶ οὐ βοῶσιν οὐδὲ θορυβέουσιν, οἱ δὲ ὑπὸ χολῆς κεκράκται καὶ κακοῦργοι καὶ οὐκ ἀτρεμαῖοι, ἀλλ᾿ αἰεί τι ἄκαιρον δρῶντες. Ἢν μὲν οὖν ξυνεχέως μαίνωνται, αὗται αὐτοῖς αἱ προφάσιές εἰσιν· ἢν δὲ δείματα καὶ φόβοι παριστῶνται, ὑπὸ μεταστάσιος τοῦ ἐγκεφάλου· μεθίσταται δὲ θερμαινόμενος· θερμαίνεται δὲ ὑπὸ τῆς χολῆς, ὁκόταν ὁρμήσῃ ἐπὶ τὸν ἐγκέφαλον, κατὰ τὰς φλέβας τὰς αἱματίτιδας ἐκ τοῦ σώματος· καὶ φόβος παρέστηκε μέχρις ἀπέλθῃ πάλιν ἐπὶ τὰς φλέβας καὶ τὸ σῶμα· ἔπειτα πέπαυται. Ἀνιᾶται δὲ καὶ ἀσᾶται παρὰ καιρὸν ψυχομένου τοῦ ἐγκεφάλου καὶ ξυνισταμένου παρὰ τὸ ἔθος· τοῦτο δὲ ὑπὸ φλέγματος πάσχει· ὑπ᾿ αὐτοῦ δὲ τοῦ πάθεος καὶ ἐπιλήθεται. Ἐκ νυκτῶν δὲ βοᾷ καὶ κέκραγεν, ὁκόταν ἐξαπίνης ὁ ἐγκέφαλος διαθερμαίνηται· τοῦτο δὲ πάσχουσιν οἱ χολώδεες, οἱ φλεγματώδεες δὲ οὔ· διαθερμαίνεται δὲ καὶ ἐπὴν τὸ αἷμα ἐπέλθῃ πουλὺ ἐπὶ τὸν ἐγκέφαλον καὶ ἐπιζέσῃ. Ἔρχεται δὲ κατὰ τὰς φλέβας πουλὺ τὰς προειρημένας, ὁκόταν τυγχάνῃ ὥνθρωπος ὁρέων ἐνύπνιον φοβερὸν καὶ ἐν τῷ φόβῳ ἔῃ· ὥσπερ οὖν καὶ ἐγρηγορότι τότε μάλιστα τὸ πρόσωπον φλογιᾷ, καὶ οἱ ὀφθαλμοὶ ἐρεύθονται, ὁκόταν φοβῆται, καὶ ἡ γνώμη ἐπινοέῃ τι κακὸν ἐργάσασθαι, οὕτω καὶ ἐν τῷ ὕπνῳ πάσχει· ὁκόταν δὲ ἐπέγρηται καὶ καταφρονήσῃ καὶ τὸ αἷμα πάλιν ἀποσκεδασθῇ ἐς τὰς φλέβας τὰς προειρημένας, πέπαυται.

[16] Κατὰ ταῦτα νομίζω τὸν ἐγκέφαλον δύναμιν πλείστην ἔχειν ἐν τῷ ἀνθρώπῳ· οὗτος γὰρ ἡμῖν ἐστι τῶν ἀπὸ τοῦ ἠέρος γινομένων ἑρμηνεὺς, ἢν ὑγιαίνων τυγχάνῃ· τὴν δὲ φρόνησιν αὐτῷ ὁ ἀὴρ παρέχεται. Οἱ δὲ ὀφθαλμοὶ καὶ τὰ οὔατα καὶ ἡ γλῶσσα καὶ αἱ χεῖρες καὶ οἱ πόδες οἷα ἂν ὁ ἐγκέφαλος γινώσκῃ, τοιαῦτα πρήσσουσι· γίνεται γὰρ παντὶ τῷ σώματι τῆς φρονήσιος, ὡς ἂν μετέχῃ τοῦ ἠέρος. Ἐς δὲ τὴν ξύνεσιν ὁ ἐγκέφαλός ἐστιν ὁ διαγγέλλων· ὁκόταν γὰρ σπάσῃ τὸ πνεῦμα ὥνθρωπος ἐς ἑωυτὸν, ἐς τὸν ἐγκέφαλον πρῶτον ἀφικνέεται, καὶ οὕτως ἐς τὸ λοιπὸν σῶμα σκίδναται ὁ ἀὴρ, καταλιπὼν ἐν τῷ ἐγκεφάλῳ ἑωυτοῦ τὴν ἀκμὴν καὶ ὅ τι ἂν ἔῃ φρόνιμόν τε καὶ γνώμην ἔχον· εἰ γὰρ ἐς τὸ σῶμα πρῶτον ἀφικνέετο καὶ ὕστερον ἐς τὸν ἐγκέφαλον, ἐν τῇσι σαρξὶ καὶ ἐν τῇσι φλεψὶ καταλελοιπὼς τὴν διάγνωσιν ἐς τὸν ἐγκέφαλον ἂν ἴοι θερμὸς ἐὼν καὶ οὐχὶ ἀκραιφνὴς, ἀλλ᾿ ἐπιμεμιγμένος τῇ ἰκμάδι τῇ ἀπὸ τῶν σαρκῶν καὶ τοῦ αἵματος, ὥστε μηκέτι εἶναι ἀκριβής.

[17] Διὸ φημὶ τὸν ἐγκέφαλον εἶναι τὸν ἑρμηνεύοντα τὴν ξύνεσιν. Αἱ δὲ φρένες ἄλλως οὔνομα ἔχουσι τῇ τύχῃ κεκτημένον καὶ τῷ νόμῳ, τῷ δ᾿ ἐόντι οὒκ, οὐδὲ τῇ φύσει, οὐδὲ οἶδα ἔγωγε τίνα δύναμιν ἔχουσιν αἱ φρένες ὥστε φρονέειν τε καὶ νοέειν, πλὴν εἴ τι ὥνθρωπος ὑπερχαρείη ἐξ ἀδοκήτου ἢ ἀνιηθείη, πηδῶσι καὶ ἅλσιν παρέχουσιν ὑπὸ λεπτότητος καὶ ὅτι ἀνατέτανται μάλιστα ἐν τῷ σώματι, καὶ κοιλίην οὐκ ἔχουσι πρὸς ἣν δέξονται ἢ ἀγαθὸν ἢ κακὸν προσπῖπτον, ἀλλ᾿ ὑπ᾿ ἀμφοτέρων τούτων τεθορύβηνται διὰ τὴν ἀσθενείην τῆς φύσιος· ἐπεὶ αἰσθάνονταί γε οὐδενὸς πρότερον τῶν ἐν τῷ σώματι ἐόντων, ἀλλὰ μάτην τοῦτο τὸ οὔνομα ἔχουσι καὶ τὴν αἰτίην, ὥσπερ τὰ πρὸς τῇ καρδίῃ ἅπερ ὦτα καλέεται, οὐδὲν ἐς τὴν ἀκοὴν ξυμβαλλόμενα. Λέγουσι δέ τινες ὡς φρονέομεν τῇ καρδίῃ καὶ τὸ ἀνιώμενον τοῦτό ἐστι καὶ τὸ φροντίζον· τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ σπᾶται μὲν ὥσπερ αἱ φρένες καὶ μᾶλλον διὰ ταύτας τὰς αἰτίας· ἐξ ἅπαντος γὰρ τοῦ σώματος φλέβες ἐς αὐτὴν συντείνουσι, καὶ ξυγκλείσασα ἔχει ὥστε αἰσθάνεσθαι, ἤν τις πόνος ἢ τάσις γίνηται τῷ ἀνθρώπῳ· ἀνάγκη γὰρ καὶ ἀνιώμενον φρίσσειν τὸ σῶμα καὶ συντείνεσθαι, καὶ ὑπερχαίροντα τὸ αὐτὸ τοῦτο πάσχειν· διότι ἡ καρδίη αἰσθάνεταί τε μάλιστα καὶ αἱ φρένες. Τῆς μέντοι φρονήσιος οὐδετέρῳ μέτεστιν, ἀλλὰ πάντων τουτέων ὁ ἐγκέφαλος αἴτιός ἐστιν· ὥσπερ οὖν καὶ τῆς φρονήσιος τοῦ ἠέρος πρῶτος αἰσθάνεται τῶν ἐν τῷ σώματι ἐνεόντων, οὕτω καὶ ἤν τις μεταβολὴ ἰσχυροτέρη γένηται ἐν τῷ ἠέρι ὑπὸ τῶν ὡρέων, καὶ αὐτὸς ἑωυτοῦ διάφορος γίνηται ὁ ἠὴρ, ὁ ἐγκέφαλος πρῶτος αἰσθάνεται· διὸ καὶ τὰ νουσήματα ἐς αὐτὸν ἐμπίπτειν φημὶ ὀξύτατα καὶ μέγιστα καὶ θανατωδέστατα καὶ δυσκριτώτατα τοῖσιν ἀπείροισιν.

[18] Αὕτη δὲ ἡ νοῦσος ἡ ἱερὴ καλεομένη ἐκ τῶν αὐτῶν προφασίων γίνεται ἀφ᾿ ὧν καὶ αἱ λοιπαὶ ἀπὸ τῶν προσιόντων καὶ ἀπιόντων, καὶ ψύχεος, ἡλίου, πνευμάτων μεταβαλλομένων τε καὶ μηδέποτε ἀτρεμιζόντων. Ταῦτα δ᾿ ἐστὶ θεῖα, ὥστε μηδὲν διακρίνοντα τὸ νούσημα θειότερον τῶν λοιπῶν νουσημάτων νομίζειν, ἀλλὰ πάντα θεῖα καὶ ἀνθρώπινα πάντα· φύσιν δὲ ἔχει ἕκαστον καὶ δύναμιν ἐφ᾿ ἑωυτοῦ, καὶ οὐδὲν ἄπορόν ἐστιν οὐδὲ ἀμήχανον· ἀκεστά τε τὰ πλεῖστά ἐστι τοῖς αὐτοῖσι τούτοισιν ἀφ᾿ ὅτων καὶ γίνεται· ἕτερον γὰρ ἑτέρῳ τροφή ἐστι, τῷ δὲ κάκωσις. Τοῦτο οὖν δεῖ τὸν ἰητρὸν ἐπίστασθαι, ὅκως τὸν καιρὸν διαγινώσκων ἑκάστου τῷ μὲν ἀποδώσει τὴν τροφὴν καὶ αὐξήσει, τῷ δὲ ἀφαιρήσει καὶ κακώσει. Χρὴ δὲ καὶ ἐν ταύτῃ τῇ νούσῳ καὶ ἐν τῇσιν ἄλλῃσιν ἁπάσῃσι μὴ αὔξειν τὰ νουσήματα, ἀλλὰ σπεύδειν τρύχειν προσφέροντα τῇ νούσῳ τὸ πολεμιώτατον ἑκάστῃ, καὶ μὴ τὸ φίλον καὶ σύνηθες· ὑπὸ μὲν γὰρ τῆς συνηθείης θάλλει καὶ αὔξεται, ὑπὸ δὲ τοῦ πολεμίου φθίνει καὶ ἀμαυροῦται. Ὅστις δὲ ἐπίσταται ἐν ἀνθρώποισι τὴν τοιαύτην μεταβολὴν καὶ δύναται ὑγρὸν καὶ ξηρὸν ποιέειν καὶ θερμὸν καὶ ψυχρὸν ὑπὸ διαίτης τὸν ἄνθρωπον, οὗτος καὶ ταύτην τὴν νοῦσον ἰῷτο ἂν, εἰ τοὺς καιροὺς διαγινώσκοι τῶν ξυμφερόντων, ἄνευ καθαρμῶν καὶ μαγευμάτων καὶ πάσης ἄλλης βαναυσίης τοιαύτης.


Περὶ Ἐλκῶν

ΠΕΡΙ ΕΛΚΩΝ.

[1] Ἕλκεα ξύμπαντα οὐ χρὴ τέγγειν, πλὴν οἴνῳ, ἢν μὴ ἐν ἄρθρῳ ἔῃ τὸ ἕλκος· τὸ γὰρ ξηρὸν τοῦ ὑγιέος ἐγγυτέρω ἐστὶ, καὶ τὸ ὑγρὸν τοῦ μὴ ὑγιέος· τὸ γὰρ ἕλκος ὑγρόν ἐστι, τὸ δὲ ὑγιὲς ξηρόν. Ἀνεπίδετον δὲ ἐᾷν ἄμεινόν ἐστιν, ὅ τι γε μὴ καταπλάσσεται· οὐδὲ καταπλάσσειν ἐνδεχόμενόν ἐστιν ἔνια τῶν ἑλκέων, μᾶλλον δὲ τὰ νεότρωτα τῶν παλαιοτέρων, καὶ τὰ ἐν τοῖσιν ἄρθροισιν. Ὀλιγοσιτέειν τε ὡς μάλιστα καὶ ὕδωρ ξυμφέρει πᾶσι τοῖσιν ἕλκεσι, μᾶλλον δὲ τοῖσι νεοτρώτοισι τῶν παλαιοτέρων, καὶ ὅ τι ἄλλο φλεγμαίνει ἕλκος ἢ μέλλει, καὶ ὅ τι σφακελίσαι κίνδυνος, καὶ τοῖσιν ἕλκεσι καὶ φλέγμασι τοῖσιν ἐν τοῖσιν ἄρθροισι, καὶ ὅκου σπασμοὺς κίνδυνος ἐπιγενέσθαι, καὶ τοῖσιν ἐν κοιλίῃ τρώμασι, παντῶν δὲ μάλιστα τοῖσιν ἐν κεφαλῇ καὶ μηρῷ κατεαγεῖσι, καὶ ἄλλῳ ᾧ κάτηξις ἂν γένηται. Ἑστάναι δ᾿ ἕλκεσι ἥκιστα ξυμφέρει, καὶ ἄλλως ἢν ἐν τῷ σκέλεϊ ἔχῃ τὸ ἕλκος, οὐδὲ καθῆσθαι οὐδὲ πορεύεσθαι· ἀλλ᾿ ἡσυχίη καὶ ἀτρεμίη ξυμφέρει μάλιστα. Τὰ δὲ νεότρωτα ἕλκεα πάντα ἥκιστα ἂν φλεγμήναιεν αὐτά τε καὶ τὰ περιέχοντα, εἴ τις διαπυΐσκοι ὡς τάχιστα, καὶ τὸ πῦον μὴ ἀπολαμβανόμενον ἀπὸ τοῦ ἕλκεος τοῦ στόματος ἴσχοιτο, ἢ εἴ τις ἀποτρέποι ὅκως μηδὲ μελλήσει διαπυῆσαι πλὴν τοῦ ἀναγκαίου πύου ὀλιγίστου, ἀλλὰ ξηρὸν εἶναι ὡς μάλιστα φαρμάκῳ μὴ περισκελέϊ. Πυρῶδες γὰρ γίνεται, ἐπὴν φρίκη ἐγγένηται καὶ σφυγμός· φλεγμαίνει γὰρ τὰ ἕλκεα τότε, ὁκόταν διαπυῆσαι μέλλῃ· διαπυεῖ δὲ, ἀλλοιουμένου τοῦ αἵματος καὶ θερμανθέντος, ἕως σαπὲν πῦον γένηται. Τῶν τοιούτων ἑλκέων, ὅταν δοκέῃ δεῖσθαι καταπλάσιος, οὐ χρὴ αὐτὸ τὸ ἕλκος καταπλάσσειν, ἀλλὰ τὰ περιέχοντα, ὅκως τὸ πῦον ἀποχωρέῃ, καὶ τὰ σκληρυνόμενα μαλαχθῇ. Τῶν δὲ ἑλκέων, ὅπερ μὲν ἂν ὀξέϊ βέλεϊ διατμηθῇ ἢ διακοπῇ, ἐνδέχεται ἔναιμον φάρμακον καὶ τὸ κωλῦον διαπυεῖν ἀναξηραῖνόν τι. Ἥ τις δ᾿ ὑπὸ τοῦ βέλεος ἐφλάσθη καὶ ἐκόπη σὰρξ, ταύτην δὲ ἰητρεύειν, ὅκως διάπυος ὡς τάχιστα γένηται· ἧσσόν τε γὰρ φλεγμαίνει· καὶ ἀνάγκη τὰς σάρκας τὰς φλασθείσας καὶ κοπείσας σαπείσας καὶ πῦον γενομένας ἐκτακῆναι, ἔπειτα βλαστάνειν νέας σάρκας.

[2] Ἕλκεϊ νεοτρώτῳ παντὶ, πλὴν ἐν κοιλίῃ, ξυμφέρει ἐκ τοῦ τρώματος αἷμα ῥυῆναι αὐτίκα πλέον ἢ ἔλασσον· φλεγμαίνει γὰρ ἧσσον αὐτὸ τὸ ἕλκος καὶ τὰ περιέχοντα. Καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκέων ξυμφέρει αἷμα ποιέειν ἀποῤῥέειν πυκνὰ, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, καὶ ἀπ᾿ αὐτῶν τῶν ἑλκέων καὶ τῶν περιεχόντων τὸ ἕλκος, ἄλλως τε καὶ ἢν ἐν κνήμῃ ἔῃ τὸ ἕλκος ἢ ἐν δακτύλῳ ποδὸς ἢ χειρὸς, μᾶλλον ἤ κου ἄλλοθι τοῦ σώματος· γίνεται γὰρ, ἀποῤῥέοντος τοῦ αἵματος, ξηρότερα καὶ μείονα ἰσχναινόμενα· κωλύει γὰρ μάλιστα μὲν τὰ τοιαῦτα ἕλκεα ὑγιαίνεσθαι, ἔπειτα δὲ καὶ τἄλλα ξύμπαντα αἵματος σηπεδὼν, καὶ ὅ τι ἐξ αἵματος μεταστάσιος γεγένηται. Ξυμφέρει δὲ μετὰ τὴν τοῦ αἵματος ἀποῤῥοὴν ἐπὶ τῶν τοιούτων ἑλκέων καὶ σπόγγον ἐπιδεῖν πυκνὸν καὶ μαλθακὸν, τετμημένον, ξηρότερον ἢ ὑγρότερον, καὶ ἐπὶ τῷ σπόγγῳ ἄνωθεν φύλλα συχνὰ τίθεσθαι. Ἔλαιον δὲ καὶ ὅσα μαλθακώδεα ἢ ἐλαιώδεά ἐστι φάρμακα, οὐ ξυμφέρει τοῖσι τοιούτοισιν ἕλκεσιν, ἢν μὴ πάνυ ἤδη πρὸς ὑγιείην τείνῃ. Οὐδὲ τοῖσι νεοτρώτοισιν ἕλκεσι ξυμφέρει ἔλαιον, οὐδὲ μαλθακώδεα οὐδὲ στεατώδεα φάρμακα, ἄλλως τε καὶ ὅ τι ἂν δέηται ἕλκος πλείονος καθάρσιος· τὸ δὲ ξύμπαν εἰπεῖν, ἐλαίῳ τὴν χρῆσιν ποιέεσθαι καὶ ἐν θέρει καὶ ἐν χειμῶνι, πρὸς ἃ τῶν τοιούτων φαρμάκων δεόμεθα.

[3] Ὑποκάθαρσις τῆς κάτω κοιλίης ξυμφέρει τοῖσι πλείστοισι τῶν ἑλκέων καὶ ἐν τρώμασιν ἐν κεφαλῇ ἐοῦσι, καὶ ἐν κοιλίῃ, καὶ ἐν ἄρθροισι, καὶ ὅσα σφακελίσαι κίνδυνος, καὶ ὅσα ῥαπτὰ, καὶ τοῖσιν ἐσθιομένοισι καὶ ἑρπυστικοῖσι, καὶ τοῖσιν ἄλλως πεπαλαιωμένοισιν ἕλκεσι, καὶ ὅκη ἂν μέλλῃ ἐπιδεῖν.

[4] Οὐ χρὴ οὐδ᾿ ἐμπλάσσειν τὰ φάρμακα, πρὶν ἂν πάνυ ξηρὸν ποιήσῃς τὸ ἕλκος· τότε δὲ δεῖ προστιθέναι, ἀνασπογγίζειν δὲ τὸ ἕλκος πολλάκις σπόγγῳ, καὶ αὖθις ὀθόνιον ξηρὸν καὶ καθαρὸν προσίσχων πολλάκις, οὕτω δὲ ἐπιθεὶς τὸ φάρμακον τὸ δοκέον ξυμφέρειν, ἐπιδεῖν ἢ μὴ ἐπιδεῖν.

[5] Ἕλκεσι τοῖσι πλείστοισιν ὥρη ἡ θερμοτέρη ξυμφορωτέρη τοῦ χειμῶνος, πλὴν τοῖσιν ἐν κεφαλῇ καὶ κοιλίῃ, μᾶλλον δὲ ἡ ἰσημερινή.

[6] Τὰ ἕλκεα ὁκόσα μὴ καλῶς καθαρθέντα ἐς τὸ δέον ἀεὶ πρότερον ἄρξεται βλαστάνειν, ταῦτα ὑπερσαρκέει μάλιστα· ὁκόσα δ᾿ ἂν καθαρθέντα καλῶς τε καὶ ἐς τὸ δέον ἀεὶ ἐπὶ τὸ ξηρότερον θεραπεύηται, πλὴν εἰ θλασθῇ, ταῦτα δὲ οὐχ ὑπερσαρκέει ὡς ἐπὶ τὸ πουλύ.

[7] Ἢν ὁκοθενοῦν ὀστέον ἀφιστῆται ἢ καυθὲν ἢ πρισθὲν ἢ ἄλλῳ τῳ τρόπῳ, τῶν ἑλκέων τούτων αἱ οὐλαὶ κοιλότεραι γίνονται.

[8] Ἕλκεα οὐ κεκαθαρμένα οὐκ ἐθέλει ξυνιέναι ξυναγόμενα, οὐδ᾿ αὐτόματα ξυνέρχεται. Ὧν τὰ περιέχοντα φλεγμαίνει τοῦ ἕλκεος, ἔστ᾿ ἂν μὴ παύσηται τῆς φλεγμασίης, οὐκ ἐθέλει ξυνιέναι· οὐδὲ ὧν τὰ περιέχοντα τοῦ ἕλκεος μελανθῇ αἵματος σηπεδόνι, ἢ καὶ κιρσοῦ παρέχοντος τὴν ἐπιῤῥοὴν τοῦ αἵματος, οὐδὲ ταῦτα ἐθέλει ξυνιέναι, ἢν μὴ τὰ περιέχοντα τοῦ ἕλκεος ὑγιέα ποιήσῃς. Τῶν ἑλκέων τὰ κυκλοτερέα ἢν ὑπόκοιλα ᾖ, ἐν κύκλῳ πάντη ἐπιτάμνειν χρὴ τὰ ἀφεστεῶτα, ἢ πάντα, ἢ τὰ ἡμίσεα τοῦ κύκλου, κατὰ μῆκος τῆς φύσιος τοῦ ἀνθρώπου.

[9] Ἐπὶ παντὶ ἕλκεϊ ἐρυσιπέλατος ἐπιγενομένου, κάθαρσιν δεῖ ποιέεσθαι τοῦ σώματος, ἐφ᾿ ὁκότερα ἂν ξυμφέρῃ τῷ ἕλκεϊ, εἴτε ἄνω, εἴτε κάτω.

[10] Ὅτῳ ἂν οἴδημα γένηται παρὰ τὸ ἕλκος, ἀφλεγμάντου ἐόντος τοῦ ἕλκεος, χρόνῳ ὕστερον πύου ὑπόστασιν ἴσχει τὸ οἴδημα. Καὶ ὅ τι ἂν τῇ φλεγμασίῃ οἰδῆσαν μὴ καθιστῆται, τῶν ἄλλων καθισταμένων, ὅσα ἅμα ἤρξατο φλεγμαίνειν καὶ οἰδίσκεσθαι, καὶ τοῦτο κίνδυνος μηδ᾿ ἅμα ξυνιέναι. Ὅσα δὲ πιπτόντων ἢ ἄλλῳ τῳ τρόπῳ διακόπτεται καὶ φλᾶται, καὶ ἀνοιδίσκεται τὰ περιέχοντα τὸ ἕλκος, καὶ, διαπυήσαντα, πῦον ἀπὸ τῶν οἰδημάτων ἀποχωρέει κατὰ τὸ ἕλκος, τῶν τοιούτων ὅ τι ἂν δοκέη δεῖσθαι καταπλάσιος, οὐ χρὴ αὐτὸ τὸ ἕλκος καταπλάσσειν, ἀλλὰ τὰ περιέχοντα, ὅκως τὸ πῦον ἀποχωρέῃ, καὶ τὰ σκληρυνόμενα λαπαχθῇ· ἐπειδὰν δὲ λαπαχθῇ, καὶ ἡ φλεγμασίη παύσηται, ἐπὶ τὰ ἀφεστηκότα σπόγγους ἐπιδέων προσιστάναι, ἀρχόμενος ἀπὸ τοῦ ὑγίεος ὀλίγον προσχωρέων· ἐπὶ δὲ τῷ σπόγγῳ ἄνωθεν φύλλα ἐπέστω συχνά. Ὅ τι δ᾿ ἂν μὴ δύνηται προστῆναι, ἡ σὰρξ ὑγρὴ ἐοῦσα αἰτίη ἐστίν· ταύτην ἐκβάλλειν. Ἢν ὑπὸ βαθείῃ σαρκὶ τὸ ἕλκος ἔῃ, κατ᾿ ἄμφω κἀκ τῆς ἐπιδέσιος κἀκ τοῦ προσπιέζοντος ὑποκιρσοῦται· τὸ δὴ τοιοῦτον ἤν τις τάμνῃ, πρὸς μήλην, ἢν ἐνδέχηται, εὔροον ἀπὸ τοῦ στόματος τὸ ἕλκος ἀνατάμνειν, ὅπη ἂν δοκέῃ καιρὸς εἶναι, καὶ οὕτως ἰητρείην προσφέρειν, ὁκοίης ἂν δοκέῃ προσδεῖσθαι. Ὡς δὲ τὰ πολλὰ ἐπὶ παντὶ ἕλκει, ὅ τι ἂν κοιλίην ἔχῃ πρὸς τὸ ἰθὺ, καταφανὲς ἰδεῖν, οἰδήματος μὴ προσεόντος· [ὅ τι δ᾿ ἂν κοιλίην ἔχῃ μὴ πρὸς τὸ ἰθὺ ἢ οἰδήματος προσεόντος,] ἢν μὲν ἔῃ ἐν αὐτῷ σηπεδὼν, ἢ ἡ σὰρξ ὑπέῃ μυδῶσα καὶ σαπρὴ, ἔσται τοῦτο τὸ ἕλκος καὶ τὰ περιέχοντα τὸ ἕλκος ἰδεῖν μέλανα ὑποπέλια· καὶ τῶν ἐσθιομένων ἑλκέων, ὅπη ἂν φαγέδαινα ἐνέῃ, ἰσχυρότατά τε νέμηται καὶ ἐσθίῃ, ταύτῃ τοῦ ἕλκεος τὸ περιέχον χροιὴν ἕξει μέλαιναν ὑποπέλιον.

[11] Καταπλάσματα οἰδημάτων καὶ φλεγμασίης τῆς ἐν τοῖσι περιέχουσιν· ἡ ἑφθὴ φλόμος, καὶ τῆς τριφύλλου τὰ φύλλα ὠμὰ, καὶ τοῦ ἐπιπέτρου τὰ φύλλα ἑφθὰ, καὶ τὸ πόλιον· ἢν δὲ καὶ καθαίρεσθαι δέῃ τὸ ἕλκος, παντὰ μὲν καὶ ταῦτα καθαίρει· ἀτὰρ καὶ τῆς συκῆς τὰ φύλλα καὶ τῆς ἐλαίης, καὶ τὸ πράσιον. Ἕψειν δὲ ταῦτα πάντα, μάλιστα δὲ τούτων ἕψειν τὸν ἄγνον, καὶ τὴν συκῆν, καὶ τὴν ἐλαίην, καὶ τῆς σίδης τὰ φύλλα ὡσαύτως ἕψειν. Ὠμοῖσι δὲ τοῖσίδε χρέεσθαι, τῆς μαλάχης τὰ φύλλα τρίβων ξὺν οἴνῳ, καὶ τοῦ πηγάνου τὰ φύλλα καὶ τῆς ὀριγάνου χλωρῆς· πᾶσι τούτοισι χρὴ τοῦ λίνου τὸν καρπὸν φρύξαντα καὶ κόψαντα ὡς λειότατον μιγνύναι. Ὅκου δὲ ἐρυσίπελας κίνδυνος ἐφ᾿ ἕλκεσι γενέσθαι, τῆς ἰσάτιδος τὰ φύλλα τρίβων ὠμὰ καταπλάσσειν σὺν τῷ λίνῳ, ἢ τὸ λίνον δεύων στρύχνου χυλῷ ἢ ἰσάτιδος καταπλάσσειν. Ὅταν δὲ τὸ ἕλκος καθαρὸν μὲν ἔῃ, φλεγμαίνῃ δὲ τό τε ἕλκος καὶ τὰ περιέχοντα τοῦ ἕλκεος, φακὸν ἐν οἴνῳ ἑψήσας καὶ τρίψας λεῖον, ἐλαίῳ ὀλίγῳ φυρήσας, καταπλάσας, ἐπιδεῖν· καὶ τοῦ κυνοσβάτου ἑψήσας τὰ φύλλα ἐν ὕδατι, τρίψας λεῖα, καταπλάσσειν, ὀθόνιον ὑποτείνας λεπτὸν καθαρὸν, οἴνῳ καὶ ἐλαίῳ τέγξας· καὶ ὅταν ξυνάγειν βούλῃ, τοῦ κυνοσβάτου τὰ φύλλα, ὥσπερ τὸν φακὸν σκευάζειν. Σαυρίδιον, οἶνος καὶ λίνου καρπὸς παραμίγνυται λεπτός· καὶ τόδε, ὁ τοῦ λίνου καρπὸς, καὶ ἄγνος ὠμὸς, καὶ μηλεία στυπτηρίη, ὄξει ταῦτα δευθέντα.

[12] Ὄμφακα λευκὴν ἐς χαλκεῖον θλίψας ἐρυθρὸν δι᾿ ἠθμοῦ, πρὸς ἥλιον τιθέναι τὰς ἡμέρας, τὰς δὲ νύκτας αἴρειν, ὅκως μὴ δροσίζηται, ἀνατρίβειν δὲ τῆς ἡμέρης ἀπαύστως, ὡς ὁμαλῶς ξηραίνηται, καὶ ἀπὸ τοῦ χαλκείου ὡς ὅτι πλεῖστον ἀναλαμβάνῃ, τιθέναι δὲ ἐς τὸν ἥλιον τοσοῦτον χρόνον, ἔστ᾿ ἂν παχὺ γένηται ὥσπερ μέλι· ἔπειτα ἐς χύτρην χαλκῆν ἐγχέαι, καὶ μέλι ὡς κάλλιστον, καὶ οἶνον γλυκὺν, ἐναφεψήσας πρότερον ῥητίνην τερμινθίνην, ἕψειν δὲ τὴν ῥητίνην ἐν τῷ οἴνῳ, ἕως ἂν σκληρὴ γένηται ὥσπερ μέλι ἑφθόν· ἔπειτα τὴν μὲν ῥητίνην ἐξελεῖν, τὸν δὲ οἶνον ξυγχέαι· ἔστω δὲ πλεῖστος μὲν ὁ χυλὸς τῆς ὄμφακος, δεύτερον δὲ ὁ οἶνος, τρίτον δὲ τὸ μέλι· καὶ σμύρναν τὴν στακτὴν καὶ ἄλλως ὡς βελτίστην τρίψας λείην, δίεσθαι τοῦ οἴνου τοῦ αὐτοῦ παρεγχέοντα κατ᾿ ὀλίγον· ἔπειτα ἕψειν αὐτὴν ἐφ᾿ ἑωυτῆς τὴν σμύρναν ξὺν τῷ οἴνῳ ἀνακινέοντα, ὅταν δὲ δοκέῃ ἤδη καλῶς ἔχειν τὸ πάχος, ξυγχέαι ἐς τὸν χυλὸν τῆς ὄμφακος, καὶ νίτρον ὡς ἄριστον φρύξας, ἡσύχως μιγνύναι ἐς τὸ φάρμακον, καὶ ἄνθος χαλκοῦ ἔλασσον τοῦ νίτρου· ταῦτα δὲ ἐπειδὰν μίξῃς, ἕψειν μὴ ἔλασσον τριῶν ἡμερέων, ξύλοισι συκίνοισιν ὡς ὀλίγον ὑποκαίοντα ἢ ἄνθραξιν, ὡς μὴ φρύγηται· καὶ ἐμβαλλόμενα πάντα ἄνυδρα ἔστω, καὶ τὰ ἕλκεα μὴ τεγγέσθω, ὅκη ἂν ἐπαλείφηται τοῦτο τὸ φάρμακον· χρῆσθαι δὲ τούτῳ τῷ φαρμάκῳ πρὸς τὰ πεπαλαιωμένα ἕλκεα, καὶ πρὸς τὰ νεότρωτα, καὶ ἐς πόσθιον, καὶ ἐς κεφαλῆς ἕλκεα καὶ ὠτός. ‑ Φάρμακον ἕτερον τῶν αὐτέων ἑλκέων· χολὴ βοὸς ξηρὴ, μέλι ὡς κάλλιστον, οἶνος λευκός· ἐναφεψῆσαι δὲ ἐν αὐτῷ λωτοῦ τορνεύματα· λιβανωτὸς, σμύρνα ἴση, κρόκος ἴσος, ἄνθος χαλκοῦ· ὁμοίως δὲ ὑγρῶν, οἶνος πλεῖστος, μέλι δεύτερον, ὀλίγιστον ἡ χολή. ‑ Ἕτερον· οἶνος, μέλι κέδρινον, ὀλίγον· τὰ δὲ ξηρὰ, ἄνθος χαλκοῦ, σμύρνα, σίδιον αὖον. ‑ Ἕτερον· ἄνθος χαλκοῦ ὀπτὸν ἡμιμοίριον, σμύρνης δύο ἡμιμοίρια, κρόκου τρεῖς μοῖραι, μέλι ὀλίγον, σὺν οἴνῳ ὀπτώμενα. ‑ Ἕτερον· λιβανωτοῦ μοῖρα, σμύρνης μοῖρα, κηκίδος μοῖρα, κρόκου τρεῖς μοῖραι· τούτων ἕκαστον ξηρὸν τρίψας ὡς λειότατον, ἔπειτα μίξας, τρίβειν ἐν ἡλίῳ ὡς θερμοτάτῳ, παραχέων χυλὸν ὄμφακος ἕως ἂν ἰξῶδες γένηται, ἐπὶ τρεῖς ἡμέρας· ἔπειτα οἴνῳ αὐστηρῷ μέλανι εὐώδεϊ παραχέων κατ᾿ ὀλίγον δίεσθαι. ‑ Ἕτερον· ἐν οἴνῳ γλυκέϊ ἕψειν λευκῷ πρίνου ῥίζας· ἐπειδὰν δὲ δοκέῃ καλῶς ἔχειν, ἀποχέας, τοῦ οἴνου δύο μοίρας ποιῆσαι τοῦδε καὶ ἀμόργης ἐλαίου ὡς ἀνυδροτάτου μοῖραν μίαν, ἔπειτα ἕψειν, ἀνακινέων ὡς μὴ φρυγῇ, μαλθακῷ πυρὶ, ἕως ἂν δοκέῃ τοῦ πάχεος καλῶς ἔχειν. ‑ Ἕτερον· τὰ μὲν ἄλλα, τὰ αὐτά· ἀντὶ δὲ τοῦ οἴνου, ὄξος ὡς ὀξύτατον ἔστω λευκόν· ἐμβάψαι δὲ ἐς αὐτὸ εἴρια ὡς οἰσυπώδεα· κἄπειτα δεύσας τῇ ἀμόργῃ ἕψειν· καὶ ὀπὸν ἐρινεοῦ ξυγχέαι, καὶ στυπτηρίην μηλείην, καὶ νίτρον καὶ ἄνθος χαλκοῦ μῖξαι ὀπτὰ ἀμφότερα. Τοῦτο μᾶλλον τοῦ προτέρου καθαίρει τὰ ἕλκεα, ξηραίνει δὲ τὸ πρότερον οὐχ ἧσσον. ‑ Ἕτερον· τὰ εἴρια βάψαι ὡς ἐν ὀλιγίστῳ ὕδατι, ἔπειτα οἶνον ξυγχέας μέρος τρίτον, ἕψειν ἕως ἂν καλῶς ἔχῃ τὸ πάχος. Ἀπὸ τῶνδε διαπυΐσκεσθαι ἐξέσται τὰ νεότρωτα τάχιστα. ‑ Ἄλλο· ἄρον ξηρὸν ἐπιπάσσειν, καὶ στέλλειν. ‑ Κράδης ἐν ὀπῷ φλοιὸν χλωρὸν τρίβων ἐν οἴνῳ ἐνστέλλειν, καὶ ἄνευ οἴνου αὐτὸν καὶ ξὺν μέλιτι. ‑ Ἕτερον· ὄξος, ἐναφεψῶν λωτοῦ τορνεύματα, ἔστω δὲ λευκὸν τὸ ὄξος, κἄπειτα μῖξαι ἀμόργην ἐλαιέων καὶ ὀῤῥὸν πίσσης, τοῦτο ὠμόν· καὶ ἐπαλείφειν, καὶ καταστάζειν, καὶ ἐπιδεῖν.

[13] Ξηρὰ ἀποτρέπει τὰ νεότρωτα διαπυΐσκεσθαι, ἢ ὄξει ἀπονίψας, ἢ οἴνῳ ἀποσπογγίσας. Τὸν μόλιβον τὸν λεῖον ξὺν τῇ σποδῷ τῇ κυπρίῃ λεανθέντα ἐπιπάσσειν· καὶ τοῦ λωτοῦ τὰ ἰχθυήματα ἐπιπάσσειν, καὶ τὴν λεπίδα τοῦ χαλκοῦ, καὶ τὴν στυπτηρίην, καὶ τὴν χαλκῖτιν μετὰ τοῦ χαλκοῦ, καὶ μόνην, καὶ μετὰ τῶν τοῦ λωτοῦ ἰχθυημάτων. Καὶ ἄλλως, ὅταν δέηται, ξηροῖσι τοῖσι τοιούτοισι χρέεσθαι, καὶ τῇ σποδῷ τῇ ἰλλυριώτιδι λείῃ μετὰ τῶν ἰχθυημάτων, καὶ αὐτοῖσι μόνοισιν ἰχθυήμασι, καὶ ἄνθει ἀργύρου μόνῳ ὡς λειοτάτῳ· καὶ τὴν ἀριστολοχίην ξύων τε καὶ τρίβων λείην ἐπιπάσσειν.

[14] Ἕτερον ἔναιμον· σμύρνα, λιβανωτὸς, κηκὶς, ἰὸς, ἄνθος χαλκοῦ ὀπτὸν, στυπτηρίη αἰγυπτίη ὀπτὴ, οἰνάνθη, οἰσυπίδες, μολύβδαινα, τούτων ἴσον ἑκάστου, ἡ δίεσις οἴνῳ ὥσπερ τὸ πρότερον, καὶ ἄλλη ἐργασίη κατὰ τὰ αὐτά. ‑ Ὄξος ὡς ὀξύτατον λευκὸν, μέλι, στυπτηρίην αἰγυπτίην, νίτρον ὡς ἄριστον ἡσύχως φρύξας, χολῆς ὀλίγον συνέψει· τοῦτο τὰ ὑπερσαρκέοντα καθαίρει καὶ κοιλαίνει, καὶ οὐ δάκνει. ‑ Ἄλλο· ποίη ἡ μικρόφυλλος, ᾗ ὄνομα παρθένιον τὸ μικρόφυλλον, ἣ τὰ θύμια τὰ ἀπὸ τοῦ ποσθίου ἀφαιρεῖ, καὶ στυπτηρίη ἡ χαλκῖτις· καὶ μηλίαδος ὠμῆς· ἐλατήριον λεπτὸν ξηρὸν προστεῖλαι, καὶ τὸ σίδιον λεπτὸν ξηρὸν ὡσαύτως.

[15] Πληροῖ δὲ μάλιστα τὰ κοῖλα τὰ καθαρὰ, ποίη, ᾗ λαγώπυρος οὔνομα· ἐστὶ δὲ πιτύροισιν ὁμοίη ὅταν αὐαίνηται, μικρὸν τὸ φύλλον, ὥσπερ καὶ τὸ τῆς ἐλαίης, καὶ μακρότερον· καὶ πρασίου τὸ φύλλον, σὺν ἐλαίῳ. ‑ Ἕτερον· ἰσχάδος τὸ εἴσω, τὸ πῖαρ, τὸ μελιτοειδὲς, ὡς ξηροτάτης, ὕδατος δύο μοίρας, καὶ λίνου καρποῦ φρύξας μὴ σφόδρα ὡς λεπτοτάτου μοίραν μίαν. ‑ Ἄλλο· τῆς ἰσχάδος, καὶ ἄνθος χαλκοῦ ὀλίγον λεπτὸν, καὶ συκῆς ὀπόν. ‑ Τὸ δ᾿ ἐκ τῆς ἰσχάδος, χαμαιλέων μέλας, χολὴ βοὸς ξηρή· τὰ μὲν ἄλλα τὰ αὐτά. Τὰ δὲ ξηρά. ‑ Κάρδαμον λεπτὸν, ὠμὸν, ἐρύσιμον, ἑκατέρου ἴσον, τῆς δὲ ἰσχάδος δύο μέρη, λίνου καρποῦ δύο μοίρας, ὀπὸν συκῆς. Ὅταν τούτων τινὶ χρέῃ τῶν φαρμάκων, σπλῆνας ἄνωθεν ὀξηροὺς ἐπιθεὶς, σπόγγον ἄνωθεν τῶν σπληνῶν ἐπίθες, καὶ ἐπίδει, καὶ προσπίεσαι ὀλίγῳ μᾶλλον· τὰ δὲ περιέχοντα ἢν φλεγμαίνῃ, ὅ τι ἂν δοκέῃ ξυμφέρειν, περιπλάσσειν.

[16] Ἢν βούλῃ ὑγρῷ χρέεσθαι, καὶ τὸ καρικὸν φάρμακον ἐπαλείφειν, ἐπιδεῖν δὲ ὥσπερ τὰ πρότερα γέγραπται κατὰ τὸν αὐτὸν λόγον. Ἐστὶ δὲ ἐκ τῶνδε τὸ φάρμακον ποιεύμενον· ἐλλεβόρου μέλανος, σανδαράχης, λεπίδος, μολίβδου κεκαυμένου σὺν πολλῷ θείῳ, ἀῤῥενικοῦ, κανθαρίδος· τούτῳ ὁποίῳ δοκέει συντεθέντι χρῆσθαι· ἡ δὲ δίεσις, κεδρίνῳ ἐλαίῳ· ἐπειδὰν δὲ ἅλις ἔχῃ ἐπαλείφοντι, ἐκβάλλειν τὸ φάρμακον, ἐπιπάσσων ἄρον ἑφθὸν λεῖον, ἢ τρίβων ξηρὸν τῷ μέλιτι δεύων· καὶ ἢν ξηρῷ χρῇ τῷ καρικῷ τούτῳ, χρὴ ἀφιστάναι τὸ φάρμακον ἐπιπάσσων.

[17] Ποιέει δὲ τὸ ξηρὸν ἀπὸ τοῦ ἐλλεβόρου μόνον καὶ τῆς σανδαράχης. ‑ Ἕτερον ὑγρόν· ποίη, ἧς τὸ φύλλον ὅμοιον ἄρῳ τὴν φύσιν, λευκὸν δὲ, χνοῶδες, κατὰ κισσοῦ φύλλον τὸ μέγεθος· αὕτη ἡ ποίη ξὺν οἴνῳ ἐπιπλάσσεται. ‑ Ἢ τοῦ πρίνου τὸ περὶ τὸ στέλεχος τρίψας ἐν οἴνῳ, ἐπίπλασσε. ‑ Ἕτερον· ὄμφακος χυλὸς, ὄξος ὡς ὀξύτατον, ἄνθος χαλκοῦ, νίτρον, ὀπὸς ἐρινεοῦ. ‑ Ἐς ὄμφακος χυλὸν στυπτηρίην ἐμβάλλειν ὡς λειοτάτην, καὶ θεῖναι ἐν χαλκῷ ἐρυθρῷ ἐς ἥλιον, καὶ ἀνακινέειν, καὶ ἀνελεῖν ὅταν δοκέῃ καλῶς ἔχειν τὸ πάχος. ‑ Ἕτερον· ἑλλέβορος μέλας ὡς λειότατος ἐπιπάσσεται, ἕως ἄν τι τοῦ ὑγροῦ ἐνέῃ καὶ νεμομένου· ἐπίδεσις δὲ ἡ αὐτὴ, ἥπερ ἐπὶ τοῖσιν ἐμπλάστροισιν. ‑ Ἕτερον· ἁλὸς χόνδρους ὡς ξηροτάτους ἐς χυτρίδιον χάλκεον ἢ κεραμεοῦν καινὸν ἐμβαλεῖν, ἴσους ὡς μάλιστα τὸ μέγεθος, μὴ ἁδρούς· καὶ μέλι ὡς κάλλιστον διπλάσιον τῶν ἁλῶν εἰκάσας ἐπιχέαι ἐπὶ τοὺς ἅλας· ἔπειτα ἐπιθεῖναι ἐπὶ τοὺς ἄνθρακας τὸ χυτρίδιον, καὶ ἐᾷν ἕως ἂν κατακαυθῇ πᾶν· ἔπειτα ἀνασπογγίσας τὸ ἕλκος καὶ ἐκκαθήρας, ἐπιδῆσαι ὥσπερ τὸ πρότερον, καὶ πιέσαι ὀλίγῳ μᾶλλον· τῇ δ᾿ ὑστεραίῃ, ὅπη ἂν μὴ λάβηται τὸ φάρμακον, ἐπιπάσας προσπιέζειν καὶ ἐπιδεῖν· ὅταν δὲ βούλῃ ἀφιστάναι τὸ φάρμακον, ὄξος θερμὸν ἐπιχέειν, ἕως ἂν ἀποστῇ, καὶ αὖθις τὰ αὐτὰ ποιέειν, ἢν δέηται, ἀνασπογγίσας. ‑ Ἄλλο ξηρὸν δάκνον· ὡς οἰσυπωδέστατα εἴρια ἐπ᾿ ὀστράκου κατακαῦσαι δαιδίῳ προσίσχων ἕως ἂν πάντα κατακαύσῃς· τοῦτο λεῖον τρίβων, ἐπιπάσας τὴν αὐτὴν ἐπιδεῖν ἐπίδεσιν. ‑ Ἄλλο ξηρὸν ὁμοίως δάκνον· μίσυος ὡς λειοτάτου ἐπιπάσσειν ἐπὶ τὰ ὑγρὰ καὶ σαπρὰ, καὶ ἄνθος λεπτὸν μὴ παντελῶς λεῖον. ‑ Ἐπὶ τῶν αὐτῶν ἑλκέων· χαμαιλέων μέλας, στυπτηρίη ἡ τῷ ὀπῷ τῆς συκῆς δεδευμένη, δεύειν δὲ ὀπτὴν, καὶ ἄγχουσαν μίσγειν. ‑ Ἀναγαλλὶς, καὶ στυπτηρίη αἰγυπτίη ὀπτὴ, ἐπίπαστον ὀρχομένιον ἐπιπάσσειν.

[18] Πρὸς δὲ τὰς νόμας· στυπτηρίη, ἥ τε αἰγυπτίη ὀπτὴ, καὶ ἡ μηλείη, πρότερον δὲ ἀπονιτρῶσαι ὀπτῷ καὶ ἀνασπογγίσαι. Καὶ ἡ χαλκῖτις στυπτηρίη ὀπτή· ὀπτᾷν δὲ ἕως ἂν φλογοειδὴς γένηται.

[19] Τῶν παλαιῶν ἑλκέων τῶν ἐν τοῖσιν ἀντικνημίοισι γινομένων, αἱματώδεα δέ ποι γίνεται καὶ μέλανα· μελιλώτου ἄνθος τρίψας, μέλιτι φυρῶν, ἐπιπλάστῳ χρῆσθαι.

[20] Ἐπὶ νεῦρα δὲ διατμηθέντα ἐπιδεῖν μυῤῥίνης ἀγρίης ῥίζας κόψας καὶ διαττήσας, φυρήσας ἐλαίῳ. Καὶ τὴν ποίην τὴν πεντάφυλλον, λευκὴ δέ ἐστι καὶ χνοώδης, καὶ ὑψηλοτέρη ἀπὸ τῆς γῆς ἢ τὸ μέλαν πεντάφυλλον, ταύτην τρίψας ἐν ἐλαίῳ ἐπιδεῖν, ἀπολύειν δὲ τριταῖον.

[21] Μαλθακώδεα, τοῖσίδε χρὴ τοῖσι φαρμάκοισι χρῆσθαι ἐν χειμῶνι μᾶλλον ἢ ἐν θέρει· φάρμακα μαλθακώδεα, ἃ καὶ οὐλὰς καλὰς ποιέει· σκίλλης τὸ εἴσω τὸ μυξῶδες τρίψας, ἢ πεύκην σὺν συείῳ στέατι νέῳ, ὀλίγον ἔλαιον καὶ ῥητίνης ὀλίγον, καὶ ψιμυθίου. ‑ Καὶ στέαρ χηνὸς, καὶ συὸς νέον, καὶ σκίλλαν, καὶ ἔλαιον ὀλίγον. ‑ Κηρὸς ὡς λευκότατος, στέαρ πρόσφατον καθαρόν. ‑ Ἢ σκίλλαν, ἔλαιον λευκὸν, ῥητίνης ὀλίγον. ‑ Κηρὸν, στέαρ συὸς παλαιὸν καὶ νέον, καὶ ἔλαιον, καὶ ἰὸς, καὶ σκίλλα, καὶ ῥητίνη, ἔστω δὲ δύο μοῖραι τοῦ παλαιοῦ στέατος πρὸς τὸ νέον, τῶν δὲ ἄλλων ὁκόσον δοκέει καιρὸς εἶναι. ‑ Στέαρ συντήξας πρόσφατον, ἀποχέας ἐς ἕτερον χυτρίδιον, καὶ τῆς μολυβδαίνης τρίψας ὡς λειότατον, διαττήσας, ξυμμίξας, ἕψειν, καὶ κυκᾷν τὸ πρῶτον, ἑψεῖν δὲ ἕως ἂν ἐπισταχθὲν ἐπὶ γῆς πηγνύηται, ἔπειτα καθελὼν ἀποχέαι τὸ ἄλλο πλὴν τῆς λίθου τῆς ὑποστάσης, καὶ ἐμβάλλειν ῥητίνην καὶ ἀνακινέειν, κέδρινον ἔλαιον ὀλίγον ξυμμίξας καὶ τὸ ἀφῃρημένον. Πᾶσι χρὴ τοῖσι μαλθακοῖσιν ὅκου ἂν ῥητίνην ξυμμιγνύῃς, ἐπειδὰν ἀφέλῃς ἀπὸ τοῦ πυρὸς τὸ φάρμακον, ἐς θερμὸν ἔτι ἐὸν καθεὶς τὴν ῥητίνην κυκᾷν. ‑ Ἕτερον· στέαρ συὸς παλαιὸν, καὶ κηρὸς, καὶ ἔλαιον, τὰ δὲ ξηρὰ, ἰχθυήματα λωτοῦ, λιβανωτὸς, μολύβδαινα, ἤγουν τοῦ μὲν μοῖρα, καὶ τῆς δὲ μοῖρα, καὶ τοῦ ἰχθυήματος μοῖρα, ἔστω δὲ τοῦ παλαιοῦ στέατος δύο μοῖραι, τοῦ δὲ κηροῦ μία, καὶ τοῦ ἐλαίου μία. ‑ Ἢ στέαρ μόνον παλαιὸν ὕειον, σὺν τῷδε στέαρ αἰγὸς πρόσφατον ὡς ἥκιστα ξὺν τῷ ὑμένι, καθήρας, μικρὰ τρίψας ἢ κατακόψας λεῖα, ἔλαιον παραχέειν, καὶ παραπάσσειν τὸν μόλιβδον ξὺν τῇ σποδῷ, καὶ λωτοῦ ἰχθυημάτων τὸ ἥμισυ. ‑ Ἕτερον· στέαρ αἰγὸς, σποδὸς, χαλκῖτις κυανέη, ἔλαιον.

[22] Περὶ πυρικαύστου· ἑψεῖν χρὴ πρίνου ῥίζας ἁπαλὰς, ᾗ ὁ φλοιός ἐστι παχύτατος καὶ χλωρότατος, καταταμὼν μικρὰ, οἶνον λευκὸν ἐπιχέας, μαλθακῷ πυρὶ καθεψεῖν, ἕως ἂν δοκέῃ καλῶς ἔχειν τὸ πάχος, ὡς ὑπάλειπτον, καὶ ἐν ὕδατι τὸν αὐτὸν τρόπον. ‑ Ἕτερον μὴ δάκνον· ὑὸς στέαρ μόνον παλαιὸν ὑπαλείφειν, τήξας αὐτὸ, ἄνωθεν δὲ τῆς σκίλλης τὴν ῥίζαν διαιρῶν καὶ προστιθεὶς καταδεῖν, τῇ δὲ ἑξῆς ἐπαιονᾷν. ‑ Ἄλλο· τήξας ὑὸς στέαρ παλαιὸν, καὶ κηρὸν, καὶ ἔλαιον συμμίξας καὶ λιβανωτὸν, καὶ λωτοῦ ἰχθυήματα, καὶ μίλτον, τούτῳ ὑπαλείψας, ἄρου φύλλα ἐν οἴνῳ καὶ ἐλαίῳ ἑψήσας, προστιθεὶς καταδεῖν. ‑ Ἕτερον· ἐπειδὰν τῷ συείῳ στέατι ὑπαλείψῃς τῷ παλαιῷ, καταλείφειν ἀσφοδέλου ῥίζας ἐν οἴνῳ τρίψας καὶ λειώσας. ‑ Ἕτερον· τήξας στέαρ συὸς παλαιὸν, ξυμμίξας ῥητίνῃ καὶ ἀσφάλτῳ, αὐτὸ ἐπαλείψας ἐς ὀθόνιον, θερμήνας πρὸς πῦρ, ἐπιθεὶς ἐπιδεῖν.

[23] Ὅταν ἐν τῷ νώτῳ ὑπὸ πληγέων ἢ ἄλλως ἕλκος γένηται, τῇ σκίλλῃ διέφθῳ τρίψας καὶ ἐπ᾿ ὀθόνιον ἀλείψας ἐπιδεῖν, ὕστερον δὲ στέαρ αἰγὸς, καὶ συὸς νέον, καὶ σποδὸν, καὶ ἔλαιον, καὶ λιβανωτὸν ἐπαλείφειν.

[24] Οἰδήματα ἐν τοῖσι ποσὶ γινόμενα, αὐτόματα καὶ μὴ αὐτόματα, οὐδὲν ὑπὸ τῶν καταπλασμάτων καθιστάμενα, τά τε οἰδήματα, καὶ ἡ φλεγμασίη, καὶ ἢν σπόγγους ἐπιδέῃ τις ἢ εἴρια ἤ τι ἄλλο ἐπὶ τὸ ὑγιὲς, ἔπειτα ἀνοιδίσκηται αὐτόματον καὶ ἀναφλεγμαίνῃ, κατὰ φλέβας ἐπίῤῥους αἴτιόν ἐστιν αἵματος, ᾥτινι μὴ φλάσμα αἴτιόν ἐστι, καὶ ἤν που ἄλλοθι τοῦ σώματος τοιοῦτόν τι γίνηται, ὁ αὐτὸς λόγος. Ἀλλὰ τοῦ αἵματος χρὴ ἀφιέναι, μάλιστα μὲν κατὰ φλέβας τὰς ἐπιῤῥεούσας, ἢν καταφανέες ἔωσιν· ἢν δὲ μὴ, κατακρούειν τὰ οἰδήματα βαθύτερα καὶ πυκνότερα, καὶ ἄλλο πᾶν ὅ τι ἂν κατακρούῃς, οὕτω χρὴ ποιέειν, καὶ ὡς ὀξυτάτοισι σιδηρίοισι καὶ λεπτοτάτοισι, καὶ ὅταν ἀφαιρέῃς τὸ αἵμα, τῇ μήλῃ μὴ κάρτα πιέζειν, ὡς μὴ φλάσις προσγίνηται· ὄξει δὲ κατανίζειν, καὶ θρόμβον αἵματος ἐν τοῖσι σχάσμασι μὴ ἐᾷν ἐγκαταλείπεσθαι, καταχρίσας τῷ ἐναίμῳ φαρμάκῳ, εἴρια οἰσυποῦντα κατεξασμένα μαλθακὰ ἐπιδῆσαι, ῥήνας οἴνῳ καὶ ἐλαίῳ, καὶ ἐχέτω τὸ σχασθὲν ὅκως ἀνάῤῥους εἴη τοῦ αἵματος καὶ μὴ κατάῤῥους. Καὶ μὴ τεγγέτω ὅλως, καὶ ὀλιγοσιτεέτω, καὶ πινέτω ὕδωρ· ἢν δὲ ἀπολύων εὑρίσκῃς τὰ σχάσματα φλεγμαίνοντα, καταπλάσσειν τῷ ἐκ τοῦ ἀγνοῦ καὶ λίνου καρποῦ καταπλάσματι· ἢν δὲ ἑλκωθῇ τὰ σχάσματα καὶ ξυῤῥαγῇ, πρὸς σχῆμα ὁρέων, ἔπειτα προσφέρων ὅτου ἂν δέῃ, τὰ λοιπὰ ἰητρεύειν.

[25] Ὅκου δὲ κιρσὸς ἔνεστιν ἐπ᾿ ἀντικνημίου ἢ περιφανὴς ἢ κατὰ τῆς σαρκὸς, καί ἐστι μέλαν τὸ ἀντικνήμιον, καὶ δοκέει δεῖσθαι αἷμα ἀπ᾿ αὐτοῦ ἀποῤῥυῆναι, οὐ χρὴ τὰ τοιαῦτα κατακρούειν οὐδαμῶς· ὡς γὰρ ἐπιτοπολὺ ἕλκεα μεγάλα γίνεται ἐκ τῶν σχασμάτων διὰ τοῦ κιρσοῦ τὴν ἐπιῤῥοήν· ἀλλὰ χρὴ αὐτὸν τὸν κιρσὸν ἀποκεντέειν ἄλλοτε καὶ ἄλλοτε, ὅπη ἂν δοκέῃ καιρὸς εἶναι.

[26] Ὅταν δὲ φλέβα τάμῃς, ἐπειδὰν τοῦ αἵματος ἀφῇς καὶ λύσῃς τὴν ταινίην, καὶ μὴ ἵστηται, τὰ ἀντία ὅκως ἂν ὁ ῥοῦς γίνηται τοῦ αἵματος, ἐχέτω, ἤν τε χεὶρ, ἤν τε σκέλος ᾖ, ὡσεὶ χωρέοντος τοῦ αἵματος ὀπίσω, καὶ οὕτως ὑπομείνας χρόνον πλείω ἢ ἐλάσσω κατακείμενος, ἔπειτα ἐπιδῆσαι αὐτὸν οὕτως ἔχοντα, μὴ ἐνεόντος τινὸς θρόμβου ἐν τῇ τομῇ, [ἔπειτα] σπληνίον διπλόον προσθείς, τέγξας οἴνῳ, καὶ ἄνωθεν εἴριον ἐλαιώσας καθαρόν· κἢν γὰρ ἐπίῤῥυσις τοῦ αἵματος ἔῃ βιαίη, σχέσις γίνεται ἐπιῤῥέοντος· κἢν, θρόμβου ἐπὶ τῇ τομῇ γενομένου, οὕτω φλεγμήνῃ, διαπυΐσκεται. Ἠριστηκότα δὲ χρὴ πλέον ἢ ἔλαττον καὶ πεπωκότα φλεβοτομέειν, καὶ ὑποτεθερμασμένον, καὶ ἡμέρης θερμοτέρης ἢ ψυχροτέρης.

[27] Σικύην δὲ προσβάλλοντα χρὴ, ἢν ἐπιῤῥέῃ τὸ αἷμα ἀφῃρημένης τῆς σικύης, κἢν πολὺ ῥέῃ, ἢ ἰχὼρ ῥέῃ, αὐτοῖσι ταχέως, πρὶν ἢ πλησθῇ, αὖθις προσβάλλων, ἐπεξέλκειν τὸ λειπόμενον· ἢν δὲ μὴ, θρόμβοι ἐνεχόμενοι ἐν τοῖσι σχάσμασιν, ἔπειτα ἀναφλεγμήναντα ἕλκεα γίνεται ἐξ αὐτῶν. Ὄξει δὲ χρὴ πάντα τὰ τοιαῦτα κατανίζειν, καὶ ὕστερον μὴ τέγγειν, μηδὲ κατακέεσθαι ἐπὶ τὰ σχάσματα, τῶν δὲ ἐναίμων τινὶ φαρμάκων καταχρῖσαι τὰ σχάσματα· καὶ ὅταν κάτωθεν τοῦ γούνατος δέῃ προσβάλλειν ἢ πρὸς τὸ γόνυ, ἑστηκότι ὀρθῷ, ἢν δύνηται ἑστάναι.


Περὶ Αἰμοροΐδων

ΠΕΡΙ ΑΙΜΟΡΡΟΙΔΩΝ.

[1] Αἱμοῤῥοΐδων τὸ μὲν νόσημα ὧδε γίνεται· ἐπὴν χολὴ ἢ φλέγμα ἐς τὰς φλέβας τὰς ἐν τῷ ἀρχῷ καταστηρίξῃ, θερμαίνει τὸ αἷμα τὸ ἐν τοῖσι φλεβίοισι· θερμαινόμενα δὲ τὰ φλέβια ἐπισπᾶται ἐκ τῶν ἔγγιστα φλεβίων τὸ αἷμα, καὶ πληρεύμενα ἐξοιδέει ἐς τὸ ἐντὸς τοῦ ἀρχοῦ, καὶ ὑπερίσχουσιν αἱ κεφαλαὶ τῶν φλεβίων, καὶ ἅμα μὲν ὑπὸ τῆς κόπρου ἐξιούσης φλώμεναι, ἅμα δὲ ὑπὸ τοῦ αἵματος ἀθροιζομένου βιαζόμεναι, ἐξακοντίζουσιν αἷμα, μάλιστα μὲν ξὺν τῷ ἀποπάτῳ, ἐνίοτε δὲ χωρὶς τοῦ ἀποπάτου.

[2] Θεραπεύειν δὲ δεῖ ὧδε· πρῶτον μὲν ὑπαρχέτω εἰδέναι ἐν οἵῳ χωρίῳ γίνονται. Ἀρχὸν γὰρ καὶ τάμνων, καὶ ἀποτάμνων, καὶ ἀναῤῥάπτων, καὶ δαίων, καὶ ἀποσήπων, ταῦτα γὰρ δοκέει δεινότατα εἶναι, οὐδὲν ἂν σίνοιο. Παρασκευάσασθαι δὲ κελεύω ἑπτὰ ἢ ὀκτὼ σιδήρια, σπιθαμιαῖα τὸ μέγεθος, πάχος δὲ ὡσεὶ μήλης παχείης· ἐξ ἄκρου δὲ κατακάμψαι· καὶ ἐπὶ τῷ ἄκρῳ πλατὺ ἔστω ὡς ἐπὶ ὀβολοῦ μικροῦ. Προκαθήρας δὴ φαρμάκῳ τῇ πρότερον, αὐτῇ δὲ ᾗ ἂν ἐπιχειρέῃς καῦσαι, ἀνακλίνας τὸν ἄνθρωπον ὕπτιον, καὶ προσκεφάλαιον ὑπὸ τὴν ὀσφὺν ὑποθεὶς, ἐξαναγκάζειν ὡς μάλιστα τοῖσι δακτύλοισι τὴν ἕδρην ἔξω, ποιέειν δὲ καὶ διαφανέα τὰ σιδήρια, καὶ καίειν ἕως ἂν ἀποξηράνῃς, καὶ ὅκως μὴ ὑπαλείψῃς· καίειν δὲ καὶ μηδεμίην ἐᾶσαι ἄκαυστον τῶν αἱμοῤῥοΐδων, ἀλλὰ πάσας ἀποκαύσεις. Γνώσει δὲ οὐ χαλεπῶς τὰς αἱμοῤῥοΐδας· ὑπερέχουσι γὰρ ἐς τὸ ἐντὸς τοῦ ἀρχοῦ, οἷον ῥᾶγες πελιδναὶ, καὶ ἅμα ἐξαναγκαζομένου τοῦ ἀρχοῦ ἐξακοντίζουσιν αἷμα. Κατεχόντων δ᾿ αὐτῶν, ὅταν καίηται, τῆς κεφαλῆς καὶ τὰς χεῖρας, ὡς μὴ κινέηται, βοάτω καιόμενος· ὁ γὰρ ἀρχὸς μᾶλλον ἐξίσχει. Ἐπὴν δὲ καύσῃς, φακοὺς καὶ ὀρόβους ἑψήσας ἐν ὕδατι, τρίψας λείους, κατάπασσε πέντε ἢ ἓξ ἡμέρας· τῇ δὲ ἑβδόμῃ σπόγγον μαλθακὸν τάμνειν ὡς λεπτότατον, πλάτος δὲ εἶναι τοῦ σπόγγου ὅσον ἓξ δακτύλων πάντη· ἔπειτα ἐπιθεῖναι ἐπὶ τὸν σπόγγον ὀθόνιον ἴσον τῷ σπόγγῳ λεπτὸν καὶ λεῖον, ἀλείψας μέλιτι· ἔπειτα ὑποβαλὼν τῷ δακτύλῳ τῷ λιχανῷ τῆς ἀριστερῆς χειρὸς μέσον τὸν σπόγγον, ὦσαι κάτω τῆς ἕδρης ὡς προσωτάτω· ἔπειτα ἐπὶ τὸν σπόγγον προσθεῖναι εἴριον, ὡς ἂν ἐν τῇ ἕδρῃ ἀτρεμίζῃ. Διαζώσας δὲ ἐν τῇσι λαγόσι, καὶ ὑφεὶς ταινίην ἐκ τοῦ ὄπισθεν, ἀναλαβὼν ἐκ τῶν σκελέων τὸν ἐπίδεσμον, ἀναδῆσαι ἐς τὸ διάζωσμα παρὰ τὸν ὀμφαλόν. Τὸ δὲ φάρμακον, ὃ εἶπον, ἐπίδει τὸ πυκνὴν τὴν σάρκα ποιέον καὶ ἰσχυρὴν φῦναι. Ταῦτα δὲ δεῖ ἐπιδεῖν μὴ ἔλασσον ἡμερῶν εἴκοσι. Ῥοφέειν δὲ ἅπαξ τῆς ἡμέρης ἄλευρον, ἢ κέγχρον, ἢ τὸ ἀπὸ τῶν πιτύρων, καὶ πίνειν ὕδωρ· ἢν δὲ ἐς ἄφοδον ἵζηται, ὕδατι θερμῷ διανίζειν· λούεσθαι δὲ διὰ τρίτης ἡμέρης.

[3] Ἑτέρη θεραπείη· ἐκβαλὼν τὴν ἕδρην ὡς μάλιστα, αἰονᾷν ὕδατι θερμῷ, ἔπειτα ἀποτάμνειν τῶν αἱμοῤῥοΐδων τὰ ἄκρα· φάρμακον δὲ προκατασκευασθῆναι πρὸς τὴν τομὴν τόδε· οὐρήσας ἐς χαλκεῖον, ἐπίπασσον ἐπὶ τὸ οὖρον χαλκοῦ ἄνθος ὀπτοῦ καὶ τετριμμένου λείου, ἔπειτα διεὶς, καὶ κινήσας τὸ χαλκεῖον, ξήρανον ἐν τῷ ἡλίῳ· ὅταν δὲ ξηρὸν γένηται, συνξύσας τρῖψον λεῖον. Προστίθει τῷ δακτυλίῳ, καὶ σπληνία ἐλαιώσας προστίθει, καὶ σπόγγον ἐπάνω ἐπίδει.

[4] Ἕτερος τρόπος· προσφύεται πρὸς τῇ αἱματίτιδι τῇ κονδυλώδει οἷον συκαμίνου καρπός· καὶ ἢν μὲν ἔξω σφόδρα ᾖ ἡ κονδύλωσις, περιπέφυκεν αὐτῇ καλυπτὴρ ὁ τῆς σαρκός. Καθίσας οὖν τὸν ἄνθρωπον ὀκλὰξ ἐπὶ ὅλμων δύο, σκόπει· εὑρήσεις γὰρ πεφυσημένα τὰ μεσηγὺ τῶν γλουτῶν παρὰ τὴν ἕδρην, τὸ δὲ αἷμα ἐκχωρέον ἔνδοθεν. Ἢν γοῦν ἐνδιδῷ ὑπὸ τῷ καλυπτῆρι, τὸ κονδύλωμα τῷ δακτύλῳ ἀφελεῖν· οὐδὲν γὰρ χαλεπώτερον ἤ περ προβάτου δειρομένου τὸν δάκτυλον μεταξὺ τοῦ δέρματος καὶ τῆς σαρκὸς περαίνειν· καὶ ταῦτα διαλεγόμενος ἅμα λάνθανε ποιέων. Ἐπὴν δὲ ἀφέλῃς τὸ κονδύλωμα, ἀνάγκη ῥέεσθαι δρόμους αἵματος ἀπὸ πάσης τῆς ἀφαιρέσιος· ταῦτα χρὴ ἀποπλῦναι οἴνῳ αὐστηρῷ, κηκίδας ἐναποβρέξας· καὶ ἥ τε αἱματῖτις οἰχήσεται σὺν τῷ κονδυλώματι, καὶ τὸ κάλυμμα καταστήσεται, καὶ ὅσῳ ἂν παλαιότερον ᾖ, ῥηϊδίως ἔσται ἡ ἴησις.

[5] Ἢν δὲ ἀνωτέρω ᾖ ἡ κονδύλωσις, τῷ κατοπτῆρι σκέπτεσθαι, καὶ μὴ ἐξαπατᾶσθαι ὑπὸ τοῦ κατοπτῆρος· διοιγόμενος γὰρ ὁμαλύνει τὴν κονδύλωσιν, ξυναγόμενος δὲ πάλιν δείκνυσιν ὀρθῶς. Ἀφαιρέειν δὲ χρὴ, ἑλλεβόρῳ μέλανι ὑπαλείφοντα τὸν δακτύλιον· ἔπειτα τριταῖον οἴνῳ κλύζειν αὐστηρῷ. Τὸ δὲ αἷμα, ὅταν ἀφέλῃς τὴν κονδύλωσιν, ὅτι οὐ ῥέει, μὴ θαυμάζειν· οὐδὲ γὰρ ἢν ἐν τοῖσιν ἄρθροισι διατάμῃς τὰς χεῖρας ἢ τὰ σκέλεα, οὐ ῥεύσεται αἷμα· ἢν δ᾿ ἄνωθεν ἢ κάτωθεν τάμῃς τῶν ἄρθρων, εὑρήσεις κοίλας φλέβας καὶ αἱμόῤῥους, καὶ χαλεπῶς ἂν ἴσχοις εὐπόρως. Οὕτω καὶ τὴν ἐν τῇ ἕδρῃ αἱμοῤῥοΐδα, ἢν μὲν ἄνωθεν ἢ κάτωθεν τάμῃς τῆς ἀφαιρέσιος τοῦ κονδυλώματος, αἷμα ῥεύσεται· ἢν δὲ αὐτὴν ἀφέλῃς τὴν κονδύλωσιν ἐν τῇ προσφύσει, οὐ ῥεύσεται. Ἢν μὲν οὖν οὕτω καθίσταται, καλῶς ἂν ἔχοι· ἢν δὲ μὴ, καῦσαι, φυλασσόμενος ὡς μὴ ἅψῃ τῷ σιδήρῳ, ἀλλ᾿ ἐγγὺς προσφέρων τὰ σιδήρια ἀποξηραίνειν, καὶ προστιθέναι τὸ τοῦ χαλκοῦ ἄνθος τὸ ἐν τῷ οὔρῳ.

[6] Ἕτερος τρόπος ἰήσιος αἱμοῤῥοΐδων· καυστῆρα ποιήσασθαι, οἷον καλαμίσκον φραγμίτην· σιδήριον δὲ ἐναρμόσαι καλῶς ἁρμόζον· ἔπειτα τὸν αὐλίσκον ἐνθεὶς ἐς τὴν ἕδρην, διαφαῖνον τὸ σιδήριον καθιέναι, καὶ πυκνὰ ἐξαιρέειν, ἵνα μᾶλλον ἀνέχηται θερμαινόμενος· καὶ οὔτε ἕλκος ἕξει ὑπὸ τῆς θερμασίης, ὑγιέα τε ξηρανθέντα τὰ φλέβια.

[7] Ἢν δὲ βούλῃ μήτε καίειν, μήτε ἀποτάμνειν, προκαταιονήσας ὕδατι πολλῷ θερμῷ, καὶ ἐκτρέψας τὴν ἕδρην, σμύρναν τρίψας λείην καὶ κηκίδα, καὶ στυπτηρίην αἰγυπτίην κατακαύσας, ἓν καὶ ἥμισυ πρὸς τἄλλα, καὶ μελαντηρίης ἄλλο τοσοῦτον, τουτέοισι ξηροῖσι χρῆσθαι· ἡ δὲ αἱμοῤῥοῒς τουτέοισι τοῖσι φαρμάκοισιν ἀποστήσεται, ὥσπερ σκύτος κατακεκαυμένον· ταῦτα ποιέειν μέχρις ἂν πάσας ἀφανίσῃς. Καὶ χαλκίτιδος ἥμισυ κεκαυμένον τωὐτὸ ἀπεργάζεται.

[8] Ἢν δὲ βούλῃ βαλάνοισιν ἰῆσθαι, σηπίης ὄστρακον, μολυβδαίνης τρίτον μέρος, ἄσφαλτον, στυπτηρίην, ἄνθος ὀλίγον, κηκίδα, χαλκοῦ ἰὸν ὀλίγον, τουτέων μέλι ἑφθὸν καταχέας, βάλανον ποιήσας μακροτέρην, προστίθει, μέχρις ἂν ἀφανίσῃς.

[9] Γυναικείην αἱμοῤῥοΐδα ὧδε θεραπεύειν· πολλῷ ὕδατι θερμῷ αἰονήσας, σύνεψε δὲ ἐν τῷ θερμῷ τῶν εὐωδέων, τρίψας μυρίκην, λιθάργυρον ὀπτὴν, καὶ κηκίδα, οἶνον λευκὸν παράχεε καὶ ἔλαιον καὶ χηνὸς στέαρ, τρίψας ὁμοῦ πάντα, διδόναι, ὁκόταν αἰονηθῇ, διαχρήσασθαι· αἰονᾷν δὲ καὶ τὴν ἕδρην ἐξώσας ὡς μάλιστα.


Περὶ Συρίγγων

ΠΕΡΙ ΣΥΡΙΓΓΩΝ.

[1] Σύριγγες γίνονται μὲν ὑπὸ φλασμάτων καὶ φυμάτων, γίνονται δὲ καὶ ὑπὸ ἐρεσίης, καὶ ἱππασίης, ὅταν ἀθροισθῇ ἐν τῷ γλουτῷ αἷμα πλησίον τῆς ἕδρης· σηπόμενον γὰρ νέμεται ἐς τὰ μαλθακὰ, ἅτε ὑγροῦ ἐόντος τοῦ τε ἀρχοῦ, καὶ τῆς σαρκὸς μαλθακῆς, ἐν ᾗ νέμεται, ἔστ᾿ ἂν τὸ φῦμα ῥήξῃ καὶ κάτω ἐς τὸν ἀρχὸν διασήψῃ. Ἐπὴν δὲ τοῦτο γένηται, συριγγοῦται, καὶ ἰχὼρ ῥέει, καὶ κόπρος ῥεῖ δι᾿ αὐτῆς καὶ φῦσα καὶ βδελυγμίη πολλή. Ὑπὸ μὲν οὖν τῶν φλασμάτων γίνεται, ὁκόταν τι τῶν περὶ τὸν ἀρχὸν χωρίων φλασθῇ ὑπὸ πληγῆς, ἢ ὑπὸ πτώματος, ἢ ὑπὸ τρώματος, ἢ ἱππασίης, ἢ ἐρεσίης, ἢ ὅσα τοιουτότροπά ἐστι· ξυνίσταται γὰρ αἷμα· σηπόμενον δὲ ἐκπυΐσκεται· ὑπὸ δὲ τοῦ ἐκπυϊσκομένου πάσχει ἅπερ ἐπὶ τῶν φυμάτων εἴρηται.

[2] Πρῶτον μὲν οὖν ὅταν τι τοιοῦτον αἴσθῃ φυόμενον φῦμα, τάμνειν ὡς τάχιστα ὠμὸν πρὶν ἢ διαπυῆσαι ἐς τὸν ἀρχόν.

[3] Ἢν δὲ νοσέοντα ἤδη τὴν σύριγγα παραλάβῃς, λαβὼν σκορόδου φύσιγγα νεαρὴν, ἀνακλίνας τὸν ἄνθρωπον ὕπτιον, τὰ σκέλεα διαγαγὼν τὸ μὲν ἔνθα, τὸ δὲ ἔνθα, τὴν φύσιγγα καθιέναι ἔστ᾿ ἂν προσκόψῃ, μετρῆσαί τε τὸ βάθος τῆς συρίγγος τῇ φύσιγγι, καὶ σεσέλιος δὲ ῥίζαν κόψας ὡς λεπτοτάτην, ὕδωρ ἐπιχέας, βρέχειν τέσσαρας ἡμέρας· καὶ προνηστεύσας πινέτω μέλιτι παραμίσγων τὸ ὕδωρ κατὰ τρεῖς κυάθους· ἐν τούτῳ κάθαιρε καὶ τὰς ἀσκαρίδας. Ὁκόσοι δ᾿ ἂν καταλείφθωσιν ἀθεράπευτοι, θνήσκουσιν. Ἔπειτα ὀθόνιον βύσσινον τιθυμάλλου ὀπῷ τοῦ μεγάλου δεύσας, καταπάσσων ἄνθος χαλκοῦ ὀπτὸν τετριμμένον, στροβίλην ποιήσας ἴσην τῇ σύριγγι τὸ μῆκος, ῥάμμα διεὶς δι᾿ ἄκρας τῆς στροβίλης καὶ αὖθις διὰ τῆς φύσιγγος, ὕπτιον κατακλίνας τὸν ἄνθρωπον, κατοπτῆρι κατιδὼν τὸ διαβεβρωμένον τοῦ ἀρχοῦ, ταύτῃ τὴν φύσιγγα διεῖναι· καὶ ὁκόταν παρακύψῃ ἐς τὸν ἀρχὸν, ἐπιλαμβανόμενος ἕλκειν, ἄχρις οὗ ἡ στροβίλη διωσθῇ καὶ ἰσωθῇ τῷ τε ἄνω καὶ τῷ κάτω· ἐπὴν δὲ ἐσωσθῇ, βάλανον ἐνθεὶς κερατίνην ἐς τὸν ἀρχὸν, γῇ διαχρίσας σμηκτρίδι, τὸν ἀρχὸν ἐᾷν· ἐπὴν δὲ ἀποπατέῃ, ἐξαιρέειν καὶ αὖθις προστιθέναι, ἕως ἂν πεμπταίη γένηται· ἕκτῃ δὲ ἡμέρῃ ἐξαιρέειν, ἕλκων τὴν στροβίλην ἔξω τῆς σαρκός· καὶ τρίψαι στυπτηρίην μετὰ ταῦτα, καὶ πλήσας τὴν βάλανον καὶ ἐς τὸν ἀρχὸν ἐμβαλὼν, ἐᾷν ἄχρις οὗ ἡ στυπτηρίη ὑγρὴ γένηται· τὸν δὲ ἀρχὸν σμύρνῃ ἀλείφειν, ἄχρις οὗ ἂν δοκέῃ ξυμπεφυκέναι·

[4] Ἑτέρη θεραπείη· ὠμόλινον λαβὼν ὡς λεπτότατον, συμβάλλειν ὅσον σπιθαμιαῖον πεντάπλουν, καὶ ξυμπεριλαβεῖν ἱππείην τρίχα· ἔπειτα ποιησάμενος μήλην κασσιτερίνην ἐπ᾿ ἄκρου τετρημένην, ἐνείρας ἐς τὴν μήλην τὴν ἀρχὴν τοῦ ὠμολίνου συμβεβλημένου, καθιέναι τὴν μήλην ἐς τὴν σύριγγα, καὶ ἅμα τῆς ἀριστερῆς χειρὸς τὸν δάκτυλον τὸν λιχανὸν καθιέναι ἐς τὴν ἕδρην· ἐπὴν δὲ ψαύσῃ ἡ μήλη τοῦ δακτύλου, ἄγειν ἔξω τῷ δακτύλῳ, ἀποκάμψας τῆς μήλης τὸ ἄκρον καὶ τὴν ἀρχὴν τὴν ἐν τῇ μήλῃ· καὶ τὴν μὲν μήλην πάλιν ἐξαιρέειν, τοῦ δὲ ὠμολίνου τὰς ἀρχὰς ἀφάψαι δὶς ἢ τρίς· καὶ τὸ λοιπὸν τοῦ ὠμολίνου ἐπιστρέψας, ἐπιδῆσαι πρὸς τὸ ἄμμα· ἔπειτα κελεύειν ἀπελθόντα διαπρήσσεσθαι τὰ ἑωυτοῦ. Ὁκόσον δὴ, σηπομένης τῆς σύριγγος, χαλᾶται τοῦ ὠμολίνου, τοῦτο ἐπιτείνειν καὶ ἐπιστρέφειν αἰεὶ καθ᾿ ἑκάστην ἡμέρην· ἢν δέ σοι τὸ ὠμόλινον διασαπῇ πρόσθεν ἢ τὴν σύριγγα διαβρωθῆναι, πρὸς τὴν τρίχα προσάψας ἕτερον ὠμόλινον διεῖναι καὶ ἀφάψαι (ἡ γὰρ θρὶξ διὰ τοῦτο παραβάλλεται τῷ ὠμολίνῳ ὅτι ἄσηπτός ἐστιν)· ἐπὴν δὲ διασαπῇ ἡ σύριγξ, τάμνεσθαι χρὴ σπόγγον μαλακὸν ὡς λεπτότατον προστεθέντα· ἔπειτα ἐς μὲν τὴν σύριγγα ἄνθος χαλκοῦ ὀπτὸν συχνὸν τῇ μήλῃ ἐνθεῖναι, τὸν δὲ σπόγγον ἀλεῖψαι μέλιτι, καὶ ὑποβαλὼν μέσον τῷ λιχανῷ δακτύλῳ τῆς ἀριστερῆς χειρὸς ὦσαι πρόσω, καὶ προσθεὶς ἕτερον σπόγγον ἀναδῆσαι τὸν αὐτὸν τρόπον, ὅν περ καὶ ἐπὶ τῇσιν αἱμοῤῥοΐσιν· τῇ δὲ αὔριον ἀπολύσας, περινίψαι ὕδατι θερμῷ, καὶ σπόγγῳ τῷ δακτύλῳ τῆς ἀριστερῆς χειρὸς πειρᾷν διακαθαίρειν τὴν σύριγγα, καὶ αὖθις πάλιν τὸ ἄνθος ἐπιδῆσαι· ταῦτα ποιέειν ἑπτὰ ἡμέρας, ἐν ταύτῃσι γὰρ μάλιστα ὁ χιτὼν τῆς σύριγγος ἐκσήπεται· τὸ δὲ λοιπὸν, ἔστ᾿ ἂν ὑγιανθῇ, τουτέῳ ἐπιδεῖν· κατὰ γὰρ τοῦτον τὸν τρόπον ὑπὸ τοῦ σπόγγου διαναγκαζομένη καὶ ἀναπτυσσομένη ἡ σύριγξ οὔτε πάλιν ξυμπέσοι ἂν, οὔτε τὸ μὲν αὐτῆς ὑγιανθείη ἂν, τὸ δὲ πάλιν ξυμπληρωθείη, ἀλλ᾿ ἐν ἑωυτῇ πᾶσα ὑγιὴς ἔσται. Ἐν τῇ θεραπείῃ δὲ προσαιονᾷν ὕδατι πολλῷ θερμῷ, καὶ λιμοκτονέειν.

[5] Ἢν δὲ μὴ διαβεβρώκῃ ἡ σύριγξ, προμηλώσας μήλῃ, τέμνε ἕως ἂν διέλθῃ, καὶ ἐπίπασσε ἄνθος χαλκοῦ, καὶ ἐᾷν ἐπὶ πέντε ἡμέρας· κατάχεε δὲ ὕδωρ θερμόν· καὶ ἐπάνω ὕδατι φυρῶν ἄλφιτον κατάπασσε, καὶ φύλλα τεύτλων ἐπίδει· ἐπὴν δὲ ἐκπέσῃ τὸ ἄνθος τοῦ χαλκοῦ, καὶ καθαρὸν ᾖ τὸ ἕλκος τῆς σύριγγος, ἰῶ ὥσπερ τὴν ἔμπροσθεν.

[6] Ἢν δὲ ἐν χωρίῳ ᾖ, ὃ μὴ οἷόν τε τάμνειν, βαθείη δὲ καὶ ἡ σύριγξ, ἄνθει χαλκοῦ καὶ σμύρνῃ καὶ λίτρῳ οὔρῳ διεὶς, κλύζειν, καὶ ἐς τὸ στόμα τῆς σύριγγος μολύβδιον ἐντιθέναι, ὅπως μὴ ξυμφύηται· κλύζειν δὲ πτεροῦ σύριγγα προσδήσας πρὸς κύστιν, καὶ καθεὶς ἐς τὴν σύριγγα, πρὸς τοῦτο διάγειν κλύζων. Ὑγιὴς δὲ οὐ γίνεται, ἢν μὴ τμηθῇ.

[7] Ἢν ὁ ἀρχὸς φλεγμήνῃ, καὶ ὀδύνη ἔχῃ καὶ πυρετὸς, καὶ ἐς ἄφοδον θαμινὰ καθίζῃ, καὶ μηδὲν ὑποχωρέῃ, καὶ ὑπὸ τοῦ φλέγματος δοκέῃ ἐξιέναι ἡ ἕδρη, καὶ ἐνίοτε στραγγουρίη ἐπιλαμβάνῃ, τοῦτο τὸ νόσημα γίνεται, ὅταν φλέγμα ἐς τὸν ἀρχὸν καταστηρίξῃ ἐκ τοῦ σώματος. Ξυμφέρει δὲ τὰ θερμά· δύναται γὰρ τάδε προσφερόμενα λεπτύνειν καὶ ἐκτήκειν τὸ φλέγμα, καὶ ἅμα τῷ δριμεῖ τὸ ἁλμυρὸν ἐξυδατοῦν, ὥστε μὴ εἶναι τὸ καῦμα μηδὲ δῆξίν τινα ἐν τῷ ἐντέρῳ. Θεραπεύειν οὖν χρὴ ὧδε· καθίζειν ἐς ὕδωρ θερμὸν, καὶ τρίψαντα τοῦ κόκκου τοῦ κνιδίου ἑξήκοντα κόκκους διεῖναι ἐν οἴνου κοτύλῃ καὶ ἐλαίου ἡμικοτυλίῳ, χλιήνας, κλύσον. Ἄγει δὲ ταῦτα φλέγμα καὶ κόπρον. Ὅταν δὲ μὴ ἐν τῷ ὕδατι καθίζῃ, ὠὰ ἑψήσας ἐν οἴνῳ μέλανι εὐώδει προστιθέναι πρὸς τὴν ἕδρην, ὑποπετάσας τι κάτωθεν θερμὸν, ἢ κύστιν ὕδατος θερμοῦ πλήσας, ἢ λίνου σπέρμα πεφωσμένον ἀλέσας, τρίψας καὶ μίξας ἴσον ἄλητον ἐν οἴνῳ μέλανι καὶ εὐώδει καὶ ἐλαίῳ, καταπλάσσειν ὡς θερμοτάτῳ· ἢ κριθὰς μίξας, ἢ στυπτηρίην αἰγυπτίην τετριμμένην, καταπλάσσειν τε καὶ πυριῇν· ἔπειτα πλάσας βάλανον μακρὴν, καὶ χλιαίνων πρὸς πυρὸς, τοῖσι δακτύλοισι προσπλάσσειν· ἔπειτα ἀκροχλίηρον ποιέων, ἐντιθέναι ἐς τὴν ἕδρην· τὰ ἔξωθεν δὲ κηρωτῇ περιαλεῖψαι, καὶ καταπλάσσειν σκορόδοισιν ἑφθοῖσιν ἐν οἴνῳ μέλανι κεκρημένῳ. Ἐπὴν δὲ ἐξαιρέῃς, ἐς ὕδωρ θερμὸν ἐφίζειν, καὶ συμμίξας χυλὸν στρύχνου καὶ χηνὸς καὶ ὑὸς στέαρ καὶ χρυσοκόλλαν καὶ ῥητίνην καὶ κηρὸν λευκὸν, ἔπειτα διατήξας ἐν τῷ αὐτῷ καὶ ξυμμίξας, τούτοισιν ἐγχρίειν, καὶ ἕως ἂν φλεγμαίνῃ, καταπλάσσειν τοῖσι σκορόδοισι θερμοῖσι. Καὶ ἢν μὲν πρὸς ταῦτα ἀπαλλάσσηται τῆς ὀδύνης, ἀρκείτω· ἢν δὲ μὴ, πίσαι τὸ μηκώνιον τὸ λευκόν· ἢν δὲ μὴ, ἄλλο ὅ τι φλέγμα καθαίρει· διαιτᾷν δὲ, ἕως ἂν φλεγμαίνῃ, ῥυφήμασι κούφοισιν.

[8] Ἡ δὲ στραγγουρίη ἐπιπίπτει ἐκ τῶνδε· θερμαινομένη ἡ κύστις ἐκ τοῦ ἀρχοῦ προσάγεται τῇ θερμότητι φλέγμα· ὑπὸ δὲ τοῦ φλέγματος στραγγουρίη γίνεται. Ἢν μὲν οὖν ἅμα τῇ νούσῳ παύηται, φιλέει γὰρ ὡς τὰ πολλὰ οὕτω γίνεσθαι· ἢν δὲ μὴ, δίδου τῶν φαρμάκων τῶν στραγγουρικῶν.

[9] Ἢν δὲ ὁ ἀρχὸς ἐκπίπτῃ, ἀνώσας σπόγγῳ μαλθακῷ, καὶ καταχρίσας κοχλίῃ, τῶν χειρῶν δήσας, ἐκκρέμασον ὀλίγον χρόνον, καὶ εἴσεισιν. Ἢν δὲ μεῖζον ἐκπέσῃ καὶ μὴ μένῃ ἔνδον, διαζώσας ἐν τῇσι λαγόσι, καὶ ὑφεὶς ὄπισθεν ἐκ τοῦ διαζώματος ταινίην, ὤσας ἔσω τὸν ἀρχὸν, προσθεῖναι σπόγγον μαλθακὸν βρέξας ὕδατι θερμῷ, ἐνεψήσας λωτοῦ πρίσματα· καταχέαι δὲ καὶ κατὰ τοῦ ἀρχοῦ ἀπ᾿ αὐτοῦ τοῦ ὕδατος, τὸν δὲ σπόγγον ἐκπιέσαι· ἔπειτα ὑποτείνας τὴν ταινίην διὰ μέσων τῶν σκελέων, ἀναδῆσαι περὶ τὸν ὀμφαλόν. Ὅταν δὲ θέλῃ ἀφοδεύειν, ἐπὶ λασάνοισιν ὡς στενοτάτοισιν ἀφοδευέτω· ἢν δὲ παιδίον ᾖ, ἐπὶ γυναικὸς τῶν ποδῶν, πρὸς τὰ γούνατα προσκλιθείς. Ὅταν δὲ ἀφοδεύῃ, τὰ σκέλεα ἐκτεινάτω· οὕτω γὰρ ἂν ἥκιστα ἐκπίπτοι ἡ ἕδρη. Ἢν δὲ ὑγραίνηται ὁ ἀρχὸς, καὶ ἰχὼρ ἀποῤῥέῃ, περινίψαι τρυγὶ κεκαυμένῃ καὶ ὕδατι ἀπὸ μυρσίνης, καὶ ἀδίαντον ξηρήνας καὶ κόψας, διασήσας, κατάπασσε. Ἢν δὲ αἱμοῤῥοῇ, περινίψας τοῖσιν αὐτοῖσι, χαλκῖτιν καὶ πρίσμα κυπαρίσσου ἢ κέδρου ἢ πίτυος ἢ τερμίνθου τρίψας, συμμίξας τῇ χαλκίτιδι ἴσον, καταπλάσσειν, τὰ ἔξωθεν δὲ κηρωτῇ παχείῃ περιαλείφειν. Ὁκόταν ἀρχὸς ἐκπίπτῃ καὶ μὴ θέλῃ κατὰ χώρην μένειν, σίλφιον ὅτι ἄριστον καὶ πυκνότατον ξύσας λεπτὸν καταπλάσσειν. Καὶ τοῦ πταρμικοῦ φαρμάκου πρὸς τὴν ῥῖνα προστιθέναι καὶ παροξύνειν τὸν ἄνθρωπον. Ἢ ὕδατι θερμῷ περιπλύνας σίδια, καὶ στυπτηρίην τρίψας ἐν οἴνῳ λευκῷ, καταχέαι τοῦ ἀρχοῦ, ἔπειτα ῥάκεα ἐμβαλεῖν, καὶ τοὺς μηροὺς ξυνδῆσαι ἡμέρας τρεῖς, καὶ νηστευέτω, οἶνον δὲ πινέτω γλυκύν. Ἢν δὲ μηδὲ οὕτω διαχωρέῃ, μίλτον μίξας ὁμοῦ μέλιτι διαχριέτω. Ἀρχὸς ἢν ἐκπίπτῃ καὶ αἱμοῤῥοῇ· ἄρου ῥίζης περιελὼν τὸν φλοιὸν, ἑψεῖν ἐν ὕδατι· ἔπειτα τρίβειν ἄλητον ξυμμίσγων, καὶ καταπλάσσειν θερμόν. Ἄλλο· τῆς ἀμπέλου τῆς ἀγρίης, ἣν ἔνιοι καλέουσι ψιλώθριον, ταύτης τὰς ῥίζας τὰς ἀπαλωτάτας περιξέσαντα ἑψῆσαι ἐν οἴνῳ μέλανι ἀκρήτῳ αὐστηρῷ· ἔπειτα τρίψαντα καταπλάσσειν χλιηρόν· ξυμμίσγειν δὲ καὶ ἄλευρα, καὶ φυρῇν ἐν οἴνῳ λευκῷ καὶ ἐλαίῳ χλιηρῶς. Ἄλλο· κωνείου καρπὸν τρίβοντα, παραστάζειν οἶνον λευκὸν εὐώδεα, ἔπειτα καταπλάσσειν χλιηρόν. Ἢν δὲ φλεγμαίνῃ, κισσοῦ ῥίζαν ἑψήσας ἐν ὕδατι, τρίψας λεῖον, ἄλευρον ξυμμίσγων ὡς κάλλιστον, ἐν οἴνῳ λευκῷ φυρήσας, καταπλάσσειν, καὶ ἄλειφα πρὸς τούτοις ξυμμίξας. Ἄλλο· μανδραγόρου ῥίζαν μάλιστα μὲν χλωρὴν, εἰ δὲ μὴ, ξηρὴν, τὴν μὲν οὖν χλωρὴν ἀποπλύναντα καὶ ταμόντα, ἑψῆσαι ἐν οἴνῳ κεκρημένῳ, καὶ καταπλάσσειν· τὴν δέ γε ξηρὴν τρίψαντα καταπλάσσειν ὁμοίως. Ἄλλο· σικύου πέπονος τὸ ἔνδον τρίψας λεῖον καταπλάσσειν.

[10] Ἢν δὲ γένηται ὀδύνη καὶ μὴ φλεγμήνῃ, λίτρον ὀπτήσας ἐρυθρὸν, καὶ τρίψας λεῖον, καὶ στυπτηρίην, καὶ ἅλας φώξας, καὶ τρίψας λείους, συμμίξαι ἴσον ἑκάστου· εἶτα πίσσῃ ξυμμίξας ὡς βελτίστη, ἐς ῥάκος ἐναλείψας, ἐντιθέναι καὶ καταδεῖν. Ἄλλο· καππάριος φύλλα χλωρὰ τρίψας, ἐς μαρσίπιον ἐμβαλὼν, προσκαταδεῖν· καὶ ἐπὴν καίειν δοκέῃ, ἀφαιρέειν καὶ αὖθις προστιθέναι. Ἢν δὲ μὴ ᾖ φύλλα καππάριος, τὸν φλοιὸν τῆς ῥίζης κόψας, φυρήσας οἴνῳ μέλανι, τὸν αὐτὸν τρόπον καταδεῖν. Τοῦτο καὶ πρὸς σπληνῶν ὀδύνην ἀγαθόν. Τούτων τῶν καταπλασμάτων δύναται τὰ μὲν ψύχοντα κωλύειν ῥεῖν, τὰ δὲ μαλθάσσοντα καὶ θερμαίνοντα διαχεῖν, τὰ δὲ ἐς ἑωυτὰ ἕλκοντα ξηραίνειν καὶ ἰσχναίνειν. Τοῦτο δὲ τὸ νούσημα γίνεται, ὅταν χολὴ καὶ φλέγμα ἐς τοὺς τόπους καταστηρίξῃ. Ἀρχοῦ δὲ φλεγμήναντος, διαχρίειν τῷ φαρμάκῳ, ὅπη ἡ ῥητίνη καὶ τὸ ἔλαιον καὶ ὁ κηρὸς καὶ ἡ μολύβδαινα καὶ τὸ στέαρ· ὡς θερμότατα διεῤῥήθησαν καταπλάττεσθαι.


Περὶ Διαίτης Α᾿

ΠΕΡΙ ΔΙΑΙΤΗΣ. ΤΟ ΠΡΩΤΟΝ.

[1] Εἰ μὲν μοί τις ἐδόκεε τῶν πρότερον ξυγγραψάντων περὶ διαίτης ἀνθρωπίνης τῆς πρὸς ὑγείαν ὀρθῶς ἐγνωκὼς ξυγγεγραφέναι πάντα διὰ παντὸς, ὁκόσα δυνατὸν ἀνθρωπίνῃ γνώμῃ περιληφθῆναι, ἱκανῶς ἂν εἶχέ μοι, ἄλλων ἐκπονησάντων, γνόντα τὰ ὀρθῶς ἔχοντα, τούτοισι χρέεσθαι, καθότι ἕκαστον αὐτῶν ἐδόκεε χρήσιμον εἶναι. Νῦν δὲ πολλοὶ μὲν ἤδη ξυνέγραψαν, οὐδεὶς δέ πω ἔγνω ὀρθῶς καθότι ἦν αὐτοῖς ξυγγραπτέον· ἄλλοι δὲ ἄλλῳ ἐπέτυχον· τὸ δὲ ὅλον οὐδείς πω τῶν πρότερον. Μεμφθῆναι μὲν οὖν οὐδενὶ αὐτῶν ἄξιόν ἐστιν, εἰ μὴ ἐδυνήθησαν ἐξευρεῖν, ἐπαινέσαι δὲ μᾶλλον πάντας ὅτι ἐπεχείρησαν ζητῆσαι. Ἐλέγχειν μὲν οὖν τὰ μὴ ὀρθῶς εἰρημένα οὐ παρεσκεύασμαι· προσομολογέειν δὲ τοῖσι καλῶς ἐγνωσμένοισι διανενόημαι· ὁκόσα μὲν γὰρ ὀρθῶς ὑπὸ τῶν πρότερον εἴρηται, οὐχ οἷόν τε ἄλλως κως ἐμὲ ξυγγράψαντα ὀρθῶς ξυγγράψαι· ὁκόσα δὲ μὴ ὀρθῶς εἰρήκασιν, ἐλέγχων μὲν ταῦτα, διότι οὐχ οὕτως ἔχει, οὐδὲν περανῶ· ἐξηγεύμενος δὲ καθότι μοι δοκέει ἕκαστον ὀρθῶς ἔχειν, δηλώσω ὃ βούλομαι. Διὰ τοῦτο δὲ τὸν λόγον τοῦτον προκατατίθεμαι, ὅτι πολλοὶ τῶν ἀνθρώπων ὁκόταν τινὸς προτέρου ἀκούσωσι περί τινος ἐξηγευμένου, οὐκ ἀποδέχονται τὸν ὕστερον περὶ τούτων διαλεγόμενον, οὐ γινώσκοντες ὅτι τῆς αὐτῆς διανοίης ἐστὶ γνῶναι τὰ ὀρθῶς εἰρημένα, ἐξευρεῖν τε τὰ μή πω εἰρημένα. Ἐγὼ γοῦν, ὥσπερ εἶπον, τοῖσι μὲν ὀρθῶς εἰρημένοισι προσομολογήσω· τὰ δὲ μὴ ὀρθῶς ἐγνωσμένα δηλώσω ὁκοῖά τινά ἐστιν· ὁκόσα δὲ μηδὲ ἐπεχείρησε μηδεὶς τῶν πρότερον δηλῶσαι, ἐγὼ ἐπιδείξω καὶ ταῦτα ὁκοῖα ἐστί.

[2] Φημὶ δὲ δεῖν τὸν μέλλοντα ὀρθῶς ξυγγράφειν περὶ διαίτης ἀνθρωπίνης πρῶτον μὲν παντὸς φύσιν ἀνθρώπου γνῶναι καὶ διαγνῶναι· γνῶναι μὲν ἀπὸ τίνων συνέστηκεν ἐξ ἀρχῆς, διαγνῶναι δὲ ὑπὸ τίνων μερῶν κεκράτηται· εἴ τε γὰρ τὴν ἐξ ἀρχῆς σύστασιν μὴ γνώσεται, ἀδύνατος ἔσται τὰ ὑπ᾿ ἐκείνων γιγνόμενα γνῶναι· εἴ τε μὴ γνώσεται τὸ ἐπικρατέον ἐν τῷ σώματι, οὐχ ἱκανὸς ἔσται τὰ ξυμφέροντα τῷ ἀνθρώπῳ προσενεγκεῖν. Ταῦτα μὲν οὖν χρὴ γινώσκειν τὸν ξυγγράφοντα, μετὰ δὲ ταῦτα σίτων καὶ ποτῶν ἁπάντων, οἷσι διαιτώμεθα, δύναμιν ἥντινα ἕκαστα ἔχει καὶ τὴν κατὰ φύσιν καὶ τὴν δι᾿ ἀνάγκην καὶ τέχνην ἀνθρωπηΐην. Δεῖ γὰρ ἐπίστασθαι τῶν τε ἰσχυρῶν φύσει ὡς χρὴ τὴν δύναμιν ἀφαιρέεσθαι, τοῖσι δὲ ἀσθενέσιν ὅκως χρὴ ἰσχὺν προστιθέναι διὰ τέχνης, ὅκου ἂν ὁ καιρὸς ἑκάστων παραγένηται. Γνοῦσι δὲ τὰ εἰρημένα οὔκω αὐτάρκης ἡ θεραπείη τοῦ ἀνθρώπου, διότι οὐ δύναται ἐσθίων ὥνθροπος ὑγιαίνειν, ἢν μὴ καὶ πονέῃ. Ὑπεναντίας μὲν γὰρ ἀλλήλοισιν ἔχει τὰς δυνάμιας σῖτα καὶ πόνοι, ξυμφέρονται δὲ ἀλλήλοισι πρὸς ὑγείην· πόνοι μὲν γὰρ πεφύκασιν ἀναλῶσαι τὰ ὑπάρχοντα· σιτία δὲ καὶ ποτὰ ἐκπληρῶσαι τὰ κενωθέντα. Δεῖ δὲ, ὡς ἔοικε, τῶν πόνων διαγινώσκειν τὴν δύναμιν καὶ τῶν κατὰ φύσιν καὶ τῶν διὰ βίης γινομένων, καὶ τίνες αὐτῶν ἐς αὔξησιν παρασκευάζουσι σάρκας καὶ τίνες ἐς ἔλλειψιν, καὶ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰς ξυμμετρίας τῶν πόνων πρὸς τὸ πλῆθος τῶν σιτίων καὶ τὴν φύσιν τοῦ ἀνθρώπου καὶ τὰς ἡλικίας τῶν σωμάτων, καὶ πρὸς τὰς ὥρας τοῦ ἐνιαυτοῦ καὶ πρὸς τὰς μεταβολὰς τῶν πνευμάτων, καὶ πρὸς τὰς θέσεις τῶν χωρίων ἐν οἷσι διαιτέονται, πρός τε τὴν κατάστασιν τοῦ ἐνιαυτοῦ. Ἄστρων τε ἐπιτολὰς καὶ δύσιας γινώσκειν δεῖ, ὅκως ἐπίστηται τὰς μεταβολὰς καὶ ὑπερβολὰς φυλάσσειν καὶ σίτων καὶ ποτῶν καὶ πνευμάτων καὶ τοῦ ὅλου κόσμου, ἐξ ὧν περ αἱ νοῦσοι τοῖσιν ἀνθρώποισι φύονται. Ταῦτα δὲ πάντα διαγνόντι οὔκω αὔταρκες τὸ εὕρημά ἐστιν· εἰ μὲν γὰρ ἦν εὑρετὸν ἐπὶ τούτοισι πρὸς ἑκάστην φύσιν σίτου μέτρον καὶ πόνων ἀριθμὸς σύμμετρος μὴ ἔχων ὑπερβολὴν μήτε ἐπὶ τὸ πλέον μήτε ἐπὶ τὸ ἔλασσον, εὕρητο ἂν ἡ ὑγείη τοῖσιν ἀνθρώποισιν ἀκριβῶς. Νῦν δὲ τὰ μὲν προειρημένα πάντα εὕρηται, ὁκοῖά ἐστι, τοῦτο δὲ ἀδύνατον εὑρεῖν. Εἰ μὲν οὖν παρείη τις καὶ ὁρῴη, γινώσκοι ἂν τὸν ἄνθρωπον ἐκδύνοντά τε καὶ ἐν τοῖσι γυμνασίοισι γυμναζόμενον, ὥστε φυλάσσειν ὑγιαίνοντα, τῶν μὲν ἀφαιρέων, τοῖσι δὲ προστιθείς· μὴ παρεόντι δὲ ἀδύνατον ὑποθέσθαι ἐς ἀκριβείην σῖτα καὶ πόνους· ἐπεὶ ὁκόσον γε δυνατὸν εὑρεῖν ἐμοὶ ἤδη εἴρηται. Ἀλλὰ γὰρ εἰ καὶ πάνυ σμικρὸν ἐνδεέστερα τῶν ἑτέρων γίνοιτο, ἐν πολλῷ χρόνῳ ἀνάγκη κρατηθῆναι τὸ σῶμα ὑπὸ τῆς ὑπερβολῆς καὶ ἐς νοῦσον ἀφικέσθαι. Τοῖσι μὲν οὖν ἄλλοισι μέχρι τούτου ἐπικεχείρηται ζητηθῆναι· εἴρηται δὲ οὐδὲ ταῦτα· ἐμοὶ δὲ ταῦτα ἐξεύρηται, καὶ πρὸ τοῦ κάμνειν τὸν ἄνθρωπον ἀπὸ τῆς ὑπερβολῆς, ἐφ᾿ ὁκότερον ἂν γένηται, προδιάγνωσις. Οὐ γὰρ εὐθέως αἱ νοῦσοι τοῖσιν ἀνθρώποισιν ἐπιγίνονται, ἀλλὰ κατὰ μικρὸν συλλεγόμεναι ἀθρόως ἐκφαίνονται. Πρὶν οὖν κρατέεσθαι ἐν τῷ ἀνθρώπῳ τὸ ὑγιὲς ὑπὸ τοῦ νοσεροῦ, ἃ πάσχουσιν ἐξεύρηταί μοι, καὶ ὅκως χρὴ ταῦτα καθιστάναι ἐς τὴν ὑγείην. Τούτου δὲ προσγενομένου πρὸς τοῖσι γεγραμμένοισι, τελέεται τὸ ἐπιχείρημα τῶν διανοημάτων.

[3] Ξυνίσταται μὲν οὖν τὰ ζῶα τά τε ἄλλα πάντα καὶ ὁ ἄνθρωπος ἀπὸ δυοῖν, διαφόροιν μὲν τὴν δύναμιν, συμφόροιν δὲ τὴν χρῆσιν, πυρὸς λέγω καὶ ὕδατος. Ταῦτα δὲ ξυναμφότερα αὐτάρκεά ἐστι τοῖσί τε ἄλλοισι πᾶσι καὶ ἀλλήλοισιν, ἑκάτερον δὲ χωρὶς οὔτε αὐτὸ ἑωυτῷ οὔτε ἄλλῳ οὐδενί. Τὴν μὲν οὖν δύναμιν αὐτῶν ἑκάτερον ἔχει τοιήνδε· τὸ μὲν γὰρ πῦρ δύναται πάντα διὰ παντὸς κινῆσαι, τὸ δὲ ὕδωρ πάντα διὰ παντὸς θρέψαι· ἐν μέρει δὲ ἑκάτερον κρατέει καὶ κρατέεται ἐς τὸ μήκιστον καὶ τὸ ἐλάχιστον ὡς ἀνυστόν. Οὐδέτερον γὰρ κρατῆσαι παντελῶς δύναται διὰ τόδε· τὸ μὲν πῦρ ἐπεξιὸν ἐπὶ τὸ ἔσχατον τοῦ ὕδατος, ἐπιλείπει ἡ τροφὴ, ἀποτρέπεται οὖν ὁκόθεν μέλλει τρέφεσθαι· τὸ δὲ ὕδωρ ἐπεξιὸν ἐπὶ τὸ ἔσχατον τοῦ πυρὸς, ἐπιλείπει ἡ κίνησις, ἵσταται οὖν ἐν τούτῳ, ὁκόταν δὲ στῇ, οὐκ ἔτι ἐγκρατές ἐστιν, ἀλλ᾿ ἤδη τῷ ἐμπίπτοντι πυρὶ ἐς τὴν τροφὴν καταναλίσκεται. Οὐδέτερον δὲ διὰ ταῦτα δύναται κρατῆσαι παντελῶς εἰ δέ κοτε κρατηθείη καὶ ὁκότερον πρότερον, οὐδὲν ἂν εἴη τῶν νῦν ἐόντων ὥσπερ ἔχει νῦν· οὕτω δὲ ἐχόντων αἰεὶ ἔσται τὰ αὐτὰ, καὶ οὐδέτερα καὶ οὐδὲ ἅμα ἐπιλείψει. Τὸ μὲν οὖν πῦρ καὶ τὸ ὕδωρ, ὥσπερ εἴρηταί μοι, αὐτάρκεά ἐστι πᾶσι διὰ παντὸς ἐς τὸ μήκιστον καὶ τοὐλάχιστον ὡσαύτως.

[4] Τούτων δὲ προσκέεται ἑκατέρῳ τάδε· τῷ μὲν πυρὶ τὸ θερμὸν καὶ τὸ ξηρὸν, τῷ δὲ ὕδατι τὸ ψυχρὸν καὶ τὸ ὑγρόν· ἔχει δὲ ἀπ᾿ ἀλλήλων τὸ μὲν πῦρ ἀπὸ τοῦ ὕδατος τὸ ὑγρόν· ἔνι γὰρ ἐν πυρὶ ὑγρότης· τὸ δὲ ὕδωρ ἀπὸ τοῦ πυρὸς τὸ ξηρόν· ἔνι γὰρ ἐν ὕδατι ξηρόν. Οὕτω δὲ τούτων ἐχόντων, πουλλὰς καὶ παντοδαπὰς ἰδέας ἀποκρίνονται ἀπ᾿ ἀλλήλων καὶ σπερμάτων καὶ ζώων, οὐδὲν ὁμοίων ἀλλήλοισιν οὔτε τὴν ὄψιν οὔτε τὴν δύναμιν· ἅτε γὰρ οὔποτε κατὰ τωὐτὸ ἱστάμενα, ἀλλ᾿ αἰεὶ ἀλλοιούμενα ἐπὶ τὰ καὶ ἐπὶ τὰ, ἀνόμοια ἐξ ἀνάγκης γίνεται καὶ τὰ ἀπὸ τούτων ἀποκρινόμενα. Ἀπόλλυται μὲν οὖν οὐδὲν ἁπάντων χρημάτων, οὐδὲ γίνεται ὅ τι μὴ καὶ πρόσθεν ἦν· ξυμμισγόμενα δὲ καὶ διακρινόμενα ἀλλοιοῦται· νομίζεται δὲ παρὰ τῶν ἀνθρώπων τὸ μὲν ἐξ Ἅιδου ἐς φάος αὐξηθὲν γενέσθαι, τὸ δὲ ἐκ τοῦ φάεος ἐς Ἅιδην μειωθὲν ἀπολέσθαι· ὀφθαλμοῖσι γὰρ πιστεύουσι μᾶλλον ἢ γνώμῃ, οὐχ ἱκανοῖς ἐοῦσιν οὐδὲ περὶ τῶν ὁρεομένων κρῖναι· ἐγὼ δὲ τάδε γνώμῃ ἐξηγέομαι. Ζώει γὰρ κἀκεῖνα καὶ τάδε· καὶ οὔτε, εἰ ζῶον, ἀποθανεῖν οἷόν τε, εἰ μὴ μετὰ πάντων· ποῦ γὰρ ἀποθανεῖται; οὔτε τὸ μὴ ὂν γενέσθαι, πόθεν γὰρ ἔσται; ἀλλ᾿ αὔξεται πάντα καὶ μειοῦται ἐς τὸ μήκιστον καὶ ἐς τὸ ἐλάχιστον, τῶν γε δυνατῶν. Ὅ τι δ᾿ ἂν διαλέγωμαι γενέσθαι ἢ ἀπολέσθαι, τῶν πολλῶν εἵνεκεν ἑρμηνεύω· ταῦτα δὲ ξυμμίσγεσθαι καὶ διακρίνεσθαι δηλῶ· ἔχει δὲ ὧδε· γενέσθαι καὶ ἀπολέσθαι τωὐτὸ, ξυμμιγῆναι καὶ διακριθῆναι τωὐτὸ, αὐξηθῆναι καὶ μειωθῆναι τωὐτὸ, γενέσθαι, ξυμμιγῆναι τωὐτὸ, ἀπολέσθαι, μειωθῆναι, διακριθῆναι τωὐτὸ, ἕκαστον πρὸς πάντα καὶ πάντα πρὸς ἕκαστον τωὐτὸ, καὶ οὐδὲν πάντων τωὐτό· ὁ νόμος γὰρ τῇ φύσει περὶ τούτων ἐναντίος.

[5] Χωρεῖ δὲ πάντα καὶ θεῖα καὶ ἀνθρώπινα ἄνω καὶ κάτω ἀμειβόμενα. Ἡμέρη καὶ εὐφρόνη ἐπὶ τὸ μήκιστον καὶ ἐλάχιστον· ὡς καὶ τῇ σελήνῃ τὸ μήκιστον καὶ τὸ ἐλάχιστον, πυρὸς ἔφοδος καὶ ὕδατος, ἥλιος ἐπὶ τὸ μακρότατον καὶ βραχύτατον, πάντα ταὐτὰ καὶ οὐ ταὐτά. Φάος Ζηνὶ, σκότος Ἅιδῃ, φάος Ἅιδῃ, σκότος Ζηνὶ, φοιτᾷ καὶ μετακινεῖται κεῖνα ὧδε, καὶ τάδε κεῖσε, πᾶσαν ὥρην, πᾶσαν χώρην διαπρησσόμενα κεῖνά τε τὰ τῶνδε, τὰ δέ τε τὰ κείνων. Καί θ᾿ ἃ μὲν πρήσσουσιν οὐκ οἴδασιν, ἃ δὲ οὐ πρήσσουσι δοκέουσιν εἰδέναι· καί θ᾿ ἃ μὲν ὁρέουσιν οὐ γινώσκουσιν, ἀλλ᾿ ὅμως αὐτοῖσι πάντα γίνεται δι᾿ ἀνάγκην θείην καὶ ἃ βούλονται καὶ ἃ μὴ βούλονται. Φοιτεόντων δ᾿ ἐκείνων ὧδε, τῶν δέ τε κεῖσε, συμμισγομένων πρὸς ἄλληλα, τὴν πεπρωμένην μοίρην ἕκαστον ἐκπληροῖ, καὶ ἐπὶ τὸ μέζον καὶ ἐπὶ τὸ μεῖον. Φθορὴ δὲ πᾶσιν ἀπ᾿ ἀλλήλων, τῷ μέζονι ἀπὸ τοῦ μείονος καὶ τῷ μείονι ἀπὸ τοῦ μέζονος, αὐξάνεται καὶ τὸ μέζον ἀπὸ τοῦ ἐλάσσονος, καὶ τὸ ἔλασσον ἀπὸ τοῦ μέζονος.

[6] Τὰ δ᾿ ἄλλα πάντα, καὶ ψυχὴ ἀνθρώπου, καὶ σῶμα ὁκοῖον ἡ ψυχὴ, διακοσμέεται. Ἐσέρπει δὲ ἐς ἄνθρωπον μέρεα μερέων, ὅλα ὅλων, ἔχοντα σύγκρησιν πυρὸς καὶ ὕδατος, τὰ μὲν ληψόμενα, τὰ δὲ δώσοντα· καὶ τὰ μὲν λαμβάνοντα πλεῖον ποιέει, τὰ δὲ διδόντα μεῖον. Πρίουσιν ἄνθρωποι ξύλον, ὁ μὲν ἕλκει, ὁ δὲ ὠθέει, τὸ δ᾿ αὐτὸ τοῦτο ποιέουσι, μεῖον δὲ ποιέοντες πλεῖον ποιέουσι. Τὸ δ᾿ αὐτὸ καὶ φύσις ἀνθρώπων, τὸ μὲν ὠθέει, τὸ δὲ ἕλκει· τὸ μὲν δίδωσι, τὸ δὲ λαμβάνει· καὶ τῷ μὲν δίδωσι, τοῦ δὲ λαμβάνει, καὶ τῷ μὲν δίδωσι τοσούτῳ πλέον, τοῦ δὲ λαμβάνει τοσούτῳ μεῖον. Χώρην δὲ ἕκαστον φυλάσσει τὴν ἑωυτοῦ, καὶ τὰ μὲν ἐπὶ τὸ μεῖον ἰόντα διακρίνεται ἐς τὴν ἐλάσσονα χώρην· τὰ δὲ ἐπὶ τὸ μέζον πορευόμενα, ξυμμισγόμενα ἐξαλλάσσει ἐς τὴν μέζω τάξιν· τὰ δὲ ξεῖνα μὴ ὁμότροπα ὠθέεται ἐκ χώρης ἀλλοτρίης. Ἑκάστη δὲ ψυχὴ μέζω καὶ ἐλάσσω ἔχουσα περιφοιτᾷ τὰ μόρια τὰ ἑωυτῆς, οὐ προσθέσιος οὐδὲ ἀφαιρέσιος δεομένη τῶν μερέων, κατὰ δὲ αὔξησιν καὶ μείωσιν τῶν ὑπαρχόντων δεομένη χώρης, ἕκαστα διαπρήσσεται ἐς ἥντινα ἂν ἐσέλθῃ, καὶ δέχεται τὰ προσπίπτοντα. Οὐ γὰρ δύναται τὸ μὴ ὁμότροπον ἐν τοῖσιν ἀσυμφόροισι χωρίοισιν ἐμμένειν· πλανᾶται μὲν γὰρ ἀγνώμονα· συγγινόμενα δὲ ἀλλήλοισι γινώσκει πρὸς ὃ προσίζει· προσίζει γὰρ τὸ σύμφορον τῷ συμφόρῳ, τὸ δὲ ἀσύμφορον πολεμεῖ καὶ μάχεται καὶ διαλλάσσει ἀπ᾿ ἀλλήλων. Διὰ τοῦτο ἀνθρώπου ψυχὴ ἐν ἀνθρώπῳ αὐξάνεται, ἐν ἄλλῳ δὲ οὐδενί· καὶ τῶν ἄλλων ζώων τῶν μεγάλων ὡσαύτως· ὁκόσα δὲ ἄλλως, ἀπ᾿ ἄλλων ὑπὸ βίης ἀποκρίνεται.

[7] Περὶ μὲν οὖν τῶν ἄλλων ζώων ἐάσω, περὶ δὲ ἀνθρώπου δηλώσω. Ἐσέρπει δὲ ἐς ἄνθρωπον ψυχή· πυρὸς καὶ ὕδατος ξύγκρησιν ἔχουσα, μοῖραν σώματος ἀνθρώπου· ταῦτα δὲ καὶ θήλεα καὶ ἄρσενα καὶ πολλὰ καὶ παντοῖα τρέφεται, τρέφεται δὲ καὶ αὔξεται διαίτῃ τῇ περὶ τὸν ἄνθρωπον· ἀνάγκη δὲ τὰ μέρεα ἔχειν πάντα τὰ ἐσιόντα· οὗτινος γὰρ μὴ ἐνείη, μοίρη ἐξ ἀρχῆς οὐκ ἂν αὐξηθείη οὔτε πουλλῆς ἐπιούσης τροφῆς οὔτε ὀλίγης, οὐ γὰρ ἔχει τὸ προσαυξόμενον· ἔχον δὲ πάντα, αὔξεται ἐν χώρῃ τῇ ἑωυτοῦ ἕκαστον, τροφῆς ἐπιούσης ἀπὸ ὕδατος ξηροῦ καὶ πυρὸς ὑγροῦ, τὰ μὲν εἴσω βιαζόμενα, τὰ δὲ ἔξω. Ὥσπερ οἱ τέκτονες τὸ ξύλον πρίουσι, καὶ ὁ μὲν ἕλκει, ὁ δὲ ὠθέει, τωὐτὸ ποιέοντες· κάτω δ᾿ ὁ πιέζων τὸν ἄνω ἕλκει, οὐ γὰρ ἂν παραδέχοιτο κάτω ἰέναι· ἢν δὲ βιάζωνται, παντὸς ἁμαρτήσονται. Τοιοῦτον τροφὴ ἀνθρώπου· τὸ μὲν ἕλκει, τὸ δὲ ὠθέει, εἴσω δὲ βιαζόμενον ἔξω ἕρπει· ἢν δὲ βιῆται παρὰ καιρὸν, παντὸς ἀποτεύξεται.

[8] Χρόνον δὲ τοσοῦτον ἕκαστα τὴν αὐτὴν ἔχει τάξιν, ἄχρι μηκέτι δέχηται ἡ τροφὴ, μηδὲ χώρην ἱκανὴν ἔχῃ ἐς τὸ μήκιστον τῶν δυνατῶν, ἔπειτ᾿ ἐναμείβει ἐς τὴν μέζονα χώρην, θήλεα καὶ ἄρσενα, τὸν αὐτὸν τρόπον ὑπὸ βίης καὶ ἀνάγκης διωκόμενα· ὁκόσα δ᾿ ἂν πρότερον ἐμπλήσῃ τὴν πεπρωμένην μοίρην, ταῦτα διακρίνεται πρῶτα, ἅμα δὲ καὶ συμμίσγεται· ἕκαστον μὲν γὰρ διακρίνεται πρῶτα, ἅμα δὲ καὶ ξυμμίσγεται· χώρην δὲ ἀμείψαντα καὶ τυχόντα ἁρμονίης ὀρθῆς ἐχούσης συμφωνίας τρεῖς, ξυλλήβδην διεξὸν διὰ πασέων, ζώει καὶ αὔξεται τοῖσιν αὐτοῖσιν οἷσι καὶ πρόσθεν· ἢν δὲ μὴ τύχῃ τῆς ἁρμονίης, μηδὲ ξύμφωνα τὰ βαρέα τοῖσιν ὀξέσι γένηται, ἢν ἡ πρώτη συμφωνίη, ἢν ἡ δευτέρη γεννηθῇ ἢ τὸ διὰ παντὸς, ἑνὸς ἀπογενομένου πᾶς ὁ τόνος μάταιος· οὐ γὰρ ἂν προσαείσειεν· ἀλλ᾿ ἀμείβει ἐκ τοῦ μέζονος ἐς τὸ μεῖον πρὸ μοίρης· διότι οὐ γινώσκουσιν ὅ τι ποιέουσιν.

[9] Ἀρσένων μὲν οὖν καὶ θηλείων διότι ἑκάτερα γίνεται, προϊόντι τῷ λόγῳ δηλώσω. Τούτων δὲ ὁκότερον ἂν τύχῃ ἐλθὸν καὶ τύχῃ τῆς ἁρμονίης, ὑγρὸν ἐὸν κινέεται ὑπὸ τοῦ πυρός· κινεόμενον δὲ ζωπυρέεται καὶ προσάγεται τὴν τροφὴν ἀπὸ τῶν ἐσιόντων ἐς τὴν γυναῖκα σιτίων καὶ πνεύματος, τὰ μὲν πρῶτα πάντη ὁμοίως, ἕως ἔτι ἀραιόν ἐστιν· ὑπὸ δὲ τῆς κινήσιος καὶ τοῦ πυρὸς ξηραίνεται καὶ στερεοῦται· στερεούμενον δὲ πυκνοῦται πέριξ· καὶ τὸ πῦρ ἐγκατακλειόμενον οὐκ ἔτι τὴν τροφὴν ἱκανὴν ἔχει ἐπάγεσθαι, οὐδὲ τὸ πνεῦμα ἐξωθέει διὰ τὴν πυκνότητα τοῦ περιέχοντος· ἀναλίσκει οὖν τὸ ὑπάρχον ὑγρὸν εἴσω. Τὰ μὲν οὖν στερεὰ τὴν φύσιν ἐν τῷ ξυνεστηκότι καὶ ξηρῷ οὐ καταναλίσκεται τῷ πυρὶ ἐς τὴν τροφήν· ἀλλ᾿ ἐγκρατέα γίνεται καὶ ξυνίσταται τοῦ ὑγροῦ ἐκλείποντος, ἅπερ ὀστέα καὶ νεῦρα ἐπονομάζεται. Τὸ δὲ πῦρ ἐκ τοῦ συμμιγέντος κινευμένου τοῦ ὑγροῦ διακοσμέεται τὸ σῶμα κατὰ φύσιν διὰ τοιήνδε ἀνάγκην· διὰ μὲν τῶν στερεῶν καὶ ξηρῶν οὐ δύναται τὰς διεξόδους χρονίας ποιέεσθαι, διότι οὐκ ἔχει τροφήν· διὰ δὲ τῶν ὑγρῶν καὶ μαλακῶν δύναται· ταῦτα γάρ ἐστιν αὐτῷ τροφή· ἔνι δὲ καὶ ἐν τούτοισι ξηρότης οὐ καταναλισκομένη ὑπὸ τοῦ πυρός· ταῦτα δὲ ξυνίσταται πρὸς ἄλληλα. Τὸ μὲν οὖν ἐσωτάτω καταφραχθὲν πῦρ καὶ πλεῖστόν ἐστι καὶ μεγίστην τὴν διέξοδον ἐποιήσατο· πλεῖστον γὰρ τὸ ὑγρὸν ἐνταῦθα ἐνῆν, ὅπερ κοιλίη καλέεται· καὶ ἐξέπεσεν ἐντεῦθεν, ἐπεὶ οὐκ εἶχε τροφὴν ἔξω, καὶ ἐποιήσατο τοῦ πνεύματος διεξόδους καὶ τροφῆς ἐπαγωγὴν καὶ διάπεμψιν· τὸ δὲ ἀποκλεισθὲν ἐς ἄλλο σῶμα περιόδους ἐποιήσατο τρισσὰς, ὅπερ ἦν ὑγρότατον τοῦ πυρὸς, ἐν τούτοισι τοῖσι χωρίοισιν, αἵτινες φλέβες καλέονται κοῖλαι· ἐς δὲ τὰ μέσα τούτων τὸ ὑπολειπόμενον τοῦ ὕδατος ξυνιστάμενον πήγνυται, ὅπερ καλέεται σάρκες.

[10] Ἑνὶ δὲ λόγῳ πάντα διεκοσμήσατο κατὰ τρόπον αὐτὸ ἑωυτῷ τὰ ἐν τῷ σώματι τὸ πῦρ, ἀπομίμησιν τοῦ ὅλου, μικρὰ πρὸς μεγάλα καὶ μεγάλα πρὸς μικρά· κοιλίην μὲν τὴν μεγίστην, ξηρῷ καὶ ὑγρῷ ταμεῖον, δοῦναι πᾶσι καὶ λαβεῖν παρὰ πάντων, θαλάσσης δύναμιν, ζώων ἐντρόφων τροφὸν, ἀσυμφόρων δὲ φθορόν· περὶ δὲ ταύτην ὕδατος ψυχροῦ καὶ ὑγροῦ σύστασιν· διέξοδον πνεύματος ψυχροῦ καὶ θερμοῦ· ἀπομίμησιν τῆς γῆς, τὰ ἐπεισπίπτοντα πάντα ἀλλοιούσης. Καταναλίσκον δὲ καὶ αὖξον σκέδασιν ὕδατος λεπτοῦ καὶ πυρὸς ἐποιήσατο ἠερίου, ἀφανέος καὶ φανεροῦ, ἀπὸ τοῦ ξυνεστηκότος ἀπόκρισιν, ἐν ᾧ φερόμενα πάντα ἐς τὸ φανερὸν ἀφικνέεται ἕκαστα μοίρῃ πεπρωμένῃ. Ἐν δὲ τούτῳ ἐποιήσατο πυρὸς περιόδους τρισσὰς, περαινούσας πρὸς ἀλλήλας καὶ εἴσω καὶ ἔξω· αἱ μὲν πρὸς τὰ κοῖλα τῶν ὑγρῶν, σελήνης δύναμιν, αἱ δὲ ἐς τὴν ἔξω περιφορὰν, πρὸς τὸν περιέχοντα πάγον, ἄστρων δύναμιν, αἱ δὲ μέσαι καὶ εἴσω καὶ ἔξω περαίνουσαι. Τὸ θερμότατον καὶ ἰσχυρότατον πῦρ, ὅπερ πάντων ἐπικρατέεται, διέπον ἅπαντα κατὰ φύσιν, ἄϊκτον καὶ ὄψει καὶ ψαύσει, ἐν τούτῳ ψυχὴ, νοὸς, φρόνησις, αὔξησις, κίνησις, μείωσις, διάλλαξις, ὕπνος, ἐγρήγορσις· τοῦτο πάντα διὰ παντὸς κυβερνᾷ, καὶ τάδε καὶ ἐκεῖνα, οὐδέκοτε ἀτρεμίζον.

[11] Οἱ δὲ ἄνθρωποι ἐκ τῶν φανερῶν τὰ ἀφανέα σκέπτεσθαι οὐκ ἐπίστανται· τέχνῃσι γὰρ χρεόμενοι ὁμοίῃσιν ἀνθρωπίνῃ φύσει οὐ γινώσκουσιν· θεῶν γὰρ νόος ἐδίδαξε μιμέεσθαι τὰ ἑωυτῶν, γινώσκοντας ἃ ποιέουσι, καὶ οὐ γινώσκοντας ἃ μιμέονται. Πάντα γὰρ ὅμοια, ἀνόμοια ἐόντα· καὶ σύμφορα πάντα, διάφορα ἐόντα· διαλεγόμενα, οὐ διαλεγόμενα· γνώμην ἔχοντα, ἀγνώμονα· ὑπεναντίος ὁ τρόπος ἑκάστων, ὁμολογούμενος. Νόμος γὰρ καὶ φύσις, οἷσι πάντα διαπρησσόμεθα, οὐχ ὁμολογέεται ὁμολογεόμενα· νόμον γὰρ ἔθεσαν ἄνθρωποι αὐτοὶ ἑωυτοῖσιν, οὐ γινώσκοντες περὶ ὧν ἔθεσαν· φύσιν δὲ πάντων θεοὶ διεκόσμησαν· ἃ μὲν οὖν ἄνθρωποι ἔθεσαν, οὐδέκοτε κατὰ τωὐτὸ ἔχει οὔτε ὀρθῶς οὔτε μὴ ὀρθῶς· ὁκόσα δὲ θεοὶ ἔθεσαν, αἰεὶ ὀρθῶς ἔχει· καὶ τὰ ὀρθὰ καὶ τὰ μὴ ὀρθὰ τοσοῦτον διαφέρει.

[12] Ἐγὼ δὲ δηλώσω τέχνας φανερὰς ἀνθρώπου παθήμασιν ὁμοίας ἐούσας καὶ φανεροῖσι καὶ ἀφανέσι. Μαντικὴ τοιόνδε· τοῖσι φανεροῖσι μὲν τὰ ἀφανέα γινώσκειν, καὶ τοῖσιν ἀφανέσι τὰ φανερὰ, καὶ τοῖσιν ἐοῦσι τὰ μέλλοντα, καὶ τοῖσιν ἀποθανοῦσι τὰ ζῶντα, καὶ τῶν ἀσυνέτων ξυνίασιν, ὁ μὲν εἰδὼς ἀεὶ ὀρθῶς, ὁ δὲ μὴ εἰδὼς ἄλλοτε ἄλλως. Φύσιν ἀνθρώπου καὶ βίον ταῦτα μιμέεται· ἀνὴρ γυναικὶ ξυγγενόμενος παιδίον ἐποίησε, τῷ φανερῷ τὸ ἄδηλον γινώσκειν, ὅτι οὕτως ἔσται. Γνώμη ἀνθρώπου ἀφανὴς, γινώσκουσα τὰ φανερὰ, ἐκ παιδὸς ἐς ἄνδρα μεθίσταται, τῷ ἐόντι τὸ μέλλον γινώσκειν, οὐχ ὁ μὴ ὢν ἀπὸ θανάτου, ζῶον δὲ, τῷ τεθνηκότι τὸ ζῶον οἶδεν. Ἀσύνετον γαστήρ· ταύτῃ συνίεμεν ὅτι διψῇ ἢ πεινῇ. Ταῦτα μαντικῆς τέχνης καὶ φύσιος ἀνθρωπίνης πάθεα, τοῖσι μὲν γινώσκουσιν αἰεὶ ὀρθῶς, τοῖσι δὲ μὴ γινώσκουσιν αἰεὶ ἄλλοτε ἄλλως.

[13] Σιδήρου ὄργανα· τέχνῃσι τὸν σίδηρον περιτήκουσι, πνεύματι ἀναγκάζοντες τὸ πῦρ, τὴν ὑπάρχουσαν τροφὴν ἀφαιρέοντες, ἀραιὸν δὲ ποιήσαντες, παίουσι καὶ συνελαύνουσιν, ὕδατος δὲ ἄλλου τροφῇ ἰσχυρὸν γίνεται. Ταῦτα πάσχει ἄνθρωπος ὑπὸ παιδοτρίβου· τὴν ὑπάρχουσαν τροφὴν πυρὶ ἀφαιρέεται, ὑπὸ πνεύματος ἀναγκαζόμενος· ἀραιούμενος δὲ κόπτεται, τρίβεται, καθαίρεται, ὑδάτων δὲ ὑπαγωγῇ ἄλλοθεν ἰσχυρὸς γίνεται.

[14] Καὶ οἱ γναφέες τωὐτὸ διαπρήσσονται, λακτίζουσι, κόπτουσιν, ἕλκουσι, λυμαινόμενοι ἰσχυρότερα ποιέουσι, κείροντες τὰ ὑπερέχοντα, καὶ παραπλέκοντες, καλλίω ποιέουσι· ταῦτα πάσχει ὥνθρωπος.

[15] Σκυτέες τὰ ὅλα καὶ τὰ μέρεα διαιρέουσι, καὶ τὰ μέρεα ὅλα ποιέουσι, τάμνοντες δὲ καὶ κεντέοντες τὰ σαθρὰ ὑγιέα ποιέουσιν. Καὶ ἄνθρωπος δὲ τωὐτὸ πάσχει· ἐκ τῶν ὅλων μέρεα διαιρέεται, καὶ ἐκ τῶν μερέων συντιθεμένων ὅλα γίνεται· κεντεόμενοί τε καὶ τεμνόμενοι τὰ σαθρὰ ὑπὸ τῶν ἰητρῶν ὑγιαίνονται· καὶ τόδε ἰητρικῆς τὸ λυπέον ἀπαλλάσσειν, καὶ ὑφ᾿ οὗ πονέει ἀφαιρέοντα ὑγιέα ποιέειν. Ἡ φύσις αὐτομάτη ταῦτα ἐπίσταται· καθήμενος πονέει ἀναστῆναι, κινεύμενος πονέει ἀναπαύσασθαι, καὶ ἄλλα τοιαῦτα ἔχει ἡ φύσις ἰητρικῆς.

[16] Τέκτονες πρίοντες ὁ μὲν ὠθέει, ὁ δὲ ἕλκει· τὸ αὐτὸ ποιέειν ἀμφοτέρως φέρει· τρυπῶσιν, ὁ μὲν ἕλκει, ὁ δὲ ὠθέει· πιεζόντων ἄνω ἕρπει, τὸ δὲ κάτω· μείω ποιέοντες πλείω ποιέουσι, καὶ πλείω ποιέοντες μείω ποιέουσι, φύσιν τε ἀνθρώπου μιμέονται. Πνεῦμα τὸ μὲν ἕλκει, τὸ δὲ ὠθέει, τὸ δ᾿ αὐτὸ ποιέειν ἀμφοτέρως φέρει· σίτων τὰ μὲν κάτω πιέζεται, τὰ δὲ ἄνω ἕρπει. Ἀπὸ μιῆς ψυχῆς διαιρεομένης πλείους καὶ μείους καὶ μέζονες καὶ ἐλάσσονες.

[17] Οἰκοδόμοι ἐκ διαφόρων σύμφορον ἐργάζονται, τὰ μὲν ξηρὰ ὑγραίνοντες, τὰ δὲ ὑγρὰ ξηραίνοντες, τὰ μὲν ὅλα διαιρέοντες, τὰ δὲ διῃρημένα συντιθέντες· μὴ οὕτω δὲ ἐχόντων οὐκ ἂν ἔχοι ᾗ δεῖ. Δίαιταν ἀνθρωπίνην μιμέεται, τὰ μὲν ξηρὰ ὑγραίνοντες, τὰ δὲ ὑγρὰ ξηραίνοντες, τὰ μὲν ὅλα διαιρέουσι, τὰ δὲ διῃρημένα ξυντιθέασι, ταῦτα πάντα διάφορα ἐόντα ξυμφέρει τῇ φύσει.

[18] Μουσικῆς ὄργανον ὑπάρξαι δεῖ πρῶτον, ἐν ᾧ δηλώσει ἃ βούλεται ἁρμονίη· συντάξιες ἐκ τῶν αὐτῶν οὐχ αἱ αὐταὶ, ἐκ τοῦ ὀξέος, ἐκ τοῦ βαρέος, ὀνόματι μὲν ὁμοίων, φθόγγῳ δὲ οὐχ ὁμοίων· τὰ πλεῖστα διάφορα μάλιστα ξυμφέρει, καὶ τὰ ἐλάχιστα διάφορα ἥκιστα ξυμφέρει· εἰ δὲ ὅμοια πάντα ποιήσει τις, οὐκ ἔνι τέρψις· αἱ πλεῖσται μεταβολαὶ καὶ πολυειδέσταται μάλιστα τέρπουσιν. Μάγειροι ὄψα σκευάζουσιν ἀνθρώποισι διαφόρων, συμφόρων, παντοδαπὰ ξυγκρίνοντες, ἐκ τῶν αὐτῶν οὐ τὰ αὐτὰ, βρῶσιν καὶ πόσιν ἀνθρώπων· ἢν δὲ πάντα ὅμοια ποιήσῃ, οὐκ ἔχει τέρψιν· οὐδ᾿ εἰ ἐν τῷ αὐτῷ πάντα ξυντάξειεν, οὐκ ἂν ἔχοι ὀρθῶς. Κρούεται τὰ κρούματα ἐν μουσικῇ τὰ μὲν ἄνω, τὰ δὲ κάτω. Γλῶσσα μουσικὴν μιμέεται διαγινώσκουσα μὲν τὸ γλυκὺ καὶ τὸ ὀξὺ τῶν προσπιπτόντων, καὶ τὰ διάφωνα καὶ ξύμφωνα· κρούεται δὲ τοὺς φθόγγους ἄνω καὶ κάτω, καὶ οὔτε τὰ ἄνω κάτω κρουόμενα ὀρθῶς ἔχει οὔτε τὰ κάτω ἄνω· καλῶς δὲ ἡρμοσμένης γλώσσης, τῇ συμφωνίῃ τέρψις, ἀναρμόστου δὲ λύπη.

[19] Νακοδέψαι τείνουσι, τρίβουσι, κτενίζουσι, πλύνουσι, ταῦτα παιδίων θεραπηΐη. Πλοκέες ἄγοντες κύκλῳ πλέκουσιν, ἀπὸ τῆς ἀρχῆς ἐς τὴν ἀρχὴν τελευτῶσι· τοῦτο περίοδος ἐν τῷ σώματι, ὁκόθεν ἄρχεται, ἐπὶ τοῦτο τελευτᾷ.

[20] Χρυσίον ἐργάζονται, κόπτουσι, πλύνουσι, τήκουσι πυρὶ μαλακῷ, ἰσχυρῷ δὲ οὐ συνίσταται· ἀπεργασάμενοι πρὸς πάντα χρῶνται· ἄνθρωπος σῖτον κόπτει, πλύνει, ἀλήθει, πυρώσας χρῆται, ἰσχυρῷ μὲν πυρὶ ἐν τῷ σώματι οὐ συνίσταται, μαλθακῷ δέ.

[21] Ἀνδριαντοποιοὶ μίμησιν σώματος ποιέουσιν πλὴν ψυχῆς, γνώμην δὲ ἔχοντα οὐ ποιέουσιν, ἐξ ὕδατος καὶ γῆς, τὰ ὑγρὰ ξηραίνοντες καὶ τὰ ξηρὰ ὑγραίνοντες, ἀφαιρέονται ἀπὸ τῶν ὑπερεχόντων, καὶ προστιθέασι πρὸς τὰ ἐλλείποντα, ἐκ τοῦ ἐλαχίστου πρὸς τὸ μέγιστον αὔξοντες. Ταῦτα πάσχει ὁ ἄνθρωπος, αὔξεται ἀπὸ τοῦ ἐλαχίστου ἐς τὸ μέγιστον, ἐκ τῶν ὑπερεχόντων ἀφαιρούμενος, τοῖσιν ἐλλείπουσι προστιθεὶς, τὰ ξηρὰ ὑγραίνων καὶ τὰ ὑγρὰ ξηραίνων.

[22] Κεραμέες τροχὸν δινέουσι, καὶ οὔτε ὀπίσω οὔτε πρώσω προχωρέει, καὶ ἀμφοτέρωσε ἅμα τοῦ ὅλου μιμητὴς τῆς περιφορῆς· ἐν δὲ τῷ αὐτῷ ἐργάζονται περιφερομένῳ παντοδαπὰ, οὐδὲν ὅμοιον τὸ ἕτερον τῷ ἑτέρῳ ἐκ τῶν αὐτῶν τοῖσιν αὐτοῖσιν ὀργάνοισιν. Ἄνθρωποι ταῦτα πάσχουσι καὶ τἄλλα ζῶα, ἐν τῇ αὐτῇ περιφορῇ πάντα ἐργάζονται, ἐκ τῶν αὐτῶν ὅμοιον οὐδὲν τοῖσιν αὐτοῖσιν ὀργάνοισιν, ἐξ ὑγρῶν ξηρὰ ποιέοντες καὶ ἐκ τῶν ξηρῶν ὑγρά.

[23] Γραμματικὴ τοιόνδε· σχημάτων σύνθεσις, σημήϊα φωνῆς ἀνθρωπίνης, δύναμις τὰ παροιχόμενα μνημονεῦσαι, τὰ ποιητέα δηλῶσαι· δι᾿ ἑπτὰ σχημάτων ἡ γνῶσις· ταῦτα πάντα ἄνθρωπος διαπρήσσεται καὶ ὁ ἐπιστάμενος γράμματα καὶ ὁ μὴ ἐπιστάμενος. Δι᾿ ἑπτὰ σχημάτων καὶ ἡ αἴσθησις ἡ ἀνθρώπων, ἀκοὴ ψόφων, ὄψις φανερῶν, ῥὶν ὀδμῆς, γλῶσσα ἡδονῆς καὶ ἀηδίης, στόμα διαλέκτου, σῶμα ψαύσιος θερμοῦ ἢ ψυχροῦ, πνεύματος διέξοδοι ἔσω καὶ ἔξω· διὰ τούτων γνῶσις ἀνθρώποισιν.

[24] Ἀγωνίη, παιδοτριβίη τοιόνδε· διδάσκουσι παρανομέειν κατὰ νόμον, ἀδικέειν δικαίως, ἐξαπατέειν, κλέπτειν, ἁρπάζειν, βιάζεσθαι τὰ κάλλιστα καὶ αἴσχιστα· ὁ μὴ ταῦτα ποιέων κακὸς, ὁ δὲ ταῦτα ποιέων ἀγαθός· ἐπίδειξις τῶν πολλῶν ἀφροσύνης, θεῶνται ταῦτα καὶ κρίνουσιν ἕνα ἐξ ἁπάντων ἀγαθὸν, τοὺς δὲ ἄλλους κακούς· πουλλοὶ θαυμάζουσιν, ὀλίγοι γινώσκουσιν. Ἐς ἀγορὴν ἐλθόντες ἄνθρωποι ταὐτὰ διαπρήσσονται· ἐξαπατῶσι πωλέοντες καὶ ὠνεόμενοι· ὁ πλεῖστα ἐξαπατήσας, οὗτος θαυμάζεται. Πίνοντες καὶ μαινόμενοι ταὐτὰ διαπρήσσονται. Τρέχουσι, παλαίουσι, μάχονται, κλέπτουσιν, ἐξαπατῶσιν, εἷς ἐκ πάντων κρίνεται. Ὑποκριταὶ καὶ ἐξαπάται, πρὸς εἰδότας λέγουσιν ἄλλα καὶ φρονέουσιν ἕτερα, οἱ αὐτοὶ ἐξέρπουσι καὶ ἐσέρπουσιν οὐχ οἱ αὐτοί· ἑνὶ δὲ ἀνθρώπῳ ἄλλα μὲν λέγειν, ἄλλα δὲ ποιέειν, καὶ τὸν αὐτὸν μὴ εἶναι τὸν αὐτὸν, καὶ ποτὲ μὲν ἄλλην ἔχειν γνώμην, ὁτὲ δὲ ἄλλην. Οὕτω μὲν αἱ τέχναι πᾶσαι τῇ ἀνθρωπίνῃ φύσει ἐπικοινωνέουσιν.

[25] Ἡ δὲ ψυχὴ τοῦ ἀνθρώπου, ὥσπερ μοι καὶ προείρηται, σύγκρησιν ἔχουσα πυρὸς καὶ ὕδατος, μέρεα δὲ ἀνθρώπου, ἐσέρπει ἐς ἅπαν ζῶον, ὅ τι περ ἀναπνέει, καὶ δὴ καὶ ἐς ἄνθρωπον πάντα καὶ νεώτερον καὶ πρεσβύτερον. Αὔξεται δὲ οὐκ ἐν πᾶσιν ὁμοίως, ἀλλ᾿ ἐν μὲν τοῖσι νέοισι τῶν σωμάτων, ἅτε ταχείης ἐούσης τῆς περιφορῆς καὶ τοῦ σώματος ὄντος αὐξίμου, ἐκπυρουμένη καὶ λεπτυνομένη καταναλίσκεται ἐς τὴν αὔξησιν τοῦ σώματος· ἐν δὲ ποῖσι πρεσβυτέροισιν, ἅτε βραδέης ἐούσης τῆς κινήσιος καὶ δὴ ψυχροῦ τοῦ σώματος, καταναλίσκεται ἐς τὴν μείωσιν τοῦ ἀνθρώπου. Ὁκόσα δὲ τῶν σωμάτων ἀκμάζοντά ἐστι καὶ ἐν τῇσιν ἡλικίῃσι τῇσι γονίμῃσι, δύναται τρέφειν καὶ αὔξειν· δυνάσται δὲ ἄνθρωποι· ὅστις δύναται πλείστους ἀνθρώπους τρέφειν, οὗτος ἰσχυρός· ἀπολειπόντων δὲ τῶν παρ᾿ αὐτοῦ τρεφομένων, οὗτος ἀσθενέστερος. Τοιοῦτον καὶ ἕκαστα τῶν σωμάτων πλεῖστα· ὁκοῖα πλείστας δύναται ψυχὰς τρέφειν, ταῦτα ἰσχυρότερα, ἀπελθόντων δὲ τούτων ἀσθενέστερα.

[26] Ὅ τι μὲν ἂν ἐς ἄλλο ἐσέλθῃ, οὐκ αὔξεται· ὅ τι δὲ ἐς τὴν γυναῖκα, αὔξεται, ἢν τύχῃ τῶν προσηκόντων. Διακρίνεται δὲ τὰ μέλεα ἅμα πάντα καὶ αὔξεται, καὶ οὔτε πρότερον οὐδὲν ἕτερον ἑτέρου οὔθ᾿ ὕστερον· τὰ δὲ μέζω φύσει πρότερα φαίνεται τῶν ἐλασσόνων, οὐδὲν πρότερα γινόμενα. Οὐκ ἐν ἴσῳ δὲ χρόνῳ πάντα διακοσμέεται, ἀλλὰ τὰ μὲν θᾶσσον, τὰ δὲ βραδύτερον, ὅκως ἂν καὶ τοῦ πυρὸς ἕκαστα τύχῃ καὶ τῆς τροφῆς· τὰ μὲν οὖν ἐν τεσσαράκοντα ἡμέρῃσιν ἴσχει πάντα φανερὰ, τὰ δ᾿ ἐν δύο μησὶ, τὰ δ᾿ ἐν τρισὶ, τὰ δ᾿ ἐν τετραμήνῳ. Ὡσαύτως καὶ γόνιμα γίνεται τὰ μὲν θᾶσσον ἑπτάμηνα τελείως, τὰ δὲ βραδύτερον ἐννέα μησὶ τελείως, ἐς φάος ἀναδείκνυται ἔχοντα τὴν σύγκρησιν ἥνπερ καὶ διὰ παντὸς ἕξει.

[27] Ἄῤῥενα μὲν οὖν καὶ θήλεα ἐν τῷδε τῷ τρόπῳ γίνοιτ᾿ ἂν ὡς ἀνυστόν· τὰ δὲ θήλεα πρὸς ὕδατος μᾶλλον ἀπὸ τῶν ψυχρῶν καὶ ὑγρῶν καὶ μαλθακῶν αὔξεται καὶ σίτων καὶ ποτῶν καὶ ἐπιτηδευμάτων· τὰ δὲ ἄρσενα πρὸς πυρὸς μᾶλλον, ἀπὸ τῶν ξηρῶν δηλαδὴ καὶ θερμῶν σίτων τε καὶ λοιπῆς διαίτης. Εἰ οὖν θῆλυ τεκεῖν βούλοιτο, τῇ πρὸς ὕδατος διαιτήσει χρηστέον· εἰ δὲ ἄρσενα, τῇ πρὸς πυρὸς ἐπιτηδεύσει διακτέον· καὶ οὐ μόνον τὸν ἄνδρα δεῖ τοῦτο διαπρήσσεσθαι, ἀλλὰ καὶ τὴν γυναῖκα. Οὐ γὰρ τὸ ἀπὸ τοῦ ἀνδρὸς μοῦνον αὔξιμόν ἐστιν ἀποκριθὲν, ἀλλὰ καὶ τὸ ἀπὸ τῆς γυναικὸς, διὰ τόδε· ἑκάτερον μὲν τὸ μέρος οὐκ ἔχει ἱκανὴν τὴν κίνησιν τῷ πλήθει τοῦ ὑγροῦ, ὥστε καταναλίσκειν τὸ ἐπιῤῥέον καὶ ξυνιστάναι δι᾿ ἀσθενείην τοῦ πυρός· ὁκόταν δὲ κατὰ τωὐτὸ ἀμφότερα συνεμπεσόντα τύχῃ, περιπίπτει πρὸς ἄλληλα, τὸ πῦρ τε πρὸς τὸ πῦρ καὶ τὸ ὕδωρ ὡσαύτως. Εἰ μὲν οὖν ἐν ξηρῇ τῇ χώρῃ περικινέεται, κρατέει τοῦ ξυνεμπεσόντος ὕδατος, καὶ ἀπὸ τούτου αὔξεται τὸ πῦρ, ὥστε μὴ κατασβέννυσθαι ὑπὸ τοῦ ἐμπίπτοντος κλύδωνος, ἀλλὰ τό τε ἐπιὸν δέχεσθαι καὶ συνιστάναι πρὸς τὸ ὑπάρχον· ἢν δὲ ἐς τὸ ὑγρὸν πέσῃ, εὐθέως ἀπ᾿ ἀρχῆς κατασβέννυταί τε ὑπὸ τοῦ ἐμπίπτοντος κλύδωνος καὶ διαλύεται ἐς τὴν μείω τάξιν. Ἐν μιῇ δὲ ἡμέρῃ τοῦ μηνὸς ἑκάστου δύναται συστῆναι καὶ κρατῆσαι τῶν ἐπιόντων, καὶ ταῦτ᾿ ἢν τύχῃ ξυνεμπεσόντα παρ᾿ ἀμφοτέρων κατὰ τόπον.

[28] Ξυνίστασθαι δὲ δύναται καὶ τὸ θῆλυ καὶ τὸ ἄρσεν πρὸς ἄλληλα, διότι καὶ ἐν ἀμφοτέροις ἀμφότερα τρέφεται, καὶ διότι ἡ μὲν ψυχὴ τωὐτὸ πᾶσι τοῖσιν ἐμψύχοισι, τὸ δὲ σῶμα διαφέρει ἑκάστου. Ψυχὴ μὲν οὖν αἰεὶ ὁμοίη καὶ ἐν μέζονι καὶ ἐν ἐλάσσονι· οὐ γὰρ ἀλλοιοῦται οὔτε διὰ φύσιν οὔτε δι᾿ ἀνάγκην· σῶμα δὲ οὐδέκοτε τωὐτὸ οὐδενὸς οὔτε κατὰ φύσιν οὔθ᾿ ὑπ᾿ ἀνάγκης, τὸ μὲν γὰρ διακρίνεται ἐς πάντα, τὸ δὲ ξυμμίσγεται πρὸς ἅπαντα. Ἢν μὲν οὖν ἐς ἄρσενα τὰ σώματα ἀποκριθέντα ἀμφοτέρων τύχῃ, αὔξεται κατὰ τὸ ὑπάρχον, καὶ γίνονται οὗτοι ἄνδρες λαμπροὶ τὰς ψυχὰς καὶ τὸ σῶμα ἰσχυροὶ, ἢν μὴ ὑπὸ τῆς διαίτης βλαβῶσι τῆς ἔπειτα. Ἢν δὲ τὸ μὲν ἀπὸ τοῦ ἀνδρὸς ἄρσεν ἀποκριθῇ, τὸ δὲ ἀπὸ τῆς γυναικὸς θῆλυ, καὶ ἐπικρατήσῃ τὸ ἄρσεν, ἡ μὲν ψυχὴ προσμίσγεται πρὸς τὴν ἰσχυροτέρην ἡ ἀσθενεστέρη, οὐ γὰρ ἔχει πρὸς ὅ τι ὁμοτροπώτερον ἀποχωρήσει τῶν παρεόντων· προσδέχεται γὰρ ἡ μικρὴ τὴν μέζω καὶ ἡ μέζων τὴν ἐλάσσονα· κοινῇ δὲ τῶν ὑπαρχόντων κρατέουσι· τὸ δὲ σῶμα τὸ μὲν ἄρσεν αὔξεται, τὸ δὲ θῆλυ μειοῦται καὶ διακρίνεται ἐς ἄλλην μοίρην. Καὶ οὗτοι ἧσσον μὲν τῶν προτέρων λαμπροὶ, ὅμως δὲ, διότι ἀπὸ τοῦ ἀνδρὸς τὸ ἄρσεν ἐκράτησεν, ἀνδρεῖοι γίνονται, καὶ τοὔνομα τοῦτο δικαίως ἔχουσιν. Ἢν δὲ ἀπὸ μὲν τῆς γυναικὸς ἄρσεν ἀποκριθῇ, ἀπὸ δὲ τοῦ ἀνδρὸς θῆλυ, κρατήσῃ δὲ τὸ ἄρσεν, αὔξεται τὸν αὐτὸν τρόπον τῷ προτέρῳ· τὸ δὲ μειοῦται· γίνονται δὲ οὗτοι ἀνδρόγυνοι καὶ καλέονται τοῦτο ὀρθῶς. Τρεῖς μὲν οὖν αὗται γενέσιες τῶν ἀνδρῶν, διάφοροι δὲ πρὸς τὸ μᾶλλον καὶ ἧσσον τὸ τοιοῦτον εἶναι διὰ τὴν σύγκρησιν τοῦ ὕδατος τῶν μερέων καὶ τροφὰς καὶ παιδεύσιας καὶ συνηθείας. Δηλώσω δὲ προϊόντι τῷ λόγῳ καὶ περὶ τούτων.

[29] Τὸ δὲ θῆλυ γίνεται κατὰ τὸν αὐτὸν τρόπον· ἢν μὲν ἀπ᾿ ἀμφοτέρων θῆλυ ἀποκριθῇ, θηλυκώτατα καὶ εὐφυέστατα γίνεται· ἢν δὲ τὸ μὲν ἀπὸ τῆς γυναικὸς θῆλυ, τὸ δὲ ἀπὸ τοῦ ἀνδρὸς ἄρσεν, κρατήσῃ δὲ τὸ θῆλυ, αὔξεται τὸν αὐτὸν τρόπον, καὶ θρασύτεραι μὲν τῶν πρόσθεν, ὅμως δὲ κόσμιαι καὶ αὐταί· ἢν δὲ τὸ μὲν ἀπὸ τοῦ ἀνδρὸς θῆλυ, τὸ δ᾿ ἀπὸ τῆς γυναικὸς ἄρσεν, κρατήσῃ δὲ τὸ θῆλυ, αὔξεται τὸν αὐτὸν τρόπον, καὶ γίνονται τολμηρότεραι τῶν προτέρων καὶ ἀνδρεῖαι ὀνομάζονται. Εἰ δέ τις ἀπιστοίη, ψυχὴν μὴ προσμίσγεσθαι ψυχῇ, ἀφορῶν ἐς ἄνθρακας, κεκαυμένους πρὸς μὴ κεκαυμένους προσβάλλων, ἰσχυροὺς πρὸς ἀσθενέας, τροφὴν αὐτοῖσι διδοὺς, ὅμοιον τὸ σῶμα πάντες παρασχήσονται καὶ οὐ διάδηλος ἕτερος τοῦ ἑτέρου, ἀλλ᾿ ἐν ὁκοίῳ σώματι ζωπυρέονται, τοιοῦτον δὴ τὸ πᾶν ἔσται· ὁκόταν δ᾿ ἀναλώσωσι τὴν ὑπάρχουσαν τροφὴν, διακρίνονται ἐς τὸ ἄδηλον· τοῦτο καὶ ἀνθρωπίνη ψυχὴ πάσχει.

[30] Περὶ δὲ τῶν διδύμων γινομένων ὁ λόγος ὧδε δηλώσει. Τὸ μὲν πλεῖστον τῆς γυναικὸς ἡ φύσις αἰτίη τῶν μητρέων· ἢν γὰρ ὁμοίως ἀμφοτέρωσε πεφύκωσι κατὰ τὸ στόμα, καὶ ἀναχάσκωσιν ὁμοίως, καὶ ξηραίνωνται ἀπὸ τῆς καθάρσιος, δύνανται τρέφειν, ἢν τὰ τοῦ ἀνδρὸς ξυλλαμβάνῃ, ὥστε εὐθὺς ἀποσχίζεσθαι· οὕτω γὰρ ἀνάγκη σκίδνασθαι ἐπ᾿ ἀμφοτέρας τὰς μήτρας ὁμοίως. Ἢν μὲν οὖν πουλὺ ἀπ᾿ ἀμφοτέρων τὸ σπέρμα καὶ ἰσχυρὸν ἀποκριθῇ, δύναται ἐν ἀμφοτέρῃσι τῇσι χώρῃσιν αὔξεσθαι· κρατέει γὰρ τῆς τροφῆς τῆς ἐπιούσης. Ἢν δέ κως ἄλλως γένηται, οὐ γίνεται δίδυμα. Ὁκόταν μὲν οὖν ἄρσενα ἀπ᾿ ἀμφοτέρων ἀποκριθῇ, ἐξ ἀνάγκης ἐν ἀμφοτέροισιν ἄρσενα γεννᾶται· ὁκόταν δὲ θήλεα ἀπ᾿ ἀμφοτέρων, θήλεα γίνεται· ὁκόταν δὲ τὸ μὲν θῆλυ, τὸ δὲ ἄρσεν, ὁκότερον ἂν ἑκατέρου κρατήσῃ, τοιοῦτον ἐπαύξεται. Ὅμοια δὲ ἀλλήλοισι τὰ δίδυμα διὰ τόδε γίνεται, ὅτι πρῶτον μὲν ἴσα τὰ χωρία ἐν οἷσιν αὔξεται, ἔπειτα ἅμα ἀπεκρίθη, ἔπειτα τῇσιν αὐτῇσι τροφῇσιν αὔξεται, γόνιμά τε ἀνάγεται ἅμα ἐς φάος.

[31] Ἐπίγονα δὲ τῷδε τῷ τρόπῳ γίνεται· ὁκόταν αἵ τε μῆτραι θερμαὶ καὶ ξηραὶ φύσει ἔωσιν, ἥ τε γυνὴ τοιαύτη, τό τε σπέρμα ξηρὸν καὶ θερμὸν ἐμπέσῃ, οὐκ ἔτι γίνεται ἐν τῇσι μήτρῃσιν ὑγρασίη οὐδεμίη, ἥτις τὸ ἐπεισπῖπτον σπέρμα κρατήσει· διὰ τοῦτο ξυνίσταται ἐξ ἀρχῆς καὶ ζώει, διατελέειν δὲ οὐ δύναται, ἀλλὰ καὶ τὸ ὑπάρχον προσδιαφθείρει, διότι οὐ ταὐτὰ ξυμφέρει ἀμφοῖν.

[32] Ὕδατος δὲ τὸ λεπτότατον καὶ πυρὸς τὸ ἀραιότατον σύγκρησιν λαβόντα ἐν ἀνθρώπου σώματι ὑγιεινοτάτην ἕξιν ἀποδεικνύει διὰ τάδε, ὅτι ἐν τῇσι μεταβολῇσι τοῦ ἐνιαυτοῦ τῶν ὡρέων τῇσι μεγίστῃσιν οὐκ ἐπιπληροῦται τὸ ἔσχατον οὐδέτερον, οὔτε τὸ ὕδωρ ἐς τὸ πυκνότατον ἐν τῇσι τοῦ ὕδατος ἐφόδοισιν, οὔτε τὸ πῦρ ἐν τῇσι τοῦ πυρὸς, οὔτε τῶν ἡλικιέων ἐν τῇσι μεταστάσεσιν, οὔτε τῶν σιτίων καὶ ποτῶν ἐν τοῖσι διαιτήμασι. Δύνανται γὰρ γένεσίν τε πλείστην δέξασθαι ἀμφότερα καὶ πλησμονήν· χαλκὸς ὁ μαλακώτατός τε καὶ ἀραιότατος πλείστην κρῆσιν δέχεται καὶ γίνεται κάλλιστος· καὶ ὕδατος τὸ λεπτότατον καὶ πυρὸς τὸ ἀραιότατον σύγκρησιν λαμβάνοντα ὡσαύτως. Οἱ μὲν οὖν ταύτην ἔχοντες τὴν φύσιν ὑγιαίνοντες διατελέουσι τὸν πάντα χρόνον, μέχρι τεσσαράκοντα ἐτέων, οἱ δὲ καὶ μέχρι γήρως τοῦ ἐσχάτου· ὁκόσοι δ᾿ ἂν ληφθῶσιν ὑπὸ νουσήματός τινος ὑπὲρ τεσσαράκοντα ἔτεα, οὐ μάλα ἀποθνήσκουσιν. Ὁκόσα δὲ τῶν σωμάτων σύγκρησιν λαμβάνει πυρὸς τοῦ ἰσχυροτάτου καὶ ὕδατος τοῦ πυκνοτάτου, ἰσχυρὰ μὲν καὶ ἐῤῥωμένα τὰ σώματα γίνεται, φυλακῆς δὲ πολλῆς δεόμενα· μεγάλας γὰρ τὰς μεταβολὰς ἔχει ἐπ᾿ ἀμφότερα, καὶ ἐν τῇσι τοῦ ὕδατος ἐφόδοισιν ἐς νουσήματα πίπτουσι, καὶ ἐν τῇσι τοῦ πυρὸς ὡσαύτως. Τοῖσιν οὖν διαιτήμασι ξυμφέρει χρέεσθαι τὸν τοιοῦτον πρὸς τὰς ὥρας τοῦ ἔτεος ἐναντιεύμενον, ὕδατος μὲν ἐφόδου γινομένης, τοῖσι πρὸς πυρὸς, πυρὸς δὲ ἐφόδου γενομένης, τοῖσι πρὸς ὕδατος χρέεσθαι, κατὰ μικρὸν μεθιστάντα μετὰ τῆς ὥρης. Ὕδατος δὲ τοῦ παχυτάτου καὶ πυρὸς τοῦ λεπτοτάτου ξυγκρηθέντων ἐν τῷ σώματι, τοιαῦτα ξυμβαίνει, ἐξ ὧν διαγινώσκειν χρὴ ψυχρὴν φύσιν καὶ ὑγρήν· ταῦτα τὰ σώματα ἐν τῷ χειμῶνι νοσερώτερα ἢ ἐν τῷ θέρει, καὶ ἐν τῷ ἦρι ἢ ἐν τῷ φθινοπώρῳ. Τῶν ἡλικιέων, ὑγιηρότατοι, τῶν τοιούτων οἱ παῖδες, δεύτερον νεηνίσκοι, νοσερώτατοι δὲ οἱ πρεσβύτατοι καὶ οἱ ἔγγιστα, καὶ ταχέως γηράσκουσιν αἱ φύσιες αὗται. Διαιτῆσθαι δὲ ξυμφέρει τοῖσι τοιούτοισιν ὁκόσα θερμαίνει καὶ ξηραίνει καὶ πόνοισι καὶ σιτίοισι, καὶ πρὸς τὰ ἔξω τοῦ σώματος μᾶλλον τοὺς πόνους ποιέεσθαι ἢ πρὸς τὰ εἴσω. Ἢν δὲ λάβῃ πυρός τε τὸ ὑγρότατον καὶ ὕδατος τὸ πυκνότατον ξύγκρησιν ἐν τῷ σώματι, τοισίδε γινώσκειν ὑγρὴν καὶ θερμὴν φύσιν· κάμνουσι μὲν μάλιστα οἱ τοιοῦτοι ἐν τῷ ἦρι, ἥκιστα δὲ ἐν τῷ φθινοπώρῳ, ὅτι ἐν μὲν τῷ ἦρι ὑπερβολὴ τῆς ὑγρασίης, ἐν δὲ τῷ φθινοπώρῳ συμμετρίη τῆς ξηρασίης· τῶν δὲ ἡλικιέων νοσερώταται ὁκόσαι νεώταταί εἰσιν· αὔξεται δὲ τὰ σώματα ταχέως, καταῤῥοώδεις δὲ οἱ τοιοῦτοι γίνονται. Διαιτῆσθαι δὲ ξυμφέρει ὁκόσα ξηραίνοντα ψύχει καὶ σίτων καὶ ποτῶν καὶ πόνων, τοὺς δὲ πόνους τούτοισιν εἴσω τοῦ σώματος ποιέεσθαι ξυμφέρει μάλιστα. Εἰ δὲ σύγκρησιν λάβοι πυρός τε τὸ ἰσχυρότατον καὶ ὕδατος τὸ λεπτότατον, ξηρὴ φύσις καὶ θερμὴ, νοῦσος μὲν τοῖσι τοιούτοισιν ἐν τῇσι τοῦ πυρὸς ἐφόδοισιν, ὑγείη δὲ ἐν τῇσι τοῦ ὕδατος· ἡλικίῃσιν ἀκμαζούσῃσι πρὸς σαρκὸς εὐεξίην νοσερώτατοι, ὑγιηρότατοι δὲ οἱ πρεσβύτεροι καὶ τὰ ἔγγιστα ἑκατέρων. Δίαιται ὁκόσαι ψύχουσι καὶ ὑγραίνουσι, καὶ τῶν πόνων ὁκόσοι ἥκιστα ἐκθερμαίνοντες καὶ συντήκοντες πλείστην ψύξιν παρασχήσουσιν· αἱ τοιαῦται φύσιες μακρόβιοι καὶ εὔγηροι γίνονται. Ἢν δὲ σύγκρησιν λάβῃ πυρὸς τοῦ ἀραιοτάτου καὶ ὕδατος τοῦ ξηροτάτου, ξηρὴ καὶ ψυχρὴ ἡ τοιαύτη φύσις, νοσερὴ μὲν ἐν τῷ φθινοπώρῳ, ὑγιηρὴ δὲ ἐν τῷ ἦρι καὶ τοῖσιν ἔγγιστα ὡσαύτως· ἡλικίαι πρὸς ἔτεα τεσσαράκοντα νοσεραί· παῖδες δὲ ὑγιηρότατοι καὶ τὰ προσέχοντα ἑκατέροισιν. Δίαιται ὁκόσαι θερμαὶ ἐοῦσαι ὑγραίνουσι· καὶ πόνοι ἐξ ὀλίγου προσαγόμενοι, ἡσυχῇ διαθερμαίνοντες, μὴ πουλὺ ἀπὸ τῶν ὑπαρχόντων φέροντες. Περὶ μὲν οὖν φύσιος διαγνώσιος οὕτω χρὴ διαγινώσκειν τῆς ἐξ ἀρχῆς ξυστάσιος.

[33] Αἱ δὲ ἡλικίαι αὗται πρὸς ἑωυτὰς ὧδε ἔχουσι· παῖς μὲν οὖν κέκρηται ὑγροῖσι καὶ θερμοῖσι, διότι ἐκ τούτων ξυνέστηκε καὶ ἐν τούτοισιν ηὐξήθη· ὑγρότατα μὲν οὖν καὶ θερμότατα ὁκόσα ἔγγιστα γενέσιος, καὶ αὔξεται ὡς πλεῖστον, καὶ τὰ ἐχόμενα ὡσαύτως. Νεηνίσκος δὲ θερμὸς μὲν, ὅτι τοῦ πυρὸς ἐπικρατέει ἡ ἔφοδος τοῦ ὕδατος· ξηρὸς δὲ, ὅτι τὸ ὑγρὸν ἤδη κατανάλωται τὸ ἐκ τοῦ παιδὸς, τὸ μὲν ἐς τὴν αὔξησιν τοῦ σώματος, τὸ δὲ ἐς τὴν κίνησιν τοῦ πυρὸς, τὸ δὲ ὑπὸ τῶν πόνων. Ἀνὴρ, ὁκόταν στῇ τὸ σῶμα, ξηρὸς καὶ ψυχρὸς, διότι τοῦ μὲν θερμοῦ ἡ ἔφοδος οὐκ ἔτι ἐπικρατέει, ἀλλ᾿ ἕστηκεν, ἀτρεμίζον δὲ τὸ σῶμα τῆς αὐξήσιος ἔψυκται· ἐκ δὲ τῆς νεωτέρης ἡλικίης τὸ ξηρὸν ἔνι· ἀπὸ δὲ τῆς ἐπιούσης ἡλικίης καὶ τοῦ ὕδατος τῆς ἐφόδου οὔκω ἔχων τὴν ὑγρασίην, διὰ ταῦτα ξηροῖσι κρατέεται. Οἱ δὲ πρεσβῦται ψυχροὶ καὶ ὑγροὶ, διότι πυρὸς μὲν ἀποχώρησις, ὕδατος δὲ ἔφοδος· καὶ ξηρῶν μὲν ἀπάλλαξις, ὑγρῶν δὲ κατάστασις.

[34] Τῶν δὲ πάντων τὰ μὲν ἄρσενα θερμότερα καὶ ξηρότερα, τὰ δὲ θήλεα ὑγρότερα καὶ ψυχρότερα διὰ τόδε, ὅτι γε ἀπ᾿ ἀρχῆς ἐν τοιούτοισιν ἑκάτερα ἐγένετο καὶ ὑπὸ τοιούτων αὔξεται, γενόμενα δὲ τὰ μὲν ἄρσενα τῇσι διαίτῃσιν ἐπιπονωτέρῃσι χρέεται, ὥστε ἐκθερμαίνεσθαι καὶ ἀποξηραίνεσθαι, τὰ δὲ θήλεα ὑγροτέρῃσι καὶ ῥᾳθυμοτέρῃσι τῇσι διαίτῃσι χρέονται, καὶ κάθαρσιν τοῦ θερμοῦ ἐκ τοῦ σώματος ἑκάστου μηνὸς ποιέονται.

[35] Περὶ δὲ φρονήσιος ψυχῆς καὶ ἀφροσύνης ὀνομαζομένης ὧδε ἔχει· πυρὸς τὸ ὑγρότατον καὶ ὕδατος τὸ ξηρότατον κρῆσιν λαβόντα ἐν τῷ σώματι φρονιμώτατον, διότι τὸ μὲν πῦρ ἔχει ἀπὸ τοῦ ὕδατος τὸ ὑγρὸν, τὸ δὲ ὕδωρ ἀπὸ τοῦ πυρὸς τὸ ξηρόν· ἑκάτερον δὲ οὕτως αὐταρκέστατον· οὔτε τὸ πῦρ τῆς τροφῆς ἐνδεέστερον ἐπὶ πουλὺ φοιτᾷ, οὔτε τὸ ὕδωρ τῆς κινήσιος ἐπὶ πουλὺ δεόμενον κωφοῦται· αὐτό τε οὖν ἑκάτερον οὕτως αὐταρκέστατόν ἐστι πρὸς ἄλληλά τε κρηθέντα. Ὅ τι γὰρ ἐλάχιστα τῶν πέλας δέεται, τοῦτο μάλιστα τοῖσι παρεοῦσι προσέχει, πυρός τε τὸ ἥκιστα κινεύμενον μὴ ὑπ᾿ ἀνάγκης, καὶ ὕδατος τὸ μάλιστα μὴ ὑπὸ βίης. Ἐκ τούτων δὲ ἡ ψυχὴ συγκρηθεῖσα φρονιμωτάτη καὶ μνημονικωτάτη· εἰ δέ τινι ἐπαγωγῇ χρεομένῃ τούτων ὁκοτερονοῦν αὐξηθείη ἢ μαραίνοι, ἀφρονέστατον ἂν γένοιτο, διότι οὕτως ἔχοντα αὐταρκέστατα. Εἰ δὲ πυρὸς τοῦ εἰλικρινεστάτου καὶ ὕδατος σύγκρησιν λάβοι, ἐνδεέστερον δὲ τὸ πῦρ εἴη τοῦ ὕδατος ὀλίγον, φρόνιμοι μὲν καὶ οὗτοι, ἐνδεέστεροι δὲ τῆς προτέρης, διότι κρατεόμενον τὸ πῦρ ὑπὸ τοῦ ὕδατος καὶ βραδείην τὴν κίνησιν ποιεύμενον, νωθρότερον προσπίπτει πρὸς τὰς αἰσθήσιας· παραμόνιμοι δ᾿ εἰσὶν ἐπιεικέως αἱ τοιαῦται ψυχαὶ πρὸς ὅ τι ἂν προσέχωσιν· εἰ δὲ ὀρθῶς διαιτῶντο, καὶ φρονιμώτεροι καὶ ὀξύτεροι γένοιντο παρὰ τὴν φύσιν. Ξυμφέρει δὲ τοῖσι τοιούτοισι τοῖσι πρὸς πυρὸς διαιτήμασι μᾶλλον χρέεσθαι καὶ μὴ πλησμονῇσι μήτε σιτίων μήτε πομάτων. Δρόμοισιν οὖν χρέεσθαι ὀξέσιν, ὅκως τοῦ τε ὑγροῦ κενῶται τὸ σῶμα καὶ τὸ ὑγρὸν ἐφιστῆται θᾶσσον· πάλῃσι δὲ καὶ τρίψεσι καὶ τοῖσι τοιούτοισι γυμνασίοισιν οὐ ξυμφέρει χρέεσθαι, ὅκως μὴ κοιλοτέρων τῶν πόρων γινομένων πλησμονῆς πληρῶνται, βαρύνεσθαι γὰρ ἀνάγκη τῆς ψυχῆς τὴν κίνησιν ὑπὸ τῶν τοιούτων· τοῖσί τε περιπάτοισι ξυμφέρει χρέεσθαι καὶ ἀπὸ δείπνου καὶ ὀρθρίοισι καὶ ἀπὸ τῶν δρόμων, ἀπὸ δείπνου μὲν, ὅκως τροφὴν ξηροτέρην ἡ ψυχὴ δέχηται ἀπὸ τῶν ἐσιόντων, ὄρθρου δὲ, ὅκως αἱ διέξοδοι κενῶνται τοῦ ὑγροῦ καὶ μὴ φράσσωνται οἱ πόροι τῆς ψυχῆς, ἀπὸ δὲ τῶν γυμνασίων, ὅκως μὴ ἐγκαταλείπηται ἐν τῷ σώματι τὸ ἀποκριθὲν ἀπὸ τοῦ δρόμου, μηδὲ ξυμμίσγηται τῇ ψυχῇ, μηδὲ ἐμφράσσῃ τὰς διεξόδους, μηδὲ συνταράσσῃ τὴν τροφήν. Ξυμφέρει δὲ καὶ ἐμέτοισι χρέεσθαι, ὅκως ἀποκαθαίρηται τὸ σῶμα, εἴ τι ἐνδεέστερον οἱ πόνοι διαπρήσσονται, προσάγειν δὲ ἀπὸ τῶν ἐμέτων, κατὰ μικρὸν προστιθέντα τὸ σιτίον ἐς ἡμέρας τέσσαρας τὰς ἐλαχίστας. Χρίεσθαι δὲ ξυμφορώτερον ἢ λούεσθαι, λαγνεύειν δὲ ὕδατος ἐφόδων γινομένων πλείονα, ἐν δὲ τῇσι τοῦ πυρὸς ἐπιφορῇσι μείονα. Εἰ δέ τινι ἐνδεεστέρην τὴν δύναμιν τὸ πῦρ λάβοι τοῦ ὕδατος, βραδυτέρην ἀνάγκη ταύτην εἶναι, καὶ καλέονται οἱ τοιοῦτοι ἠλίθιοι· ἅτε γὰρ βραδείης ἐούσης τῆς περιόδου, κατὰ βραχύ τι προσπίπτουσιν αἱ αἰσθήσιες, καὶ ὀξεῖαι ἐοῦσαι ἐπ᾿ ὀλίγον ξυμμίσγονται διὰ βραδυτῆτα τῆς περιόδου· αἱ γὰρ αἰσθήσιες τῆς ψυχῆς ὁκόσαι μὲν δι᾿ ὄψιος καὶ ἀκοῆς εἰσὶν, ὀξεῖαι, ὁκόσαι δὲ διὰ ψαύσιος, βραδύτεραι καὶ εὐαισθητότεραι. Τούτων μὲν οὖν αἰσθάνονται καὶ οἱ τοιοῦτοι οὐδὲν ἧσσον, οἷον τῶν ψυχρῶν καὶ θερμῶν καὶ τῶν τοιούτων· ὁκόσα δὲ δι᾿ ὄψιος ἢ ἀκοῆς αἰσθέσθαι δεῖ, ἃ μὴ πρότερον ἐπίστανται, οὐ δύνανται αἰσθάνεσθαι· ἢν γὰρ μὴ σεισθῇ ἡ ψυχὴ ὑπὸ τοῦ πυρὸς πεσόντος, οὐκ ἂν αἴσθοιτο ὁκοῖόν τί ἐστιν. Αἱ οὖν τοιαῦται ψυχαὶ οὐ πάσχουσι τοῦτο διὰ παχύτητα· εἰ δὲ ὀρθῶς διαιτῶντο, βελτίους γίνοιντο ἂν καὶ οὗτοι. Ξυμφέρει δὲ τὰ διαιτήματα ἅπερ τῷ προτέρῳ, ξηροτέροισι δὲ χρῆσθαι καὶ ἐλάσσοσι τοῖσι σιτίοισι, τοῖσι δὲ πόνοισι πλείοσι καὶ ὀξυτέροισι· συμφέρει δὲ καὶ πυριῆσθαι, καὶ ἐμέτοισι χρέεσθαι ἐκ τῶν πυριησίων, καὶ προσαγωγῇσιν ἐκ τῶν ἐμέτων ἐκ πλείονος χρόνου ἢ τὸ πρότερον, καὶ ταῦτα ποιέων ὑγιεινότερος ἂν καὶ φρονιμώτερος εἴη. Εἰ δὲ κρατηθείη ἐπὶ πλεῖον τὸ πῦρ ὑπὸ τοῦ ἐόντος ὕδατος, τούτους ἤδη οἱ μὲν ἄφρονας ὀνομάζουσιν, οἱ δὲ ἐμβροντήτους. Ἔστι δ᾿ ἡ μανίη τοιούτων ἐπὶ τὸ βραδύτερον· οὗτοι κλαίουσί τε οὐδενὸς λυπέοντος ἢ τύπτοντος, δεδίασί τε τὰ μὴ φοβερὰ, λυπέονταί τε ἐπὶ τοῖσι μὴ προσήκουσι, αἰσθάνονταί τε ἐτεῇ οὐδενὸς ὡς προσήκει τοὺς φρονέοντας. Ξυμφέρει τοιγαροῦν τούτοισι πυριῆσθαι καὶ ἑλλεβόροισιν ἐκκαθαίρεσθαι ἐκ τῶν πυριησίων, καὶ τῇ διαίτῃ χρέεσθαι ᾗ εἶπον πρότερον· ἰσχνασίης δὲ πλεύμονος οὗτος δέεται καὶ ξηρασίης. Εἰ δὲ τὸ ὕδωρ ἐνδεεστέρην τὴν δύναμιν λάβοι, τοῦ πυρὸς εἰλικρινῆ τὴν σύγκρησιν ἔχοντος, ἐν ὑγιαίνουσι σώμασι φρόνιμος ἡ τοιαύτη ψυχὴ καὶ ταχέως αἰσθανομένη τῶν προσπιπτόντων καὶ οὐ μεταπίπτουσα πολλάκις ἐστί. Φύσις μὲν οὖν ἡ τοιαύτη ψυχῆς ἀγαθῆς· βελτίων δὲ γένοιτο ὀρθῶς διαιτεύμενος, καὶ κακίων μὴ ὀρθῶς. Συμφέρει δὲ τῷ τοιούτῳ τῇ διαίτῃ χρέεσθαι τῇ πρὸς ὕδατος μᾶλλον, ὑπερβολὰς φυλασσόμενον καὶ σιτίων καὶ πομάτων καὶ πόνων, καὶ δρόμοισι καμπτοῖσι καὶ διαύλοισι καὶ πάλῃσι καὶ τοῖσιν ἄλλοισι γυμνασίοισιν, ὑπερβολὴν οὐδενὸς ποιεύμενον. Ἢν γὰρ ἔχῃ ὑγιηρῶς τὸ σῶμα καὶ μὴ ὑπ᾿ ἄλλου τινὸς ξυνταράσσηται, τῆς ψυχῆς φρόνιμος ἡ σύγκρησις. Εἰ δ᾿ ἐπὶ πλεῖον κρατηθείη ἡ τοῦ ὕδατος δύναμις ὑπὸ τοῦ πυρὸς, ὀξυτέρην μὲν τοσούτῳ ἀνάγκη εἶναι τὴν ψυχὴν ὅσῳ θᾶσσον κινέεται, καὶ πρὸς τὰς αἰσθήσιας θᾶσσον προσπίπτειν, ἧσσον δὲ μόνιμον τῶν πρότερον, διότι κρίνεται τὰ παραγινόμενα καὶ ἐπὶ πλείονα ὁρμᾶται διὰ ταχυτῆτα. Ξυμφέρει δὲ τῷ τοιούτῳ διαιτῆσθαι τῇ πρὸς ὕδατος διαίτῃ μᾶλλον ἢ τῇ προτέρῃ· καὶ μάζῃ μᾶλλον ἢ ἄρτῳ, καὶ ἰχθῦσιν ἢ κρέασι· τῷ ποτῷ ὑδαρεστέρῳ· καὶ λαγνείῃσιν ἐλασσόνως χρέεσθαι· καὶ τῶν πόνων τοῖσι κατὰ φύσιν μάλιστα καὶ πλείστοισι· τοῖσι δ᾿ ὑπὸ βίης χρέεσθαι μὲν ἀνάγκῃ, ἐλάττοσι δέ· καὶ ἐμέτοισιν ἐκ τῶν πλησμονῶν, ὅκως κενῶται μὲν τὸ σῶμα, θερμαίνηται δὲ ὡς ἥκιστα. Συμφέρει δὲ καὶ ἀσαρκέειν τοῖσι τοιούτοισι πρὸς τὸ φρονίμους εἶναι· πρὸς γὰρ σαρκὸς εὐεξίην αἵματος φλεγμονὴν ἀνάγκη γίνεσθαι· ὁκόταν δὲ τοῦτο πάθῃ ἡ τοιαύτη ψυχὴ, ἐς μανίην καθίσταται, κρατηθέντος τοῦ ὕδατος, ἐπισπασθέντος τοῦ πυρός. Ξυμφέρει δὲ τοῖσι τοιούτοισι καὶ τὰς πρήξιας πρήσσειν βεβρωκόσι μᾶλλον ἢ ἀσίτοισι· στασιμωτέρη γὰρ ἡ ψυχὴ τῇ τροφῇ καταμισγομένη τῇ συμφόρῳ μᾶλλον ἢ ἐνδεὴς ἐοῦσα τροφῆς. Εἰ δέ τινι πλέον ἐπικρατηθείη τὸ ὕδωρ ὑπὸ τοῦ πυρὸς, ὀξείη ἡ τοιαύτη ψυχὴ ἄγαν, καὶ τούτους ὀνειρώσσειν ἀνάγκη· καλέουσι δὲ αὐτοὺς ὑπομαινομένους· ἔστι γὰρ ἔγγιστα μανίης τὸ τοιοῦτον· καὶ γὰρ ἀπὸ βραχείης φλεγμονῆς καὶ ἀσυμφόρου μαίνονται, καὶ ἐν τῇσι μέθῃσι καὶ ἐν τῇσιν εὐεξίῃσι τῆς σαρκὸς καὶ ὑπὸ τῶν κρεηφαγιῶν. Ἀλλὰ χρὴ τὸν τοιοῦτον τούτων μὲν πάντων ἀπέχεσθαι καὶ τῆς ἄλλης πλησμονῆς, καὶ γυμνασίων τῶν ἀπὸ βίης γινομένων, μάζῃ δὲ ἀτρίπτῳ διαιτῆσθαι, καὶ λαχάνοισιν ἑφθοῖσι πλὴν τῶν καθαρτικῶν, καὶ ἰχθυδίοισιν ἐν ἅλμῃ, καὶ ὑδροποτέειν βέλτιστον, εἰ δύναιτο· εἰ δὲ μὴ, ὅ τι ἐγγιστότατα τούτου, ἀπὸ μαλακοῦ οἴνου καὶ λευκοῦ· καὶ τοῖσι περιπάτοισι τοῖσιν ὀρθρίοισι πουλλοῖσιν, ἀπὸ δείπνου δὲ ὁκόσον ἐξαναστῆναι, ὅκως τὰ μὲν σῖτα μὴ ξηραίνωνται ἀπὸ τῶν ἀπὸ δείπνου περιπάτων, τὸ δὲ σῶμα κενῶται ὑπὸ τοῦ ὀρθρίου· λούεσθαι δὲ χλιερῷ ὕδατι περικλύδην μᾶλλον ἢ χρίεσθαι· ξυμφέρει δὲ καὶ ἐν τῷ θέρει τῆς ἡμέρας ὕπνοισι χρέεσθαι βραχέσι μὴ πολλοῖσιν, ὅκως μὴ ἀποξηραίνηται τὸ σῶμα ὑπὸ τῆς ὥρης· ἐπιτήδειον δὲ τοῦ ἦρος καὶ ἑλλεβόροισι καθαίρειν προπυριηθέντας, εἶτα ἐπάγειν πρὸς τὴν διαίτην ἡσυχῇ, καὶ μὴ ἄσιτον τὰς πρήξιας μηδὲ τοῦτον ποιέεσθαι· ἐκ ταύτης τῆς ἐπιμελείης ἡ τοιαύτη ψυχὴ φρονιμωτάτη ἂν εἴη.

[36] Περὶ μὲν οὖν φρονίμου καὶ ἄφρονος ψυχῆς ἡ σύγκρησις αὕτη αἰτίη ἐστὶν, ὥσπερ μοι καὶ γέγραπται· καὶ δύναται ἐκ τῆς διαίτης καὶ βελτίων καὶ χείρων γίνεσθαι. Δρόμοισι δὲ πυρὸς ἐπικρατέοντος, τῷ ὕδατι προστιθέναι δυνατὸν ἂν ἴσως, καὶ, τοῦ ὕδατος ἐπικρατέοντος ἐν τῇ συγκρήσει, τὸ πῦρ αὐξῆσαι· ἐκ τούτων δὲ φρονιμώτεραι καὶ ἀφρονέστεραι γίνονται. Τῶν δὲ τοιούτων οὐκ ἐστὶν ἡ σύγκρησις αἰτίη· οἷον ὀξύθυμος, ῥᾴθυμος, δόλιος, ἁπλοῦς, δυσμενὴς, εὔνους· τῶν τοιούτων ἁπάντων ἡ φύσις τῶν πόρων δι᾿ ὧν ἡ ψυχὴ πορεύεται, αἰτίη ἐστί· δι᾿ ὁκοίων γὰρ ἀγγείων ἀποχωρεῖ καὶ πρὸς ὁκοῖά τινα προσπίπτει καὶ ὁκοίοις τισὶ καταμίσγεται, τοιαῦτα φρονέουσι· διὰ τοῦτο γοῦν δυνατὸν τὰ τοιαῦτα ἐκ διαίτης μεθιστάναι· φύσιν γὰρ μεταπλάσαι ἀφανέα οὐχ οἷόν τε. Ὡσαύτως δὲ καὶ τῆς φωνῆς ὁκοίη τις ἂν ἔῃ, οἱ πόροι αἴτιοι τοῦ πνεύματος· δι᾿ ὁκοίων γὰρ ἄν τινων κινέηται ὁ ἠὴρ καὶ πρὸς ὁκοίους τινὰς προσπίπτῃ, τοιαύτην ἀνάγκη τὴν φωνὴν εἶναι. Καὶ ταῦτα μὲν δυνατὸν καὶ χείρω καὶ βελτίω ποιέειν, διότι λειοτέρους καὶ τραχυτέρους τοὺς πόρους τῷ πνεύματι δυνατὸν ποιῆσαι, κεῖνο δὲ ἀδύνατον ἐκ διαίτης ἀλλοιῶσαι.


Περὶ Διαίτης Β᾿

ΠΕΡΙ ΔΙΑΙΤΗΣ.
ΤΟ ΔΕΥΤΕΡΟ.

[37] Χωρέων δὲ θέσιν καὶ φύσιν ἑκάστων ὧδε χρὴ διαγινώσκειν. Κατὰ παντὸς μὲν εἰπεῖν ὧδε ἔχει· ἡ πρὸς μεσημβρίην κειμένη θερμοτέρη καὶ ξηροτέρη τῆς πρὸς τὰς ἄρκτους κειμένης, διότι ἐγγυτέρω τοῦ ἡλίου ἐστίν. Ἐν δὲ ταύτῃσι τῇσι χώρῃσιν ἀνάγκη καὶ τὰ ἔθνεα τῶν ἀνθρώπων καὶ τὰ φυόμενα ἐκ τῆς γῆς ξηρότερα καὶ θερμότερα καὶ ἰσχυρότερα εἶναι ἢ ἐν τῇσιν ἐναντίῃσιν· οἷον τὸ Λιβυκὸν ἔθνος πρὸς τὸ Ποντικὸν καὶ τὰ ἔγγιστα ἑκατέρων. Αὗται δὲ καθ᾿ ἑωυτὰς αἱ χῶραι ὧδε ἔχουσι· τὰ ὑψηλὰ καὶ αὐχμηρὰ καὶ πρὸς μεσημβρίην κείμενα ξηρότερα τῶν πεδίων τῶν ὁμοίως κειμένων, διότι ἐλάσσους ἰκμάδας ἔχει· τὰ μὲν γὰρ οὐκ ἔχει στάσιν τῷ ὀμβρίῳ ὕδατι, τὰ δὲ ἔχει. Τὰ δὲ λιμναῖα καὶ ἑλώδεα ὑγραίνει καὶ θερμαίνει· θερμαίνει μὲν, διότι κοῖλα καὶ περιεχόμενα καὶ οὐ διαπνέεται· ὑγραίνει δὲ, διότι τὰ φυόμενα ἐκ τῆς γῆς ὑγρότερα, οἷσι τρέφονται οἱ ἄνθρωποι, τό τε πνεῦμα ὃ ἀναπνέομεν, παχύτερον διὰ τὸ ὕδωρ ἀπὸ τῆς ἀκινησίης. Τὰ δὲ κοῖλα καὶ μὴ ἔνυδρα ξηραίνει καὶ θερμαίνει· θερμαίνει μὲν, ὅτι κοῖλα καὶ περιέχεται, ξηραίνει δὲ διά τε τῆς τροφῆς τὴν ξηρότητα, καὶ διότι τὸ πνεῦμα, ὃ ἀναπνέομεν, ξηρὸν ἐὸν, ἕλκει ἐκ τῶν σωμάτων τὸ ὑγρὸν ἐς τροφὴν ἑωυτῷ, οὐκ ἔχον πρὸς ὅ τι ἂν ὑγρότερον προσπῖπτον τρέφηται. Ὅκου δὲ τοῖσι χωρίοισιν ὄρεα προσκέεται πρὸς νότου, ἐν τούτοισιν αὐχμώδεες οἱ νότοι καὶ νοσεροὶ προσπνέουσιν. Ὅκου δὲ βόραθεν ὄρη πρόσκειται, ἐν τουτέοισιν οἱ βορέαι ταράσσουσι καὶ νούσους ποιέουσιν. Ὅκου δὲ βόραθεν κοῖλα χωρία τοῖσιν ἄστεσι προσκέεται, ἢ καὶ ἐκ θαλάσσης νῆσος ἀντίκειται, πρὸς τῶν θερινῶν πνευμάτων θερμὸν καὶ νοσερὸν τοῦτο τὸ χωρίον, διότι οὔτε βορέης διαπνέων καθαρὴν τὴν ἐπαγωγὴν τοῦ πνεύματος παρέχει, οὔτε ὑπὸ τῶν θερινῶν πνευμάτων διαψύχεται. Τῶν δὲ νήσων αἱ μὲν ἐγγὺς τῶν ἠπείρων δυσχειμερώτεραί εἰσιν, αἱ δὲ πόντιαι ἀλεεινότεραι τὸν χειμῶνα, διότι αἱ χιόνες καὶ πάγοι ἐν μὲν τῇσιν ἠπείροισιν ἔχουσι στάσιν καὶ τὰ πνεύματα ψυχρὰ πέμπουσιν ἐς τὰς ἐγγὺς νήσους, τὰ δὲ πελάγια οὐκ ἔχει στάσιν ἐν χειμῶνι.

[38] Περὶ δὲ πνευμάτων ἥντινα φύσιν ἔχει καὶ δύναμιν ἕκαστα, ὧδε χρὴ διαγινώσκειν. Φύσιν μὲν ἔχει τὰ πνεύματα πάντα ὑγραίνειν καὶ ψύχειν τά τε σώματα τῶν ζώων καὶ τὰ φυόμενα ἐκ τῆς γῆς διὰ τάδε· ἀνάγκη ἐστὶ τὰ πνεύματα ταῦτα πάντα πνέειν ἀπὸ χιόνος καὶ κρυστάλλου καὶ πάγων ἰσχυρῶν καὶ ποταμῶν καὶ λιμνέων καὶ γῆς ὑγρανθείσης καὶ ψυχρανθείσης. Καὶ τὰ μὲν ἰσχυρότερα τῶν πνευμάτων ἀπὸ μεζόνων καὶ ἰσχυροτέρων, τὰ δὲ ἀσθενέστερα ἀπὸ μειόνων καὶ ἀσθενεστέρων· ὥσπερ γὰρ καὶ τοῖσι ζώοισι πνεῦμα ἔνεστιν, οὕτω καὶ τοῖσιν ἄλλοισι πᾶσι, τοῖσι μὲν ἔλασσον, τοῖσι δὲ κατὰ μέγεθος. Φύσιν μὲν οὖν ἔχει ψύχειν καὶ ὑγραίνειν τὰ πνεύματα πάντα. Διὰ θέσιν δὲ χωρίων καὶ τόπων, δι᾿ ὧν παραγίνεται τὰ πνεύματα ἐς τὰς χώρας ἑκάστας, διάφορα γίνεται ἀλλήλων, ψυχρότερα, θερμότερα, ὑγρότερα, ξηρότερα, νοσερώτερα, ὑγιεινότερα. Τὴν δὲ αἰτίην ἑκάστων ὧδε χρὴ γινώσκειν· ὁ μὲν βορέας ψυχρὸς πνέειν καὶ ὑγρὸς, ὅτι ὁρμᾶται ἀπὸ τοιουτέων χωρίων, πορεύεταί τε διὰ τοιουτέων τόπων, οὕς τινας ὁ ἥλιος οὐκ ἐφέρπει, οὐδ᾿ ἀποξηραίνων τὸν ἠέρα ἐκπίνει τὴν ἰκμάδα, ὥστε παραγίνεται ἐπὶ τὴν οἰκουμένην, τὴν ἑωυτοῦ δύναμιν ἔχων, ὅκου μὴ διὰ τὴν θέσιν τῆς χώρης διαφθείρεται· καὶ τοῖσι μὲν οἰκέουσιν ἔγγιστα ψυχρότατος, τοῖσι δὲ προσωτάτω ἥκιστα. Ὁ δὲ νότος πνέει μὲν ἀπὸ τῶν ὁμοίων τὴν φύσιν τῷ βορέᾳ· ἀπὸ γὰρ τοῦ νοτίου πόλου πνέων, ἀπὸ χιόνος πουλλῆς καὶ κρυστάλλου καὶ πάγων ἰσχυρῶν ὁρμώμενος, τοῖσι μὲν ἐκεῖσε πλησίον αὐτοῦ οἰκοῦσιν ἀνάγκη τοῖον πνέειν ὁκοῖόν περ ἡμῖν ὁ βορέας. Ἐπὶ δὲ πᾶσαν χώρην οὐκ ἔτι ὅμοιος παραγίνεται· διὰ γὰρ τῶν ἐφόδων τοῦ ἡλίου καὶ ὑπὸ τὴν μεσημβρίην πνέων, ἐκπίνεται τὸ ὑγρὸν ὑπὸ τοῦ ἡλίου· ἀποξηραινόμενος δὲ ἀραιοῦται· διὸ ἀνάγκη θερμὸν αὐτὸν καὶ ξηρὸν ἐνθάδε παραγίνεσθαι. Ἐν μὲν οὖν τοῖσιν ἔγγιστα χωρίοισιν ἀνάγκη τοιαύτην δύναμιν ἀποδιδόναι θερμὴν καὶ ξηρὴν, καὶ ποιέει τοῦτο ἐν τῇ Λιβύῃ· τά τε γὰρ φυόμενα ἐξαυαίνει, καὶ τοὺς ἀνθρώπους λανθάνει ἀποξηραίνων· ἅτε γὰρ οὐκ ἔχων οὔτε ἐκ θαλάσσης ἰκμάδα λαβεῖν οὔτε ἐκ ποταμοῦ, ἐκ τῶν ζώων καὶ ἐκ τῶν φυομένων ἐκπίνει τὸ ὑγρόν. Ὁκόταν δὲ τὸ πέλαγος περαιώσῃ, ἅτε θερμὸς ἐὼν καὶ ἀραιὸς, πουλλῆς ὑγρασίης ἐμπίπλησι τὴν χώρην ἐμπίπτων· ἀνάγκη δὲ τὸν νότον θερμόν τε καὶ ὑγρὸν εἶναι, ὅκου μὴ τῶν χωρίων αἱ θέσιες αἴτιαί εἰσιν. Ὡσαύτως δὲ καὶ τῶν ἄλλων πνευμάτων αἱ δυνάμιες ἔχουσιν. Κατὰ δὲ τὰς χώρας ἑκάστας τὰ πνεύματα ὧδε ἔχει· τὰ μὲν ἐκ θαλάσσης πνεύματα ἐς τὰς χώρας ἐμπίπτοντα ἢ ἀπὸ χιόνος ἢ πάγων ἢ λιμνέων ἢ ποταμῶν ἅπαντα ὑγραίνει καὶ ψύχει καὶ τὰ φυτὰ καὶ τὰ ζῶα, καὶ ὑγείην τοῖσι σώμασι παρέχει ὁκόσα μὴ ὑπερβάλλει ψυχρότητι· καὶ ταῦτα δὲ βλάπτει, διότι μεγάλας τὰς μεταβολὰς ἐν τοῖσι σώμασιν ἐμποιέει τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ· ταῦτα δὲ πάσχουσιν ὅσοι ἐν χωρίοις οἰκέουσιν ἑλώδεσι καὶ θερμοῖσιν ἐγγὺς ποταμῶν ἰσχυρῶν. Τὰ δ᾿ ἄλλα τῶν πνευμάτων ὁκόσα πνέει ἀπὸ τῶν προειρημένων, ὠφελέει, τόν τε ἠέρα καθαρὸν καὶ εἰλικρινέα παρέχοντα καὶ τῷ τῆς ψυχῆς θερμῷ ἰκμάδα διδόντα. Ὁκόσα δὲ τῶν πνευμάτων κατὰ γῆν παραγίνεται, ξηρότερα ἀνάγκη εἶναι, ἀπό τε τοῦ ἡλίου ἀποξηραινόμενα καὶ ἀπὸ τῆς γῆς· οὐκ ἔχοντα δὲ τροφὴν ὁκόθεν σπάσεται, τὰ πνεύματα, ἐκ τῶν ζώντων ἕλκοντα τὸ ὑγρὸν, βλάπτει καὶ τὰ φυτὰ καὶ τὰ ζῶα πάντα. Καὶ ὁκόσα ὑπὲρ τὰ ὄρεα ὑπερπίπτοντα παραγίνεται ἐς τὰς πόλιας, οὐ μόνον ξηραίνει, ἀλλὰ καὶ ταράσσει τὸ πνεῦμα ὃ ἀναπνέομεν, καὶ τὰ σώματα τῶν ἀνθρώπων, ὥστε νούσους ἐμποιέειν. Φύσιν μὲν οὖν καὶ δύναμιν ἑκάστων οὕτω χρὴ γινώσκειν· ὅκως δὲ χρὴ πρὸς ἕκαστα παρεσκευάσθαι, προϊόντι τῷ λόγῳ δηλώσω.

[39] Σιτίων δὲ καὶ πομάτων δύναμιν ἑκάστων καὶ τὴν κατὰ φύσιν καὶ τὴν διὰ τέχνης ὧδε χρὴ γινώσκειν. Ὁκόσοι μὲν οὖν κατὰ παντὸς ἐπεχείρησαν εἰπεῖν περὶ τῶν γλυκέων ἢ λιπαρῶν ἢ ἁλυκῶν ἢ περὶ ἄλλου τινὸς τῶν τοιούτων τῆς δυνάμιος, οὐκ ὀρθῶς γινώσκουσιν· οὐ γὰρ τὴν αὐτὴν δύναμιν ἔχουσιν οὔτε τὰ γλυκέα ἀλλήλοισιν οὔτε τὰ λιπαρὰ οὔτε τῶν ἄλλων τῶν τοιούτων οὐδέν· πολλὰ γὰρ τῶν γλυκέων διαχωρέει καὶ ἵστησι καὶ ξηραίνει καὶ ὑγραίνει. Ὡσαύτως δὲ καὶ τῶν ἄλλων ἁπάντων· ἐστὶ δὲ ὅσα στύφει καὶ διαχωρέεται καὶ οὐρέεται, τὰ δὲ οὐδέτερα τούτων. Ὡσαύτως δὲ καὶ τῶν θερμαντικῶν καὶ τῶν ἄλλων ἁπάντων, ἄλλην ἄλλα δύναμιν ἔχει. Περὶ μὲν οὖν ἁπάντων οὐχ οἷόν τε δηλωθῆναι ὁκοῖά τινά ἐστι· καθ᾿ ἕκαστα δὲ ἥντινα δύναμιν ἔχει διδάξω.

[40] Κριθαὶ φύσει μὲν ψυχρὸν καὶ ὑγρὸν καὶ ξηραίνει· ἔνι δὲ καὶ καθαρτικόν τι ἀπὸ τοῦ χυλοῦ τοῦ ἀχύρου· τεκμήριον δὲ, ἢν μὲν θέλῃς κριθὰς ἀπτίστους ἑψῆσαι, καθαίρει ὁ χυλὸς ἰσχυρῶς· εἰ δὲ ἐπτισμένας, ψύχει μᾶλλον καὶ ἵστησιν· ὁκόταν δὲ πυρωθῶσι, τὸ μὲν ὑγρὸν καὶ καθαρτικὸν ὑπὸ τοῦ πυρὸς οἴχεται, τὸ δὲ ψυχρὸν καὶ ξηρὸν καταλείπεται. Ὁκόσα δὲ δεῖ ψῦξαι καὶ ξηρῆναι, ἄλφιτα διαπρήσσεται ὧδε χρεομένῳ μάζῃ παντοδαπεῖ, δύναμιν δὲ ἔχει ἡ μᾶζα τοιήνδε. Τὰ συγκομιστὰ ἄλευρα τροφὴν μὲν ἔχει ἐλάσσω, διαχωρέει δὲ μᾶλλον· τὰ δὲ καθαρὰ τροφιμώτερα, ἧσσον δὲ διαχωρέει. Μᾶζα προφυρηθεῖσα, ῥαντὴ, ἄτριπτος, κούφη, καὶ διαχωρέει, καὶ ψύχει· ψύχει μὲν ὅτι ψυχρῷ ὕδατι ὑγρὴ ἐγένετο, διαχωρέει δὲ ὅτι ταχέως πέσσεται, κούφη δὲ ὅτι πολὺ τῆς τροφῆς μετὰ τοῦ πνεύματος ἔξω ἀποκρίνεται. Στενωπότεραι γὰρ αἱ διέξοδοι τῇ τροφῇ ἐοῦσαι ἄλλην ἐπιοῦσαν οὐκ ἐπιδέχονται· καὶ τὸ μὲν ξὺν τῷ πνεύματι λεπτυνόμενον ἀποκρίνεται ἔξω, τὸ δ᾿ αὐτοῦ ἐμμένον φῦσαν ἐμποιέει· καὶ τὸ μὲν ἄνω ἐρυγγάνεται, τὸ δὲ κάτω ὑποχωρέει· πολὺ οὖν τῆς τροφῆς ἀπὸ τοῦ σώματος ἀποπνέεται. Ἢν δὲ θέλῃς τὴν μᾶζαν εὐθέως φυρήσας διδόναι, ἡ τοιαύτη ξηραντική· ἅτε γὰρ τὸ ἄλφιτον ξηρὸν ἐὸν καὶ ὑπὸ τοῦ ὕδατος διάβροχον οὕτω γεγενημένον, ἐσπεσὸν ἐς τὴν κοιλίην, ἕλκει ἐξ αὐτῆς τὸ ὑγρὸν θερμὸν ἐόν· πέφυκε γὰρ τὸ μὲν θερμὸν ψυχρὸν ἕλκειν, τὸ δὲ ψυχρὸν θερμόν· καταναλισκομένου δὲ τοῦ ὑγροῦ ἐκ τῆς κοιλίης ἀνάγκη ξηραίνεσθαι, τοῦ δὲ ὕδατος τοῦ ξὺν τῇ μάζῃ ἐσελθόντος ψύχει ψύχεσθαι ἐπαγόμενον. Ὅσα οὖν δεῖ ξηρῆναι ἢ ψῦξαι ἢ διαῤῥοίῃ ἐχόμενον ἢ ἄλλῃ τινὶ θερμασίῃ, ἡ τοιαύτη μᾶζα διαπρήσσεται. Ἡ δὲ ξηρὴ τριπτὴ ξηραίνει μὲν οὐχ ὁμοίως διὰ τὸ πεπιλῆσθαι ἰσχυρῶς, τροφὴν δὲ τῷ σώματι πλείστην δίδωσιν, ἅτε δὴ ἡσυχῇ τηκομένης δέχονται τὴν τροφὴν αἱ δίοδοι· διαχωρεῖ μὲν οὖν βραδέως, φῦσαν δὲ οὐκ ἐμποιέει οὐδὲ ἐρυγγάνεται. Ἡ δὲ προφυρηθεῖσα τριπτὴ τρέφει μὲν ἧσσον, διαχωρέει δὲ, καὶ ἐμποιέει μᾶλλον φῦσαν.

[41] Κυκεὼν δὲ σὺν ἀλφίτοισι μοῦνον ἐφ᾿ ὕδατι μὲν ψύχει καὶ τρέφει, ἐπ᾿ οἴνῳ δὲ θερμαίνει καὶ τρέφει καὶ ἵστησιν· ἐπὶ μέλιτι δὲ θερμαίνει μὲν ἧσσον καὶ τρέφει, διαχωρέει δὲ μᾶλλον, ἢν μὴ ἄκρητον ᾖ τὸ μέλι· ἢν δὲ μὴ, οὐ διαχωρέει, ἀλλ᾿ ἵστησιν· ἐπὶ δὲ γάλακτι τρόφιμοι μὲν πάντες, πλὴν ἀλλὰ τὸ μὲν ὄϊον ἵστησι, τὸ δὲ αἴγειον μᾶλλον διαχωρέει, τὸ δὲ βόειον ἧσσον, τὸ δὲ ἵππειον καὶ τὸ ὄνειον μᾶλλον διαχωρέει.

[42] Πυροὶ ἰσχυρότεροι κριθῶν καὶ τροφιμώτεροι, διαχωρέουσι δὲ ἧσσον καὶ αὐτοὶ καὶ ὁ χυλός. Ἄρτος δὲ ὁ μὲν συγκομιστὸς ξηραίνει καὶ διαχωρέει, ὁ δὲ καθαρὸς τρέφει μὲν μᾶλλον, διαχωρέει δὲ ἧσσον. Αὐτῶν δὲ τῶν ἄρτων ὁ μὲν ζυμίτης κοῦφος καὶ διαχωρέει· καὶ κοῦφος μέν ἐστιν, ὅτι ἀπὸ τῆς ζύμης τοῦ ὀξέος τὸ ὑγρὸν προανάλωται, ὅπερ ἐστὶν ἡ τροφή· διαχωρέει δὲ ὅτι ταχέως πέσσεται. Ὁ δὲ ἄζυμος διαχωρέει μὲν ἧσσον, τρέφει δὲ μᾶλλον. Ὁ δὲ τῷ χυλῷ πεφυρημένος κουφότερος, καὶ τρέφει ἱκανῶς, καὶ διαχωρέει· τρέφει μὲν ὅτι καθαρὸς, κοῦφος δέ ἐστιν ὅτι τῷ κουφοτάτῳ πεφύρηται καὶ ἐζύμωται ὑπὸ τούτου καὶ πεπύρωται· διαχωρέει δὲ ὅτι τῷ γλυκεῖ καὶ διαχωρητικῷ τοῦ πυροῦ συμμέμικται. Αὐτῶν δὲ τῶν ἄρτων οἱ μέγιστοι τροφιμώτατοι, διότι ἥκιστα ἐκκαίονται ὑπὸ τοῦ πυρὸς τὸ ὑγρόν· καὶ οἱ ἰπνῖται ἄρτοι τροφιμώτεροι τῶν ἐσχαριτῶν καὶ ὀβελιέων, διότι ἧσσον ἐκκαίονται ὑπὸ τοῦ πυρός. Οἱ δὲ κλιβανίται καὶ οἱ ἐγκρυφίαι ξηρότατοι, οἱ μὲν διὰ τὴν σποδὸν, οἱ δὲ διὰ τὸ ὄστρακον ἐκπινόμενοι τὸ ὑγρόν. Οἱ δὲ σεμιδαλίται ἰσχυρότατοι πάντων τούτων, ἔτι δὲ μᾶλλον καὶ οἱ ἐκ τοῦ χόνδρου καὶ τρόφιμοι σφόδρα, πλὴν οὐ διαχωρέουσιν ὁμοίως. Ἄλητον καθαρὸν πινόμενον ἐφ᾿ ὕδατι ψύχει, καὶ πλῦμα σταιτὸς ἐπὶ πυρί. Πιτύρων χυμὸς ἑφθὸς κοῦφος καὶ διαχωρέει. Τὰ δὲ ἐν γάλακτι ἑψόμενα ἄλητα διαχωρέει μᾶλλον ἢ τὰ ἐν τῷ ὕδατι, διὰ τοὺς ὀῤῥοὺς, καὶ μάλιστα ἐν τοῖσι διαχωρητικοῖσιν. Ὁκόσα δὲ ξὺν μέλιτι καὶ ἐλαίῳ ἕψεται ἢ ὀπτᾶται ἐξ ἀλήτων, πάντα καυσώδεα καὶ ἐρευγμώδεα· ἐρευγμώδεα μὲν ὅτι τρόφιμα ἐόντα οὐ διαχωρητικά ἐστι, καυσώδεα δὲ διότι λιπαρὰ ἐόντα καὶ γλυκέα καὶ ἀξύμφορα ἀλλήλοισιν, οὐ τῆς αὐτῆς καθεψήσιος δεόμενα, ἐν τῷ αὐτῷ ἐστί. Σεμίδαλις καὶ χόνδρος ἑφθὰ, ἰσχυρὰ καὶ τρόφιμα, οὐ μέντοι διαχωρέει.

[43] Τίφη, ζειὰ κουφότερα πυρῶν, καὶ τὰ ἐξ αὐτῶν γενόμενα ὁμοίως τοῖς ἐκ τῶν πυρῶν, καὶ διαχωρητικὰ μᾶλλον. Βρόμος ὑγραίνει καὶ ψύχει ἐσθιόμενος καὶ ῥόφημα γενόμενος.

[44] Τὰ πρόσφατα ἄλφιτα καὶ ἄλητα ξηρότερα τῶν παλαιῶν, ὅτι ἔγγιον τοῦ πυρὸς καὶ τῆς ἐργασίης εἰσί· παλαιούμενα δὲ, τὸ μὲν θερμὸν ἐκπνέει, τὸ δὲ ψυχρὸν ἐπάγεται. Ἄρτοι θερμοὶ μὲν ξηραίνουσι, ψυχροὶ δὲ ἧσσον, ἕωλοι δέ τι ἧσσον, ἰσχνασίην δέ τινα παρέχουσιν.

[45] Κύαμοι, τρόφιμόν τι καὶ στατικὸν καὶ φυσῶδες· φυσῶδες μὲν ὅτι οὐ δέχονται οἱ πόροι τὴν τροφὴν ἁλέα ἐπιοῦσαν· στάσιμον δὲ ὅτι ὀλίγην ἔχει τὴν ὑποστάθμην τῆς τροφῆς. Οἱ πισσοὶ φυσῶσι μὲν ἧσσον, διαχωρέουσι δὲ μᾶλλον. Ὠχροὶ δὲ καὶ δόλιχοι διαχωρητικώτεροι τουτέων, ἧσσον δὲ φυσώδεες, τρόφιμοι δέ. Ἐρέβινθοι λευκοὶ διαχωρέουσι καὶ οὐρέονται καὶ τρέφουσι· τρέφει μὲν τὸ σαρκῶδες· οὐρέεται δὲ τὸ γλυκύ· διαχωρέεται δὲ τὸ ἁλμυρόν. Κέγχρων χόνδροι καὶ κυρήβια, ξηρὸν καὶ στάσιμον, μετὰ σύκων ἰσχυρὸν τοῖσι πονέουσιν· αὐτοὶ δὲ οἱ κέγχροι ἑφθοὶ τρόφιμοι, οὐ μέντοι διαχωρέουσιν. Φακοὶ καυσώδεες καὶ ταρακτικοὶ, καὶ οὔτε διαχωρέουσιν οὔτε ἵστασιν. Ὄροβοι, στάσιμον καὶ ἰσχυρὸν καὶ παχύνει καὶ πληροῖ καὶ εὔχρουν ποιέει τὸν ἄνθρωπον. Λίνου καρπὸς τρόφιμον καὶ στάσιμον· ἔχει δέ τι καὶ ψυκτικόν. Ὁρμίνου καρπὸς παραπλήσια τῷ λίνῳ διαπρήσσεται. Θέρμοι φύσει μὲν ἰσχυρὸν καὶ θερμὸν, διὰ δὲ τὴν ἐργασίην κουφότερον καὶ ψυκτικώτερόν ἐστι καὶ διαχωρέει. Ἐρύσιμον ὑγραίνει καὶ διαχωρέει. Σικύου σπέρμα διουρέεται μᾶλλον ἢ διαχωρέει. Σήσαμα ἄπλυτα διαχωρέεται, πληροῖ δὲ καὶ παχύνει· διαχωρέει μὲν διὰ τὸ ἄχυρον τὸ ἔξω, πληροῖ δὲ καὶ παχύνει διὰ τὴν σάρκα· πεπλυμένα δὲ διαχωρέει μὲν, ἧσσον δὲ, παχύνει δὲ καὶ πληροῖ μᾶλλον, αὐαίνει δὲ καὶ καίει διὰ τὸ λιπαρὸν καὶ πῖον. Κνίκος διαχωρέει. Μήκων στάσιμον, μᾶλλον δὲ ἡ μέλαινα μήκων, ἀτὰρ καὶ ἡ λευκή· τρόφιμον δὲ καὶ ἰσχυρόν. Τουτέων δὲ ἁπάντων οἱ χυλοὶ διαχωρητικώτεροι τῆς σαρκός· δεῖ οὖν τῇ ἐργασίῃ φυλάσσειν, ὁκόσα μὲν βούλει ξηραίνειν, τοὺς χυλοὺς ἀφαιρέοντα τῇ σαρκὶ χρῆσθαι· ὁκόσα δὲ διαχωρέειν, τῷ μὲν χυλῷ πλέονι, τῇ δὲ σαρκὶ ἐλάσσονι καὶ εὐχυλοτέρῃ.

[46] Περὶ δὲ τῶν ζώων τῶν ἐσθιομένων ὧδε χρὴ γινώσκειν. Βόεια κρέα ἰσχυρὰ καὶ στάσιμα καὶ δύσπεπτα τῇσι κοιλίῃσι, διότι παχύαιμον καὶ πουλύαιμόν ἐστι τοῦτο τὸ ζῶον· καὶ τὰ κρέα βαρέα ἐς τὸ σῶμα, καὶ αὐταὶ αἱ σάρκες καὶ τὸ αἷμα καὶ τὸ γάλα. Ὁκόσων δὲ τὸ γάλα λεπτὸν καὶ τὸ αἷμα ὅμοιον, καὶ αἱ σάρκες παραπλήσιοι. Τὰ δὲ αἴγεια κρέα κουφότερα τουτέων καὶ διαχωρέει μᾶλλον. Τὰ δὲ ὕεια ἰσχὺν μὲν τῷ σώματι ἐμποιέει μᾶλλον τουτέων, διαχωρέει δὲ ἱκανῶς διότι λεπτὰς τὰς φλέβας ἔχει καὶ ὀλιγαίμους, σάρκα δὲ πολλήν. Τὰ δὲ ἄρνεια κουφότερα τῶν ὀΐων, καὶ τὰ ἐρίφεια τῶν αἰγείων, διότι ἀναιμότερα καὶ ὑγρότερα. Ξηρὰ γὰρ καὶ ἰσχυρὰ φύσει ὄντα τὰ ζῶα, ὁκόταν μὲν ἁπαλὰ ᾖ, διαχωρέει, ὁκόταν δὲ αὐξηθῇ, οὐχ ὁμοίως· καὶ τὰ μόσχεια τῶν βοείων ὡσαύτως. Τὰ δὲ χοίρεια τῶν συείων βαρύτερα· φύσει γὰρ εὔσαρκον ὂν τὸ ζῶον καὶ ἄναιμον ὑπερβολὴν ὑγρασίης ἔχει τέως ἂν νέον ᾖ· ὁκόταν οὖν οἱ πόροι μὴ δέχωνται τὴν τροφὴν ἐπιοῦσαν, ἐμμένον θερμαίνει καὶ ταράσσει τὴν κοιλίην. Τὰ δὲ ὄνεια διαχωρέει, καὶ τῶν πώλων ἔτι μᾶλλον, καὶ τὰ ἵππεια κουφότερα. Κύνεια δὲ θερμαίνει καὶ ξηραίνει καὶ ἰσχὺν ἐμποιέει, οὐ μέντοι διαχωρέει· σκυλάκεια δὲ ὑγραίνει καὶ διαχωρέει, οὐρέεται δὲ μᾶλλον. Συὸς ἀγρίου ξηραίνει καὶ ἰσχὺν παρέχει καὶ διαχωρέει. Ἐλάφου δὲ ξηραίνει, ἧσσον δὲ διαχωρέει, οὐρέεται δὲ μᾶλλον. Λαγῷα ξηρὰ καὶ στάσιμα, οὔρησιν δέ τινα παρέχει. Ἀλωπέκων δὲ ὑγρότερα, καὶ οὐρέεται δέ· καὶ ἐχίνων χερσαίων οὐρητικὰ, ὑγραίνει δέ.

[47] Περὶ δὲ ὀρνίθων ὧδε ἔχει· σχεδόν τι πάντα τὰ ὀρνίθια ξηρότερα ἢ τὰ τετράποδα· ὁκόσα γὰρ κύστιν οὐκ ἔχει οὔτε οὐρέει οὔτε σιαλοχοέει, πάντως ξηρά· διὰ γὰρ θερμότητα τῆς κοιλίης ἀναλίσκεται τὸ ὑγρὸν ἐκ τοῦ σώματος ἐς τὴν τροφὴν τῷ θερμῷ, ὥστε οὔτε οὐρέεται οὔτε σιαλοχοέει· ὅτῳ δὲ μὴ ἔνεισι τοιαῦται ὑγρασίαι, ξηρὰ εἶναι ἀνάγκη· Ξηρότατον μὲν οὖν φαίνεται κρέας φάσσης, δεύτερον περιστερῆς, τρίτον πέρδικος καὶ ἀλεκτρυόνος καὶ τρυγόνος· ὑγρότατον δὲ χηνός. Ὅσα δὲ σπερμολογέει, ξηρότερα τῶν ἑτέρων. Νήσσης δὲ καὶ τῶν ἄλλων ὁκόσα ἐν ἕλεσι διαιτῆται ἢ ἐν ὕδασι, πάντα ὑγρά.

[48] Τῶν δὲ ἰχθύων ξηρότατοι μὲν οὗτοι, σκορπίος, δράκων, καλλιώνυμος, κόκκυξ, γλαῦκος, πέρκη, θρίσσα· κοῦφοι δὲ οἱ πετραῖοι σχεδόν τι πάντες, οἷον κίχλη, φυκὶς, ἐλεφιτὶς, κωβιός· οἱ τοιοῦτοι δὲ καὶ οἱ προῤῥηθέντες κουφότεροι τῶν πλανήτων· ἅτε γὰρ ἀτρεμίζοντες οὗτοι ἀραιὴν τὴν σάρκα καὶ κούφην ἔχουσιν. Οἱ δὲ πλανῆται καὶ κυματοπλῆγες τεθρυμμένοι τῷ πόνῳ στερεωτέρην καὶ βαθυτέρην τὴν σάρκα ἔχουσιν. Νάρκαι δὲ καὶ ῥίναι καὶ ψῆσσαι καὶ τὰ τοιαῦτα ἐλαφρότερα. Ὁκόσοι δὲ τῶν ἰχθύων ἐν τοῖσι πηλώδεσι καὶ ὑδρηλοῖσι χωρίοισι τὰς τροφὰς ἔχουσιν, οἷον κέφαλοι, κεστραῖοι, ἐγχέλυες, οἱ τοιοῦτοι βαρύτεροι, διότι ἀπὸ τοῦ ὕδατος καὶ τοῦ πηλοῦ καὶ τῶν ἐν τουτέοισι φυομένων τὰς τροφὰς ἔχουσιν, ἀφ᾿ ὅτων καὶ τὸ πνεῦμα ἐσιὸν ἐς τὸν ἄνθρωπον βλάπτει καὶ βαρύνει. Οἱ δὲ ποτάμιοι καὶ λιμναῖοι ἔτι βαρύτεροι τουτέων. Πουλύποδες δὲ καὶ σηπίαι καὶ τὰ τοιαῦτα οὔτε κοῦφα, ὡς δοκέει, ἐστὶν οὔτε διαχωρητικὰ, τοὺς δ᾿ ὀφθαλμοὺς ἀπαμβλύνουσιν· οἱ μέντοι χυλοὶ τουτέων διαχωρέουσιν. Τὰ δὲ κογχύλια, οἷον πίνναι, πορφύραι, λεπάδες, κήρυκες, ὄστρεα, αὐτὴ μὲν ἡ σὰρξ ξηραίνει, οἱ δὲ χυλοὶ τούτων διαχωρητικοί. Μύες δὲ καὶ κτένες καὶ τελλίναι τουτέων μᾶλλον διαχωρέουσιν· αἱ δὲ κνίδαι μάλιστα· καὶ τὰ σελάχεα ὑγραίνει καὶ διαχωρέει. Τῶν δὲ ἐχίνων τὰ ὠὰ καὶ τὸ ὑγρὸν καράβου διαχωρέει, καὶ ἄρκοι, καὶ καρκῖνοι, μᾶλλον μὲν οἱ ποτάμιοι, ἀτὰρ καὶ οἱ θαλάσσιοι, καὶ οὐρέεται. Οἱ τάριχοι ξηραίνουσι καὶ ἰσχναίνουσι· τὰ δὲ πίονα διαχωρέει ἐπιεικέως· ξηρότατοι μὲν τῶν ταρίχων οἱ θαλάσσιοι, δεύτερον δὲ οἱ ποτάμιοι, ὑγρότατοι δὲ οἱ λιμναῖοι, αὐτέων δὲ τῶν θαλασσίων οἱ λεγόμενοι πέρκαι ἰχθύες ξηρότατοι οὗτοι καὶ τάριχοι.

[49] Τῶν δὲ ζώων τῶν τιθασσῶν, τὰ ὑλόνομα καὶ ἀγρόνομα τῶν ἔνδον τρεφομένων ξηρότερα, ὅτι πονοῦντα ξηραίνεται καὶ ὑπὸ τοῦ ἡλίου καὶ ὑπὸ τοῦ ψύχεος, καὶ τῷ πνεύματι ξηροτέρῳ χρῆται. Τὰ δὲ ἄγρια τῶν ἡμέρων ξηρότερα, καὶ τὰ ὠμοφάγα καὶ τὰ ὑλοφάγα καὶ τὰ ὀλιγοφάγα τῶν πουλυφάγων, καὶ τὰ χλωροφάγα τῶν ποηφάγων, καὶ τὰ καρποφάγα τῶν μὴ καρποφάγων, καὶ τὰ ὀλιγόποτα τῶν πουλυπότων, καὶ τὰ πολύαιμα τῶν ἀναίμων καὶ ὀλιγαίμων, καὶ τὰ ἀκμάζοντα μᾶλλον ἢ τὰ λίην παλαιὰ καὶ τὰ νέα, καὶ τὰ ἄρσενα τῶν θηλείων, καὶ τὰ ἔνορχα τῶν ἀνόρχων, καὶ τὰ μέλανα τῶν λευκῶν, καὶ τὰ δασέα τῶν ψιλῶν· τὰ δ᾿ ἐναντία ὑγρότερα. Αὐτῶν δὲ τῶν ζώων ἰσχυρόταται μὲν αἱ σάρκες αἱ μάλιστα πονέουσαι καὶ ἐναιμόταται καὶ ἐν ᾗσι κατακλίνεται, κουφόταται δὲ τῶν σαρκῶν αἱ ἥκιστα πονέουσαι καὶ ὀλιγαιμόταται, καὶ ἐκ τῆς σκιῆς, καὶ ὅσαι ἐσώταται τοῦ ζώου. Τῶν δὲ ἀναίμων ἐγκέφαλος καὶ μυελὸς ἰσχυρότατα· κουφότατα δὲ κεφαλαὶ, μύες, κτένες, πόδες. Τῶν δὲ ἰχθύων ξηρότατά ἐστι τὰ ἄνω, κουφότατα δὲ τὰ ὑπογάστρια, καὶ κεφαλαὶ ὑγρότεραι διὰ τὴν πιμελὴν καὶ τὸν ἐγκέφαλον.

[50] Τὰ ὠὰ δὲ ὀρνίθων ἰσχυρὸν μέν τι ἔχουσι καὶ τρόφιμον καὶ φυσῶδες, ἰσχυρὸν μὲν, ὅτι γένεσίς ἐστι τοῦ ζώου, τρόφιμον δὲ ὅτι γάλα ἐστὶ τοῦτο τῷ νεοσσῷ, φυσῶδες δὲ ὅτι ἐκ μικροῦ ὄγκου ἐς πολὺ διαχέεται.

[51] Ὁ τυρὸς ἰσχυρὸν καὶ καυσῶδες καὶ τρόφιμον καὶ στάσιμον, ἰσχυρὸν μὲν ὅτι ἔγγιστα γενέσιος, τρόφιμον δὲ ὅτι τοῦ γάλακτος τὸ σαρκῶδές ἐστιν ὑπόλοιπον, καυσῶδες δὲ ὅτι λιπαρὸν, στάσιμον δὲ ὅτι ὀπῷ καὶ πυτίῃ ξυνέστηκεν.

[52] Ὕδωρ ψυχρὸν καὶ ὑγρόν· οἶνος θερμὸν καὶ ξηρόν· ἔχει δέ τι καὶ καθαρτικὸν ἀπὸ τῆς ὕλης. Τῶν δὲ οἴνων οἱ μέλανες καὶ αὐστηροὶ ξηρότεροι καὶ οὔτε διαχωρεῦνται οὔτε οὐρέονται οὔτε πτύονται· ξηραίνουσι δὲ τῇ θερμασίῃ, τὸ ὑγρὸν ἐκ τοῦ σώματος καταναλίσκοντες. Οἱ δὲ μαλακοὶ μέλανες ὑγρότεροι καὶ φυσῶσι καὶ διαχωρέουσι μᾶλλον. Οἱ δὲ γλυκέες μέλανες ὑγρότεροι καὶ ἀσθενέστεροι, καὶ φυσῶσιν, ὑγρασίην ἐμποιεῦντες. Οἱ δὲ λευκοὶ καὶ αὐστηροὶ θερμαίνουσι μὲν, οὐ μὴν ξηραίνουσιν, οὐρεῦνται δὲ μᾶλλον ἢ διαχωρέουσιν. Οἱ νέοι μᾶλλον τῶν οἴνων διαχωρέουσι, διότι ἐγγυτέρω τοῦ γλεύκεός εἰσι καὶ τροφιμώτεροι, καὶ οἱ ὄζοντες τῶν ἀνόσμων τῆς αὐτῆς ἡλικίης, διότι πεπειρότεροί εἰσι, καὶ οἱ παχέες τῶν λεπτῶν. Οἱ δὲ λεπτοὶ οὐρέονται μᾶλλον· καὶ οἱ λευκοὶ καὶ οἱ λεπτοὶ γλυκέες οὐρέονται μᾶλλον ἢ διαχωρέουσι, καὶ ψύχουσι μὲν καὶ ἰσχναίνουσι καὶ ὑγραίνουσι τὸ σῶμα, καὶ τὸ αἷμα ἀσθενὲς ποιέουσιν, αὔξοντες δὲ τὸ ἀντίπαλον τῷ αἵματι ἐν τῷ σώματι. Γλεῦκος φυσᾷ καὶ ἐκταράσσει καὶ τὴν κοιλίην ὑπάγει· φυσᾷ μὲν ὅτι θερμαίνει, ὑπάγει δὲ ἐκ τοῦ σώματος ὅτι καθαίρει, ταράσσει δὲ ζέον ἐν τῇ κοιλίῃ καὶ διαχωρέει. Οἱ ὀξίναι οἶνοι ψύχουσι καὶ ἰσχναίνουσι καὶ ὑγραίνουσι, ψύχουσι μὲν καὶ ἰσχναίνουσι κένωσιν τοῦ ὑγροῦ ἀπὸ τοῦ σώματος ποιεύμενοι, ὑγραίνουσι δὲ ἀπὸ τοῦ ἐσιόντος ὕδατος σὺν τῷ οἴνῳ. Ὄξος ψυκτικὸν, διότι τῆκον τὸ ὑγρὸν τὸ ἐν τῷ σώματι καταναλίσκει, ἵστησι δὲ μᾶλλον ἢ διαχωρέει διότι οὐ τρόφιμον καὶ δριμύ. Ἕψημα θερμαίνει καὶ ὑγραίνει καὶ ὑπάγει, θερμαίνει μὲν ὅτι οἰνῶδες, ὑγραίνει δὲ ὅτι τρόφιμον, ὑπάγει δὲ ὅτι γλυκὺ καὶ προσκαθεψημένον ἐστίν. Αἱ τρύγες στεμφυλίτιδες ὑγραίνουσι καὶ ὑπάγουσι καὶ φυσῶσι, διότι καὶ τὸ γλεῦκος τὸ αὐτὸ ποιέει.

[53] Μέλι θερμὸν καὶ ξηρὸν ἄκρητον, ξὺν ὕδατι δὲ ὑγραίνει καὶ διαχωρέει τοῖσι χολώδεσι, τοῖσι δὲ φλεγματώδεσιν ἵστησιν. Ὁ δὲ γλυκὺς οἶνος διαχωρέει μᾶλλον τοῖσι φλεγματώδεσιν.

[54] Περὶ δὲ λαχάνων ὧδε ἔχει. Σκόροδον θερμὸν καὶ διαχωρέει καὶ οὐρέεται, ἀγαθὸν τοῖσι σώμασι, τοῖσι δ᾿ ὀφθαλμοῖσι φλαῦρον· κάθαρσιν γὰρ τοῦ σώματος πουλλὴν ποιεύμενον, τὴν ὄψιν ἀπαμβλύνει· διαχωρέει δὲ καὶ οὐρέεται, διὰ τὸ καθαρτικόν· ἑφθὸν ἀσθενέστερον ἢ ὠμόν· φῦσαν δὲ ἐμποιέει διὰ τοῦ πνεύματος τὴν ἐπίστασιν. Κρόμυον τῇ μὲν ὄψει ἀγαθὸν, τῷ δὲ σώματι κακὸν, διότι θερμὸν καὶ καυσῶδές ἐστι καὶ οὐ διαχωρέει· τροφὴν μὲν γὰρ οὐ δίδωσι τῷ σώματι οὐδὲ ὠφελείην· θερμαῖνον δὲ ξηραίνει διὰ τὸν ὀπόν. Πράσον θερμαίνει μὲν ἧσσον, οὐρέεται δὲ καὶ διαχωρέει· ἔχει δέ τι καθαρτικόν· ὑγραίνει δὲ καὶ ὀξυρεγμίην παύει· καλὸν δὲ ὕστατον τῶν ἄλλων βρωμάτων ἐσθίειν αὐτό. Ῥαφανὶς ὑγραίνει διαχέουσα τὸ φλέγμα τῇ δριμύτητι, τὰ δὲ φύλλα ἧσσον, πλὴν πρὸς τοὺς ἀρθριτικούς· μοχθηρὸν ἡ ῥίζη, ἐπιπολάζον δὲ καὶ δύσπεπτον. Κάρδαμον θερμὸν καὶ τὴν σάρκα τῆκον, ἵστησι δὲ φλέγμα λευκὸν, ὥστε στραγγουρίην ἐμποιέειν. Νᾶπυ θερμὸν, διαχωρητικὸν δὲ, πλὴν δυσουρέεται καὶ τοῦτο· ἀλλὰ καὶ εὔζωμον παραπλήσια διαπρήσσεται. Κορίανον θερμὸν καὶ στατικὸν, καὶ τὴν ὀξυρεγμίην παύει, ὕστατον δ᾿ ἐπεσθιόμενον καὶ ὑπνοποιέει. Θρίδαξ ψυχρότερον πρὶν τὸν ὀπὸν ἔχειν· ἀσθενείην δέ τινα ἐμποιέει τῷ σώματι. Ἄνηθον θερμὸν καὶ στατικὸν, καὶ πταρμὸν παύει ὀσφραινόμενον. Σέλινον οὐρέεται μᾶλλον ἢ διαχωρέει, καὶ αἱ ῥίζαι μᾶλλον ἢ αὐτὸ διαχωρέουσιν. Ὤκιμον ξηρὸν καὶ θερμὸν καὶ στάσιμον. Πήγανον οὐρέεται μᾶλλον ἢ διαχωρέει, καὶ συστρεπτικόν τι ἔχει, καὶ πρὸς τὰ φάρμακα τὰ βλαβερὰ ὠφελέει προπινόμενον. Ἀσπάραγος ξηρὸν καὶ στάσιμον. Ἐλελίσφακον ξηρὸν καὶ στατικόν. Στρύχνος ψύχει καὶ ἐξονειρώσσειν οὐκ ἐᾷ. Ἀνδράχνη ψύχει ἡ ποταινίη, τεταριχευμένη δὲ θερμαίνει. Κνίδη καθαίρει. Καλαμίνθη θερμαίνει καὶ καθαίρει. Μίνθη θερμαίνει καὶ οὐρέεται καὶ ἐμέτους ἵστησι, καὶ ἢν πολλάκις ἐσθίῃ τις, τὴν γονὴν τήκει ὥστε ῥέειν, καὶ ἐντείνειν κωλύει, καὶ τὸ σῶμα ἀσθενὲς ποιέει. Λάπαθον θερμαῖνον διαχωρέει. Ἀνδράφαξις ὑγρὸν, οὐ μέντοι διαχωρέει. Βλίτον οὐ θερμὸν, διαχωρητικόν. Κράμβη θερμαίνει καὶ διαχωρέει καὶ τὰ χολώδεα ἄγει. Τεύτλου ὁ μὲν χυλὸς διαχωρέει, τὸ δὲ λάχανον ἐσθιόμενον ἵστησιν, αἱ δὲ ῥίζαι τῶν τεύτλων διαχωρητικώτεραι. Κολοκύντη ψύχει καὶ ὑγραίνει καὶ διαχωρέει, οὐκ οὐρέεται δέ. Γογγυλὶς καυσῶδες, ὑγραίνει δὲ καὶ ταράσσει τὸ σῶμα, οὐ μέντοι διαχωρέει, δυσουρέεται δέ. Γλήχων θερμαίνει καὶ διαχωρέει. Ὀρίγανον θερμαίνει, ὑπάγει δὲ καὶ τὰ χολώδεα. Θύμβρη παραπλήσια τῷ ὀριγάνῳ διαπρήσσεται. Θύμον θερμὸν, διαχωρέει καὶ οὐρέεται, ἄγει δὲ καὶ φλεγματώδεα. Ὕσσωπος θερμαίνει καὶ φλεγματώδεα ἄγει. Τῶν δὲ ἀγρίων λαχάνων ὁκόσα ἐν τῷ στόματι θερμαντικὰ καὶ εὐώδεα, ταῦτα θερμαίνει καὶ οὐρέεται μᾶλλον ἢ διαχωρέει· ὁκόσα δὲ ὑγρὴν φύσιν ἔχει καὶ ψυχρὴν καὶ μωρὴν ἢ ὀσμὰς βαρείας, ὑποχωρέεται μᾶλλον ἢ οὐρέεται· ὁκόσα δέ ἐστι στρυφνὰ ἢ αὐστηρὰ, στάσιμα· ὁκόσα δὲ δριμέα καὶ εὐώδεα, οὐρέεται· ὁκόσα δὲ δριμέα καὶ ξηρὰ ἐν τῷ στόματι, ταῦτα πάντα ξηραίνει· ὁκόσα δὲ ὀξέα, ψυκτικά. Οἱ δὲ χυμοὶ διουρητικοὶ, κρήθμου, σελίνου, σκορόδου ἀποβρέγματα, κυτίσου, μαράθρου, πράσου, ἀδιάντου, στρύχνου· ψύχει σκολοπένδριον, μίνθη, σέσελι, σέρις, καυκαλίδες, ὑπερικὸν, κνίδαι· διαχωρητικοὶ δὲ καὶ καθαρτικοὶ, ἐρεβίνθων, φακῆς, κριθῆς, τεύτλων, κράμβης, λινοζώστιος, ἀκτῆς, κνήκου· ταῦτα πάντα ὑποχωρέεται μᾶλλον ἢ διουρέεται.

[55] Περὶ δὲ ὀπώρης ὧδε ἔχει. Τὰ μὲν ἐγκάρπια διαχωρητικώτερα, τὰ δὲ χλωρὰ τῶν ξηρῶν. Ἡ δὲ δύναμις εἰρήσεται αὐτέων. Μόρα θερμαίνει καὶ ὑγραίνει καὶ διαχωρέει. Ἄπιοι πέπειροι θερμαίνουσι καὶ ὑγραίνουσι καὶ διαχωρέουσιν· αἱ δὲ σκληραὶ στάσιμοι· ἀχράδες χειμέριοι πέπειροι διαχωρέουσι καὶ τῆς κοιλίης καθαρτικαί· αἱ δὲ ὠμαὶ στάσιμοι. Μῆλα γλυκέα δύσπεπτα, τὰ δὲ ὀξέα καὶ πέπονα ἧσσον· κυδώνια στυπτικὰ καὶ οὐ διαχωρέουσιν· οἱ δὲ χυλοὶ τῶν μήλων πρὸς τοὺς ἐμέτους στατικοὶ καὶ οὐρητικοί· καὶ ὀδμαὶ πρὸς τοὺς ἐμέτους· τὰ δὲ ἄγρια μῆλα στατικὰ, ἑφθὰ δὲ ἐσθιόμενα μᾶλλον διαχωρητικά· πρὸς δὲ τὴν ὀρθοπνοίην οἵ τε χυλοὶ αὐτῶν καὶ αὐτὰ πινόμενα ὠφελέει. Οὖα δὲ καὶ μέσπιλα καὶ κράνια καὶ ὅση ἄλλη τοιαύτη ὀπώρη στατικὴ καὶ στρυφνή. Ῥοιῆς γλυκείης ὁ χυλὸς διαχωρέει, καυσῶδες δέ τι ἔχει· αἱ οἰνώδεες τῶν ῥοιῶν φυσώδεες· αἱ δὲ ὀξεῖαι ψυκτικώτεραι· οἱ δὲ πυρῆνες πασέων στάσιμοι. Σίκυοι ὠμοὶ ψυχροὶ καὶ δύσπεπτοι· οἱ δὲ πέπονες οὐρέονται καὶ διαχωρέονται, φυσώδεες δέ. Βότρυες θερμοὶ καὶ ὑγροὶ καὶ διαχωρητικοὶ, μάλιστα οἱ λευκοί· οἱ μὲν οὖν γλυκέες θερμαίνουσιν ἰσχυρῶς, διότι πουλὺ ἤδη τοῦ θερμοῦ ἔχουσιν· οἱ δὲ ὀμφακώδεες ἧσσον θερμαίνουσι, καθαίρουσι δὲ πινόμενοι· σταφίδες δὲ καυσώδεες, διαχωρέει δέ. Σῦκον χλωρὸν ὑγραίνει καὶ διαχωρέει καὶ θερμαίνει, ὑγραίνει μὲν, ὅτι ἔγχυλόν ἐστι, θερμαίνει δὲ διὰ τὸν γλυκὺν ὀπὸν, καὶ διαχωρέει· τὰ πρῶτα τῶν σύκων κάκιστα, ὅτι εἰσὶν ὀπωδέστατα, βέλτιστα δὲ τὰ ὕστατα· τὰ ξηρὰ σῦκα καυσώδεα μὲν, διαχωρητικὰ δέ. Αἱ ἀμυγδάλαι καυσώδεες, τρόφιμοι δέ· καυσώδεες μὲν διὰ τὸ λιπαρὸν, τρόφιμοι δὲ διὰ τὸ σαρκῶδες. Καὶ κάρυα τὰ στρογγύλα παραπλήσια· τὰ δὲ πλατέα πέπονα τρόφιμα, καὶ διαχωρέει καθαρὰ ἐόντα, καὶ φῦσαν ἐμποιέει· οἱ δὲ χιτῶνες αὐτέων στάσιμοι. Ἄκυλοι καὶ βάλανοι καὶ φηγοὶ στατικὰ ὠμὰ καὶ ὀπτά· ἑφθὰ δὲ ἧσσον.

[56] Τὰ πίονα τῶν κρεῶν καυσώδεα, διαχωρητικὰ δέ. Κρέα ταριχηρὰ ἐν οἴνῳ μὲν ξηραίνει καὶ τρέφει, ξηραίνει μὲν διὰ τὸν οἶνον, τρέφει δὲ διὰ τὴν σάρκα· ἐν ὄξει δὲ τεταριχευμένα θερμαίνει μὲν ἧσσον διὰ τὸ ὄξος, τρέφει δὲ ἱκανῶς· ἐν ἁλσὶ δὲ κρέα ταριχηρὰ τρόφιμα μὲν ἧσσον, διὰ τὸ ἅλας τοῦ ὑγροῦ ἀπεστερημένα, ἰσχναίνει δὲ καὶ ξηραίνει καὶ διαχωρέει ἱκανῶς. Τὰς δὲ δυνάμιας ἑκάστων ἀφαιρέειν καὶ προστιθέναι ὧδε χρὴ, εἰδότα ὅτι πυρὶ καὶ ὕδατι πάντα ξυνίσταται καὶ ζῶα καὶ φυτὰ καὶ ὑπὸ τουτέων αὔξεται καὶ ἐς ταῦτα διακρίνεται. Τῶν μὲν οὖν ἰσχυρῶν σιτίων ἑψῶντα πολλάκις καὶ διαψύχοντα τὴν δύναμιν ἀφαιρέειν, τῶν δὲ ὑγρῶν πυροῦντα καὶ φώζοντα τὴν ὑγρασίην ἐξαιρέειν, τῶν δὲ ξηρῶν βρέχοντα καὶ νοτίζοντα, τῶν δὲ ἁλμυρῶν βρέχοντα καὶ ἑψῶντα, τῶν δὲ πικρῶν καὶ δριμέων τοῖσι γλυκέσι διακιρνῶντα, τῶν δὲ στρυφνῶν τοῖσι λιπαροῖσι· καὶ ἐπὶ τῶν ἄλλων πάντων ἐκ τῶν προειρημένων χρὴ γινώσκειν. Ὁκόσα πυρούμενα ἢ φωζόμενα στάσιμά ἐστι μᾶλλον τῶν ὠμῶν, διότι τὸ ὑγρὸν ὑπὸ τοῦ πυρὸς ἀφῄρηται καὶ τὸ ὀπῶδες καὶ τὸ λιπαρόν· ὁκόταν γοῦν ἐς τὴν κοιλίην ἐμπέσῃ, ἕλκει τὸ ὑγρὸν ἐκ τῆς κοιλίης, ἐπ᾿ αὐτὰ συγκλείοντα τὰ στόματα τῶν φλεβίων, ξηραίνοντα καὶ θερμαίνοντα, ὥστε ἵστησι τὰς διεξόδους τοῦ ὑγροῦ. Τὰ δὲ ἐκ τῶν ἀνύδρων καὶ ξηρῶν καὶ πνιγηρῶν χωρίων ἅπαντα ξηρότερα καὶ θερμότερα καὶ ἰσχὺν πλείω παρέχεται ἐς τὸ σῶμα, διότι ἐκ τοῦ ἴσου ὄγκου βαρύτερα καὶ πυκνότερα καὶ πολύνοστά ἐστιν ἢ τὰ ἐκ τῶν ὑγρῶν καὶ ἀρδομένων καὶ ψυχρῶν· ταῦτα δὲ ὑγρότερα καὶ κουφότερα καὶ ψυχρότερα. Οὔκουν δεῖ τὴν δύναμιν μοῦνον αὐτέων γνῶναι τοῦ τε σίτου καὶ τοῦ πόματος καὶ τῶν ζώων, ἀλλὰ καὶ τῆς πατρίδος ὁκόθεν εἰσίν. Ὁκόταν μὲν οὖν βούλωνται τροφὴν ἰσχυροτέρην τῷ σώματι προσενεγκεῖν ἀπὸ τῶν αὐτῶν σίτων, τοῖσιν ἐκ τῶν ἀνύδρων χωρίων χρηστέον καὶ σίτοισι καὶ πόμασι καὶ ζώοισιν· ὁκόταν δὲ κουφοτέρῃ τροφῇ καὶ ὑγροτέρῃ, τοῖσιν ἐκ τῶν ἀρδομένων χρηστέον. Τὰ γλυκέα καὶ τὰ δριμέα καὶ τὰ ἁλυκὰ καὶ τὰ πικρὰ καὶ τὰ αὐστηρὰ καὶ τὰ σαρκώδεα θερμαίνειν πέφυκε, καὶ ὅσα ξηρά ἐστι καὶ ὅσα ὑγρά. Ὁκόσα μὲν οὖν ξηροῦ μέρος πλέον ἔχει ἐν αὐτέοισι, ταῦτα μὲν ξηραίνει καὶ θερμαίνει· ὁκόσα δὲ ὑγροῦ μέρος ἔχει πλέον, ταῦτα πάντα θερμαίνοντα ὑγραίνει καὶ διαχωρέει μᾶλλον ἢ τὰ ξηρά· τροφὴν γὰρ μᾶλλον ἐς τὸ σῶμα διδόντα, ἀντίσπασιν ποιέεται ἐς τὴν κοιλίην, καὶ ὑγραίνοντα διαχωρέει. Ὁκόσα δὲ διαθερμαίνοντα ξηραίνει ἢ σῖτα ἢ ποτὰ, οὔτε πτύσιν οὔτε οὔρησιν οὔτε διαχώρησιν ποιεῦντα ξηραίνει τὸ σῶμα διὰ τάδε· θερμαινόμενον τὸ σῶμα κενοῦται τοῦ ὑγροῦ, τὸ μὲν ὑπ᾿ αὐτέων τῶν σιτίων, τὸ δὲ ἐς τὴν τροφὴν τῷ τῆς ψυχῆς θερμῷ καταναλίσκεται, τὸ δὲ διὰ τοῦ χρωτὸς ἐξωθέεται θερμαινόμενον καὶ λεπτυνόμενον. Τὰ γλυκέα καὶ τὰ πίονα καὶ τὰ λιπαρὰ πληρωτικά ἐστι, διότι ἐξ ὀλίγου ὄγκου πολύχοά ἐστι· θερμαινόμενα δὲ καὶ διαχεόμενα πληροῖ τὸ θερμὸν ἐν τῷ σώματι καὶ γαληνίζειν ποιέει. Τὰ δὲ ὀξέα καὶ δριμέα καὶ αὐστηρὰ καὶ στρυφνὰ καὶ συγκομιστὰ καὶ ξηρὰ οὐ πληροῖ, διότι τὰ στόματα τῶν φλεβῶν ἀνέῳξέ τε καὶ διεκάθηρε· καὶ τὰ μὲν ξηραίνοντα, τὰ δὲ δάκνοντα, τὰ δὲ στύφοντα φρῖξαι καὶ συστῆναι ἐς ὀλίγον ἐποίησεν ὄγκον τὸ ὑγρὸν τὸ ἐν τῇ σαρκί· καὶ τὸ κενὸν πουλὺ ἐγένετο ἐν τῷ σώματι. Ὁκόταν γοῦν βούλῃ ἀπ᾿ ὀλίγων πληρῶσαι ἢ ἀπὸ πλειόνων κενῶσαι, τοῖσι τοιούτοισι χρέεσθαι. Τὰ πρόσφατα πάντα ἰσχὺν πλείονα παρέχεται τῶν ἄλλων διὰ τόδε, ὅτι ἔγγιον τοῦ ζῶντός ἐστι· τὰ δὲ ἕωλα καὶ σαπρὰ διαχωρέει μᾶλλον τῶν προσφάτων, διότι ἔγγιον τῆς σηπεδόνος ἐστί. Τὰ δὲ ἔνωμα στροφώδεα καὶ ἐρευγμώδεά ἐστι, διότι ἃ δεῖ τῷ πυρὶ κατεργασθῆναι, ταῦτα ἡ κοιλίη διαπρήσσεται ἀσθενεστέρη ἐοῦσα τῶν ἐσιόντων. Τὰ δὲ ἐν τοῖσιν ὑποτρίμμασιν ὄψα σκευαζόμενα καυσώδεα καὶ ὑγρὰ, ὅτι λιπαρὰ καὶ πυρώδεα καὶ θερμὰ καὶ ἀνομοίους τὰς δυνάμιας ἀλλήλοισιν ἔχοντα ἐν τῷ αὐτέῳ ἵζει. Τὰ δὲ ἐν ἅλμῃ ἢ ὄξει βελτίω καὶ οὐ καυσώδεα.

[57] Περὶ δὲ λουτρῶν ὧδε ἔχει· ὕδωρ πότιμον ὑγραίνει καὶ ψύχει, δίδωσι γὰρ τῷ σώματι ὑγρασίην· τὸ δὲ ἁλμυρὸν λουτρὸν θερμαίνει καὶ ξηραίνει, φύσει γὰρ ἐὸν θερμὸν ἕλκει ἀπὸ τοῦ σώματος τὸ ὑγρόν. Τὰ δὲ θερμὰ λουτρὰ νῆστιν μὲν ἰσχναίνει καὶ ψύχει· φέρει γὰρ ἀπὸ τοῦ σώματος τὸ ὑγρὸν τῇ θερμασίῃ· κενουμένης δὲ τῆς σαρκὸς τοῦ ὑγροῦ, ψύχεται τὸ σῶμα· βεβρωκότα δὲ θερμαίνει καὶ ὑγραίνει, διαχέοντα τὰ ὑπάρχοντα ἐν τῷ σώματι ὑγρὰ ἐς πλείονα ὄγκον. Ψυχρὰ δὲ λουτρὰ τοὐναντίον· κενῷ μὲν τῷ σώματι δίδωσι θερμόν τι ψυχρὸν ἐόν· βεβρωκότος δὲ ἀφαιρέει ὑγροῦ ἐόντος ξηρὸν ἐὸν, καὶ πληροῖ τοῦ ὑπάρχοντος ξηροῦ. Ἀλουσίη ξηραίνει καταναλισκομένου τοῦ ὑγροῦ, ὡσαύτως δὲ καὶ ἡ ἀνηλειψίη.

[58] Λίπος δὲ θερμαίνει καὶ ὑγραίνει καὶ μαλάσσει. Ἥλιος δὲ καὶ πῦρ ξηραίνει διὰ τάδε· θερμὰ ἐόντα καὶ ξηρὰ, ἕλκει ἐκ τοῦ σώματος τὸ ὑγρόν. Σκιὴ δὲ καὶ ψύχεα τὰ μέτρια ὑγραίνει, δίδωσι γὰρ μᾶλλον ἢ λαμβάνει. Ἱδρῶτες πάντες ἀπιόντες καὶ ξηραίνουσι καὶ ἰσχναίνουσιν, ἐκλείποντος τοῦ ὑγροῦ ἐκ τοῦ σώματος. Λαγνείη ἰσχναίνει καὶ ὑγραίνει καὶ θερμαίνει· θερμαίνει μὲν διὰ τὸν πόνον καὶ τὴν ἀπόκρισιν τοῦ ὑγροῦ, ἰσχναίνει δὲ διὰ τὴν κένωσιν, ὑγραίνει δὲ διὰ τὸ ὑπολειπόμενον ἐν τῷ σώματι τῆς συντήξιος τῆς ὑπὸ τοῦ πόνου.

[59] Ἔμετοι ἰσχναίνουσι διὰ τὴν κένωσιν τῆς τροφῆς, οὐ μέντοι ξηραίνουσιν, ἢν μή τις τῇ ὑστεραίῃ θεραπεύῃ ὀρθῶς, ἀλλ᾿ ὑγραίνουσι μᾶλλον διὰ τὴν πλήρωσιν καὶ διὰ τὴν σύντηξιν τῆς σαρκὸς τὴν ὑπὸ τοῦ πόνου· ἢν δέ τις ἐάσῃ ταῦτα καταναλωθῆναι τῇ ὑστεραίῃ ἐς τὴν τροφὴν τῷ θερμῷ, καὶ τῇ διαίτῃ ἡσύχως προσάγῃ, ξηραίνουσιν. Κοιλίην δὲ συνεστηκυῖαν λύει ἔμετος, καὶ διαχωροῦσαν μᾶλλον τοῦ καιροῦ ἵστησι, τὴν μὲν διυγραίνων, τὴν δὲ ξηραίνων· ὁκόταν μὲν οὖν στῆσαι βούλῃ, τὴν ταχίστην φαγόντα χρὴ ἐξεμέειν, πρὶν ἂν διυγρανθῆναι τὸν σῖτον καὶ κατασπασθῆναι κάτω, καὶ τοῖσι στρυφνοῖσι καὶ τοῖσιν αὐστηροῖσι σιτίοισι μᾶλλον χρέεσθαι· ὁκόταν δὲ λῦσαι τὴν κοιλίην βούλῃ, ἐνδιατρίβειν ἐν τοῖσι σιτίοισιν ὡς πλεῖστον χρόνον ξυμφέρει, καὶ τοῖσι δριμέσι καὶ ἁλμυροῖσι καὶ λιπαροῖσι καὶ γλυκέσι σιτίοισι καὶ πόμασι χρέεσθαι.

[60] Ὕπνοι δὲ νῆστιν μὲν ἰσχναίνουσι καὶ ψύχουσιν, ἢν μὴ μακροὶ ἔωσι, κενοῦντες τοῦ ὑπάρχοντος ὑγροῦ· ἢν δὲ μᾶλλον, ἐκθερμαίνοντες συντήκουσι τὴν σάρκα, καὶ διαλύουσι τὸ σῶμα, καὶ ἀσθενὲς ποιέουσι· βεβρωκότα δὲ θερμαίνοντες ὑγραίνουσι, τὴν τροφὴν ἐς τὸ σῶμα διαχέοντες· ἀπὸ δὲ τῶν ὀρθρίων περιπάτων ὕπνος μάλιστα ξηραίνει. Ἀγρυπνίη δὲ ἐν μὲν τοῖσι σιτίοισι βλάπτει, οὐκ ἐῶσα τὸ σιτίον τήκεσθαι· ἀσίτοισι δὲ ἰσχνασίην μέν τινα παραδίδωσι, βλάπτει δὲ ἧσσον. Ῥᾳθυμίη ὑγραίνει καὶ ἀσθενὲς τὸ σῶμα ποιέει· ἀτρεμίζουσα γὰρ ἡ ψυχὴ οὐκ ἀναλίσκει τὸ ὑγρὸν ἐκ τοῦ σώματος· πόνος δὲ ξηραίνει καὶ τὸ σῶμα ἰσχυρὸν ποιέει. Μονοσιτίη ἰσχναίνει καὶ ξηραίνει καὶ τὴν κοιλίην ἵστησι, διότι τῷ τῆς ψυχῆς θερμῷ τὸ ὑγρὸν ἐκ τῆς κοιλίης καὶ τῆς σαρκὸς καταναλίσκεται· ἄριστον δὲ τἀναντία διαπρήσσεται τῇ μονοσιτίῃ. Ὕδωρ πόμα θερμὸν ἰσχναίνει, ὡσαύτως δὲ καὶ ψυχρόν. Τὸ δὲ ὑπερβάλλον ψυχρὸν καὶ πνεῦμα καὶ σιτίον καὶ ποτὸν πήγνυσι τὸ ὑγρὸν τὸ ἐν τῷ σώματι καὶ τὰς κοιλίας ξυνίστησι τῇ πήξει καὶ ψύξει· κρατέει γὰρ τοῦ τῆς ψυχῆς ὑγροῦ. Καὶ τοῦ θερμοῦ δὲ πάλιν αἱ ὑπερβολαὶ πηγνύουσι, καὶ τοσοῦτον ὡς μὴ διάχυσιν ἔχειν. Ὁκόσα δὲ θερμαίνοντα τὸ σῶμα, τροφὴν μὴ διδόντα, κενοῖ τοῦ ὑγροῦ τὴν σάρκα μηδ᾿ ὑπερβολὴν ποιέοντα, πάντα ψύξιν τῷ ἀνθρώπῳ παραδίδωσι· κενουμένου γὰρ τοῦ ὑπάρχοντος ὑγροῦ, πνεύματος ἐπακτοῦ πληρεύμενον ψύχεται.

[61] Περὶ δὲ τῶν πόνων ἥντινα ἔχουσι δύναμιν διηγήσομαι. Εἰσὶ γὰρ οἱ μὲν κατὰ φύσιν, οἱ δὲ διὰ βίης· οἱ μὲν οὖν κατὰ φύσιν αὐτῶν εἰσιν ὄψιος πόνος, ἀκοῆς, φωνῆς, μερίμνης. Ὄψιος μὲν οὖν δύναμις τοιαύτη· προσέχουσα ἡ ψυχὴ τῷ ὁρεομένῳ κινέεται καὶ θερμαίνεται· θερμαινομένη δὲ ξηραίνεται, κεκενωμένου τοῦ ὑγροῦ. Διὰ δὲ τῆς ἀκοῆς ἐσπίπτοντος τοῦ ψόφου σείεται ἡ ψυχὴ καὶ πονέει, πονέουσα δὲ θερμαίνεται καὶ ξηραίνεται. Ὁκόσα μεριμνᾷ ἄνθρωπος, κινέεται ἡ ψυχὴ ὑπὸ τουτέων καὶ θερμαίνεται καὶ ξηραίνεται, καὶ τὸ ὑγρὸν καταναλίσκουσα πονέει, καὶ κενοῖ τὰς σάρκας, καὶ λεπτύνει τὸν ἄνθρωπον. Ὁκόσοι δὲ πόνοι φωνῆς, οἷον λέξις ἢ ἀνάγνωσις ἢ ᾠδὴ, πάντες οὗτοι κινέουσι τὴν ψυχήν· κινεομένη δὲ ξηραίνεται καὶ θερμαίνεται, καὶ τὸ ἐν τῷ σώματι ὑγρὸν καταναλίσκει.

[62] Οἱ δὲ περίπατοι κατὰ φύσιν μὲν εἰσὶ, καὶ οὗτοι μάλιστα τῶν λοιπῶν, ἔχουσι δέ τι βίαιον. Δύναμις δὲ αὐτέων ἑκάστων ἐστὶ τοιήδε· ὁ ἀπὸ δείπνου περίπατος ξηραίνει τήν τε κοιλίην καὶ τὸ σῶμα, καὶ τὴν γαστέρα οὐκ ἐᾷ πίειραν γενέσθαι διὰ τάδε· κινευμένου τοῦ ἀνθρώπου, θερμαίνεται καὶ τὸ σῶμα καὶ τὰ σιτία· ἕλκει οὖν τὴν ἰκμάδα ἡ σὰρξ, καὶ οὐκ ἐᾷ περὶ τὴν κοιλίην ξυνίστασθαι· τὸ μὲν οὖν σῶμα πληροῦται, ἡ δὲ κοιλίη λεπτύνεται. Ξηραίνεται δὲ διὰ τάδε· κινευμένου τοῦ σώματος καὶ θερμαινομένου, τὸ λεπτότατον τῆς τροφῆς καταναλίσκεται, τὸ μὲν ὑπὸ τοῦ ξυμφύτου θερμοῦ, τὸ δὲ σὺν τῷ πνεύματι ἀποκρίνεται ἔξω, τὸ δὲ καὶ διουρέεται· ὑρολείπεται δὲ τὸ ξηρότατον ἀπὸ τῶν σιτίων ἐν τῷ σώματι, ὥστε τὴν κοιλίην ἀποξηραίνεσθαι καὶ τὴν σάρκα. Καὶ οἱ ὄρθριοι περίπατοι ἰσχναίνουσι, καὶ τὰ περὶ τὴν κεφαλὴν κοῦφά τε καὶ εὐαγέα καὶ εὐήκοα παρασκευάζουσι, καὶ τὴν κοιλίην λύουσιν· ἰσχναίνουσι μὲν, διότι κινούμενον τὸ σῶμα θερμαίνεται, καὶ τὸ ὑγρὸν λεπτύνεται καὶ καθαίρεται, τὸ μὲν ὑπὸ τοῦ πνεύματος, τὸ δὲ μύσσεταί τε καὶ χρέμπτεται, τὸ δὲ ἐς τὴν τροφὴν τῷ τῆς ψυχῆς θερμῷ καταναλίσκεται· τὴν δὲ κοιλίην λύουσι, διότι θερμὴ ἐοῦσα, τοῦ ψυχροῦ πνεύματος ἐσπίπτοντος ἄνωθεν, ὑποχωρέει τὸ θερμὸν τῷ ψυχρῷ. Κοῦφα δὲ τὰ περὶ τὴν κεφαλὴν ποιέει διὰ τάδε· ὅταν κενωθῇ ἡ κοιλίη, ἕλκει ἐς ἑωυτὴν ἔκ τε τοῦ ἄλλου σώματος καὶ ἐκ τῆς κεφαλῆς τὸ ὑγρὸν θερμὴ ἐοῦσα· κενουμένης δὲ τῆς κεφαλῆς, ἀποκαθαίρεται ἥ τε ὄψις καὶ ἡ ἀκοή· καὶ γίνονται εὐαγέες οἱ ἄνθρωποι. Οἱ δὲ ἀπὸ τῶν γυμνασίων περίπατοι καθαρὰ τὰ σώματα παρασκευάζουσι, καὶ ἰσχναίνουσιν, οὐκ ἐῶντες τὴν σύντηξιν τῆς σαρκὸς τὴν ὑπὸ τοῦ πόνου ξυνίστασθαι, ἀλλ᾿ ἀποκαθαίρουσιν.

[63] Τῶν δὲ δρόμων δύνανται οἱ μὲν μακροὶ καὶ καμπτοὶ, ἐξ ὀλίγου προσαγόμενοι, θερμαίνοντες τὴν σάρκα, συνεψεῖν καὶ διαχέειν, καὶ τὴν δύναμιν τῶν σιτίων τὴν ἐν τῇ σαρκὶ καταπέσσουσι, βραδύτερά τε καὶ παχύτερα τὰ σώματα παρασκευάζουσι τῶν τροχῶν· τοῖσι δὲ πολλὰ ἐσθίουσι ξυμφορώτεροι, καὶ χειμῶνος μᾶλλον ἢ θέρεος. Οἱ δὲ ἐν τῷ ἱματίῳ δρόμοι τὴν μὲν δύναμιν τὴν αὐτὴν ἔχουσι, μᾶλλον δὲ διαθερμαίνουσι, καὶ ὑγρότερα τὰ σώματα ποιέουσιν, ἀχροώτερα δὲ, διότι οὐκ ἀποκαθαίρει προσπῖπτον τὸ πνεῦμα τὸ εἰλικρινὲς, ἀλλ᾿ ἐν τῷ αὐτῷ ἐγγυμνάζεται πνεύματι· συμφέρει οὖν τοῖσι ξηροῖσι καὶ τοῖσι πολυσάρκοισιν, ὅστις καθελεῖν τὴν σάρκα βούλεται, καὶ τοῖσι πρεσβυτέροισι διὰ ψύξιν τοῦ σώματος. Οἱ δὲ δίαυλοι καὶ ὑπηέριοι ἵπποι τὴν μὲν σάρκα ἧσσον διαχέουσιν, ἰσχναίνουσι δὲ μᾶλλον, διότι τοῖς ἔξω τῆς ψυχῆς μέρεσιν οἱ πόνοι ὄντες ἀντισπῶσιν ἐκ τῆς σαρκὸς τὸ ὑγρὸν καὶ τὸ σῶμα λεπτύνουσι καὶ ξηραίνουσιν. Οἱ δὲ τροχοὶ τὴν μὲν σάρκα ἥκιστα διαχέουσιν, ἰσχναίνουσι δὲ καὶ προσστέλλουσι τήν τε σάρκα καὶ τὴν κοιλίην μάλιστα, διότι ὀξυτάτῳ τῷ πνεύματι χρώμενοι τάχιστα τὸ ὑγρὸν ἕλκουσιν ἐφ᾿ ἑωυτούς.

[64] Τὰ δὲ παρασείσματα ξηροῖσι μὲν καὶ ἐξαπίνης, ἀξύμφορα· σπάσματα γὰρ ἐμποιέει διὰ τόδε· διατεθερμασμένον τὸ σῶμα, τὸ μὲν δέρμα ἰσχυρῶς λεπτύνει, τὴν δὲ σάρκα ἧσσον ξυνίστησι τῶν τροχῶν, κενοῖ δὲ τὴν σάρκα τοῦ ὑγροῦ. Τὰ δὲ ἀνακινήματα καὶ ἀνακουφίσματα τὴν μὲν σάρκα ἥκιστα διαθερμαίνει, παροξύνει δὲ τὸ σῶμα καὶ τὴν ψυχὴν, καὶ τοῦ πνεύματος κενοῖ. Πάλη δὲ καὶ τρίψις τοῖσι μὲν ἔξω τοῦ σώματος παρέχει μᾶλλον τὸν πόνον, θερμαίνει δὲ τὴν σάρκα καὶ στερεοῖ καὶ αὔξεσθαι ποιέει διὰ τάδε· τὰ μὲν στερεὰ φύσει τριβόμενα συνίστησι, τὰ δὲ κοῖλα αὔξεται, ὁκόσαι φλέβες εἰσί· θερμαινόμεναι γὰρ αἱ σάρκες καὶ ξηραινόμεναι ἕλκουσιν ἐφ᾿ ἑωυτὰς τὴν τροφὴν διὰ τῶν φλεβῶν, εἶτα αὔξονται. Ἀλίνδησις παραπλήσια τῇ πάλῃ διαπρήσσεται, ξηραίνει δὲ μᾶλλον διὰ τὴν κόνιν καὶ σαρκοῖ ἧσσον. Ἀκροχειρίη ἰσχναίνει καὶ τὰς σάρκας ἕλκει ἄνω, καὶ κωρυκομαχίη καὶ χειρονομίη τὰ παραπλήσια διαπρήσσεται. Πνεύματος δὲ κατάσχεσις τοὺς πόρους διαναγκάσαι καὶ τὸ δέρμα λεπτῦναι καὶ τὸ ὑγρὸν ἐκ τοῦ δέρματος ἐξῶσαι δύναται.

[65] Τὰ ἐν κόνει καὶ τὰ ἐν ἐλαίῳ γυμνάσια διαφέρει τοσόνδε· κόνις μὲν ψυχρὸν, ἔλαιον δὲ θερμόν· ἐν μὲν τῷ χειμῶνι τὸ ἔλαιον αὐξιμώτερον, διότι τὸ ψῦχος κωλύει φέρειν ἀπὸ τοῦ σώματος· ἐν δὲ τῷ θέρει τὸ ἔλαιον ὑπερβολὴν θερμασίης ποιεῦν τήκει τὴν σάρκα, ὁκόταν καὶ ὑπὸ τῆς ὥρης ἐκθερμαίνηται καὶ τοῦ ἐλαίου καὶ τοῦ πόνου. Ἡ δὲ κόνις ἐν τῷ θέρει αὐξιμώτερον, ψύχουσα γὰρ τὸ σῶμα οὐκ ἐᾷ ἐς ὑπερβολὴν ἐκθερμαίνεσθαι· ἐν δὲ τῷ χειμῶνι διαψυκτικὸν καὶ κρυμνῶδες· ἐνδιατρίβειν δὲ ἐν τῇ κόνει μετὰ τοὺς πόνους ἐν τῷ θέρει, ὀλίγον μὲν χρόνον ὠφελέει ψύχουσα, πουλὺν δὲ ὑπερξηραίνει καὶ τὰ σώματα σκληρὰ καὶ ξυλώδεα ἀποδεικνύει. Τρίψις ἐλαίου σὺν ὕδατι μαλάσσει καὶ οὐ δεινῶς ἐᾷ διαθερμαίνεσθαι.

[66] Περὶ δὲ κόπων τῶν ἐν τοῖσι σώμασιν ἐγγινομένων ὧδε ἔχει· οἱ μὲν ἀγύμναστοι τῶν ἀνθρώπων ἀπὸ παντὸς κοπιῶσι πόνου· οὐδὲν γὰρ τοῦ σώματος διαπεπόνηται πρὸς οὐδένα πόνον· τὰ δὲ γεγυμνασμένα τῶν σωμάτων ὑπὸ τῶν ἀνεθίστων πόνων κοπιᾷ· τὰ δὲ καὶ ὑπὸ τῶν συνήθων γυμνασίων κοπιᾷ, ὑπερβολῇ χρησάμενα. Τὰ μὲν οὖν εἴδεα τῶν κόπων τοιαῦτά ἐστιν· ἡ δὲ δύναμις αὐτέων ὧδε ἔχει· οἱ μὲν γὰρ ἀγύμναστοι ὑγρὴν τὴν σάρκα ἔχοντες, ὁκόταν πονήσωσι, θερμαινομένου τοῦ σώματος, σύντηξιν πολλὴν ἀφιᾶσιν· ὅ τι μὲν οὖν ἂν ἐξιδρώσῃ ἢ ξὺν τῷ πνεύματι ἀποκαθαρθῇ, οὐ παρέχει πόνον ἄλλον ἢ τῷ κενωθέντι τοῦ σώματος παρὰ τὸ ἔθος· ὅ τι δ᾿ ἂν ἐμμείνῃ τῆς συντήξιος, οὐ μόνον τῷ κενωθέντι τοῦ σώματος παρὰ τὸ ἔθος παρέχει πόνον, ἀλλὰ καὶ τῷ δεξαμένῳ τὸ ὑγρόν· οὐ γάρ ἐστι ξύντροφον τῷ σώματι, ἀλλὰ πολέμιον. Ἐς μὲν δὴ τὰ ἄσαρκα τῶν σωμάτων οὐ ξυνίσταται ὁμοίως, ἐς δὲ τὰ σαρκώδεα, ὥστε τούτοισι πόνον παρέχειν ἕως ἂν ἐξέλθῃ. Ἅτε δὴ οὐκ ἔχον περίοδον, ἀτρεμίζον ἐκθερμαίνεται αὐτό τε καὶ τὰ προσπίπτοντα· ἢν μὲν οὖν πουλὺ γένηται τὸ ἀποκριθὲν, ἐκράτησε καὶ τοῦ ὑγιαίνοντος, ὥστε συνεκθερμανθῆναι ὅλον τὸ σῶμα, καὶ ἐνεποίησε πυρετὸν ἰσχυρόν. Θερμανθέντος γὰρ τοῦ αἵματος καὶ ἐπισπασθέντος, ταχείην ἐποίησε τὴν περίοδον τὰ ἐν τῷ σώματι, καὶ τό τε ἄλλο σῶμα καθαίρεται ὑπὸ τοῦ πνεύματος, καὶ τὸ συνεστηκὸς θερμαινόμενον λεπτύνεταί τε καὶ ξυνεξωθέεται ἐκ τῆς σαρκὸς ἔξω ἐπὶ τὸ δέρμα, ὅπερ ἱδρὼς καλέεται θερμός. Τούτου δ᾿ ἀποκριθέντος, τό τε αἷμα καθίσταται ἐς τὴν κατὰ φύσιν σύστασιν, καὶ ὁ πυρετὸς ἀνίησι, καὶ ὁ κόπος παύεται μάλιστα τριταῖος. Χρὴ δὲ τὸν τοιοῦτον κόπον ὧδε θεραπεύειν· πυρίῃσι καὶ λουτροῖσι θερμοῖσι διαλύοντα τὸ ξυνεστηκὸς καὶ περιπάτοισι μὴ βιαίοισιν, ὡς ἀποκαθαίρωνται, καὶ ὀλιγοσιτίῃσι καὶ ἰσχνασίῃσι συνιστάναι τῆς σαρκὸς τὴν κένωσιν, καὶ τρίβεσθαι τῷ ἐλαίῳ ἡσυχῇ πουλὺν χρόνον, ὅκως μὴ βιαίως διαθερμαίνωνται· καὶ τοῖσι χρίσμασι τοῖσιν ἱδρωτικοῖσι καὶ μαλακτικοῖσι χρίεσθαι καὶ μαλακευνεῖν ξυμφέρει. Τοῖσι δὲ γυμναζομένοισιν ὑπὸ τῶν ἀνεθίστων πόνων διὰ τάδε γίνεται ὁ κόπος· ὅ τι ἂν μὴ πεπονήκῃ τὸ σῶμα, ὑγρὴν ἀνάγκη τὴν σάρκα εἶναι πρὸς τοῦτον τὸν τόπον, πρὸς ὃν μὴ εἴθισται πονέειν, ὥσπερ ἀγυμνάστων πρὸς ἕκαστα· τὴν μὲν οὖν σάρκα ξυντήκεσθαι ἀνάγκη καὶ ἀποκρίνεσθαι καὶ συνίστασθαι ὥσπερ τῷ προτέρῳ. Ξυμφέρει δὲ θεραπεύεσθαι ὧδε· τοῖσι μὲν γυμνασίοισι χρῆσθαι τοῖσι συνήθεσιν, ὅκως τὸ ξυνεστηκὸς θερμαινόμενον λεπτύνηται καὶ ἀποκαθαίρηται, καὶ τὸ ἄλλο σῶμα μὴ ὑγραίνηται, μηδ᾿ ἀγύμναστον γίνηται. Τοῖσι δὲ λουτροῖσι τοῖσι θερμοῖσι ξυμφέρει καὶ τοῦτον χρέεσθαι, καὶ τῇ τρίψει ὁμοίως ὡς καὶ τὸν πρόσθεν. Τῆς δὲ πυριήσιος οὐδὲν δέεται· οἱ πόνοι γὰρ ἱκανοὶ θερμαίνοντες λεπτύνειν καὶ ἀποκαθαίρειν τὸ συστάν. Οἱ δὲ ἀπὸ τῶν συνήθων γυμνασίων κόποι τόνδε τὸν τρόπον γίνονται· ἀπὸ μὲν συμμέτρου πόνου κόπος οὐ γίγνεται· ὁκόταν δὲ πλείων τοῦ καιροῦ πόνος ᾖ, ὑπερεξήρηνε τὴν σάρκα· κενωθεῖσα δὲ τοῦ ὑγροῦ, θερμαίνεται καὶ ἀλγέει καὶ φρίσσει καὶ ἐς πυρετὸν καθίσταται μακρότερον, ἢν μή τις ἐκθεραπεύσῃ ὀρθῶς. Χρὴ δὲ πρῶτον μὲν αὐτὸν τῷ λουτρῷ μὴ σφόδρα πολλῷ μηδὲ θερμῷ ἄγαν λούεσθαι, εἶτα πίσαι αὐτὸν ἐκ τοῦ λουτροῦ μαλακὸν οἶνον, καὶ δειπνεῖν ὡς πλεῖστα καὶ παντοδαπὰ σιτία, καὶ ποτῷ ὑδαρεῖ, οἴνῳ δὲ μαλακῷ χρέεσθαι πολλῷ, εἶτ᾿ ἐνδιατρῖψαι πλέω χρόνον μέχρις ἂν αἱ φλέβες πληρωθεῖσαι ἀρθῶσιν· εἶτα ἐξεμεέτω, καὶ ἐξαναστάντα ὀλίγον καθεύδειν μαλακῶς· εἶτα προσάγειν ἡσυχῇ τοῖσι σιτίοισι καὶ τοῖσι πόνοισι τοῖσι συνήθεσιν ἐς ἡμέρας ἓξ, ἐν ταύτῃσι δὲ καταστῆσαι ἐς τὸ σύνηθες καὶ σίτου καὶ ποτοῦ. Δύναμιν δὲ ἔχει ἡ θεραπηΐη τοιήνδε· ἀνεξηρασμένον τὸ σῶμα ἐς ὑπερβολὴν ἐξυγρῆναι δύναται ἄτερ ὑπερβολῆς· εἰ μὲν οὖν δυνατὸν ἦν, τὴν ὑπερβολὴν τοῦ πόνου γνόντα ὁκόση τίς ἐστι, τοῦ σίτου τῇ ξυμμετρίῃ ἀκέσασθαι, εὖ ἂν εἶχεν οὕτω· νῦν δὲ τὸ μὲν ἀδύνατον, τὸ δὲ ῥᾴδιον· ἐξηρασμένον γὰρ τὸ σῶμα, σίτων ἐμπεσόντων παντοδαπῶν, ἕλκει τὸ ξυμφέρον αὐτὸ ἑωυτῷ ἕκαστον τοῦ σώματος ἑκάστου σίτου, πληρωθὲν δὲ καὶ ὑγρανθὲν, κενωθείσης τῆς κοιλίης ὑπὸ τοῦ ἐμέτου, ἀφίησι πάλιν τὴν ὑπερβολήν· ἡ δὲ κοιλίη κενὴ ἐοῦσα ἀντισπᾷ. Τὸ μὲν οὖν ὑπερβάλλον ὑγρὸν ἐξερεύγεται ἡ σὰρξ, τὸ δὲ σύμμετρον οὐκ ἀφίησιν, ἢν μὴ διὰ βίης ἢ πόνων ἢ φαρμάκων ἢ ἄλλης τινὸς ἀντισπάσιος. Τῇ δὲ προσαγωγῇ χρησάμενος καταστήσεις τὸ σῶμα ἐς τὴν ἀρχαίην δίαιταν ἡσυχῇ.


Περὶ Διαίτης Γ᾿

ΠΕΡΙ ΔΙΑΙΤΗΣ.
ΤΟ ΤΡΙΤΟΝ.

[67] Περὶ δὲ διαίτης ἀνθρωπίνης, ὥσπερ μοι καὶ πρόσθεν εἴρηται, ξυγγράψαι μὲν οὐχ οἷόν τε ἐς ἀκριβείην, ὥστε πρὸς τὸ πλῆθος τοῦ σίτου τὴν ξυμμετρίην ποιέεσθαι τῶν πόνων· πουλλὰ γὰρ τὰ κωλύοντα. Πρῶτον μὲν αἱ φύσιες τῶν ἀνθρώπων διάφοροι ἐοῦσαι· καὶ γὰρ αἱ ξηραὶ αὐταὶ ἑωυτῶν πρὸς αὐτὰς καὶ πρὸς ἄλλα μᾶλλον καὶ ἧσσον ξηραὶ, καὶ ὑγραὶ ὡσαύτως, καὶ αἱ ἄλλαι πᾶσαι· ἔπειτα αἱ ἡλικίαι οὐ τῶν αὐτῶν δεόμεναι· ἔτι δὲ καὶ τῶν χωρίων αἱ θέσιες, καὶ τῶν πνευμάτων αἱ μεταβολαὶ, τῶν τε ὡρέων αἱ μεταστάσιες, καὶ τοῦ ἐνιαυτοῦ αἱ καταστάσιες· αὐτῶν τε τῶν σίτων πολλὴ διαφορά· πυροί τε γὰρ πυρῶν καὶ οἶνος οἴνου καὶ τἄλλα ὅσα διαιτεόμεθα, πάντα διάφορα ἐόντα ἀποκωλύει μὴ δυνατὸν εἶναι ἐς ἀκριβείην ξυγγραφῆναι. Ἀλλὰ γὰρ αἱ διαγνώσιες ἔμοιγε ἐξευρημέναι εἰσὶ τῶν ἐπικρατεόντων ἐν τῷ σώματι, ἤν τε οἱ πόνοι ἐπικρατέωσι τῶν σιτίων, ἤν τε τὰ σιτία τῶν πόνων, καὶ ὡς χρὴ ἕκαστα ἐξακέεσθαι, προκαταλαμβάνειν τε ὑγείην, ὥστε τὰς νούσους μὴ προσπελάζειν, εἰ μή τις μεγάλα πάνυ ἐξαμαρτάνοι καὶ πολλάκις· ταῦτα δὲ φαρμάκων δέεται ἤδη, ἔστι δ᾿ ἅσσα οὐδ᾿ ὑπὸ τῶν φαρμάκων δύναται ὑγιάζεσθαι. Ὡς μὲν οὖν δυνατὸν εὑρεθῆναι, ἔγγιστα τοῦ ὅρου ἐμοὶ εὕρηται, τὸ δὲ ἀκριβὲς οὐδενί.

[68] Πρῶτον μὲν οὖν τοῖσι πολλοῖσι τῶν ἀνθρώπων ξυγγράψω ἐξ ὧν μάλιστα ἂν ὠφελοῖντο οἵτινες σιτίοισί τε καὶ πόμασι προστυχοῦσι χρέονται, πόνοισί τε τοῖσιν ἀναγκαίοισιν, ὁδοιπορίῃσί τε τῇσι πρὸς ἀνάγκας, θαλασσουργίῃσί τε τῇσι πρὸς τὴν συλλογὴν εὑρεθείσῃσι τοῦ βίου, θαλπόμενοί τε παρὰ τὸ σύμφορον, ψυχόμενοί τε παρὰ τὸ ὠφέλιμον, τῇ τε ἄλλῃ διαίτῃ ἀκαταστάτῳ χρεόμενοι. Τούτοισι δὴ ξυμφέρει ἐκ τῶν ὑπαρχόντων ὧδε διαιτῆσθαι· τὸν μὲν ἐνιαυτὸν ἐς τέσσαρα μέρεα διαιρέουσιν, ἅπερ μάλιστα γινώσκουσιν οἱ πολλοὶ, χειμῶνα, ἦρ, θέρος, φθινόπωρον· καὶ χειμῶνα μὲν ἀπὸ πλειάδων δύσιος ἄχρι ἰσημερίης ἠαρινῆς, ἦρ δὲ ἀπὸ ἰσημερίης μέχρι πλειάδων ἐπιτολῆς, θέρος δὲ ἀπὸ πλειάδων μέχρι ἀρκτούρου ἐπιτολῆς, φθινόπωρον δὲ ἀπὸ ἀρκτούρου μέχρι πλειάδων δύσιος. Ἐν μὲν οὖν τῷ χειμῶνι ξυμφέρει πρὸς τὴν ὥρην, ψυχρήν τε καὶ ξυνεστηκυίην, ὑπεναντιούμενον τοῖσι διαιτήμασιν ὧδε χρέεσθαι. Πρῶτον μὲν μονοσιτίῃσι χρὴ διάγειν, ἢν μὴ πάνυ ξηρήν τις τὴν κοιλίην ἔχῃ· εἰ δὲ μὴ, μικρὸν ἀριστῇν· τοῖσι δὲ διαιτήμασι χρέεσθαι τοῖσι ξηροῖσι καὶ αὐστηροῖσι καὶ θερμαντικοῖσι καὶ συγκομιστοῖσι καὶ ἀκρήτοισιν, ἀρτοσιτέειν δὲ μᾶλλον, καὶ τοῖσιν ὀπτοῖσι τῶν ὄψων μᾶλλον ἢ τοῖσιν ἑφθοῖσι χρέεσθαι, καὶ τοῖσι πόμασι μέλασιν ἀκρητεστέροισι καὶ ἐλάσσοσι, λαχάνοισι δὲ ὡς ἥκιστα, πλὴν τοῖσι θερμαντικοῖσι καὶ ξηροῖσι, καὶ χυλοῖσι καὶ ῥοφήμασιν ὡς ἥκιστα· τοῖσι δὲ πόνοισι πουλλοῖσιν ἅπασι, τοῖσί τε δρόμοισι καμπτοῖσιν ἐξ ὀλίγου προσάγοντα, καὶ τῇ πάλῃ ἐν ἐλαίῳ, μακρῇ, ἀπὸ κούφων προσαναγκάζοντα· τοῖσί τε περιπάτοισιν ἀπὸ τῶν γυμνασίων ὀξέσιν, ἀπὸ δὲ τοῦ δείπνου βραδέσιν ἐν ἀλέῃ, ὀρθρίοισί τε πολλοῖσιν ἐξ ὀλίγου ἀρχόμενον, προσάγοντα ἐς τὸ σφοδρὸν, ἀποπαύοντά τε ἡσυχῇ· καὶ σκληροκοιτίῃσι καὶ νυκτοβατίῃσι καὶ νυκτοδρομίῃσι χρέεσθαι ξυμφέρει· πάντα γὰρ ταῦτα ἰσχναίνει καὶ θερμαίνει· χρίεσθαί τε πλείω. Ὁκόταν δὲ ἐθέλῃ λούσασθαι, ἢν μὲν ἐκπονήσῃ ἐν παλαίστρῃ, ψυχρῷ λουέσθω· ἢν δὲ ἄλλῳ τινὶ πόνῳ χρήσηται, τὸ θερμὸν ξυμφορώτερον. Χρῆσθαι δὲ καὶ λαγνείῃ πλέον ἐς ταύτην τὴν ὥρην, καὶ τοὺς πρεσβυτέρους μᾶλλον ἢ τοὺς νεωτέρους. Χρέεσθαι δὲ καὶ τοῖσιν ἐμέτοισι, τοὺς μὲν ὑγροτέρους τρὶς τοῦ μηνὸς, τοὺς δὲ ξηροτέρους δὶς ἀπὸ σιτίων παντοδαπῶν, ἐκ δὲ τῶν ἐμέτων προσάγειν ἡσυχῇ πρὸς τὸ εἰθισμένον σιτίον ἐς ἡμέρας τρεῖς, καὶ τοῖσι πόνοισι χρῆσθαι κουφοτέροισι καὶ ἐλάσσοσι τοῦτον τὸν χρόνον· ἀπὸ δὲ βοείων καὶ χοιρείων κρεῶν ἢ τῶν ἄλλων ὅ τι ἂν ὑπερβάλλῃ πλησμονῇ, ἐμέειν, καὶ ἀπὸ τυρωδέων καὶ γλυκέων καὶ λιπαρῶν ἀνεθίστων πλησμονῆς ἐμέειν ξυμφέρει· καὶ ἀπὸ μέθης καὶ σίτων μεταβολῆς καὶ χωρίων μεταλλαγῆς ἐμέειν βέλτιον. Διδόναι δὲ καὶ τῷ ψύχει ἑωυτὸν θαρσέων, πλὴν ἀπὸ τῶν σιτίων καὶ γυμνασίων, ἀλλ᾿ ἔν τε τοῖσιν ὀρθρίοισι περιπάτοισιν, ὁκόταν ἄρξηται τὸ σῶμα διαθερμαίνεσθαι, καὶ ἐν τοῖσι δρόμοισι καὶ ἐν τῷ ἄλλῳ χρόνῳ, ὑπερβολὴν φυλασσόμενος· οὐκ ἀγαθὸν γὰρ τῷ σώματι μὴ χειμάζεσθαι ἐν τῇ ὥρῃ· οὐδὲ γὰρ τὰ δένδρεα μὴ χειμασθέντα ἐν τῇ ὥρῃ δύναται καρπὸν φέρειν, οὐδ᾿ αὐτὰ ἐῤῥῶσθαι. Χρέεσθαι δὲ καὶ τοῖσι πόνοισι πουλλοῖσι ταύτην τὴν ὥρην ἅπασιν· ὑπερβολὴν γὰρ οὐκ ἔχει, ἢν μὴ οἱ κόποι ἐγγίνωνται· τοῦτο τὸ τεκμήριον διδάσκω τοὺς ἰδιώτας. Διότι δὲ οὕτως ἔχει φράσω· τῆς ὥρης ἐούσης ψυχρῆς καὶ συνεστηκυίης, παραπλήσια πέπονθε καὶ τὰ ζῶα· βραδέως οὖν ἀνάγκη διαθερμαίνεσθαι τὰ σώματα ὑπὸ τοῦ πόνου, καὶ τοῦ ὑγροῦ μικρόν τι μέρος ἀποκρίνεσθαι τοῦ ὑπάρχοντος· εἶτα τοῦ χρόνου ὅντινα μὲν πονέειν ἀποδέδοται, ὀλίγος· ὅντινα δὲ ἀναπαύεσθαι, πουλύς· ἡ μὲν γὰρ ἡμέρη βραχείη, ἡ δὲ νὺξ μακρή· διὰ ταῦτα οὖν οὐκ ἔχει ὑπερβολὴν ὁ χρόνος καὶ ὁ πόνος. Χρὴ οὖν τὴν ὥρην ταύτην οὕτω διαιτῆσθαι, ἀπὸ πλειάδων δύσιος μέχρις ἡλίου τροπῶν ἡμέρας τεσσαράκοντα τέσσαρας· περὶ δὲ τὴν τροπὴν ἐν φυλακῇ ὅτι μάλιστα εἶναι, καὶ ἀπὸ τροπῆς ἡλίου ἄλλας τοσαύτας ἡμέρας τῇ αὐτῇ διαίτῃ χρέεσθαι. Μετὰ δὲ ταῦτα ὥρη ἤδη ζέφυρον πνέειν, καὶ μαλακωτέρη ἡ ὥρη· χρὴ δὴ καὶ τῇ διαίτῃ μετὰ τῆς ὥρης ἐφέπεσθαι ἡμέρας πεντεκαίδεκα. Εἶτα δὲ ἀρκτούρου ἐπιτολὴ, καὶ χελιδόνα ὥρη ἤδη φαίνεσθαι, τὸν ἐχόμενον δὲ χρόνον ποικιλώτερον ἤδη διάγειν μέχρις ἰσημερίης ἡμέρας τριήκοντα δύο. Χρὴ οὖν καὶ τοῖσι διαιτήμασιν ἕπεσθαι τῇ ὥρῃ διαποικίλλοντα φαυλοτέροισι καὶ κουφοτέροισι, τοῖσί τε σιτίοισι καὶ τοῖσι ποτοῖσι καὶ πόνοισι, προσάγοντα ἡσυχῇ πρὸς τὸ ἦρ. Ὁκόταν δὲ ἰσημερίη γένηται, ἤδη μαλακώτεραι αἱ ἡμέραι καὶ μακρότεραι, αἱ νύκτες δὲ βραχύτεραι, καὶ ἡ ὥρη ἡ ἐπιοῦσα θερμή τε καὶ ξηρὴ, ἡ δὲ παρεοῦσα τρόφιμός τε καὶ εὔκρητος. Δεῖ οὖν, ὥσπερ καὶ τὰ δένδρεα παρασκευάζεται ἐν ταύτῃ τῇ ὥρῃ αὐτὰ αὐτοῖσιν ὠφελείην ἐς τὸ θέρος, οὐκ ἔχοντα γνώμην, αὔξησίν τε καὶ σκιὴν οὕτω καὶ τὸν ἄνθρωπον· ἐπεὶ γὰρ γνώμην ἔχει, τῆς σαρκὸς τὴν αὔξησιν δεῖ ὑγιηρὴν παρασκευάζειν. Χρὴ οὖν, ὡς μὴ ἐξαπίνης τὴν δίαιταν μεταβάλλειν, διελεῖν τὸν χρόνον ἐς μέρεα ἓξ κατὰ ὀκτὼ ἡμέρας. Ἐν γοῦν τῇ πρώτῃ μοίρῃ χρὴ τῶν τε πόνων ἀφαιρέειν καὶ τοῖσι λοιποῖσιν ἠπιωτέροισι χρέεσθαι, τοῖσί τε σιτίοισι μαλακωτέροισι καὶ καθαρωτέροισι, τοῖσί τε πόμασιν ὑδαρεστέροισι καὶ λευκοτέροισι, καὶ τῇ πάλῃ σὺν τῷ ἐλαίῳ ἐν τῷ ἡλίῳ χρέεσθαι· ἐν ἑκάστῃ δὲ τῇ ὥρῃ ἕκαστα τῶν διαιτημάτων μεθιστάναι κατὰ μικρόν· καὶ τῶν περιπάτων ἀφαιρέειν, τῶν ἀπὸ μὲν τοῦ δείπνου τοὺς πλέους, τῶν δὲ ὀρθρίων τοὺς ἐλάσσους· καὶ τῆς μάζης ἀντὶ τῶν ἄρτων προστίθεσθαι, καὶ τῶν λαχάνων τῶν ἑψανῶν προσάγειν, καὶ τὰ ὄψα ἀνισάζειν τὰ ἑφθὰ τοῖσιν ὀπτοῖσι, λουτροῖσί τε χρέεσθαι, καί τι καὶ ἐναριστῇν μικρὸν, ἀφροδισίοισι δὲ ἐλάσσοσι· καὶ τοῖσιν ἐμέτοισι, τὸ μὲν πρῶτον ἐκ τῶν δύο ποιέεσθαι, εἶτα διὰ πλείονος χρόνου, ὅκως ἂν καταστήσῃ τὸ σῶμα σεσαρκωμένον καθαρῇ σαρκὶ, καὶ τὴν δίαιταν μαλακὴν ἐν τουτέῳ τῷ χρόνῳ μέχρι πλειάδων ἐπιτολῆς. Ἐν τούτῳ θέρος, καὶ τὴν δίαιταν ἤδη χρὴ πρὸς τοῦτο ποιέεσθαι· χρὴ οὖν, ἐπειδὰν πλειὰς ἐπιτείλῃ, τοῖσί τε σιτίοισι μαλακωτέροισι καὶ καθαρωτέροισι καὶ ἐλάσσοσι χρέεσθαι, εἶτα τῇ μάζῃ πλεῖον ἢ τῷ ἄρτῳ, ταύτῃ δὲ προφυρητῇ ἀτριπτοτέρῃ, τοῖσι δὲ πόμασι μαλακοῖσι, λευκοῖσιν, ὑδαρέσιν, ἀρίστῳ δὲ ὀλίγῳ, καὶ ὕπνοισιν ἀπὸ τοῦ ἀρίστου βραχέσι, καὶ πλησμονῇσιν ὡς ἥκιστα τῶν σιτίων, καὶ τῷ ποτῷ ἱκανῷ ἐπὶ τῷ σίτῳ χρέεσθαι· δι᾿ ἡμέρης δὲ ὡς ἥκιστα πίνειν, ἢν μὴ ἀναγκαίῃ τινὶ ξηρασίῃ τὸ σῶμα χρήσηται· χρέεσθαι δὲ τοῖσι λαχάνοισι τοῖσιν ἑφθοῖσι, πλὴν τῶν καυσωδέων καὶ ξηρῶν, χρέεσθαι δὲ καὶ τοῖσιν ὠμοῖσι, πλὴν τῶν θερμαντικῶν καὶ ξηρῶν· ἐμέτοισι δὲ, ἢν μή τις πλησμονὴ ἐγγένηται, μὴ χρέεσθαι· τοῖσι δὲ ἀφροδισίοισιν ὡς ἥκιστα· λουτροῖσι δὲ χλιεροῖσι χρέεσθαι. Ἡ δὲ ὀπώρη ἰσχυρότερον τῆς ἀνθρωπίνης φύσιος· βέλτιον οὖν ὀπωρῶν ἀπέχεσθαι· εἰ δὲ χρῷτό τις, μετὰ τῶν σιτίων χρεόμενος ἥκιστ᾿ ἂν ἐξαμαρτάνοι. Τοῖσί τε πόνοισι τοῖσι τροχοῖσι χρὴ γυμνάζεσθαι καὶ διαύλοισιν ὀλίγοισι μὴ πουλὺν χρόνον, καὶ τοῖσι περιπάτοισιν ἐν σκιῇ, τῇ τε πάλῃ ἐν κόνει, ὅκως ἥκιστα ἐκθερμαίνηται· ἡ γὰρ ἀλίνδησις βέλτιον ἢ οἱ τροχοί· ξηραίνουσι γὰρ τὸ σῶμα κενοῦντες τοῦ ὑγροῦ· ἀπὸ δείπνου τε μὴ περιπατέειν ἀλλ᾿ ἢ ὅσον ἐξαναστῆναι· πρωῒ δὲ χρέεσθαι τοῖσι περιπάτοισιν· ἡλίους δὲ φυλάσσεσθαι καὶ τὰ ψύχεα τά τε ἐν τῷ πρωῒ καὶ τὰ ἐν τῇ ἑσπέρῃ, ὁκόσα ποταμοὶ ἢ λίμναι ἢ χιόνες ἀποπνέουσιν. Ταύτῃ δὲ τῇ διαίτῃ προσανεχέτω μέχρις ἡλίου τροπέων, ὅκως ἐν τουτέῳ τῷ χρόνῳ ἀφαιρήσει πάντα ὁκόσα ξηρὰ καὶ θερμὰ καὶ μέλανα καὶ ἄκρητα, καὶ τοὺς ἄρτους, πλὴν εἴ τι σμικρὸν ἡδονῆς εἵνεκα. Τὸν ἐχόμενον δὲ χρόνον διαιτήσεται τοῖσι μαλακοῖσι καὶ ὑγροῖσι καὶ ψυκτικοῖσι, λευκοῖσι καὶ καθαροῖσι, μέχρις ἀρκτούρου ἐπιτολῆς καὶ ἰσημερίης ἡμέρας ἐνενήκοντα τρεῖς. Ἀπὸ δὲ ἰσημερίης ὧδε χρὴ διαιτῆσθαι, προσάγοντα πρὸς τὸν χειμῶνα ἐν τῷ φθινοπώρῳ, φυλασσόμενον τὰς μεταβολὰς τῶν ψυχέων καὶ τῆς ἀλέης ἐσθῆτι παχείῃ· χρέεσθαι δὲ ἐν τουτέῳ τῷ χρόνῳ ἐν ἱματίῳ προκινήσαντα τῇ τε τρίψει καὶ τῇ πάλῃ τῇ ἐν ἐλαίῳ, ἡσυχῇ προσάγοντα· καὶ τοὺς περιπάτους ποιέεσθαι ἐν ἀλέῃ· θερμολουσίῃ τε χρέεσθαι, καὶ τοὺς ἡμερινοὺς ὕπνους ἀφαιρέειν, καὶ τοῖσι σιτίοισι θερμοτέροισι καὶ ἧσσον ὑγροῖσι καὶ καθαροῖσι, καὶ τοῖσι πόμασι μελαντέροισι, μαλακοῖσι δὲ καὶ μὴ ὑδαρέσι, τοῖσί τε λαχάνοισι ξηροῖσιν ἧσσόν τε, τῇ τε ἄλλῃ διαίτῃ προσάγειν πάσῃ τῶν θερινῶν ἀφαιρεῦντα, τοῖσι χειμερίοισι χρέεσθαι μὴ ἐς ἄκρον, ὅκως καταστήσει ὡς ἔγγιστα τῆς χειμερινῆς διαίτης, ἐν ἡμέραις δυοῖν δεούσαιν πεντήκοντα μέχρι πλειάδων δύσιος ἀπὸ ἰσημερίης.

[69] Ταῦτα μὲν παραινέω τῷ πλήθει τῶν ἀνθρώπων, ὁκόσοισιν ἐξ ἀνάγκης εἰκῆ τὸν βίον διατελέειν ἐστὶ, μηδ᾿ ὑπάρχει αὐτέοισι τῶν ἄλλων ἀμελήσασι τῆς ἑωυτῶν ὑγιείης ἐπιμελεῖσθαι· οἷσι δὲ τοῦτο παρεσκεύασται καὶ διέγνωσται, ὅτι οὐδὲν ὄφελός ἐστιν οὔτε χρημάτων οὔτε τῶν ἄλλων οὐδενὸς ἄτερ τῆς ὑγιείης, πρὸς τουτέους ἐστί μοι δίαιτα ἐξευρημένη ὡς ἀνυστὸν πρὸς τὸ ἀληθέστατον τῶν δυνατῶν προσηγμένη. Ταύτην μὲν οὖν προϊόντι τῷ λόγῳ δηλώσω. Τόδε δὲ τὸ ἐξεύρημα καλὸν μὲν ἐμοὶ τῷ εὑρόντι, ὠφέλιμον δὲ τοῖσι μαθοῦσιν, οὐδεὶς δέ κω τῶν πρότερον οὐδὲ ἐπεχείρησε συνεῖναι, ὃ πρὸς ἅπαντα τὰ ἄλλα πολλοῦ κρίνω εἶναι ἄξιον· ἔστι δὲ προδιάγνωσις μὲν πρὸ τοῦ κάμνειν, διάγνωσις δὲ τῶν σωμάτων τί πέπονθε, πότερον τὸ σιτίον κρατέει τοὺς πόνους, ἢ οἱ πόνοι τὰ σιτία, ἢ μετρίως ἔχει πρὸς ἄλληλα· ἀπὸ μὲν γὰρ τοῦ κρατέεσθαι ὁκοτερονοῦν νοῦσοι ἐγγίνονται· ἀπὸ δὲ τοῦ ἰσάζειν πρὸς ἄλληλα ὑγείη πρόσεστιν. Ἐπὶ ταῦτα δὴ τὰ εἴδεα ἐπέξειμι, καὶ δείξω ὁκοῖα γίνεται τοῖσιν ἀνθρώποισιν ὑγιαίνειν δοκέουσι καὶ ἐσθίουσιν ἡδέως πονέειν τε δυναμένοισι καὶ σώματος καὶ χρώματος ἱκανῶς ἔχουσιν.

[70] Αἱ ῥῖνες ἄτερ προφάσιος φανερῆς ἐμπλάσσονται ἀπὸ τοῦ δείπνου καὶ τοῦ ὕπνου, καὶ δοκέουσι μὲν πλήρεες εἶναι, μύσσονται δὲ οὐδέν· ὁκόταν δὲ περιπατεῖν ἄρξωνται τοῦ ὄρθρου καὶ γυμνάζεσθαι, τότε μύσσονται καὶ πτύουσι, προϊόντος δὲ τοῦ χρόνου καὶ τὰ βλέφαρα βαρέα ἴσχουσι, καὶ τὸ μέτωπον ὥσπερ ξυσμὸς λαμβάνει, τῶν τε σίτων ἧσσον ἅπτονται, καὶ πίνειν ἧσσον δύνανται, ἄχροιαί τε τουτέοισιν ὑπογίνονται, καὶ ἢ κατάῤῥοοι κινέονται ἢ πυρετοὶ φρικώδεες, καθ᾿ ὅ τι ἂν τύχῃ τοῦ τόπου ἡ πλησμονὴ κινηθεῖσα. Ὅ τι δ᾿ ἂν τύχῃ ποιήσας κατὰ τοῦτον τὸν καιρὸν, τοῦτο αἰτιῆται οὐκ αἴτιον ἐόν· τουτέῳ γὰρ κρατεῦντα τὰ σιτία τοὺς πόνους, κατὰ σμικρὸν ξυλλεγομένη ἡ πλησμονὴ ἐς νοῦσον προήγαγεν. Ἀλλ᾿ οὐ χρὴ προΐεσθαι μέχρι τουτέου, ἀλλ᾿ ὁκόταν γνῷ τὰ πρῶτα τῶν τεκμηρίων, εἰδέναι ὅτι κρατέει τὰ σιτία τοὺς πόνους κατὰ σμικρὸν ξυλλεγόμενα, ᾗ πλησμονή ἐστι. Μύξαι γὰρ καὶ σίελα πλησμονῆς ἐστι κρίσις· ἀτρεμίζοντος μὲν δὴ τοῦ σώματος, φράσσουσι τοὺς πόρους τοῦ πνεύματος, πολλῆς ἐνεούσης τῆς πλησμονῆς· θερμαινόμενον δὲ ὑπὸ τοῦ πόνου, ἀποκρίνεται λεπτυνόμενον. Χρὴ δὲ τὸν τοιοῦτον ἐκθεραπευθῆναι ὧδε· διαπονήσαντα ἐν τοῖσι γυμνασίοισι τοῖσιν εἰθισμένοισιν ἀκόπως, θερμῷ λουσάμενον, σιτίσαι παντοδαποῖσι καὶ ποιῆσαι ἐμέσαι· ἐκ δὲ τοῦ ἐμέτου κλύσαι τὸ στόμα καὶ τὴν φάρυγγα οἴνῳ αὐστηρῷ, ὅκως ἂν συστυφῇ τὰ στόματα τῶν φλεβῶν καὶ μηδὲν ἐπικατασπασθῆ, ὁκοῖα γίνεται ἀπὸ ἐμέτων· εἶτα ἐξαναστὰς περιπατησάτω ἐν ἀλέῃ ὀλίγα· ἐς δὲ τὴν ὑστεραίην τοῖσι μὲν περιπάτοισιν αὐτοῖσι χρέεσθαι, τοῖσι δὲ γυμνασίοισιν ἐλάσσοσι καὶ κουφοτέροισιν ἢ πρόσθεν· καὶ ἀνάριστος διαγέτω, ἢν θέρος ᾖ· ἢν δὲ μὴ θέρος ᾖ, μικρὸν ἐπιφαγέτω· καὶ τοῦ δείπνου ἀφελεῖν τὸ ἥμισυ οὗ εἴωθε δειπνεῖν· τῇ δὲ τρίτῃ τοὺς μὲν πόνους ἀποδότω τοὺς εἰθισμένους πάντας καὶ τοὺς περιπάτους, τοῖσι δὲ σιτίοισι προσαγέτω ἡσυχῇ, ὅκως τῇ πέμπτῃ ἀπὸ τοῦ ἐμέτου κομιεῖται τὸ σιτίον τὸ εἰθισμένον. Ἢν μὲν οὖν ἀπὸ τουτέου ἱκανῶς ἔχῃ, θεραπευέσθω τὰ ἐπίλοιπα τοῖσι μὲν σιτίοισιν ἐλάσσοσι, τοῖσι δὲ πόνοισι πλείοσιν· ἢν δὲ μὴ καθεστήκῃ τὰ τεκμήρια τῆς πλησμονῆς, διαλιπὼν δύο ἡμέρας ἀφ᾿ ἧς ἐκομίσατο τὰ σιτία, ἐμεσάτω πάλιν καὶ προσαγέτω κατὰ τὰ αὐτά· ἢν δὲ μὴ, καὶ ἐκ τρίτου, μέχρις ἂν ἀπαλλαγῇ τῆς πλησμονῆς.

[71] Εἰσὶ δέ τινες τῶν ἀνθρώπων οἵτινες, ὁκόταν κρατέωνται οἱ πόνοι ὑπὸ τῶν σιτίων, τοιαῦτα πάσχουσιν· ἀρχομένης τῆς πλησμονῆς ὕπνοι μακροὶ καὶ ἡδέες αὐτοῖσιν ἐπιγίνονται, καί τι τῆς ἡμέρης ἐπικοιμῶνται· ὁ δὲ ὕπνος γίνεται τῆς σαρκὸς ὑγρανθείσης, καὶ χεῖται τὸ αἷμα, καὶ γαληνίζεται διαχεόμενον τὸ πνεῦμα. Ὁκόταν δὲ μὴ δέχηται ἔτι τὸ σῶμα τὴν πλησμονὴν, ἀπόκρισιν ἤδη ἀφίησιν εἴσω ὑπὸ βίης τῆς περιόδου, ἥτις ὑπεναντιουμένη τῇ τροφῇ τῇ ἀπὸ τῶν σιτίων ταράσσει τὴν ψυχήν. Οὐκ ἔτι δὴ κατὰ τοῦτον τὸν χρόνον ἡδεῖς οἱ ὕπνοι, ἀλλ᾿ ἀνάγκη ταράσσεσθαι τὸν ἄνθρωπον, καὶ δοκέει μάχεσθαι· ὁκοῖα γάρ τινα πάσχει τὸ σῶμα, τοιαῦτα ὁρῇ ἡ ψυχὴ, κρυπτομένης τῆς ὄψιος. Ὁκόταν οὖν ἐς τοῦτο ἥκῃ ὥνθρωπος, ἐγγὺς ἤδη τοῦ κάμνειν ἐστίν· ὅ τι δὲ ἥξει νούσημα, ἄδηλον· ὁκοίη γὰρ ἂν ἔλθῃ ἀπόκρισις καὶ ὅτου ἂν κρατήσῃ, τοῦτο ἐνόσησεν. Ἀλλ᾿ οὐ χρὴ προέσθαι τὸν φρονέοντα, ἀλλ᾿ ὁκόταν ἐπιγνῷ τῶν τεκμηρίων τὰ πρῶτα, τῆς θεραπείης ἔχεσθαι, καὶ δὴ τοῦτον ὥσπερ τὸν πρότερον ἐκθεραπευθῆναι, πλείονος δὲ χρόνου καὶ λιμοκτονίης δέεται.

[72] Ἐστὶ δὲ καὶ τὰ τοιάδε τεκμήρια πλησμονῆς· ἀλγέει τὸ σῶμα οἷσι μὲν ἅπαν, οἷσι δὲ μέρος τι τοῦ σώματος ὅ τι ἂν τύχῃ· τὸ δὲ ἄλγος ἐστὶν ὁκοῖον κόπος· δοκέοντες οὖν κοπιῇν, ῥᾳθυμίῃσί τε καὶ πλησμονῇσι θεραπεύονται, μέχρις ἂν ἐς πυρετὸν ἀφικνῶνται· καὶ οὐδέκω οὐδὲ τοῦτο γινώσκουσιν, ἀλλὰ λουτροῖσί τε καὶ σιτίοισι χρησάμενοι ἐς περιπλευμονίην κατέστησαν τὸ νούσημα, καὶ ἐς κίνδυνον τὸν ἔσχατον ἀφικνέονται. Ἀλλὰ χρὴ προμηθέεσθαι πρὶν ἂν ἐς τὰς νούσους ἀφικνέωνται, καὶ θεραπεύεσθαι τῷδε τῷ τρόπῳ· μάλιστα μὲν πυριηθέντα μαλακῇσι πυριῇσι τὸν ἄνθρωπον· εἰ δὲ μὴ, λουσάμενον πολλῷ καὶ θερμῷ, διαλύσαντα τὸ σῶμα ὡς μάλιστα, χρησάμενον τοῖσι σιτίοισι πρῶτον μὲν τοῖσι δριμέσι καὶ πλείστοισιν, εἶτα τοῖσιν ἄλλοισιν ἐξεμέσαι εὖ, καὶ ἐξαναστάντα περιπατῆσαι ὀλίγον χρόνον ἐν ἀλέῃ, ἔπειτα καταδαρθεῖν· πρωῒ δὲ τοῖσι περιπάτοισι πολλοῖσιν ἐξ ὀλίγου προσάγοντα χρέεσθαι καὶ τοῖσι γυμνασίοισι κούφοισι καὶ τῇσι προσαγωγῇσι καθάπερ καὶ τὸ πρότερον· ἰσχνασίης δὲ τοῦτο πλείστης δέεται καὶ περιπάτων. Ἢν δὲ μὴ προνοηθεὶς ἐς πυρετὸν ἀφίκηται, προσφέρειν μηδὲν ἄλλο ἀλλ᾿ ἢ ὕδωρ ἡμερέων τριῶν· ἢν μὲν οὖν ἐν ταύτῃσι παύσηται· εἰ δὲ μὴ, πτισάνης χυλῷ θεραπεύεσθαι, καὶ ἢ τεταρταῖος ἢ ἑβδομαῖος ἐκστήσεται, εἰ ἐξιδρώσει· ἀγαθὸν δὲ τοῖσι χρίσμασι χρέεσθαι τοῖσιν ἱδρωτικοῖσιν ὑπὸ τὰς κρίσιας, ἐξαναγκάζουσι γάρ.

[73] Πάσχουσι δέ τινες καὶ τοιάδε ἀπὸ πλησμονῆς· τὴν κεφαλὴν ἀλγέουσι καὶ βαρύνονται, καὶ τὰ βλέφαρα πίπτει αὐτέοισιν ἀπὸ τοῦ δείπνου, ἔν τε τοῖς ὕπνοις ταράσσονται, καὶ δοκέει θέρμη ἐνεῖναι, ἥ τε κοιλίη ἐφίσταται ἐνίοτε· ὁκόταν δὲ ἀφροδισιάσῃ, δοκέει κουφότερος εἶναι ἐς τὸ παραυτίκα, ἐξ ὑστέρου δὲ μᾶλλον βαρύνεται· τούτοισιν ἡ κεφαλὴ τὴν πλησμονὴν ἀντισπῶσα τήν τε κοιλίην ἐφίστησι, καὶ αὐτὴ βαρύνεται· κίνδυνοί τε ὑπόκεινται κακοὶ, καὶ ὅκη ἂν ῥαγῇ ἡ πλησμονὴ, τοῦτο διαφθείρει. Ἀλλὰ χρὴ προμηθέεσθαι ὧδε· ἢν μὲν βούληται τὴν θεραπείην ταχείην ποιέεσθαι, προπυριηθέντα ἑλλεβόρῳ καθαρθῆναι, εἶτα προσάγειν τοῖσι σιτίοισι κούφοισι καὶ μαλακοῖσιν ἐφ᾿ ἡμέρας δέκα· τοῖσι δὲ σιτίοισι διαχωρητικοῖσιν, ὅκως κρατήσει ἡ κάτω κοιλίη τὴν κεφαλὴν τῇ κάτω ἀντισπάσει· καὶ τοῖσι δρόμοισι βραδέσι καὶ τοῖσιν ὀρθρίοισι περιπάτοισιν ἱκανοῖσι, τῇ τε ἐν ἐλαίῳ πάλῃ· ἀρίστῳ τε χρέεσθαι καὶ ὕπνῳ ἀπὸ τοῦ ἀρίστου μὴ μακρῷ· ἀπὸ τοῦ δείπνου δὲ ὁκόσον ἐξαναστῆναι ἱκανόν· καὶ τὸ μὲν λούεσθαι, τὸ δὲ χρίεσθαι, λούεσθαι δὲ χλιερῷ, λαγνείης δὲ ἀπέχεσθαι. Αὕτη μὲν ἡ ταχυτέρη θεραπείη· εἰ δὲ μὴ βούλοιτο φαρμακοποτέειν, λουσάμενον πολλῷ, ἐμέσαι σιτίοισι χρησάμενον τοῖσι δριμέσιν, ὑγροῖσι καὶ γλυκέσι καὶ ἁλμυροῖσιν, ἐξ ἐμέτου δὲ ὅσον ἐξαναστῆναι· πρωῒ δὲ τοῖσι περιπάτοισι πρᾳέσι προσάγειν καὶ τοῖσι γυμνασίοισι τοῖσι προγεγραμμένοισιν ἐς ἡμέρας ἕξ· τῇ δὲ ἑβδόμῃ πλησμονὴν προσθέντα ἔμετον ποιήσασθαι ἀπὸ τῶν ὁμοίων σιτίων, καὶ προσάγειν κατὰ τωὐτό· χρέεσθαι δὲ τούτοισιν ἐπὶ τέσσαρας ἑβδομάδας, μάλιστα γὰρ ἐν τοσούτῳ χρόνῳ καθίσταται· εἶτα προσάγειν τοῖσί τε σίτοισι καὶ τοῖσι πόνοισι, τούς τε ἐμέτους σὺν πλείονι χρόνῳ ποιέεσθαι, τά τε σιτία ἐν ἐλάσσονι προσάγειν, ὅκως τὸ σῶμα ἀνακομίσηται, καθιστάναι τε τὴν δίαιταν ἐς τὸ σύνηθες κατὰ μικρόν.

[74] Γίνεται δὲ καὶ τοιάδε ἀπὸ πλησμονῆς· ὁκόσοισιν ἡ μὲν κοιλίη καταπέσσει τὸ σιτίον, αἱ δὲ σάρκες μὴ δέχονται, ἐμμένουσα ἡ τροφὴ φῦσαν ἐμποιέει· ὁκόταν δὲ ἀριστήσῃ, καθίσταται, ὑπὸ γὰρ τοῦ ἰσχυροτέρου τὸ κουφότερον ἐξελαύνεται, καὶ δοκέουσιν ἀπηλλάχθαι· τὸ δὲ πολὺ πλέον ἐς τὴν ὑστεραίην παραγίνεται. Ὁκόταν δὲ καθ᾿ ἡμέρην ἑκάστην αὐξανόμενον ἰσχυρὸν γένηται, ἐκράτησε τὸ ὑπάρχον τῶν ἐπεισενεχθέντων, καὶ ἐξεθέρμηνε, καὶ ἐτάραξεν ἅπαν τὸ σῶμα, καὶ ἐποίησε διαῤῥοίην· τοῦτο γὰρ ὀνομάζεται, ἕως ἂν αὐτὴ μούνη σαπεῖσα ἡ τροφὴ ὑποχωρέῃ. Ὁκόταν δὲ θερμαινομένου τοῦ σώματος κάθαρσις δριμέα γένηται, τό τε ἔντερον ξύεται καὶ ἑλκοῦται καὶ διαχωρέεται αἱματώδεα, τοῦτο δὲ δυσεντερίη καλέεται, νοῦσος χαλεπή τε καὶ ἐπικίνδυνος. Ἀλλὰ χρὴ προμηθέεσθαι καὶ τὸ ἄριστον ἀφαιρέεσθαι καὶ τοῦ δείπνου τὸ τρίτον μέρος· τοῖσι δὲ πόνοισι πλείοσι, τῇσι πάλῃσι καὶ τοῖσι δρόμοισι καὶ περιπάτοισι χρέεσθαι, ἀπό τε τῶν γυμνασίων καὶ ὄρθρου· ὁκόταν δ᾿ ἡμέραι δέκα γένωνται, προσθεῖναι τοῦ σίτου τὸ ἥμισυ τοῦ ἀφαιρεθέντος, καὶ ἔμετον ποιήσασθαι, καὶ προσαγαγεῖν ἐς ἡμέρας τέσσαρας· ὁκόταν δὲ ἄλλη δεκὰς γένηται, τόν τε σῖτον τὸν λοιπὸν προσθέσθαι, καὶ ἔμετον ποιήσασθαι, καὶ προσάγων πρὸς τὸν σῖτον ὑγιέα ποιήσεις ἐν τούτῳ τῷ χρόνῳ· τοῖσι δὲ πόνοισι θαῤῥεῖν τὸν τοιοῦτον πιέζων.

[75] Γίνεται δὲ καὶ τοιάδε πλησμονή· ἐς τὴν ὑστεραίην τὸν σῖτον ἐρυγγάνεται ὠμὸν ἄτερ ὀξυρεγμίης, ἡ δὲ κοιλίη διαχωρέει, ἐλάσσω μὲν ἢ πρὸς τὰ σιτία, ὅμως δὲ ἱκανῶς, πόνος δὲ οὐδεὶς ἐγγίνεται· τουτέοισιν ἡ κοιλίη ψυχρὴ ἐοῦσα οὐ δύναται καταπέσσειν τὰ σιτία ἐν τῇ νυκτί· ὁκόταν γοῦν κινηθῇ, ἐρυγγάνεται τὸν σῖτον ὠμόν. Δεῖ οὖν τούτῳ παρασκευάσαι τῇ κοιλίῃ θερμασίην ἀπό τε τῆς διαίτης ἀπό τε τῶν πόνων· καὶ πρῶτον μὲν οὖν χρὴ ἄρτῳ θερμῷ χρέεσθαι ζυμίτῃ, διαθρύπτοντα ἐς οἶνον μέλανα ἢ ζωμὸν ὑείων κρεῶν· τοῖσί τε ἰχθύσιν ἑφθοῖσιν ἐν ἅλμῃ δριμείῃ· χρέεσθαι μὲν καὶ τοῖσι σαρκώδεσιν, οἷον ἀκροκωλίοισί τε διέφθοισι τοῖσιν ὑείοισι, τοῖσί τε πίοσιν ὑείοισιν ὀπτοῖσι, τοῖσι δὲ χοιρείοισι μὴ πολλοῖσι καὶ σκυλάκων μηδὲ ἐρίφων· λαχάνοισι δὲ πράσοισί τε καὶ σκορόδοισιν ἑφθοῖσι καὶ ὠμοῖσι, βλίτῳ τε ἑφθῷ καὶ κολοκύντῃ· πόμασί τε ἀκρητεστέροισιν, ὕπνοισί τε μακροῖσιν, ἀναριστίῃσι τὴν πρώτην· ὕπνοισί τε ἀπὸ τῶν γυμνασίων, τοῖσί τε δρόμοισι καμπτοῖσιν, ἐξ ὀλίγου προσάγων, πάλῃ τε μαλακῇ ἐν ἐλαίῳ, λουτροῖσί τε ὀλίγοισι, χρίσμασί τε πλείοσι, τοῖσί τε πρωῒ περιπάτοισι πλείστοισιν, ἀπὸ δείπνου τε ὀλίγοισι· καὶ τὸ σῦκον μετὰ τῶν σιτίων ἀγαθὸν, ἄκρητός τε ἐπ᾿ αὐτέῳ. Ἐκ δὲ ταύτης τῆς θεραπείης καθίσταται τοῖσι μὲν θᾶσσον, τοῖσι δὲ βραδύτερον.

[76] Ἄλλοι δέ τινες τοιάδε πάσχουσιν, ἀχροοῦσι τὴν ὄψιν, καὶ, ὁκόταν φάγωσιν, ἐρυγγάνουσιν ὀλίγον ὕστερον ὀξέα, καὶ ἐς τὰς ῥῖνας ἀνέρπει τὸ ὀξύ. Τούτοισι τὰ σώματα οὐ καθαρά ἐστιν· ὑπὸ γὰρ τοῦ πόνου πλεῖον τὸ συντηκόμενον τῆς σαρκὸς ἢ τὸ ἀποκαθαιρόμενον ὑπὸ τῆς περιόδου· ἐμμένον δὴ τοῦτο ἐναντιοῦται τῇ τροφῇ, καὶ βιάζεται, καὶ ἀποξύνει. Ἡ μὲν οὖν τροφὴ ἐρυγγάνεται, αὐτὸ δὲ ὑπὸ τὸ δέρμα ἐξωθέεται, καὶ τῷ ἀνθρώπῳ ἄχροιαν ἐμποιέει, καὶ νούσους ὑδρωποειδέας ἀποκυΐσκει. Ἀλλὰ χρὴ προμηθέεσθαι ὧδε· ἡ μὲν οὖν ταχυτέρη θεραπείη, ἑλλέβορον πίσαντα προσάγειν, ὥσπερ γέγραπταί μοι· ἡ δὲ ἀσφαλεστέρη ὑπὸ τῆς διαιτήσιος ὧδε· πρῶτον μὲν λουσάμενον θερμῷ ἔμετον ποιήσασθαι, εἶτα προσάγειν ἐς ἡμέρας ἀπὸ τοῦ ἐμέτου ἑπτὰ τὸ σιτίον τὸ εἰθισμένον· δεκάτῃ δὲ ἡμέρῃ ἀπὸ τοῦ ἐμέτου αὖθις ἐμεέτω, καὶ προσαγέτω κατὰ τωὐτό· καὶ τὸ τρίτον ὡσαύτως ποιησάτω· τοῖσι δὲ τροχοῖσιν ὀλίγοισι καὶ ὀξέσι καὶ ἀνακινήμασι καὶ τρίψει, καὶ διατριβῇ πολλῇ χρήσθω ἐν τῷ γυμνασίῳ, καὶ ἀλινδήσει χρεέσθω· τοῖσί τε περιπάτοισι πολλοῖσιν ἀπὸ τῶν γυμνασίων, ἀλλὰ μὴν καὶ ἀπὸ τοῦ δείπνου, πλείστοισι δὲ τοῖσιν ὀρθρίοισιν· ἐγκονιόμενος δὲ χριέσθω· ὁκόταν δὲ λούεσθαι θέλῃ, θερμῷ λουέσθω· ἀνάριστος δὲ διατελεέτω τοῦτον τὸν χρόνον. Καὶ ἢν μὲν ἐν μηνὶ καθιστῆται, θεραπευέσθω τὸ λοιπὸν τοῖσι προσήκουσιν· ἢν δέ τι ὑπόλοιπον ᾖ, χρεέσθω τῇ θεραπείῃ.

[77] Εἰσὶ δέ τινες οἷσιν ἐς τὴν ὑστεραίην ὀξυρεγμίαι γίνονται· τούτοισιν ἐν τῇ νυκτὶ ἡ ἀπόκρισις ἀπὸ τῆς πλησμονῆς γίνεται· ὁκόταν οὖν κινηθῇ ἐκ τοῦ ὕπνου τὸ σῶμα, πυκνοτέρῳ τῷ πνεύματι χρησάμενος, βιάζεται ἔξω σὺν τῷ πνεύματι θερμόν τε καὶ ὀξὺ, καὶ ἐκ τούτου νοῦσοι γίνονται, ἢν μή που προμηθείῃ χρέηται. Ξυμφέρει δὲ καὶ τούτοισιν ὡς καὶ τῷ προτέρῳ τὴν θεραπείην ποιήσασθαι· τοῖσι δὲ πόνοισι πλείοσι χρὴ τούτους χρέεσθαι.

[78] Γίνεται δέ τισι καὶ τοιάδε· ἐν τοῖσι πυκνοσάρκοισι τῶν σωμάτων, ὅταν τὰ σιτία διαθερμαίνηται καὶ διαχέηται ἀπὸ πρώτου ὕπνου, θερμαινομένης τῆς σαρκὸς ὑπό τε τῶν σιτίων διά τε τὸν ὕπνον, ἀπόκρισις γίνεται ἀπὸ τῆς σαρκὸς πολλὴ ὑγρῆς ἐούσης· εἶτα τὴν μὲν τροφὴν ἡ σὰρξ οὐ δέχεται πυκνὴ ἐοῦσα, τὸ δὲ ἀπὸ τῆς σαρκὸς ἀποκριθὲν ἐναντιούμενον τῇ τροφῇ καὶ βιαζόμενον ἔξω πνίγει τὸν ἄνθρωπον καὶ θερμαίνει, μέχρις ἂν ἐξεμέσῃ· ἔπειτα κουφότερος ἐγένετο· πόνος δὲ οὐδεὶς ἐν τῷ σώματι φανερός· ἀχροίη δὲ ἔνεστι· προϊόντος δὲ τοῦ χρόνου πόνοι τε γίνονται καὶ νοῦσοι. Πάσχουσι δὲ τούτοισι παραπλήσια καὶ ὁκόσοι ἀγύμναστοι ἐόντες, ἐξαπίνης πονήσαντες, σύντηξιν τῆς σαρκὸς βιαίαν καὶ πολλὴν ἐποίησαν. Χρὴ δὲ τοὺς τοιούτους ὧδε θεραπεύειν· ἀφελεῖν τῶν σίτων τὸ τρίτον μέρος· τοῖσι δὲ σίτοισι χρέεσθαι τοῖσι δριμέσι καὶ ξηροῖσι καὶ αὐστηροῖσι καὶ εὐώδεσι καὶ οὐρητικοῖσι, τοῖσι δὲ δρόμοισι τοῖσι μὲν πλείστοισι καμπτοῖσιν ἐν ἱματίῳ, γυμνοῖσι δὲ τοῖσι διαύλοισι καὶ τοῖσι τροχοῖσι, τρίψεσι δὲ καὶ πάλῃ ὀλίγῃ, ἀκροχειρισμοῖσιν, ἀκροχείρισις καὶ κωρυκομαχίη ξυμφορώτερον· τοῖσι δὲ περιπάτοισιν ἀπὸ τῶν γυμνασίων πολλοῖσι καὶ τοῖσιν ὀρθρίοισι καὶ ἀπὸ δείπνου· φωνῆς δὲ πόνος μάλα ἐπιτήδειος, κένωσιν γὰρ τοῦ ὑγροῦ ποιεύμενος ἀραιοῖ τὴν σάρκα· ξυμφέρει δὲ ἀνάριστον διάγειν· χρέεσθαι δὲ τοῖσι τοιούτοισιν ἐν ἡμέρῃσι δέκα· εἶτα προσθέσθαι τὸ ἥμισυ τοῦ σίτου τοῦ ἀφαιρεθέντος ἐς ἡμέρας ἕξ, καὶ ἔμετον ποιήσασθαι, ἐκ δὲ τοῦ ἐμέτου προσάγειν ἐς ἡμέρας τέσσαρας τὸ σιτίον· ὅταν δὲ ἡμέραι δέκα γένωνται ἀπὸ τοῦ ἐμέτου, κομισάσθω τὸ ἀφαιρεθὲν σιτίον ἅπαν· τοῖσι δὲ πόνοισι καὶ τοῖσι περιπάτοισι προσεχέτω, καὶ ὑγιὴς ἔσται. Ἡ δὲ τοιαύτη φύσις πόνου πλείονος δέεται ἢ σίτου.

[79] Ἑτέρα πλησμονή· πάσχουσι δέ τινες καὶ τοιάδε· διαχωρέει τὸ σιτίον αὐτέοισιν ὑγρὸν ἄπεπτον οἷον ἐκ λειεντερίης, καὶ πόνον οὐδένα παρέχει· πάσχουσι δὲ τοῦτο μάλιστα αἱ κοιλίαι ὅσαι ὑγραὶ καὶ ψυχραί εἰσιν· διὰ μὲν τὴν ψυχρότητα οὐ ξυνεψεῖ, διὰ δὲ τὴν ὑγρότητα διαχωρέει· τὸ οὖν σῶμα τρύχεται τροφὴν οὐ λαμβάνον τὴν προσήκουσαν, αἵ τε κοιλίαι διαφθείρονται, ἐς νούσους τε ἐμπίπτουσιν. Ἀλλὰ χρὴ προμηθέεσθαι· ξυμφέρει δὲ τούτῳ τῶν μὲν σιτίων ἀφελεῖν τὸ τρίτον μέρος· ἔστω δὲ τὰ σιτία ἄρτοι ἄζυμοι συγκομιστοὶ, κλιβανῖται, ἢ ἐγκρυφίαι, θερμοὶ ἐς οἶνον αὐστηρὸν ἐμβαπτόμενοι, καὶ τῶν ἰχθύων τὰ νωτιαῖα καὶ οὐραῖα, τὰ δὲ κεφάλαια καὶ ὑπογάστρια ἐᾷν ὡς ὑγρότερα· καὶ τοὺς μὲν ἑφθοὺς ἐν ἅλμῃ ἐσθίειν, τοὺς δὲ ὀπτοὺς ἐν ὄξει· καὶ τοῖσι κρέασι τεταριχευμένοισιν ἐν ἁλσὶ καὶ ὄξει· καὶ τοῖσι κυνείοισιν ὀπτοῖσι· καὶ φάσσης καὶ τῶν λοιπῶν τοιούτων ὀρνίθων, ὀπτοῖσι καὶ ἑφθοῖσι· λαχάνοισι δὲ ὡς ἥκιστα· οἴνῳ δὲ μέλανι ἀκρητεστέρῳ αὐστηρῷ· καὶ τοῖσι περιπάτοισιν ἀπό τε τοῦ δείπνου πολλοῖσι καὶ τοῖσιν ὀρθρίοισι, καὶ ἐκ τοῦ περιπάτου κοιμᾶσθαι· δρόμοισι δὲ καμπτοῖσιν ἐκ προσαγωγῆς· ἔστω δὲ καὶ τρίψις πολλή· καὶ πάλη βραχείη καὶ ἐν τῷ ἐλαίῳ καὶ ἐν τῇ κόνει, ὅκως διαθερμαινομένη ἡ σὰρξ ἀποξηραίνηταί τε καὶ τὸ ὑγρὸν ἐκ τῆς κοιλίης ἀντισπᾷ· ἀλείφεσθαι δὲ ξυμφέρει μᾶλλον ἢ λούεσθαι· ἀνάριστος δὲ διαγέτω· ὅταν δὲ γένωνται ἡμέραι ἑπτὰ, προσθέσθω τὸ ἥμισυ τοῦ σίτου τοῦ ἀφαιρεθέντος, καὶ ἔμετον ποιησάσθω, καὶ προσαγέτω ἐς τέσσαρας ἡμέρας τὸν σῖτον· τῇ δὲ ἄλλῃ ἑβδόμῃ κομισάσθω ἅπαν τὸ σιτίον· καὶ ἔμετον πάλιν ποιησάμενος προσαγέτω κατὰ τωὐτό.

[80] Ἄλλοισι δέ τισι γίνεται τοιάδε· τὸ διαχώρημα ἄσηπτον διαχωρέει, καὶ τὸ σῶμα τρύχεται τῶν σίτων οὐκ ἐπαυρισκόμενον· οὗτοι δὲ προϊόντος τοῦ χρόνου ἐμπίπτουσιν ἐς τὰς νούσους· τούτοισιν αἱ κοιλίαι ψυχραὶ καὶ ξηραί· ὁκόταν γοῦν μήτε σίτοισι προσήκουσι χρέωνται μήτε γυμνασίοισι, πάσχουσι ταῦτα. Ξυμφέρει δὲ τῷ τοιούτῳ ἄρτοισί τε καθαροῖσιν ἰπνίτῃσι χρέεσθαι, καὶ τοῖσιν ἰχθύσιν ἑφθοῖσιν ἐν ὑποτρίμμασι, καὶ κρέασιν ἑφθοῖσιν ὑείοισι, καὶ τοῖσιν ἀκροκωλίοισι διέφθοισι, καὶ τοῖσι πίοσιν ὀπτοῖσι, καὶ τῶν δριμέων καὶ τῶν ἁλυκῶν τοῖσιν ὑγραίνουσι, καὶ τοῖσιν ἁλμυροῖσιν· οἴνοισι δὲ μέλασι μαλακοῖσι· καὶ τῶν βοτρύων καὶ τῶν σύκων ἐμφορεῖσθαι ἔν γε τοῖσι σιτίοισι· χρὴ δὲ καὶ ἐναριστῇν μικρόν· τοῖσι δὲ γυμνασίοισι πλείοσι χρέεσθαι, δρόμοισι καμπτοῖσιν ἐκ προσαγωγῆς, ὑστάτοισι δὲ τροχοῖσι, καὶ μετὰ τὸν δρόμον πάλῃ σὺν ἐλαίῳ· περιπάτοισι δὲ μὴ πολλοῖσιν ἀπὸ τῶν γυμνασίων· ἀπὸ δείπνου δὲ ὅσον ἐξαναστῆναι· ὄρθρου δὲ πλείοσι περιπάτοισι χρῆσθαι· λουέσθω δὲ θερμῷ· χρεέσθω δὲ καὶ χρίσμασιν· ὕπνον δὲ πλείονα διδότω καὶ μαλακευνεέτω· χρὴ δὲ καὶ ἀφροδισιάσαι τι· τῶν δὲ σίτων ἀφελεῖν τὸ τέταρτον μέρος ἐν ἡμέρῃσι δέκα, καὶ προσάγειν αὐτὸν πρὸς τὰ σιτία.

[81] Εἰσὶ δέ τινες οἷσι τὸ διαχώρημα ὑγρὸν διαχωρέει καὶ σεσηπὸς, τοῖσιν ἄλλως ὑγιαίνουσι καὶ γυμναζομένοισι, καὶ πόνον οὐ παρέχει· οἱ δέ τινες ἀποκλείονται τῶν προσηκόντων· προϊόντος δὲ τοῦ χρόνου, τὰς σάρκας ἐπισπᾶται τῇ θερμασίῃ ἡ κοιλίη, καὶ πόνον δὴ παρέχει, καὶ τῶν σιτίων ἀποκλείονται, ἥ τε κοιλίη ἐξελκοῦται, στῆσαι δὲ χαλεπὸν ἤδη γίνεται αὐτήν. Ἀλλὰ χρὴ πρότερον προμηθέεσθαι γνόντα τὴν κοιλίην θερμὴν καὶ ὑγρὴν παρὰ τὸ προσῆκον, πόνων τε ὑπερβολὴν ἀξυμφόρων γεγενημένην. Τῇ οὖν διαίτῃ χρὴ ψῦξαι καὶ ξηρῆναι, καὶ πρῶτον μὲν τὰ γυμνάσια τὰ ἡμίσεα ἀφελεῖν, καὶ τῶν σιτίων τὸ τρίτον μέρος· χρήσθω δὲ μάζῃ προφυρητῇ τριπτῇ, καὶ τοῖσιν ἰχθύσι τοῖσι ξηροτάτοισιν ἑφθοῖσι καὶ μήτε λιπαροῖσι μήτε ἁλμυροῖσι· χρήσθω δὲ καὶ ὀπτοῖσι· κρέασι δὲ τοῖσιν ὀρνιθίοισιν, ἑφθοῖσι μὲν φάσσης, περιστερῆς, ὀπτοῖσι δὲ περδίκων καὶ ἀλεκτορίδων ἀνηδύντοισι, λαγώοισι δὲ ἑφθοῖσιν ἐν ὕδατι, καὶ τοῖσιν ἀγρίοισιν ἅπασι· λαχάνοισι δὲ ὅσα ψυκτικὰ, οἷον τοῖσι τεύτλοισι καθέφθοισιν ὀξηροῖσι· οἴνῳ δὲ μέλανι αὐστηρῷ· γυμνασίοισι δὲ τροχοῖσιν ὀξέσιν, ἀλλὰ τρίψις μὴ πολλὴ προσέστω, ἀλλ᾿ ὀλίγη, μηδὲ πάλη· ἀκροχείρησις καὶ χειρονομίη καὶ κωρυκομαχίη καὶ ἀλίνδησις ἐπιτήδεια, ἀλλὰ μὴ πολλή· τοῖσι δὲ περιπάτοισι καὶ ἀπὸ τοῦ γυμνασίου χρήσθω πρὸς τὸν πόνον ἱκανοῖσι, καὶ ἀπὸ τοῦ δείπνου πρὸς τὰ σιτία πλείστοισι, καὶ πρωῒ ξυμμέτρως πρὸς τὴν ἕξιν· λουέσθω δὲ χλιερῷ καὶ ἀτρεμεέτω· οὕτω δὲ διαιτηθεὶς ἡμέρας δέκα προσθέσθω τοῦ τε σιτίου τὸ ἥμισυ καὶ τῶν πόνων τὸ τρίτον μέρος· καὶ ἔμετον ποιησάσθω ἀπὸ τῶν ξηρῶν καὶ στρυφνῶν, καὶ μὴ διατριβέτω ἐν τῷ σίτῳ, ἀλλὰ τὴν ταχίστην ἐμείτω· ἐκ δὲ τοῦ ἐμέτου προσαγέτω ἐς ἡμέρας τέσσαρας τὸ σιτίον καὶ τὸ ποτὸν καὶ τὸν πόνον μερίζων· ὅταν δὲ ἡ δεκὰς τῶν ἡμερέων γένηται, προσθέσθω τὸν σῖτον τὸν λοιπὸν καὶ τῶν οἴνων τὸ πότιμον, πλὴν τῶν πόνων ἐνδεέστερον· καὶ ἔμετον ποιησάμενος προσαγέτω, καθάπερ γέγραπται· μονοσιτέειν δὲ τοῦτον τὸν χρόνον ξυμφέρει μέχρις ἂν καταστῇ.

[82] Ἄλλοισι δέ τισι ξηρόν τι καὶ συγκεκαυμένον τὸ διαχώρημα γίνεται, καὶ τὸ στόμα ξηρὸν, προϊόντος δὲ τοῦ χρόνου καὶ πικρὸν γίνεται, καὶ ἡ κοιλίη ἵσταται καὶ ἡ οὔρησις· ὅταν γὰρ μὴ ἔχῃ τὸ ἔντερον ὑγρασίην, περὶ τὸν ἀπόπατον περιοιδῆσαν ἀποφράσσει τὰς διεξόδους, ὀδύνην τε παρέχει, καὶ θέρμη λαμβάνει, καὶ ὅ τι ἂν πίῃ ἢ φάγῃ ἐξεμέει· τελευτῶν δὲ καὶ κόπρον ἐμέει· οὗτος οὐ βιώσιμος, ὅταν ἐς τοῦτο ἔλθῃ. Ἀλλὰ χρὴ πρότερον προμηθέεσθαι γινώσκοντα ὅτι ξηρασίῃ θερμῇ κρατέεται ὥνθρωπος. Διαιτῆσθαι οὖν χρὴ αὐτὸν τῇ τε μάζῃ προφυρητῇ ῥαντῇ καὶ ἄρτῳ σιτανίων πυρῶν τῷ τε χυλῷ τῶν πιτύρων ἐξυμωμένῳ, λαχάνοισί τε χρῆσθαι πλὴν τῶν δριμέων καὶ ξηρῶν καὶ ἑψανοῖσι· καὶ τῶν ἰχθύων τοῖσι κουφοτάτοισιν ἑφθοῖσι· καὶ τοῖσι κεφαλαίοισι τῶν τε ἰχθύων καὶ καράβων· μυσὶ καὶ ἐχίνοισι καὶ τοῖσι καρκίνοισι, καὶ τῶν κογχυλίων τοῖσι χυλοῖσι καὶ αὐτοῖσι τοιούτοισιν ὑγροτάτοισι· κρέασι δὲ, τοῖσιν ὑείοισιν ἀκροκωλίοισιν ἐμπροσθίοισιν ἑφθοῖσι καὶ ἐρίφων καὶ ἀρνῶν καὶ σκυλάκων ἑφθοῖσιν· ἰχθύων δὲ τοῖσι ποταμίοισι καὶ λιμναίοισιν ἑφθοῖσιν· οἴνῳ μαλακῷ, ὑδαρεῖ· τοῖσι δὲ πόνοισι μὴ πολλοῖσι μηδὲ ταχέσιν, ἀλλ᾿ ἡσύχοισι πᾶσι· τοῖσι δὲ περιπάτοισι πρωῒ μὲν χρήσθω, πρὸς τὴν ἕξιν ἱκανοῖσι καὶ ἀπὸ γυμνασίου πρὸς τὸν πόνον ξυμμέτροισιν· ἀπὸ δείπνου δὲ μὴ περιπατείτω· λουτροῖσι δὲ χρήσθω καὶ ὕπνοισι μαλακοῖσι καὶ ἀρίστῳ· ὕπνῳ τε μετὰ τὸ ἄριστον μὴ μακρῷ· ὀπώρῃ τε τῇ ὑγραινούσῃ μετὰ τῶν σιτίων χρήσθω· καὶ τοῖσιν ἐρεβίνθοισι τοῖσι χλωροῖσι, καὶ ξηροὺς δὲ βρέξας ἐν ὕδατι· ἀφελέσθω δὲ τῶν πόνων καὶ οὗτος ἐξ ἀρχῆς τοὺς ἡμίσεας τῶν πρόσθεν· καὶ ἔμετον ποιησάσθω ἀπὸ γλυκέων καὶ λιπαρῶν καὶ ἁλμυρῶν καὶ πλειόνων, ἐνδιατριβέτω δὲ ὡς πλεῖστον χρόνον ἐν τοῖσι σιτίοισι πρὸς τοὺς ἐμέτους· εἶτα προσαγέτω τὸ σιτίον ἐς ἡμέρας τρεῖς, καὶ μὴ μενέτω ἀνάριστος· ὁκόταν δὲ ἡμέραι δέκα γένωνται, τῶν πόνων προσαγέτω πλείονας· κἢν μὲν οὖν ἢ πλησμονὴ ἐνῇ ἀπὸ τοῦ σιτίου ἢ τῆς κοιλίης πλημμέλεια, ἐμεσάτω· ἢν δὲ μὴ, οὕτω θεραπευέσθω τὸν ἐπίλοιπον χρόνον.

[83] Γίνεται δὲ καὶ τοιάδε· φρῖκαι ἀπὸ τῶν περιπάτων ἐγγίνονται τῶν τοῦ ὄρθρου, καὶ τὴν κεφαλὴν βαρύνεται τοσούτῳ ὁκόσῳ πλείονες οἱ περίπατοι τῆς ξυμμετρίης· κενούμενον γὰρ τὸ σῶμα καὶ ἡ κεφαλὴ τοῦ ὑγροῦ φρίσσει καὶ βαρύνεται· προϊόντος δὲ τοῦ χρόνου ἐς πυρετὸν ἀφικνέεται φρικώδεα. Ἀλλ᾿ οὐ χρὴ προΐεσθαι ἐς τοῦτο, ἀλλ᾿ ἐκθεραπεύεσθαι πρότερον ὧδε· ὅταν γένηται τάχιστα τῶν τεκμηρίων τινὰ, χρισάμενον καὶ ἀνατριψάμενον ὀλίγα, τὸ ἄριστον ποιήσασθαι πλέον τοῦ εἰθισμένου, καὶ πιεῖν ἱκανὸν οἶνον μαλακὸν, εἶτα ὕπνῳ χρήσασθαι ἀπὸ τοῦ ἀρίστου ἱκανῶς· ἐς τὴν ἑσπέρην δὲ κούφοισι χρησάμενον γυμνασίοισι θερμῷ τε λουσάμενον, δειπνῆσαι τὸ εἰθισμένον· περιπάτοισι δὲ μὴ χρῆσθαι ἀπὸ δείπνου, διατρίβειν δὲ χρόνον· τῇ δὲ ὑστεραίῃ ἀφελέσθω τῶν γυμνασίων πάντων καὶ τῶν περιπάτων τὸ τρίτον μέρος, τοῖσι δὲ σίτοισι χρησάσθω ὥσπερ εἴθιστο· λουέσθω δὲ χλιαρῷ, καὶ τῷ ἐλαίῳ ἀλειφέσθω ἐν τῷ ὕδατι· ὕπνοισί τε μαλακοῖσι διαγέτω, ἡμέρῃσι δὲ πέντε τοὺς πόνους προσαγέτω κατὰ μικρόν.

[84] Εἰσὶ δέ τινες οἳ φρίσσουσιν ἐκ τῶν γυμνασίων, καὶ, ἐπειδὰν ἐκδύηται, μέχρις ἂν διαγωνίσηται· ὅταν δὲ ψύχηται, πάλιν φρίσσει· βρυγμός τε τὸ σῶμα ἔχει· ὑπνώσσει τε, ὅταν δὲ ἐξέγρηται, χασμᾶται πολλάκις· ἐκ δὲ τοῦ ὕπνου τὰ βλέφαρα βαρέα αὐτῷ· προϊόντος δὲ τοῦ χρόνου καὶ πυρετοὶ ἐπιγίνονται φαῦλοι, καὶ φλυαρεῖ. Φυλάσσεσθαι οὖν χρὴ μὴ προΐεσθαι ἐς τοῦτο, ἀλλὰ θεραπεύεσθαι πρότερον ὧδε· πρῶτον μὲν τῶν γυμνασίων ἀφελέσθω πάντα ἢ τὰ ἡμίσεα· τοῖσι δὲ σιτίοισιν ἅπασι χρήσθω ὑγροτέροισί τε καὶ ψυχροτέροισι, καὶ τοῖσι πόμασι μαλακωτέροισι καὶ ὑδαρεστέροισιν· ὅταν δὲ παρέλθωσιν ἡμέραι πέντε, τῶν πόνων προσθέσθω τὸ τρίτον μέρος τῶν ἀφαιρεθέντων· τοῖσι δὲ σιτίοισι χρήσθω τοῖσιν αὐτοῖσι· πέμπτῃ δὲ ἡμέρῃ ἄλλῃ τοὺς ἡμίσεας τῶν λοιπῶν πόνων προσθέσθω· αὖθις δὲ πέμπτῃ μετὰ τοῦτο ἀπόδος τοὺς πόνους πάντας κουφοτέρους καὶ ἐλάσσονας, ὡς μὴ πάλιν ὑπερβολὴ γένηται.

[85] Τοῖσι γὰρ πάσχουσι ταῦτα τὰ τεκμήρια οἱ πόνοι κρέσσους εἰσὶ τῶν σιτίων· ἀνισάζειν οὖν χρή. Ἔνιοι δὲ οὐ ταῦτα πάντα πάσχουσιν, ἀλλὰ τὰ μὲν, τὰ δ᾿ οὔ. Πάντων δὲ τουτέων τῶν τεκμηρίων οἱ πόνοι κρατέουσι τῶν σίτων, καὶ ἡ θεραπείη ἡ αὐτή. Ξυμφέρει δὲ τούτοισι θερμολουτέειν καὶ μαλακῶς εὐνάζεσθαι, μεθυσθῆναι δὲ ἅπαξ ἢ δὶς, πλὴν ἀλλὰ μὴ ἐς ὑπερβολήν· ἀφροδισιάσαι τε ὅταν ἐπιγένηται· ῥᾳθυμῆσαι πρὸς τοὺς πόνους, πλὴν τῶν περιπάτων.


Περὶ Διαίτης Δ᾿ ἢ τὸ περὶ ἐνυπνίων

ΠΕΡΙ ΔΙΑΙΤΗΣ.
ΤΟ ΤΕΤΑΡΤΟΝ
Η ΤΟ ΠΕΡΙ ΕΝΥΠΝΙΩΝ.

[86] Περὶ δὲ τῶν τεκμηρίων τῶν ἐν τοῖσιν ὕπνοισιν ὅστις ὀρθῶς ἔγνωκε, μεγάλην ἔχοντα δύναμιν εὑρήσει πρὸς ἅπαντα. Ἡ γὰρ ψυχὴ ἐγρηγορότι μὲν τῷ σώματι ὑπερητέουσα, ἐπὶ πολλὰ μεριζομένη, οὐ γίγνεται αὐτὴ ἑωυτῆς, ἀλλ᾿ ἀποδίδωσί τι μέρος ἑκάστῳ τοῦ σώματος, ἀκοῇ, ὄψει, ψαύσει, ὁδοιπορίῃ, πρήξεσι παντὸς τοῦ σώματος· αὐτὴ δ᾿ ἑωυτῆς ἡ διάνοια οὐ γίνεται. Ὁκόταν δὲ τὸ σῶμα ἡσυχάσῃ, ἡ ψυχὴ κινευμένη καὶ ἐπεξέρπουσα τὰ μέρη τοῦ σώματος διοικέει τὸν ἑωυτῆς οἶκον, καὶ τὰς τοῦ σώματος πρήξιας ἁπάσας αὐτὴ διαπρήσσεται. Τὸ μὲν γὰρ σῶμα καθεῦδον οὐκ αἰσθάνεται, ἡ δ᾿ ἐγρηγοροῦσα γινώσκει, καθορῇ τε τὰ ὁρατὰ καὶ διακούει τὰ ἀκουστὰ, βαδίζει, ψαύει, λυπέεται, ἐνθυμέεται, ἐν ὀλίγῳ ἐοῦσα, ὁκόσαι τοῦ σώματος ὑπηρεσίαι ἢ τῆς ψυχῆς, ταῦτα πάντα ἡ ψυχὴ ἐν τῷ ὕπνῳ διαπρήσσεται. Ὅστις οὖν ἐπίσταται κρίνειν ταῦτα ὀρθῶς, μέγα μέρος ἐπίσταται σοφίης.

[87] Ὁκόσα μὲν οὖν τῶν ἐνυπνίων θεῖά ἐστι καὶ προσημαίνει τινὰ συμβησόμενα ἢ πόλεσιν ἢ τῷ ἰδιώτῃ λαῷ ἢ κακὰ ἢ ἀγαθὰ μὴ δι᾿ αὐτῶν ἁμαρτίην, εἰσὶν οἳ κρίνουσι περὶ τῶν τοιούτων ἀκριβῆ τέχνην ἔχοντες· ὁκόσα δὲ ἡ ψυχὴ τοῦ σώματος παθήματα προσημαίνει, πλησμονῆς ἢ κενώσιος ὑπερβολὴν τῶν ξυμφύτων, ἢ μεταβολὴν τῶν ἀηθέων, κρίνουσι μὲν καὶ ταῦτα, καὶ τὰ μὲν τυγχάνουσι, τὰ δὲ ἁμαρτάνουσι, καὶ οὐδέτερα τούτων γινώσκουσι, διότι γίνεται, οὔθ᾿ ὅ τι ἂν ἐπιτύχωσιν, οὔθ᾿ ὅ τι ἂν ἁμάρτωσι· φυλάσσεσθαι δὲ παραινεῦντες, μή τι κακὸν λάβῃ, οὐ διδάσκουσιν ὡς χρὴ φυλάξασθαι, ἀλλὰ θεοῖσιν εὔξασθαι κελεύουσι. Καὶ τὸ μὲν εὔχεσθαι πρέπον καὶ λίην ἐστὶν ἀγαθόν· δεῖ δὲ καὶ αὐτὸν ξυλλαμβάνοντα τοὺς θεοὺς ἐπικαλέεσθαι.

[88] Ἔχει δὲ περὶ τούτων ταῦτα ὧδε· ὁκόσα τῶν ἐνυπνίων τὰς ἡμερινὰς πρήξιας τοῦ ἀνθρώπου ἢ διανοίας ἐς τὴν εὐφρόνην ἐνυπνιάζεται ὑστέρην, καὶ ἀποδίδωσι κατὰ τρόπον γενόμενα, ὥσπερ τῆς ἡμέρης ἐπρήχθη ἢ ἐβουλεύθη ἐν δικαίῳ πρήγματι, ταῦτα τῷ ἀνθρώπῳ ἀγαθά· ὑγείην γὰρ σημαίνει, διότι ἡ ψυχὴ παραμένει ἐν τοῖσιν ἡμερινοῖσι βουλεύμασιν, οὔτε πλησμονῇ τινι κρατηθεῖσα οὔτε κενώσει οὔτε ἄλλῳ οὐδενὶ ἔξωθεν προσπεσόντι. Ὅταν δὲ πρὸς τὰς ἡμερινὰς πρήξιας ὑπεναντίωται τὰ ἐνύπνια καὶ ἐγγίνηται περὶ αὐτέων ἡ μάχη ἢ νίκη, τοῦτο σημαίνει ταραχὴν ἐν τῷ σώματι· καὶ ἢν μὲν ἰσχυρὴ ᾖ, ἰσχυρὸν τὸ κακὸν, ἢν δὲ φαύλη, ἀσθενέστερον. Περὶ μὲν οὖν τῆς πρήξιος, εἴτε δεῖ ἀποτρέπειν εἴτε μὴ δεῖ, οὐ κρίνω, τὸ δὲ σῶμα τοῦ ἀνθρώπου θεραπεύεσθαι ξυμβουλεύω· πλησμονῆς γάρ τινος ἐγγενομένης ἀπόκρισις ἐγένετό τις, ἥτις ἐτάραξε τὴν ψυχήν. Ἢν μὲν οὖν ἰσχυρὸν ᾖ τὸ ἐναντιωθὲν, ἔμετόν τε ξυμφέρει ποιήσασθαι, καὶ τοῖσι σιτίοισι κούφοισι προσάγειν ἐς ἡμέρας πέντε, καὶ τοῖσι περιπάτοισιν ὀρθρίοισι πολλοῖσι καὶ ὀξέσιν ἐκ προσαγωγῆς χρέεσθαι, καὶ τοῖσι γυμνασίοισιν ἐπιγυμνάζεσθαι συμμέτροισι πρὸς τὴν προσαγωγὴν τῶν σιτίων. Ἢν δὲ ἀσθενέστερον τὸ ἐναντιωθὲν γένηται, ἀφελὼν τὸν ἔμετον, τὸ τρίτον μέρος ἄφελε τοῦ σιτίου, καὶ τοῦτο ἡσυχῇ προσάγου πάλιν ἐς τὰς πέντε ἡμέρας· καὶ τοῖσι περιπάτοισι πιέζειν, καὶ τοῖσι τῆς φωνῆς πόνοισι χρεέσθω, καὶ τοῖσι θεοῖσιν εὐχέσθω, καὶ καταστήσεται αὐτῷ ἡ ταραχή.

[89] Ἥλιον δὲ καὶ σελήνην καὶ οὐρανὸν καὶ ἀστέρας καθαρὰ καὶ εὐαγέα, κατὰ τρόπον ὁρεόμενα ἕκαστα, ἀγαθά· ὑγείην γὰρ τῷ σώματι σημαίνει ἀπὸ πάντων τῶν ὑπαρχόντων· ἀλλὰ χρὴ διαφυλάσσειν ταύτην τὴν ἕξιν τῇ παρούσῃ διαίτῃ. Εἰ δέ τι τούτων ὑπεναντίον γένοιτο, νοῦσόν τινα τῷ σώματι σημαίνει, ἀπὸ μὲν τῶν ἰσχυροτέρων ἰσχυροτέρην, ἀπὸ δὲ τῶν ἀσθενεστέρων κουφοτέρην. Καὶ ἄστρων μὲν οὖν ἡ ἔξω περίοδος, ἡλίου δὲ ἡ μέση, σελήνης δὲ ἡ πρὸς τὰ κοῖλα. Ὅ τι μὲν οὖν δοκοίη τουτέων τῶν ἄστρων σβέννυσθαι ἢ βλάπτεσθαι ἢ ἀφανίζεσθαι ἢ ἐπέχεσθαι τῆς περιόδου, ἢν μὲν ὑπὸ ἠέρος ὁρᾷ ἢ νεφέλης τι τῶν ἄστρων τούτων πάσχον, ἀσθενέστερον, ἢν δὲ ὑπὸ ὕδατος ἢ χαλάζης, ἰσχυρότερον· σημαίνει δὲ ἀπόκρισιν ἐν τῷ σώματι ὑγρὴν καὶ φλεγματώδεα γενομένην, ἐς τὴν ἔξω περιφορὴν ἐσπεπτωκέναι. Ξυμφέρει τοιγαροῦν τούτῳ τοῖσί τε δρόμοισιν ἐν τοῖσιν ἱματίοισι κεχρῆσθαι πολλοῖσιν, ἐξ ὀλίγου προσάγοντα, ὅκως ἐξιδρώσει ὡς μάλιστα, καὶ τοῖσι περιπάτοισιν ἀπὸ τοῦ γυμνασίου πολλοῖσι· καὶ ἀναρίστον διάγειν· τῶν τε σιτίων ἀφελόμενον τὸ τρίτον μέρος προσάγειν ἐς πέντε ἡμέρας· εἰ δὲ δοκοίη ἰσχυρὸν εἶναι, καὶ πυριῆσαι· τὴν γὰρ κάθαρσιν διὰ τοῦ χρωτὸς ξυμφέρει ποιέεσθαι, διότι ἐν τῇ ἔξω περιφορῇ ἐστι τὸ βλάβος· τοῖσι δὲ σιτίοισι χρῆσθαι ξηροῖσι, δριμέσιν, αὐστηροῖσιν, ἀκρήτοισι, καὶ τοῖσι πόνοισι τοῖσι ξηραίνουσι μάλιστα. Εἴ τι δὲ τούτων ἡ σελήνη πάσχοι, εἴσω τὴν ἀντίσπασιν ποιέεσθαι ξυμφέρει, ἐμέτῳ χρησάμενον ἀπὸ τῶν δριμέων καὶ ἁλμυρῶν καὶ μαλακῶν σιτίων. Τοῖσι δὲ τῆς φωνῆς πόνοισι, καὶ ἀναριστίῃσι, καὶ τοῦ σίτου τῇ ἀφαιρέσει, καὶ προσαγωγῇ ὡσαύτως· διὰ τοῦτο δὲ εἴσω ἀντισπαστέον, διότι πρὸς τὰ κοῖλα τοῦ σώματος τὸ βλαβερὸν ἐφάνη. Εἰ δὲ ὁ ἥλιος τοιοῦτό τι πάσχει, ἰσχυρότερον τοῦτο ἤδη καὶ δυσεξαγωγότερον· δεῖ δὲ ἀμφοτέρως τὰς ἀντισπάσιας ποιέεσθαι καὶ τοῖσι δρόμοισι τοῖσί τε καμπτοῖσι καὶ τροχοῖσι χρῆσθαι καὶ τοῖσι περιπάτοισι καὶ τοῖσιν ἄλλοισι πόνοισι πᾶσι, τῶν δὲ σίτων τῇ ἀφαιρέσει καὶ τῇ προσαγωγῇ ὡσαύτως· ἔπειτα ἐξεμέσαντα αὖθις προσάγειν πρὸς τὰς πέντε. Εἰ δὲ αἰθρίης ἐούσης θλίβεται καὶ ἀσθενέα δοκέει εἶναι καὶ ὑπὸ τῆς ξηρασίης τῆς περιόδου κρατέεσθαι, σημαίνει κίνδυνον ἐς νοῦσον πεσεῖν· ἀλλὰ χρὴ τῶν πόνων ἀφαιρέειν, τῇ τε διαίτῃ ὑγροτέρῃ καὶ μαλακῇ χρέεσθαι, καὶ λουτροῖσι καὶ ῥᾳθυμίη πλείονι, καὶ ὕπνῳ πολλῷ, μέχρις ἂν καταστῇ. Εἰ δὲ πυροειδὲς δοκοίη εἶναι τὸ ἐναντιούμενον καὶ θερμὸν, χολῆς ἀπόκρισιν σημαίνει· εἰ μὲν οὐ κρατοίη τὰ ὑπάρχοντα, νοῦσον σημαίνει· εἰ δὲ καὶ ἀφανίζοιτο τὰ κρατεύμενα, κίνδυνος ἐς θάνατον ἐκ τῆς νούσου ἐλθεῖν. Εἰ δὲ τρεφθῆναι δοκοίη ἐς φυγὴν τὸ ὑπάρχον, φεύγειν δὲ ταχέως, τοὺς δὲ διώκειν, κίνδυνος μανῆναι τὸν ἄνθρωπον, ἢν μὴ θεραπευθῇ. Ξυμφέρει δὲ τούτοισι πᾶσι μάλιστα μὲν ἑλλεβόρῳ καθαρθέντας διαιτῆσθαι· ἢν δὲ μὴ, τῇ πρὸς ὕδατος διαίτῃ χρῆσθαι ξυμφέρει, οἶνον δὲ μὴ πίνειν· εἰ δ᾿ οὖν, λευκὸν, λεπτὸν, μαλακὸν, ὑδαρέα· ἀπέχεσθαι δὲ δριμέων, ξηραντικῶν, θερμαντικῶν, ἁλμυρῶν· πόνοισι δὲ τοῖσι κατὰ φύσιν πλείστοισι χρέεσθαι καὶ δρόμοισιν ἐν ἱματίῳ πλείστοισι· τρίψις δὲ μὴ ἔστω, μηδὲ πάλη, μηδὲ ἀλίνδησις· ὕπνοισι πολλοῖσι μαλακευνείτω, καὶ ῥᾳθυμείτω πλὴν τῶν κατὰ φύσιν πόνων· ἀπὸ δὲ τοῦ δείπνου περιπατείτω· ἀγαθὸν δὲ καὶ πυριῆσθαι· ἐμέειν δ᾿ ἐκ τῆς πυριῆς· τριήκοντα δὲ ἡμερέων μὴ πληρωθῇ· ὅταν δὲ πληρωθῇ, δὶς ἐν τῷ μηνὶ ἐμεσάτω ἀπὸ τῶν γλυκέων καὶ ὑδαρέων καὶ κούφων. Ὁκόσα δὲ τούτων πλανᾶται ἄλλοτε ἄλλῃ μὴ ὑπ᾿ ἀνάγκης, ψυχῆς τινα τάραξιν σημαίνει ὑπὸ μερίμνης· ξυμφέρει δὲ τούτῳ ῥᾳθυμῆσαί τε καὶ τὴν ψυχὴν τραπῆναι πρὸς θεωρίας, μάλιστα μὲν πρὸς τὰς φερούσας γέλωτας, εἰ δὲ μὴ, ὅ τι μάλιστα ἡσθήσεται θεησάμενος, ἡμέρας δύο ἢ τρεῖς, καὶ καταστήσεται· εἰ δὲ μὴ, κίνδυνος ἐς νοῦσον πίπτειν. Ὅ τι δ᾿ ἂν ἐκ τῆς περιφορῆς ἐκπίπτειν δοκέῃ τῶν ἄστρων ὁκόσα μὲν καθαρὰ καὶ λαμπρὰ καὶ πρὸς ἕω δοκέει φέρεσθαι, ὑγείην σημαίνει· ὅ τι γὰρ ἐν τῷ σώματι καθαρὸν ἐὸν ἐκκρίνεται ἐκ τῆς περιόδου κατὰ φύσιν ἀφ᾿ ἑσπέρας πρὸς ἠῶ, ὀρθῶς ἔχει· καὶ γὰρ τὰ ἐς τὴν κοιλίην ἀποκρινόμενα καὶ τὰ ἐς τὴν σάρκα ἀπερευγόμενα ἅπαντα ἐκ τῆς περιόδου ἐκπίπτει. Ὅ τι δ᾿ ἂν τούτων μέλαν καὶ ἀμυδρὸν καὶ πρὸς ἑσπέρην δοκέῃ φέρεσθαι, ἢ ἐς τὴν θάλασσαν ἢ ἐς τὴν γῆν ἢ ἄνω μᾶλλον, ταῦτα σημαίνει τὰς νούσους· τὰ μὲν ἄνω φερόμενα ῥεῦμα κεφαλῆς ἐστι δηλοῦντα· ὁκόσα δὲ ἐς θάλασσαν, κοιλίης νουσήματα· ὁκόσα δὲ ἐς γῆν, φύματα μάλιστα σημαίνει τὰ ἐν τῇ σαρκὶ φυόμενα. Τούτοισι ξυμφέρει τὸ τρίτον μέρος τοῦ σίτου ἀφελέσθαι, ἐμέσαντας δὲ προσάγειν ἐς ἡμέρας πέντε, ἐν ἄλλῃσι δὲ πέντε κομίσασθαι τὰ σιτία πάντα· καὶ ἐμέσας πάλιν προσαγέσθω κατὰ τὸν αὐτὸν τρόπον. Ὅ τι δ᾿ ἂν τῶν οὐρανίων ἐφέζεσθαι δόξῃ σοι καθαρὸν μὲν καὶ ὑγρὸν ἐὸν, ὑγιαίνειν σημαίνει, διότι ἐκ τοῦ αἰθέρος ἐς τὸν ἄνθρωπον καθαρὸν κατελθόν ἐστι, τοιοῦτον δὲ καὶ ἡ ψυχὴ ὁρῇ οἷόν περ ἐσῆλθεν· ὅ τι δ᾿ ἂν μέλαν ᾖ καὶ μὴ καθαρὸν μηδὲ διαφανὲς, νοῦσον σημαίνει, οὔτε διὰ πλησμονὴν οὔτε διὰ κένωσιν, ἀλλ᾿ ἔξωθεν ἐπαγωγῇ. Ξυμφέρει δὲ τούτῳ τροχοῖσιν ὀξέσι κεχρῆσθαι, ὅκως σύντηξις μὲν ὡς ἐλαχίστη τοῦ σώματος γένηται, πνεύματι δὲ ὡς πυκνοτάτῳ χρησάμενος ἐκκρίνῃ τὸ παρελθόν· ἀπὸ δὲ τῶν τροχῶν περιπάτοισιν ὀξέσιν· ἡ δὲ δίαιτα μαλακὴ καὶ κούφη προσαχθήτω ἐς ἡμέρας τέσσαρας. Ὅ τι δ᾿ ἂν παρὰ θεοῦ δοκέῃ λαμβάνειν καθαροῦ καθαρὸν, ἀγαθὸν πρὸς ὑγείην· σημαίνει γὰρ τὰ ἐσιόντα ἐς τὸ σῶμα εἶναι καθαρά. Ὅ τι δ᾿ ἂν τούτου τὸ ἐναντίον δοκέῃ ὁρῇν, οὐκ ἀγαθόν· νοῦσον γὰρ ἐς τὸ σῶμα σημαίνει ἐσεληλυθέναι· χρὴ οὖν ὡς τὸν πρότερον θεραπευθῆναι καὶ τοῦτον. Εἰ δὲ δοκοίη ὕεσθαι ὕδατι μαλθακῷ ἐν εὐδίῃ, καὶ μὴ σφόδρα βρέχεσθαι, μηδὲ δεινῶς χειμάζειν, ἀγαθόν· σημαίνει γὰρ σύμμετρον καὶ καθαρὸν τὸ πνεῦμα ἐκ τοῦ ἠέρος ἐληλυθέναι. Εἰ δὲ τούτων τἀναντία, σφόδρα ὕεσθαι καὶ χειμῶνα καὶ ζάλην εἶναι, ὕδατί τε μὴ καθαρῷ, νοῦσον σημαίνει ἀπὸ τοῦ πνεύματος τοῦ ἐπακτοῦ· ἀλλὰ χρὴ καὶ τοῦτον ὡσαύτως διαιτηθῆναι, σιτίοισί τε ὀλίγοισι πάντας τούτους. Περὶ μὲν οὖν τῶν οὐρανίων σημείων οὕτω χρὴ γινώσκοντα προμηθέεσθαι καὶ ἐκδιαιτῆσθαι καὶ τοῖσι θεοῖσιν εὔχεσθαι, ἐπὶ μὲν τοῖσιν ἀγαθοῖσιν Ἡλίῳ, Διὶ οὐρανίῳ, Διὶ κτησίῳ, Ἀθηνᾷ κτησίῃ, Ἑρμῇ, Ἀπόλλωνι, ἐπὶ δὲ τοῖσιν ἐναντίοισι τοῖσιν ἀποτροπαίοισι, καὶ Γῇ καὶ ἥρωσιν, ἀποτρόπαια γενέσθαι τὰ χαλεπὰ πάντα.

[90] Προσημαίνει δὲ καὶ τάδε πρὸς ὑγείην, τῶν ἐπὶ γῆς ὀξὺ ὁρῇν καὶ ἀκούειν, ὁδοιπορέειν τε ἀσφαλῶς καὶ τρέχειν ἀσφαλῶς καὶ ἄτερ φόβου, καὶ τὴν γῆν ὁρῇν λείην καὶ καλῶς εἰργασμένην, καὶ τὰ δένδρεᾳ θαλέοντα καὶ πολύκαρπα, καὶ ἥμερα, καὶ ποταμοὺς ῥέοντας κατὰ τρόπον καὶ ὕδατι καθαρῷ μήτε πλέονι μήτε ἐλάσσονι τοῦ προσήκοντος, τάς τε κρήνας καὶ τὰ φρέατα ὡσαύτως. Ταῦτα πάντα οὕτως ὁρώμενα σημαίνει ὑγείην τῷ ἀνθρώπῳ, καὶ τὸ σῶμα κατὰ τρόπον πάσας τε τὰς περιόδους καὶ τὰς προσαγωγὰς καὶ τὰς ἀποκρίσεις εἶναι. Εἰ δέ τι τούτων ὑπεναντίον ὁρῷτο, βλάβος σημαίνει τι ἐν τῷ σώματι· ὄψιος μὲν καὶ ἀκοῆς βλαπτομένων, περὶ τὴν κεφαλὴν νοῦσον σημαίνει· τοῖσιν οὖν ὀρθρίοισι περιπάτοισι καὶ τοῖσιν ἀπὸ δείπνου πλέοσι χρηστέον πρὸς τῇ προτέρῃ διαίτῃ. Τῶν σκελέων δὲ βλαπτομένων, ἐμέτοισιν ἀντισπαστέον, καὶ τῇ πάλῃ πλείονι χρηστέον πρὸς τῇ προτέρῃ διαίτῃ. Γῆ δὲ τραχείη οὐ καθαρὴν τὴν σάρκα σημαίνει· τοῖσιν οὖν ἀπὸ τῶν γυμνασίων περιπάτοισι πλείοσι πονητέον. Δένδρων δὲ ἡ ἀκαρπία σπέρματος τοῦ ἀνθρωπίνου διαφθορὴν δηλοῖ· ἢν μὲν οὖν φυλλοῤῥοοῦντα ᾖ τὰ δένδρα, ὑπὸ τῶν ὑγρῶν καὶ ψυχρῶν βλάπτεται· ἢν δὲ τεθήλῃ μὲν, ἄκαρπα δὲ ᾖ ὑπὸ τῶν θερμῶν καὶ ξηρῶν· τὰ μὲν οὖν τοῖσι διαιτήμασι χρὴ ξηραίνειν καὶ θερμαίνειν, τὰ δὲ ψύχειν καὶ ὑγραίνειν. Ποταμοὶ δὲ μὴ κατὰ τρόπον γινόμενοι αἵματος περίοδον σημαίνουσι, πλέον μὲν ῥέοντες ὑπερβολὴν, ἔλασσον δὲ ῥέοντες ἔλλειψιν· δεῖ δὲ τῇ διαίτῃ τὸ μὲν αὐξῆσαι, τὸ δὲ μειῶσαι. Μὴ καθαροὶ δὲ ῥέοντες ταραχὴν σημαίνουσι· καθαίρονται δὲ ὑπὸ τῶν τροχῶν καὶ τῶν περιπάτων πνεύματι πυκνῷ ἀνακινεύμενα. Κρῆναι δὲ καὶ φρέατα περὶ τὴν κύστιν τι σημαίνει· ἀλλὰ χρὴ τοῖσιν οὐρητικοῖσιν ἐκκαθαίρειν. Θάλασσα δὲ ταρασσομένη κοιλίης νοῦσον σημαίνει· ἀλλὰ χρὴ τοῖσι διαχωρητικοῖσι καὶ κούφοισι καὶ μαλακοῖσιν ἐκκαθαίρειν. Γῆ κινευμένη θεωμένη ἢ οἰκίη ὑγιαίνοντι μὲν ἀνδρὶ ἀσθενείην σημαίνει, νοσεῦντι δὲ ὑγείην καὶ μετακίνησιν τοῦ ὑπάρχοντος· τῷ μὲν οὖν ὑγιαίνοντι μεταστῆσαι τὴν δίαιταν ξυμφέρει· ἐμεσάτω δὲ πρῶτον, ἵνα προσδέξηται αὖθις κατὰ μικρόν· ἀπὸ γὰρ τῆς ὑπαρχούσης κινέεται ἅπαν τὰ σῶμα. Τῷ δὲ ἀσθενέοντι ξυμφέρον χρῆσθαι τῇ αὐτῇ διαίτῃ· μεθίσταται γὰρ ἤδη τὸ σῶμα ἐκ τοῦ παρεόντος. Κατακλυζομένην γῆν ἀπό τινος ὕδατος ἢ θαλάσσης ὁρῇν νοῦσον σημαίνει, ὑγρασίης πολλῆς ἐνεούσης ἐν τῷ σώματι· ἀλλὰ χρὴ τοῖσιν ἐμέτοισι καὶ τῇ ἀναριστήσει καὶ τοῖσι πόνοισι καὶ τοῖσι ξηροῖσι διαιτήμασι χρῆσθαι, ἔπειτα προσάγειν ἐξ ὀλίγων καὶ ὀλίγοισιν. Ἀλλ᾿ οὐδὲ μέλαιναν ὁρῇν τὴν γῆν οὐδὲ κατακεκαυμένην δοκεῖ ἀγαθὸν, ἀλλὰ κίνδυνος ἰσχυροῦ νοσήματος ἀντιτυχεῖν καὶ θανασίμου· ξηρασίης γὰρ ὑπερβολὴν σημαίνει εἶναι ἐν τῇ σαρκί· ἀλλὰ χρὴ τούς τε πόνους ἀφελεῖν τοῦ τε σίτου ὁκόσα ξηρά τε καὶ θερμὰ καὶ δριμέα καὶ οὐρητικά· διαιτῆσθαί τε τῆς τε πτισάνης καθέφθῳ τῷ χυλῷ, καὶ πᾶσι τοῖσι μαλακοῖσι καὶ κούφοισιν ὀλίγοισι, ποτῷ δὲ πλέονι ὑδαρεῖ λευκῷ, λουτροῖσι πολλοῖσι θερμοῖσιν· ἀλλὰ μὴ ἄσιτος λουέσθω, μαλακευνείτω, ῥᾳθυμεέτω, ψῦχος καὶ ἥλιον φυλασσέσθω· εὔχεσθαι δὲ Γῇ καὶ Ἑρμῇ καὶ τοῖσιν ἥρωσιν. Εἰ δὲ κολυμβῇν ἐν λίμνῃ ἢ ἐν θαλάσσῃ ἢ ἐν ποταμοῖσι δοκέει, οὐκ ἀγαθόν· ὑπερβολὴν γὰρ ὑγρασίης σημαίνει· ξυμφέρει δὲ τούτῳ ξηραίνειν τῇ διαίτῃ, τοῖσί τε πόνοισι πλείοσι χρῆσθαι· πυρέσσοντι δὲ ἀγαθόν· σβέννυται γὰρ τὸ θερμὸν ὑπὸ τῶν ὑγρῶν.

[91] Ὅ τι δ᾿ ἄν τις περὶ αὐτοῦ ὁρέῃ κατὰ τρόπον γινόμενον πρὸς τὴν φύσιν τὴν ἑωυτοῦ μήτε μέζω μήτε ἐλάσσω, ἀγαθὸν πρὸς ὑγείην ἐστί· καὶ ἐσθῆτα λευκὴν ἐνδεδύσθαι καὶ ὑπόδεσιν τὴν καλλίστην, ἀγαθόν. Ὅ τι δ᾿ ἂν ἔῃ μεῖζον τῶν μελέων ἢ ἔλασσον, οὐκ ἀγαθόν· ἀλλὰ χρὴ τὸ μὲν αὔξειν τῇ διαίτῃ, τὸ δὲ μειοῦν. Τὰ δὲ μέλανα νοσερώτερά τε καὶ ἐπικινδυνώτερα· ἀλλὰ χρὴ μαλάσσειν καὶ ὑγραίνειν· καὶ τὰ καινὰ μεταλλαγὴν σημαίνει.

[92] Τοὺς δὲ ἀποθανόντας ὁρῇν καθαροὺς ἐν ἱματίοισι λευκοῖσιν ἀγαθὸν, καὶ λαμβάνειν τι παρ᾿ αὐτῶν καθαρὸν ἀγαθόν· ὑγείην γὰρ σημαίνει καὶ τῶν σωμάτων καὶ τῶν ἐσιόντων· ἀπὸ γὰρ τῶν ἀποθανόντων αἱ τροφαὶ καὶ αὐξήσιες καὶ σπέρματα γίνονται· ταῦτα δὲ καθαρὰ ἐσέρπειν ἐς τὸ σῶμα ὑγείην σημαίνει. Εἰ δὲ τοὐναντίον τις ὁρῴη γυμνοὺς ἢ μελανοείμονας ἢ μὴ καθαροὺς ἢ λαμβάνοντάς τι ἢ φέροντας ἐκ τῆς οἰκίης, οὐκ ἐπιτήδειον· σημαίνει γὰρ νοῦσον· τὰ γὰρ ἐσιόντα ἐς τὸ σῶμα βλαβερά· ἀλλὰ χρὴ τοῖσι τροχοῖσι καὶ τοῖσι περιπάτοισιν ἀποκαθαίρεσθαι, καὶ τῇ τροφῇ τῇ μαλακῇ τε καὶ κούφῃ προσάγειν ἐμέσαντα.

[93] Ὁκόσα δὲ ἀλλόμορφα σώματα φαίνεται ἐν τοῖσιν ὕπνοισι καὶ φοβέει τὸν ἄνθρωπον, σιτίων ἀσυνήθων σημαίνει πλησμονὴν καὶ ἀπόκρισιν, καὶ χολέραν καὶ νοῦσον κινδυνώδεα· ἀλλὰ χρὴ ἔμετον ποιήσασθαι καὶ προσαγαγεῖν ἐς ἡμέρας πέντε σιτίοισιν ὡς κουφοτάτοισι, μὴ πολλοῖσι μηδὲ δριμέσι, μήτε τοῖσι ξηροῖσι μήτε τοῖσι θερμοῖσι, καὶ τῶν πόνων τοῖσι κατὰ φύσιν μάλιστα, πλὴν τῶν ἀπὸ δείπνου περιπάτων· χρῆσθαι δὲ καὶ θερμολουσίῃ καὶ ῥᾳθυμίῃ· ἥλιον δὲ καὶ ψῦχος φυλασσέσθω. Ἢν δὲ ἐν τῷ ὕπνῳ ἐσθίειν δοκέῃ ἢ πίνειν τῶν συνήθων σιτίων ἢ πομάτων, ἔνδειαν σημαίνει τροφῆς καὶ ψυχῆς ἐπιθυμίην· κρέα δὲ τὰ μὲν ἰσχυρότατα ἐνδείας ὑπερβολὴν, τὰ δὲ ἀσθενέστερα ἧσσον· ὥσπερ γὰρ ἐσθιόμενον ἀγαθὸν, οὕτω καὶ ὁρεόμενον· ἀφαιρέειν οὖν τῶν σιτίων οὐ ξυμφέρει· τροφῆς γὰρ ἐνδείας ὑπερβολὴν τοῦτο σημαίνει· ἀλλὰ καὶ ἄρτοι τυρῷ καὶ μέλιτι πεποιημένοι καθ᾿ ὕπνους ἐσθιόμενοι, ὡσαύτως σημαίνουσιν. Ὕδωρ δὲ καθαρὸν πινόμενον ἀγαθόν· τὰ δὲ ἄλλα πάντα βλάπτει. Ὁκόσα δὲ δοκέει ὁ ἄνθρωπος θεωρέειν τῶν συνήθων, ψυχῆς ἐπιθυμίην σημαίνει. Ὁκόσα δὲ φεύγει πεφοβημένος, ἐπίστασιν τοῦ αἵματος σημαίνει ὑπὸ ξηρασίης· ξυμφέρει δὲ ψῦξαι καὶ ὑγρῆναι τὸ σῶμα. Ὁκόσα δὲ ἢ μάχεται ἢ κεντέεται ἢ ξυνδέεται ὑπ᾿ ἄλλου, ἀπόκρισιν σημαίνει ὑπεναντίην τῇ περιόδῳ γεγονέναι ἐν τῷ σώματι· ξυμφέρει οὖν ἐμέειν καὶ ἰσχναίνειν καὶ περιπατεῖν, καὶ σιτίοισι κούφοισι χρῆσθαι, καὶ προσάγειν ἐκ τοῦ ἐμέτου ἐς ἡμέρας πέντε. Ἀλλὰ καὶ πλάνοι καὶ ἀναβάσιες χαλεπαὶ ταὐτὰ σημαίνουσιν. Ποταμῶν διαβάσιες καὶ ὁπλῖται καὶ πολέμιοι καὶ τέρατα ἀλλόμορφα νοῦσον σημαίνει ἢ μανίην· ξυμφέρει σιτίοισιν ὀλίγοισι κούφοισί τε καὶ μαλακοῖσι χρέεσθαι, καὶ ἐμέτοισι προσάγειν ἡσυχῇ ἐπὶ ἡμέρας πέντε, καὶ τοῖσι πόνοισι τοῖσι κατὰ φύσιν πολλοῖσι χρέεσθαι πλὴν ἀπὸ τοῦ δείπνου, θερμολουσίην δὲ, ῥᾳθυμίην, ψῦχος, ἥλιον φυλάσσεσθαι. Τούτοισι χρώμενος ὡς γέγραπται, ὑγιανεῖ τὸν βίον, καὶ εὕρηταί μοι δίαιτα ὡς δυνατὸν εὑρεῖν ἄνθρωπον ἐόντα ξὺν τοῖσι θεοῖσιν.


Περὶ τῶν Ἐντὸς Παθῶν

ΠΕΡΙ ΤΩΝ ΕΝΤΟΣ ΠΑΘΩΝ.

[1] Ἢν ἡ τοῦ πλεύμονος ἀρτηρίη ἑλκωθῇ ἤ τι ῥαγῇ τῶν φλεβίων τῶν λεπτῶν, τῶν κατακρεμαμένων ἐς τὸν πλεύμονα, ἢ τῶν συρίγγων τῶν διὰ τοῦ πλεύμονος τεταμένων, καὶ συῤῥαγέωσιν ἐς ἀλλήλας καὶ αἵματος πλησθῶσι, διασπῶνταί τε καὶ καταῤῥήγνυνται διὰ τάσδε τὰς αἰτίας μάλιστα· διὰ ταλαιπωρίην, διὰ δρόμους, διὰ πτώματα, διὰ πληγὰς, δι᾿ ἐμέτους βιαίους γινομένους, διὰ πυρετούς· τάδε οὖν πάσχει· τὸ μὲν πρῶτον βὴξ ἴσχει ξηρή· ἔπειτα ὀλίγῳ ὕστερον ἀποπτύει τὸ σίαλον ὕφαιμον, τοτὲ δὲ καθαρόν. Οὗτος ἢν μὲν ἐν τάχει παύσηται τῆς νούσου· ἢν δὲ μὴ, προϊόντος τοῦ χρόνου τὸ αἷμα πλεῖον χωρέει, ἐνίοτε μὲν καθαρόν· ἔστι δ᾿ ὅτε καὶ ὑπόσαπρον· πολλάκις δὲ καὶ ἡ φάρυγξ λανθάνει αἵματος πιμπλαμένη· ἔπειτα θρόμβους αἵματος ἐκβράσσεται κατ᾿ ὀλίγον θαμινά· ἐνίοτε καὶ ὀδμὴ βαρείη ἀπ᾿ αὐτῶν γίνεται, καὶ ἡ φάρυγξ ἔστιν ὅτε τινὸς ἄχνης πίμπλαται, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει, κατ᾿ ἀρχὰς μὲν τῆς νούσου σφόδρα, προϊούσης δὲ βληχρότερον καὶ ἄλλοτε καὶ ἄλλοτε ἐπιλαμβάνει, καὶ ὀδύνη ἐνίοτε ἔγκειται ἐν τοῖσι στήθεσι καὶ ἐν τῷ μεταφρένῳ καὶ ἐν τῇσι πλευρῇσι, καὶ ὁκόταν τὸ αἷμα παύσηται πτύων, σίαλον πολλὸν ἀποπτύει ὑγρὸν, ἐνίοτε δὲ καὶ γλίσχρον. Ταῦτα μὲν οὖν οὕτω πάσχει, μέχρι τεσσαρεσκαίδεκα ἡμέραι παρέλθοιεν· μετὰ δὲ ταύτας ἢν μὴ παύσηται τὸ νούσημα, λεπίδας ἀπὸ τῆς ἀρτηρίης ἀποβήσσων ἀποσπᾷ, οἵας περ ἀπὸ φλυκταινίδων, καὶ ὀδύνη ἐμπίπτει ἐς τὰ στήθεα καὶ ἐς τὸ μετάφρενον καὶ ἐς τὸ πλευρὸν, καὶ τῶν ὑποχονδρίων ὡς ἕλκος ψαυόμενος ἀλγέει. Τούτῳ ξυμφέρει ἡσυχίην ὡς μάλιστα τῷ νοσήματι ἔχειν ἔσω, ἢν οὕτως ἔχῃ· ἢν γάρ τι πονήσῃ, ὅ τε πόνος ὀξύτερος καὶ ἡ βὴξ μᾶλλον ἢ τὸ πρότερον πιέζει, καὶ τὸ ῥῖγος καὶ ὁ πυρετὸς μᾶλλον ἔχει, καὶ ἢν πταρῇ, ἡ ὀδύνη ὀξείη προσέβαλεν· ἀλγέει δὲ καὶ ἐν τῇ εὐνῇ, ὁκόταν περιστρέφηται. Τούτῳ χρὴ προσφέρειν σιτία μὲν τὰ αὐτὰ, ἃ καὶ τῷ ἐμπύῳ, ταῦτα δὲ οὐ πολλά· τῶν δὲ ὄψων τούτοισι χρέεσθαι, ἰχθύσι μὲν ῥίνης ἢ φάγρου ἢ γαλεοῦ τοῦ μεγάλου τοῦ γλαυκοῦ, ἢ τῶν ἀλλῶν τῶν τοιούτων, πᾶσιν ἐν ῥόῳ καὶ ὀριγάνῳ ἠρτυμένοισι· κρέας δὲ ἐσθιέτω ἀλέκτορος ὀπτὸν ἄναλτον, ἢ αἰγὸς ἑφθὸν, καὶ οἴνῳ αὐστηρῷ ὡς παλαιοτάτῳ καὶ ἡδίστῳ μέλανι χρεέσθω, περιπάτοισι δὲ μετρίοισι, πλὴν ταῦτα πυρετοῦ μὴ ἔχοντος· ἢν δὲ πυρετὸς ἔχῃ, ῥοφήματι ἀλεύρῳ ἢ κέγχρῳ χρεέσθω· ἢν δὲ σιτία προσφέρηται, ὀλίγα προσφερέσθω, καὶ ὄψα τὰ διαχωρητικά. Κἢν μὲν φαρμάκου σοι δοκέῃ δέεσθαι, ὑποκαθῆραι αὐτὸν τῷ Κνιδίῳ κόκκῳ ἢ τῇ τιθυμαλίδι, καὶ μετὰ τὴν κάθαρσιν ἀλεύρου ἑφθοῦ δοῦναι δύο τρυβλία ἐκροφέειν λιπαροῦ· εἶτα ἀνακομίζειν ὡς μάλιστα, ὅκως ἥκιστα λεπτὸς ᾖ· πρὸς γὰρ τὴν νοῦσον οὐ ξυμφέρει λεπτὸν εἶναι. Καὶ περιπάτους ὀλίγους τὸ πρῶτον ποιέεσθαι, ὡς μὴ κόπος ἐπιλάβῃ· πυριῇν δὲ ἄλλοτε καὶ ἄλλοτε, καὶ ᾗ ἂν πυριηθῇ ἡμέρῃ, ἄσιτος ἔστω πλὴν ἀλεύρου ἑφθοῦ, οὗπερ τρυβλίον ἐκροφεέτω, ὕδωρ δὲ πινέτω· τῇ δὲ ὑστεραίῃ ἔλασσον ἢ ὡς μεμαθήκει φαγέτω, καὶ πινέτω οἶνον μέλανα, ἡδὺν, αὐστηρὸν, ὀλίγον· τὸ δὲ λοιπὸν δὶς ἢ τρὶς τῆς ἡμέρης τὰ σιτία διδόναι τούτῳ, μέχρι καταστήσῃς τὴν κοιλίην, διδοὺς κατ᾿ ὀλίγον· ἐκ γὰρ τῶν πυρετῶν καὶ τῆς ἀσιτίης, ἢν μὲν τὸ στόμα ζητέῃ, ἡ δὲ κοιλίη οὐκ ἐθέλῃ δέξασθαι, ἀθρόον δεξαμένη φλεγμαίνει. Ἀλλὰ κατ᾿ ὀλίγον διδόναι χρή· ἢν γὰρ ἀθρόον δῷς καὶ ὀλίγα πονήσῃ τοῖσι περιπάτοισιν, οὐ διαψύχεται ἡ κοιλίη, ἅτε ἀτρέμα ξυνεστηκότων τῶν βρωτῶν· διὸ καὶ πυρετὸς φιλέει ἐπιγίνεσθαι, καὶ τοῦ μὲν χειμῶνος ἧσσον, τοῦ δὲ θέρεος κίνδυνος μᾶλλον ἐξαμαρτεῖν. Τοῦτον ἀνακομίζειν δεῖ ὡς μάλιστα, ὅκως ἂν ὡς παχύτατος ᾖ, καὶ τοῖσι περιπάτοισι μετρίοισι χρεέσθω, καὶ παλαιέτω ἧσσον ἑωυτοῦ, καὶ πονεέτω ὀλίγα τὸ πρῶτον, ἔπειτα δὲ πλείω, πολλὰ δὲ οὐδέποτε. Ταῦτα ἢν ποιέῃ, ὑγιὴς ἔσται τάχιστα· ἢν δὲ λεπτὸς γίνηται διὰ τὴν ταλαιπωρίην, ἀνιέτω καὶ ἡσυχίην ἐχέτω. Οὗτος μήτε πρὸς ἄνεμον δράμῃ ὑγιὴς ἐὼν ὀξέως, μήτε ἐφ᾿ ἵππον μήτε ἐπὶ ζεῦγος ἀναβῇ· φυλασσέσθω δὲ καὶ βοὴν καὶ ὀξυθυμίην· κίνδυνος γὰρ τὴν νοῦσον πάλιν ἀναλαβεῖν, ἀλλὰ φυλάσσεσθαι χρὴ τούτων ἁπάντων. Ἢν δὲ τοῦ σίτου ἀποκλεισθῇ, ὀρόβους φώσας τὰ κέλυφα ἀποκαθῆραι, εἶτα βρέξας αὐτοὺς ἐν ὕδατι τρεῖς ἡμέρας, ἐφ᾿ ἑκάστην δὲ ἡμέρην ἀποχέειν τὸ ὕδωρ καὶ ἄλλο ἐπεγχέειν· ἔπειτα τῇ τετάρτῃ ἡμέρῃ ἀπηθῆσαι καὶ ξηρῆσαι, εἶτα ἀλέσας λεπτότατα διασῆσαι, καὶ λίνου καρπὸν φώσας, κόψαι λεῖον, καὶ σήσαμον φώσας, κόψαι λεῖον, καὶ ἄλφιτα ἄναλτα καθαρὰ λεπτά· καὶ τῶν μὲν ὀρόβων καὶ ἀλφίτων ἴσον ἑκατέρου ἔστω, τοῦ δὲ σησάμου τρίτον μέρος, τοῦ δὲ λίνου ἥμισυ μιῆς μερίδος· ταῦτα ἐν γάλακτι αἰγείῳ ἑψήσας, ὡς ὑγρότατα ῥοφέειν. Μετὰ δὲ ταῦτα διδόναι αὐτῷ ἐς ἄριστον σιτία καθαρὰ καὶ ὄψα τῶν ἰσχυροτέρων· οἶνον δὲ τὸν αὐτὸν πινέτω. Διδόναι δὲ αὐτῷ καὶ τῶν ῥιζέων τῶν πρὸς ταῦτα τὰ ῥήγματα τῆς κενταυρίης ἐπ᾿ οἶνον ἐπιξύων· διδόναι δὲ καὶ τοῦ δρακοντίου ἐπ᾿ οἶνον ἐπιξύων· διδόναι δὲ καὶ τῆς βηχὸς ἕνεκα ἐν μέλιτι τὸ δρακόντιον ξύων λείχειν. Κἢν τὸ ἕψημα τὸ ἐν τῷ γάλακτι μὴ φάσκῃ δυνατὸς εἶναι ῥοφέειν, γάλα βόειον ὡς πλεῖστον πινέτω τρίτον μέρος τοῦ μελικρήτου προσμίσγων. Καὶ οὕτω τάχιστα ὑγιὴς ἔσται, ἡ δὲ νοῦσος θεραπηΐης δέεται πολλῆς, χαλεπὴ γάρ. Ἢν δὲ θεραπευθεὶς ὑγιής τε γενόμενος μὴ ἐν φυλακῇ ἔχῃ ἑωυτὸν, τοῖσι πολλοῖσιν ὑποτροπιάσασα ἡ νοῦσος αἰτίη ἀπωλείης ἐγένετο. Οὗτος ἢν μὲν ὑπὸ ταύτης τῆς θεραπηΐης ἰηθῇ, ἅλις· ἢν δὲ μὴ, παχύνας αὐτὸν γάλακτι, καῦσαι τά τε στήθεα καὶ τὸ μετάφρενον· ἢν γὰρ τύχῃς καύσας, ἐλπὶς ἐκφυγέειν τῆς νούσου.

[2] Ἢν δὲ ἀρτηρίη σπασθῇ ἤ τις τῶν φλεβῶν τῶν τεινουσῶν ἐς τὸν πλεύμονα, τάδε πάσχει· κατ᾿ ἀρχὰς μὲν τῆς νούσου βὴξ ἴσχει ὀξείη, καὶ ῥῖγος, καὶ πυρετὸς, καὶ τὸ σίαλον ἀποπτύει πουλύ τε καὶ λευκὸν καὶ ἀφρῶδες, ἄλλοτε δὲ ὕφαιμον, καὶ ὀδύνη τὴν κεφαλὴν καὶ τὸν τράχηλον ἴσχει. Αὕτη ἡ νοῦσος ἰσχυροτέρη τῆς πρόσθεν, καὶ μέχρι μὲν δέκα ἡμερέων τῶν πρώτων τοιαῦτα πάσχει· ἔπειτα οἱ πολλοὶ τῇ ἑνδεκάτῃ πῦα ἀποπτύουσι παχέα βιαίως· ἡμέρῃ δὲ τετάρτῃ καὶ δεκάτῃ καθαρώτερα ἀποπτύει, ἢν φύξιμος ᾖ, καὶ τῇ ὀδύνῃ ἧσσον πονέει, καὶ ἐν τάχει ὑγιὴς γίνεται. Ἢν δὲ μέλλῃ πουλυχρόνιος ἡ νοῦσος ἔσεσθαι, τά τε πῦα πολλῷ πλείονα ἀποπτύει, καὶ ὁ ἄλλος πόνος ἐν τῷ σώματι πολλῷ ἔνι πλείων· αἱ δὲ θέρμαι βληχρότεραι ἔχουσιν ἢ τὸ πρίν. Τοῦτον ἢν λάβῃς κατ᾿ ἀρχὰς, ὑποκαθῆραι κάτω ὀπῷ σκαμμωνίης, ἢν ἀπύρετος ᾖ· μετὰ δὲ τὴν κάθαρσιν προσφερέσθω ταὐτὰ ἃ καὶ πρόσθεν, καὶ τἄλλα τὰ αὐτὰ προσφερέσθω, ἡσυχίην ἔχων ὡς μάλιστα τῷ σώματι, καὶ μαλθακῶς κοιμάσθω· ταῦτα μὲν κατ᾿ ἀρχὰς ποιεέτω μέχρι τῶν δέκα ἡμερέων. Ἢν δὲ ἔμπυος γένηται, τὰ αὐτὰ ἃ καὶ ὁ πρόσθεν ποιεέτω· ἢν δὲ ὑγιὴς γένηται, τῶνδε χρὴ ἀπέχεσθαι, σιτίων μὲν καὶ ποτῶν ὀξέων καὶ δριμέων καὶ ἁλικῶν καὶ λιπαρῶν· ταλαιπωρίης δὲ, ἀπέχεσθαι τῶν αὐτῶν ὧν καὶ ὁ πρόσθεν. Ταῦτα ἢν ποιέῃ, τάχιστα τῆς νούσου ἀπαλλαγήσεται· ἢν δέ τι τουτέων μὴ ποιήσῃ, κινδυνεύσει πάλιν ὑποτροπιάσαι, καὶ ἡ νοῦσος κάκιον ἔχει· καὶ γὰρ οἱ πολλοὶ πλευμοῤῥωγέες ἐόντες διατελέουσιν, ἕως ἂν ἀποθάνωσιν. Τοῦτον ἢν μὴ παραχρῆμά τις ἰήσηται, ὑποτροπιασάσης τῆς νούσου, οὐκ ἂν μετὰ ταῦτα ἔχοις ὠφελῆσαι, ἢν μὴ τάδε ποιήσῃς· γάλακτι βοείῳ παχύνας, καῦσαι τὰ στήθεα καὶ τὸ μετάφρενον· ἢν γὰρ τύχῃς καύσας, ἡ αὐτὴ ἂν ὠφελείη γένοιτο. Ἡ δὲ νοῦσος ἀπὸ τῶν αὐτέων ἁμαρτάδων γίνεται ὧν καὶ ἡ πρόσθεν.

[3] Πλευμονὶς δὲ γίνεται ἀπὸ τῶνδε μάλιστα· ὁκόταν ὁ πλεύμων αἷμα ἑλκύσας ἐφ᾿ ἑωυτὸν ἢ φλέγμα ἁλμυρὸν μὴ ἀφῇ πάλιν, ἀλλ᾿ αὐτοῦ ξυστραφῇ καὶ ξυμπαγῇ, ὑπὸ τουτέων φύματα φιλέει γίνεσθαι ἐν τῷ πλεύμονι καὶ ἐμπυοῦσθαι. Οὗτος τάδε πάσχει κατ᾿ ἀρχὰς καὶ διὰ παντὸς τοῦ νουσήματος· βὴξ ὀξείη ξηρὴ ἴσχει, καὶ ῥῖγος, καὶ πυρετὸς, καὶ ὀδύνη ἐν τοῖσι στήθεσι καὶ ἐν τῷ μεταφρένῳ ἔγκειται, ἐνίοτε δὲ καὶ ἐν τῷ πλευρῷ· καὶ ὀρθοπνοίη σφοδρὴ ἐμπίπτει. Οὗτος μέχρι μὲν τεσσαρεσκαίδεκα ἡμερέων τοιαῦτα πάσχων διατελέει, πολλάκις δὲ καὶ πλείονας, ἔπειτα ῥήγνυται πῦα, καὶ ἀποπτύει πολλόν· πολλάκις δὲ ἀποπτύει καὶ οἷον ἀραχνίων χιτῶνας, πολλάκις δὲ καὶ ὕφαιμον. Κἢν μὲν ἀποκαθαρθῇ καὶ ἀπισχνωθῇ ἐν τάχει ὁ πλεύμων, ἐλπὶς ἐκφυγέειν· ἢν δὲ προσέχῃ, ἡ νοῦσος ἐπ᾿ ἐνιαυτὸν παρατείνει, καὶ μεταβάλλει ἄλλοτε ἀλλοῖα πάσχων. Τούτῳ χρὴ κατ᾿ ἀρχὰς μὲν, πρὶν ἢ τὰ πῦα ῥαγῆναι, προσφέρειν τάδε· ὁκόταν ἀνῇ ὁ πυρετὸς, λούειν πολλῷ θερμῷ, καὶ ῥοφήμασι πολλοῖς χρέεσθαι· πτισάνης χυλῷ καθέφθω μέλι παραχέας, ὁκόταν ἑφθὸν ᾖ, ῥοφεέτω, καὶ οἶνον πινέτω γλυκὺν λευκὸν, ἢ μελίκρητον ἑφθόν. Ὁκόταν δ᾿ ἅπαξ ἄρξηται πῦα ἀποπτύειν, πινέτω τὰ αὐτὰ, ἃ καὶ ὁ πρόσθεν ἔμπυος, καὶ σιτίοισι καὶ ποτοῖσι καὶ ὄψοισι τοῖς αὐτοῖσι χρεέσθω, ἀπεχόμενος ὀξέων καὶ δριμέων καὶ ἁλυκῶν καὶ λιπαρῶν καὶ λαγνείης καὶ θωρηξίων, ἢν μὴ τῇ νούσῳ πρόσφορον ᾖ· ἐς χρῶμα δὲ ὁρέων μελετᾷν, ὁκοίων δή τινων δοκέει σοι δεῖσθαι· τὰ δ᾿ ἄλλα τὰ αὐτὰ ποιεέτω· πινέτω δὲ καὶ γάλα βοὸς καὶ αἰγὸς τὴν ὥρην· πρόσθεν δὲ ὑποκαθηράσθω γάλακτι ὀνείῳ ἑφθῷ· πινέτω δὲ καὶ τὸ ἵππειον γάλα σεσησμένον ἑκάστης ἡμέρης ἕωθεν τρικότυλον κύλικα, ἢν ᾖ δυνατός. Ἢν μὲν οὖν οὕτω μελετώμενος ῥηΐσῃ, καὶ μὴ ῥαγῇ τὰ πῦα ἐς τὰ στήθεα, αὐτὸς ἑωυτὸν θεραπευέτω ἡσυχίην ἔχων τῷ σώματι ὡς μάλιστα καὶ τὰ ξύμφορα προσφέρων ἑωυτῷ. Ἢν δὲ ῥαγῇ τὰ πῦα ἐς τὰ στήθεα, ὅπη ἄν σοι δοκέῃ ἀποσημαίνειν μάλιστα, ταύτῃ ταμὼν ἢ καύσας, ἀφιέναι τοῦ πύου ὀλίγον τὸ πρῶτον· τὰ δ᾿ ἄλλα ποιέειν τὰ αὐτὰ, ἃ καὶ ἐπὶ τοῦ πρόσθεν ἐμπύου γενομένου γεγράφαται.

[4] Ἢν ἐν πλεύμονι κιρσὸς ἐγγένηται, βὴξ ξηρὴ ἐπιλαμβάνει, καὶ ῥῖγος, καὶ πυρετὸς, κατ᾿ ἀρχὰς μὲν τῆς νούσου πάνυ σφόδρα· ἔχει δὲ καὶ ὀρθοπνοίη, καὶ ἐν τῇ κεφαλῇ ἡ ὀδύνη ἐνέστηκε, καὶ αἱ ὀφρύες δοκέουσιν ἐπικρέμασθαι, καὶ οἴδημα κατέρχεται ἐς τὸ πρόσωπον καὶ ἐς τὰ στήθεα καὶ ἐς τοὺς πόδας· πολλάκις δὲ καὶ ἐς τὴν κεφαλὴν ἐρείδει, καὶ ὑπὸ τῆς ὀδύνης, ὅταν ὁ πόνος ἔχῃ, οὐ δύναται ἀνορῇν· τὸ δὲ σῶμα ὕπωχρον, καὶ αἱ φλέβες δι᾿ αὐτοῦ διατείνουσιν ἢ φλόγιαι ἢ μέλαιναι. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ καὶ ὁ πόνος μάλιστα πιέζῃ, πρῶτον μὲν αἷμα ἀφαιρέειν· ἔπειτα λούειν πολλῷ καὶ θερμῷ, καὶ ὁκόταν δίψα ἔχῃ, πίνειν διδόναι κυκεῶνα ἐν οἴνῳ μέλανι αὐστηρῷ, ὡς ἡδίστῳ, ἴσον ἴσῳ κεράσας· ψυχρὸν δὲ χρὴ μάλιστα πίνειν· ῥοφήμασι χρέεσθαι πτισάνης χυλῷ καθέφθῳ, μέλι χρηστὸν παραχέας. Ταῦτα χρὴ προσφέρειν ἐν τῇσι πρώτῃσι τῶν ἡμερέων τῇσι τεσσαρεσκαίδεκα. Ἢν δὲ ἐπὶ πλεῖον ἡ νοῦσος ἔχῃ, ὅ τε πόνος πλείων ᾖ ἐν τῷ σώματι καὶ ἀδυναμίη ἐνῇ, τούτῳ δὴ οὕτως ἔχοντι ταὐτὰ προσφέρειν, ἃ καὶ ἐν τῷ πυοῤῥοοῦντι τὸν πλεύμονα, ὁκόταν αἱ δεκατέσσαρες ἡμέραι παρέλθωσιν. Αὕτη ἡ νοῦσος γίνεται ἀπὸ ταλαιπωρίης καὶ χολῆς μελαίνης.

[5] Ὁκόταν τὰ κοῖλα φλέβια τὰ διέχοντα ἐν τῷ πλεύμονι πλησθῇ αἵματος ἢ χολῆς μελαίνης, ξυῤῥήξῃ τε τὰ φλέβια ἐς ἄλληλα, ἅτε ἐν στενοῖσιν ἐόντα καὶ ἐπειλημμένα καὶ ἔξοδον οὐκ ἔχοντα, ὀδύνην παρέχει καὶ φῦσαν ἐν τῷ πλεύμονι. Αὕτη ἡ νοῦσος χαλεπὴ καὶ θεραπηΐης δεομένη πολλῆς· εἰ δὲ μὴ, οὐκ ἐθέλει ἐκλιπεῖν τὸν κάμνοντα, καὶ ὡς τὰ πολλὰ ἐν τοῖσι πολλοῖσι ξυναποθνήσκει.

[6] Ἢν φλεγμονὴ ἐν πλεύμονι γένηται, γίνεται δὲ μάλιστα ἀπὸ οἰνοφλυγίης καὶ γαστριμαργίης ἰχθύων κεφάλων καὶ ἐγχελύων· ταῦτα γὰρ τὴν πιμελὴν πολεμιωτάτην ἔχει πρὸς τὴν φύσιν τοῦ ἀνθρώπου· ἤδη δὲ τὸ νούσημα ἐγένετο ἀπὸ φλέγματος, ὁκόταν μιγὲν τῷ αἵματι ἐπιῤῥυῇ ἐπὶ τὸν πλεύμονα· προσπίπτει δὲ καὶ ἐκ κρεηφαγίης καὶ ἐξ ὕδατος μεταβολῆς. Τάδε οὖν πάσχει· βήσσει ἰσχυρῶς, καὶ τὸ σίαλον ἀποπτύει ὑγρὸν καὶ πολλὸν, πολλάκις δὲ καὶ παχὺ καὶ λευκὸν, οἷον ἀπὸ βράγχου· καὶ ὀδύνη πιέζει ὀξείη ἐς τὰ στήθεα καὶ τὸ μετάφρενον καὶ τοὺς κενεῶνας καὶ τὰ πλευρὰ, καὶ ἐρεύγεται ὀξὺ, καὶ ἐκ τῶν στηθέων καὶ πλευμόνων οἷον γαστὴρ τρυλλίζει, καὶ ἐμέει λάπην ὀξείην, καὶ τὸ ἔμεσμα ἢν ἐκχέῃς χαμάζε, ξύει τὴν γῆν ὥσπερ ὄξος ἐπιχέοντι, καὶ τοὺς ὀδόντας αἱμωδιᾷ, καὶ ῥῖγος καὶ πυρετὸς καὶ δίψα ἔχει ἰσχυρὴ, καὶ ἤν τι θέλῃ λιπαρὸν φαγέειν, μύζει πρὸς τὰ σπλάγχνα καὶ ἔμετον ἄγει, καὶ τὸ σῶμα ἅπαν νάρκη ἔχει· ὁκόταν δὲ ἀπεμέσῃ, ἐπ᾿ ὀλίγον δοκέει ῥᾴων εἶναι· ἔπειτα ἐπειδὰν τῆς ἡμέρης ὀψίτερον γένηται, βρέμει ἡ κοιλίη καὶ στρέφει καὶ βορβορύζει. Τοῦτον ὁκόταν οὕτως ἔχῃ καὶ δοκέῃ καιρὸς εἶναι, προσαίρειν ὧδε μελέτην· μίξας μέλι καὶ γάλα καὶ ὄξος καὶ ὕδωρ, ταῦτα ἐγχέας ἐς χυτρίδα χλιαίνειν, καὶ ὀριγάνου κλωνίοισι τῆς κεφαλοειδέος ταράσσειν· ἐπειδὰν δὲ χλιαρὸν ᾖ, δοῦναι πιεῖν, ἢ λαβόμενος τῆς γλώσσης, ἐγχέειν ἡσυχῇ διὰ σύριγγος· εἶτα κελεύειν συνειληθέντα ἡσυχίην ἔχειν· ἔπειτα ἢν ἔμετος ἐπέλθῃ αὐτῷ, ἐμέειν προθύμως· ἢν δὲ μὴ ἐπέλθῃ, καταματτευόμενος πτερῷ ἐμεέτω, καὶ ἤν τι φλέγματος ἐμέσῃ, ἐπὶ πέντε ἡμέρας τὸ αὐτὸ ποιεέτω· ῥᾴων γὰρ ἔσται οὕτω ποιῶν. Πινέτω δὲ τοῦτο γυμνασάμενος, ἢν οἷός τε ᾖ, καὶ λουσάμενος πολλῷ θερμῷ· ἢν δὲ μὴ, ἀλλὰ λουσάμενος. Ὁκόταν δὲ αἱ πέντε ἡμέραι παρέλθωσιν, πρώϊος νῆστις πινέτω ἐν μελικρήτῳ ἢ οἰνομέλιτι ὀπὸν σιλφίου ὁκόσον ὄροβον, καὶ σκόροδον τρωγέτω καὶ ῥαφανῖδας νῆστις, καὶ ἄκρητον οἶνον ἐπιῤῥοφανέτω μέλανα ἢ λευκὸν αὐστηρόν· πινέτω δὲ καὶ ἐπὶ σίτῳ καὶ μετὰ τὸ σῖτον· σιτίοισι δὲ ξηροῖσι καὶ κρέασιν ὀνείοισιν ἢ κυνείοισι χρεέσθω ἑφθοῖσιν, ἢν τὸ ῥῖγος καὶ ὁ πυρετὸς μὴ ἐπιλαμβάνῃ. Οὗτος ἢν μὲν ἀπὸ τοῦ τοιοῦδε ἐγχύματος καθαίρηταί τι· ἢν δὲ μὴ, ἄνω αὐτὸν καθαίρειν ἐλλεβόρῳ· μετὰ δὲ τὴν κάθαρσιν ἀλεύρου ἑφθοῦ διδόναι δύο τρυβλία ἐκροφέειν μέλι παραχέας· οἶνον δὲ τὸν αὐτὸν πινέτω ὑδαρέα. Ἢν δὲ μὴ κατ᾿ ἀρχὰς παραγένῃ τῇ νούσῳ, παχύνας αὐτὸν γάλακτι, καῦσαι τὰ στήθεα καὶ τὸ μετάφρενον· οὕτω γὰρ ἂν μάλιστα τῆς νούσου ἀπαλλαγείη. Ἢν δὲ μὴ καυθῇ, ξυμπαραμένει καὶ οὐ μάλα ἐκλείπει, ἀλλ᾿ ἕως γήρους προσέχει· πολλάκις δὲ καὶ συναποθνήσκει, ἢν μὴ ἐν τῇσι πρώτῃσιν ἡμέρῃσι τεσσαράκοντα ἀποθάνῃ· ἀλλὰ χρεία πολλῆς ὅτι μάλιστα μελεδώνης, καὶ ὀῤῥὸν καὶ γάλα τὴν ὥρην πινέτω βοὸς καὶ αἰγὸς καὶ ὀνείου καὶ ἱππείου· οὕτω γὰρ ἂν ῥήϊστα διάγοι· ἡ δὲ νοῦσος χαλεπή.

[7] Ἢν πλεύμων ἀπὸ ἐρυσιπέλατος οἰδήσῃ, τόδε τὸ οἴδημα μάλιστα ἀπὸ αἵματος γίνεται, ὅταν ἐς ἑωυτὸν ὁ πλεύμων ἑλκύσῃ αἷμα καὶ ἔχῃ ἀναλαβών· τὸ δὲ νούσημα θέρεος ἐν ὥρῃ μάλιστα γίνεται. Τάδε οὖν ἀπ᾿ αὐτοῦ πάσχει· βὴξ ἐμπίπτει ξηρὴ, καὶ ῥῖγος, καὶ πυρετὸς, καὶ ὀρθοπνοίη, καὶ ὁ πόνος ἰσχυρὸς ἐν τοῖσι στήθεσι, καὶ τὰς ῥῖνας ἀνοίγει ὡς ἵππος δραμὼν, καὶ τὴν γλῶσσαν ἐξίσχει ὡς κύων θέρεος ὑπὸ τοῦ πνεύματος τοῦ ἐν τῷ καύματι καιόμενος, καὶ οἴδημα κατέχει τὰ στήθεα, καὶ φθέγγεται βραχέως, καὶ ἐρύθημα καὶ κνησμὸν τῷ σώματι φέρει, καὶ ὑπὸ τοῦ πόνου κατακέεσθαι οὐ δύναται, ἀλλ᾿ αὐτὸς ἑωυτὸν ῥίπτει ἀλύων. Οὗτος ἐν ἑπτὰ ἡμέρῃσι θνήσκει μάλιστα· ἢν δὲ ταύτας ἐκφύγῃ, οὐ μάλα θνήσκει. Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, ἰῆσθαι ἐν τούτοισι· ψύχειν μὲν τὸ σῶμα, ἐν ὕδατι ψυχρῷ βάπτων σεῦτλα καὶ τῷ σώματι ἐπιτιθεὶς, μάλιστα πρὸς πόνον νέον, ἢ ῥάκια βάπτων ἐν ψυχρῷ ὕδατι καὶ ἐκθλίβων προστιθέναι. Κἢν μὲν οὕτω ῥηΐσῃ· ἢν δὲ μὴ, κεραμικῇ γῇ ψυχρῇ καταπλάσσειν, καὶ ἐν τῇ αἰθρίῃ κοιμάσθω. Οὕτω γὰρ ἂν μελετώμενος πολλάκις ἂν φύγοι τὰς ἑπτὰ ἡμέρας. Ὁκόταν δὲ αἱ ἑπτὰ ἡμέραι παρέλθωσι καὶ ἡ ὀδύνη προσέχῃ, χρίων ἐν ἐλαίῳ τὸ πονέον μέρος ἔσο, καὶ χλιάσματα μάλιστα προστίθει τὰ αὐτὰ, ἃ καὶ τῇ πλευρίτιδι, καὶ πῖσαι αὐτὸν ἐς ὑποκάθαρσιν τῷ τοῦ πεπλίου καὶ τῆς μηκωνίδος καὶ τοῦ κόκκου τοῦ κνιδίου, καὶ μετὰ τὴν κάθαρσιν φακῆς τρυβλίον δοῦναι ῥοφῆσαι, πινέτω δὲ ὕδωρ. Τῇ δὲ ὑστεραίῃ λοῦσαι αὐτὸν πολλῷ καὶ θερμῷ πλὴν τῆς κεφαλῆς· ἔπειτα πῖσαι ὀρίγανον ἐν μελικρήτῳ ἀποβρέξας· ποτοῖσι δὲ ὡς θερμοτάτοισι χρεέσθω· σιτία δὲ προσφερέσθω τὰ αὐτὰ ταῦτα, ἃ καὶ ὁ ὑπὸ τῆς πλευρίτιδος ἑαλωκὼς, ἢν μὴ πυρετὸς προσίσχῃ. Αὕτη ἡ νοῦσος χαλεπὴ, καὶ παῦροι ἐκφυγγάνουσιν.

[8] Ἢν τὸ στῆθος καὶ τὸ μετάφρενον ἀναῤῥαγῇ, ἀναῤῥήγνυται δὲ μάλιστα ὑπὸ ταλαιπωρίης· τάδε οὖν πάσχει. Βὴξ ἴσχει ὀξείη, καὶ τὸ σίαλον ἐνίοτε ἀποπτύει ὕφαιμον, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει τὰ πολλὰ, καὶ ἐν τῷ στήθεϊ καὶ ἐν τῷ μεταφρένῳ ὀδύνη ὀξείη ἔνεστι, καὶ ἐν τῷ πλευρῷ δοκέει οἷον λίθος ἐγκέεσθαι, καὶ κεντέεται ὑπὸ τῆς ὀδύνης διαμπερέως, ὡς εἰ βελόνη τις κεντοίη. Τοῦτον ὁκόταν ὧδε ἔχῃ, παραχρῆμα γάλακτι πιήνας καῦσαι τὰ στήθεα καὶ τὸ μετάφρενον, καὶ οὕτω τάχιστα ὑγιὴς ἔσται. Τὸ δὲ λοιπὸν ἡσυχάζων τῷ σώματι μάλιστα διαιτῆσθαι· ἢν γάρ τι πονήσῃ ἢ ἐπὶ ἅμαξαν ἀναβὰς ἢ ἐφ᾿ ἵππον, ἢ τοῖσιν ὤμοισιν ἐν ἄχθεϊ αὐτὸς ταλαιπωρήσῃ, κινδυνεύσει πάλιν ὑποτροπιάσαι ἡ νοῦσος, καὶ, ἢν γένηται, κίνδυνος διαφθαρῆναι· τὸ γὰρ νούσημα ὑποστραφὲν μᾶλλον πιέζει ἢ καταρχάς. Ἢν δὲ μὴ καυθῇ, τοῖσιν αὐτοῖσιν αὐτὸν ἰῆσθαι οἷσι καὶ τὸν ἔμπυον, ῥοφήμασι καὶ ποτήμασι καὶ σιτίοισι· τὸ δὲ ξύμπαν ἡσυχίην ἔχοντα εὐωχέειν τοῖσιν ἐπιτηδείοισιν· ἢν γὰρ οὕτω μελετηθῇ, τάχιστα ὑγιὴς ἔσται· ἡ δὲ νοῦσος χαλεπή.

[9] Ἢν ἐν πλευρῷ φῦμα φύηται καὶ ἔμπυος γένηται, τάδε πάσχει· ῥῖγος ἴσχει καὶ πυρετὸς, καὶ βὴξ ξηρὴ πολλὰς ἡμέρας, καὶ ἀλγέει τὸ πλευρὸν, καὶ ἐς τὸν τιτθὸν καὶ ἐς τὴν κληῗδα καὶ ἐς τὰς ὠμοπλάτας ὀδύνη ἴσχει ἀΐσσουσα. Οὗτος ὅταν οὕτως ἔχῃ, ἐν μὲν τῇσι πρώτῃσιν ἡμέρῃσιν ἕνδεκα ῥοφήμασι χρεέσθω, πτισάνης χυλῷ καθέφθῳ μέλι παραχέων, ὁκόταν ἑφθὸν τὸ ῥόφημα ᾖ· οἴνῳ δὲ χρεέσθω λευκῷ, γλυκεῖ ἢ αὐστηρῷ καὶ ὑδαρεῖ, καὶ ῥοφάνοντα πλεονάκις τοῦ οἴνου ἐκπτύειν κελεύειν, καὶ τοῦ ὕπνου κωλύειν, ἔστ᾿ ἂν αἱ ἕνδεκα ἡμέραι παρέλθωσιν, μετὰ δὲ ταύτας τὰς ἡμέρας σιτίοισιν ὀλίγοισιν ὡς μάλιστα χρεέσθω, κρέασι σκυλακείοισιν ἢ ἀλεκτρυονείοισι θερμοῖσι· ἐζωμεῦσθαι δὲ χρὴ καλῶς, καὶ τὸν ζωμὸν ῥοφανέτω, καὶ τοῖσι ῥοφήμασι πρόσθεν χρεέσθω τοῦ σίτου, καὶ μὴ διψήτω, ἕως ἂν ἔμπυον γένηται τὸ πλευρόν. Πυΐσκεται δὲ μάλιστα ἐν τεσσαράκοντα ἡμέρῃσιν ἢ ὀλίγῳ πρόσθεν· τούτῳ δὲ γνώσῃ, ὁκόταν ἔμπυον γένηται τὸ πλευρὸν, πῦον γὰρ οὐκ ἀποπτύεται, οὐδ᾿ ἀνεμέεται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, ὅκου ἂν ἀποσημήνῃ τὸ οἴδημα, τάμνειν ἢ καίειν· ἔπειτα ἀφιέναι τὸ πῦον κατ᾿ ὀλίγον, καὶ ἐπειδὰν ἀπαρύσῃς, μοτὸν καθιέναι ὠμολίνου, καὶ αὖθις τῇ ὑστεραίῃ ἐξελὼν, ἀπαρύσαι κατ᾿ ὀλίγον τοῦ πύου· ἔπειτα μοτῶσαι, καὶ αὖθις τῇ τρίτῃ καὶ τῇσιν ἄλλῃσιν ἡμέρῃσι δὶς τῆς ἡμέρης ἀπαρύειν ἕως ἂν ξηρανθῇ. Διδόναι δὲ καὶ τὰ σιτία καὶ τὰ ὄψα, ὁκόταν προσίηται, καὶ πινέτω ὀλίγον, μὴ πολλὸν, ἤν τε οἶνον ἤν τε ὕδωρ· τρωγέτω δὲ καὶ τῆς ὀριγάνου τῆς ἁπαλῆς ὡς πλεῖστον, ἐς μέλι ἀποβάπτων· ἢν δὲ μὴ ἁπαλὴν ἔχῃ, ἀλλ᾿ αὔην, λεπτὴν ποιήσας, ἐς τὸ μέλι μίξας, λείην διδόναι ὡς πλείστην, καὶ τοῖσι λουτροῖσι λούειν, μηδὲ ῥιγούτω, καὶ μαλθακῶς κοιμάσθω. Οὕτω ταύτην τὴν νοῦσον θεραπεύων, τάχιστα ἂν ὑγιέα ποιήσαις· ὁκόταν δὲ ὑγιὴς γένηται, φυλασσέσθω τὸ ψῦχος, τὸ θάλπος, τὸν ἥλιον, καὶ τοῖσι περιπάτοισιν ὀλίγοισι χρεέσθω μετὰ τὸ σῖτον, ὅκως ἂν μὴ κόπος λάβῃ τὸ σῶμα· ταῦτα ποιέων ὑγιὴς ἔσται. Τούτων τῶν νούσων ἅστινας ἂν καύσῃς, ἐπὶ τὰ καύματα πράσα τρίψας πολλὰ καταπλάσσειν εὐθὺς μετὰ τὴν καῦσιν καὶ καταλιμπάνειν μίην ἡμέρην.

[10] Τρεῖς δὲ εἰσὶ φθίσιες· πρώτη· αὕτη μὲν γίνεται ἀπὸ φλέγματος, ἐπὴν ἡ κεφαλὴ φλέγματος πλησθεῖσα νοσήσῃ καὶ θέρμη ἐγγένηται, συσσήπεται τὸ φλέγμα ἐν τῇ κεφαλῇ, ἅτε οὐ δυνάμενον κινέεσθαι ὥστε ὑποχωρῆσαι· ἔπειτα ὁκόταν παχυνθῇ, καὶ συσσαπῇ, καὶ ὑπερπλησθῇ τὰ φλέβια, ῥεῦμα ἐπὶ τὸν πλεύμονα ἐγένετο, καὶ ὁ πλεύμων ὁκόταν ἀναλάβῃ, νοσέει παραχρῆμα, ἅτε δακνόμενος ὑπὸ τοῦ φλέγματος, ἁλικοῦ ἐόντος καὶ σαπροῦ. Τάδε οὖν πάσχει· πυρετὸς ἄρχεται βληχρὸς ἐπιλαμβάνειν, καὶ ῥῖγος, καὶ πονέει τὰ στήθεα καὶ τὸ μετάφρενον· ἐνίοτε δὲ καὶ βὴξ πιέζει ὀξείη, καὶ ἀποπτύει τὸ σίαλον πουλὺ καὶ ὑγρὸν καὶ ἁλμυρόν. Ταῦτα μὲν καταρχὰς τῆς νούσου πάσχει· προϊούσης δὲ τό τε γυῖον λεπτύνεται, πλὴν τῶν σκελέων· ταῦτα δὲ οἰδέει, καὶ οἱ πόδες, καὶ οἱ ὄνυχες ἕλκονται· ἐκ δὲ τῶν ὤμων λεπτὸς καὶ ἀσθενής· ὁ φάρυγξ ὡς χνόου πίμπλαται, καὶ συρίζει ὡς διὰ καλάμου, καὶ διψῇ ἰσχυρῶς διὰ παντὸς τοῦ νοσήματος, καὶ ἀκρασίη πολλὴ τὸ σῶμα ἔχει. Οὗτος ὁκόταν οὕτως ἔχῃ, ἐνιαυτῷ φθειρόμενος φαύλως θνήσκει. Μελετᾷν δὲ χρὴ ὡς μάλιστα καὶ ἀνακομίζειν· πρῶτον μὲν πῖσαι ἐλλέβορον, κάτω δὲ ὑποκαθῆραι ἐπιθύμῳ ἢ πεπλίῳ ἢ τῷ κόκκῳ τῷ κνιδίῳ ἢ τῇ τιθυμαλίδι· ταῦτα χρὴ τετράκις τοῦ ἐνιαυτοῦ δοῦναι, ἄνω δὶς, κάτω δίς. Διδόναι δὲ καὶ ὄνειον γάλα ἑφθὸν ἐς ὑποκάθαρσιν ἢ βόειον ἢ αἴγειον· πινέτω δὲ καὶ ὠμὸν τὸ βόειον γάλα, τρίτον μέρος μελικρήτου ξυμμίσγων, πέντε καὶ τεσσαράκοντα ἡμέρας, ξυμπαραμίσγων καὶ τὸ ὀρίγανον· τὴν δὲ κεφαλὴν αὐτοῦ πρόσθεν καθαίρειν, πρὸς τὰς ῥῖνας προστιθεὶς φάρμακον. Σιτία δὲ καὶ ὄψα διδόναι μήτε λιπαρὰ μήτε κνισώδεα μήτε λίην δριμέα. Τεκμαιρόμενος δὲ τὸ νούσημα ταῦτα ποιέειν δεῖ, καὶ περιπάτοισι χρέεσθαι πρὸς τὰ σιτία, τεκμαιρόμενος μὴ ῥιγῴη· τοῦ δὲ χειμῶνος παρὰ πυρὶ τὴν οἴκησιν ποιεέσθω. Οἶνον δὲ πινέτω, αὐστηρὸν, μέλανα, ὡς παλαιότατον καὶ ἥδιστον, ὀλίγον δέ. Κἢν δοκέῃ σοι πρὸ τοῦ φαρμάκου πυριῆσαι, καὶ οὕτω δοῦναι τὸ φάρμακον· ἢν δὲ μὴ βούλῃ δοῦναι, πυριήσας, ἔμετον ἐκ τῶν σιτίων καταναγκάσαι ποιήσασθαι, ὡς τοπρόσθεν γέγραπται. Τούτῳ ἢν ξυμφέρωσι, περιπάτοισι χρεέσθω· ἢν δὲ μὴ ξυμφέρωσιν, ἡσυχαζέτω ὡς μάλιστα τῷ σώματι. Οὗτος οὕτω μελετώμενος ῥήϊστα ἂν διάγοι ἐν τῷ νουσήματι· ἡ δὲ νοῦσος θανασίμη, καὶ παῦροι ταύτην διαφυγγάνουσι.

[11] Φθίσις δευτέρα· γίνεται μὲν ἀπὸ ταλαιπωρίης· τὰ αὐτὰ δὲ πάσχει ὡς ἐπιτοπλεῖστον, ἃ καὶ ὁ πρόσθεν· ἡ δὲ νοῦσος διαπαύει αὕτη μᾶλλον τῆς προτέρης, καὶ τοῦ θέρεος ἀνίησιν. Τὸ δὲ σίαλον ἀποπτύει, παχύτερον μὲν τῆς πρόσθεν, καὶ βὴξ πιέζει μάλιστα τοὺς γεραιοὺς, καὶ ὁ πόνος ἰσχυρότερος ἐν τοῖσι στήθεσι, καὶ δοκέει οἷόν περ λίθος ἐν αὐτοῖσιν ἐγκέεσθαι· πονέει δὲ καὶ τὸ μετάφρενον· καὶ ἡ χροιὴ δίυδρος αὐτέου ἐστὶ, καὶ ἤν τι πονήσῃ, φύση καὶ ἆσθμα ἴσχει. Οὗτος ἐκ ταύτης τῆς νούσου ἐν τρισὶν ἕτεσι μάλιστα θνήσκει. Μελετᾷν δὲ χρὴ τοῖσιν αὐτοῖσιν, οἷσι καὶ τὸν πρόσθεν. Αὕτη ἡ νοῦσος προσέχει τοῖσι πολλοῖσι μέχρι τριῶν ἐτέων, ἀλλ᾿ ἀποθνήσκουσιν· ἡ γὰρ νοῦσος χαλεπή.

[12] Φθίσις τρίτη· ὑπὸ ταύτης τάδε πάσχει· ὁ μυελὸς αὐτέου ὁ νωτιαῖος αἵματός τε καὶ χολῆς μεστὸς γίνεται. Φθίνει δὲ ὁμοίως καὶ ἀπὸ τῶν κοίλων φλεβῶν· αὗται δὲ φλέγματος ὑδρωποειδέος ἐμπίπλανται καὶ χολῆς. Πάσχουσι δὲ τὰ αὐτὰ, ἀφ᾿ ὁκοτέρων ἂν φθίνῃ, καὶ ὁ ἄνθρωπος εὐθὺς μέλας γίνεται καὶ ὑποιδαλέος, καὶ τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς ὑπώπια ὠχρὰ, καὶ αἱ φλέβες αἱ ἐν τῷ σώματι ὠχραὶ διατέτανται, ἔνιαι δὲ σφόδρα ἐρυθραί· μάλιστα δὲ δῆλαι αἱ ὑπὸ τῇσι μασχάλῃσι· καὶ ἀποπτύει ὠχρὰ, καὶ ὅταν αὐτέῳ ἐπίῃ, πνίγεται καὶ βῆξαι οὐ δύναται ἐνίοτε βουλόμενος· ἐνίοτε δὲ ὑπὸ τοῦ πνίγματος καὶ τῆς προθυμίης τοῦ βήσσειν ἀθρόον ἤμεσε χολὴν, ποτὲ δὲ λάπην, πολλάκις δὲ καὶ τὰ σιτία, ὅταν φάγῃ, καὶ ὁκόταν ἀπεμέσῃ, δοκέει κουφότερος εἶναι· εἶτ᾿ αὖθις ὀλίγον χρόνον διαλιπὼν, ἐν τοῖσιν αὐτοῖσι πόνοισι κέεται. Οὗτος καὶ φθέγγεται ὀξύτερον ἢ ὑγιαίνων, καὶ ῥῖγος καὶ πυρετὸς διαπαύων ἐπιλαμβάνει ἱδρώδης. Τοῦτον ὁκόταν ὧδε ἔχῃ, βρωτοῖσι καὶ ῥοφήμασι καὶ ποτοῖσι καὶ φαρμάκοισι καὶ τοῖσιν ἄλλοισι πᾶσι μελετῇν, ὥσπερ τοὺς πρόσθεν. Ἡ δὲ νοῦσος διαφέρει μάλιστα ἐννέα ἔτεα, ἔπειτα διαφέρει φθειρόμενος· παῦροι δὲ φυγγάνουσιν ἐξ αὐτῆς· χαλεπὴ γὰρ ἡ νοῦσος. Ἢν δὲ βούλῃ, ὧδε ἰῆσθαι αὐτόν· πρῶτα μὲν πυριῆσαι, καὶ ὁκόταν πυριηθῇ, τῇ ὑστεραίῃ δοῦναι αὐτῷ πιεῖν μελικρήτου ἡμίχουν καὶ ὄξος παραχέαι ὀλίγον, καὶ κέλευε ἀπνευστὶ τοῦτο πιεῖν· ἔπειτα τῶν ἱματίων ἀμφιέσαι αὐτὸν πολλὰ καὶ ὡς πλεῖστον χρόνον· ἢν δὲ μὴ ἀνέχηται, ἀλλ᾿ ἐξεμέσαι βούληται, ἐξεμεέτω· ἢν δὲ μὴ ἔμετος ἔχῃ χρόνου ἤδη ἐγγενομένου, ἐπιπιὼν ὕδατος χλιεροῦ μεγάλην κύλικα, ἐμεέτω καταματτόμενος πτερῷ· ὁκόταν δὲ ἀπεμέσῃ ὥστε καλῶς ἔχειν, ἡσυχίην ἐχέτω ταύτην τὴν ἡμέρην. Ὁκόταν δὲ ὥρη δείπνου ᾖ, δειπνεέτω μᾶζαν ὀλίγην, καὶ ὄψον ἐχέτω τάριχος καὶ πράσα, ταῦτα δὲ ἐσθιέτω ὡς πλεῖστα, οἶνον δὲ πινέτω γλυκύν. Τὸν δὲ λοιπὸν χρόνον, λουέσθω πᾶσαν ἡμέρην ἅμα ἕωθεν θερμῷ πολλῷ, καὶ μετὰ τὸ λουτρὸν φυλάσσειν χρὴ ὡς μὴ ῥιγώσῃ, ἀλλὰ κατακλιθεὶς εὑδέτω ὡς πλεῖστον χρόνον. Ὁκόταν δὲ ἀναστῇ εὕδων, περιελθέτω σταδίους εἴκοσι τὸ βραχύτατον ταύτῃ τῇ ἡμέρῃ· τῇσι δὲ ἄλλῃσιν ἡμέρῃσι πέντε σταδίους ἄλλους ὑπερβάλλων βαδιζέτω, ἑκάστης ἡμέρης προστιθεὶς, ἄχρις ἂν ἀφίκηται ἐς τοὺς ἑκατὸν σταδίους. Τὴν δὲ κοιλίην ὑποκαθαίρειν δεῖ ἐκ τῆς ἡμέρης χυλοῖσι τεύτλων καὶ ἀπὸ κράμβης, χωρὶς ἑκάτερα ἑψήσας ἀπηθῆσαι χοέα ἑκατέρου· εἶτα ξυμμίξας ἅμα συνεψεῖν· τὸ δὲ ὀϊὸς στέαρ τὸ ἀπὸ τῶν νεφρῶν τεταρτημόριον μνᾶς ἐν ἀμφοτέροισιν ἑψεῖν διελών· ὁκόταν δὲ μέλλῃ πιεῖσθαι, πρὸς μὲν τῆς κράμβης τὸν χυλὸν ἅλας παραβάλλειν, πρὸς δὲ τὸν τῶν τευτλίων μέλι παραχέειν· ἐξὸν δὲ χωρὶς ἑκάτερον πίνειν, ἢ μέλι παρεγχέας παρὰ τὴν ἑτέρην κύλικα πίνειν, παρὰ δὲ τὴν ἑτέρην ἅλας· ἐκπιεῖν δὲ χρὴ πάντα τὸν χυλόν. Ταῦτα μὲν ποιέειν χρὴ τριήκοντα ἡμέρας· τῷ δὲ δευτέρῳ μηνὶ ἐσθιέτω ἄρτον καὶ κρέα πίονα ὑὸς ἑφθὰ, ἄλλο δὲ μηδέν· οἶνον δὲ πινέτω λευκὸν, αὐστηρὸν, καὶ ὁδὸν ὁδοιπορεέτω μὴ ἐλάσσω σταδίων τριήκοντα πρὸ τοῦ δείπνου, μετὰ δὲ τὸ δεῖπνον δέκα, καὶ μὴ ῥιγούτω, ἀλλ᾿ ἐσκεπάσθω. Ταῦτα ἢν ποιέῃ, ῥήϊον οἴσει τὴν νοῦσον. Τῷ δὲ τρίτῳ μηνὶ κυκεῶνα ἀνθινὴν πινέτω· σελίνου ῥίζας καὶ ἄνηθον καὶ πήγανον καὶ μίνθην καὶ κορίανον καὶ μήκωνας ἁπαλὰς καὶ ὤκιμον καὶ φακὸν καὶ ῥοιῆς γλυκέης καὶ οἰνώδεος χυλόν· εἶναι δὲ χρὴ τὰς γλυκείας διπλασίας· εἶναι δὲ χρὴ τοῦ χυλοῦ ξυναμφοτέρων ἡμικοτύλιον καὶ οἴνου μέλανος ἡδέος αὐστηροῦ ἡμικοτύλιον καὶ ὕδατος κοτύλης ἥμισυ· ἔπειτα ἄνθεα τρίψας λεῖα, διῆναι τούτῳ τῷ συγκεκρημένῳ, καὶ ἐγχέαι ἐς κύλικα· ἔπειτα ἐπιβαλεῖν ἄλευρα ὀρόβων, ὁκόσον ὀξύβαφον, καὶ ἄλφιτον ἴσον, καὶ τυροῦ παλαιοῦ αἰγείου ξέσας τὸ ἴσον τοῖσιν ὀρόβοισι· ταῦτα ξυγκυκήσας ἐκπιέτω· ἔπειτα διαλιπὼν ὀλίγον χρόνον ἀριστάτω ἄρτον, καὶ ὄψον ἐχέτω τέμαχος νάρκης ἢ ῥίνης ἢ γαλεοῦ ἢ βατίδος, καὶ κρέα ὑὸς ἐσθιέτω ἑφθὰ, καὶ παχυνέτω ἑωυτὸν, ἡσυχίην ἄγων ὡς μάλιστα, καὶ πυριῇν διὰ δεκάτης ἡμέρης ἐς ἑωυτὸν ἡσυχῇ. Τῷ δὲ τετάρτῳ μηνὶ πυριῇν διὰ πέμπτης ἡμέρης ἀτρέμα, καὶ ἐσθιέτω ὄψον ὡς πλεῖστον· ὄψῳ δὲ χρεέσθω τυροῖσι καὶ κρέασιν ὀλίγοισιν, οἰὸς ἑφθοῖσιν. Ὁδοιπορεέτω δὲ καὶ σταδίους, ὡς πρόσθεν εἴρηται, ἀρξάμενος δὲ τοῦ τετάρτου μηνὸς τῇ πρώτῃ ἡμέρῃ ἀπὸ δέκα σταδίων βαδιζέτω, καὶ καθ᾿ ἑκάστην προστιθέτω, μέχρις ἂν αὐτῷ ὀγδοήκοντα γένωνται στάδιοι· περιπατεέτω δὲ τῆς ἡμέρης ὀγδοήκοντα σταδίους, [πρὸ τοῦ δείπνου τριήκοντα,] μετὰ τὸ δεῖπνον εἴκοσι, ὄρθρου τριήκοντα. Τὸ δὲ λοιπὸν τοῦ χρόνου διαιτάσθω μᾶζαν καὶ ἄρτον ἐσθίων ἀμφότερα, καὶ ὄψον ἐχέτω σελάχια, καὶ κρέα δὲ πάντα ἐσθιέτω, πλὴν βοείων καὶ χοιρείων· ἰχθύων δὲ τῶνδε ἀπεχέσθω, κεστρέος καὶ ἐγχέλυος καὶ μελανούρου· ἐσθιέτω δὲ νάρκην καὶ ῥίνην καὶ βατίδα καὶ γαλεὸν καὶ τρυγόνα καὶ βατράχους, τῶν δὲ ἄλλων μηδέν· ἢν δὲ δοκέῃ ἀσινέα εἶναι, καὶ κυκεῶνα, ἐπειδὰν θέλῃ καθευδῆσαι, πινέτω ἀπὸ οἴνου μέλανος, ἡδέος, παλαιοῦ, δικότυλον κύλικα, καὶ μεθ᾿ ἡμέρην τῷ αὐτῷ οἴνῳ χρεέσθω ἐπὶ σιτίῳ. Καὶ ὁδοιπορεέτω τῆς ἡμέρης, ἑκατὸν πεντήκοντα σταδίους, [πρὸ τοῦ δείπνου ἐννενήκοντα,] μετὰ τὸ δεῖπνον εἴκοσιν, ὄρθρου δὲ τεσσαράκοντα. Οὗτος οὕτω θεραπευόμενος γίνεται ἐν ἐνιαυτῷ ὑγιής.

[13] Αὐαίνεται μυελὸς ὁ κατὰ τὴν ῥάχιν μάλιστα, ὁκόταν τὰ φλέβια ἀποφραχθῇ τὰ ἐς τὸν μυελὸν τείνοντα καὶ ἡ ἐκ τοῦ ἐγκεφάλου ἔφοδος. Διὰ κάκωσιν δὲ τοῦ σώματος τάδε πάσχει καὶ νοσέει· αὐαίνεται μάλιστα καὶ ἀπὸ λαγνείης· τάδε οὖν πάσχει· ὀδύνη ὀξέη ἐμπίπτει αὐτῷ ἐς τὴν κεφαλὴν, καὶ ἐς τὸν τράχηλον, καὶ ἐς τὴν ὀσφῦν, καὶ ἐς τοὺς μύας τῆς ὀσφύος, καὶ ἐς τὰ ἄρθρα τῶν σκελέων, ὥστε ἐνίοτε οὐ δύναται ξυγκάμπτειν· καὶ ἡ κόπρος οὐ διαχωρέει, ἀλλ᾿ ἵσταται καὶ δυσουρέεται. Οὗτος κατ᾿ ἀρχὰς μὲν τῆς νούσου ἡσυχαίτερον διάγει· ὁκόσῳ δ᾿ ἂν ὁ χρόνος τῇ νούσῳ ἀπομηκύνηται, πονέει ἅπαντα μᾶλλον, καὶ τὰ σκέλεα οἰδέει ὡς ἀπὸ ὑδέρου, καὶ ἕλκεα ἐκφλυνδάνει ἀπὸ τῆς ὀσφύος, καὶ τὰ μὲν ἄλλα ὑγιαίνεται, τὰ δὲ ἄλλα παραφύεται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πυριήσας τὴν κεφαλὴν, τῷ ἱππόφεω ὀπῷ ἢ τῷ κνιδίῳ κόκκῳ καθῆραι πρῶτον τὸ σῶμα εὖ μάλα· τῆς δὲ ἑσπέρης μετὰ τὴν κάθαρσιν πτισάνης δύο τρυβλία ῥοφεέτω μέλι παραχέας· οἶνον δὲ λευκὸν πινέτω μαλθακόν. Τῇ δὲ ὑστεραίῃ ὀνείου γάλακτος διδόναι αὐτῷ ἑφθοῦ, μέλι παραχέας, ὀκτὼ κοτύλας ἐκπιεῖν· ἢν δὲ μὴ ὄνειον ἔχῃς, βοείου ἢ αἰγείου ἑφθοῦ τρία ἡμιχόεα, παραχέας μέλι· καὶ τὴν ὥρην γαλακτοποτεέτω ἐν ὀῤῥῷ καὶ γάλακτι, πέντε καὶ τεσσαράκοντα ἡμέρας. Σιτίοισι δὲ καὶ ὄψοισι χρεέσθω ὡς διαχωρητικωτάτοισιν· οἶνον δὲ πινέτω λευκὸν, μαλθακὸν, Μενδήσιον. Ὁκόταν δὲ παχύτατος ᾖ, καῦσαι αὐτοῦ ἐς τὴν ὀσφῦν ἑκατέρωθεν τῶν σπονδύλων τέσσαρας ἐσχάρας, καὶ ἐς τὸ μετάφρενον δεκαπέντε ἑκατέρωθεν, καὶ ἐς τὸν αὐχένα δύο μεταξὺ τῶν τενόντων· ἢν γὰρ τύχῃς καύσας, ὑγιέα ποιήσεις· ἡ δὲ νοῦσος χαλεπή.

[14] Αἱ τέσσαρες νοῦσοι αἱ ἀπὸ τῶν νεφρῶν γινόμεναι· ἀπὸ τῆς πρώτης τάδε πάσχει· ὀδύνη ὀξείη ἐμπίπτει ἐς τὸν νεφρὸν καὶ ἐς τὴν ὀσφῦν καὶ ἐς τὸν κενεῶνα καὶ ἐς τὸν ὄρχιν τὸν κατὰ τὸν νεφρὸν, καὶ οὐρέει πυκινὰ, καὶ στύφει κατ᾿ ὀλίγον τὸ οὖρον, καὶ ἅμα τῷ οὔρῳ προέρχεται ψάμμος, καὶ ὁκόταν ἐξίῃ διὰ τῆς οὐρήθρης ἡ ψάμμος, ὀδύνην παρέχει ἰσχυρὴν ἐν τῇ οὐρήθρῃ· ὁκόταν δὲ διεξουρήσῃ, ἡ ὀδύνη ἀνίησιν· ἔπειτα αὖθις ἐν τοῖσιν αὐτοῖσιν ἄλγεσι κέεται· ὁκόταν δὲ οὐρέῃ, καὶ τὸν καυλὸν ὑπὸ τῆς ὀδύνης τρίβει. Πολλοὶ δὲ τῶν ἰητρῶν οἱ μὴ συνιέντες τὴν νοῦσον, ὁκόταν ἴδωσι τὴν ψάμμον, δοκέουσι λιθιῇν τὴν κύστιν, καὶ ταύτην μὲν οὒ, τὸν δὲ νεφρὸν λιθιῇ. Αὕτη ἡ νοῦσος γίνεται ἀπὸ φλέγματος, ὁκόταν ὁ νεφρὸς ἐς ἑωυτὸν ἀναλαβὼν φλέγμα μὴ ἀφίῃ πάλιν, ἀλλ᾿ αὐτοῦ ξυμπωρωθῇ· τοῦτο γίνεται λίθοι λεπτοὶ οἷον ψάμμος. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, τῷ ὀπῷ τῆς σκαμμωνίης ἢ αὐτῇ τῇ ῥίζῃ, πυριήσας πρόσθεν ἅπαν τὸ σῶμα, ὑποκαθῆραι· τῇ δὲ ὑστεραίῃ τῷ ἀπὸ ἐρεβίνθων λευκῶν χυλῷ ὑποκαθῆραι δύο χοεῦσιν, ἅλας δὲ παρεμβαλὼν διδόναι πίνειν· μετὰ δὲ ταῦτα ποτοῖσι καὶ βρωτοῖσι καὶ λουτροῖσι μελετῇν, διδοὺς τὰ αὐτὰ ἃ τῷ στραγγουριῶντι δίδοται φάρμακα. Ὁκόταν δὲ ἡ ὀδύνη πιέσῃ, λούειν πολλῷ καὶ θερμῷ, καὶ χλιάσματα προστιθέναι ὅπη πονέει μάλιστα. Ὁκόταν δὲ ἀποιδήσῃ καὶ ἐξαρθῇ, ὑπὸ τοῦτον τὸν χρόνον τάμνειν κατὰ τὸν νεφρὸν, καὶ ἐξελὼν τὸ πῦος, τὴν ψάμμον διουρητικοῖσιν ἰῆσθαι· ἢν μὲν γὰρ τμηθῇ, ἐλπὶς ἐκφυγέειν· ἢν δὲ μὴ, ἡ νοῦσος τῷ ἀνθρώπῳ συναποθνήσκει.

[15] Δευτέρη νοῦσος νεφρῶν· αἱ μὲν ὀδύναι ἰσχυρῶς πιέζουσιν ὡς ἐν τῇ πρόσθεν. Γίνεται δὲ τὸ νούσημα ἀπὸ ταλαιπωρίης, ὁκόταν ῥαγῇ τὰ φλέβια τὰ ἐς τὸν νεφρὸν τείνοντα, ἔπειτα ὁ νεφρὸς αἵματος ἐμπλησθῇ. Οὗτος ὁκόταν ταῦτα πάθῃ, ἐξουρέει ἅμα τῷ οὔρῳ αἷμα κατ᾿ ἀρχὰς τοῦ νουσήματος, ἔπειτα πῦον προϊόντος τοῦ χρόνου. Οὗτος ἢν ἡσυχίην ἔχῃ τῷ σώματι, τάχιστα ὑγιὴς ἔσται· ἢν γάρ τι πονήσῃ, αἱ ὀδύναι πολλῷ μᾶλλον ἕξουσιν. Ὁκόταν γοῦν ἔμπυος ᾖ ὁ νεφρὸς, ἀποιδέει παρὰ τὴν ῥάχιν· τοῦτον, ὅταν οὕτως ἔχῃ, τάμνειν κατὰ τὸ ἀποιδέον, μάλιστα μὲν βαθείην τομὴν κατὰ τὸν νεφρόν· κἢν μὲν τύχῃς ταμὼν, παραχρῆμα ὑγιέα ποιήσεις· ἢν δὲ ἁμάρτῃς, κίνδυνος ἕλκος ἔμμοτον γενέσθαι. Ἢν δὲ ξυμφυῇ τὸ ἕλκος, ἐμπυοῦται εἴσωθεν ἡ κοιλίη ἡ ἀπὸ τοῦ νεφροῦ· κἢν μὲν ῥαγῇ ἔσωθεν καὶ χωρήσῃ κατὰ τὸν ἀρχὸν τὰ πῦα, ἐλπὶς ἐκφυγέειν· ἢν δὲ ψαύσῃ τοῦ ἑτέρου νεφροῦ, κινδυνεύσει καταφθαρῆναι. Μελετῇν δὲ φαρμάκοισι καὶ τοῖσιν αὐτοῖσι πᾶσιν, οἷσι καὶ τὸν πρόσθεν, καὶ τὴν δίαιταν τὴν αὐτὴν ἐχέτω· αὕτη δὲ ἡ νοῦσος χαλεπὴ, καὶ πολλοὶ ἐκ ταύτης τῆς νούσου ἐς φθίσιν νεφρίτιδα κατέστησαν.

[16] Τρίτη νοῦσος νεφρῶν· τὸ μὲν οὖρον προέρχεται οἷον ἀπὸ κρεῶν βοείων ὀπτῶν χυλός. Γίνεται δὲ τὸ νούσημα ἀπὸ χολῆς μελαίνης, ὁκόταν χολὴ ἐς τὰ φλέβια συῤῥῇ τὰ τείνοντα ἐς τὸν νεφρὸν, καὶ ὁκόταν στῇ, ἑλκοῖ τὰ φλέβια καὶ τὸν νεφρόν· ὑπὸ οὖν τῆς ἑλκώσιος τοιοῦτον ὑποχωρέει ἅμα τῷ οὔρῳ. Αἱ δὲ ὀδύναι ἔχουσιν ἐν τῇ ὀσφύϊ καὶ ἐν τῇ κύστει καὶ ἐν τῷ περινέῳ καὶ ἐν αὐτῷ τῷ νεφρῷ, ἐπ᾿ ὀλίγον χρόνον· ἔπειτα ἀνῆκεν ὁ πόνος καὶ αὖθις ἐπέλαβεν ὀξὺς δι᾿ ὀλίγου· καὶ ἐς τὸ λεπτὸν τῆς γαστρὸς ἔστιν ὅτε ὀδύνη ἐμπίπτει. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, ὑποκαθῆραι τὴν κοιλίην ἐπιθύμῳ ἢ τῆς σκαμμωνίης ῥίζῃ· πίνειν διδόναι τὰ αὐτὰ ἃ καὶ τῷ στραγγουριῶντι, καὶ ὁκόταν ἡ ὀδύνη ἔχῃ, λούειν πολλῷ καὶ θερμῷ, χλιάσματα προστιθέντα πρὸς τὸ πονέον μάλιστα, καὶ ῥοφήματι χρεέσθω ἀλεύρῳ ἑφθῷ, μέλι παραχέας, καὶ τῇ ἄλλῃ διαίτῃ χρεέσθω ὡς διαχωρητικωτάτῃ, καὶ οἶνον πινέτω λευκὸν Μένδαιον μελίχρουν, ἢ ἄλλον λευκὸν τὸν ἥδιστον καλῶς κεκρημένον. Αὕτη ἡ νοῦσος οὐ μάλα ἐκλείπει· καὶ τὴν ὥρην ὀῤῥοποτεέτω καὶ γαλακτοποτεέτω, ἐς κάθαρσιν μὲν τῷ ὀῤῥῷ, τὴν δὲ γαλακτοποσίην ποιεέσθω ἐν ὥρῃ, πέντε καὶ τεσσαράκοντα ἡμέρας. Ταῦτ᾿ ἢν οὕτω ποιέῃς, ἐπὶ τὸ κρέσσον διαθήσεις τὴν νοῦσον.

[17] Τετάρτη νοῦσος νεφρῶν· τὸ μὲν νούσημα γίνεται ἀπὸ χολῆς καὶ φλέγματος, ἐν καιρῷ δὲ τοῦ θέρεος μάλιστα· γίνεται δὲ καὶ ἀπὸ λαγνείης ἡ νοῦσος. Οὗτος τάδε πάσχει· ὀδύναι πιέζουσιν αὐτὸν ἐς τὴν λαπάρην καὶ ἐς τὸν κενεῶνα καὶ ἐς τὴν ὀσφῦν καὶ ἐς τοὺς μύας τῆς ὀσφύος, καὶ πάσχει ὁκοῖα γυνὴ ὠδίνουσα, καὶ οὐκ ἀνέχεται ἐπὶ τοῦ ὑγιέος κατακείμενος, ἀλλ᾿ ἄγαν πονέει, καὶ τοῦ κενεῶνος δοκέει κατακρέμασθαι ὡς ἀποῤῥησσόμενα· ἐπὶ δὲ τὰ πρηνέα ἢν κατακέηται, οὐκ ἀλγέει· οἱ δὲ πόδες καὶ αἱ κνῆμαι αὐτοῦ ἀεὶ ψυχρά· τὸ δὲ οὖρον μόλις προέρχεται ὑπὸ τῆς θερμασίης καὶ παχύτητος τοῦ οὔρου· κἢν μὲν ἐάσῃς αὐτὸ ὀλίγον χρόνον, καταθεὶς ἕως ἂν καταστῇ, ὄψει τὸ ὑφεστηκὸς παχὺ, οἷόν περ ἄλευρον· κἢν μὲν χολὴ ἐπικρατέῃ, ὑπόπυῤῥον αὐτὸ ὄψει· ἢν δὲ ἀπὸ φλέγματος ᾖ τὸ νούσημα, λευκὸν καὶ παχὺ ἔσται. Καὶ τὸ μὲν πρῶτον ἐς ἐνιαυτὸν ἢ ὀλίγῳ πλέονα ἢ ὀλίγῳ ἐλάσσονα χρόνον τοιαῦτα πάσχων διατελέει· ἢν δὲ ἐπιμηκύνηται ἡ νοῦσος, πονέει τε μᾶλλον καὶ ἐμπυοῦται, καὶ ὁκόταν ἔμπυος γενόμενος ἀποιδέῃ, ὅκου ἂν μάλιστα ἀποιδέῃ τάμνειν ἐς τὸν νεφρὸν, καὶ ἀφιέναι τὰ πῦα· καὶ ἢν μὲν τύχῃς ταμὼν, παραχρῆμα ὑγιέα ποιήσεις. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, τοῖσιν αὐτοῖσι πᾶσι θεραπεύειν, οἷσι κατὰ τὸ πρόσθεν· καὶ κατ᾿ ἀρχὰς τῆς νούσου δεῖ τε καθῆραι καὶ πρὸ τῆς ὑποκαθάρσιος πυριῆσαι· καὶ τοῖσι λουτροῖσι μὴ πυκινὰ λουέσθω, ἀλειφέσθω δὲ μᾶλλον, μηδὲ ῥιγούτω, καὶ τοῦ ἡλίου ἀπεχέσθω, καὶ μὴ λαγνευέτω. Ταῦτα ἢν ποιέῃ καὶ μὴ τάχιστα ὑγιαίνῃ, οὐ καινόν· ἡ νοῦσος γὰρ ὡς χαλεπή. Ἢν δὲ βούλῃ ἄνευ φαρμάκων ἰῆσθαι, χρὴ παχὺν ποιῆσαι ἀπὸ διαίτης ἤν τε ταύτην τὴν νοῦσον κάμνοντα, ἤν τε τῶν προτέρων τινὰ, τὰ σιτία διελὼν, ἃ μεμαθήκει ἐσθίειν, ἤγουν δέκα μερίδας· ἔπειτα μίην ἀφελὼν μερίδα, τὰ λοιπὰ καταφαγέτω, ὄψον δὲ ἐχέτω κρέας ὑὸς τετριμμένον, καὶ περιπατεέτω δέκα σταδίους ταύτης τῆς ἡμέρης· τῇ δὲ ὑστεραίῃ καὶ τῇ τρίτῃ μέχρι τῶν δέκα ἡμερέων ὑποβαίνων μερίδα, ἐλάσσω ἐσθιέτω, καὶ περιπατεέτω δέκα σταδίους αἰεὶ πλείω ἑκάστης ἡμέρης· ὁκόταν δὲ ἐς τὴν ἐσχάτην μερίδα ἀφίκηται τοῦ σιτίου καὶ ἐς τοὺς ἑκατὸν σταδίους, ἐσθιέτω τὴν μίην μερίδα μούνην, καὶ ταύτης τῆς ἡμέρης περιπατησάτω τοὺς ἑκατὸν σταδίους, πρὸ τοῦ δείπνου τεσσαράκοντα, μετὰ δὲ τὸ δεῖπνον εἴκοσιν, ὄρθρου δὲ τεσσαράκοντα· οἶνον δὲ πινέτω Μένδαιον, λευκὸν, αὐστηρόν. Ταῦτα δὲ ποιεέτω τρεῖς ἡμέρας· ἔπειτα τὸν λοιπὸν χρόνον ὑποβαίνων τῶν περιπάτων, τῶν σιτίων πλείω ἐσθιέτω, τὸν αὐτὸν τρόπον ὥσπερ ἀφῄρει, οὕτω δὴ προστιθείς· τῶν δὲ περιπάτων ἀφαιρείτω μέχρι τῶν δέκα ἡμερέων· ἔπειτα ἡσυχίην ἐχέτω ὡς μάλιστα, καὶ εὐωχεέσθω σιτία τε καθαρὰ καὶ ὄψα ὡς πιότατα, καὶ τὰ γλυκέα πάντα ξύμφορα αὐτῷ· λαχάνων δὲ καὶ ὀξέων πάντων ἀπεχέσθω καὶ τῶν δριμέων, καὶ ὁκόσα φῦσαν παρέχει· λουέσθω τε πολλῷ καὶ θερμῷ, καὶ μὴ ῥιγούτω. Ταῦτ᾿ ἢν ποιέῃ, τάχιστα ὑγιὴς ἔσται.

[18] Ἀπὸ δὲ νεφρίτιδος ἐπιλαμβάνει ἥδε ἡ νοῦσος μεγάλη τῶν φλεβῶν τῶν κοίλων, αἳ τείνουσιν ἀπὸ τῆς κεφαλῆς παρὰ τὰς σφαγὰς διὰ τῆς ῥάχιος ἐς τὸ σφυρὸν τὸ ἐκτὸς τοῦ ποδὸς καὶ ἐς τὸ μεταξὺ τοῦ μεγάλου δακτύλου. Τὸ δὲ νούσημα γίνεται μὲν ἀπὸ φλέγματος καὶ χολῆς, ὁκόταν ἐς τὰς φλέβας συῤῥυῇ· αἱ δὲ φλέβες αὗται αἵματός εἰσι πλήρεες· ἢν οὖν τι παρέλθῃ ἀλλοῖον ἐς αὐτὰς, νοσοῦσι. Τάδε οὖν πάσχει· ἢν ἐπὶ τὰ δεξιὰ νοσέῃ, ἄρχεται τὴν ὀδύνην παρέχουσα ἐκ τῆς κοτυληδόνος τοῦ ἰσχίου κατ᾿ ἀρχάς· ὁκόσῳ δ᾿ ἂν πλείων χρόνος προΐῃ καὶ ἀπομηκύνηται, ἥ τε ὀδύνη ὀξυτέρη καὶ κατέρχεται κατωτέρω, καὶ ὁκόταν ἐς τὸ σφυρὸν ἀφίκηται τὸ ἐκτὸς τοῦ ποδὸς καὶ τὸ μεταξὺ τοῦ μεγάλου δακτύλου, ἄρχεται πάλιν ἐς τὴν κεφαλὴν ἔρχεσθαι, καὶ ὁκόταν ἐν τῇ κεφαλῇ στῇ τὸ ἄλγος, πιέζει ἰσχυρῶς, καὶ δοκέει ὁ ἄνθρωπος διαῤῥήγνυσθαι τὴν κεφαλὴν, καὶ οἱ ὀφθαλμοὶ φλέγματος πληροῦνται καὶ τὸ πᾶν σῶμα. Τοῦτον, ὅταν οὕτως ἔχῃ, ἐλατήριον πῖσαι ἢ θαψίης ῥίζαν ἢ ἐλλέβορον ἢ ὀπὸν σκαμμωνίης· μετὰ δὲ τὴν κάθαρσιν ταὐτὰ προσφέρειν, ἃ καὶ τοῖσι πρόσθεν. Ἢν δὲ μὴ ὑπὸ ταύτης τῆς θεραπείης παύηται, γάλακτι παχύνας καῦσαι κάτω τὴν ὠμοπλάτην τὴν δεξιὴν τέσσαρας ἐσχάρας, καὶ ἐς τὴν κοτυλίδα τοῦ ἰσχίου τοῦ δεξιοῦ τρεῖς, καὶ ὑπὸ τὸν γλουτὸν δύο, καὶ ἐν τῷ μέσῳ τοῦ μηροῦ δύο, καὶ ὑπὲρ τοῦ γούνατος μίην, καὶ ὑπὲρ τοῦ σφυροῦ μίην. Οὗτος, ἢν οὕτω καυθῇ, οὐκ ἀφίησιν οὔτε ἄνω οὔτε κάτω τὴν νοῦσον διαχωρέειν. Ἢν δέ κου ἡ ὀδύνη φθῇ ῥαγεῖσα, ἢν μὲν στηρίξῃ ἐς τὸ σκέλος πρὶν ἢ καυθῆναι, χωλὸς ἔσται· ἢν δὲ ἐς τὴν κεφαλὴν, κωφὸς ἢ τυφλός· ἢν δὲ ἐς τὴν κύστιν, προχωρέει ἅμα τῷ οὔρῳ αἵματος μάλιστα τεσσαράκοντα ἡμέρας. Ἀλλὰ χρὴ, ἢν ἐς τὴν κύστιν ῥαγῇ, διδόναι τὰ αὐτὰ φάρμακα, ἃ καὶ τῷ στραγγουριῶντι· καὶ ἤν κου ἄλλῃ ἡ ὀδύνη στῇ, καῦσαι· καίειν δὲ χρὴ τὰ μὲν σαρκώδεα σιδηρίοισι, τὰ δὲ ὀστώδεα καὶ νευρώδεα μύκησι. Πλὴν τάδε πρότερον τούτων χρὴ ποιῆσαι· ἢν κατ᾿ ἀρχὰς τῇ νούσῳ παραγένῃ, εἰς μὲν τὸ ποτὸν χρὴ διδόναι οἶνον λευκὸν Μένδαιον ὑδαρέστερον ὡς πλεῖστον μεθ᾿ ἡμέρην, καὶ μεθυσκέσθω ἄχρις ἂν αἱμοῤῥαγήσῃ κατὰ τὰς ῥῖνας· ὁκόταν δὲ ἄρξηται, ἐᾷν ῥυῆναι ἡμέρας τὸ ἐλάχιστον δέκα καὶ τρεῖς· ὅταν δὲ αὗται αἱ ἡμέραι διέλθωσι, μηκέτι μεθυσκέσθω, μηδὲ ὅταν ἄρξηται ἅπαξ ῥεῖν· πινέτω μέντοι ὀλίγῳ πλείονα τὸν οἶνον ἐπὶ σιτίῳ, ὅκως ἂν ῥέῃ τὸ αἷμα. Ἤδη δέ τισι παυσαμένου τοῦ αἵματος, ἐῤῥάγη ἐς τὴν κύστιν καὶ ἐχώρησεν αἷμα καὶ πῦα· ἢν γοῦν ῥαγῇ, διδόναι τὰ αὐτὰ φάρμακα, ἃ καὶ τῷ στραγγουριῶντι, καὶ ἀπὸ τοῦ αὐτοῦ οἴνου διδόναι πλέον πιεῖν. Οὗτος οὕτω μελετώμενος καὶ τὰ σιτία προσφερόμενος διαχωρητικὰ καὶ τὰ ὄψα, τάχιστα ὑγιὴς ἔσται· ἡ δὲ νοῦσος χαλεπή.

[19] Ἄλλη ἀπὸ τῆς ἀριστερῆς φλεβός· τὰ μὲν ἄλλα πλῆθος τὰ αὐτὰ πάσχει, ἃ καὶ ὁ πρόσθεν· ἐς δὲ τὸν σπλῆνα ὀδύνη ἐνστηρίζει ὀξείη εὐθὺς καταρχὰς τοῦ νουσήματος· καὶ ἢν μὲν ξυνίῃ παραχρῆμα πρὶν καταστηρίξῃ ἐς τὸν σπλῆνα, μύκησι καῦσαι ὀκτὼ ἐσχάρας, τὰς κεφαλὰς ἀπολαβὼν τοῦ σπληνὸς, ὡς τάχιστα· καὶ ὅκου ἂν ἄλλῃ ἡ ὀδύνη καταστηρίξῃ, καῦσαι, καὶ οὕτω παραχρῆμα ὑγιὴς ἔσται. Ἢν δὲ μὴ καυθῇ, ὑγιὴς δὲ γένηται ἀπὸ ταὐτομάτου, τοῖσι πολλοῖσι μετὰ δυοκαίδεκα ἔτη ἡ νοῦσος αὖθις ὑπετροπίασε, καὶ ἢν λάβηται τοῦ σπληνὸς, τοῖσι πολλοῖσιν ὕδερον ἐποίησεν. Ἀλλὰ χρὴ παραχρῆμα θεραπεύειν ὡς τὴν πρόσθεν, καὶ ἢν δοκέῃ, καῦσαι ὥσπερ δὴ καὶ τὸν πρότερον, ἢν ἡ ὀδύνη καθεστήκῃ ἐν τοῖσιν αὐτοῖσιν ἄρθροισιν· ἢν δὲ μὴ οὕτω μελετηθῇ, τὸ λοιπὸν τηκόμενος θνήσκει· ἡ γὰρ νοῦσος χαλεπή.

[20] Περὶ δὲ τοῦ φλέγματος τὰς αὐτὰς γνώμας ἔχω, ἃς καὶ περὶ χολῆς, ἰδέας αὐτοῦ πολλὰς εἶναι. Καὶ ἐπιδήμιον μέν ἐστι τὸ νεώτατον ἑωυτοῦ, καὶ ἡ ἴησις ῥᾴστη· ἐμέτους γὰρ δεῖ ποιέεσθαι μετὰ τὸ σιτίον, ἡμέρας δύο ἢ τρεῖς προσαριστῶντα καὶ ἡσυχάζοντα, ἢν εἰώθῃ τὰς πρόσθεν ἡμέρας μονοσιτέειν καὶ ταλαιπωρέειν· ἢν δὲ μὴ, τῇ αὐτῇ διαίτῃ χρεέσθω, λουέσθω δὲ πολλῷ καὶ θερμῷ, ὁκόταν μέλλῃ ἔμετον ποιέεσθαι· καὶ ἐσθιέτω μᾶζαν ψαιστὴν, καὶ ἄρτον ἔξοπτον ἕωλον· ἕλκοι γὰρ ἂν μᾶλλον ταῦτα τὸ φλέγμα· ὄψοισι δὲ χρεέσθω καὶ λαχάνοισι δριμέσι, καὶ τὰ λιπαρὰ καὶ τὰ γλυκέα καὶ τὰ ὀξέα, ταῦτα πάντα ἐπιτήδεια ξυμμεμιγμένα προσφέρεσθαι· καὶ τοῖσι λαχάνοισι πᾶσι χλωροῖσι χρεέσθω, καὶ πινέτω ἐπὶ τῷ σιτίῳ ὀλίγον πυκινὰ οἶνον γλυκὺν, καὶ πλακοῦντος ἐπιφαγέτω ἐπὶ τελευτῆς καὶ μέλι καὶ σῦκα, καὶ ὁκόταν δειπνήσῃ, πινέτω λαύρως τὰς κύλικας, καὶ ὁκόταν ἤδη πλήρης ᾖ, κατακοιμηθήτω ὀλίγον, εἶτα ἐπεγερθεὶς ἐμεέτω πιὼν οἴνου μεγάλην κύλικα καὶ ἐν χλιερῷ ὕδατι κεκρημένην· ἕλκει γὰρ μᾶλλον τὸ φλέγμα ἐκ τῶν σαρκῶν καὶ τῶν φλεβῶν, καὶ ξηραίνει μᾶλλον τὸ σῶμα· ἐξεμεέτω δὲ ἕως ἂν τὰ σῦκα ἐξεμέσῃ, ὕστατα γὰρ ταῦτα ἐξεμέεται. Ταῦτα μὲν τῇδε· τῇ δὲ ὑστεραίῃ ξυνεχέτω ἑωυτὸν μέχρι δείπνου, καὶ δειπνεέτω ἄρτον αὐτοπυρίτην· τὸ δὲ ὄψον ἔστω ἀπὸ τῶν ἰσχυροτέρων· οἶνον δὲ πινέτω μέλανα αὐστηρόν. Αὕτη μὲν οὖν τοῦ ἐπιδημίου φλέγματος ἡ ἴησις. Ἢν δὲ δυνατὸς ἐὼν ἐσθίειν καὶ πίνειν ἥδηται τοῖσι σιτίοισιν, εἶτα τὰ σκέλεα βαρύνοιτο, καὶ ἡ χροιὴ μετηλλαγμένη ᾖ, τούτῳ φάναι ἐν τῇ κοιλίῃ φλέγμα τὸ λυπέον εἶναι. Ἀλλὰ χρὴ, ὁκόταν οὕτως ἔχῃ, μέλιτι καὶ οἴνῳ γλυκεῖ καὶ ἐλαίῳ νίτρου ὁκόσον οἰὸς ἀστράγαλον παραμίξας κλύζειν· ταῦτα γὰρ τῇ φύσει τοῦ ἀνθρώπου εὐμενέστατα ἐς τὸν κλυσμόν· μέτρον δὲ χρὴ ἑκάστου εἶναι, τοῦ μὲν οἴνου κοτύλην, ἡμικοτύλιον δὲ ἐλαίου, καὶ μέλιτος ἴσον. Ἢν δὲ μὴ κλύζειν βούλῃ, δίυγρον χρὴ τὸν ἄνθρωπον ποιῆσαι, πυριήσαντα ἐν ὑγρῇ τῇ πυρίῃ· τάχα γὰρ ἂν καὶ οὕτως ὑποκενωθείη ἡ κόπρος· ὑπὸ γὰρ τῆς ὑπερξηρασίης τῶν σιτίων ταῦτα πάσχει· ἢν μὲν οὖν τις ἐσθίῃ τὰ σιτία λίην ἔγχυλα, οὐκ ἂν ἴσως πάσχοι ταῦτα οὕτω σφόδρα· εἰ δὲ καὶ πάσχοι ποτὲ, ὀλίγης ἂν ἰήσιος δέοιτο. Τοῦτο οὕτως ἰώμενος τάχιστα ἂν ὑγιέα ποιήσαις.

[21] Ἢν δὲ τύχῃ παλαιότερον ἐὸν τὸ φλέγμα, λευκὸν δὲ καλέεται τοῦτο τὸ φλέγμα, πάσχει τάδε· βαρύνει τὸν ἄνθρωπον μᾶλλον, καὶ ἰδέην ἀλλοίην ἔχειν τοῦ ἐπιδημίου δοκεῖται, ὠχρότερός τέ ἐστι, καὶ οἰδέει οἰδήματι πᾶν τὸ σῶμα, καὶ τὸ πρόσωπον ἐρεύθει, καὶ τὸ στόμα ξηρὸν, καὶ δίψα ἐπέχει, καὶ ὁκόταν φάγῃ, τὸ πνεῦμα πυκνὸν ἐπιπίπτει αὐτῷ· οὗτος τῆς αὐτῆς ἡμέρης ποτὲ μὲν γίνεται ῥᾴων, ποτὲ δὲ πονέει ἐξαπίνης, καὶ δοκέει ἀποθανέεσθαι. Τούτῳ ἢν μὲν ἡ γαστὴρ αὐτομάτως ταραχθῇ, ἐγγυτάτω ὑγιὴς ἔσται· ἢν δὲ μὴ ταραχθῇ αὐτομάτη ἡ κοιλίη, καθαίρειν δεῖ διδόντα τοῦ κνεώρου ἢ τοῦ ἱππόφεω ἢ τοῦ κνιδίου κόκκου ἢ τῆς Μαγνησίης λίθου, καὶ μετὰ τὴν κάθαρσιν φακῆς δοῦναι τρυβλίον ῥοφέειν ἓν ἢ δύο, συνεψέσθω δὲ ἐν τῇ φακῇ σκόροδα, καὶ τεύτλου λιπαροῦ ἀνηδύντου, ἀλφίτων περιπάσσοντα, δοῦναι τρυβλίον· πινέτω δὲ οἶνον μέλανα αὐστηρόν τε καὶ ἰσχυρόν. Τῇ δὲ ὑστεραίῃ βαδιζέτω σταδίους εἴκοσι τὸ ἑωθινόν· ἐλθὼν δὲ φαγέτω ἄρτον μικρὸν ἔξοπτον, καὶ ὄψον ἐχέτω σκόροδα ἑφθά· καὶ πινέτω τοῦ αὐτοῦ οἴνου ὀλίγον ἀκρητέστερον· εἶτα βαδιζέτω σταδίους τριήκοντα, καὶ ὁκόταν ὥρη ᾖ, δειπνεέτω ὁκόσον περ καὶ εἴθιστο ἀριστῇν, ὄψον δὲ ἐχέτω μάλιστα μὲν πόδας συὸς καὶ κεφαλάς· εἰ δὲ μὴ, ἀλεκτρυόνος κρέασιν ἢ ὑὸς τετριμμένοισι χρεέσθω, ἰχθύων δὲ σκορπίῳ ἢ δράκοντι ἢ κόκκυγι ἢ καλλιωνύμῳ ἢ κωβιῷ ἢ τῶν ἄλλων ἰχθύων ὁκόσοι τὴν ἴσην δύναμιν ἔχουσι· λαχάνοισι δὲ χρεέσθω σκορόδοισι μόνοισι καὶ ἄλλων τῶν λαχάνων μηδενί· ταῦτα δὲ ὡς πλεῖστα τρωγέτω καὶ ὠμὰ καὶ ὀπτὰ καὶ ἑφθὰ, αἰεὶ πλείω ἑκάστης ἡμέρης, καὶ ταλαιπωρεέτω πρὸς τὰ σιτία τεκμαιρόμενος καὶ ἐξ ὀλίγου πλέον. Τοῦτο τὸ νούσημα μάλιστα γίνεται θέρεος ὥρῃ ἀπὸ ὑδροποσίης, ἔτι δὲ καὶ ὕπνων πολλῶν· κρίνεται δὲ ἐν τριήκοντα ἡμέρῃσιν, εἰ θανάσιμον ἢ οὔ. Ταῦτα μὲν ποιεέτω, ὁκόταν αἱ τριήκοντα ἡμέραι παρέλθωσιν. Ἐν δὲ τῇσι πρώτῃσι τῶν ἡμερέων ῥοφήμασι διαχρεέσθω φακῇ ἑφθῇ ἐπωκεστέρῃ τῷ ὄξει, καὶ πτισάνῃ ὀξείῃ· πινέτω δὲ χλιαρὸν μελίκρητον, ἄλφιτα ἐπιπάσσων ὀλίγα, ἵνα ἀνωργασμένον τὸ σῶμα ᾖ πρὸς τὴν φαρμακοποσίην, καὶ εὑδέτω ὑπαίθριος ταύτας τὰς ἡμέρας· καὶ ἤν σοι δοκέῃ τοῦ αἵματος ἀφελέειν ἀπὸ τῆς ὀσφύος, σικύην προσβαλεῖν, καὶ τὰς ἐν τῇ ὄσχῃ φλέβας σχάσαι τὰς παχυτάτας. Οὗτος οὕτω θεραπευόμενος τάχιστα ὑγιὴς ἔσται.

[22] Περιίσταται ἀπὸ φλέγματος μάλιστα ἐς ὕδερον τρόπῳ τοιῷδε· ἡ πιμελὴ συντήκεται καὶ γίνεται ὑπὸ τοῦ καύματος τοῦ ἐν τῷ φλέγματι ἐόντος ὕδωρ. Γνώσῃ δὲ τούτῳ, ὅστις δυνατός ἐστιν ἰηθῆναι καὶ ὅστις μή· ἕως ἄν τινι ἐπὶ τῷ ἤτρῳ ἐπῇ ἡ πιμελὴ, δυνατὸς ἰηθῆναί ἐστι· γνώσῃ δὲ τούτοισι μάλιστα, εἰ ἔπεστι πιμελὴ ἐπὶ τῷ ἤτρῳ ἢ οὔ· ἢν μὲν πυρετοὶ ἐπιγένωνται καὶ μὴ δύνηται ἀνίστασθαι καὶ ὁ ὀμφαλὸς ἔξω ἐξίσχῃ πεφυσημένος, φάναι μηκέτι ἐπεῖναι πιμελὴν καὶ μὴ ἰήσιμον εἶναι· ἢν δὲ πυρετὸς μὴ ἐπιγένηται, καὶ δυνατὸς ᾖ ἀνίστασθαι, καὶ ὁ ὀμφαλὸς μὴ ἐξίσχῃ, φάναι ἐπεῖναι πιμελὴν καὶ ἰήσιμον εἶναι. Τούτῳ ξυμφέρει τὴν κοιλίην ξηραίνειν, διδόντα ἄρτον μὲν αὐτοπυρίτην, θερμὸν, μὴ ἕωλον, ὄψον δὲ ὄνου κρέας καὶ κυνὸς τελείου, καὶ ὄϊος, καὶ ὑὸς ὡς ὀπτὰ, καὶ ἀλεκτρυόνος ὀπτὰ θερμὰ, καὶ πουλύποδας ἐσθιέτω ἑψῶν ἐν οἴνῳ μέλανι αὐστηρῷ· οἶνον δὲ πινέτω μέλανα ὡς παχύτατον καὶ στρυφνότατον· ἰχθύων δὲ χρεέσθω κωβιῷ, δράκοντι, καλλιωνύμῳ, κόκκυγι, σκορπίῳ καὶ ἄλλοισι τοῖσι τοιούτοισι πᾶσιν ἑφθοῖσιν ἑώλοισι καὶ ψυχροῖσιν· ὡς ξηρότατοι γὰρ οὗτοι μάλιστά εἰσι, καὶ ἐς τὸν ζωμὸν μὴ ἐμβαπτέσθω, καὶ ἄναλτοι ἔστωσαν οἱ ἰχθύες· λαχάνων δὲ χρεέσθω ῥαφανίσι καὶ σελίνοισιν· ἑψήσθω δὲ φακὴν τῷ ὄξει ἐπωκεστέρην καὶ ἐσθιέτω, καὶ περιπατεέτω καθ᾿ ἡμέρην, καὶ μετὰ τὸ δεῖπνον καὶ ὄρθρου, καὶ ὄψιος εὑδέτω, καὶ πρώϊος ἐξεγειρέσθω. Κἢν μὲν ὑπὸ τούτων καθίστηται, ἅλις· ἢν δὲ μὴ, πῖσαι αὐτὸν κνέωρον ἢ ἱππόφεω ὀπὸν ἢ κνίδιον κόκκον, καὶ μετὰ τὴν κάθαρσιν φακῆς δύο τρυβλία ἐπιῤῥοφεέτω, καὶ ἄρτον μικρὸν καταφαγέτω· οἶνον δὲ πινέτω μέλανα, στρυφνὸν, ὀλίγον· πινέτω δὲ φάρμακον δὶς τῆς ἡμέρης, ἕως ἂν λαπαρὸς γένηται. Ἢν δὲ τὸ οἴδημα καθεστήκῃ ἐν τῇ ὄσχῃ καὶ τοῖσι μηροῖσι καὶ τῇσι κνήμῃσι, κατασχᾷν χρὴ ὀξυτάτῳ μαχαιρίῳ πολλὰ πυκινά. Ταῦτα ἢν ποιέῃς, ταχὺ ὑγιέα ποιήσεις.

[23] Ὕδερος· ὁ δὲ ὕδερος ἀπὸ τῶνδε γίνεται· ὁκόταν θέρεος ὥρῃ διψήσας ὕδωρ πουλὺ πίῃ ἐπισπάδην, ἐκ τοῦδε γίνεσθαι φιλέει μάλιστα· ὁ γὰρ πλεύμων πλησθεὶς ἀφίησιν αὖθις ἐς τὰ στήθεα, καὶ ὁκόταν ἐν τοῖσι στήθεσι γένηται, καῦμα παρέχει σφόδρα ὥστε τήκειν τὴν πιμελὴν, τὴν ἐπὶ τῇσιν ἀρτηρίῃσιν ἐνεοῦσαν, καὶ ἢν ἅπαξ ἄρξηται τήκεσθαι τὸ στέαρ πουλὺ πλέον, ἐν ὀλίγῳ χρόνῳ τὸν ὕδερον ἐνεποίησεν. Γίνεται δὲ καὶ ἢν φύματα ἐν τῷ πλεύμονι ἐμφυῇ καὶ πλησθῇ ὕδατος καὶ ῥαγῇ ἐς τὰ στήθεα· ὡς δὲ γίνεται καὶ ἀπὸ φυμάτων ὕδερος, τόδε μοι μαρτύριον καὶ ἐν βοῒ καὶ ἐν κυνὶ καὶ ἐν ὑΐ· μάλιστα γὰρ τῶν τετραπόδων ἐν τούτοισι γίνεται φύματα ἐν τῷ πλεύμονι ἅπερ ἔχει ὕδωρ, διαταμὼν δ᾿ ἂν γνοίης τάχιστα, ῥεύσεται γὰρ ὕδωρ· δοκέει δὲ καὶ ἐν ἀνθρώπῳ ἐγγίνεσθαι τοιαῦτα πολλῷ μᾶλλον ἢ ἐν προβάτοισιν, ὁκόσῳ καὶ τῇ διαίτη ἐπινούσῳ χρεόμεθα μᾶλλον· ἐγένοντο δὲ πολλοὶ καὶ ἔμπυοι φυμάτων ἐγγενομένων. Τάδε οὖν κατ᾿ ἀρχὰς τῷ νουσήματι ἐπιγίνεται, βὴξ ξηρὴ, καὶ ὁ φάρυγξ δοκέει κέρχνειν, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιγίνεται καὶ ὀρθοπνοίη, καὶ ὁ χρὼς ἐποιδαλέος, καὶ οἱ πόδες οἰδέουσι, καὶ οἱ ὄνυχες ἕλκονται, καὶ ἕως μὲν ἐν τῇ ἄνω κοιλίῃ ὁ ὕδερος ἐνῇ, ὁ πόνος ὀξύς· ὁκόταν δὲ ἐς τὴν κάτω κοιλίην ἔλθῃ, δοκέει ῥᾴων εἶναι· ἔπειτα πάσχει προϊόντος τοῦ χρόνου οἷά περ πρόσθεν, πιμπλαμένης τῆς κοιλίης. Ἔστι δ᾿ ὅτε ἀποιδέει πρὸς τὸ πλευρὸν, καὶ δηλοῖ ᾗ χρὴ τάμνειν· ἢν δὲ μὴ ἀποδηλοῖ, λούσας πολλῷ καὶ θερμῷ, τῶν ὤμων λαβόμενος σεῖσον· εἶτ᾿ ἀκροᾶσθαι ἐν ὁκοτέρῃ ἂν τῶν πλευρέων μᾶλλον κλυδάζηται· ξυνεὶς δὲ τάμνειν τὴν πλευρὴν τὴν τρίτην ἀπὸ τῆς νεάτης μέχρι τοῦ ὀστέου· εἶτα τρυπῆσαι πέρην τρυπάνῳ περητηρίῳ, καὶ ὁκόταν τρυπηθῇ, ἀφεῖναι τοῦ ὕδατος ὀλίγον, καὶ ὁκόταν ἀφῇς, μοτῶσαι ὠμολίνῳ, καὶ ἄνωθεν ἐπιθεῖναι σπόγγον μαλθακόν· εἶτα καταδῆσαι ὅκως μὴ ἐκπέσῃ ὁ μοτός· ἀφιέναι δὲ χρὴ δυοκαίδεκα ἡμέρας τὸν ὕδρωπα, ἅπαξ τῆς ἡμέρης· μετὰ δὲ τὰς δυοκαίδεκα ἡμέρας τῇ τρισκαιδεκάτῃ ἅπαν ἀφιέναι τὸ ὕδωρ, καὶ τὸν λοιπὸν χρόνον ἢν ὑπογίνηται ὕδατός τι, ἀφιέναι, καὶ τὴν κοιλίην ἐν τοῖσι σιτίοισιν ἀποξηραίνειν. Τάδε δὲ δεῖ μετὰ τὴν τμῆσιν διδόναι· σκευάσας ὀποῦ σιλφίου δραχμῆς σταθμὸν, καὶ ἀριστολοχίης κνῆσαι ὁκόσον ἀστράγαλον ἐλάφου, καὶ φακῶν καὶ ὀρόβων πεφρυγμένων ἄλφιτα καθήρας ὁκόσον ἡμιχοίνικον ἑκατέρων, ξυμφυρῆσαι ταῦτα μέλιτι καὶ ὄξει· εἶτα πλάσαι κόλλικας ἑξήκοντα, καὶ καθ᾿ ἑκάστης ἡμέρης τρίβων ἕνα διεῖναι οἴνου μέλανος ἡμικοτυλίῳ, αὐστηροῦ ὡς ἡδίστου· εἶτα διδόναι νήστει πιεῖν. Τὴν δὲ ἄλλην δίαιταν καὶ ταλαιπωρίην τὴν αὐτὴν κελεύειν διαιτῆσθαι ἣν καὶ τὸν πρόσθεν χρόνον, καὶ ἢν οἰδήσῃ τὰ αἰδοῖα καὶ τοὺς μηροὺς, θαρσέων κατασχᾷν. Τοῦτον ἢν οὕτω μελετᾷς, τάχιστα ὑγιῆ ποιήσεις.

[24] Ὕδερος ἀπὸ τοῦ ἥπατος· ὁ ἀπὸ τοῦ ἥπατος ὕδερος γίνεται, ὁκόταν ἐς τὸ ἧπαρ φλέγμα ἐπιγένηται, καὶ ἀναλάβῃ τὸ ἧπαρ καὶ διυγρανθῇ· εὐθὺς οὖν καῦμα τούτῳ παρέχει, καὶ φῦσαν ἐμποιέει, ἔπειτα δὲ χρόνῳ ὕδατος πίμπλαται· κἄπειτα δηγμὸς ἐς τὸ σῶμα ἐμπίπτει, καὶ οἴδημα ἐν τῇσι κνήμῃσι καὶ ἐν τοῖσι ποσὶν ἔνεστι, καὶ τὸ ἧπαρ σκληρὸν καὶ οἰδέει, καὶ αἱ κληῗδες λεπτύνονται. Τούτῳ ὁκόταν οὕτως ἔχῃ, κατ᾿ ἀρχὰς τοῦ νοσήματος διδόναι, ἢν ἀλγέῃ τὸ ἧπαρ, ὀρίγανον τρίβων, ὀπὸν σιλφίου ὁκόσον ὄροβον διεὶς, ἐν οἴνῳ λευκῷ ἡμικοτυλίῳ πίνειν, καὶ γάλα αἰγὸς, τρίτον μέρος μελικρήτου παραμίσγων, τετρακότυλον κύλικα· σιτίων δὲ ἀπεχέσθω τὰς πρώτας ἡμέρας δέκα· αὗται γὰρ κρίνουσιν, εἰ θανάσιμον ἢ οὔ· ῥοφανέτω δὲ πτισάνης χυλὸν, κάθεφθον μέλι παραχέων· οἶνον δὲ πινέτω λευκὸν Μένδαιον ἢ ἄλλον τὸν ἥδιστον ὑδαρέα. Ὁκόταν δὲ αἱ δέκα ἡμέραι παρέλθωσι, σιτία προσφερέσθω καθαρὰ, καὶ ὄψον ἐχέτω ἀλεκτρυόνος κρέα ὀπτὰ θερμά· ἐχέτω δὲ καὶ σκύλακος ἑφθά· ἰχθύϊ δὲ γαλεῷ καὶ νάρκῃ χρεέσθω ὀπτοῖσιν· οἶνον δὲ τὸν αὐτὸν πινέτω. Κἢν μὲν ἀπὸ τούτων παύσηται, ἅλις· ἢν δὲ μὴ, ὁκόταν αὐτὸς ἑωυτοῦ παχύτατος ἔῃ καὶ τὸ ἧπαρ μέγιστον, καῦσαι μύκησιν· οὕτω γὰρ ἂν τάχιστα ὑγιέα ποιήσαις· καῦσαι δὲ χρὴ ἐσχάρας ὀκτώ. Ἢν δὲ ὁ ὕδερος ἐγγένηται καὶ ῥαγῇ ἐς τὴν κοιλίην, τοῖσιν αὐτοῖσιν ἰῆσθαι οἷσι καὶ τὰ πρόσθεν, φαρμάκοισι καὶ ποτοῖσι καὶ βρωτοῖσι καὶ ταλαιπωρίῃσιν· οἶνον δὲ πινέτω μέλανᾳ αὐστηρόν. Ἢν δέ σοι δοκέῃ που ἀφίστασθαι τοῦ ἥπατος, καῦσαι ὅκου ἂν φανῇ σιδηρίῳ, καὶ ἀφιέναι τοῦ ὕδατος κατ᾿ ὀλίγον, καὶ ἰῆσθαι ὡς καὶ τὰ λοιπὰ πρόσθεν. Ἢν δὲ μὴ ὑπὸ τούτων ὑγιὴς γένηται, φθειρόμενος θνήσκει χρόνῳ· ἡ γὰρ νοῦσος χαλεπὴ, καὶ παῦροι ταύτην διαφυγγάνουσιν.

[25] Ὕδερος ἀπὸ τοῦ σπληνός· ὁ δὲ ὕδερος ὁ ἀπὸ τοῦ σπληνὸς γίνεται ἀπὸ τῆσδε τῆς προφάσιος μάλιστα, ὁκόταν ὀπώρη ᾖ καὶ αὐτὸς φάγῃ πολλὴν σύκων χλωρῶν καὶ μήλων· πολλοὶ δὲ ἤδη καὶ ἀπὸ τροφῆς βοτρύων πολλῶν καὶ πολλοῦ γλεύκους τὴν νοῦσον ἔλαβον. Ἢν μὲν οὖν μέλλῃ ἐς τὸ νούσημα ἐμπεσεῖσθαι, παραχρῆμα ἐν τοῖσι πόνοισίν ἐστιν· ὀδύναι τε γὰρ ὀξεῖαι ἐν τῷ σπληνὶ καθιστᾶσι, μεταπίπτουσι δὲ καὶ ἐς τὸν ὦμον καὶ ἐς τὴν κληῗδα καὶ ἐς τὸν τιτθὸν καὶ ἐς τὸν λαγόνα, καὶ πυρετοὶ ἔχουσιν ἰσχυροὶ, καὶ ἢν φάγῃ τι, ἡ γαστὴρ πίμπλαται, καὶ ὁ σπλὴν ἀείρεται καὶ ὀδύνην παρέχει. Τούτῳ ἢν χρονίσῃ τὸ νούσημα, τὸν μὲν ἄλλον χρόνον ἧσσον πονέει· ὁκόταν δὲ ὀπώρη ᾖ καὶ φάγῃ αὐτῆς, τότε πονέει μάλιστα. Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, κατ᾿ ἀρχὰς μελετῇν, ἄνω μὲν ἐλλέβορον διδοὺς, κάτω δὲ κνέωρον ἢ ἱππόφεω ὀπὸν ἢ κνίδιον κόκκον· διδόναι δὲ καὶ γάλα ὄνειον ὀκτὼ κοτύλας μέλι παραχέων. Κἢν μὲν ἀπὸ τουτέων καθίστηται, ἅλις· ἢν δὲ μὴ, ὁκόταν μέγιστος ᾖ ὁ σπλὴν καὶ οἰδέῃ μάλιστα, καῦσαι μύκησι, τὰς κεφαλὰς ἀπολαβὼν, ἢ σιδηρίοισι, μετὰ φυλακῆς πολλῆς καὶ τηρήσιος, ὅκως μὴ πέρην διακαύσῃς. Ταῦτα δὲ κατ᾿ ἀρχὰς ποιέειν τοῦ νοσήματος, καὶ δίαιταν τήνδε προσφερέσθω, πυρετοῦ μὴ ἔχοντος· ἄρτῳ μὲν χρεέσθω πυρίνῳ ὀπτῷ ἢ τῶν σκληρῶν πυρῶν διπυρίτῃ· ὄψον δὲ ἐχέτω τάριχος Γαδειρικὸν ἢ σαπέρδην, καὶ κρέας τετριμμένον οἰὸς, καὶ τὰ ὀξέα καὶ τὰ ἁλμυρὰ πάντα ἐσθιέτω, καὶ πινέτω οἶνον αὐστηρὸν Κῷον ὡς μελάντατον· τῶν δὲ γλυκέων ἀπεχέσθω· ἢν δὲ ἐξανίστηται καὶ δυνατὸς ᾖ, παλαιέτω ἀπ᾿ ἄκρων τῶν ὤμων, καὶ ταλαιπωρεέτω περιόδοισι πολλῇσι δι᾿ ἡμέρης, καὶ εὐωχεέσθω ἅπερ εἴρηται μάλιστα. Ἢν δὲ ὕδερος ἐπιγένηται, ἰῆσθαι κατὰ ταὐτὰ καὶ τοῖσιν αὐτοῖσι καθάπερ τοὺς πρόσθεν.

[26] Καθολικὸς ὕδερος· ὁ δὲ ὕδερος ἀπὸ τῶνδε γίνεται· θέρεος ὥρην, ἢν ὁδοιπορέων ὁδὸν μακρὴν ἐπιτύχῃ ὀμβρίῳ ὕδατι καὶ στασίμῳ καὶ πίῃ αὐτοῦ ἐπισπάδην πολλὸν, καὶ αἱ σάρκες ἀναπίωσι καὶ ἐνίσχωσιν ἐν ἑωυτῇσι τὸ ὕδωρ, ὑποχώρησις δὲ μὴ γένηται μηδαμῆ. Τάδε οὖν πάσχει· ἢν μὲν ᾖ ἐν τῇ σαρκὶ, καῦμα παρέχει ἔν τε τῇ κοιλίῃ καὶ ἐν τῷ σώματι, ὥστε τὸ στέαρ τὸ ἐπεὸν τῇ κοιλίῃ τήκεται. Οὗτος τέως μὲν ἂν βαδίζῃ, οὐδὲν δοκέει κακὸν ἔχειν· ὁκόταν δὲ παύσηται βαδίζων καὶ ὁ ἥλιος δύνῃ, παραχρῆμα τὸν πόνον ἔχει πουλύν. Προϊούσης δὲ τῆς νούσου λεπτύνεται σφόδρα· ἢν δὲ καὶ ἀσιτίη ἐπιγένηται, πολλῷ πλέον λεπτύνεται· ἢν δὲ τὰ σιτία μὲν ἐσθίειν μὴ δύνηται, ταλαιπωρέειν δὲ ἀδύνατος ᾖ, καὶ ἐπὶ πλέον σίνεται. Τοῖσι πολλοῖσι τοιουτέων καὶ οἴδημα καθίσταται ἐς ὅλον τὸ σῶμα, καὶ τῷ μὲν λεπτῷ ἡ χροιὴ πελίη γίνεται, καὶ ἡ γαστὴρ μεγάλη, καὶ δίψα ἔχει ἰσχυρή· τὰ γὰρ σπλάγχνα αὐτέου ξηραίνεται ὑπὸ τῆς θέρμης· τοῦ δὲ χρόνου προϊόντος, οὗτος μὲν πρόθυμος ἐσθίειν ἐστὶν ὅπερ ἄν τις διδῷ, καὶ πίνειν, καὶ ἀλγέει οὐδέν· ἢν δὲ τὸ οἴδημα κατέχῃ, ἡ χροιὴ γίνεται τουτέῳ ὠχρὴ, καὶ διὰ τοῦ σώματος φλέβες διατέτανται μέλαιναι πυκναί· θυμαίνει δὲ καὶ λυπέεται ἐπὶ παντὶ, οὐδενὸς νεωτέρου ἐόντος· ἡ δὲ γαστὴρ δίϋδρος καὶ μεγάλη ὥσπερ λαμπτὴρ, καὶ τοῦ χρόνου προϊόντος τὰ σιτία οὐ προσίεται, ἀλλὰ δοκέει αὐτὰ ὄζειν σικύου ἀγρίου ὑπὸ τῆς βδελυρίης. Τούτῳ, ὁκόταν οὕτως ἔχῃ, διδόναι τοῦ κνεώρου ἢ τοῦ ἱππόφεω τὸν ὀπὸν ἢ τὸν κνίδιον κόκκον· ταῦτα δὲ τὰ φάρμακα οὕτω διδόναι χρή· τὸν μὲν κνέωρον δι᾿ ἕκτης ἡμέρης, τὸν δὲ τοῦ ἱππόφεω ὀπὸν δι᾿ ὀγδόης, τὸν δὲ κνίδιον κόκκον διὰ δεκάτης ἡμέρης· διδόναι δὲ χρὴ ταῦτα, ἕως ἂν ἐκκαθαρθῇ καὶ λαπαρὸς γένηται· τὰς δὲ μεταξὺ τῶν ἡμερέων εὐωχέειν τοῖσιν αὐτοῖσιν οἷσι καὶ τὸν πρόσθεν. Μάλιστα δὲ τοῦ ὕδατος τοῦ αὐτοῦ πίνειν διδόναι, ὑφ᾿ ὅτευ καὶ τὸ νούσημα ἔλαβεν, ὡς πλεῖστον, ὅκως ἀναταράξει αὐτέου τὴν κοιλίην καὶ ὑποχωρήσει σφόδρα· οὕτω γὰρ μάλιστα ὑγιέα ποιήσεις. Ἢν δέ σοι δοκέῃ, καὶ κλύζειν θαμινὰ, τοῦ κνεώρου τρίψας ἥμισυ πόσιος, μέλιτος παραμίξας τρίτον μέρος κοτύλης, καὶ τευτλίου τέσσαρας κοτύλας, διεῖναι, εἶθ᾿ οὕτω κλύζειν· καὶ ὀνείου γάλακτος ἑφθοῦ τῇ ὑστεραίῃ δοῦναι ὀκτὼ κοτύλας, μέλι παραχέων ἢ ἅλας παραβαλὼν, πίνειν· καὶ μετὰ τὴν κάθαρσιν τοῖσιν αὐτοῖσι χρεέσθω οἷσι καὶ ὁ πρόσθεν· καὶ τὰς μεταξὺ τῶν ἡμερέων σιτίοισι καὶ ποτοῖσι τοῖσιν αὐτοῖσι χρεέσθω καὶ τοῖσι περιπάτοισιν ὁμοίως. Οὗτος οὕτω θεραπευόμενος ἐν τάχει τῆς νούσου ἀπαλλαγήσεται τρίμηνος ἢ ἑξάμηνος· ἢν δὲ ἀμελείη τις ἐγγένηται καὶ μὴ παραχρῆμα μελετηθῇ, ἐν τάχει ἀποθνήσκει. Καὶ τὸν καταλεπτυνόμενον τοῖσιν αὐτοῖσι χρῆσθαι πρὸς ἴησιν· προϋγρῆναι δὲ χρὴ πρότερον αὐτοῦ τὸ σῶμα πυριήσαντα, ὅκως ἂν μᾶλλον τῷ φαρμάκῳ ὑπακούῃ. Ἀλλὰ χρὴ παραχρῆμα μελετῇν· ἢν δὲ μὴ, τοῖσι πολλοῖσι ξυγγηράσκει ἡ νοῦσος. Κλύζειν δὲ χρὴ καὶ τοισίδε, ὁκοτέρην ἂν βούλῃ τῶν νούσων· οἴνου λευκοῦ δύο κοτύλας λαβὼν καὶ μέλιτος ἡμικοτύλιον, καὶ ἐλαίου ἡμικοτύλιον, νίτρου τεταρτημόριον Αἰγυπτίου ὀπτοῦ, σικύου ἀγρίου τῶν φύλλων κόψας καὶ ἐκπιέσας τοῦ χυλοῦ κοτύλην, ταῦτα μίξας πάντα, ἔς τι χυτρίδιον ἐγχέαι, κἄπειτα ζέσας οὕτω κλύζειν.

[27] Νοῦσος ἡπατῖτις· ἡ δὲ νοῦσος γίνεται ἀπὸ χολῆς μελαίνης, ὁκόταν ἐπιῤῥυῇ ἐς τὸ ἧπαρ· προσπίπτει δὲ μάλιστα μετοπώρου, ἐν τῇσι μεταβολῇσι τοῦ ἐνιαυτοῦ. Τάδε οὖν πάσχει· ἐς τὸ ἧπαρ ὀδύνη ὀξείη ἐμπίπτει αὐτῷ, καὶ ὑπὸ τὰς νεάτας πλευρὰς καὶ ἐς τὸν ὦμον καὶ ἐς τὴν κληῗδα καὶ ὑπὸ τὸν τιτθὸν, καὶ πνὶξ ἔχει ἰσχυρὴ, καὶ ἐνίοτε ἀπεμέει πελιδνὴν χολὴν, καὶ ῥῖγος, καὶ πυρετὸς τὰς πρώτας ἡμέρας σφόδρα, ἔπειτα μέντοι βληχρότερος ἔχει, καὶ ψαυόμενος ἀλγέει τὸ ἧπαρ, καὶ ἡ χροιὴ ὑποπέλιδνος αὐτέου, καὶ τὰ σιτία ἃ πρόσθεν ἐβεβρώκει πνίγει αὐτὸν προσπίπτοντα καὶ καίει καὶ στρέφει τὴν κοιλίην. Ταῦτα μὲν πάσχει κατ᾿ ἀρχάς· τῆς δὲ νούσου προϊούσης οἵ τε πυρετοὶ ἀφιᾶσι καὶ ἐπ᾿ ὀλίγων σιτίων πίμπλαται, ἐν δὲ τῷ ἥπατι ἡ ὀδύνη μούνη λείπεται, καὶ αὐτὴ ποτὲ μὲν ἰσχυρὴ, ποτὲ δὲ ἥσσων διαπαύουσα· ἐνίοτε δὲ ὀξείη λαμβάνει, καὶ πολλάκις ἐξαπίνης ἀφῆκε τὴν ψυχήν. Τούτῳ ξυμφέρει, ὁκόταν μὲν ἡ ὀδύνη ἔχῃ, τά τε ἄλλα καὶ μὴν καὶ τὰ χλιάσματα προστιθέναι ταὐτὰ, ἃ καὶ τῇ πλευρίτιδι· ὁκόταν δὲ ἀνῇ ὁ πόνος, λούειν αὐτὸν πολλῷ καὶ θερμῷ, μελίκρητόν τε διδόναι πίνειν καὶ οἶνον λευκὸν γλυκὺν αὐστηρὸν, ὁκότερον ἂν ξυμφέρῃ, καὶ ῥοφήματα ταὐτὰ, ἃ καὶ τῷ ὑπὸ πλευρίτιδος ἑαλωκότι. Ὑπὲρ δὲ τῆς ὀδύνης τάδε χρὴ διδόναι πίνειν· ἀλεκτορίδος ὠοῦ ἑφθοῦ τὸ ὠχρὸν τρίψας, παραχέας στρύχνου χυλοῦ ἡμικοτύλιον καὶ μελίκρητον ἐν ὕδατι πεποιημένον, ἥμισυ ἡμικοτύλιον, τούτοισι διεὶς διδόναι πίνειν, καὶ παύσει τὴν ὀδύνην· διδόναι δὲ καὶ ἑκάστης ἡμέρης, ἕως ἂν ἡ ὀδύνη παύσηται· πινέτω δὲ καὶ σιλφίου ὀπὸν ὁκόσον ὄροβον, καὶ ὀρίγανον τρίβων διεῖναι οἴνῳ λευκῷ, καὶ οὕτω πίνειν νῆστις· ἐπιπινέτω δὲ καὶ τὰ ἐν τῇ πλευρίτιδι διδόμενα φάρμακα, εἵνεκα τῆς ὀδύνης· πινέτω δὲ καὶ γάλα αἰγὸς, τρίτον μέρος μέλιτος παραμίσγων, τοῦ δὲ γάλακτος ἔστωσαν τέσσαρες κοτύλαι· τοῦτο ἕωθεν πινέτω ὁκόταν τἄλλα μὴ πίνῃ. Σιτίων δὲ ἀπεχέσθω, ἕως ἂν κριθῇ ἡ νοῦσος· κρίνεται δὲ μάλιστα ἐν ἑπτὰ ἡμέρῃσι, ταύτῃσι γὰρ δηλοῦται εἰ θανάσιμος ἢ οὔ. Ἢν δὲ καὶ πνίγμα προσίστηται, τάδε χρὴ διδόναι, ὅκως ἂν ἀπεμέσῃ· μέλι, καὶ ὕδωρ, ὄξος, ἅλας, ταῦτα μίξας ἐγχέαι ἐς χυτρίδιον καινόν· εἶτα χλιαίνειν, καὶ ταράσσειν ὀριγάνου κλωνίοισι τῆς κεφαλοειδέος ξὺν τῷ καρπῷ· ὁκόταν δὲ χλιανθῇ, ἐκπιεῖν δοῦναι χλιερόν· εἶτα περιβαλὼν ἱμάτια ἐᾷν, περιστείλας ὅκως ἂν ἱδρῷ μάλιστα, καὶ ὁκόταν ἔμετος αὐτὸν ἔχῃ, ἐμεέτω προθύμως καταματτευόμενος πτερῷ· ἢν δὲ μὴ δύνηται ἐμέσαι, ἐπιπιὼν μελικρήτου χλιαροῦ κύλικα δικότυλον, οὕτως ἐμεέτω· καὶ ἤν τι ἀπεμέσῃ χολῆς ἢ φλέγματος, αὖθις τὸ αὐτὸ χρὴ ποιέειν ἐπὶ τέσσαρας ὥρας· ὠφελήσει γάρ. Μετὰ δὲ τῆς νούσου τὴν κρίσιν μελετῇν, σιτία ὀλίγα διδοὺς καθαρά· κἢν μὲν ἄρτον φιλέῃ ἐσθίειν, ἄρτον θερμὸν ὡς μάλιστα καθαρὸν ἐσθιέτω· ἢν δὲ μάζην, ἄτριπτον ἐσθιέτω, πρότερον προφυρήσας· ὄψον δὲ ἐχέτω κρέα σκυλακίου ἑφθὰ ἢ πελειάδος ἢ ἀλεκτορίδος νεοσσοῦ, ἑφθοῖσι πᾶσιν· ἰχθύων δὲ γαλεῷ, νάρκῃ, τρυγόνι τε καὶ βατίσι τῇσι μικρῇσι, πᾶσιν ἑφθοῖσι· λουέσθω δὲ καὶ ἡμέρης ἑκάστης, καὶ τὸ ψῦχος φυλασσέσθω, καὶ περιπατεέτω ὀλίγα τέως ἐν ἀσφαλείῃ. Ταῦτα δὴ ἢν φυλάσσηται, οὐχ ὑποτροπιάσαι τὴν νοῦσον δέος πάλιν· καὶ γὰρ ἡ τοιαύτη νοῦσος χαλεπή ἐστι καὶ χρονίη.

[28] Ἄλλη ἡπατῖτις· αἱ μὲν ὀδύναι πιέζουσι κατὰ τὰ αὐτὰ ἐς τὸ ἧπαρ, καὶ ἡ χροιὴ διαφέρει τῆς πρόσθεν, σιδιοειδὴς γάρ ἐστιν. Ἐν δὲ τῷ καιρῷ τοῦ θέρεος μάλιστα ἐμπίπτει· γίνεται δὲ ἀπὸ κρεηφαγίης βοείων κρεῶν καὶ ἐξ οἰνοφλυγίης· ταῦτα γὰρ πάντα πολεμιώτατα ταύτην τὴν ὥρην τῷ ἥπατι, καὶ χολὴν μάλιστα προσίστησι πρὸς τὸ ἧπαρ. Τάδε οὖν πάσχει· ὀδύναι ὀξεῖαι ἐπιπίπτουσι, καὶ οὐκ ἐκλείπουσιν οὐδεμίην ὥρην, ἀλλ᾿ αἰεὶ μᾶλλον πιέζουσιν· ἔστι δ᾿ ὅτε καὶ ἐμέει χολὴν ὠχρὴν, καὶ ὁκόταν ἐμέσῃ, ἐπ᾿ ὀλίγον δοκέει ῥᾴων εἶναι· ἢν δὲ μὴ ἀπεμέσῃ, ἐς τοὺς ὀφθαλμοὺς ἡ χολὴ καθίσταται, καὶ ὠχροὶ γίνονται σφόδρα, καὶ οἱ πόδες οἰδέουσι. Ταῦτα πάσχει ποτὲ μὲν σφόδρα, ποτὲ δὲ ἧσσον· ὁκόταν δὲ αἱ ἡμέραι παρέλθωσιν ἐν ᾗσι κρίνεται τὸ νούσημα, ὅ τε πόνος ἐλάσσων ἔχῃ, ἀναμάρτητον διαιτῆσθαι χρὴ τοιαύτῃ διαίτῃ, ᾗ καὶ πρόσθεν· ἢν γὰρ μεθυσθῇ παρὰ καιρὸν ἢ λαγνεύσῃ ἢ ἄλλο τι ποιήσῃ μὴ ἐπιτήδειον, τὸ ἧπαρ παραχρῆμα γίνεται σκληρὸν αὐτέῳ, καὶ οἰδέει, καὶ σφύζει ὑπὸ τῆς ὀδύνης, καὶ ἤν τι σπεύσῃ, πονέει ἐξαπίνης τὸ ἧπαρ καὶ τὸ σῶμα ἅπαν. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ καὶ αἱ πρῶται ἡμέραι παρέλθωσι, πυριῆσαι, εἶτα ὑποκαθῆραι τῷ σκαμμωνίῳ· ἢν δὲ ἡ κοιλίη ξυγκεκαυμένη ᾖ, κλύσαι ἐν τοῖσιν αὐτοῖσιν, οἷσι καὶ τοὺς πρόσθεν, ὅ τι ἄξει καλῶς· καὶ μετὰ τὸν κλυσμὸν ὀνείῳ γάλακτι ἑφθῷ ὑποκαθῆραι ὀκτὼ κοτύλῃσι, μέλι δὲ παραχέων διδόναι πίνειν· διδόναι δὲ καὶ τὸ αἴγειον γάλα, τρίτον μέρος μελικρήτου παραμίσγων, τὸ ἑωθινὸν, τετρακότυλον κύλικα· διδόναι δὲ καὶ ἑφθοῦ τοῦ αἰγείου δύο κοτύλας, τρίτον μελικρήτου παραμίσγων, ἢ αὐτὸ μοῦνον μέλι παραχέων· διδόναι δὲ καὶ τὸ ἵππειον γάλα τὸν αὐτὸν τρόπον τῷ ὀνείῳ. Κἢν μὲν ὑπὸ τούτων μελετωμένη ἡ νοῦσος ἐξέλθῃ, ἅλις· ἢν δὲ μὴ, τάμνειν τοῦ δεξιοῦ ἀγκῶνος τὴν εἴσω φλέβα καὶ ἀφιέναι τοῦ αἵματος· ἢν δέ σοι μὴ δοκέῃ ὀνείῳ γάλακτι ὑποκαθῆραι, βοείου γάλακτος ὠμοῦ διδόναι δύο κοτύλας, τρίτον μελικρήτου παραμίσγων, ἑκάστης ἡμέρης ἐπὶ ἡμέρας δέκα· εἶτα ἄλλας δέκα, ἕκτον μέρος τοῦ μελικρήτου παραχέων, πίνειν διδόναι· τὸ δὲ γάλα αὐτὸ τὸ λοιπὸν διδόναι, ἕως ἂν ἀναπιανθῇ, δύο κοτύλας. Ἢν δὲ μηδὲ οὕτω παύηται, καῦσαι χρὴ, ὁκόταν μέγιστον τὸ ἧπαρ γένηται καὶ ἐξεστήκῃ μάλιστα· καῦσαι δὲ ἐν πυξίνοισιν ἀτράκτοισι, βάπτων ἐς ἔλαιον ζέον, προστιθέναι δὲ ἕως ἄν σοι δοκέῃ καλῶς ἔχειν καὶ κέκαυσται, ἢ μύκησιν ὀκτὼ ἐσχάρας καῦσαι· ἢν γὰρ τύχῃς καύσας, ὑγιέα ποιήσεις, καὶ τὸν λοιπὸν χρόνον ῥᾷον διάξει· ἢν δὲ μὴ τύχῃ καυθεὶς, ὑπὸ τῶν ἄλλων λοιπὸν ὑγιὴς μὴ γενόμενος, φθειρόμενος ἀποθνήσκει.

[29] Ἡπατῖτις ἄλλη· τὰ μὲν ἄλλα πλῆθος τὰ αὐτὰ πάσχει τοῖσι πρόσθεν· ἡ δὲ χροιὴ μέλαινα τοῦ δὲ ἥπατος ἡ χολὴ φλέγματος καὶ αἵματος πλησθεῖσα, ὡς λογιζόμεθα, διαῤῥήγνυται, καὶ ὁκόταν διαῤῥηχθῇ, τάχιστα μαίνεται, καὶ ἀγανακτεῖ, καὶ διαλέγεται ἀσύνετα, καὶ ὑλακτέει ὡς κύων, καὶ οἱ ὄνυχες φοινίκεοί εἰσι, καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐ δύναται ὁρῇν, καὶ τρίχες αἱ ἐν τῇ κεφαλῇ ὀρθαὶ ἵστανται, καὶ πυρετὸς ὀξὺς ἐπιλαμβάνει. Τούτῳ χρὴ προσφέρειν τὰ αὐτὰ ἃ καὶ τοῖσι πρόσθεν· οἱ δὲ πολλοὶ ἀποθνήσκουσιν ἐν τῇσιν ἕνδεκα ἡμέρῃσι· παῦροι δὲ διαφυγγάνουσιν.

[30] Σπληνὸς νοῦσος πρώτη· γίνεται δὲ ἡ τοιαύτη νοῦσος διὰ θερμασίην τοῦ ἡλίου χολῆς κινηθείσης, ὁκόταν ἑλκύσῃ ἐφ᾿ ἑωυτὸν χολὴν ὁ σπλήν. Τάδε οὖν πάσχει· πυρετὸς ὀξὺς ἐπιγίνεται κατ᾿ ἀρχάς· προϊούσης δὲ τῆς νούσου ἀφίησι, πλὴν κατ᾿ αὐτὸν τὸν σπλῆνα· ταύτῃ δὲ αἰεὶ θέρμη ἔχει· καὶ ὀδύνη ἄλλοτε καὶ ἄλλοτε ἐμπίπτει ὀξείη καὶ ἐς τὴν λαπάρην καὶ ἐς τὴν κοιλίην· τὰ δὲ σιτία κατ᾿ ἀρχὰς προσίεται μὲν, διαχωρέει δὲ οὐ μάλα, προϊούσης δὲ τῆς νούσου, ἥ τε χροιὴ ὠχρὴ γίνεται, καὶ ὀδύνη ἰσχυρὴ ἐμπίπτει, καὶ αἱ κληῗδες λεπτύνονται, καὶ τὰ σιτία οὐχ ἁμαλῶς προσίεται ὥσπερ κατ᾿ ἀρχὰς, καὶ ἀπὸ ὀλίγου πίμπλαται· ὁ δὲ σπλὴν ἄλλοτε μέγας τῆς αὐτῆς ἡμέρης, ἄλλοτε ἐλάσσων γίνεται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πῖσαι ἐλλέβορον, κάτω δ᾿ ὑποκαθῆραι τῷ κνιδίῳ κόκκῳ· ἐς ἑσπέρην δὲ μετὰ τὴν κάθαρσιν φακῆς δοῦναι τρυβλίον ῥοφέειν ὀξυτέρης, καὶ τευτλίων τρυβλίον λιπαρῶν, ἄλφιτα παραπάσας· τῇ δ᾿ ὑστεραίῃ καὶ τῇ τρίτῃ ἄρτον μικρὸν δοῦναι· ὄψῳ δὲ φακῇ χρεέσθω, καὶ ὑὸς κρέας ἐν τῇ φακῇ ἑφθὸν τετριμμένον· οἶνον δὲ πινέτω αὐστηρὸν, μέλανα, ἀκρητέστερον κατ᾿ ὀλίγον, καὶ ἡσυχίην ἐχέτω ταύτας τὰς ἡμέρας, πλὴν ἔνδον ὀλίγα περιπατεέτω ἐν σκιῇ. Τὸν δὲ λοιπὸν χρόνον τάδε χρὴ προσφέρεσθαι· σιτίον μὲν ἄρτον αὐτοπυρίτην, ὄψον δὲ ἐχέτω κρέας κυνὸς μέζονος ἢ αἰγὸς ἢ οἰὸς τετριμμένον, καὶ τάριχος Γαδειρικὸν ἢ σαπέρδην, καὶ τὰ ὀξέα καὶ τὰ ἁλμυρὰ πάντα προσφερέσθω καὶ τὰ στρυφνά· πινέτω δὲ οἶνον Κῷον ὑπόστρυφνον ὡς μελάντατον· τῶν δὲ γλυκέων καὶ λιπαρῶν ἀπεχέσθω καὶ κνισωδέων, καὶ σίλφιον μὴ προσφερέσθω, μηδὲ σκόροδα, μηδὲ κρέας χοίρειον, μηδὲ κεστρέα μηδὲ ταρίχηρον μηδὲ νεαρὸν, μήτε ἔγχελυν, μήτε λάχανον μηδὲν ἑφθὸν ἄνευ ὄξεος· τρωξίμων δὲ, ῥαφανῖδι χρεέσθω καὶ σελίνῳ, ἐς ὄξος βάπτων, καὶ οἴνῳ ἄλφιτα φυρῶν ἐσθιέτω, καὶ τοῦ οἴνου ῥοφεέτω ἄκρητον· ἢν δὲ βούληται, καὶ τὸν ἄρτον ἐς τὸν οἶνον ἐνθρυπτόμενος ἐσθιέτω θερμόν· διδόναι δὲ καὶ ἰχθύων σκορπίον, δράκοντα, κόκκυγα, κωβιὸν, καλλιώνυμον, τούτους ἑφθοὺς καὶ ψυχροὺς διδόναι. Διδόναι δὲ καὶ ἃ μέλλει τὸν σπλῆνα λεπτύνειν ἑκάστης ἡμέρης, ἀσφοδέλου τοῦ καρποῦ, ἢ ἰξοῦ τὰ φύλλα, ἢ αἰγόκερας, ἢ ἄγνου καρπὸν, ἢ πήγανον, ἢ διδυμαίου ῥίζην· τούτων τρίβων ὅ τι ἂν βούλῃ, διδόναι ἐν οἴνου κοτύλῃ αὐστηροῦ νήστει. Ἢν δὲ δυνατὸς ᾖ, ἀναγκάζειν αὐτὸν πρίειν ξύλα τριήκοντα ἡμέρας, καὶ ἀπ᾿ ἄκρων τῶν ὤμων παλαιέτω, καὶ περιπατεέτω δι᾿ ἡμέρης, καὶ ὄψιος εὑδέτω, πρώϊος δὲ ἐγειρέσθω, καὶ εὐωχεέσθω ἃ προείρηται. Ἢν δὲ μὴ ὑπὸ τούτων ῥηΐσῃ, καῦσαι τὸν σπλῆνα μύκησι δέκα ἐσχάρας μεγάλας, ὁκόταν μέγιστος ᾖ ὁ σπλὴν καὶ ἐξηρμένος μάλιστα· ἢν γὰρ τύχῃς καύσας ὡς δεῖ, ὑγιέα ποιήσεις, πλὴν οὐκ ἐν τάχει. Ἡ δὲ νοῦσος δέεται θεραπηΐης· χαλεπὴ γὰρ καὶ χρόνιος, ἢν μὴ παραχρῆμα μελετηθῇ.

[31] Ἄλλη νοῦσος σπληνός· γίνεται μὲν ἀπὸ τῶν αὐτῶν ἀφ᾿ ὧν καὶ ἡ πρόσθεν· πάσχει οὖν ὑπὸ τούτου τοῦ νοσήματος τάδε· ἡ γαστὴρ φυσᾶται, μετὰ δὲ καὶ ὁ σπλὴν οἰδέει καὶ σκληρός ἐστι, καὶ ὀδύναι ὀξεῖαι ἐμπίπτουσιν ἐς τὸν σπλῆνα· ἡ δὲ χροιὴ τρέπεται, καὶ ὁρᾶται μέλας, ἔπωχρος, σιδιοειδὴς, καὶ ἐκ τοῦ ὠτὸς κακὸν ὄζει, καὶ τὰ οὖλα ἀφίσταται ἀπὸ τῶν ὀδόντων καὶ κακὸν ὄζει, καὶ ἐκ τῶν κνημέων ἕλκεα ἐκρήγνυται, ὁκοῖά περ ἐπινυκτίδες· τὰ δὲ γυῖα λεπτύνεται, καὶ ἡ κόπρος οὐχ ὑποχωρέει. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, μελετῇν τοῖσιν αὐτοῖσι φαρμάκοισι καὶ ἐδέσμασι καὶ ποτῷ καὶ ταλαιπωρίῃσι καὶ τοῖσιν ἄλλοισι πᾶσι· καὶ κλύζειν, ὁκόταν μὴ θέλῃ ἡ κόπρος διαχωρέειν, ἐν τούτοισι· μέλιτος ἡμικοτύλιον καὶ νίτρου Αἰγυπτίου ὁκόσον ἀστράγαλον οἰός· ταῦτα τρίψας διεῖναι ἀπὸ τεύτλων ἑφθῶν ὕδατι τέσσαρσι κοτύλῃσιν· εἶτα οὕτω κλύζειν. Ἢν δὲ μὴ ὑπὸ τούτων ἡ νοῦσος καθίστηται, καῦσαι αὐτοῦ τὸν σπλῆνα ὡς τὸν πρόσθεν, καὶ ἢν τύχῃς καύσας, ὑγιέα ποιήσεις.

[32] Ἄλλη νόσος σπληνός· γίνεται μὲν τοῦ ἔτεος ἔαρος ὥρῃ μάλιστα, ἀπὸ δὲ αἵματος· ὁκόταν γὰρ ἐμπλησθῇ ὁ σπλὴν αἵματος, ἐκρήγνυται ἐς τὴν κοιλίην, καὶ ὀδύναι ὀξεῖαι ἐς τὸν σπλῆνα ἐμπίπτουσι καὶ ἐς τὸν τιτθὸν καὶ ἐς τὴν κληῗδα καὶ ἐς τὸν ὦμον καὶ ὑπὸ τὴν ὠμοπλάτην. Ἡ δὲ χροιὴ τοῦ γυίου μολιβδοειδὴς, καὶ ἀμυχὰς ἐν τῇσι κνήμῃσι λαμβάνει, καὶ ἕλκεα μεγάλα γίνεται ἐξ αὐτέων, καὶ τὰ κάτω ὑποχωρέοντα ἅμα τῇ κόπρῳ αἱματώδεα καὶ ἰώδεα ὑπέρχεται, ἡ δὲ γαστὴρ σκληρὴ, καὶ ὁ σπλὴν καθὰ λίθος ἐστίν. Οὗτος τῶν πρόσθεν θανατωδέστερος, καὶ ἐξ αὐτέου παῦροι διαφυγγάνουσι. Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, τοῖσιν αὐτέοισι θεράπευε οἷσι καὶ τὸν ἔμπροσθεν, πλὴν ἄνω φάρμακον μὴ δῷς· κάτω δὲ τοῦ κόκκου τοῦ κνιδίου δοῦναι· τῇ δ᾿ ὑστεραίῃ ὀνείου ἢ ἱππείου γάλακτος ἑφθοῦ ὀκτὼ κοτύλας, μέλι παραχέων· εἰ δὲ μὴ, βοείῳ ἢ αἰγείῳ ἑφθῷ δύο χοεῦσι, μέλι παραχέων παρὰ τὴν ἑτέρην κύλικα, ἐναλλὰξ δὲ πίνειν χρή· ἐς δὲ τὴν ἑσπέρην διδόναι μετὰ τὴν κάθαρσιν ταὐτὰ ἃ καὶ τῷ πρόσθεν μετὰ τὸ φάρμακον· καὶ ἢν δοκέῃ, τοῦ αἵματος ἀφελεῖν ἀπὸ τοῦ ἀγκῶνος τοῦ ἀριστεροῦ τῆς εἴσω φλεβός. Τὰς δὲ λοιπὰς τῶν ἡμερέων διδόναι νήστει ἑκάστης ἡμέρης βοείου γάλακτος τέσσαρας κοτύλας, τρίτον μέρος ἅλμης παραμίσγων· σιτίοισι δὲ καὶ ποτοῖσι καὶ τοῖσιν ἄλλοισι τοῖσιν αὐτοῖσι θεραπεύειν οἷσι καὶ τοὺς πρόσθεν· ἀπέχεσθαι δὲ λαγνείης καὶ οἰνοφλυγίης καὶ τοῦτον καὶ τοὺς πρόσθεν· καὶ ἤν σοι δοκέῃ, καὶ καῦσαι, ὁκόταν παχύτατος καὶ μέγιστος ὁ σπλὴν γένηται· καὶ ἢν τύχῃς καύσας τοῦ καιροῦ, ὑγιέα ποιήσεις· ἢν δὲ μὴ ὑπὸ ταύτης τῆς ἰήσιος ὑγιὴς γένηται, φθειρόμενος χρόνῳ θνήσκει· ἡ γὰρ νοῦσος λίην ἐστὶ χαλεπή.

[33] Ἄλλη νοῦσος σπληνός· προσπίπτει καὶ αὕτη ἡ νοῦσος ἦρος μάλιστα, ὁκόταν φλέγμα ἀναλάβῃ ὁ σπλὴν ἐς ἑωυτὸν, μέγας παραχρῆμα γίνεται καὶ σκληρός· εἶτ᾿ αὖθις καθίσταται· καὶ ὅταν μὲν ἐξηρμένος ᾖ, ὀδύναι ὀξεῖαι ἐμπίπτουσιν· ὁκόταν δὲ λαπαρὸς ᾖ, ἀνώδυνός ἐστι· καὶ ὁκόταν χρόνος ἐγγένηται τῇ νούσῳ, ἀμαυροτέρη δοκέει, καὶ ἐπανίσταται, καὶ ταχέως καθίσταται. Οὗτος ὁκόταν οὕτως ἔχῃ, κατ᾿ ἀρχὰς τοῦ νοσήματος τὰ σιτία οὐ δύναται προσίεσθαι, καὶ ταχέως καταλεπτύνεται, καὶ ἀκρησίην ἔχει τὸ σῶμα πολλήν. Τὸ δὲ νούσημα ἢν μὴ παραχρῆμα θεραπευθῇ, ἢ αὐτόματον καταστῇ, διαλιπὸν πέντε μῆνας ἢ ἓξ αὖθις ἐπανίσταται· διαλιμπάνει δὲ μάλιστα τὸν χειμῶνα. Τοῦτον κατ᾿ ἀρχὰς ἢν λάβῃς, καῦσον δέκα ἐσχάρας ἐς τὸν σπλῆνα, καὶ παρ᾿ εὐθὺ ὑγιέα ποιήσεις· ἢν δὲ μὴ καύσῃς, τοῖσιν αὐτοῖσι φαρμάκοισιν ἰῆσθαι οἷσι καὶ τοὺς πρόσθεν, καὶ ἐδέσμασι καὶ ποτοῖσι καὶ ταλαιπωρίῃσιν· οὕτω γὰρ ἂν τάχιστα ὑγιέα ποιήσῃς. Τούτου δὲ ἡ χροιὴ γίνεται ἔκλευκος, ἄρτι ὕπωχρος, ἄρτι αὐχμηρή.

[34] Ἄλλη νοῦσος σπληνός· γίνεται μετοπώρου μάλιστα ἀπὸ χολῆς μελαίνης· γίνεται δὲ ἀπὸ λαχανοφαγίης τρωξίμων πολλῶν καὶ ὑδροποσίης. Πάσχει οὖν τάδε· ὁκόταν τὸ νούσημα λάβῃ, ἀλγέει τὸν σπλῆνα σφόδρα, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει, καὶ ἀσιτίη ἔχει αὐτὸν, τό τε γυῖον ξυμπίπτει ταχέως· ὁ δὲ σπλὴν μέγας μὲν πάνυ οὐ γίνεται, σκληρὸς δὲ, καὶ παραπίπτει παρὰ τὰ σπλάγχνα καὶ μυζέει προσκείμενος. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, τοῖσιν αὐτοῖσιν ἰῆσθαι καὶ φαρμάκοισι καὶ βρωτοῖσι καὶ πότοισι καὶ ταλαιπωρίῃσιν, οἷσιν ἂν καὶ τοὺς πρόσθεν, καὶ ἤν σοι παρέξῃ, καῦσαι τὸν αὐτὸν τρόπον ὅνπερ καὶ τοὺς ἄλλους. Αὕτη ἡ νοῦσος τοῖσι πολλοῖσιν, ἢν παραχρῆμα μελετηθῇ, ἐν τάχει ἐξέρχεται.

[35] Ἴκτεροι τέσσαρες· ὅδε μὲν τοῦ θέρεος μάλιστα ἐπιλαμβάνει χολῆς κινηθείσης· ἵσταται οὖν ἡ χολὴ ὑπὸ τῷ δέρματι καὶ ἐν τῇ κεφαλῇ, ὥστ᾿ εὐθὺς ἀλλοχροέει τὸ σῶμα καὶ γίνεται ὠχρὸν ὁκοῖόν περ σίδιον, καὶ οἱ ὀφθαλμοὶ ὠχροὶ, καὶ ἐν τῇ κεφαλῇ ὑπὸ τὰς τρίχας οἷον χνοῦς ὕπεστι, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει, καὶ οὐρέει ὠχρὸν τὸ οὖρον, καὶ ὑφίσταται ὑπ᾿ αὐτῷ παχὺ ὕπωχρον, καὶ τὸ ἕωθεν, ἕως ἂν νῆστις ᾖ, πρὸς τὴν καρδίην καὶ τὰ σπλάγχνα μύζει, καὶ ὁκόταν τις αὐτὸν προσφθέγξηται ἢ ἐρωτήσῃ, ἀσῇ τε καὶ λυπέεται, καὶ οὐκ ἀνέχεται ἀκροώμενος· ὁ δὲ ἀπόπατος προϊὼν ὠχρόλευκος καὶ κάκοδμος. Οὗτος, ὁκόταν ὧδε ἔχῃ, θνήσκει μάλιστα ἐν τῇσι τεσσαρεσκαίδεκα ἡμέρῃσιν· ἢν δὲ ταύτας διαφύγῃ, ὑγιαίνεται. Μελετῇν δὲ αὐτὸν χρὴ ὧδε· ὁκόταν ὁ πυρετὸς ἀνῇ, λούειν πολλῷ καὶ θερμῷ, πίνειν τε διδόναι μελίκρητον· καὶ ῥοφήμασι διαχρεέσθω πτισάνης χυλῷ, μέλι παραχέων, καὶ μὴ συνεψεῖν τὸ μέλι, ἕως ἂν αἱ δεκατέσσαρες ἡμέραι παρέλθωσιν· αὗται γὰρ κρίνουσιν ἢν θανάσιμον ἢ οὔ. Μετὰ δὲ ταῦτα λούειν δὶς τῆς ἡμέρης, καὶ εὐωχέειν τὸ πρῶτον ὀλίγοισιν ἅσσα ἂν μάλιστα προσίηται, ἔπειτα μέντοι πλείω διδόναι· πινέτω δὲ οἶνον λευκὸν ὡς πλεῖστον δι᾿ ἡμέρης· καὶ ἤν σοι δοκέῃ προϊόντος τοῦ χρόνου ὠχρὸς εἶναι καὶ ἀσθενὴς, ἔμετον κελεύειν ποιέεσθαι ἀπὸ τῶν σιτίων, ὡς ἐν τῇσιν ἄνω νούσοισιν ἔχει. Καὶ ἢν μὲν ἀπὸ τουτέων παύσηται, ἅλις· ἢν δὲ μὴ, ἐλλέβορον πῖσαι· μετὰ δὲ τὴν κάθαρσιν ἐς ἑσπέρην φαγέτω μᾶζαν μαλθακὴν ἢ ἄρτου τὸ ἐντός· ὄψον δὲ ἐσθιέτω νεοσσὸν ἀλεκτορίδος δίεφθον ἐζωμευμένον κρομμύῳ καὶ κοριάνῳ καὶ τυρῷ καὶ ἁλὶ καὶ σησάμῳ καὶ σταφίδι λευκῇ· οἶνον δὲ πινέτω λευκὸν, αὐστηρὸν, ὡς παλαιότατον· τὴν δὲ κάτω κοιλίην ὑποκαθῆραι· τῇ δὲ ὑστεραίῃ χυλῷ ἀπ᾿ ἐρεβίνθων λευκῶν, μέλι δὲ χρὴ τῷ χυλῷ παραχέαι, τούτῳ δὲ χρεέσθω, καὶ ἐκπιέτω δύο κοτύλας τοῦ χυλοῦ. Τῇ δὲ τρίτῃ ἀρξάμενος, ἑκάστης ἡμέρης πινέτω τὸ ὕδωρ, ἀπὸ τῶνδε ἑψήσας· μαράθρου ῥίζας λεπτὰς πλῆθος ὁκόσον τρισὶ δακτύλοισι περιλαβεῖν, τὴν δραγμίδα, ἑψεῖν ἐν δύο χοεῦσιν ὕδατος, ἑψεῖν δὲ ἕως ἂν λειφθῇ τὸ ἥμισυ· ἑψεῖν δὲ καὶ ἐρεβίνθων λευκῶν χοίνικα ἐν δυσὶ χοεῦσι, καὶ τούτου λειπέτω τὸ ἥμισυ· ταῦτα ὁκόταν λειφθῇ, διηθήσας, ἐξαιθριάσαι, καὶ ἀμφότερα μίξας, τούτῳ τῷ ὕδατι τὸν οἶνον κρήσας πινέτω, καὶ αὐτὸ τὸ ὕδωρ μοῦνον, ἢν βούληται, πινέτω ὡς πλεῖστον, καὶ ἄλλο ὕδωρ μὴ πινέτω. Ἢν δὲ τοῦτο τὸ ποτὸν μὴ προσίηται, τόδε σκευάσας οὕτω διδόναι· ἰσχάδων λευκῶν χοίνικα ἑψήσας ἐν δυσὶ χοεῦσι διηθῆσαι καὶ ἐξαιθριάσαι· ἔπειτα τὸ ὕδωρ τοῦτο πινέτω, ἤν τε ψιλὸν αὐτὸ βούληται, ἤν τε σὺν τῷ οἴνῳ κιρνάς· πινέτω δὲ μὴ ἀθρόον πουλὺ, ἀλλὰ κατὰ φορὰν ἡμικοτύλιον, ὅκως μὴ διάῤῥοια αὐτῷ ἐπιγένηται, καὶ διαλιπὼν χρόνον ὀλίγον πινέτω. Ἀγαθὰ δὲ καὶ τάδε διδόναι πίνειν νήστει ἑκάστης ἡμέρης· τρίβοντα λεῖα καὶ διέντα κοτύλην οἴνου παλαιοῦ λευκοῦ, σελίνου καρπὸν, σικύου σπέρμα, μαράθρου καρπὸν, Αἰθιοπικὸν κύμινον, ἀδίαντον, κόριον τὴν ποίην, ἀσταφίδας λευκάς· ταῦτα πίνων κἀκεῖνα ὠφεληθήσεται καὶ τάχιστα ὑγιὴς γενήσεται.

[36] Ἄλλος ἴκτερος· οὗτος ἐπιλαμβάνει χειμῶνος ἐν ὥρῃ ἐκ μέθης καὶ ῥίγεος· ἄρχεται δὲ τοπρῶτον ῥῖγος ἐπιλαμβάνειν, ἔπειτα καὶ πυρετὸς κατέχει· τὸ δὲ ὑγρὸν τὸ ἐν τῷ σώματι πήγνυται ἐν τῷ δέρματι. Τοῖσι δὲ δείκνυται ὅτι οὕτως ἔχει· πελιδνόν ἐστιν αὐτοῦ τὸ σῶμα καὶ ὑπόσκληρον, καὶ αἱ φλέβες διὰ τοῦ σώματος τέτανται ὠχραί· μέζονες δὲ καὶ παχύτεραι ἢ πρόσθεν εἰσί· τέτανταί τε ὑπομελάντεραι καὶ ἄλλαι φλέβες, καὶ ἢν τάμνῃ τίς τινα αὐτῶν, ῥεύσεται τὸ αἷμα ὠχρὸν, ἢν ὠχραὶ ἔωσιν αἱ φλέβες· ἢν δὲ μέλαιναι ἔωσι, μέλαν τὸ αἷμα ῥεύσεται. Καὶ τὸ ἱμάτιον πρὸς τῷ σώματι προσκείμενον οὐκ ἀνέχεται ὑπὸ τοῦ κνησμοῦ. Οὗτος πρόθυμός ἐστι πρὸς τὸ πορεύεσθαι καὶ φοιτῇν, ἀλλ᾿ ὑπὸ τῆς ἀσθενείης αὐτοῦ τὰ σκέλεα ὑποφέρεται, καὶ διψῇ σφόδρα. Αὕτη ἡ νοῦσος οὔπω ἧσσον τῆς προτέρης θανασίμη· προέρχεται δὲ πλείω χρόνον, ἢν μὴ ἐν τῇσιν ἑπτὰ ἡμέρῃσιν ὑγιὴς γένηται· ἢν δὲ ἡ νοῦσος ἀπομηκύνηται καὶ γένηται ὄγδοος ἢ ἔννατος, συμπίπτει ἐς κλίνην, καὶ ἡ νοῦσος καὶ ἡ ἀλγηδὼν πιέζει μᾶλλον, καὶ ἀνίστασθαι οὐ δύναται, καὶ οἱ πολλοὶ ἐν τούτῳ τῷ χρόνῳ παραχρῆμα φθείρονται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, κατ᾿ ἀρχὰς μὲν τῆς νούσου ἢν παραγένηται, ὁκόταν ἤδη αἱ ἑπτὰ ἡμέραι παρέλθωσιν, ἐλλέβορον πῖσαι, τὴν δὲ κάτω κοιλίην χυλῷ ὑποκαθῆραι, ὡς ἐν τῷ πρόσθεν, καὶ τἄλλα τὰ αὐτὰ διδόναι φάρμακα. Διδόναι δὲ καὶ κανθαρίδας, ἄνευ πτερῶν καὶ κεφαλῆς, τέσσαρας τρίβων καὶ διεὶς οἴνῳ λευκῷ ἡμικοτυλίῳ, ἤδη δὲ καὶ μέλι παραχέαι ὀλίγον, εἶτα οὕτω διδόναι πιεῖν· τοῦτο πινέτω δὶς ἢ τρὶς τῆς ἡμέρης. Προϊούσης δὲ τῆς νούσου λουτροῖσι καὶ πυριήμασι θεραπεύειν· ἐσθιέτω δὲ ἅσσα προσίεται· οἶνον δὲ πινέτω λευκὸν, αὐστηρὸν, καὶ τἄλλα τὰ αὐτὰ προσφερέσθω ἃ καὶ τῇ πρόσθεν. Αὕτη ἡ νοῦσος χρονίη καὶ χαλεπὴ, ἢν μὴ κατ᾿ ἀρχὰς καλῶς μελετηθῇ.

[37] Ἄλλος ἴκτερος· ἐπιδήμιος οὗτος καλέεται, διότι πᾶσαν ὥρην ἐπιλαμβάνει· γίνεται δὲ ἀπὸ πλησμονῆς μάλιστα καὶ μέθης, καὶ ἐπειδὰν ῥιγώσῃ. Εὐθέως οὖν τὸ σῶμα ἀλλοιοτροπέει καὶ γίνεται ὠχρὸν, καὶ οἱ ὀφθαλμοὶ σφόδρα ὠχροὶ, καὶ ὑπὸ τὰς τρίχας καὶ ὑπὸ τοὺς ὄνυχας ἡ νοῦσος ὑπέρχεται, καὶ ῥῖγος καὶ πυρετὸς βληχρὸς ἔχει, καὶ ἀσθενέει τὸ σῶμα, καὶ ἐν τῇ κεφαλῇ ὀδύνη ἔχει, καὶ οὐρέει ὠχρὸν καὶ παχύ. Οὗτος ὁ ἴκτερος ἧσσον θανατώδης τῶν πρόσθεν, καὶ θεραπεύεται μελετώμενος ἐν τάχει. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, σχάσαι αὐτοῦ τοὺς ἀγκῶνας καὶ ἀφαιρέειν τοῦ αἵματος, ἔπειτα πυριήσας πῖσαι ἐλατήριον· κάτω δὲ αὖθις ὑποκαθῆραι τῇ τρίτῃ ὀνείῳ γάλακτι. Τὰ δὲ ἄλλα ῥοφήματά τε καὶ πόματα καὶ ἐδέσματα τὰ αὐτὰ διδόναι ἃ καὶ τῷ πρόσθεν, καὶ καθαίρειν αὐτοῦ τὴν κεφαλὴν θαμινὰ, καὶ ἀπὸ χαραδρίου πίνειν, καὶ λούειν αὐτὸν πολλῷ καὶ θερμῷ, καὶ ξύων τὴν σάρκα ἐν οἴνῳ λευκῷ διδόναι πίνειν, καὶ ἐς τὰ ἄλλα πάντα τοῖσιν αὐτοῖσι χρεέσθω, καὶ ἐν τάχει ὑγιὴς ἔσται.

[38] Ἄλλος ἴκτερος· γίνεται μὲν ἀπὸ φλέγματος, ἐπὶ δὲ χειμῶνος μάλιστα ἐπιλαμβάνει, καὶ ἡ χροιὴ αὐτέου λευκὴ, καὶ τὰ στήθεα αὐτέου πλήρεα γίνεται φλέγματος, καὶ ἀποπτύει τὸ σίαλον πουλὺ, καὶ ὁκόταν ἀποχρέμπτηται, λυγμὸς αὐτῷ γίνεται, καὶ οὐρέει λευκὸν καὶ παχὺ, καὶ ὑπ᾿ αὐτῷ ὑφίσταται ὁκοῖον ἄλευρον. Οὗτος ὁ ἴκτερος οὐκ ἔστι θανατώδης καὶ ἐν τάχει ὑγιαίνεται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πῖσαι κνίδιον κόκκον, καὶ μετὰ τὴν κάθαρσιν πτισάνης χυλὸν, μέλι παραχέας, δοῦναι ἐκροφέειν τέσσαρας κοτύλας· τὴν δὲ ἄνω κοιλίην ἐμετοποιεύμενος καθαρὴν παρεχέτω ὡς ἐν τῇσι πρόσθεν· οὕτω γὰρ ἂν ῥήϊστα τὸ φλέγμα ἀπαγάγοι τοῦ πλεύμονος καὶ τῶν ἀρτηριῶν· καὶ ἀναγαργαρισμὸν σκευάζειν αὐτῷ θαμινά. Οὗτος ἐνίοτε καὶ πυρεταίνει βληχρῷ πυρετῷ, καὶ φρίκη λεπτὴ ἐπιγίνεται. Καὶ τἄλλα μελετῇν οἷσι καὶ τοὺς πρόσθεν ἰκτέρους, καὶ φαρμάκοισι καὶ πυρίῃσι καὶ λουτροῖσι καὶ ἐδέσμασι καὶ ποτοῖσι καὶ ῥοφήμασιν· οὕτω γὰρ ἂν μάλιστα ὑγιέα ποιήσειας.

[39] Νούσημα ὅπερ καλεῖται τῦφος· τῦφος μὲν τοῦτο τὸ νούσημα καλέεται· ἐπιλαμβάνει δὲ θέρεος ἐν ὥρῃ, ὁκόταν ὁ κύων τὸ ἄστρον ἐπιτέλλῃ, χολῆς κινηθείσης ἀνὰ τὸ σῶμα. Εὐθέως οὖν αὐτὸν πυρετοὶ ἔχουσιν ἰσχυροὶ καὶ καῦμα ὀξὺ, καὶ ὑπὸ τοῦ βάρεος ἀσθενείη καὶ ἀκρησίη τῶν σκελέων, καὶ ἐκ τῶν χειρῶν ἄχρειος μάλιστα γίνεται· καὶ ἡ γαστὴρ ταράσσεται, καὶ τὰ ὑποχωρέοντα δυσώδεα, καὶ στρόφος ἰσχυρὸς ἐπιγίνεται. Ταῦτά τε πάσχει, καὶ ἤν τις ἀναστῆσαι θέλῃ αὐτὸν, οὐ δύναται ὀρθοῦσθαι, οὐδὲ τοῖσιν ὀφθαλμοῖσιν ἀνορῇν δύναται ὑπὸ τοῦ καύματος, καὶ ἤν τις αὐτὸν ἐρωτᾷ, ὑπὸ τοῦ πόνου ἀκούων οὐ δύναται ἀποκρίνασθαι. Ὁκόταν δὲ μέλλῃ ἀποθνήσκειν, ὀξύτερά τε ὁρῇ καὶ φθέγγεται θαρσαλέως, καὶ πιέειν καὶ φαγέειν αἰτέει, καὶ ἢν δῷ τις καὶ φάγῃ, ἐν τάχει ἀφῆκε τὴν ψυχὴν, ἢν μὴ ἐξεμέσῃ. Τούτῳ ἡ νοῦσος αὕτη κρίνεται ἐν ἑπτὰ ἡμέρῃσιν ἢ δεκατέσσαρσι· πολλοὶ δὲ διατρέχουσι καὶ ἐς τὰς εἰκοσιτέσσαρας· ἢν γοῦν ταύτας διέλθῃ, ὑγιὴς ἔσται· καὶ γὰρ ἐν ταύτῃσι τῇσιν ἡμέρῃσι δηλοῦται εἰ θανάσιμος ἢ οὔ. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, ὧδε ἰῆσθαι· ἐν τῇσι πρώτῃσι τῶν ἡμερέων λουτροῦ μὲν ἀπέχεσθαι, ἀλείφειν δὲ οἴνῳ καὶ ἐλαίῳ χλιαίνων ἐς κοίτην, καὶ σιτίων ἀπέχεσθαι· ῥοφήματα δὲ λεπτὰ ψυχρὰ διδόναι· οἶνον δὲ πινέτω μέλανα, αὐστηρὸν, ἢν ξυμφέρῃ αὐτῷ· ἢν δὲ μὴ, λευκὸν, αὐστηρὸν, ὑδαρέστερον· ἢν δὲ δίψα ἰσχυρὴ πιέζῃ, τοῦ ὕδατος ἀθρόον διδοὺς πίνειν, κέλευε ἐξεμέειν, ταῦτα δὶς ἢ τρὶς ἐφεξῆς ποιήσας, καὶ ὁκόταν τὸ καῦμα ἔχῃ, ῥάκεα βάπτων ὕδατι ψυχρῷ προστιθέναι, ᾗ ἂν μάλιστα φῇ καίεσθαι· ἢν δὲ φρίκην ἔχῃ τὸ σῶμα, ἀνιέναι τὰ ψύγματα. Οὗτος ὁκόταν μάλιστα πονέῃ, ὑπὸ τῆς ὀδύνης αἴφνης κινδυνεύσει τότε ἀφεῖναι τὴν ψυχήν· ἀλλὰ διδόναι χρὴ αὐτῷ τῆς ὀδύνης τὰ φάρμακα μετὰ σπουδῆς τὰ αὐτὰ ἃ καὶ τῷ ὑπὸ τῆς πλευρίτιδος ἐχομένῳ. Ὁκόταν δὲ ἐξαναστῇ, ἀνακομίζειν σιτίῳ καὶ ποτῷ καὶ λουτροῖσιν ὡς τάχιστα· ἡ γὰρ νοῦσος χαλεπὴ, καὶ παῦροι διαφεύγουσιν.

[40] Ἄλλος τῦφος· ἐπιλαμβάνει μὲν τὸ νούσημα πάσην ὥρην· γίνεται δὲ δι᾿ ὑγρασίην τοῦ σώματος, ὁκόταν τὰ σιτία ὑγρὰ ἐόντα καὶ τὸ ποτὸν πουλὺ αἱ σάρκες ἀναπίωσι καὶ πλαδαραὶ γίνωνται· ἀπὸ τούτων τὸ νούσημα γίνεται μάλιστα. Ἄρχεται οὖν ὁ πυρετὸς τριταῖος ἢ τεταρταῖος κατ᾿ ἀρχὰς γινόμενος, καὶ πόνος ἰσχυρὸς ἐν τῇ κεφαλῇ ἐνίσταται, ἐνίοτε δὲ καὶ ἐν τῷ σώματι διαλείπων· καὶ ἐμέει σίαλον, καὶ ἐρεύγεται πυκινὰ, καὶ ἀλγέει τὰς χώρας τῶν ὀφθαλμῶν, καὶ τὸ πρόσωπον ἀφύει, καὶ ἐς τοὺς πόδας οἴδημα κατέρχεται· ἐνίοτε δὲ καὶ ὅλον τὸ σῶμα ἀποιδέει, καὶ ἐς τὰ στήθεα καὶ ἐς τὸ μετάφρενον ἐνίοτε ἡ ὀδύνη τρέχει, καὶ ἡ γαστὴρ τετάρακται, καὶ τοῖσιν ὀφθαλμοῖσιν ἐσορᾷ ἰσχυρῶς, καὶ τὸ σίαλον ἀποπτύει πολλὸν καὶ ἀφρῶδες, καὶ ἐν τῇ φάρυγγι δοκέει ἐνέχεσθαι, καὶ κέρχνει αὐτόν· πολλάκις δὲ καὶ φλεγμαίνει ὁ φάρυγξ. Τοῦτον ὁκόταν οὕτως ὁ πόνος πιέζῃ, ἔστιν ὅτε καὶ ὀρθοπνοίη ἰσχυρὴ ἐμπίπτει, καὶ πολλάκις ἐξαπίνης ὑπὸ τοῦ πόνου τὴν ψυχὴν ἀφῆκεν ἐν ἑπτὰ ἡμέρῃσιν ἢ ἐν δεκατέσσαρσι· πολλοὶ δὲ διαφέρουσι καὶ ἕως τῶν εἰκοσιτεσσάρων ἡμερέων. Πολλάκις δὲ καὶ ἐξαπίνης ἡ νοῦσος ἀνῆκε, καὶ δοκέει ὑγιὴς εἶναι· ἀλλὰ φυλάσσεσθαι χρὴ, ἄχρις ἂν αἱ τέσσαρες καὶ εἴκοσιν ἡμέραι παρέλθωσιν· ἢν γὰρ ταύτας διαφύγῃ, οὐ μάλα θνήσκει. Τούτῳ, ὁκόταν ὧδε ἔχῃ, ἐν τῇσι πρώτῃσι τῶν ἡμερέων χρὴ ῥόφημα διδόναι ἄλητον κάθεφθον, μέλι λεπτὸν παραχέων· πίνειν δὲ διδόναι μέλανα οἶνον κατ᾿ ὀλίγον, ὅκως ἂν βούληται κεκρημένον· σιτία δὲ μὴ προσφέρειν, πρὶν ἂν αἱ ἡμέραι παρέλθωσι· πουλύποδας δὲ ἐν οἴνῳ ἑφθοὺς διδόναι ἐσθίειν, καὶ τὸν ζωμὸν ῥοφάνειν, καὶ ῥαφανῖδας τρώγειν πολλάς· καὶ καρδάμου καρπὸν φώσας, ἀλέσαι καὶ σῆσαι λεπτά· ἔπειτα ἐπ᾿ οἶνον ἐπιβαλὼν μέλανα στρυφνὸν καὶ ἄλφιτα λεπτὰ ὀλίγα διδόναι πίνειν ἕωθεν· λουτροῦ δὲ ἀπεχέσθω, μέχρις ἂν αἱ ἡμέραι παρέλθωσιν· οἴνῳ δὲ καὶ ἐλαίῳ χλιήνας ἀλείφειν ἐς κοίτην καὶ ἐκμάσσειν· καὶ γλυκυσίδης καρποῦ δέκα κόκκους ἑψῶν ἐν οἴνῳ μέλανι, διδόναι πίνειν· καὶ γογγυλίδας διέφθους ποιέων ῥοφανέτω τοῦ χυλοῦ, ἀρτύσας τυρῷ ἀνάλτῳ καὶ μήκωνι καὶ ἁλὶ καὶ ἐλαίῳ καὶ σιλφίῳ καὶ ὄξει. Ἢν δὲ καὶ φάρμακον βούλῃ πῖσαι, τοῦ κνιδίου κόκκου πῖσαι, καὶ μετὰ τὴν κάθαρσιν ἀλεύρου ἑφθοῦ καὶ λιπαροῦ δοῦναι δύο τρυβλία ἐκροφέειν· οἶνον δὲ πινέτω τὸν αὐτόν. Τούτων τῶν φαρμάκων καὶ ῥοφημάτων καὶ ποτῶν ὅ τι ἂν διδῷς ὀνήσεις, ἤν τε κατὰ ἓν, ἤν τε κατὰ πλείω προσφέρῃς, καὶ οὕτω τάχιστα ὑγιέα ποιήσεις· ἡ δὲ νοῦσος χαλεπὴ, καὶ παῦροι διαφυγγάνουσιν.

[41] Ἄλλος τῦφος· γίνεται μὲν καὶ οὗτος διὰ τόδε, ὁκόταν ἡ χολὴ σαπεῖσα μιγῇ τῷ αἵματι ἀνὰ τὰς φλέβας καὶ τὰ ἄρθρα, καὶ ὁκόταν στῇ, οἴδημα ἀνίσταται μάλιστα μὲν ἐν τοῖσιν ἄρθροισι καὶ καταστηρίζεται, ἐνίοτε δὲ καὶ ἐς τὸ ἄλλο πᾶν σῶμα, καὶ ὀδύνας παρέχει ὀξείας· καὶ οἱ πολλοὶ ἐκ ταύτης τῆς νούσου χωλοὶ γίνονται, ὁκόταν ἀποληφθεῖσα ἐν τοῖσιν ἄρθροισιν ἡ χολὴ πωρωθῇ· ἡ δὲ ὀδύνη διαλείπουσα ἐπιλαμβάνει καὶ διὰ τριῶν ἡμερέων καὶ διὰ τεσσάρων. Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, μελετῇν οὕτως· ὁκόταν μὲν ἡ ὀδύνη ἔχῃ ἐν τῷ σώματι, χλιάσματα χρὴ ποιέειν καὶ προστιθέναι, ἐλαίῳ ὑπαλείψας· ὁκόταν δὲ ἀνῇ, δοῦναι αὐτῷ ἐλλέβορον πυριήσας πρόσθεν ἅπαν τὸ σῶμα· τῇ δὲ ὑστεραίῃ ὀῤῥὸν αἰγὸς ἑψήσας, δοῦναι πιεῖν δύο χοέας, παρὰ τὸν ἕτερον χοέα μέλι παραχέας, παρὰ δὲ τὸν ἕτερον ἅλας παραβαλών· εἶτα κύλικα παρὰ κύλικα παραλλάσσων πινέτω ἕως ἂν ἐκπίῃ ἅπαν· ἐς ἑσπέρην δὲ μετὰ τὴν κάθαρσιν φακῆς τρυβλίον ῥοφεέτω, καὶ τεύτλων τρυβλίον λιπαρῶν ἄλφιτα παραπάσας ἐκπιέτω, καὶ νεοσσοῦ ἀλεκτορίδος κρέας ἢ πελειάδος ἢ τρυγόνος ἢ ὄϊος ἢ ὑὸς πίονος τρωγέτω. Τὸν δὲ ἐλλέβορον δι᾿ ἕκτης ἡμέρης διδόναι, καὶ ἤν κου τῶν ἄρθρων ἀποιδίσκηται καὶ μὴ θέλῃ ἀφίστασθαι, σικύην προσβαλὼν ἀφαιρέειν τοῦ αἵματος, κατακεντῶν ἀκίδι τριγώνῳ ἐς τὰ γούνατα, ἢν ἐν τοῖσι γούνασιν ἐνῇ τὸ οἴδημα, τῶν δὲ ἄλλων ἄρθρων μηδὲν κεντριώσῃς. Τὰς δὲ μεταξὺ τῶν ἡμερέων σιτίον προσφερέσθω ἄρτον μὲν ὡς ὀπτότατον, μᾶζαν δὲ ψαιστὴν ὡς μάλιστα· ὄψον δὲ ἐχέτω μάλιστα μὲν ὄρνιθα ὀπτὴν ἄναλτον· εἰ δὲ μὴ, καὶ ἑφθὴν, ἐζωμευμένην, πλὴν ἄνευ τυροῦ καὶ σησάμου καὶ ἁλός· ἰχθύσι δὲ χρεέσθω τοῖσι σαρκωδεστάτοισιν, ὀπτοῖσι δὲ τὸν αὐτὸν τρόπον τοῖσι κρέασιν, ἢ ἑψῶν δι᾿ ὀριγάνου παστὰ, ἐλαίῳ αὐτὰ ὑποχρίσας, οἶνον δὲ πινέτω λευκὸν, ἢν ξυμφέρῃ· εἰ δὲ μὴ, μέλανα· καὶ ἐν περιόδοισι ταλαιπωρεέτω δι᾿ ἡμέρης καὶ μετὰ τὸ δεῖπνον καὶ ὄρθριος, ὀῤῥὸν δὲ καὶ γάλα τὴν ὥρην πινέτω αἰεί· ἢν δέ σοι δοκέῃ, καὶ ὄνειον γάλα διδόναι ἀφεψήσας. Καὶ ἢν ὑγιὴς γένηται, ἐν φυλακῇ αὐτὸν εἶναι τοῦ ψύχεος καὶ τοῦ πνίγεος, καὶ τῶν σιτίων μὴ λίην ἐμπιπλάσθω· κίνδυνος γὰρ αὖθις ὑποτροπιάσαι τὴν νοῦσον. Αὕτη τοιγαροῦν ἡ νοῦσος οὕτω θεραπευομένη ἐν ἓξ μησὶν ὑγιὴς γίνεται· οὗτοι γὰρ κρίνουσιν, ἤν τε θανάσιμος, ἤν τε μὴ, ἢν καὶ παραχρῆμα θεραπεύηται· πλὴν ἡ νοῦσος χαλεπὴ, καὶ τοῖσι πλείστοισι συναποθνήσκει.

[42] Ἄλλος τῦφος· γίνεται μὲν τὸ νούσημα ἐν ὀπώρης καιρῷ, ὁκόταν τις πλησθῇ παντοίης ὀπώρης. Τοῖσι δὲ πολλοῖσι καὶ ἀπὸ τῶνδε ἐγένετο τὸ νόσημα· φαγόντες πλακοῦντος καὶ σησάμης καὶ τῶν ἄλλων μελιτωθέντων ἀπλήστως. Τὸ γὰρ μέλι τὸ ἑφθὸν καυματῶδές ἐστι καὶ προσπλάσσεται τῇ κοιλίῃ· ἔπειτα ὁκόταν καθεψηθῇ ἐν τῇ κοιλίῃ, ἀναζέεται, καὶ ἐξαπίνης ἡ γαστὴρ ἀείρεται καὶ πίμπραται, καὶ δοκέει διαῤῥήσσεσθαι· ἔπειτα δὲ ἐξαπίνης διάῤῥοια ἐπεγένετο, καὶ ὁκόταν ἅπαξ ἄρξηται χωρέειν, πολλὰς ἡμέρας καθαίρεται, καὶ πολλοὶ μετὰ ταύτην τὴν κάθαρσιν ὑγιέες ἐγένοντο. Ὁκόταν οὖν παύσηται αὐτόματος καθαιρόμενος, φακῶν χυμοῦ ἀναγκάσαι αὐτὸν ἐκπιεῖν τρία ἡμίχοα, ἅλας παραβάλλων· μετὰ δὲ τὴν κάθαρσιν τοῦ χυμοῦ ἐς ἑσπέρην, φακῆς τρυβλίον ῥοφεέτω ψυχρῆς ἀνάλτου, σίλφιον δὲ ἐπιξύσθω πουλὺ, καὶ τεύτλου τρυβλίον ἀνηδύντου λιπαροῦ, ἄλφιτα παραπάσσων φαγέτω· οἶνον δὲ πινέτω μέλανα αὐστηρὸν κατ᾿ ὀλίγον. Τὸ δὲ λοιπὸν τοῦ χρόνου τὰ αὐτὰ ποιεέτω, καὶ σῖτα προσφερέσθω ἄρτον ἔξοπτον, μᾶζάν τε ψαιστὴν ὡς μάλιστα· τὰς δὲ πρώτας τῶν ἡμερέων ἄλευρον φαγέτω κάθεφθον, ἀποψύχων καὶ μέλι παραχέων· οἶνον δὲ πινέτω μέλανα στρυφνὸν, ἕως ἂν καταστῇ ἡ νοῦσος, ταῦτα προσφερέσθω. Ὁ δὲ ὑπὸ τῆς ὀπώρης ληφθεὶς τῇ νούσῳ φῦσαν παρέχει καὶ στρόφον καὶ ὀδύνην, καὶ τὰ σιτία οὐκ ἐθέλει διαχωρέειν, καὶ ἡ γαστὴρ μεγάλη καὶ σκληρὴ αὐτοῦ ἐστι, καὶ ῥῖγος καὶ πυρετὸς ἔχει. Τούτῳ ἢν μὲν αὐτομάτη ταραχθῇ ἡ κοιλίη, ἐν εἴκοσιν ἡμέρῃσι τὸ ἐλάχιστον καθαίρεται, καὶ ὁκόταν παύσηται καθαιρόμενος, ὑγιὴς παραχρῆμα ἔσται· ἢν δὲ μὴ αὐτομάτη ταραχθῇ, καθαίρειν αὐτὸν τῷ τοῦ ἱππόφεω ὀπῷ ἢ τῷ κνιδίῳ κόκκῳ· ἐς ἑσπέρην δὲ ταῦτα διδόναι ἃ καὶ τῷ αὐτομάτῳ καθαιρομένῳ· τῇ δ᾿ ὑστεραίῃ, ἢν μὲν πυρετὸς ἔχῃ, ἡσυχίην ἐχέτω, διδόναι δὲ αὐτῷ πίνειν τοῦ αὐτοῦ οἴνου ὡς ἐν ψυχροτάτῳ ὕδατι· ἢν δὲ μὴ ἔχῃ πυρετὸς, διαιτήσθω δίαιταν μὴ ὑγρὴν, ἀλλ᾿ ἰσχυροτέρην, καὶ περιπατεέτω πρὸς τὰ σιτία τεκμαιρόμενος. Ὑπὸ τουτέου τοῦ νοσήματος πολλοῖσιν ἤδη ὕδερος ἐξεγένετο, καὶ ἢν δοκέῃ σοι κλύζειν, τοῖσιν αὐτοῖσι κλύσον οἷσι καὶ τὸν ὑδεριῶντα. Ἢν δὲ βούλῃ, τοισίδε κλύζειν· ἐν μελικρήτου κοτύλῃ ποίην θαψίης ἐγξύσαι, εἶτα οὕτως ἐγκλύσαι. Οὗτος οὕτω θεραπευόμενος τάχιστα ὑγιὴς ἔσται.

[43] Ἄλλος τῦφος· γίνεται μὲν τὸ νούσημα, ὁκόταν τὸ ὑγρὸν τὸ ἐν τῷ σώματι συνπαγῇ καὶ ἀναξηρανθῇ μᾶλλον τοῦ καιροῦ. Γίνεται οὖν τὴν εἰδέην, ὁκόταν τῷ νουσήματι ἔχηται, δίυγρος, ὕπωχρος, διαφανὴς, κύστει πλήρει ἐοικὼς οὔρου, πλὴν οὐκ οἰδέει, ἀλλὰ λεπτὸς καὶ σκελιφρός ἐστι καὶ ἀσθενής· μάλιστα δὲ τοῦ σώματος λεπτύνεται τὰς κληῗδας, καὶ τὸ πρόσωπον ἰσχυρῶς κάτισχνος, καὶ οἱ ὀφθαλμοὶ ἔκκοιλοι σφόδρα. Ταῦτα μὲν ὑπὸ τοῦ νοσήματος πάσχει· ἢν δὲ ἡ χροιὴ τοῦ σώματος μέλαινα ᾖ, τάδε αἴτιά ἐστιν· ἐς τὰ φλέβια καὶ ἐς τὸ δέρμα, ὁκόταν χολὴ μέλαινα ὑπέλθῃ, καὶ ἐπὶ τούτοισιν, ὁκόταν θέρμη ἐπιγένηται, ἀνάγκη ὑπὸ τοῦ θερμοῦ ξυγκαίεσθαί τε καὶ ἀναξηραίνεσθαι τὰ φλέβια, ὥστε τὸ αἷμα μὴ χωρέειν κατὰ τὰ φλέβια. Τάδε οὖν πάσχει οὗτος πρὸς ἐκείνοις· λεπτὸς γίνεται καὶ κάτισχνος ἰσχυρῶς, καὶ τοῖσιν ὀφθαλμοῖσιν ἀραιὰ σκαρδαμύσσει, καὶ τὰς μυίας ἀπὸ τοῦ ἱματίου θηρεύει, καὶ βόρος τῶν σιτίων μᾶλλόν ἐστιν ἢ ὑγιαίνων, καὶ λύχνου ἀπεσβεσμένου τῇ ὀσμῇ ἥδεται, καὶ ἐξονειρώσσει θαμινά· πολλάκις δὲ καὶ βαδίζοντι αὐτῷ ἐξέρχεται ἡ γονή. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, καθαίρειν τὴν κοιλίην τῷ μέλανι ἐλλεβόρῳ, τὴν ἄνω δηλονότι· τὴν δὲ κάτω ὀπῷ σκαμμωνίης· μετὰ δὲ τὴν κάθαρσιν τὰ αὐτὰ διδόναι ἃ καὶ τοῖσιν ἄλλοισι, καὶ ὀῤῥὸν, καὶ γάλα βοὸς ἢ αἰγὸς διδόναι τὴν ὥρην· διδόναι δὲ καὶ ὄνειον γάλα ἐς ὑποκάθαρσιν. Οὗτος οὕτω μελετώμενος μάλιστα ἐν δυσὶν ἔτεσιν ὑγιὴς γίνεται· σιτία δὲ ἃ βούλεται προσφερέσθω· εὐωχεέσθω δὲ ὡς μάλιστα, καὶ περιπατεέτω πρὸς τὰ σιτία τεκμαιρόμενος. Αὕτη ἡ νοῦσος λαμβάνει πρεσβύτερον εἰκοσαετέος· ὁκόταν δὲ λάβῃ, ἢν μὴ κατ᾿ ἀρχὰς τοῦ νοσήματος μελετηθῇ, οὐκ ἐκλείπει, πρὶν ἂν εἴκοσιν ἔτεα παρέλθῃ, ἀλλὰ προσέχει· ἔπειτα ἐνίοισι μελετωμένοισιν ἐξέρχεται· ἡ δὲ νοῦσος χαλεπή.

[44] Εἰλεοί· εἰλεοὶ δὲ τάδε τὰ νουσήματα καλέεται· γίνεται δὲ ἀπὸ τῶνδε μάλιστα· ἢν τοῦ χειμῶνος θερμῇ τῇ διαίτῃ καὶ ὑγρῇ χρέηται καὶ μήτε περιόδοισι ταλαιπωρέῃ πρὸς τὰ σιτία τεκμαιρόμενος, πιμπλάμενος δὲ εὕδῃ ἀεὶ, εἶτα ἐξαπίνης ἀναγκασθῇ βαδίσαι μακρὴν ὁδὸν, ψύχεος ἐόντος, εἶτα ῥιγώσῃ ὑπὸ τὰ ὀστέα, τάδε οὖν πάσχει· φῦσα ἐγγίνεται ἐν τῷ σώματι παντὶ, καὶ ἡ χροιὴ αὐτέου γίνεται μολιβδοειδὴς, καὶ ῥιγοῖ αἰεὶ, ὥστε οἱ θερμὸν καταχυθὲν οὐ δοκέει θερμὸν εἶναι. Τὸ δὲ σῶμα λουόμενον αὐτοῦ λεπίζεται ὑπὸ τοῦ θερμοῦ, μάλιστα δὲ ἡ ὄσχη· ἢν τῷ δακτύλῳ τοῦ σώματός κου ὑποπιέζῃς, ἐνθλάσεις, καὶ σημανέεταί σοι ὥσπερ ἐν σταιτί· μάλιστα δὲ ἐν τοῖσι ποσὶν ἐνθλᾶται. Τὰ δὲ σκέλεα βαρέα αὐτοῦ, καὶ ἢν περιφοιτέῃ, τρέμει, καὶ ἢν πρὸς αἶπος βαδίζῃ, πνευστιᾷ σφόδρα, καὶ αἱ ὠλέναι δοκέουσιν ἀποκρέμασθαι, καὶ τὴν κεφαλὴν ἀλγέει, καὶ αἱ ὀφρύες δοκέουσιν ἀποκρέμασθαι, καὶ δίψη ἔχει τὰς νύκτας, τὰ δὲ σιτία ὠμὰ διαχωρέει, ἅσσ᾿ ἂν καταφάγῃ. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πυριήσας αὐτὸν τοῦ κνεώρου διδόναι πίνειν ἢ τοῦ ἱππόφεω ἢ τοῦ κνιδίου κόκκου· μετὰ δὲ τὴν κάθαρσιν ταῦτα διδόναι ἃ καὶ τοῖσι πρόσθεν· τῇ δὲ ὑστεραίῃ ὀνείου γάλακτος ἑφθοῦ χοέα διδόναι δὶς ἐκπιεῖν ἅλας παραβάλλων· ἐς ἑσπέρην δὲ δειπνεέτω ἄρτον· ὄψον δὲ ἐχέτω ὄϊος κρέα ἑφθὰ, καὶ πουλύποδας ἑφθοὺς ἐν οἴνῳ μέλανι, καὶ τὸν ζωμὸν ῥοφανέτω· καὶ φακὴν ἐχέτω ὧδε ἐσκευασμένην· κοτύλην φακοῦ ἑψήσας τρῖψαι λείην, ἔπειτα ἄλευρον παραμῖξαι, καὶ σίλφιον ἐπιξέσαι, καὶ ἅλας ἐμβαλεῖν, καὶ ὄξος ἐπιχέαι, καὶ σκόροδα συνεψεῖν· ἔπειτα ὕδωρ ἐπιχέας ζέσαι δὶς ἢ τρὶς, καὶ τορυνᾷν ἅμα· ἔπειτα ἀφελὼν ἐψύχθω· ἔστω δὲ μὴ λίην παχείη· ἐμβεβλήσθω δὲ καὶ ἡ γλήχων ἑψομένη τῆς εὐωδίης εἵνεκα. Τὰς δὲ μεταξὺ τῶν ἡμερέων ἐμέτους ποιεέσθω δι᾿ ἕκτης ἡμέρης· πυριῆσθαι δὲ χρὴ ἄλλοτε καὶ ἄλλοτε πρὸ τοῦ ἐμέτου καὶ τῆς φαρμακοποσίης· καὶ διὰ τρίτης ἡμέρης λουέσθω, ἢν συμφέρῃ· εἰ δὲ μὴ, ἀλειφέσθω, καὶ περιπατεέτω, ἢν δυνατὸς ᾖ, πρὸς τὰ σιτία τεκμαιρόμενος καὶ ἀκτῆς φύλλα καὶ κονύζης τῆς αἰεὶ ἁπαλῆς ἑψῶν διδόναι ἐσθίειν. Οὕτω γὰρ ἂν μελετώμενος ῥήϊστα διάγοι, καὶ ἡ νοῦσος ἐκλείποι ἂν ἐνιαυσιαίη· πολλοῖσι δὲ ἤδη ὑγιέσι γινομένοισι διὰ δύο ἐτέων ἡ νοῦσος ὑπετροπίασεν· ἀλλὰ χρὴ, ἢν ὑποτροπιάσῃ, τὴν αὐτὴν ἴησιν ἰῆσθαι. Ἢν δὲ τρίτον ὑποτροπιάσῃ, οἴδημα μὲν οὐκ ἐπιγίνεται, λεπτὸς δὲ γίνεται καὶ κάτισχνος ἄρχεται δὲ λεπτύνεσθαι ἀπὸ τοῦ προσώπου, καὶ τὴν χροιὴν ἔκλευκος γίνεται μᾶλλον ἢ τὸ πρόσθεν. Τούτῳ ὕδερος ἐνίοτε ἐγένετο ἐν τῇ κοιλίῃ· ἢν οὖν ἐγγένηται, τάμνειν αὐτὸν οὐ χρή· ἀποθανέεται γάρ· θεραπεύειν δὲ τοῖσιν αὐτοῖσιν οἷσι καὶ τὸν ἀπὸ σπληνὸς ὑδεριῶντα. Τοῦτον μάλιστα μὲν κατ᾿ ἀρχὰς βούλεσθαι λαβὼν ἰῆσθαι, καὶ οὕτω ταχέως ὑγιέα ποιήσεις· ἡ δὲ νοῦσος δέεται μελέτης πολλῆς· χαλεπὴ γάρ.

[45] Ἄλλος εἰλεὸς ἰκτερώδης· ἐπιλαμβάνει μάλιστα μὲν θέρεος ὥρην ἐν ἑλώδεσι χωρίοισιν οὗτος, μᾶλλον δὲ ἀπὸ ὑδροποσίης· πολλοὶ δὲ ἤδη καὶ πρὸς τὸν ἥλιον εἱληθέντες τὸ νόσημα ἔλαβον, τὴν κεφαλὴν ἀλγήσαντες. Ἀλλὰ παραπλήσια τοῖσι πρόσθεν πάσχουσι, πλὴν τῆς χροιῆς, καὶ γὰρ ὠχρὸς γίνεται οἷον σίδιον, καὶ οἱ ὀφθαλμοὶ ἔστιν ὅτε ἰκτέρου πίμπλανται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, θεραπεύειν χρὴ τοῖσιν αὐτοῖσιν οἷσι καὶ τὸν πρόσθεν· διδόναι δὲ τὸ ἀπ᾿ ἐρεβίνθων λευκῶν ὕδωρ ἑψῶν πίνειν, καὶ ἐν τῷ οἴνῳ διακιρνᾷν καὶ διδόναι, καὶ τὴν κεφαλὴν αὐτέου καθαίρειν τῷ τετραγώνῳ. Οὗτος ἧσσον τοῦ προτέρου θανατώδης· καλέεται δὲ εἰλεὸς ἰκτερώδης.

[46] Εἰλεὸς αἱματίτης· τὰ μὲν ἄλλα πάσχει πλῆθος τὰ αὐτὰ τοῖσι πρόσθεν· ἄρχεται δὲ μετοπώρου γίνεσθαι τὸ νούσημα. Τάδε δὲ ἐν τῷ νουσήματι προσγίνεται· ἐκ τοῦ στόματος κακὸν ὄζει, καὶ ἀπὸ τῶν ὀδόντων τὰ οὖλα ἀφίσταται, καὶ ἀπὸ τῶν ῥινῶν αἷμα ῥέει. Ἐνίοτε δὲ καὶ ἐκ τῶν σκελέων ἕλκεα ἐκφλυνδάνει, καὶ τὰ μὲν ὑγιαίνεται, τὰ δὲ ἄλλα προσγίνεται, καὶ ἡ χροιὴ μέλαινα, καὶ λεπτόδερμος· περιφοιτῇν δὲ καὶ ταλαιπωρέειν οὐ πρόθυμος. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, τούτοισιν ἰῆσθαι οἷσι καὶ τοὺς πρόσθεν, καὶ κλύζειν τοῖσδε· σικύου τοῦ ἀγρίου πέντε φύλλα τρῖψαι λεῖα, καὶ παραμῖξαι μέλιτος ἡμικοτύλιον, καὶ ἁλῶν δραξάμενος τῇ μιῇ χειρὶ, καὶ ἐλαίου ἡμικοτύλιον, καὶ ἀπὸ τεύτλων ἑφθῶν τοῦ χυλοῦ τέσσαρας κοτύλας· διδόναι δὲ ἐς ὑποκάθαρσιν ὀνείου γάλακτος ἑφθοῦ κοτύλας ὀκτὼ μέλι παραχέων· πινέτω δὲ καὶ βόειον τὴν ὥρην, τεσσαράκοντα ἡμέρας· πινέτω δὲ καὶ τὸ ἕωθεν τοῦ βοείου γάλακτος δύο κοτύλας, τρίτον μελικρήτου παραμίσγων τὰς μεταξὺ τῶν ἡμερέων. Αὕτη ἡ νοῦσος δέεται πολλῆς ἰήσιος· εἰ δὲ μὴ, οὐκ ἐξέρχεται, ἀλλὰ ξυναποθνήσκει τῷ ἀνθρώπῳ· καλέεται δὲ εἰλεὸς αἱματίτης.

[47] Τὰ παχέα καλούμενα νοσήματα· ἐκ δὲ τῶν παχέων καλουμένων νουσημάτων τάδε μάλιστα γίνεται· ὁκόταν φλέγμα καὶ χολὴ μιχθῇ κατὰ τὸ σῶμα, συῤῥέει ἐς τὴν κοιλίην, καὶ ὁκόταν ἁλισθῇ ἐν τῇ κοιλίῃ, ἀείρεται, ἄνω τε καὶ κάτω ἀνατρέχει ὥσπερ κῦμα, καὶ ῥῖγος καὶ πυρετὸς ἐπιλαμβάνει, καὶ ἐν τῇ κεφαλῇ ἡ ὀδύνη καθέστηκε, καὶ ὁκόταν πρὸς τὰ σπλάγχνα ἡ ὀδύνη καταστῇ, πνίγα παρέχει· ἐνίοτε δὲ ἐμέει λάπην ὀξείην, ἐνίοτε δὲ καὶ ἁλμυρὴν, καὶ ὁκόταν ἀπεμέσῃ, πικρὸν τὸ στόμα δοκέει αὐτῷ εἶναι. Ἐν δὲ τῇσι πλευρῇσιν ἐρυθήματα καταχεῖται· ἅτε γὰρ τοῦ φλέγματος ἐν τῇ κοιλίῃ ἐόντος, τὸ αἷμα ὑπὸ θερμασίης ἁλισθὲν προσέπεσεν ἐς τὰ πλευρὰ, καὶ ἐρυθήματα ἐκχεῖται ἐν τῇσι πλευρῇσι, καὶ θερμασίη ἔχει μάλιστα τὰς πλευράς· καὶ τὸ μετάφρενον αὐτοῦ ἔγκυρτον γίνεται· καὶ ὁκόταν πονέῃ μάλιστα, οὐκ ἀνέχεται ψαυόμενος τοῦ σώματος· ἀλγέει γὰρ ὁκοῖόν περ ἕλκος· καὶ αἱ σάρκες πάλλονται ὑπὸ τῆς ἀλγηδόνος, καὶ οἱ ὄρχιες ἕλκονται, καὶ ἐς τὴν καθέδρην καὶ ἐς τὴν κύστιν θέρμη τις καὶ ὀδύνη ἐμπίπτει, καὶ οὐρέει παχὺ ὁκοῖόν περ ὕδρωπα, καὶ ἐκ τῆς κεφαλῆς αἱ τρίχες ἐκρέουσι, καὶ τὰ σκέλεα καὶ οἱ πόδες αἰεὶ ψυχροὶ, καὶ ἡ ὀδύνη πιέζει μάλιστα τὰς πλευρὰς καὶ τὸ μετάφρενον καὶ τὸν τράχηλον· πρὸς δὲ τῷ δέρματι δοκέει οἵ τι προσέρπειν. Ἡ δὲ νοῦσος ὁτὲ μὲν πιέζει, ὁτὲ δὲ ἀνίησι· προϊούσης δὲ τῆς νούσου συνεχέστερον πιέζει, καὶ τῆς κεφαλῆς τὸ δέρμα παχὺ καὶ ἐρυθρόν ἐστιν. Οὗτος μέχρι μὲν ἓξ ἐτέων τοιαῦτα πάσχων διατελέει· ἔπειτα ἱδρώς τε πουλὺς καταχέεται καὶ κάκοδμος· πολλάκις δὲ καὶ ὀνειρώσσει, τὸ δὲ λάγνευμα ὕφαιμον προέρχεται ὑποπέλιδνον. Τοῦτο τὸ νούσημα γίνεται διὰ θερμασίην τοῦ ἡλίου καὶ ὑδροποσίην. Τοῦτον τοιγαροῦν ὁκόταν οὕτως ἔχῃ, τοῦ κνεώρου διδοὺς ὑποκαθαίρειν ἢ τοῦ κνιδίου κόκκου ἢ τοῦ ἱππόφεω· δίδου δὲ πίνειν καὶ γάλα ὄνειον, ἑψήσας ὀκτὼ κοτύλας, μέλι παραχέων· τῇ δὲ ὑστεραίῃ μετὰ τὴν κάθαρσιν τὰ αὐτὰ προσφέρειν ἃ καὶ τοῖσιν ἄλλοισι· τὰς δὲ πρώτας ἡμέρας εὐωχεέσθω τὰ αὐτὰ ἃ καὶ ὅστις ὑπὸ ὑδέρου ἑάλω· καὶ πονεέτω περιόδοισιν, ἢν δυνατὸς ᾖ· ἢν δὲ ἀδύνατος ᾖ ὑπὸ τῶν πυρετῶν καὶ ἐσθίειν μὴ δύνηται τὰ σιτία, χρεέσθω ῥοφήματι φακῇ· ποτῷ δὲ οἴνῳ μέλανι ὡς αὐστηροτάτῳ. Αὕτη ἡ νοῦσος ἐπιλαμβάνει μάλιστα μετοπώρου καὶ ὀπώρης ἐούσης. Οὗτος ἢν μὴ ἰηθῇ ἐν τοῖσιν ἓξ ἔτεσιν, προσίσχει ἡ νοῦσος καὶ ἄχρι τῶν δέκα ἐνιαυτῶν· πολλοῖσι δὲ καὶ ξυναποθνήσκει, ἢν μὴ παραχρῆμα μελετηθῇ.

[48] Ἄλλο παχύ· γίνεται μὲν ἀπὸ χολῆς, ὁκόταν χολὴ ἐπὶ τὸ ἧπαρ ἐπιῤῥυῇ καὶ κατὰ τὴν κεφαλὴν καταστῇ. Τάδε οὖν πάσχει· τὸ ἧπαρ οἰδέει, καὶ ἀναπτύσσεται πρὸς τὰς φρένας ὑπὸ τοῦ οἰδήματος, καὶ εὐθὺς ἐς τὴν κεφαλὴν ὀδύνη ἐμπίπτει, μάλιστα δὲ ἐς τοὺς κροτάφους· καὶ τοῖσιν ὠσὶν οὐκ ὀξὺ ἀκούει, πολλάκις δὲ καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐχ ὁρᾷ· καὶ φρίκη καὶ πυρετὸς ἐπιλαμβάνει. Ταῦτα μὲν καταρχὰς τοῦ νουσήματος αὐτῷ γίνεται, γίνεται δὲ διαλιμπάνοντα, ὁτὲ μὲν σφόδρα, ὁτὲ δὲ ἧσσον· ὁκόσῳ δ᾿ ἂν ὁ χρόνος τῇ νούσῳ προΐῃ, ὅ τε πόνος πλείων ἐν τῷ σώματι, καὶ αἱ κόραι σκίδνανται τῶν ὀφθαλμῶν, καὶ σκιαυγέει, καὶ ἢν προσφέρῃς τὸν δάκτυλον πρὸς τοὺς ὀφθαλμοὺς, οὐκ αἰσθήσεται διὰ τὸ μὴ ὁρῇν· τούτῳ δ᾿ ἂν γνοίης ὅτι οὐχ ὁρῇ, ὅτι οὐ σκαρδαμύσσει προσφερομένου τοῦ δακτύλου. Καὶ τὰς κροκίδας ἀφαιρέει τοῦ ἱματίου, ἤν περ ἴδῃ, δοκέων φθεῖρας αὐτὰς εἶναι. Καὶ ὁκόταν τὸ ἧπαρ μᾶλλον ἀναπτυγῇ πρὸς τὰς φρένας, παραφρονέει· καὶ προφαίνεσθαί οἱ δοκέει πρὸ τῶν ὀφθαλμῶν ἑρπετὰ καὶ ἄλλα παντοδαπὰ θηρία καὶ ὁπλῖται μαχόμενοι, καὶ αὐτὸς ἐν αὐτοῖς δοκέει μάχεσθαι, καὶ τοιαῦτα λέγει ὡς ὁρέων μάχας καὶ πολέμους, καὶ ἐπέρχεται, καὶ ἀπειλέει, ἢν μή τις αὐτὸν ἐῇ ἐξιέναι· κἢν ἀναστῇ, οὐ δύναται ἀείρειν τὰ σκέλεα, ἀλλὰ καταπίπτει· καὶ οἱ πόδες αὐτοῦ αἰεὶ ψυχροί· καὶ ὁκόταν καθεύδῃ, ἀναΐσσει ἀπὸ τοῦ ὕπνου, καὶ φοβέεται, ὁκόταν ἐνύπνια ἴδῃ φοβερά. Τῷδε δὲ γινώσκομεν, ὅτι ἀπὸ ἐνυπνίων ἀΐσσει καὶ φοβέεται· ὁκόταν ἔννοος γένηται, ἀφηγεῖται τὰ ἐνύπνια, ὁκοῖα καὶ τῷ σώματι ἐποίεε καὶ τῇ γλώσσῃ ἔλεγε. Ταῦτα μὲν οὕτω πάσχει. Ἔστι δ᾿ ὅτε καὶ κέεται ἄφωνος ὅλην τὴν ἡμέρην καὶ τὴν νύκτα ἀναπνέων πολλὸν τὸ πνεῦμα ἀθρόον. Ὁκόταν δὲ παύσηται παραφρονέων, εὐθὺς παραχρῆμα ἔννοος γίνεται, καὶ ἢν ἐρωτῇ τις αὐτὸν, ὀρθῶς ἀποκρίνεται, καὶ γινώσκει πάντα τὰ λεγόμενα· εἶτ᾿ αὖθις ὕστερον ὀλίγῳ χρόνῳ ἐν τοῖσιν αὐτοῖσιν ἄλγεσι κεῖται. Αὕτη ἡ νοῦσος προσπίπτει μάλιστα ἐν ἀλλοδημίῃ, καὶ ἤν κου ἐρήμην ὁδὸν βαδίζῃ καὶ ὁ φόβος αὐτὸν λάβῃ ἐκ φάσματος· λαμβάνει δὲ καὶ ἄλλως. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πῖσαι τοῦ μέλανος ἐλλεβόρου πέντε ὀβολοὺς στήσας, διδόναι δὲ ἐν οἴνῳ γλυκεῖ, ἢ κλύζειν αὐτὸν ἐν τούτοισι· νίτρου Αἰγυπτίου ὁκόσον ἀστράγαλον ὄϊος, τοῦτο τρῖψαι λεῖον, καὶ παραμῖξαι μέλιτος καλλίστου ἡμικοτύλιον, ἑψήσας, ἐν θυείῃ, καὶ ἡμικοτύλιον ἐλαίου καὶ ἀπὸ τεύτλων ἑφθῶν ὕδατος τέσσαρας κοτύλας ἐξαιθριάσας· ἢν δὲ βούλῃ, ἀντὶ τεύτλου ὄνειον γάλα ἑψήσας παραμῖξαι· ταῦτα μίξας κλύζειν, ἤν τε πυρετὸς ἔχῃ ἤν τε μή. Ῥοφήμασι δὲ χρεέσθω πτισάνῃ καθέφθῳ, μέλι παραχέων· πινέτω δὲ μέλι καὶ ὕδωρ καὶ ὄξος συγκεράσας ἅμα, ἕως ἂν κριθῇ ἡ νοῦσος· κρίνεται δὲ ἐν δεκατέσσαρσιν ἡμέρῃσι τὸ μακρότατον, ἤν τε θανάσιμον ἤν τε οὔ. Πολλοῖσι δὲ ἤδη ἡ τοιαύτη νοῦσος πεπαυμένη πάλιν ὑπετροπίασεν· ἢν οὖν ὑποτροπιάσῃ, κίνδυνος αὐτὸν διαφθαρῆναι· κρίνεται δὲ ἡ νοῦσος ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν θανάσιμος ἢ οὔ· ἢν δὲ ταύτας ἐκφύγῃ, οὐ μάλα θνήσκει, ἀλλὰ τοῖσι πολλοῖσι μελεδαινομένη ἐξέρχεται. Ὁκόταν δὲ παύσηται ἡ νοῦσος, διαίτῃ χρεέσθω καλῇ, ἡσύχως προσάγων ὁκόσα ἂν ἡ κοιλίη προσδέξηται καὶ μὴ ξυγκαυθῇ, μήτε διάῤῥοια ἐπιγίνηται· ἀμφότερα γὰρ δοκέει κινδυνώδεα εἶναι· λουέσθω δὲ ἑκάστης ἡμέρης, καὶ περιπατεέτω μετὰ τὰ σιτία ὀλίγα· ἐσθῆτα δὲ ἐνείσθω κούφην καὶ μαλθακήν· καὶ γαλακτοποτεέτω τὴν ὥρην καὶ ὀῤῥοποτεέτω πέντε καὶ τεσσαράκοντα ἡμέρας. Ταῦτα ἢν ποιέῃ, τάχιστα ὑγιὴς ἔσται· ἡ δὲ νοῦσος χαλεπὴ καὶ δέεται μελέτης πολλῆς.

[49] Ἄλλο παχύ· γίνεται μὲν ἀπὸ φλέγματος σαπέντος· τῷδε δὲ δῆλον γίνεται, ὅτι σαπρόν ἐστιν, ἐρεύγεται γὰρ ἀπ᾿ αὐτοῦ ἔχον τὴν ὀσμὴν, ὁκοῖόν περ ῥαφανῖδας φαγόντος. Ἄρχεται δὲ γίνεσθαι τὸ τοιοῦτον νόσημα ἀπὸ τῶν σκελέων, εἶτ᾿ ἀπὸ τουτέων ἄνεισιν ἐς τὴν κοιλίην, καὶ ὁκόταν ἐν τῇ κοιλίῃ στῇ, αὖθις ἀνατρέχει πρὸς τὰ σπλάγχνα, καὶ ὁκόταν ἐπὶ τούτοισι στῇ, μύζει καὶ ἔμετον ἄγει, ἅμα καὶ λάπην ὀξείην ὑπόσαπρον, καὶ ὁκόταν ἀπεμέσῃ, οὐκ ἔχει ἑωυτόν· ἔπειτα ἀπορίη πρὸς τοῖσι σπλάγχνοισιν, ἐνίοτε δὲ καὶ ἐς τὴν κεφαλὴν ἐξαπίνης ὀδύνη στηρίζει ὀξείη· καὶ τοῖσιν ὠσὶν ὀξέως ἀκούειν οὐ δύναται οὐδὲ τοῖσιν ὀφθαλμοῖσιν ὁρῇν ὑπὸ τοῦ βάρεος· ἱδρώς τε πολλὸς καταχέεται κάκοδμος, μάλιστα μὲν ἢν ἡ ὀδύνη ἔχῃ, καταχέεται δὲ καὶ ἢν ἡ ὀδύνη ᾖ καὶ λωφᾷ, καὶ τῆς νυκτὸς μάλιστα· ἡ δὲ χροιὴ αὐτοῦ ἰκτερώδης δείκνυται. Αὕτη ἡ νοῦσος τῆς προτέρης ἧσσον μικρῷ θανατώδης. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, καθαίρειν τὴν κοιλίην, κάτω μὲν τῷ ἱππόφεῳ, ἄνω δὲ τῷ ἐλλεβόρῳ, καὶ τὴν κεφαλὴν καθαίρειν τῷ τετραγώνῳ· καὶ ὁκόταν ὑπὸ τοῦ ἐλλεβόρου κεκαθαρμένος ᾖ, τῇ ὑστεραίῃ ὀνείῳ ἑφθῷ γάλακτι ὑποκαθαίρειν, τῇ δὲ τρίτῃ αἰγείῳ ἑφθῷ, ὡσαύτως δὴ καὶ τῇ τετάρτῃ καὶ τῇ πέμπτῃ· εἴκοσι δὲ ἄλλας ἡμέρας διδόναι ὠμὸν γάλα βόειον, εἴτε καὶ αἴγειον, τρίτον μέρος μελικρήτου παραμίσγων, πινέτω δὲ τοῦ γάλακτος χοέα· μετὰ δὲ τὴν κάθαρσιν τὴν κάτω τῶν φαρμάκων τὰ αὐτὰ προσφέρειν, ἃ καὶ τοῖσιν ὑπὸ ὑδέρου κατεχομένοισι· τὸν δὲ λοιπὸν χρόνον, ὁκόταν τὸ γάλα πίνῃ, δειπνεέτω ἄρτον ἔξοπτον, ὄψον δὲ ἐχέτω ἐν ἰχθύσι μὲν σκορπίον ἢ καλλιώνυμον ἢ κόκκυγα ἢ ῥίνης τέμαχος ἑφθὸν ἐν ἀρτύμασιν, ἐν κρέασι δὲ οἰὸς ἢ ἀλεκτρυόνος νεοσσούς· ταῦτα ἑφθά· οἶνον δὲ πινέτω λευκὸν, ἢν ξυμφέρῃ, ἢν δὲ μὴ, μέλανα αὐστηρόν· εἶτα περιπατεέτω μετὰ τὸ φαγεῖν, ὅκως ἂν μὴ ῥιγώσῃ. Τούτῳ ἢν μὲν οὖν ξυμφέρῃ, τὰ σιτία διδόναι, ἢν δὲ μὴ ξυμφέρῃ, ῥοφήματα διδόναι πτισάνης ἢ κέγχρου. Ταύτῃ τῇ νούσῳ ἢν τριήκοντα ἡμέρας παρέλθῃ ὁ νοσέων, ὑγιαίνεται· αὗται γὰρ κρίνουσιν, ἢν θανάσιμος ἢ μή· ἡ δὲ νοῦσος χαλεπή.

[50] Ἄλλο παχύ· γίνεται τὸ νούσημα ὑπὸ φλέγματος λευκοῦ· ξυνίσταται δὲ ἐν τῇ κοιλίῃ, ὁκόταν πουλυχρόνιοι κατάσχωσι τὸ σῶμα πυρετοί. Ἄρχεται δὲ τὸ νούσημα ἐκ τοῦ προσώπου γινόμενον, καὶ οἰδέει τὸ πρόσωπον, εἶτα κατέρχεται ἐς τὴν κοιλίην, καὶ ὁκόταν στῇ ἐν αὐτῇ, ἀείρει μεγάλην τὴν γαστέρα, καὶ τὸ σῶμα κοπιᾷ ὡς ὑπὸ ταλαιπωρίης, καὶ ἐν τῇ κοιλίῃ βάρος ἴσχει καὶ πόνος ἰσχυρός· καὶ οἱ πόδες οἰδέουσι. Καὶ ἢν χυθῇ ὑετὸς ἐπὶ τῆς γῆς, τῆς κόνιος ὀδμώμενος οὐκ ἀνέχεται· ἢν δὲ ἑστηκὼς τύχῃ ἐν τῷ ὑετῷ καὶ ὀδμηθῇ τῆς γῆς, ἐξαπίνης πίπτει. Αὕτη ἡ νοῦσος διαπαύουσα τῆς προτέρης πλείονα χρόνον ἐπιλαμβάνει καὶ χρονιωτέρη ἀπαλλάσσεται. Μελετῇν δὲ χρὴ ταύτην ἐν τοῖσιν αὐτοῖσιν, οἵοισι καὶ τὸν ὑδεριῶντα, ἤγουν πυρίῃσι καὶ φαρμάκοισι καὶ ἐδέσμασι καὶ ταλαιπωρίῃσιν. Αὕτη ἡ νοῦσος ἐπικρατέει μάλιστα ἓξ ἔτεα, εἶτα ἐξέρχεται μελετωμένη καλῶς ἐν χρόνῳ, ἤν γε καὶ μὴ καταρχὰς ἰηθῇ. Αὕτη ἡ νοῦσος χαλεπὴ καὶ δέεται μελέτης πολλῆς.

[51] Περὶ ἰσχιάδος· ἰσχιὰς δὲ ἀπὸ τῶνδε τῶν ἀφορμῶν γίνεται μάλιστα τοῖσι πολλοῖσιν, ἢν εἱληθῇ ἐν τῷ ἡλίῳ πουλὺν χρόνον καὶ τὰ ἰσχία διαθερμανθῇ καὶ τὸ ὑγρὸν ἀναξηρανθῇ ὑπὸ τοῦ καύματος τὸ ἐνεὸν ἐν τοῖσιν ἄρθροισιν. Ὡς δὲ ἀναξηραίνεται καὶ πήγνυται, τόδε μοι τεκμήριον· ὁ γὰρ νοσέων στρέφεσθαι ἢ κινέειν τὰ ἄρθρα οὐ δύναται ὑπὸ τῆς ἐν αὐτοῖσιν ἀλγηδόνος καὶ τοῦ ξυμπεπηγέναι τοὺς σπονδύλους· ἀλγέει δὲ μάλιστα τὴν ὀσφῦν καὶ τοὺς σπονδύλους τοὺς ἐκ πλαγίων τῶν ἰσχίων καὶ τὰ γούνατα· ἵσταται δὲ ἡ ὀδύνη ἐν τοῖσι βουβῶσι πλεῖστον χρόνον ἅμα καὶ τοῖσιν ἰσχίοισιν ὀξείη καὶ καυματώδης· κἤν τις αὐτὸν ἀνιστῇ ἢ μετακινέῃ, ὑπὸ τῆς ἀλγηδόνος οἰμώζει ὁκόσον ἂν μέγιστον δύνηται· ἐνίοτε δὲ καὶ σπασμὸς ἐπιγίνεται καὶ ῥῖγος καὶ πυρετός. Γίνεται δὲ τὸ νούσημα ἀπὸ χολῆς· γίνεται δὲ καὶ ἀπὸ φλέγματος καὶ ἀπὸ αἵματος, καὶ ὀδύναι παραπλήσιοι ἀπὸ πάντων τούτων τῶν νουσημάτων· καὶ ῥῖγος καὶ πυρετὸς ἐνίοτε ἐπιλαμβάνει βληχρός. Ἀλλὰ χρὴ ὧδε μελετῇν τὸν ἀπὸ τοῦ ἡλίου ταύτην τὴν νοῦσον λαβόντα· ὑγραίνειν αὐτοῦ τὸ σῶμα τῇ πυριήσει καὶ ἀπὸ τῶν σιτίων καὶ ἀπὸ τῶν ποτῶν καὶ τῶν ἄλλων τῶν διδομένων, διδόναι δὲ χλιαρὰ καὶ ὑγρά· ταῦτα δὲ πάντα ἑφθά· σίτῳ δὲ χρεέσθω μάζῃ μαλθακῇ ἀτρίπτῳ· οἶνον δὲ πινέτω λευκὸν ὑδαρέα· καὶ τῷ σώματι ἡσυχίην ἐχέτω· ἢν δὲ καὶ δυνατὸς ᾖ ἀνίστασθαι, ὀλίγα περιπατεέτω ἑκάστης ἡμέρης· καὶ μὴ ῥιγούτω, καὶ λουέσθω μὴ πολλῷ. Καὶ ὁκόταν σοι δοκέῃ καλῶς ἔχειν καὶ ὑγρὸς εἶναι τὸ σῶμα, πυριῆσαι σφόδρα βληχρῇ τῇ πυρίῃ· μᾶλλον γὰρ ἀνήσει καὶ ἀνυγρανεῖ τὸ συμπεπηγὸς ἐκ τῶν ἄρθρων· εἶτα τῇ ὑστεραίῃ πῖσαι τοῦ κνιδίου κόκκου. Ἢν δὲ μὴ ὠφελήσῃ, κλύσαι τούτοισι χρὴ αὐτόν· τρίβειν κυμίνου ἡμικοτύλιον, σικύην ἄτμητον τῶν μικρῶν καὶ στρογγύλων ξυγκόψας ἐν τῷ ὅλμῳ, καὶ σήσας ὡς λεπτότατον νίτρου ἐρυθροῦ Αἰγυπτίου τεταρτημόριον μνᾶς, ὀπτήσας, τρίψας τε λεῖον, ταῦτα ἐμβάλλειν ἐς χυτρίδα, καὶ ἐγχέαι ἐλαίου κοτύλην, μέλιτος ἡμικοτύλιον, οἴνου λευκοῦ γλυκέος κοτύλην, καὶ σευτλίου χυλοῦ δύο κοτύλας· ταῦτα ἑψῇν, ἕως ἄν σοι δοκέῃ καλῶς ἔχειν τοῦ πάχεος· εἶτα διηθήσας δι᾿ ὀθονίου, παραμῖξαι αὐτοῖσι μέλιτος Ἀττικοῦ κοτύλην, ἢν μὴ βούλῃ ξυνεψεῖν τὸ μέλι· ἢν δὲ μὴ ἔχῃς Ἀττικὸν, κοτύλην τοῦ καλλίστου παραμίξας ἑψῆσαι ἐν θυείῃ· ἢν δὲ τὸ κλύσμα παχύτερον ᾖ, παραχέαι οἴνου τοῦ αὐτοῦ πρὸς τὸ πάχος τεκμαιρόμενος· ἐν τούτῳ κλύζειν. Εἶτα ἐῇν χρὴ μέχρι τριῶν ἡμερέων καθαίρεσθαι· ἢν δὲ πλείονας ἡμέρας καθαίρηται, τοῦ βοείου ἢ τοῦ αἰγείου γάλακτος τρεῖς κοτύλας δοῦναι ἐκπιεῖν· εἶτα τεῦτλα λιπαρὰ, περίπαστα, ἐν ἀρτύμασιν ἄναλτα, δοῦναι ἐσθίειν. Ἐκ ταύτης οὖν τῆς νούσου πολλοὶ ἤδη χωλοὶ ἐγένοντο. Ἢν δὲ ἀπὸ χολῆς ἡ νοῦσος γένηται, πῖσαι αὐτὸν ἐλλέβορον κάτω ἢ ὀπὸν σκαμμωνίας· μετὰ δὲ τὴν κάθαρσιν πτισάνης χυλὸν, μέλι παραχέων, δύο τρυβλία δοῦναι ἐκροφέειν· τῇ δὲ ὑστεραίῃ ἢ τῇ τρίτῃ πυριήσας γάλακτι ὀνείῳ ἑφθῷ ὑποκαθῆραι· ἐς ἑσπέρην δὲ τεύτλου λιπαροῦ δύο τρυβλία ἐκφαγέτω ἄλφιτα παραπάσας· οἶνον δὲ πινέτω λευκὸν, ὑδαρέα, γλυκὺν καὶ νῦν καὶ μετὰ τὴν τοῦ φαρμάκου κάθαρσιν. Ἢν δὲ ἀπὸ φλέγματος νοσέῃ, πῖσαι αὐτὸν τοῦ κνιδίου κόκκου ἢ τοῦ ἱππόφεω πυριήσας, μετὰ δὲ τὴν κάθαρσιν τὰ αὐτὰ χρὴ προσφέρειν καὶ ῥοφήματα καὶ ποτὰ καὶ γαλακτοποσίην· τὰς δὲ μεταξὺ τῶν ἡμερέων διαίτῃ χρεέσθω ὡς κουφοτάτῃ. Καὶ ἢν μὲν ὑπὸ τουτέων ὠφελῆται· ἢν δὲ μὴ, καῦσαι αὐτὸν, τὰ μὲν ὀστώδεα μύκησι, τὰ δὲ σαρκώδεα σιδηρίοισι πολλὰς ἐσχάρας καὶ βαθείας. Ἢν δὲ ὑφ᾿ αἵματος νοσέῃ, πυριῆσαι, καὶ σικύην προσβάλλειν, καὶ φλεβοτομέειν τὰς ἐν τῇσιν ἰγνύῃσι φλέβας· ἢν δέ σοι δοκέῃ, καὶ τοῦ κνιδίου κόκκου πῖσαι αὐτόν· διαίτῃ δὲ χρεέσθω ὡς ξηροτάτῃ· οἶνον δὲ μᾶλλον μὲν μὴ πινέτω· ἢν δὲ ἄρα καὶ πίνειν θέλῃ, ὡς ἐλάχιστον καὶ ὑδαρέστατον δίδου, καὶ περιπατέειν ὀλίγα κέλευε· ἢν δὲ δυνατὸς ᾖ, πλεῖστα. Ξυμφέρει δὲ καὶ τῷ ἀπὸ τοῦ φλέγματος νοσέοντι τὰ τοιαῦτα ποιέειν. Ἢν δὲ μὴ δύνηται ἵστασθαι, ἐν τῇ κλίνῃ χρὴ περιφέρειν ὡς πυκνώτατα, ἀφ᾿ οὗ ἂν νοσέῃ, καὶ ἅπαντα ὁμοίως, ὅκως ἂν ἐντὸς μὴ ξυμφυῇ ὁ χόνδρος· ἢν δὲ ξυμφυῇ καὶ τὰ ἄρθρα ξυμπαγῇ, πᾶσα ἀνάγκη χωλὸν γενέσθαι τὸν ἄνθρωπον. Καὶ ἢν βούλῃ κλύσαι τὸν ἀπὸ τοῦ αἵματος νοσέοντα, ὥστε αἷμα ἀπάγειν καὶ φλέγμα ἀπὸ τῶν ἰσχίων, τοῖσιδε δεῖ κλύζειν· ἁλὸς δραχμίδα τρίψας, παραμῖξαι ἐλαίου κοτύλην καὶ ἀπὸ κριθέων ἑφθῶν δύο κοτύλας, εἶτα οὕτω κλύζειν τοῦτον. Οὕτω μελετῶν τάχιστα ὑγιέα ποιήσεις· ἡ δὲ νοῦσος χαλεπὴ λίην ἐστὶ καὶ χρονίη.

[52] Τέτανοι τρεῖς· ἢν μὲν ἐπὶ τρώματι τέτανος γένηται, πάσχει τάδε· αἱ γένυες πήγνυνται, καὶ τὸ στόμα διαίρειν οὐ δύναται, καὶ οἱ ὀφθαλμοὶ δακρύουσι καὶ ἕλκονται, καὶ τὸ μετάφρενον πέπηγε, καὶ τὰ σκέλεα οὐ δύναται ξυγκάμπτειν, οὐδὲ τὰς χεῖρας, οὐδὲ τὴν ῥάχιν· ὁκόταν δὲ θανατώδης ᾖ, τὸ ποτὸν καὶ τὰ βρώματα, ἃ πρότερον βέβρωκεν, ἀνὰ τὰς ῥῖνας ἀνέρχεται ἐνίοτε. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πυριᾷν δεῖ, καὶ ἀλείψαντα λιπαρῶς πρὸς τὸ πῦρ ἕκαθεν θάλπειν, καὶ χλιάσματα προστιθέναι ὑπαλείψας τὸ σῶμα. Καὶ ἀψίνθιον ἢ φύλλα δάφνης ἢ τοῦ ὑοσκυάμου τὸν καρπὸν τρίψας καὶ λιβανωτὸν, εἶτα οἴνῳ λευκῷ διεὶς ἐγχέαι ἐς χυτρίδα καινήν· εἶτα ἐπιχέαι ἔλαιον ἴσον τῷ οἴνῳ, καὶ θερμήνας ἀλεῖψαι πολλῷ θερμῷ τὸ σῶμα καὶ τὴν κεφαλήν· ἔπειτα κατακλίνας ἐμβάπτειν τὴν σάρκα ποιῆσαι, καὶ ἀμφιέσαι ἱμάτια μαλθακὰ καθαρὰ, ὅκως ἂν ἐξιδρώσῃ σφόδρα· μελίκρητον δὲ χλιερὸν διδόναι, ἢν μὲν δύνηται, κατὰ στόμα, ἢν δὲ μὴ δύνηται, ἐγχέειν κατὰ τὰς ῥῖνας· διδόναι δὲ οἶνον λευκὸν πίνειν ὡς ἥδιστον καὶ πλεῖστον. Ταῦτα χρὴ ποιέειν ἑκάστης ἡμέρης, ἕως ἂν ὑγιὴς γένηται· ἡ δὲ νοῦσος χαλεπὴ καὶ δέεται μελέτης παραχρῆμα.

[53] Ὀπισθότονος· ὁ δὲ ὀπισθότονος τὰ μὲν ἄλλα πάσχει πλῆθος τὰ αὐτά· γίνεται δὲ, ὁκόταν τοὺς ἐν τῷ αὐχένι τένοντας τοὺς ὄπισθεν νοσήσῃ· νοσέει δὲ ἢ ὑπὸ κυνάγχης ἢ ὑπὸ σταφυλῆς ἢ ὑπὸ τῶν ἀμφιβραγχίων ἐμπύων γενομένων· ἐνίοτε δὲ καὶ ἀπὸ τῆς κεφαλῆς πυρετῶν ἐπιγενομένων, εἰ σπασμὸς ἐπιγίνεται· ἤδη δὲ καὶ ὑπὸ τρωμάτων. Οὗτος ἕλκεται ἐς τοὔπισθεν, καὶ ὑπὸ τῆς ὀδύνης τὸ μετάφρενον καὶ τὰ στήθεα ἔχεται, καὶ οἰμώζει, καὶ οὕτω σπᾶται· σφόδρα, ὥστε μόλις μιν κατέχουσιν οἱ παρεόντες, ὡς μὴ ἐκ τῆς κλίνης ἐκπίπτειν. Οὗτος πολλάκις μὲν τῆς ἡμέρης πονέει, πολλάκις δὲ κουφότερον διάγει. Τούτῳ οὕτως ἔχοντι ταὐτὰ χρὴ προσφέρειν, ἃ καὶ τῷ πρόσθεν. Ἡ δὲ νοῦσος προσίσχει τὸ μακρότατον ἄχρι τεσσαράκοντα ἡμερέων· ἢν δὲ ταύτας διαφύγῃ, ὑγιαίνεται.

[54] Ἄλλος τέτανος· ὁ δὲ τέτανος ἧσσον θανατώδης ἢ οἱ πρόσθεν, γίνεται δὲ ἀπὸ τῶν αὐτῶν· πολλοὶ δὲ καὶ πεσόντες ἐς τὰ ὄπισθεν ἔλαβον τὸ νούσημα. Πάσχει οὖν τάδε· σπᾶται ὅλον τὸ σῶμα· ἐνίοτε δὲ καὶ ὅκη ἂν τύχῃ τοῦ σώματος σπᾶται· καὶ περιφοιτῇ μὲν τοπρῶτον· ἔπειτα τοῦ χρόνου προϊόντος ἐς τὴν κλίνην πίπτει, καὶ αὖθις ἀνῆκεν ὁ πόνος καὶ ὁ σπασμός· καὶ ἀναστὰς ἂν ἴσως περιέλθοι ὀλίγας ἡμέρας, ἔπειτα αὖθις ἐν τοῖσιν αὐτοῖσιν ἄλγεσι κεῖται. Ταῦτα πάσχει καὶ μεταβάλλει συχνὸν χρόνον· καὶ ἤν τι φάγῃ, οὐ διαχωρέει κάτω, ἢν μὴ μόλις, καὶ ταῦτα ξυγκεκαυμένα, ἀλλ᾿ ἐν τοῖσι στήθεσιν ἔχεται τὸ σιτίον καὶ πνίγα παρέχει. Τοῦτον τοῖσιν αὐτοῖσι θεραπεύων, οἷσι καὶ τοὺς πρόσθεν, τάχιστα ὑγιέα ποιήσεις· κλύζειν δὲ ἐν πτισάνῃ ἑφθῇ λεπτῇ καὶ μέλιτι.


Περὶ Γυναικείας Φύσεως

ΠΕΡΙ ΓΥΝΑΙΚΕΙΗΣ ΦΥΣΙΟΣ.

[1] Περὶ δὲ τῆς γυναικείης φύσιος καὶ νοσημάτων τάδε λέγω· μάλιστα μὲν τὸ θεῖον ἐν τοῖσιν ἀνθρώποισιν αἴτιον εἶναι· ἔπειτα αἱ φύσιες τῶν γυναικῶν καὶ χροιαί· αἱ μὲν γὰρ ὑπέρλευκοι, ὑγρότεραί τε καὶ ῥοωδέστεραι, αἱ δὲ μέλαιναι σκληρότεραί τε καὶ στρυφνότεραι, αἱ δὲ οἰνωπαὶ μέσον τι ἀμφοτέρων ἔχουσιν. Οὕτω δὲ καὶ περὶ τῶν ἡλικιῶν ξυμβαίνει· αἱ μὲν νέαι ὑγρότεραι καὶ πολύαιμοι ὡς ἐπιτοπουλὺ, αἱ δὲ πρεσβύτιδες ξηρότεραι καὶ ὀλίγαιμοι, αἱ δὲ μέσαι μέσον τι ἀμφοτέρων ἔχουσιν. Δεῖ δὲ τὸν ὀρθῶς ταῦτα χειρίζοντα πρῶτον μὲν ἐκ τῶν θείων ἄρχεσθαι, ἔπειτα διαγινώσκειν τάς τε φύσιας τῶν γυναικῶν καὶ τὰς ἡλικίας καὶ τὰς ὥρας καὶ τοὺς τόπους οὗ ἂν ᾖ· οἱ μὲν γὰρ τῶν τόπων ψυχροὶ, ῥοώδεες, οἱ δὲ θερμοὶ, ξηροὶ καὶ στάσιμοί εἰσιν. Ἄρχομαι δὲ διδάσκων ἀπὸ τοῦ ὑγροῦ κατὰ φύσιν.

[2] Ἢν ὕδερος ἐν τῇσι μήτρῃσιν ἐγγένηται, τὰ ἐπιμήνια ἐλάσσω καὶ κακίω γίνεται, ἔπειτα ἐξαπίνης ἐκλείπει, καὶ ἡ γαστὴρ ἐπανοιδέει, καὶ οἱ μαζοὶ ξηροὶ γίνονται, καὶ τἄλλα πονήρως ἔχει, καὶ δοκέει ἐν γαστρὶ ἔχειν, καὶ τουτέοισι γνώσῃ ὅτι ὑδεραίνει. Σημαίνει δὲ καὶ ἐν τῷ στόματι τῶν ὑστερέων· ψαυούσῃ γὰρ ἰσχνὸν φαίνεται. Καὶ πῦρ καὶ ὕδωρ αὐτὴν λαμβάνει· ὁκόσῳ δ᾿ ἂν ὁ χρόνος πλείων γίνηται, ὀδύνη τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας ἴσχει. Αὕτη ἡ νοῦσος ἐκ τρωσμοῦ μάλιστα γίνεται, προσγίνεται δὲ καὶ ἐξ ἄλλων. Ὁκόταν ὧδε ἔχῃ, λούειν χρὴ θερμῷ, καὶ χλιάσματα προστιθέναι, ᾗ ἂν ἡ ὀδύνη ἔχῃ· φάρμακον χρὴ πῖσαι κάτω· μετὰ δὲ τὸ φάρμακον πυριῇν ἐν τῷ βολβίτῳ τὰς ὑστέρας, ἔπειτα προσθεῖναι τὸ ξὺν τῇ κανθαρίδι, διαλιπὼν δὲ ἡμέρας τρεῖς τὸ ξὺν τῇ χολῇ· μίαν δὲ διαλιπὼν τρεῖς ἡμέρας κλυσάτω ἐν τῷ ὄξει. Καὶ ἢν μὲν ἡ γαστὴρ γίνηται λαπαρὴ καὶ οἱ πυρετοὶ πεπαυμένοι ἔωσι καὶ τὰ ἐπιμήνια ἐπιγένηται, τῷ ἀνδρὶ ξυγκοιμάσθω· ἢν δὲ μὴ, αὖθις τὰ αὐτὰ ποιέειν, ἔστ᾿ ἂν γένηται τὰ ἐπιμήνια, καὶ ἐνίοις προσθετοῖς χρήσθω· μεταξὺ δὲ ἡμέρας πινέτω τοῦ κρήθμου τὸν φλοιὸν καὶ γλυκυσίδης τοὺς μέλανας κόκκους, καὶ τῆς ἀκτῆς τὸν καρπὸν ἐν οἴνῳ νῆστις, καὶ τὴν λινόζωστιν ἐσθιέτω ὡς πλείστην, καὶ σκόροδα ἑφθὰ καὶ ὠμὰ, καὶ σιτίοισι μαλθακοῖσι χρήσθω καὶ τοῖσι πουλύποσι καὶ τοῖσιν ἄλλοισι μαλακίοισιν· ἢν δὲ τέκῃ, ὑγιὴς γίνεται.

[3] Ἢν αἱ μῆτραι πρὸς τὸ ἧπαρ ἔλθωσιν, ἄφωνος ἐξαπίνης γίνεται, καὶ τοὺς ὀδόντας ξυνερείδει, καὶ ἡ χροιὴ μέλαινα γίνεται· ἐξαπίνης δὲ ταῦτα πάσχει, ὑγιὴς ἐοῦσα· γίνεται δὲ τὸ τοιοῦτον πάθος παρθένοισι μάλιστα παλαιῇσιν ἐούσῃσι καὶ χήρῃσιν, αἳ νέαι ἐοῦσαι καὶ τοκήεσσαι χηρεύουσιν. Ὁκόταν ὧδε ἔχῃ, τῇ χειρὶ πρώσας κάτω ἀπὸ τοῦ ἥπατος ἀποδῆσαι ταινίῃ ὑπὸ τὰ ὑποχόνδρια, καὶ τὸ στόμα διάγων οἶνον εὐωδέστατον ἐγχέαι, καὶ προσέχειν πρὸς τὰς ῥῖνας καὶ ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ὑστέρας τὰ εὐώδεα· ἐπὴν δὲ καταφρονήσῃ, πῖσαι φάρμακον κάτω, καὶ μεταπῖσαι γάλα ὄνου, ἔπειτα πυριῆσαι τὰς ὑστέρας εὐώδεσι, καὶ προστιθέναι τὸ ξὺν τῇ βουπρήστει, τῇ δὲ ὑστεραίῃ νέτωπον· διαλιπὼν δὲ δύο ἡμέρας κλύσαι τὰς ὑστέρας εὐώδεσι· τῇ δὲ ὑστεραίῃ προσθεῖναι τὴν γλήχωνα· διαλιπὼν δὲ μίην ἡμέρην, θυμιῆσαι τοῖσιν ἀρώμασι. Ταῦτα ποιέειν τὴν χήρην, ἄριστον δ᾿ ἐν γαστρὶ σχεῖν· τὴν δὲ παρθένον πείθειν ξυνοικῆσαι ἀνδρί· πρὸς δὲ τὰς ὑστέρας προσφέρειν μηδὲν, μηδὲ τὸ φάρμακον πίνειν, κόνυζαν δὲ καὶ καστόριον διδόναι ἐν οἴνῳ νήστει, καὶ τὴν κεφαλὴν μὴ ἀλειφέσθω εὐώδεσι, μηδὲ ὀσφραινέσθω.

[4] Ἢν προέλθωσιν αἱ μῆτραι καὶ ἐξέλθωσιν ἔξω, πῦρ ἔχει μάλιστα τὰ αἰδοῖα καὶ τὴν ἕδρην, καὶ τὸ οὖρον στάζει κατ᾿ ὀλίγον καὶ δάκνεται· ταῦτα πάσχει, ἢν ἐκ τόκου ἐοῦσα τῷ ἀνδρὶ ξυγκοιμηθῇ. Ὁκόταν δὲ οὕτως ἔχῃ, μύρτα καὶ λωτοῦ πρίσματα ἑψήσας ἐν ὕδατι, καταθεὶς ἐς τὴν αἰθρίην, προσχείσθω ὡς ψυχρότατον πρὸς τὰ αἰδοῖα, καὶ τρίβων λεῖα προσπλάσσειν· ἔπειτα πίνουσα ὕδωρ φακῶν καὶ μέλι καὶ ὄξος, ἕως ἂν μεταρθῶσιν αἱ ὑστέραι, ἐμείτω, καὶ τὴν κλίνην πρὸς ποδῶν ὑψηλοτέρην κεῖσθαι, καὶ ὑποθυμιῇν ὑπὸ τὰ αἰδοῖα τὰ εὐώδεα καὶ ὑπὸ τὰς ῥῖνας τὰ κακώδεα· σιτίοισι δὲ χρήσθω ὡς μαλθακωτάτοισι καὶ ψυχροῖσι, καὶ τὸν οἶνον ὑδαρέα πινέτω λευκόν· μὴ λουέσθω δὲ μηδὲ μετ᾿ ἀνδρὸς συγκοιμάσθω.

[5] Ἢν δὲ παντάπασιν ἐκ τῶν αἰδοίων ἐκπέσωσιν, ἐκκρήμναται ὥσπερ ὄσχη, καὶ ὀδύνη λαμβάνει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ ὁκόταν ὁ χρόνος ἐγγένηται, οὐ θέλουσιν ἐς χώρην ἰέναι· ἡ δὲ νοῦσος λαμβάνει ὁκόταν ἐκ τόκου ἐοῦσα πονήσῃ τὰς ὑστέρας ἢ τῷ ἀνδρὶ ἐν τῷ λοχίῳ ξυγκοιμηθῇ. Ὁκόταν δὲ οὕτως ἔχῃ, ψύγματα χρὴ προστιθέναι πρὸς τὰ αἰδοῖα, καὶ τὸ ἔξω ἐὸν ἀποκαθήρας, σίδην ἐν οἴνῳ μέλανι ἑψήσας, τούτῳ περιπλύνας, εἴσω ἀπωθέειν, εἶτα μέλι καὶ ῥητίνην μίξας ἐγχεῖν· καὶ κατακείσθω ὑπτίη καὶ ἄνω τοὺς πόδας ἔχουσα ἐκτειναμένη· ἔπειτα σπόγγους ἐπιθεὶς ἀναδῆσαι ἐκ τῶν ἰξύων· ὁκόταν δὲ οὕτως ἔχῃ, σίτων μὲν ἀπεχέσθω, ποτῷ δὲ ὡς ἐλαχίστῳ χρήσθω, μέχρις ἂν ἑπτὰ ἡμέραι παρέλθωσι· καὶ ἢν μὲν οὕτως ἐθέλωσιν ἐσιέναι· ἢν δὲ μὴ, ἄκρας περιξέσας καὶ θερμήνας, περιπλύνας τε καὶ χρίσας, καὶ δήσας τὴν γυναῖκα πρὸς κλίμακα, κρούειν τὴν κλίμακα κατὰ κεφαλῆς, καὶ τῇ χειρὶ ἐσωθεῖν τὰς ὑστέρας, ἔπειτα ξυνδῆσαι αὐτῆς τὰ σκέλεα ἐπαλλὰξ, καὶ ἐᾷν ἡμέρην καὶ νύκτα οὕτω, καὶ διδόναι ὀλίγον χυλὸν πτισάνης ψυχρὸν, ἄλλο δὲ μηδέν· τῇ δὲ αὔριον κατακλίνας, ἐπὶ τὸ ἰσχίον σικύην προσβάλλειν ὡς μεγίστην καὶ ἐᾷν χρόνον πουλὺν ἕλκειν· ἐπὴν δὲ ἀφέλῃς, μὴ ἀποσχάζειν, ἀλλὰ κατακλίνας ἔα. Καὶ μὴ πρόσφερε ἄλλο ἢ τὸν χυλὸν, ἕως ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν· ἢν δὲ διψῇ, ὕδωρ δίδου ψυχρὸν ὡς ἐλάχιστον· ἐπὴν δὲ αἱ ἑπτὰ ἡμέραι παρέλθωσι, σιτίοισιν ὡς μαλθακωτάτοισι καὶ ἐλαχίστοισι χρεέσθω. Ἢν δὲ ἀποπατῆσαι θέλῃ, ἀνακειμένη ἀποπατείτω, ἕως ἂν τεσσαράκοντα ἡμέραι παρέλθωσιν· ἔπειτα ἀνιστάσθω καὶ περιχωρείτω ὡς ἐλάχιστα, καὶ μὴ λουέσθω, καὶ ὑποθυμιήσθω τοῖσι κακώδεσι, καὶ ἐσθιέτω ὀλίγα.

[6] Ἢν αἱ μῆτραι ἅψωνται, πρόσκεινται, καὶ ἢν ἅψῃ, ὄψει σκληρὸν ὑπὸ τὸν κενεῶνα, καὶ ὀδύνη λαμβάνει τὴν νειαίρην γαστέρα καὶ τοὺς κενεῶνας καὶ τὰς ἰξύας, καὶ ἐς τὸ σκέλος ὀδύνη ἐμπίπτει καὶ ἐκτείνειν οὐ δύνανται· πολλάκις δὲ καὶ ἐκπυΐσκονται ἔμμοτοι γενόμεναι, καὶ ῥεόμεναι ἀποθνήσκουσιν, ἢν μὴ καύσῃς ἢ τάμῃς. Ὁκόταν δὲ ὧδε ἔχῃ, φάρμακον χρὴ πῖσαι κάτω, καὶ λούειν πολλῷ θερμῷ καὶ πυριῇν, καὶ ὁκόταν νεόλουτος ᾖ ἢ νεοπυρίητος, κελεύειν παραφάσσουσαν ἀφέλκειν τὸ στόμα τῶν ὑστερέων, καὶ ὑποθυμιῇν καλωνίην σμύρναν ῥόδινον περιχέων. Πινέτω δὲ γλυκυσίδης κόκκους πέντε τοὺς μέλανας, τοῦ καστορίου ξυμμίσγων ἐν οἴνῳ εὐώδει, καὶ κατακείσθω ἐπὶ τοῦ ὑγιέος ἰσχίου, καὶ προσθέσθω βάκκαριν ἢ λευκὸν ἔλαιον πρὸς τὸ ὑγιὲς ἰσχίον, καὶ ἐσθιέτω σκόροδα πλεῖστα καὶ ὠμὰ καὶ ἑφθὰ, καὶ τὸν χυλὸν ῥοφείτω, καὶ σιτίοισι μαλθακοῖσι χρήσθω. Ἐπὴν δὲ ἡ ὀδύνη παύσηται, ἀπάξεις ἐπὶ τὸ ὑγιὲς ἰσχίον· ἔπειτα πυριῇν τῷ οὔρῳ, περιπάσσοντα τῆς δάφνης, καὶ ἐκ τῆς πυρίης προστιθέναι τὴν κυκλάμινον· τῇ δὲ ὑστεραίῃ λουσαμένη ὑποθυμιήσθω τοῖσιν ἀρώμασι. Μάλιστα δὲ ἐκ ταύτης ἄτεκνοι γίνονται.

[7] Ἢν ὑποπτυχθῇ τὸ στόμα τῶν μητρέων, τὰ ἐπιμήνια οὐκ ἔτι γίνεται· ἢν δὲ ἐγγένηται, ὀλίγα καὶ πονηρά· καὶ τῷ ἀνδρὶ ὁκόταν ξυνίῃ, ἀλγέει, καὶ ὀδύνη τὴν νειαίρην γαστέρα ἴσχει καὶ τὰς ἰξύας, καὶ ἢν ἀφάσσῃ τῷ δακτύλῳ καὶ σκέπτηται τὸ στόμα, οὐ δῆλόν ἐστιν. Ὁκόταν ὧδε ἔχῃ, πυριῆσθαι τῷ ἀνθρωπίνῳ οὔρῳ· ἐπὴν δὲ πυριήσηται, λουσάσθω ἀπὸ τοῦ φακίου· ἔπειτα λουσαμένη πυριήσθω τῷ Αἰγυπτίῳ μύρῳ τὰς ὑστέρας, καὶ ἢν ἐς τὰς ῥῖνας ἀνέλθῃ ἡ ὀδμὴ, ἐλπὶς αὐτὴν ὑγιέα γενέσθαι. Καὶ ὁκόταν μέλλῃ καθεύδειν, προσθέσθω τὸ Αἰγύπτιον ἔλαιον ἐν εἰρίῳ· τῇ δὲ αὔριον σκέψασθαι, εἴ τι μᾶλλον ὤρθωνται· ἔπειτα πυριῇν εὐώδεσι καὶ προστιθέναι ἃ μὴ δήξεται καθαρτήρια, καὶ μετακλύζειν μετὰ τὰ προσθετὰ, ἴσον τὸ ὄξος μίσγων· ὅταν δὲ τὰ ἐπιμήνια ἐγγένηται, ἐκνηστεύσασα καὶ ἀλουτήσασα καὶ θυμιησαμένη τῷ ἀνδρὶ συνέστω. Μάλιστα δὲ ἐκ ταύτης τῆς νούσου ἄφοροι γίνονται.

[8] Ἢν αἱ μῆτραι πρὸς τὸ ἰσχίον ἐκθέωσι, τά τε ἐμμήνια οὐκ ἐγγίνεται, καὶ ὀδύνη ἐς τὴν νειαίρην γαστέρα φοιτᾷ καὶ ἐς τὸν κενεῶνα, καὶ ἢν ἅψῃ τῷ δακτύλῳ, ὄψει τὸ στόμα πρὸς τῷ ἰσχίῳ. Ὅταν ὧδε ἔχῃ, λούειν θερμῷ, καὶ σκόροδα διδόναι ἐσθίειν ὡς πλεῖστα, καὶ γάλα ὄϊος πινέτω ἄκρητον, ἐπειδὰν κατατρώξῃ· ἔπειτα πυριήσας δοῦναι φάρμακον κάτω· ἐπειδὰν δὲ καθαρθῇ, αὖθις πυριῇν τὰς ὑστέρας, τὸ μάραθρον καὶ τὸ ἀψίνθιον ξυμμίσγοντα· ἐπὴν δὲ νεοπυρίητος ᾖ, ἀφέλκειν τὸ στόμα τῷ δακτύλῳ· ἔπειτα προσθεῖναι τὴν σκίλλην, μετὰ δὲ τοῦτο ξὺν τῷ ναρκισσίνῳ διαλιπών· ἢν δέ σοι δοκέῃ κεκαθάρθαι, νέτωπον προσθέσθαι· τῇ δ᾿ ὑστεραίῃ ῥόδινον μύρον· παύσασθαι δὲ προσθεμένη τῇ προτέρῃ τῶν ἐπιμηνίων· ἄρχεσθαι δὲ τῇ αὔριον, ἐπὴν ἀπολίπῃ. Ἐν δὲ τοῖσιν ἐπιμηνίοισιν ἢν μὲν τὸ αἷμα καταῤῥαγῇ· εἰ δὲ μὴ, πινέτω κανθαρίδας τέσσαρας, ἀποκολούσασα τοὺς πόδας καὶ τὰ πτερὰ καὶ τὴν κεφαλὴν, καὶ γλυκυσίδης κόκκους πέντε τοὺς μέλανας, καὶ σηπίης ὠὰ, σπέρμα σελίνου ὀλίγον ἐν οἴνῳ· καὶ ἢν ὀδύνη ἔνῃ καὶ ἢν στραγγουρίη ἔχῃ, ἐν ὕδατι θερμῷ καθήσθω, καὶ πινέτω μελίκρητον ὑδαρές· ἢν δὲ μὴ καθαρθῇ ὑπὸ τοῦ πρώτου, αὖθις πινέτω, ἔστ᾿ ἂν γένηται· ἐπὴν δὲ γένηται, ἀσιτήσασα ξυνέστω τῷ ἀνδρί· ἐν δὲ τῇ καθάρσει τὴν λινόζωστιν ἐσθιέτω, καὶ πουλύποδας ἑφθοὺς, καὶ σιτίοισι μαλθακοῖσι χρεέσθω. Τῆς δὲ νούσου ἀπαλλάσσεται ἢν ἐν γαστρὶ σχῇ.

[9] Ἢν ἐκ τόκου μὴ καθαρθῇ, οἰδέει ἡ γαστὴρ καὶ τὰ σκέλεα, καὶ ῥῖγος καὶ ὀδύνη τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας ἔχει· ἔστι δ᾿ ὅτε καὶ πρὸς τὰ σπλάγχνα ἀνέρχεται, καὶ λειποψυχέει· ταῦτα πάσχει ἀρχομένης τῆς νούσου· ὁκόταν δὲ χρόνος ἐγγένηται, τὰ κύλα τοῦ προσώπου ἐξερυθριᾷ. Ὁκόταν ὧδε ἔχῃ, πυριήσας τὰς ὑστέρας προσθεῖναι τὴν κυκλάμινον· πινέτω δὲ τὸ ξὺν τῇ δᾳδὶ, ἔστ᾿ ἂν τὸ ῥεῦμα κινηθῇ· ἐσαλείφειν δὲ ἐς τὸ στόμα τῶν ὑστερέων στέαρ χήνειον καὶ σμύρναν καὶ ῥητίνην χλιερὴν, καὶ ἐμπλασσέσθω ὡς μάλιστα, καὶ πρὸ τοῦ σιτίου ἐσθιέτω ἑψοῦσα τὴν λινόζωστιν, καὶ σκόροδα, καὶ πράσα, καὶ κράμβης τὸν χυλὸν ῥοφεέτω, καὶ σιτίοισι μαλθακοῖσι χρήσθω, θαλασσίοισι δὲ μᾶλλον, καὶ λουέσθω θερμῷ· τῶν δὲ λιπαρῶν καὶ τῶν γλυκέων ἀπεχέσθω, ἕως ἂν ὑγιὴς γένηται.

[10] Ἢν αἱ μῆτραι φλεγμήνασαι πρησθῶσι, φῦσα ἐγγίνεται, καὶ τὰ ἐπιμήνια λευκὰ ἐπέρχεται φλεγματώδεα· ἔστι δ᾿ ὅτε καὶ αἷμα λεπτῶν ὑμένων ἔμπλεων· καὶ τῷ ἀνδρὶ ὑπὸ τῆς ὑγρότητος οὐκ ἐθέλει μίσγεσθαι, καὶ ὠχρὴ καὶ λεπτὴ γίνεται. Ἐρέσθαι οὖν χρὴ αὐτὴν τὸ ῥέον ἢν δάκνῃ τε καὶ ἐξελκοῖ· καὶ ἢν μὴ δάκνῃ, ἀπὸ τοῦ ἐγκεφάλου φάναι εἶναι τὸ ῥεῦμα· εἰ δ᾿ οὖν, ἀπὸ τῆς κοιλίης. Ἢν μὲν οὖν ἀπὸ τῆς κοιλίης ᾖ, ἐμείτω ἀπὸ τοῦ φακίου· ἔπειτα ἐλλεβόρῳ καθῆραι, ἔπειτα ἐς τὰς ῥῖνας ἐνεῖναι· ἐπὴν δέ σοι ἡ ἄνω κοιλίη κεκαθάρθαι δοκέῃ, φάρμακον πῖσαι κάτω· σιτίων δὲ ἀπεχέσθω λιπαρῶν καὶ γλυκέων· τὰ δὲ δριμέα προσφέρειν ὡς ξύμφορα, ἢν μὴ τὰ αἰδοῖα ἡλκωμένα ἔῃ· ψυχρὰ δὲ ἀμείνω· καὶ λουέσθω ὀλίγῳ, πλὴν μὴ θερμῷ, μηδὲ τὴν κεφαλήν· πινέτω δὲ νῆστις ὑπερικὸν, λίνου σπέρμα, ἐλελίσφακον ἐν οἴνῳ ὑδαρεῖ· ἐπὴν δὲ παύσηται τὸ ῥεῦμα, κλύσαι τῷ χυλῷ τῶν ὀλύνθων, καὶ μετακλύζειν τοῖσι στρυφνοῖσιν. Ἡ δὲ νοῦσος χαλεπή.

[11] Ἢν αἱ μῆτραι φλεγμήνωσι, τὰ ἐμμήνια οὐ γίνεται παντάπασιν, ἢ πονηρὰ καὶ ὀλίγα· καὶ ὁκόταν νῆστις ᾖ, ἔμετος αὐτὴν λαμβάνει· ὁκόταν δέ τι φάγῃ, ἐμέει τὰ σιτία, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ λειποψυχίη ἴσχει· ἡ δὲ γαστὴρ ὁτὲ μὲν σκληρὴ, ὁτὲ δὲ μαλθακή ἐστι, καὶ φυσᾶται, καὶ μεγάλη γίνεται, καὶ δοκέει ἐν γαστρὶ ἔχειν· ἢν δὲ ἀφασσήσῃ, κενεὸν γίνεται τὸ πλήρωμα· ταύτῃ μέχρι μὲν δέκα μηνῶν τὸ οἴδημα κατ᾿ ὀλίγον αὔξεται, οἷόν περ τῇ ἐν γαστρὶ ἐχούσῃ· ἐπὴν δὲ οἱ δέκα μῆνες παρέλθωσιν, ἐμπίπλαται ἡ γαστὴρ καὶ ὕδατος, καὶ ὁ ὀμφαλὸς ἐξίσχει, καὶ ἢν ἐσαφάσσῃς τὸν δάκτυλον, εὑρήσεις τὰ στόμα ἰσχνὸν καὶ ξυμπεπτωκὸς τῆς μήτρης· καὶ ἐπ᾿ οὖν ἐφάνη τὰ ἐπιμήνια ὀλίγα καὶ πονηρὰ, καὶ τὰς κληῗδας καὶ τὸν τράχηλον λεπτύνεται, καὶ οἱ πόδες οἰδέουσιν. Ὁκόταν ὧδε ἔχῃ, φάρμακον πῖσαι κάτω, καὶ προστιθέναι πρὸς τὰς ὑστέρας ὁκόσα καθαίρει μὴ δάκνοντα, καὶ μετὰ τὴν πρόσθεσιν κλύζειν τὰς ὑστέρας, ἴσον τὸ ὄξος μίσγων ὀξύτατον· καὶ τὴν λινόζωστιν ἐσθιέτω, καὶ τὸν χυλὸν, ἐπιβάλλουσα ἄλητον, ὁκόταν ἑφθὸν ᾖ, ῥοφεέτω. Ἡ δὲ νοῦσος ἐπικίνδυνός ἐστιν.

[12] Ἐρυσίπελας ἢν ἐν τῇσι μήτρῃσιν ἐγγένηται, οἴδημα γίνεται ἀπὸ τῶν ποδῶν ἀρξάμενον ἐς τὰ σκέλεα καὶ τὴν ὀσφύν· ὅσῳ δ᾿ ἂν πλείων χρόνος γένηται, οἰδέει καὶ ἡ γαστὴρ, καὶ ῥῖγος καὶ πυρετὸς λαμβάνει καὶ ἀσθένεια· ὑπὸ δὲ τῆς ὀδύνης οὐ δύναται ἡσυχάζειν, ἀλλὰ ῥίπτει ἑωυτήν. Ἡ δὲ ὀδύνη ἀνέρχεται ἐκ τῆς νειαίρης γαστρὸς ἐς τὰς ἰξύας· ἔπειτα ἄνω ἔρχεται ἐπὶ τὰ ὑποχόνδρια καὶ τὰ στήθεα καὶ τὴν κεφαλὴν, καὶ δοκέει ἀποθανεῖσθαι· ὁκόταν δὲ ἀνῇ, νάρκη λαμβάνει τὰς χεῖρας· ἔστι δ᾿ ὅτε καὶ τοὺς βουβῶνας καὶ τὰ σκέλεα καὶ τὰς ἰγνύας· καὶ πελία γίνεται, καὶ ὀλίγον ποτὲ χρόνον ῥᾴων δοκέει εἶναι, ἔπειτα αὖθις τὰ αὐτὰ πάσχει, καὶ ὁ χρὼς φλυκταινῶν καταπίμπλαται, καὶ τὸ πρόσωπον ἐρυθήματα φύει, καὶ δίψα ἔχει ἰσχυρὴ, καὶ ὁ φάρυγξ ξηρός. Αὕτη ἡ νοῦσος ἢν μὲν κυούσῃ ἐπιγένηται, ἀποθνήσκει· ἢν δὲ μὴ, μελεδώνῃ ἐκφυγγάνει. Ὁκόταν ὧδε ἔχῃ, προσφέρειν δεῖ, ἢν ὁ πόνος ἔχῃ, ψύγματα, καὶ τὴν γαστέρα ταράσσειν. Καὶ ἢν μὲν ἐν γαστρὶ ἔχῃ, σιτίοισι καὶ ποτοῖσι χρῆσθαι, ὅκως τὸ ἔμβρυον μὴ διαφθείρηται, ἢν δὲ μὴ ὑποχωρέῃ, κλύζειν· ἢν δὲ μὴ ἔχῃ ἐν γαστρὶ, φάρμακον δοῦναι πιεῖν, καὶ ὡς ἐλαχίστοισι σιτίοισι χρῆσθαι καὶ ὡς μαλθακωτάτοισι καὶ ψυχροῖσι, καὶ τὴν λινόζωστιν ἐσθιέτω καὶ τὴν ἀκτὴν, καὶ μήτε ἁλυκὰ μήτε λιπαρὰ μήτε δριμέα, οἷον ὀρίγανον ἢ θύμον ἢ πήγανον. Ἐπὴν δὲ τὸ πῦρ ἀφῇ καὶ τὸ πνίγμα, καὶ μὴ καταστῇ τὸ οἴδημα, φάρμακον ἰσχυρότερον μεταπῖσαι κάτω. Τὴν δὲ νοῦσον ὀλίγαι διαφεύγουσιν.

[13] Ἢν αἱ μῆτραι παρὰ φύσιν χάνωσι, τὰ ἐπιμήνια πλέω τοῦ δέοντος ἔρχεται καὶ γλισχρότερα καὶ πυκνὰ, καὶ ἡ γονὴ οὐκ ἐμμένει, καὶ ἢν ἅψῃ τῷ δακτύλῳ, εὑρήσεις κεχηνὸς τὸ στόμα, καὶ πῦρ, καὶ ῥῖγος, καὶ ὀδύνη λαμβάνει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας. Αὕτη ἡ νοῦσος λαμβάνει ἐκ ῥόου αἱματώδεος· γίνεται δὲ ὁκόταν τὰ καταμήνια ἐξαπίνης ἱστάμενα ῥαγῇ. Κἂν ἡ ὀδύνη μάλιστα ἔχῃ, χλιάσματα προστιθέναι, καὶ πυριῇν τὰς ὑστέρας, καὶ πῖσαι φάρμακον κάτω, καὶ προστιθέναι ὁκόσα μὴ δήξεται, καὶ κλύζειν μετὰ τὰ προσθετὰ στρυφνοῖσι, καὶ λούεσθαι ὡς ἥκιστα· σιτίοισι δὲ ὡς ξηροτάτοισι χρέεσθαι· ἢν δὲ ταῦτα ποιέουσα ὑγιὴς μὴ γένηται, φάρμακον πῖσαι, ὑφ᾿ οὗ ἄνω καὶ κάτω καθαρεῖται· ὁκόταν τὰ ἐπιμήνια κινέηται, καὶ ὁκόταν παύηται, διαιτᾷν τὸν αὐτὸν τρόπον. Ἡ δὲ νοῦσος θανατώδης.

[14] Ἢν αἱ μῆτραι ἐς τὸ μέσον τῶν ἰξύων ὦσιν, ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα καὶ τὰ σκέλεα ὕστερον, καὶ ὁκόταν ἀποπατήσῃ, ὀδύναι ἐγγίνονται ὀξύτεραι, καὶ ὁ ἀπόπατος προέρχεται ὑπὸ βίης, καὶ τὸ οὖρον στάζει, καὶ λειποψυχέει. Ὁκόταν ὧδε ἔχῃ, αὐλίσκον προσδήσας πρὸς κύστιν, φυσῆσαι τὰς ὑστέρας, καὶ πυριῆσαι ἢ λοῦσαι πολλῷ θερμῷ, καὶ ὑποθυμιῇν ὑπὸ τὰ αἰδοῖα κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας εὐώδεα· ὁκόταν δὲ ἡ ὀδύνη παύσηται, φάκιον προπίσας, φάρμακον πῖσαι ἄνω, ὑφ᾿ οὗ ἡ κοιλίη οὐ κινηθήσεται. Ἐπὴν δὲ αἱ ὑστέραι καταστῶσιν ἐς χώρην, φάρμακον πῖσαι κάτω καὶ γάλα μεταπῖσαι· ἔπειτα πυριήσας τὰς ὑστέρας οἴνῳ, τὰ σὺν τῇ δάφνῃ ἐμβάλλειν, καὶ προστιθέναι ἃ μὴ δήξεται, ξυμμίσγων τὸ ὄξος· ἔπειτα ὑποθυμιῇν τοῖσιν ἀρώμασιν. Ἄτοκοι δὲ καὶ χωλαὶ ἐκ ταύτης τῆς νούσου γίνονται.

[15] Ὁκόταν δὲ ῥόος λευκὸς ἐγγένηται, οἷον ὄνου οὖρον φαίνεται, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας, καὶ οἰδήματα τῶν τε σκελέων καὶ τῶν χειρῶν, καὶ τὰ κύλα αἴρεται, καὶ οἱ ὀφθαλμοὶ ὑγροὶ, καὶ ἡ χροιὴ ἰκτερώδης καὶ λευκὴ γίνεται, καὶ ὁκόταν πορεύηται, ἀσθμαίνει. Ἡ δὲ νοῦσος γίνεται, ἢν φύσει ἐοῦσα φλεγματώδης πυρεταίνῃ, καὶ χολὴ κινηθεῖσα μὴ καθαρθῇ· ἢν μὲν οὖν ἡ κοιλίη ᾖ ὀξέη, διάῤῥοιαι γίνονται· ἢν δὲ ἐπὶ τὰς ὑστέρας τράπηται, ῥόος γίνεται. Ταύτην ἐπὴν ῥόος ἔχῃ, τρίβων μήκωνος λευκῆς τὸ λέπυρον, τὸ ἴσον τῆς πυῤῥᾶς, ἀκάνθης τὸν καρπὸν τρίβων ἐν οἴνῳ κεκρημένῳ, ἄλφιτα ἐπιβαλὼν ποταίνια πινέτω· ἢν δὲ θέλῃς, σίδην ἐς σποδὸν ἐγκρύψασα, ἐν οἴνῳ πινέτω, ἄλφιτον ἴσον καὶ ἄλητον ἐπιβαλών· ὡς ἥκιστα δὲ λουέσθω· σιτίοισι δὲ χρήσθω ὡς ξηροτάτοισι καὶ ψυχροῖσιν· ἐπὴν δὲ παύσηται τὸ ῥεῦμα, φάρμακον πῖσαι, ὑφ᾿ οὗ τὰ ἄνω καθαίρεται, καὶ γάλα ὄνειον πινέτω· ἐπὴν δὲ τὰ κάτω καθαρθῇ, βόειον γάλα πινέτω ἐπὶ τεσσαράκοντα ἡμέρας, ἢν δύνηται, καὶ ἐξαιθριάσασα ἄκρητον, μίσγουσα ὕδατι τὸ τέταρτον μέρος· ἑσπέρης δὲ ἐπὴν ἐκπίῃ, ῥοφείτω χόνδρον· ἐπὴν δὲ γένηται δεκαταίη, ἀφαιρέειν τοῦ γάλακτος τὴν δεκάτην μοίρην καὶ τοῦ ὕδατος· ὅσον δ᾿ ἂν ἀφέλῃς, τοσοῦτον χλιεροῦ ἄρτι ἠμελγμένου πινέτω τὴν μοίρην, τὴν δὲ αὔριον δύο μοίρας, ὡς ἐν τῇσι δέκα μοίρῃσιν εἶναι ἀντὶ κεκρημένου ἄκρητον, καὶ ἐπὶ δέκα ἡμέρας πίνειν ἀφαιρέων τὸ δέκατον μέρος, καὶ τοῦ ῥοφήματος προστιθέσθω πλεῖον· ἐπὴν δὲ γένηται εἰκοσταίη, [ἀφαιρέειν τοῦ ἀκρήτου μοίρην ἐπὶ δέκα ἡμέρας· ἐπὴν δὲ γένηται τριακοσταίη,] πίνουσα τὴν δεκάτην μοίρην τοῦ γάλακτος, ὑποχέων τρίτην ὕδατος μοίρην, πινέτω δέκα ἡμέρας, καὶ σιτίοισι χρήσθω· καὶ οὕτω γίνονται αἱ ξύμπασαι ἡμέραι τεσσαράκοντα.

[16] Ἕτερος ῥόος· ἐπὴν διαβάλῃ τοὺς τόκους φύσει εὔτοκος ἐοῦσα, τὸ μὲν πρῶτον ἐπιλείπει τὰ ἐμμήνια, ἢ γίνεται ἐλάσσω, καὶ τὸν χρόνον ὑπερβάλλει ἐν ᾧ ἐγίνετο πρόσθεν· ἔπειτα ἐξαπίνης ἐγένετο πολλὰ καὶ καθαρὰ καὶ ἰσχυρά· καὶ ἢν μέν οἱ ἅπαξ γενόμενα ἔῃ, τὸ λοιπὸν κατὰ λόγον ἐν γαστρὶ ἴσχει· ἢν δὲ μὴ, τὸ μὲν πρῶτον γίνεται καὶ δεύτερον καὶ τρίτον τοῦ μηνός· ἔπειτα τελευτήσει ἐξ ἑωυτοῦ ὁ ῥόος, καὶ ὠχρή τε καὶ λεπτὴ γίνεται. Ὅταν ὧδε γένηται, φάρμακον χρὴ πιπίσκειν καὶ ἄνω καὶ κάτω, καὶ γάλα μεταπιπίσκειν ὄνειον ἢ ὀῤῥόν· ἔπειτα μετὰ ταῦτα πυριήσαντα καθῆραι τὰς ὑστέρας φαρμάκῳ ὃ μὴ δήξεται, ἔπειτα κλύσαι τῷ σὺν τῷ ὄξει· ἔπειτα ὑποθυμιῆσαι τοῖσιν ἀρώμασι. Ποιέειν δὲ ταῦτα, ὅκως τῇ προτέρῃ τῶν ἐπιμηνίων ᾖ πεποιημένα· καὶ μὴ γένηται ἀλουτοῦσα καὶ ἀσιτοῦσα· κυκεῶνα ἄναλτον παχὺν πίνουσα ὑποθυμιήσθω τοῖσιν ἀρώμασι, νέτωπον περιχέασα καὶ μύρον ῥόδινον· ἔπειτα τῷ ἀνδρὶ ξυνίτω.

[17] Ἢν αἱ κοτυληδόνες φλέγματος περίπλεαι γένωνται, τὰ μὲν ἐπιμήνια γίνεται, καὶ ἐν γαστρὶ ἴσχει, διαφθείρει δὲ, ἐπὴν ἰσχυρότερον τὸ ἔμβρυον γένηται· οὐ γὰρ δύναται ἴσχειν, ἀλλ᾿ ἀποῤῥήγνυται. Γνοίης δὲ ὧδε· ὑγρὴ γίνεται, καὶ ἀποῤῥέει μυξῶδες καὶ γλίσχρον, καὶ οὐ δάκνει, καὶ τοῖσιν ἐμμηνίοισιν, ἐπὴν παύσηται τοῦ ῥεύματος, καὶ δύο ἡμερέων καὶ τριῶν μύξαι ἔρχονται ἀπὸ τῶν ὑστερέων. Ταύτην δεῖ κλύσαι τῷ ἀπὸ τῶν ὀλύνθων, καὶ δὶς ἢ τρὶς μετακλύσας στρυφνοῖσι τὸ λοιπὸν προστιθέναι, ὑφ᾿ οὗ καθαίρεται φλέγμα, καὶ τὰ μαλθακὰ πυριῇν, καὶ κλύζειν μετὰ τὰ προσθετὰ, ἴσον τὸ ὄξος μίσγων, καὶ ὑποθυμιῇν ἐν τοῖσιν ἐπιμηνίοισι τοῖσιν ἀρώμασι· ἔπειτα δὲ ἀσιτέουσα καὶ ἀλουτέουσα συνευναζέσθω τῷ ἀνδρί.

[18] Ὁκόταν τὰ ἐπιμήνια κρυφθῇ, ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα, καὶ δοκέει ἐπικεῖσθαί οἱ βάρος, καὶ τὰς ἰξύας πονέει καὶ τοὺς κενεῶνας· ὁκόταν δὲ πρὸς τὰ ὑποχόνδρια προσπέσωσι, πνίγουσι, καὶ ἐμεῖ πυκινὰ ὀξέα, καὶ ἐπὴν ἀπεμέσῃ, ῥήϊον ἴσχει ὀλίγον χρόνον· ἡ δὲ ὀδύνη καὶ ἐς τὴν κεφαλὴν καὶ ἐς τὸν τράχηλον φοιτᾷ. Ἐπὴν μὲν λίην προσεστήκῃ, χλιάσματα προστιθέναι, καὶ ὑποθυμιῇν κακώδεα, καὶ πίνειν διδόναι τὸν κάστορα καὶ τὴν κόνυζαν· ἐπὴν δὲ κάτω, ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα. Ἐπὴν δὲ παύσωνται αἱ ὀδύναι, φάρμακον δοῦναι πιεῖν, καὶ μεταπιπίσκειν γάλα ὄνου· ἔπειτα διδόναι χυμὸν, ἀφ᾿ οὗ ἐμεῖται, καὶ πρὸς τὰς ῥῖνας προστιθέναι· ἐπὴν δὲ καθήρῃς, πυριήσας τὰς ὑστέρας τοῖσι ξὺν τῇ δάφνῃ, προσθεῖναι τὸ ξὺν τῇ ναρκίσσῳ· τρὶς δὲ διαλιπὼν πυρίης, προσθεῖναι τὸ ξὺν τῇ κανθαρίδι· τῇ δὲ ὑστεραίῃ στέαρ χήνειον· ἔπειτα διαλιπὼν τρεῖς ἡμέρας, κλύσαι τῷ ξὺν τῷ ὄξει. Ἐν δὲ τοῖσι καθαρμοῖσιν ἐσθιέτω τὴν λινόζωστιν πρὸ τῶν σιτίων, καὶ σιτίοισι μαλθακωτάτοισι χρήσθω, καὶ τὰ δριμέα τρωγέτω, καὶ λουέσθω θερμῷ δὶς τῆς ἡμέρης. Ἢν δὲ μὴ γίνηται τὰ ἐπιμήνια, ταῦτα ποιήσαντα ἐν τῷ δέοντι χρόνῳ, πῖσαι κανθαρίδας, καὶ ἐπὴν γένηται, νηστεύσασα καὶ ἀλουτήσασα καὶ ὑποθυμιήσασα, πρὸς τὸν ἄνδρα ἴτω.

[19] Ὁκόταν ἐν γαστρὶ ἔχουσα διαφθείρῃ τὸ ἔμβρυον μηνιαῖον καὶ διμηνιαῖον, καὶ ἐκφέρειν μὴ δύνηται, καὶ λεπτὴ παρὰ φύσιν γίνηται, ταύτην χρὴ καθήραντα καὶ τὰς ὑστέρας τὸ σῶμα παχῦναι· οὐ γὰρ δυνήσεται πρότερον διενέγκαι, ἔστ᾿ ἂν αὐτῆς παχεῖαι γένωνται αἱ ὑστέραι καὶ ἰσχύσωσιν.

[20] Ἢν δὲ παχυνθῇ παρὰ φύσιν, οὐκ ἴσχει ἐν γαστρί· τὸ γὰρ ἐπίπλοον ἐπικείμενον πουλὺ καὶ παχὺ ἀποπιέζει τὰς ὑστέρας, καὶ τὴν γονὴν οὐκ εἰσδέχεται. Ταύτην χρὴ λεπτύναντα φάρμακον πῖσαι κάτω, καὶ πρὸς τὰς ὑστέρας προσθεῖναι, ὅ τι καθαίρει αὐτὰς καὶ φύσας οὐκ ἐμποιεῖ.

[21] Ἢν δὲ τὸ στόμα τῶν ὑστερέων σκληρὸν γένηται ἢ ὁ αὐχὴν, τὸν δάκτυλον παρεισάγων, γνώσῃ, καὶ ἐπὴν πρὸς τὸ ἰσχίον ἔωσιν ἀπεστραμμέναι. Ὅταν ὧδε ἔχῃ, μηδὲν προσφέρειν δεινόν· ἢν γὰρ ἐξελκώσῃς τὸ στόμα, ἐπὴν φλεγμήνῃ, κίνδυνος τὸ πάμπαν ἄτοκον γενέσθαι· ἀλλὰ προστιθέναι ἃ μὴ δάκνει, ὑφ᾿ ὧν καθαίρεται.

[22] Ἢν γυναῖκα μὴ δυναμένην τεκεῖν ἐθέλῃς καθῆραι, καὶ ᾖ χολώδης ἢ φλεγματώδης, γνώσῃ τῷδε ὁκότερον ἂν ᾖ μᾶλλον· ψάμμον ὑποβάλλων, ἐπὴν τὰ ἐπιμήνια γένηται, ἐν τῷ ἡλίῳ ἐπιχέας τὸ αἷμα, ἐᾷν ξηρανθῆναι· καὶ ἢν μὲν χολώδης ᾖ, ἐπάνω τῆς ψάμμου ἔσται τὸ αἷμα ὠχρὸν, ἢν δὲ φλεγματώδης, οἷον μύξα· καὶ δὴ ὁκότερον ἂν ἔῃ καθήρας κάτω, πρὸς τὰς ὑστέρας προσθεῖναι προσθετά.

[23] Ἢν τὰ ἐπιμήνια παντάπασι μὴ γίνηται, ἢν μὲν ὑπὸ πόνου ᾖ, πρῶτον μὲν τὴν κοιλίην καθῆραι κάτω, ἔπειτα προσθεῖναι, ὑφ᾿ οὗ αἷμα καθαίρεται ἐκ τῶν ὑστερέων· ἔπειτα διαλιπὼν ἡμέρην μίην ἢ δύο, ὑφ᾿ οὗ αἷμα καθαίρεται προσθεῖναι· τὸν δὲ ἄλλον χρόνον τὸν φλοιὸν πινέτω τοῦ κρήθμου ἐν οἴνῳ τρίψασα.

[24] Ἢν ὑγρότερον τοῦ καιροῦ τὸ στόμα τῶν ὑστερέων ᾖ, προστιθέναι τὰ δριμέα, ὅκως δηχθῇ, καὶ φλεγμῆναν σκληρὸν γένηται. Ἢν δὲ σκιῤῥωθῇ, τὰ δριμέα προσφέρειν· δάκνοντα γὰρ διαχεῖ τὸν ἰχῶρα· ἔπειτα μαλθακὰ προστιθέναι· ἐς δὲ τἄλλα νουσήματα ὡς ἥκιστα προστιθέναι.

[25] Ἢν ἐς τὸ ἰσχίον λεχοῖ καταστηρίξωσιν αἱ ὑστέραι ἢ ἐς τὸν κενεῶνα, προστίθεσθαι χρὴ πρὸς τὸ ὑγιὲς ἰσχίον ἔλαιον Αἰγύπτιον λευκὸν ἢ βακκάριον, καὶ ἐπὶ τὸ ὑγιὲς ἰσχίον κατακείσθω, καὶ πινέτω γλυκυσίδης κόκκους πέντε τοὺς μέλανας, καὶ ἀκτῆς καρπὸν ὅσον χηραμίδα, καὶ κάστορος ὅσον κύαμον ἐν οἴνῳ· ἔπειτα λουσαμένη θυμιήσθω, καὶ τοῖσι πότοισι καὶ σιτίοισι χρήσθω μαλθακοῖσι, καὶ λινοζώστει, καὶ τοῖσι δριμέσι πᾶσι χωρὶς ῥαφάνου καὶ κρομμύων.

[26] Ὁκόταν πνίγωσιν αἱ ὑστέραι, ὑποθυμιῇν χρὴ τὰ κακώδεα πάντα ὑπὸ τὰς ῥῖνας, ἄσφαλτον, θεῖον, κέρας, ἐλλύχνιον, φώκης ἔλαιον, καστόριον· ὑπὸ δὲ τὰ αἰδοῖα τὰ εὐώδεα.

[27] Ἢν δὲ λεχοῖ αἱ ὑστέραι φλεγμήνωσι, πίμπραται καὶ πνὶξ ἔχει. Ὁκόταν ὧδε ἔχῃ, παρατείνας ὀθόνιον βρύα θαλάσσια λεπτὰ καταπλάσσειν· ἔπειτα ὠμήλυσιν καὶ σποδὸν κληματίνην καὶ λίνου σπέρμα, ὄξος καὶ ἔλαιον ἐπιχέας, ἑψεῖν ἕως ἂν οἷόν περ σταῖς γένηται· ἔπειτα καταπλάσαι, ἢν θερμοτέρῳ δύνηται ἀνέχεσθαι, τὴν νείαιραν γαστέρα.

[28] Ἢν δὲ πεπήγωσι, φακοὺς ἑψήσας ἐν ὄξει καὶ ἡδυόσμῳ πολλῷ, ἕλκειν τὴν ἀτμίδα ἐς τὸ στόμα καὶ τὰς ῥῖνας προσίσχειν, καὶ τὰ κακώδεα ὑποθυμιῇν, καὶ λινόζωστιν ἐσθίειν· καὶ ἐν τῷ χυλῷ ἄλητον ἑφθὸν ῥοφείτω· ὅτι τάχιστά τε καὶ πρὶν ἢ τὴν ὀδύνην ἔχειν, πρότερον χρὴ διδόναι τῶν φαρμάκων ὅσα τὰς ὑστέρας παύει τῆς ὀδύνης· καὶ σιτία διαχωρητικὰ προσφερέσθω· ἢν δὲ ἡ γαστὴρ θερμαίνηται, ὑποκλύσαι.

[29] Ἢν ἐκ τόκου φλεγμήνωσιν αἱ μῆτραι, στρύχνου χυλὸν ἐγχέαι ἐς τὰ αἰδοῖα, καὶ ἐπὴν οὗτος θερμὸς γένηται, ἕτερον ἐγχεῖν· ἢν δὲ μὴ ᾖ, σχίνου ἢ ῥάμνου ἢ τεύτλου. Ἕτερον· κολοκύντης χυλὸν ἐκπιέσας ἔγχεον, καὶ αὐτῆς τὸ ἐν μέσῳ τὸ ἁπαλώτατον περιξύσας μακρὸν ἔνθες. Ὕστερον ὕδατι ψιμύθιον τρίβων, ἐν εἰρίῳ ἀνασπογγίζων, πρόσθες· ἢν δὲ φρίσσῃ, ἀφαιρέειν. Ἢν γυνὴ ἀσθενέῃ ἀπὸ ὑστερέων, καὶ χολαὶ αὐτὴν πνίγωσι, καὶ δέῃ αὐτὴν καθῆραι κούφως καὶ τῆς ὀδύνης παῦσαι, πευκεδάνου ὀπὸν ὅσον τρεῖς κυάθους δίδου πίνειν.

[30] Ἢν ἐν τῇ ὀσφύϊ αἱ ὑστέραι ἔωσιν ἢ ἐν τῷ κενεῶνι, ἢν θέλῃς μετακινῆσαι, τρίψας θεῖον καὶ ἄσφαλτον, μέλι ἑφθὸν παραχέας, καὶ ποιήσας βάλανον παχείην, ἐς τὴν ἕδρην ἔνθες· καὶ ἐκ τῶν ὑστερέων ἢν ξηραὶ γένωνται, τὰ αὐτὰ προσθεῖναι ὡς τάχιστα.

[31] Γυναικὶ ὅταν αἱ ὑστέραι σκληραὶ γένωνται καὶ ἐς τὰ αἰδοῖα ἐξίσχωσι καὶ οἱ βουβῶνες σκληροὶ γένωνται, καὶ καῦμα ἐν τοῖσιν αἰδοίοισιν ἐνῇ, καρκινοῦσθαι ἄρχεται. Ὅταν οὕτως ἔχῃ, σικύης χρὴ τὸ ἔσω τρῖψαι καὶ κηρίον, ὕδατος κοτύλην ἐπιχέας, ἐνιεὶς ἐς τὴν ἕδρην, ἔα καθαίρεσθαι.

[32] Ὁκόταν δὲ γυναικὶ διδῷς φάρμακον, παράμισγε τῷ φαρμάκῳ ὅσα ὑστέρας καθαίρει καὶ ὅσα ἐλαύνει. Ἕτερα ποτὰ καὶ προσθετὰ, δυνάμενα χόριον ἐξάγειν καὶ ἐπιμήνια κατασπάσαι· κανθαρίδας πέντε ἀποτίλας τὰ πτερὰ καὶ τοὺς πόδας καὶ τὴν κεφαλήν· ἔπειτα τριβόλους παραθαλασσίους σὺν τῇ ῥίζῃ τρίψας ὅσον κόγχην, καὶ τοῦ ἀνθέμου τοῦ χλωροῦ τὸ ἴσον τρίψας, σελίνου σπέρμα ἴσον, καὶ σηπίης ὠὰ πεντεκαίδεκα, ἐν οἴνῳ γλυκεῖ κεκρημένῳ δίδου πιεῖν. Καὶ ἐπὴν ὀδύνη ἔχῃ, ἐν ὕδατι θερμῷ καθήσθω, καὶ μελίκρητα ὑδαρέα πινέτω. Ἕτερον· βατραχίου τῶν φύλλων καὶ τοῦ ἄνθεος τετριμμένου ὅσον στατῆρα Αἰγιναῖον ἐν οἴνῳ γλυκεῖ πιεῖν· ἐπὴν δὲ ἡ ὀδύνη ἔχῃ, λευκοὺς ἐρεβίνθους καὶ ἀσταφίδας ἑψήσας ἐν ὕδατι καὶ ψύξας διδόναι πιεῖν, καὶ ὁκόταν ἡ στραγγουρίη ἔχῃ, ἐν ὕδατι χλιερῷ καθεζέσθω. Ἕτερον· ἀδιάντου ὅσον στατῆρα Αἰγιναῖον ἐν οἴνῳ λευκῷ ἴσον ἴσῳ κεράσας δίδου πίνειν. Ἕτερον· λευκοΐου καρπὸν ὅσον τοῖσι τρισὶ δακτύλοις λαβὼν, ἐν οἴνῳ λευκῷ τὸν αὐτὸν τρόπον κεράσας, δοῦναι πίνειν. Ἕτερον· λευκοΐου ῥίζαν τοῦ μέλανος ἐν οἴνῳ τὸν αὐτὸν τρόπον χρήσθω. Ἕτερον· κρινάνθεμον τὸ ἐπὶ τῶν οἰκιῶν φυόμενον τὸν αὐτὸν τρόπον πῖσαι. Ἕτερον· τῆς ἀγχούσης τὰ φύλλα ὅσον δύο δραχμίδας ἐν οἴνῳ ἑφθῷ κεράσας ὕδατι ἴσῳ πῖσαι. Ἕτερον· χαμαιλέοντος τὴν ῥίζαν ξύσας ὅσον ἐλλεβόρου πόσιν ἐν οἴνῳ ἑφθῷ κεράσας ὕδατι πῖσαι. Ἕτερον· κράμβης καὶ πράσου χυλὸν ἑκατέρου μίξας, ὀπὸν σιλφίου ὅσον τρία ἡμιωβόλια, οἴνῳ ἴσῳ μίξας λευκῷ πῖσαι. Ἕτερον· ἐλαίας λευκὰς πρόσθεν ἢ ἔλαιον εἶναι κατακνήσας ξήρανον· ἔπειτα κόψας καὶ σήσας ἐν οἴνῳ ἐπιβαλὼν διδόναι πίνειν. Τοῦτο καὶ ἐπιμήνια κατασπᾷ καὶ χόριον ἐξελάσει. Δικτάμνου κρητικοῦ ὅσον ὀβολὸν, ἐν ὕδατι πιεῖν. Χόριον ἢν μὴ δύνασαι ἐκβαλεῖν πιπίσκων, προπυριήσας τῇ ἀκτῇ, χυλῷ ἑφθῷ πυρίην ἐμβαλὼν, τὴν κανθαρίδα προστιθέναι· τοῦτο καὶ τὸ ἔμβρυον ἐξελαύνει· ὁκόταν δὲ δάκνῃ, ἀφαιρευμένη, ἐς ῥόδινον μύρον ἐμβάπτουσα, προστιθέσθω, ἔστ᾿ ἂν ἀποφύγῃ. Ἕτερον· αἰγείρου κρητικῆς κόκκους ἐννέα τρίψας ἐν οἴνῳ διδόναι πίνειν· τουτέῳ καὶ ἀπολύσασθαι, ἢν δυστοκέῃ. Ἕτερον· κονύζης ὅσον χεῖρα πλείην διεῖναι πράσου χυλῷ, καὶ νέτωπον ξυμμίξας ὅσον χηραμίδα, ταῦτα ἐν οἴνῳ δίδου πίνειν. Ἐπιμήνια κατασπᾷ. Πευκέδανον καὶ πάνακες καὶ γλυκυσίδης ῥίζαν ἐν οἴνῳ δίδου πίνειν. Ἔμβρυον ἐκβάλλει τεθνεὸς καὶ τὰ ὕστερα. Τοῦ ἴου καὶ τῆς ἀνδράχνης τὸν καρπὸν, ταῦτα μίξας, λεῖα κόψας, δίδου ἐν οἴνῳ λευκῷ παλαιῷ. Ἐπιμήνια κατασπᾷ. Λευκοΐου τὸν καρπὸν ὅσον τρισὶ δακτύλοισι, καὶ αἰγὸς σπυράθους ὅσον πέντε ἢ ἓξ ξυμμίξας οἴνῳ εὐωδεστάτῳ, προπυριήσας, ἐς ὕδωρ καὶ ἔλαιον τὴν πυρίην ἐμβαλὼν, πυριῇν δὲ ἐπὶ δίφρου· ἐπὴν δὲ πυριήσῃς, δοῦναι πιεῖν, καὶ ὡς τάχιστα λούσαντα κατακλῖναι· δοῦναι δὲ φαγεῖν κράμβην, καὶ τοῦ χυλοῦ ῥοφῇν. Ἕτερον· λευκοΐου τὸν καρπὸν ὅσον τοῖς τρισὶ δακτύλοισιν ἐν οἴνῳ δοῦναι πιεῖν, καὶ καθήσθω ἐν ὕδατι θερμῷ· ἢν δὲ μὴ ἔχῃ, μαράθρου ῥίζας κλάσας, ἐν μελικρήτῳ χλιερῷ ἀποβρέχων, δίδου. Ἕτερον· μελίης ὅσον κόκκους δέκα ἐν οἴνῳ δοῦναι πιεῖν. Τοῦτο ἀγαθὸν ἐπὶ παντὸς ἀλγήματος ὑστερέων, καὶ σφόδρα διουρητικόν. Ἕτερον· ὀπὸν σιλφίου ὅσον ὄροβον, καὶ καρδάμου καρπὸν τρίψας λεῖα καὶ ξυμμίξας ἐν οἴνῳ, ἢ ἐν κυνὸς γάλακτι, δίδου πιεῖν. Τοῦτο καὶ ἔμβρυον ἐξελαύνει. Ἐκβόλιον· βατράχιον καὶ ἐλατηρίου μικρὸν μίξας ἐν ὄξει εὔκρατον πῖσαι. Ἐπὶ τοῦ αὐτοῦ· κράμβης καυλὸν ἁπαλὸν, τὸ ἄκρον χρίσας νετώπῳ, τύψαι. Ἢν τὰ ἐπιμήνια μὴ γίνηται· τερμίνθου καρπὸν τρίψας ἐν οἴνῳ καὶ ὕδατι διεὶς καὶ διηθήσας διδόναι νήστει πιεῖν, καὶ θερμῷ λουέσθω. Ἐμμήνια κινεῖν· φοινικικοὺς κόκκους ἐν οἴνῳ νήστει διδόναι πίνειν. Λοχεῖα καθαίρειν· μαράθρου καρπὸν καὶ κρηθμοῦ τὸν φλοιὸν καὶ λιβανωτὸν ἐν οἴνῳ διδόναι πίνειν. Ἕτερον· δᾷδα ὡς πιοτάτην ἐν οἴνῳ ἑψήσας, καὶ γλυκυσίδης κόκκους πέντε τρίψας ἐν οἴνῳ, ὅσον τεταρτημόριον κοτύλης δοῦναι πιεῖν. Ἕτερον· λινοζώστιος τὸν καρπὸν καὶ τὰ φύλλα ἐν οἴνῳ δοῦναι πιεῖν. Ἕτερον· γλυκυσίδης τοὺς μέλανας κόκκους ὅσον πέντε καὶ ὠὰ σηπίης δοῦναι πίνειν ἐν οἴνῳ. Λεχοῖ πάσῃ· ἐρύσιμον καὶ ἄλφιτον, ἔλαιον παραχέας, ὅταν ᾖ ἑφθὸν, ῥοφείτω, καὶ σιτίοισιν ὡς μαλακωτάτοισι χρήσθω. Ἕτερον· σκαμμωνίην τρίψας ἐν γάλακτι γυναικείῳ ἐν εἰρίῳ ἀνασπογγίσας προσθεῖναι. Ἕτερον· λινοζώστιος φύλλα τρίψας, ἐν ῥάκει προσθεῖναι. Ἕτερον· τὴν ποίην τὴν ἀρτεμισίην τρίψας καὶ μύρῳ ῥοδίνῳ δεύσας προσθεῖναι. Ἕτερον· τὴν λευκὴν ῥίζαν λείην κόψας ῥοδίνῳ μύρῳ δεύσας προσθεῖναι. Ἕτερον· τῆς γλυκυσίδης μέλιτι δεύσας καὶ μύρῳ ῥοδίνῳ καὶ Αἰγυπτίῳ ἐν ἐρίῳ προσθεῖναι. Ἕτερον· ἄλητον ἄπλυτον τὸν αὐτὸν τρόπον προστιθέναι. Ἕτερον· αἰρῶν ἄλευρον καὶ πύρινα ἅμα μέλιτι φυρήσας ἐν εἰρίῳ προστιθέναι. Καθαρτήριον ἐπιμηνίων καὶ λοχείων, καὶ ὕδωρ ἄγει· στρουθίου ῥίζης λείου κεκομμένου ὅσον τοῖσι τρισὶ δακτύλοισι μέλιτι δεύσας προσθεῖναι· φύεται δὲ ἐν Ἄνδρῳ ἐν τοῖσιν αἰγιαλοῖσιν. Ἕτερον· ὑστέρας ἀποκαθῆραι· λινοζώστιος κεκομμένης καὶ σικύης ὀλίγον τρίψας, ἐν οἴνῳ καὶ μέλιτι δεύσας προστιθέναι. Ἕτερον· λαγωοῦ τρίχας κατακαύσας καὶ τρίψας ἐν οἴνῳ καὶ μέλιτι δεύσας ἑφθῷ καὶ ὕδατι δοῦναι πιεῖν, καὶ τῷ θερμῷ λουέσθω. Τόκου καθαρτήριον· κρίθην ἐρείξας, ὅσον ἥμισυ ἡμιχοινικίου, ἑψεῖν ἐν ὕδατος κοτύλαις τέσσαρσιν· ὁκόταν δὲ ζέσῃ, δοῦναι δὶς ἢ τρὶς ῥοφῆσαι. Λοχεῖα καθῆραι· τῆς ἀκτῆς τὰ φύλλα ἑψήσας, ἐπιχέας ἔλαιον, δοῦναι πιεῖν· ἐσθιέτω δὲ καὶ κράμβας ἑφθὰς καὶ πράσα. Καθαρτήριον ὑστερέων· τοῦ ῥοῦ τὰ φύλλα καὶ τὸν καρπὸν ἐν οἴνῳ πιεῖν δοῦναι, καὶ ἐρύσιμον λεῖον ποιήσας ἐν οἴνῳ, ἄλφιτα ἐπιβαλὼν, δοῦναι πιεῖν. Ἕτερον· μίσυος ὅσον δύο ὀβολοὺς τρίψας ἐν οἴνῳ καὶ φυρήσας προσθεῖναι. Ἕτερον· λίνου καρπὸν τρίψας ἐν οἴνῳ φυρήσας προσθεῖναι. Ἕτερον· τριφύλλου τὸν καρπὸν ἐν οἴνῳ πιεῖν δοῦναι. Ἢν ἐς τὴν ὀσφῦν ὑστέραι καταστηρίξωσιν, ἐσθιέτω πουλύποδας ἑφθοὺς καὶ ὀπτοὺς, καὶ οἶνον πινέτω μέλανα εὐώδεα ἄκρητον ὡς πλεῖστον. Ἕτερα ποτὰ καὶ προσθετὰ καθαρτήρια· ῥοῦν τὴν ἐρυθρὴν καὶ γίγαρτα ἑψήσας ἐν ὕδατι, τοῦ σιτανίου ἐμβαλὼν ἐπὶ τὸ ὕδωρ δίδου πίνειν. Ἕτερον· ἄλητον ἐφ᾿ ὕδωρ ἐμβαλὼν, δίδου πιεῖν. Ἕτερον· μόρα τὰ ἀπὸ τοῦ βάτου ξηρήνας καὶ τρίψας λεῖα καὶ ἄλφιτα ποταίνια ἀναμίξας ὅσον ὀξύβαφον ἀμφοτέρων ἐν οἴνῳ εὐώδει καὶ ὑδαρεῖ πινέτω. Ἕτερον τὴν γῆν τὴν μέλαιναν τὴν Σαμίην ἐν ὕδατι τρίψας ὅσον ἀστράγαλον δίδου πιεῖν. Ἕτερον· ὑποκιστίδος ἐν οἴνῳ διδόναι πιεῖν. Ἕτερον· σίδας οἰνώδεας ἐκχυλώσας, ἄλφιτα φυρήσας τῷ χυλῷ, ξήρηνον· ἔπειτα τρίψας ἐν οἴνῳ λεῖον, δίδου πιεῖν. Ἕτερον· μύρτων μελαινῶν τὸν καρπὸν τρίψας, διεὶς ἐν ὕδατι, ἄλφιτα ἐπιβαλὼν, δίδου πίνειν. Ἕτερον· ῥοιὴν γλυκείην ὀπτήσας, ὁλκὴν τρίψας ἐν οἴνῳ δίδου πίνειν. Ἕτερον· πυροὺς καὶ κάγχρυας τρίψας, φρύξας τε καὶ ἄλητα ποιήσας, ἐν οἴνῳ μέλανι δίδου πιεῖν. Ἕτερον· ῥοιῆς γλυκείης τὰ εἴσω ξυμμίξας ἴσῳ ὕδατι, δίδου πίνειν. Ἕτερον· κώνειον ὅσον τοῖσι τρισὶ δακτύλοισιν ἐν ὕδατι δίδου πίνειν. Ἕτερον· ἀλήτου σιτανίου καὶ γύψου τὸ ἴσον μίξας ἐν ὕδατι δίδου πίνειν. Ἕτερον· ῥοιῆς γλυκείης τὸν φλοιὸν καὶ σίδια ἐν οἴνῳ δίδου πίνειν. Ἢν αἷμα ἐξ ὑστερέων ῥέῃ, ἄγνου φύλλα ἐν οἴνῳ μέλανι δίδου πιεῖν. Ῥόου καὶ ὀδύνης· κάχρυος ῥίζην ἐν οἴνῳ διδόναι πίνειν. Ἕτερα ποτὰ ὑστερέων· κεδρίδας, σέσελι, κύμινον Αἰθιοπικὸν, κασίης καρπὸν, ἀρκευθίδας, κεγχρίδας, ἐχινίδας, μελάνθιον, δαύκου ῥίζην καὶ τὸν καρπόν· ἀρώματα δὲ θύμον, θύμβρην, ἐρίκην, ὑπερικὸν, μήκωνα λευκὴν, κρήθμου ῥίζας καὶ τὸν καρπὸν, μαλάχης ῥίζας, λινοζώστιος καρπὸν καὶ τὰ φύλλα, κνίδης καρπὸν, ἐλελίσφακον, αἴγειρον, δίκταμνον, ψευδοδίκταμνον, ἄμωμον, καρδάμωμον, ἑλένιον, ἀριστολοχίαν, καστόριον, ἀδίαντον, δρακόντιον, πευκέδανον, πηγάνου φύλλα καὶ τὸν καρπὸν, σελίνου καρπὸν, μαράθρου καρπὸν, ἱπποσελίνου καὶ τὸν καρπὸν καὶ τὰς ῥίζας, ἱππομαράθρου καρπὸν καὶ τὰς ῥίζας, στρουθίου τὸν καρπὸν καὶ τὰς ῥίζας, ὕσσωπον Κιλίκιον, ἐρύσιμον, γλυκυσίδην, πάνακες· τουτέων ὅ τι ἂν βούλῃ, καὶ ξυμμίσγων καὶ αὐτὸ καθ᾿ ἑαυτὸ ἀφεψῶν ἐν ὕδατι ἢ ἐν οἴνῳ ὡς ἂν βούλῃ, δίδου πίνειν. Ἀγαθὰ καὶ καθαρτικὰ καὶ τὰς ὀδύνας παύοντα· τῆς μαλάχης δίδου ἐν ὕδατι τὴν ῥίζην. Ὑστερέων· γλυκυσίδης καρπὸν καὶ κέδριον ὀλίγον ξυμμίσγων, ἐν οἴνῳ δίδου πίνειν, καὶ παύσεις ὑστερέων ὀδύνας. Ὅταν αἱ ὑστέραι πνίγωσι· καστόριον καὶ κόνυζαν ἐν οἴνῳ λευκῷ δίδου πίνειν· ἢν δὲ προσεστήκῃ [πρὸς τῇ ῥινὶ], κόκκου τὸ εἴσω τὸ λευκὸν μέλιτι μίξας, ἀλείφειν τὴν ῥῖνα. Ἕτερον παῦον ὀδύνας· μαλάχης τὴν ῥίζαν καὶ μαράθρου φλοιὸν καὶ κρήθμου ἐν ὕδατι δοῦναι πιεῖν. Ἕτερον· ἀστέρας θαλασσίους τοὺς μέλανας καὶ κράμβην, μίξας ἐν οἴνῳ εὐώδει, δοῦναι πιεῖν. Ἕτερον· σμύρναν ὅσον τριώβολον, κόριον ὀλίγον, ῥητίνην, γλυκυσίδης ῥίζαν, κύμινον Αἰθιοπικόν· ταῦτα τρίψας λεῖα, οἴνῳ λευκῷ διεὶς, δίδου πίνειν, ἀκροχλίερον ποιήσας. Ὑστέρας ἐλαύνει· τοῦ κροτωνοειδέος τὴν ῥίζαν δίδου πίνειν. Ἢν πρὸς τὴν καρδίην προσπεσοῦσαι αἱ ὑστέραι πνίγωσιν, ἄγνου τὸν καρπὸν καὶ γλυκυσίδης δίδου ἐν οἴνῳ πίνειν. Προσθετὰ δριμέα αἷμα ἄγοντα· κανθαρίδας πέντε ξυμμίξας τῷ λιβανωτῷ καὶ τῇ σμύρνῃ, τὸ μέγεθος ποίει ὅσον κηκίδα, πρόμακρον ποιήσας, καὶ περιθεὶς εἰρίῳ, περιελίξας τε ὀθονίῳ λεπτῷ, βρέξας μύρῳ Αἰγυπτίῳ λευκῷ ἢ ῥοδίνῳ, πρόσθες. Ἕτερον· βούπρηστιν, ἢν μὲν μικρὴ ᾖ, ὅλην, ἢν δὲ μεγάλη, τὸ ἥμισυ ξύμμισγε πρὸς τοῖς ῥηθεῖσι καὶ τὸν αὐτὸν τρόπον προστίθει. Ἢν δὲ μαλακωτέροισιν ἐθέλωσι χρῆσθαι, τὰς βουπρήστιας ἔμβαλλε ἐς οἶνον, κύμινον Αἰθιοπικὸν παρεμβαλὼν, καὶ σέσελι, καὶ ἄνισον, ἀναζέσαι, ἐς τὰς δέκα βουπρήστιας ξυμμίξας ὀξύβαφον ἐλαιηρὸν, τῶν ἄλλων ἁπάντων ἴσον ἑκάστου· μῖξαι δὲ σμύρναν, λιβανωτὸν ὀλίγον· τούτου λαβὼν ὅσον δραχμίδα, προσθεῖναι, ὥσπερ ἐν τῷ πρόσθεν προσθήματι. Ἕτερον· τοῦ μελανθίου τρίψας μέλιτι, δεύσας οἴνῳ, βάλανον ποιήσας πρὸς τῷ πτέρῳ προσθέσθω. Ἕτερον· φιλίστιον τὸν αὐτὸν τρόπον ποιέων προστίθει. Ἕτερον· τηλεφίου καρπὸν τὸν αὐτὸν τρόπον ποιέων προστίθει. Ἕτερον· ἀνεμώνης φύλλα τρίψας, ἐνθεὶς ἐς ῥάκος, καὶ σμύρνης μικρὸν ξυμμίσγων, τὸν αὐτὸν τρόπον χρῆσθαι. Ἄγει αἷμα· βάλανον Αἰγυπτίην τρίψας καὶ Σούσινον [ὅ ἐστι γῆ Αἰγυπτίη], ὕδατι διεὶς, εἰρίῳ ἑλίξας, προστίθει. Ἕτερον χολὴν καθαῖρον· σικύης ἐντεριώνην λείην τρίψας, μέλιτι φυρήσας, βάλανον ποιέων, προστίθει. Ἕτερον· κολοκυνθίδος ἀγρίης τὸ εἴσω λεῖον ποιήσας, μέλιτι φυρήσας, τὸν αὐτὸν τρόπον προστίθει. Ἕτερον· ἐλατηρίου πόσιας τέσσαρας, ξυμμίσγων στέαρ χήνειον καὶ αἴγειον καὶ μίσυ, βάλανον ποιέων, προστίθει ἐν τῷ ῥάκει. Ἕτερον· θλάσπιν λείην ποιέων, μέλιτι φυρέων, προστίθει. Ἕτερον· σύκου παλαιοῦ τὸ πῖον ξύσας, καὶ ξυμμίξας πόσιας ἐλατηρίου δύο καὶ νίτρου ὅσον τὸ ἐλατήριον, μέλιτι δεύσας, προστίθει. Ἕτερον· ἢν φλεγμήνῃ· νίτρον ἐρυθρὸν, σύκου τὸ εἴσω τὸ πῖον, ἴσον ἑκάστου, τρίψας λεῖα, ὅσον κηκίδα ποιήσας, προστίθει. Ἕτερον· κυμίνου φύλλα ἐν οἴνῳ τρίψας, ἐν ῥάκει προστίθει. Ἕτερον· τὴν λευκὴν ῥίζαν τρίψας λείην, μέλι ἐπιχέας καὶ ἀναζέσας, βάλανον ποιήσας, προστίθει. Ἕτερον· ὀπὸν σιλφίου καὶ σῦκον μίξας, βάλανον ποιέων, προστίθει. Ἕτερον· σικύης σπέρμα τρίψας, τὸν αὐτὸν τρόπον προστίθει. Ἕτερον· χολὴν ταύρου, καὶ νίτρον ἐρυθρὸν, νέτωπον, κυκλάμινον, τρίψας τουτέων ὅσον κηκίδα, τοῦ κυκλαμίνου δὲ πλεῖστον, μέλιτι ξυμμίξας, προστίθει. Ἕτερον· τοῦ κρομμύου τὴν κεφαλὴν καθαίρειν, ἐν ὕδατι τρίψας, ἐς ῥάκος ἀποδήσας, προσθεῖναι. Ἕτερον· σμύρναν, ἅλας, κύμινον, χολὴν ταύρου, μέλιτι ταῦτα φυρήσας, ἐς ῥάκος ἔνθετα προσθεῖναι. Ἕτερον· κόκκους ἐκλέξας ὅσον τριήκοντα, καὶ τρίμματα μηδικοῦ φαρμάκου τοῦ τῶν ὀφθαλμῶν ὃ καλεῖται πέπερι, καὶ τοῦ στρογγύλου ὃ καλεῖται, ταῦτα τὰ τρία τρίβων ἐν οἴνῳ παλαιῷ, λεῖα διεὶς, γλυκεῖ ἐλαίῳ ἀναφυρέων, περὶ τὸ εἰρίον περιθεὶς, προσθέσθω, καὶ διανιζέσθω οὔρῳ. Ἕτερον· τιθυμάλου ὀπὸν μέλιτι φυρήσας, ἐς ῥάκος ἐνθεὶς, προστιθέναι. Ἕτερον· σκίλλης ῥίζαν ὅσον ἑξαδάκτυλον καθελίξας τοὺς δύο δακτύλους, ἐρίῳ πρόσθες. Ἕτερα μαλθακτικὰ, ὑφ᾿ ὧν καθαίρεται ὕδωρ καὶ αἷμα, ἐπιμήνιά τε ἄγονται, ἢν μὴ πουλυχρόνια ᾖ, καὶ τὸ στόμα μαλθάσσεται· ναρκίσσινον, κύμινον Αἰθιοπικὸν, λιβανωτὸν, ἀψίνθιον, κύπειρον, τῶν μὲν ἄλλων ἴσον ἑκάστου, τοῦ δὲ ναρκισσίνου μοίρας τέσσαρας, ἐπικτένιον ὠμόλινον ξυμμίξας, ταῦτα τρίψας, καὶ ποιήσας βάλανον, προστίθει. Ἕτερον· κυκλαμίνου μέγεθος ὅσον ἀστραγάλου, καὶ ἄνθος χαλκοῦ ὅσον κύαμον τρίψας, καὶ μέλιτι δεύσας, καλῶς ποιήσας βάλανον, προστιθέναι. Ἕτερον· γλήχωνα, σμύρναν, λιβανωτὸν, ὑὸς χολὴν, μέλιτι φυρήσας, καὶ ποιήσας βάλανον, προστιθέναι. Ἕτερα στρυφνά· ῥοῦν οἴνῳ μέλανι φυρήσας, προσθεῖναι. Ἕτερον· κνίκον τὸν αὐτὸν τρόπον ποιήσας, προστίθει. Ἕτερον· λωτοῦ πρίσματα τὸν αὐτὸν τρόπον ποιέειν. Ἕτερον· ῥοῦν μέλιτι μίξας, προσθεῖναι. Ἕτερα μαλθακτήρια· θεῖον, στέαρ, ὠοῦ λέκιθον, ἄλητον, μέλιτι φυρήσας, ταῦτα παραχλιαίνων, τὸ ἀποστάζον εἰρίῳ πρόσθες. Ἕτερον· χηνὸς ἔλαιον καὶ στέαρ μήλειον, κηρὸν λευκὸν, ῥητίνην, μύρον ῥόδινον, ῥάκος κατατίλας λεπτὸν, προστίθει. Ἕτερον· ἐλάφου μυελὸν καὶ στέαρ τήξας ἐν εἰρίῳ πρόσθες. Ἕτερον· στέαρ ὄϊος ἢ αἰγὸς καὶ ὠοῦ τὸ λευκὸν ῥοδίνῳ μύρῳ ἀναφυρήσας, εἰρίῳ ἀνασπογγίσας, πρόσθες.

[33] Κλυσμοί· ὀλύνθους τοὺς χειμερινοὺς ἐμβαλὼν, ἑψεῖν ἐν ὕδατι ὑποκαίων ἡσυχῇ, ἔπειτα ἀποχέας, ἔλαιόν τε ἐπιχέων, κλύζειν· μετακλύζειν δὲ σιδίοισι καὶ κηκίδι καὶ λωτοῦ πρίσμασιν, ἐν οἴνῳ ἑψῶν στρυφνῷ, ἀποχέων δὲ κλύζειν. Ἕτερον· τρύγα κατακαίων ἐς ὕδωρ βάλλε, ἔπειτα τῷ ὕδατι κλύζειν, μετακλύζειν δὲ σιδίοις, μύρτοις, ῥοῦ φύλλοις, ἀφεψῶν ἐν οἴνῳ. Ἕτερον· σχίνου φύλλα, ἐλελισφάκου, ὑπερικοῦ ἑψήσας ἐν οἴνῳ μέλανι· ἢν ἑλκωθῇ δέ τι τῶν μητρέων, βούτυρον, λιβανωτὸν, σμύρναν, ῥητίνην ὀλίγην, τουτέοισι χρὴ κλύζειν. Ἕτερον· πράσα ἑψήσας ἐν ὕδατι, ἀποχέων δὲ ὕδωρ, οἴνῳ μίξας, κλύζε. Ἀκτῆς καρπὸν, ἄνισον, λιβανωτὸν, σμύρναν, οἶνον, τῷ χυλῷ τουτέων κλύζειν. Ἕτερον· κράμβην ἑψήσας ἐν ὕδατι, ἐν τῷ χυλῷ τῆς κράμβης ἕψε τὴν λινόζωστιν, παρεμβάλλων λίνου σπέρμα μικρόν· ἔπειτα ἀποχέας κλύζε. Ἕτερον· σμύρνης ὅσον ὀξύβαφον, λιβανωτὸν, σέσελι, ἄνισον, λίνου σπέρμα, νέτωπον, ῥητίνην, μέλι, χηνὸς ἔλαιον, ὄξος λευκὸν, τὸ Αἰγύπτιον, τουτέων ἑκάστου τὸ ἴσον τρίψας, διεῖναι οἴνου λευκοῦ κοτύλαις δυσίν· ἔπειτα χλιερῷ κλύζειν. Ἕτερον· λινόζωστιν ἐν ὕδατι ἑψήσας, ἀπηθήσας, σμύρνης ὀξύβαφον, λιβανωτοῦ, νετώπου, ἴσον ἑκάστου μίξας, χλιερῷ κλύζειν. Ἕτερον· ἐλελίσφακον καὶ ὑπερικὸν ἐν ὕδατι ἑψήσας, τῷ ὕδατι κλύζε. Ἕτερον· ἀκτῆς καρπὸν, δαφνίδας, ἑκατέρου τὸ ἴσον, ἐν οἴνῳ ἕψε, ἔπειτα τῷ οἴνῳ κλύζε. Ἕτερον· γλήχωνα ἐν ὕδατι ἑψήσας, ἔλαιον περιχέας, μεθ᾿ ὕδατος κλύσον. Ἕτερον· χηνὸς ἔλαιον, ῥητίνην ξυντήξας, κλύσον. Ἕτερον· βούτυρον, κέδρινον ἔλαιον παραμίξας ὀλίγον, μέλιτι διατήξας ταῦτα, κλύσαι χλιερῷ. Ἕτερον· κύπειρον, σχοῖνον, κάλαμον, ταῦτα ἴσα τῇ σμύρνῃ μίγνυται, σισύμβριον οἴνῳ ἑψῶν κλύζειν. Ἕτερον· σελίνου καρπὸν, ἀνίσου, σεσέλιος σπέρμα, μελάνθιον οἴνῳ ἑψήσας, κλύζειν. Ἕτερον· κέδρον κρητικὴν ἐν οἴνῳ ἑψήσας, κλύζε. Ἕτερον· ἐχέτρωσιν καὶ σμύρναν διεὶς ἐν ὕδατι, κλύζε. Ἕτερον· ἀργυρίου ἄνθος ἐν οἴνῳ καὶ ὕδατι κλύσαι. Ἕτερον· ἐλατήριον ὅσον δύο πόσιας ὕδατι διεὶς, κλύσαι. Ἕτερον· κολοκυνθίδας ἀγρίας δύο ἐν οἴνῳ ἢ γάλακτι ἑφθῷ ἀποβρέξας, ὅσον τέσσαρας, κοτύλας, ἀπηθήσας, κλύζε. Ἕτερον· σικύης ἐντεριώνην ὅσον παλαιστὴν ἑψήσας ἐν ὕδατι κατύλαις τέσσαρσι, μέλι καὶ ἔλαιον ἐπιχέας, κλύσαι. Ἕτερον· τῆς θαψίης ῥίζης ὅσον δύο πόσιας καὶ μέλι καὶ ἔλαιον, διεὶς ὕδατος κοτύλῃσι δυσὶ, κλύσαι. Ἕτερον· ἐλλεβόρου ὅσον δύο πόσιας διεὶς οἴνῳ γλυκεῖ, ὅσον δύο κοτύλαις, κλύσαι χλιερῷ. Ἕτερον· θλάσπιος ὅσον ὀξύβαφον μέλιτι παραμίξας, ὕδατος διεὶς ὅσον δύο κοτύλῃσι, κλύσαι χλιερῷ. Ἕτερον· σικύης ὅσον παλαιστὴν ἑψήσας ἐν ὕδατος κοτύλῃσι πέντε, ἔλαιον παραμίξας, κλύσαι. Ἕτερον· κόκκους κνιδίους ὅσον ἑξήκοντα, μέλι, ἔλαιον ὑποδιεὶς, κλύσαι. Ἕτερον· ἢν φύσει φλεγματώδης ᾖ· κνεώρου ποσὸν τρίψας, διεῖναι μελικρήτου κοτύλῃ αἰγινητικῇ, τουτέῳ κλύσαι· ἢν δὲ χολώδης ᾖ, τῆς δάφνης ὅσον πόσιν, τῆς ἐδώδεος ὅσον δραχμήν. Ἕτερον· σκαμμωνίης ὅσον πόσιν τρίψας, διεῖναι μελικρήτῳ ἢ ἀπὸ σταφίδος ὕδατι, ὅσον κοτύλῃ Ἀττικῇ. Ἕτερον· δαφνοειδέος πόσιν κατὰ τὸν αὐτὸν λόγον, ἢν φύσει ᾖ χολώδης, τουτέῳ κλύσαι· ἢν δὲ φλεγματώδης, κόκκους ἐκλελεγμένους καὶ τοῦ τιθυμάλου ὀποῦ ὅσον πόσιν κλύζειν ὡσαύτως· κνεώρου καὶ μηκωνίου, ὡσαύτως ἑκατέρου τουτέων χρῆσθαι χρή. Κλύζε δὲ, ἢν δέῃ, κλυσμῷ πλέον ἢ δυσὶ κοτύλαις.

[34] Ὑποθυμιήσεις δέ ἐστι κεκομμένα ταῦτα· κηκίδα θυμιῇν. Πρίσματα λωτοῦ ἐλαίης φύλλοις ξηροῖς κεκομμένοις μίξας καὶ φυρήσας ἐλαίῳ, ὑποθυμιῇν. Ἄνθρακας ὑποβαλὼν, κριθῶν ἄχυρα νοτερὰ ἐπιβάλλων, ὑποθυμιῇν. Ἀπ᾿ ἀμφορέως ἐλαιηροῦ τὸ ἐπίθεμα, τὴν στοιβὴν ὑποκαίων, πρίσματα κυπαρίσσου ὑποβάλλων, θυμιῇν. Σκαμμωνίην, σμύρναν, λιβανωτὸν, μύρον περιχέας, ὑποθυμιῇν. Ἄσφαλτον, κριθῶν ἄχυρα ξυμμίξας, ὑποθυμιῆν. Θεῖον ἐλαίῳ φώκης ἀναδεύσας, ὑποθυμιῇν. Μελίην, κυπαρίσσου πρίσματα, κυπείρου ῥίζαν, μύρον ῥόδινον δεύσας, θυμιῇν. Κάλαμον, κύπειρον, βρυωνίην, βρύον, σελίνου σπέρμασι ἄνισα μίξας ὁμοῦ καὶ μύρῳ ῥοδίνῳ δεύσας, ὑποθυμιῇν. Ῥητίνην αὔην ἐπὶ σποδὸν ἐπιβάλλων, ὑποθυμιῇν. Κιννάμωμον, σμύρναν, κασίην, ἴσον ἑκάστου, κρόκον μίσγοντα. Σμύρναν, τὸ βρύον ἴσον τῷ κρόκῳ. Κάλαμον, κνέωρον, κρόκον, ῥόδων φύλλα ἐρυθρὰ τὰ ἡδὺ ὄζοντα τρίψας καὶ ξηρήνας, ξυμμίσγειν τῷ κρόκῳ καὶ στύρακα ἥμισυ τοῦ κρόκου, ταῦτα λεῖα ξυμμίξας καὶ ξηρήνας, μέλιτι ἑφθῷ δεύσας ὡς ἐλαχίστῳ, τουτέων δὲ πάντων ξυμμεμιγμένων ἔστω ἡ θυμίησις, ὀβολὸς Ἀττικὸς σταθμός· ταῦτα θυμιῇν ἐπὶ βολβίτου· τὸ δὲ βόλβιτον πλάσσειν, οἷον ὀξύβαφον ἐλαιηρόν· τὸν πυθμένα δὲ ἐχέτω λεπτόν· ἔστω δὲ ξηρόν· τὸ πῦρ δὲ ἔστω κλημάτινον, ἐφ᾿ οὗ τὸ βόλβιτον κείσεται· ἐν τῷ ἐχίνῳ περιβάσα θυμιήσθω. Χαλβάνην, ῥητίνην, μάνναν, μύρῳ ῥοδίνῳ δεύσας, ὑποθυμιῇν. Πανάκεος καὶ κυπαρίσσου πρίσματα δεύσας μύρῳ Αἰγυπτίῳ λευκῷ θυμιῇν. Κιννάμωμον καὶ νάρδον καὶ σμύρναν μύρῳ ῥοδίνῳ δεύσας ὑποθυμιῇν. Λευκοΐου τὸν καρπὸν, κέδρου πρίσματα, καὶ χαλβάνην μέλιτι ἀναφυρήσας, ὑποθυμιῇν. Αἰγὸς σπυράθους καὶ λαγωοῦ τρίχας ἐλαίῳ φώκης δεύσας, ὑποθυμιῇν. Φώκης τῆς πιτύης τὸ δέρμα κόψας λεῖον καὶ σπόγγον καὶ βρύα ὁμοῦ λεῖα μίξας, τῷ ἐλαίῳ τῆς φώκης περιποιήσας, ὑποθυμιῇν. Αἰγὸς σπυράθους καὶ φώκης πλεύμονα καὶ κέδρου πρίσματα ὑποθυμιῇν. Βόλβιτον, κέρατος πρίσματα, καὶ ἄσφαλτον ὑποθυμιῇν. Ἀκάνθης Αἰγυπτίης καρπὸν καὶ κέδρου πρίσματα καὶ μυρσίνης φύλλα ξηρὰ, ταῦτα ποιήσας λεῖα, μύρῳ ὀποβαλσάμῳ δεύσας, ὑποθυμιῇν. Ἀρώματα ἐς μύρον ἐμβαλλόμενα ὑποθυμιῇν. Γίγαρτα κόψας λεῖα, καὶ κεδρίδας, καὶ ῥητίνην πιτυΐνην ὁμοῦ μίξας, γλυκεῖ ἑφθῷ δεύσας, ὑποθυμιῇν. Πυρίῃσιν ἐς βόλβιτον κεκαμμένον καὶ σεσησμένον, ὄξους τὸ ἥμισυ, ὀροβίου τὸ ἥμισυ ἐμβάλλων, πυριῇν βληχρῶς· ἐπὴν δὲ πυριήσῃς, φάκιον πιπίσκειν, καὶ ἀπεμεῖν, καὶ ῥοφῇν δοῦναι ἄλητον, καὶ ἐπιπίνειν οἶνον· τῇ δ᾿ ὑστεραίῃ κόκκον δοῦναι κατάποτον, τῇ δὲ ἑτέρῃ διουρητικόν. Ἐρεβίνθους λευκοὺς δύο τρίψας, τῆς δὲ σταφίδος τρίτον, ἐπιχέας ἥμισυ ὕδατος, ἐνεψεῖν, ἔπειτα ἀποχέας, ἐς τὴν αἰθρίην θεῖναι, καὶ τῇ ὑστεραίῃ δοῦναι πίνειν, καὶ τὸ λοιπὸν ἐλελίσφακον καὶ τοῦ λίνου σπέρμα τουτέοις ἀμφοτέροις μίξας καὶ ἀλφίτον, διδόναι δὶς τῆς ἡμέρης ἐν οἴνῳ κεκρημένῳ κοτύλῃσι τέσσαρσιν. Ἐλαίου τρία ἡμικοτύλια, ἀκτῆς φύλλα ὅσον χεῖρα πλείην, ταῦτα ἑψεῖν ἐγχέας ἐς κρατήριον θερμὸν, πυριῇν ὀστράκοις θερμοῖς, ἐπὶ διφροῦ ἐπικαθίσας, περικαλύψας τε ἱματίοις. Τῆς ἀκτῆς φύλλα ὅσον χεῖρα πλείην, καὶ τῆς μυρσίνης τὸ ἴσον ἐμβάλλων ἐς ὕδωρ, ἑψήσας καὶ ἀποχέας τὸ ὕδωρ, ἐμβάλλων κριθῶν ἄχυρα, ἑψήσας, ἔμβαλλε ἐς ῥάκος, ἔπειτα τουτέῳ πυριῇν, ὡς ἂν δύνηται θερμοτάτῳ ἀνέχεσθαι μάλιστα. Ὄξος, ἔλαιον, ὕδωρ, μέλι κεράσας, ταῦτα ἀνάζεσον σφόδρα, ἔπειτα λαβὼν κύστιν χωρέουσαν ὡσεὶ χοέα, ἢ ἀσκίον ὡς λεπτοδερμότατον, ἐγχέας, καὶ περιελίξας ῥάκει εἰρίῳ, πυριῇν· ὁκόταν δὲ διερὸν τὸ ῥάκος γένηται, ἕτερον περιελίσσειν. Τῆς πίτυος τὸν φλοιὸν καὶ τοῦ ῥοῦ τὰ φύλλα ἐμβάλλων, ἑψήσας ἰσχυρῶς, ἀποχέας τε τὸ ὕδωρ, καὶ κριθῶν ἄχυρον ἕψε, ἔλαιον ἐπιχέας· ὁκόταν δὲ συνεψήσῃς, ἐμβαλὼν ἐς ῥάκος, πυρία. Λωτοῦ πρίσματα καὶ κυπαρίσσου, ὕδωρ ἐπιχέας καὶ ἔλαιον, ἕψε, ἕως ἂν ξυνεψήσῃς· ἔπειτα ἐμβαλὼν ἐς ῥάκος, πυρία. Ἀρώματα ἐς τὸ ὕδωρ ἐμβαλλόμενα ἑψήσας ὅσον χοίνικα, καὶ τῷ ὕδατι πίτυρα πύρινα ἑψήσας, τὸν αὐτὸν τρόπον πυρία. Κηκίδα κόψας καὶ ῥάμνου τὸν φλοιὸν, ἀφεψήσας ἰσχυρῶς, πίτυρα πύρινα φύρησον τῷ ὕδατι καὶ παράμιξον ἔλαιον· ἔπειτα ἡμίοπτον ποιήσας ἄρτον ὅσον διχοίνικον, ἐνδήσας ἐς ῥάκος, πυρία. Κράμβην καὶ σίσαρα ἀφεψῶν, τῷ χυμῷ ποίησον τὸν αὐτὸν τρόπον. Κριθῶν ἄχυρα ξυνεψῶν, ἔλαιον ἐπιχέας, ἐς ῥάκος ἐνδέων, πυρία. Στρύχνον καὶ τῆς ἐλαίης τὰ φύλλα ἀφεψῶν, τὸν αὐτὸν ποίει τρόπον. Καὶ ταῦτα δὴ, ἢν μὲν βούλῃ ὑγροῖσι χρῆσθαι, πυρία, ὡς γέγραπται· ἢν δὲ βούλῃ ξηροῖς, ἄρτους ποιέων καὶ ἐξόπτους καὶ ἡμιόπτους, πυρία· πυρία δὲ καὶ ὀστράκοις ἐς ῥάκος ἐνειλίσσων, καὶ αὐτοῖς τοῖς ῥάκεσι θερμαίνων, καὶ τοῖς φακοῖς τοῖς ὀστρακίνοις, τὸ ὕδωρ ἐγχέων ζεστόν. Προστίθει δὲ καὶ πρὸς τοὺς πόδας τῆς ἴρεως τὴν ῥίζαν, κόπτων καὶ ἀφεψῶν τὸν αὐτὸν τρόπον πυρία.

[35] Ἢν ὕδωρ ἐγγένηται ἐν τῇσι μήτρῃσι, τὰ ἐπιμήνια ἐλάσσω γίνεται καὶ κακίω καὶ διὰ πλέονος χρόνου, καὶ κυΐσκεται ἑκάστοτε διμήνου μικρῷ πλέον· ἐπειδὰν δὲ οὗτος ὁ χρόνος γένηται, καὶ διαφθείρει, καὶ ὕδωρ ἐν αὐτῇ γίνεται πουλύ. Ταύτην δὲ χρὴ γαλακτοποτέειν, καὶ τῶν μηκώνων πίνειν, ἕως ἂν κινεῖσθαι ἄρχηται τὸ ἔμβρυον· ὡς ἐπιτοπουλὺ δὲ πρὸ τουτέου διαφθείρεται καὶ ἐξαμβλοῦται, καὶ αἵματος ῥέουσιν αἱ μῆτραι· ταῦτα δὲ πάσχει οὐδέν τι μᾶλλον ἐκ πόνου ἢ ἄλλως. Τοῦτο δ᾿ ἂν γνοίης ὅτι ὕδρωψ ἔνεστιν, ἐσαφάσσων τῷ δακτύλῳ· ὄψει γὰρ τὸ στόμα αὐτέων ἰσχνὸν καὶ ἀφανιζόμενον, περίπλειον ὑγρασίης. Ἢν δὲ αὐτῇ μὴ κατ᾿ ἀρχὰς ἀλλ᾿ ἤδη κινούμενον διαφθείρηταί τε καὶ ἀποπνίγηται, ἥ τε γαστὴρ ἡ νείαιρα ἐπανοιδέει, καὶ ἀλγέει ἁπτομένη ὥσπερ ἕλκεος, καὶ πυρετὸς αὐτὴν καὶ βρυγμὸς λαμβάνει, καὶ ὀδύνη ἔχει ἐς αὐτά τε τὰ αἰδοῖα καὶ τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας καὶ τὴν ὀσφῦν ὀξεῖά τε καὶ σπερχνή. Ὁκόταν ὧδε ἔχῃ, λούειν χρὴ αὐτὴν θερμῷ, καὶ ὅπη ἂν ἡ ὀδύνη λαμβάνῃ, τῶν χλιασμάτων πειρεύμενος ὅ τι μάλιστα προσδέχεται προστιθέναι, καὶ φάρμακον πῖσαι καθαρτήριον κάτω· διαλιπὼν δὲ χρόνον ὅσον ἂν δοκέῃ σοι καιρὸς εἶναι, καὶ πυριήσας, προστιθέναι· τῆς κυκλαμίνου ἀποδήσας ὅσον περ, ἔνθες ἐς ῥάκος, καὶ τῷ μέλιτι δεύων, προστιθέναι πρὸς τὸ στόμα τῶν ὑστερέων· καὶ τῆς κυπαρίσσου καταξύσας καὶ τέγξας ἐν ὕδατι, προστιθέναι ὡσαύτως, ἐλάσσω δὲ χρόνον καὶ διὰ πλείονος τοῦτο ὅσῳ μᾶλλον δάκνει καὶ ἐξελκοῖ· καὶ μήλην ποιησάμενος κασσιτερίνην καθιέναι, καὶ τῷ δακτύλῳ ὡσαύτως· καὶ τῶν ποτημάτων πειρώμενος ὅ τι ἂν προσδέχηται πιπίσκειν· καὶ ξυγκοιμάσθω τῷ ἀνδρὶ, ὡς μάλιστα τῶν καιρῶν παριόντων· ἢν γὰρ ξυλλάβῃ τὴν γονὴν καὶ κυήσῃ καὶ τέκῃ, ὑπεκκαθαίρεται, καὶ τὰ πρόσθεν ὑπεόντα ξὺν αὐτῷ, καὶ ὧδε ἂν μάλιστα ὑγιὴς γένοιτο.

[36] Ἢν σκιῤῥωθέωσιν αἱ μῆτραι, τό τε στόμα τρηχὺ γίνεται, καὶ τὰ ἐμμήνια κρύπτεται· ὁκόταν δὲ προφανῇ, ὥσπερ ψάμμος, καὶ ἡ γονὴ οὐ γίνεται τουτέου τοῦ χρόνου· ἢν δὲ καὶ ἐσαφάσσῃς τῷ δακτύλῳ, τρηχὺ τὸ στόμα εὑρήσεις τῶν μητρέων. Ὁκόταν ὧδε ἔχῃ, τῆς κυκλαμίνου χρὴ τρίψαντα καὶ ἁλὸς καὶ σύκου ὠμοῦ μίσγοντα καὶ ἀναποιοῦντα μέλιτι προστιθέναι, καὶ πυριήσαντα κλύσαι τοῖσι καθαρτηρίοισιν· ἐσθιέτω δὲ τὴν λινόζωστιν καὶ κράμβας ἑφθὰς, καὶ τὸν χυλὸν ῥοφεέτω, καὶ θερμῷ λουέσθω.

[37] Ἢν σκιῤῥωθέωσιν αἱ μῆτραι, τά τε ἐπιμήνια κρύπτεται, καὶ τὸ στόμα αὐτέων ξυμμύει, καὶ οὐ κυΐσκεται. Ἕως ἂν οὕτως ἔχῃ, ἢν ἐσαφάσσῃς τῷ δακτύλῳ, ὄψει τὸ στόμα τρηχὺ, καὶ τὸν δάκτυλον οὐκ ἐσίησι, καὶ πυρετὸς αὐτὴν λαμβάνει καὶ βρυγμὸς, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὸν κενεῶνα καὶ τὰς ἰξύας. Πάσχει δὲ ταῦτα, ἢν ἐν αὐτῇ διαφθαρὲν σαπῇ τὸ ἔμβρυον· ἔστι δ᾿ ᾗσι καὶ ἐκ τόκου γίνεται· πολλάκις δὲ καὶ ἄλλως. Ὁκόταν ὧδε ἔχῃ, λούειν χρὴ αὐτὴν πολλῷ καὶ θερμῷ, καὶ πυριῇν· ὅταν δὲ νεόλουτος ἢ νεοπυρίητος ᾖ, τὴν μήλην καθεὶς ἀναστομοῦ, καὶ ἀνεύρυνε τὸ στόμα αὐτέων, καὶ τῷ δακτύλῳ ὡσαύτως, καὶ προστιθέναι ὥσπερ ἐπὶ τῆς προτέρης γέγραπται, καὶ τῶν ποτημάτων ὡσαύτως πιπίσκειν, καὶ θεραπεύειν τὸν αὐτὸν τρόπον, ὥσπερ καὶ πρότερον.

[38] Ἢν αἱ μῆτραι πρὸς τὰς πλευρὰς προσπέσωσι, βὴξ ἔχει καὶ ὀδύνη, ὑπὸ τὸ πλευρὸν οἷον σφαῖρα, καὶ ἁπτομένη πονέει ὥσπερ ἕλκεος, καὶ καταφθίνει, καὶ δοκέει περιπλευμονίη εἶναι, καὶ σπᾶται, καὶ κυφὴ γίνεται, καὶ τὰ ἐπιμήνια ὅλως οὐ προφαίνεται, ἐνίῃσι δὲ προφανέντα οἴχεται, τὰ δὲ γενόμενα ἀσθενέα τε καὶ ὀλίγα ἢ κακίω ἢ πρὸ τοῦ, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται τουτέου τοῦ χρόνου. Ὅταν ὧδε ἔχῃ, φάρμακον χρὴ πῖσαι κάτω ἐλατήριον, καὶ λούειν αὐτὴν πολλῷ καὶ θερμῷ, καὶ τῶν χλιασμάτων ὅ τι ἂν μάλιστα προσδέχηται, προσίσχειν, καὶ προστιθέναι, ὑφ᾿ ὧν καθαίρεται αἷμα· καὶ λίνου σπέρμα φώξας καὶ κόψας καὶ σήσας καὶ τῶν μηκώνων τῶν λευκῶν σὺν ἀλφίτοις λεπτοῖς, καὶ τυρὸν αἴγειον, περιξέσας τὸν ῥύπον καὶ τὴν ἅλμην, ταῦτα μίσγειν, τοῦ τυροῦ δύο, ἓν δὲ τῶν ἄλλων, ἓν δὲ τῶν ἀλφίτων ἑώλων ἀνάλτων, νήστει δίδου πίνειν ἐν οἴνῳ· ἑσπέρης δὲ κυκεῶνα παχὺν, μέλι ἐπιχέων, δίδου· καὶ τῶν πομάτων ὅ τι ἂν μάλιστα προσδέχηται πιπίσκειν· καὶ πυριῇν πυκνὰ, τῷ θερμῷ δὲ αἰονᾷν· καὶ τῇ κηρωτῇ ἡσυχῇ μαλάσσοντα ἀπωθέειν ἀπὸ τοῦ πλευροῦ, καὶ ἀναδεῖν τὸ πλευρὸν ταινίῃ πλατείῃ· καὶ γαλακτοποτεῖν, τὸ βόειον γάλα ὅτι πλεῖστον, ἐφ᾿ ἡμέρας τεσσαράκοντα· σιτίοισι δὲ χρήσθω ὡς μαλθακωτάτοισιν. Ἡ δὲ νοῦσος σπερχνή τε καὶ θανατώδης, καὶ ὀλίγαι διεκφυγγάνουσιν αὐτὴν καὶ μελεδαινόμεναι.

[39] Ἢν τὸ στόμα ξυμμύσῃ, γίνεται ἰσχυρὸν ὥσπερ ἐρινεὸν, καὶ ἢν ἐσαφάσσῃς τῷ δακτύλῳ, ὄψει σκληρὸν καὶ ξυνεστραμμένον, καὶ τὸν δάκτυλον οὐκ ἐσίησι, καὶ τὰ ἐπιμήνια ἀποκεκρύφαται, καὶ τὴν γονὴν οὐκ ἐνδέχεται τουτέου τοῦ χρόνου, καὶ ὀδύνη ἔχει τὴν νείαιραν γαστέρα καὶ τὴν ὀσφῦν καὶ τὸν κενεῶνα· ἔστι δ᾿ ὅτε καὶ ἄνω προσίσταται καὶ πνίγει. Ὁκόταν οὖν ὧδε ἔχῃ, φάρμακον πῖσαι κάτω, καὶ λούειν πολλῷ καὶ θερμῷ, καὶ προστιθέναι ἅπερ μαλθάσσει τὸ στόμα, καὶ τὴν μήλην καθιέναι, καὶ ἀναστομοῦν, καὶ τὸν δάκτυλον ὡσαύτως, καὶ αἰονῇν. Ὁκόταν οὖν μαλθακὸν ᾖ, προστιθέναι ὁκόσα καθαίρει αἷμα· καὶ τῶν ποτημάτων διδόναι πειρώμενον ὅ τι ἂν προσδέχηται· καὶ τὴν κράμβην ἐσθιέτω, καὶ τὸν χυλὸν ῥοφείτω.

[40] Ἢν παραλοξαίνωνται αἱ μῆτραι, καὶ τὸ στόμα αὐτέων λοξὸν γίνεται, καὶ τὰ ἐπιμήνια αὐτῇ τοτὲ μὲν κρύπτεται, τοτὲ δὲ προφανέντα οἴχεται, καὶ οὐχ ὅμοια γίνεται, ἀλλὰ κακίω τε καὶ ἐλάσσω ἢ πρὸ τοῦ, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται τουτέου τοῦ χρόνου, καὶ ὀδύνη ἴσχει τὴν νείαιραν γαστέρα καὶ τὰς ἰξύας καὶ τὴν ὀσφῦν καὶ τὸ ἰσχίον, καὶ ἐφέλκει αὐτό. Ὁκόταν ὧδε ἔχῃ, φάρμακον χρὴ πῖσαι ἐλατήριον, καὶ λούειν θερμῷ, καὶ πυριῇν· ὁκόταν δὲ νεοπυρίητος ἢ νεόλουτος ᾖ, τὸν δάκτυλον ἐσαφάσσουσα, ἀπορθούτω καὶ παρευθυνέτω τὸ στόμα τῶν μητρέων, καὶ ὑποθυμιήσθω τὰ εὐώδεα, καὶ τῶν ποτημάτων δίδου πειρεύμενος ὅ τι ἂν μάλιστα προσδέχηται· σιτίοισι δὲ χρήσθω μαλθακοῖσι, καὶ σκόροδα ἐσθιέτω ἑφθὰ καὶ ὠμὰ, καὶ τῷ ἀνδρὶ ξυγκοιμάσθω, καὶ ἐπὶ τοῦ ὑγιέος ἰσχίου κατακείσθω· τὸ δὲ ἕτερον πυριήσθω. Ἡ δὲ νοῦσος δυσαπάλλακτος.

[41] Ἢν ἀναπρησθῶσιν αἱ μῆτραι, ἥ τε γαστὴρ αἴρεται καὶ φυσᾶται, καὶ οἱ πόδες οἰδέουσι καὶ τὰ κοῖλα τοῦ προσώπου, ἡ χροιὴ δὲ ἀειδὴς γίνεται, καὶ τὰ ἐπιμήνια κρύπτεται, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται τουτέου τοῦ χρόνου, καὶ ἀσθενέει, καὶ ἀλύει, καὶ ὁκόταν ἀναστῇ ἢ προέλθῃ, ὀρθόπνοια αὐτὴν ἴσχει, καὶ ὅ τι ἂν φάγῃ ἢ πίῃ, λυπέει αὐτὴν, καὶ στένει τε, καὶ δύσελπις μᾶλλον ἢ πρὶν φαγεῖν· πολλάκις δὲ καὶ πνίγεται. Ὁκόταν ὧδε ἔχῃ, φάρμακον πῖσαι κάτω, καὶ τῷ θερμῷ λούειν καὶ πυριῇν· διαλιπὼν δὲ χρόνον τινὰ, προστιθέναι ὑφ᾿ ὧν καθαρθείη καὶ δηχθήσεται· πυριῇν δὲ ὡς πυκνότατα τὸ ὅλον σῶμα· τότε δὲ ὑπὸ τὰ αἰδοῖα ὑποθυμιήσθω τὰ εὐώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ κακώδεα· καὶ ποτήματα δίδου, ὅσα καθαίρει ὑστέρας· καὶ τὴν λινόζωστιν ἐσθιέτω, καὶ τὸ γάλα πινέτω, ὥσπερ ἐπὶ τοῦ πλευροῦ εἴρηται. Ἡ δὲ νοῦσος χρονίη.

[42] Ἢν θρομβωθέωσιν αἱ μῆτραι, τὸ στόμα αὐτέων γίνεται οἷον ὀρόβων μεστὸν, καὶ ἢν ἐσαφάσσῃς, ὄψει ὧδε ἔχον, καὶ τὰ ἐπιμήνια οὐ γίνεται, οὐδ᾿ ἡ γονὴ κατέχεται. Ὁκόταν οὖν ὧδε ἔχῃ, τῆς κυκλαμίνου τὸν φλοιὸν περιλεπίσαντα, καὶ σκόροδον καὶ ἅλας καὶ σῦκον καὶ μέλι ὀλίγον, ταῦτα τρίψας καὶ ξυμμίξας, ποιήσας βάλανον, προσθεῖναι πρὸς τὸ στόμα τῶν μητρέων, καὶ τῶν ἄλλων προσθετῶν τῶν μητρέων τὰ προσήκοντα, ὁκόσα δηλαδὴ δριμέα ἐστὶ καὶ ἀπεσθίει, καὶ ὑφ᾿ ὧν καθαίρεται αἷμα, καὶ τῶν ποτημάτων διδόναι ὅσα ὑστέρας καθαίρει, καὶ περὶ ξύστραν περιειλίξας γυπὸς δέρμα ἢ ὑμένα, διαξύειν τὸ στόμα τῶν μητρέων.

[43] Ἢν περιστραφέωσιν αἱ μῆτραι, τά τε ἐπιμήνια οὐ γίνεται, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται, καὶ ὀδύνη ἴσχει τὴν νείαιραν γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας· καὶ ἢν ἐσαφάσσῃ τῷ δακτύλῳ, οὐκ ἂν δύναιτο τοῦ στόματος θιγεῖν τῶν μητρέων, ἀλλ᾿ ἀνακεχώρηκεν ἰσχυρῶς. Ὁκόταν οὕτως ἔχῃ, φάρμακον χρὴ πῖσαι ὑφ᾿ οὗ καθαίρεται ἄνω καὶ κάτω, κάτω δὲ μᾶλλον· καὶ πυριῇν τό τε σῶμα καὶ τὰς μήτρας ὡς μάλιστα· καὶ λούειν τῷ θερμῷ δὶς τῆς ἡμέρης· καὶ τῶν ποτημάτων ὅ τι ἂν μάλιστα προσδέχηται πειρώμενος δίδου· καὶ ξυνευδέτω τῷ ἀνδρὶ ὡς πυκνότατα, καὶ τὴν κράμβην ἐσθιέτω.

[44] Ἢν μὴ κατὰ χώρην μένωσι κινηθεῖσαι αἱ μῆτραι, ἀλλ᾿ ἔνθα καὶ ἔνθα προσπίπτωσιν, ὀδύνας παρέχουσι καὶ ἀφανέες γίνονται, ὁτὲ δὲ ἐξίσχουσιν ὥσπερ ἕδρη· καὶ ὁκόταν μὲν ὑπτίη κατακειμένη τύχῃ, κατὰ χώρην μένουσιν· ὅταν δὲ ἀναστῇ ἢ ἐπικύψῃ ἢ ἄλλο τι κινηθῇ, ἐξέρχονται· πολλάκις δὲ καὶ ἡσυχίην ἐχούσῃ. Ταύτην χρὴ ὡς μάλιστα ἡσυχάζειν καὶ μὴ κινεῖσθαι, καὶ τὴν κλίνην κεῖσθαι πρὸς ποδῶν ὑψηλοτέρην, καὶ τοῖσιν αὐτέοισι χρῆσθαι, ὥσπερ ἐν τοῖσιν ἐπάνω, καὶ τοῖσι στρυφνοῖσιν αἰονῇν, καὶ ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα· καὶ τῶν ῥοιῶν διὰ τοῦ ὀμφαλοῦ τρήσαντα μέσην, χλιήναντα ἐν οἴνῳ, ἥτις ἂν μάλιστα ἁρμόζῃ καὶ μὴ πιέζῃ λίαν, προστιθέναι ὡς προσωτάτω· ὁκόταν δὲ προσθῇς, ἐκ τῆς ὀσφύος ἐπαναδῆσαι ταινίῃ πλατείῃ ἀναλαβὼν, ὡς ἂν μὴ ἐξολισθάνῃ, ἀλλὰ μένῃ καὶ ποιέῃ τὸ δοκέον· καὶ τῶν μηκώνων ξὺν τῷ τυρῷ καὶ τοῖσιν ἀλφίτοισι πιπίσκειν, ὥσπερ ἐν τῇ πρὸς τὸ πλευρὸν προσπτώσει γέγραπται· καὶ τῶν ποτημάτων πειρώμενος ὅ τι ἂν μάλιστα προσδέχηται, πιπίσκειν· σιτίοισι δὲ ὡς μαλθακωτάτοισι χρήσθω.

[45] Ἢν ἀναχάνῃ τὸ στόμα τῶν μητρέων μᾶλλον ἢ ὡς πέφυκε, τὰ ἐπιμήνια γίνεται πλείω καὶ κακίω καὶ ὑγρότερα καὶ διὰ πλέονος χρόνου, καὶ ἡ γονὴ αὐτῆς οὐχ ἅπτεται οὐδὲ ἐμμένει, ἀλλὰ πάλιν ἐκχεῖται ἔξω· καὶ ἢν ἐσαφάσσῃς τῷ δακτύλῳ τὸ στόμα τῶν μητρέων, εὑρήσεις ἀνακεχηνὸς, καὶ ἀδυναμίη αὐτὴν λαμβάνει ὑπὸ τῶν ἐπιμηνίων, καὶ πυρετὸς, καὶ ῥῖγος, καὶ ὀδύνη ἴσχει τὴν νείαιραν γαστέρα καὶ τοὺς κενεῶνας καὶ τὰς ἰξύας. Πάσχει δὲ ταῦτα μάλιστα μὲν, ἤν τι ἐν αὐτῇ χυθῇ καὶ διαφθαρὲν σαπῇ· πάσχουσι δὲ καὶ ἐκ τόκων, αἱ δὲ καὶ ἄλλως. Ὁκόταν γοῦν ὧδε ἔχῃ, φάρμακον χρὴ πιπίσκειν ὑφ᾿ οὗ ἄνω καθαιρεῖται· καὶ ὁκόταν ἡ ὀδύνη ἔχῃ, τῶν χλιασμάτων προστιθέναι, καὶ τῷ θερμῷ λούειν, καὶ διαλιπὼν κλύζειν, ὥσπερ ἐπὶ τῆς προτέρης γέγραπται, καὶ τῶν ποτημάτων διδόναι ὅ τι ἂν μάλιστα προσδέχηται, καὶ ὑποθυμιῇν ὁκόσα ξηραίνει, καὶ τῶν πουλυπόδων ἐσθιέτω, καὶ τὴν λινόζωστιν.

[46] Ἢν λειανθέωσιν αἱ μῆτραι, τά τε ἐπιμήνια πλέω γίνεται καὶ κακίω καὶ ὑγρότερα καὶ πυκνότερα, καὶ ἡ γονὴ οὐκ ἐμμένει, ἀλλὰ πάλιν ἐξέρχεται, καὶ ἢν ἐσαφάσσῃς τῷ δακτύλῳ, ὄψει τὸ στόμα λεῖον, καὶ ἀδυναμίη αὐτὴν λαμβάνει ὑπὸ τῶν ἐμμηνίων, καὶ πυρετὸς, καὶ ῥῖγος, καὶ ὀδύνη ἐς τὴν νείαιραν γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας, μάλιστα μὲν ἤν τι ἐν αὐτῇ διαφθαρὲν σαπῇ, καὶ ἐκ τόκου, καὶ ἄλλως· ὅταν ὧδε ἔχῃ, θεραπεύειν χρὴ ὅκου ἂν ἡ ὀδύνη ἔχῃ, ὥσπερ ἐπὶ τῆς προτέρης γέγραπται.

[47] Ἢν αἱ μῆτραι κατὰ τὰ ἀριστερὰ νεύωσι, τὸ ἰσχίον ὀδύνη ἔχει ὀξείη τε καὶ σπερχνὴ καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας, καὶ τὸ σκέλος ἐπισκάζει. Ὁκόταν ὧδε ἔχῃ, φάρμακον χρὴ πῖσαι ἐλατήριον, τῇ δὲ ὑστεραίῃ ὑποθυμιῇν· τῶν τε κριθέων χοίνικας δύο καὶ ἐλαίης φύλλα κατακνήσας μικρὰ, καὶ κηκίδα κατακόψας καὶ σήσας, καὶ ὑοσκυάμου τριτέα χοίνικος, ταῦτα μίξας, καὶ ἐλαίῳ περιποιήσας ὅσον ἡμικοτύλιον ἐν χύτρῃ, ὑποθυμία ἐπὶ τέσσαρας ἡμέρας τρὶς τῆς ἡμέρης· τῆς δὲ νυκτὸς γάλα βοὸς καὶ μέλι καὶ ὕδωρ πινέτω, καὶ θερμῷ λουέσθω.

[48] Ἢν ἐς τὴν κεφαλὴν τραπῶσιν αἱ ὑστέραι, σημεῖον τόδε· τὰς φλέβας τὰς ἐν τῇ ῥινὶ, τάς τε ὑπὸ τοῖς ὀφθαλμοῖς ἀλγεῖν φησιν. Ταύτην χρὴ λούειν θερμῷ πολλῷ, καὶ κατὰ τῆς κεφαλῆς, δάφνην τε καὶ μυρσίνην ἐνεψῶν ἐν τῷ ὕδατι, καὶ ῥοδίνῳ μύρῳ τὴν κεφαλὴν ἐγχριέσθω, καὶ ὑποθυμιήσθω τὰ εὐώδεα, καὶ τὴν κράμβην ἐσθιέτω, καὶ τὸν χυλὸν ἐπιῤῥοφείτω.

[49] Ἢν ἐς τὰ σκέλεα καὶ τοὺς πόδας τραπῶσι, γνώσῃ τῷδε· τοὺς μεγάλους δακτύλους τῶν ποδῶν σπᾶται ὑπὸ τοὺς ὄνυχας, καὶ ὀδύνη ἴσχει τὰ σκέλεα καὶ τοὺς μηρούς. Ὁκόταν ὧδε ἔχῃ, χρὴ λούειν αὐτὴν πολλῷ καὶ θερμῷ, καὶ πυριῇν ὅ τι ἂν μάλιστα προσδέχηται, καὶ ὑποθυμιῇν τὰ κακώδεα, καὶ τῷ μύρῳ τῷ ῥοδίνῳ ἀλείφεσθαι.

[50] Ἢν γυναῖκα ὑστέρας ἀλγέουσαν ἀσιτίη τε καὶ πυρετὸς καὶ ῥῖγος λαμβάνῃ, μήκωνος λευκῆς ὅσον πεμπτημόριον ἡμιχοινικίου, καὶ κνίδης καρποῦ τὸ ἴσον, καὶ τυροῦ αἰγείου ὅσον ἡμιχοινίκιον ξύσας, ὁμοῦ μίξας, διεὶς οἴνῳ παλαιῷ, ἔπειτα ἑψήσας, διδόναι ῥοφάνειν.

[51] Ἢν ἐκ τόκου ῥοῦς λαμβάνῃ καὶ τὰ σιτία ἐν τῇ γαστρὶ μὴ ἐμμένῃ, ἀσταφίδος χρὴ μελαίνης καὶ ῥοιῆς γλυκείης τὰ εἴσω τρίψας καὶ ἐρίφου πιτύην, διεὶς οἴνῳ μελανόχρῳ, τυρὸν ἐπιξύσας αἴγειον, καὶ ἄλφιτα πυρῶν πεφωσμένα ἐπιβαλὼν, κεράσας εὔκρατον, δὸς πιεῖν.

[52] Ἢν αἷμα ἐμέῃ ἐκ τόκου, τοῦ ἥπατος ἡ σύριγξ τέτρωται, καὶ ὀδύνη ἐς τὰ σπλάγχνα φοιτῇ καὶ τὴν καρδίην, καὶ σπᾶται. Ταύτην χρὴ λούειν πολλῷ καὶ θερμῷ, καὶ τῶν χλιασμάτων ὅ τι ἂν μάλιστα προσδέχηται προστιθέναι, καὶ πιπίσκειν ὄνου γάλα ἐπὶ ἡμέρας πέντε· μετὰ δὲ ταῦτα μεταπιπίσκειν βοὸς μελαίνης, ἀσιτέουσαν ἐπὶ ἡμέρας τεσσαράκοντα, ἐς δὲ τὴν ἑσπέρην σήσαμον τρίψαντα πιπίσκειν. Ἡ δὲ νοῦσος ἐπικίνδυνος.

[53] Ἢν γυνὴ διὰ παλαιοῦ μὴ κυΐσκηται, τῶν ἐπιμηνίων ἐμφαινομένων, ὁκόταν ᾖ τριταίη ἢ τεταρταίη, στυπτηρίην λείην τρίψας, διεὶς μύρῳ, εἰρίῳ ἀνασπογγίζων, προστίθει· καὶ ἐχέτω κείμενον ἡμέρας τρεῖς· τῇ δὲ τρίτῃ ξύσας βοὸς χολὴν καὶ ἐν ῥάκει ἐπιθεὶς, διεὶς ἐλαίῳ τὸ ξύσμα καὶ ἀναδεύσας, προστίθει· καὶ ἐχέτω ἡμέρας τρεῖς· τῇ δὲ ἑτέρῃ ἐξελέσθω καὶ τῷ ἀνδρὶ ξυνελθέτω. Λίνον τὸ σχιστὸν αὐτῇ τῇ καλάμῃ ὅσον δραχμίδα κόψας λεπτὰ, καταβρέξας τε ἐν οἴνῳ λευκῷ ὡς ἡδίστῳ τὴν νύκτα, ἔπειτα ἀπηθήσας, χλιαίνων ἐν χυτριδίῳ, εἰρίον ὡς μαλθακώτατον ἐμβάπτων, τὸ μὲν προστιθέναι, τὸ δὲ ἀφαιρέειν. Ἢν βούλῃ ὑστέρας καθῆραι, πρῶτον μὲν χρὴ ὑποθυμιῆσαι κριθὰς ἐλαίῳ δεδευμένας ἐπ᾿ ἀνθράκων· τῇ δὲ ὑστεραίῃ ὄϊος χρὴ κρέας ἑψεῖν, κυτριδίῳ ἐξηθριασμένον· τὸ δὲ κυτρίδιον εἶναι ὅσον χοέα, καὶ καθεψεῖν σφόδρα· ἐπειδὰν δὲ ἑφθὰ ᾖ, ἀκροχλίερα κατεσθιέτω, καὶ τὸν ζωμὸν ἐπιῤῥοφείτω· τῇ δ᾿ ὑστεραίῃ λιβανωτὸν καὶ γλήχωνα λεῖα ποιήσας, ἀναδεύσας μέλιτι, εἰρίῳ ἀνασπογγίζων, προστίθει ἐπὶ τρεῖς ἡμέρας.

[54] Ἢν δὲ ἐς τὴν ἕδρην τραπῶσι καὶ τὰ ὑποχωρήματα κωλύωσιν ὑποχωρέειν, ὀδύναι ἴσχουσι τήν τε ὀσφῦν καὶ τὴν νείαιραν γαστέρα καὶ τὰς ἰξύας. Ὁκόταν ὧδε ἔχῃ, λούειν χρὴ αὐτὴν τῷ θερμῷ, καὶ πυριῇν τὴν ὀσφῦν, καὶ ὑποθυμιῇν τὰ κακώδεα, καὶ προστιθέναι ὁκόσα καθαίρει τε καὶ ἐλαύνει τὰς ὑστέρας, καὶ πιπίσκειν ὅ τι ἂν μάλιστα προσδέχηται.

[55] Ἢν ἑλκωθῇ τὸ στόμα ἢ φλεγμήνῃ, σμύρναν, καὶ στέαρ χήνειον, καὶ κηρὸν λευκὸν, καὶ λιβανωτὸν ἐν λαγωοῦ θριξὶ τῇσιν ὑπὸ τὴν γαστέρα μίξας καὶ λεῖα ποιήσας ἐν εἰρίῳ ὡς μαλθακωτάτῳ προστιθέσθω.

[56] Ἢν τὰ ὕστερα μὴ δύνηται ἀποφυγεῖν, παραχρῆμα μὲν χρὴ ἀσιτέειν· ἄγνου δὲ πέταλα λεῖα τρίψαντα ἐν οἴνῳ καὶ μέλιτι, ἔλαιον ἐπιχέας, ἀναχλιήνας, δίδου πιεῖν ὅσον κοτύλην.

[57] Ἢν φλεγμήνωσιν αἱ ὑστέραι, τῆς ἀκτῆς τὰ φύλλα ὡς ἁπαλώτατα ἐν πυρῶν κρίμνοις ἑψήσας σητανίοις, ἀκροχλίερον δίδου ῥοφῇν.

[58] Ἢν μετακινηθέωσιν αἱ μῆτραι, κισσὸν ὡς ξηρότατον τρίψας λεῖον, δήσας ἐς ὀθόνιον, προσίσχειν· λιπαρὸν προσφέρειν μηδέν· πιεῖν δὲ διδόναι πυροὺς προκωνίας, καὶ μήκωνα ὀπτὴν, καὶ ἐλελίσφακον, καὶ κύπερον, καὶ ἄνισον, ταῦτα τρίψας λεῖα, διεὶς οἴνῳ, καὶ τῶν κυρηβίων τῶν ἀπὸ τῶν κριθῶν, διδόναι δὶς τῆς ἡμέρης ἐφ᾿ ἑκάτερον ἡμικοτύλιον.

[59] Ἢν τὰ ἐπιμήνια μὴ γίνηται ἐν τῷ καθεστηκότι χρόνῳ, κράμβης πέταλα καὶ πήγανον τρίψας λεῖα, ἔπειτα ἄχυρα τὰ ἀπὸ τῶν κριθῶν ὅσον χοίνικα βρέξας ὡς ἂν τέγγηται, ἐξαιθρίασον· ἕωθεν δὲ ποιήσας ὅσον κοτύλην, διεῖναι τὴν κράμβην καὶ τὸ πήγανον, ἔλαιον ἐπιχέας καὶ ἀναταράξας, δοῦναι πιεῖν· ἔπειτα πουλύποδα πνίξας ἐν οἴνῳ λευκῷ, δὸς φαγεῖν, καὶ τὸν οἶνον ἐκπιεῖν· ἢν δὲ βούλῃ, τῶν ἰχθυδίων ἑψῶν τῶν εὐωνοτάτων διδόναι ἐσθίειν καὶ τὸν ζωμὸν ῥοφάνειν.

[60] Ἢν ἀφθήσῃ τὰ αἰδοῖα, μύρτα ἑψήσας ἐν οἴνῳ, διακλυζέσθω τὰ αἰδοῖα· ἔπειτα ῥοιῆς γλυκείης σίδια ἑψήσας ἐν οἴνῳ, καὶ σμύρνης καὶ ῥητίνης ὁμοῦ μίξας, διεὶς οἴνῳ, ὀθόνιον ἐμβάπτων, προστιθέναι.

[61] Ἢν στραγγουρίη λάβῃ, τῆς σικύης ἀποταμὼν τὸ στόμα καὶ τὸν πυθμένα, ὑποθεὶς ἀνθρακίην, περίθες τῇ σικύῃ, τῆς σμύρνης ξηρᾶς κεκομμένης ἐπὶ τὸ πῦρ ἐπιπάσας, περικαθίσας ἐπὶ τὴν σικύην, καὶ ἐνθέσθω ἐς τὸ αἰδοῖον τὸ ἄκρον τῆς σικύης ὡς ἐσωτάτω, ὅκως ἂν ἡ ἀτμὶς ὡς πλείστη ἐς τὰ αἰδοῖα ἀποπέμπηται· καὶ τῶν οὐρητικῶν ποτημάτων διδόναι νήστει.

[62] Ἢν δὲ ἐς τὴν καρδίην προσιστάμεναι πνίγωσιν αἱ ὑστέραι καὶ μὴ ἀφιστῶνται, πράσου καρπὸν τρίψας καὶ γλήχωνα, διεὶς ὕδατος κυάθοις τρισὶ καὶ ὄξεος λευκοῦ κυάθῳ καὶ μέλιτος τρίτῳ μέρει κυάθου, χλιαίνων, νήστει δίδου ῥοφάνειν.

[63] Ἢν ἐκ τόκου ἢ τρωσμοῦ ῥῖγος λαμβάνῃ, ἀρκεύθου τὸν καρπὸν καὶ ἐλελίσφακον ὁμοῦ τρίψας, διεὶς ὄξεος λευκοῦ κυάθῳ, ἐπιχέας οἴνου λευκοῦ κεκρημένου κύλικα, καταμίξας, ἔασον κεῖσθαι· ἕωθεν δὲ ἀπηθήσας, χλιήνας, πιεῖν δίδου.

[64] Ἢν ἀνεμωθέωσιν αἱ μήτραι, ἢν ἄνεμος ἐγγένηται τῇ νηδύϊ, καὶ πόνος ᾖ, ἐλελίσφακον καὶ κύπερον κόψας, τέγξας τὴν νύκτα, ἕωθεν ἀπηθήσας, τὸ καθαρὸν ἐς χύτρην ἐγχέας, κρίμνα πύρινα ἐμβαλὼν, ὄξος λευκὸν ὅσον κύαθον ἐπιχέας, ὀπὸν σιλφίου ὅσον κύαμον ἐμβαλὼν, ἑψήσας ἐνωμότερον, δίδου ῥοφάνειν.

[65] Ἢν ἐν τοῖσιν αἰδοίοισι δυσοδμίη ἢ κίων ἐγγένηται καὶ ὀδύνη ἔχῃ, τὴν μὲν ὀδύνην παύσει σελίνου καρπὸς ἐν οἴνῳ διδόμενος νήστει, τὴν δὲ δυσοδμίην ἄνισον τὸν αὐτὸν τρόπον διδόμενον· τὸν δὲ κίονα χρὴ ἀποτάμνειν.

[66] Ἢν ἕλκεα ἐγγένηται τοῖσιν αἰδοίοισι καὶ ξυσμὸς λαμβάνῃ, ἐλαίης φύλλα καὶ κισσοῦ καὶ βάτου καὶ ῥοιῆς γλυκείης τρίψας λεῖα, οἴνῳ παλαιῷ διεὶς, ἔπειτα λαβὼν σάρκα ποταινίην, προσθεῖναι, καὶ καταπλάσαι τοῖσι φύλλοισι, καὶ ἐχέτω τὴν νύκτα· ἕωθεν δὲ ἐξελομένη, μυρσίνην ἐν οἴνῳ ἀφεψοῦσα, τῷ οἴνῳ διακλυζέσθω τὰ αἰδοῖα.

[67] Ἢν τὴν γονὴν μὴ δέχηται, τῶν γυναικείων κατὰ φύσιν γινομένων, ἡ μῆνιγξ ἐπίπροσθεν γίνεται· γίνεται δὲ τόδε καὶ ἐξ ἄλλων· γνώσῃ δὲ τῷδε· ἢν ἐσαφάσσῃς τῷ δακτύλῳ, ἅψῃ τοῦ προβλήματος. Ταύτῃ χρὴ πρόσθεμα ποιήσαντα, ῥητίνην καὶ ἄνθος χαλκοῦ μέλιτι διεὶς, ὀθόνιον ἀρδαλώσας, προσθεῖναι ὡς ἐσωτάτω, ῥάμμα ἐκδήσας ἐκ τοῦ ἄκρου· ὁκόταν ἐξαγάγηται, τὴν μυρσίνην ἐν οἴνῳ ἀφεψῶν, τῷ οἴνῳ χλιερῷ κλυζέσθω.

[68] Ἢν ἄσθματα λαμβάνῃ γυναῖκα, θείου ὅσον κύαμον, καὶ καρδαμώμου τὸ ἴσον, καὶ πήγανον, καὶ κυμίνου Αἰθιοπικοῦ, ταῦτα τρίψας λεῖα, διεὶς οἴνῳ, πίνειν δοῦναι νήστει· δεῖ δὲ καὶ τῶν σιτίων ἀπέχεσθαι καὶ μὴ πυκνὰ ἐσθίειν.

[69] Ἢν τίκτουσα ἐξανεμωθῇ, ἧπαρ οἰὸς ἢ αἰγὸς ἐς τέφρην ἐγκρύψας, διδόναι ἐσθίειν ζωρότερον ἐπὶ τέσσαρας ἡμέρας, καὶ οἶνον πινέτω παλαιόν.

[70] Ἢν τὰς ἰξύας ἀλγέῃ, ἄνισον καὶ κύμινον Αἰθιοπικὸν πινέτω, καὶ θερμῷ λουέσθω, καὶ ἀπὸ θερμοῦ πινέτω.

[71] Ἢν τὰ ἐπιμήνια μὴ γίνηται, ὄστρακον παχὺ κατακαύσας, καὶ λεῖον τρίψας, καὶ ὀρίγανον ἑψήσας, ἐν χηνὸς ἐλαίῳ λεῖον ποιήσας, καὶ ξυμμίξας τῷ ὀστράκῳ, ἐν ὀθονίῳ χλιερὸν προστιθέσθω.

[72] Ἢν ξυμμύσωσιν αἱ μῆτραι καὶ τὰ ἐπιμήνια μὴ φαίνηται, κολοκυνθίδα ἀγρίην, καὶ φύλλον, κύμινον Αἰθιοπικὸν, νίτρον, ἅλας θηβαϊκὸν, καὶ νεφρίδιον, καὶ ἄλευρον, καὶ σμύρναν, καὶ ῥητίνην, ἅπαντα ζέσας ταῦτα, ὁμοῦ τε μίξας λεῖα, ποιέων βάλανον, προστιθέσθω.

[73] Ἢν πρὸς τὰ σπλάγχνα τραπεῖσαι πνίγωσιν, οἶνον κέδρινον καὶ κύμινον Αἰθιοπικὸν πινέτω, καὶ θερμῷ λουέσθω, καὶ ἀπὸ θερμῶν πινέτω.

[74] Ἢν τὰ ἐπιμήνια μὴ γίνηται, χηνὸς ἔλαιον καὶ νέτωπον καὶ ῥητίνην ξυμμίσγουσα ἡ γυνὴ προσθέσθω, εἰρίῳ ἀνασπογγίζουσα. Ἢν δὲ μᾶλλον τοῦ προσήκοντος φαίνηται, σούσινον καὶ βάτου γλῶσσαν ἐν εἰρίῳ προστιθέσθω.

[75] Ἢν μετακινηθεῖσαι προσπέσωσί που αἱ ὑστέραι, κριθὰς πτίσας λείας ξὺν τοῖς ἀχύροις, καὶ πρόμαλον, καὶ ἐλάφου κέρας, οἴνῳ δεύσας, ὑποθυμιῇν τὰς ὑστέρας.

[76] Ἢν τὰ ὕστερα μὴ δύνηται ἀποφυγεῖν, μαράθρου ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ μέλιτι ἀναζέσαντα δοῦναι πιεῖν.

[77] Ἢν τὰ ἐπιμήνια μὴ φαίνηται καὶ βούλῃ αὐτὰ κατασπᾷν, πυρῶν κρίμνα καὶ γέλγιδας ἑψεῖν, ἔλαιον ἐπιχέαντα, εἶτα διδόναι ἐσθίειν.

[78] Ἢν φλεγμήνωσιν αἱ μῆτραι, κοτυληδόνος φύλλα καὶ πράσα κρίμνοις ἐνεψῶν πυρίνοις, ἔλαιον ἐπιχέων, δίδου ἐσθίειν.

[79] Ἢν κινηθεῖσαί που προσπέσωσι καὶ ὀδύνην παρέχωσιν, ἐλαίης ψώρην, δάφνης καὶ κυπαρίσσου πρίσματα ἑψήσας ἐν ὕδατι, ἐς ὀθόνιον ἐμβαλὼν, προστίθει.

[80] Ἢν ὑστέρας ἀλγέῃ καὶ πρὸς τὴν κύστιν ᾖ ἡ ὀδύνη, πράσου καρπὸν τρίψας ἐν ὕδατι, πιεῖν διδόναι νήστιδι, καὶ χλιάσματα προστιθέναι.

[81] Ἢν αἱ μῆτραι ἐξέχωσι, περινίψας αὐτὰς ὕδατι χλιερῷ καὶ ἀλείψας ἐλαίῳ καὶ οἴνῳ, πάλιν ἐνθεῖναι, καὶ ἀναδῆσαι ἐκ τῶν ἰξύων, καὶ ὑποθυμιῇν τὰ κακώδεα, καὶ ἢν μὴ δύνηται οὐρέειν, λούσας θερμῷ καὶ πυριήσας, ὑποθυμιήσας κυπαρίσσου πρίσματα, τῶν οὐρητικῶν ποτημάτων διδόναι πίνειν.

[82] Ἢν ῥόος γένηται, ὑποθυμιήσας στρυφνοῖσιν, ὀνίδα περιξέσας, ἐνδήσας εἰρίῳ, προστίθει· ἡ δὲ ὀνὶς ἔστω ξηρή.

[83] Ἢν ἐν τοῖσιν αἰδοίοισιν ἕλκεα γένηται, βόειον στέαρ ἐπαλείφειν καὶ προστιθέναι, καὶ τῆς μυρσίνης ἐν οἴνῳ ἀφεψῶν διακλύσαι.

[84] Ἢν ἐκ τόκου τὸ στόμα ἑλκωθῇ, ῥόδων ἄνθος τρίψας λεῖον, οἴνῳ δεύσας, ἐν λαγωῇσι θριξὶ προστιθέναι, καὶ διακλυζέσθω τοῖσι στρυφνοῖσι.

[85] Ἢν τὰς ὑστέρας ἀλγέῃ, σκορόδων μώλυζαν καὶ νίτρον ὀπτὸν καὶ κύμινον λεῖα ποιήσας, μέλιτι δεύων, προστίθει, καὶ τῷ θερμῷ λουέσθω, καὶ ἀπὸ θερμῶν πινέτω.

[86] Ἢν ἀφθήσῃ τὰ αἰδοῖα, στέαρ βοὸς καὶ βούτυρον καὶ χηνὸς ἔλαιον καὶ σούσινον μίξας, διαχρίειν τὰ αἰδοῖα τουτέοισι, καὶ διακλυζέσθω ὕδατι χλιερῷ.

[87] Ἢν προσιστάμεναι πνίγωσιν, ἐλλύχνιον ἀνάψας, ἀποσβέσας, ὑπίσχειν ὑπὸ τὴν ῥῖνα, ὅκως ἂν τὸν καπνὸν ἕλκῃ, ἔπειτα σμύρναν διεὶς μύρῳ, ἔριον ἀναδεύσας, προστίθει· καὶ πιεῖν δοῦναι ῥητίνην ἐλαίῳ διέντα.

[88] Ἢν τὸ χορίον μὴ ὑποχωρέῃ, κόνυζαν τρίψας, ἐν εἰρίῳ ποιήσας πρόσθεμα, προστιθέναι, καὶ τῇ ἴγδῃ οἴνῳ διατρίψας, δοῦναι πιεῖν.

[89] Ἢν τὴν κεφαλὴν ἀλγέῃ καὶ τὴν νείαιραν γαστέρα καὶ τὰς ἰξύας, χολὴ ἐν τῇσι μήτρῃσιν ἐστί· ταύτῃ χρὴ δοῦναι φάρμακον, ὃ καθαίρειν ἄνω τε καὶ κάτω δύναται, καὶ λούειν θερμῷ, καὶ προστιθέναι ὅσα χολὴν καθαίρει, καὶ ἄνισον καὶ μελάνθιον διεὶς οἴνῳ δίδου πιεῖν.

[90] Ἢν ῥόος ἐγγένηται, καρκίνους ποταμίους ἀποπνίξας ἐν οἴνῳ, τὸν οἶνον διδόναι πίνειν, καὶ ὑποθυμιῇν ὅσα ξηραίνει καὶ προστιθέναι. Ἢν ῥοῦς ἐγγένηται, τῶν πράσων ὅσον δεσμίδα τρίψας ἐν οἴνῳ, δίδου πίνειν, καὶ τοῖσι ξηροῖσι καὶ τοῖσι στρυφνοῖσι χρήσθω. Ἢν ῥοῦς ἐγγένηται, ἡμιονίδα κατακαύσας, καὶ κόψας λείην, διασήσας τε, διεὶς οἴνῳ, πίπισκε· τοῖσι δὲ ἄλλοισι τὸν αὐτὸν τρόπον χρῶ. Ἢν ῥοῦς ἐγγένηται, καὶ πολυχρόνιος ἤδη ᾖ, σπόγγον κατακαύσας καὶ τρίψας λεῖον, οἴνῳ διεὶς εὐώδει, πῖσον, καὶ ὑποθυμιήσας ξήραινε, καὶ προστίθει ὅ τι ἂν ἀποστύφῃ.

[91] Ἢν καθῆραι τὰς ὑστέρας βούλῃ, νίτρον, κύμινον, σκόροδον, καὶ σῦκα λεῖα ποιήσας, μέλιτι δεύσας, προστίθει, καὶ θερμῷ λουέσθω, καὶ ἀπὸ θερμοῦ πινέτω.

[92] Ἢν ἀλγέῃ τὰς ὑστέρας, κυκλαμίνου τὴν ῥίζαν ἐν οἴνῳ λευκῷ πιπίσκειν νῆστιν, καὶ θερμῷ λουέσθω, καὶ ἀπὸ θερμοῦ πινέτω.

[93] Ἢν γάλα ἀποσβεσθῇ, τὰ μὲν ἄλλα τὸν αὐτὸν τρόπον θεράπευε· πιπίσκειν δὲ τὸν καρπὸν τοῦ μαράθρου, καὶ τὰς κριθὰς ἐπτισμένας, καὶ βούτυρον, ἑψήσας ὁμοῦ· ὁκόταν δὲ ἑφθὰ ᾖ, ψύξας δὸς πιεῖν· ἀγαθὸν δὲ καὶ τὸ ἱππομάραθρον καὶ τὸ ἱπποσέλινον συνεψόμενα. Ἢν γάλα ἀποσβεσθῇ, πράσα τρίψας, διεὶς ὕδατι, δοῦναι πιεῖν, καὶ θερμῷ λουέσθω· καὶ τῶν πράσων καὶ τῶν κραμβῶν ἐσθιέτω, συνεψοῦσα τοῦ κυτίσου τὰ φύλλα, καὶ τὸν χυλὸν ῥοφείτω. Ἢν γάλα ἀποσβεσθῇ, πράσα τρίψας, διεὶς ὕδατι, δοῦναι πιεῖν, καὶ θερμῷ λουέσθω· τὸν ἐλελίσφακον ἑψοῦσα, καὶ τῶν κεδρίδων ἢ τῶν ἀρκευθίδων παρεμβάλλουσα, ἀποχέουσα τὸν χυμὸν καὶ οἶνον ἐπιχέουσα, πινέτω· ἐς τὰ λοιπὰ ἄλευρον ἐμβάλλουσα καὶ βόλβον, καὶ ἐλαίου μικρὸν ἐπιχέουσα, ἐσθιέτω· καὶ τῶν δριμέων καὶ ὀξέων καὶ ἁλμυρῶν καὶ ὠμῶν λαχάνων πάντων ἀπεχέσθω· τὸ δὲ κάρδαμον ἐν οἴνῳ πινόμενον ἀγαθὸν, καὶ τὸ γάλα καθαίρει· καὶ θερμῷ λουέσθω, καὶ ἀπὸ θερμοῦ πινέτω.

[94] Ἢν βούλῃ γυναῖκα κυῆσαι, κάθηρον αὐτὴν καὶ τὰς μήτρας· ἔπειτα δίδου τὸ ἄλητον ἐσθίειν νήστει, καὶ οἶνον ἐπιπίνειν ἄκρητον, καὶ προστιθέναι νίτρον ἐρυθρὸν, κύμινον καὶ ῥητίνην μέλιτι δεύσας ἐν ὀθονίῳ πρόσθες, καὶ ὁκόταν τὸ ὕδωρ ἀποῤῥυῇ, τοὺς μέλανας πεσσοὺς προστιθέσθω μαλθακτήριον, καὶ τῷ ἀνδρὶ ξυνευνάτω. Ἢν βούλῃ ἔγκυον ποιῆσαι γυναῖκα, καθήρας αὐτὴν καὶ τὰς μήτρας, προστιθέναι τῇσι μήτρῃσι ῥάκος καταξηράνας ὡς λεπτότατον, καὶ μέλιτι δεύσας, καὶ βαλάνους ποιήσας, ἀποβάπτων ἐς ὀπὸν συκῆς προστιθέναι, μέχρις ἂν ἀναστομωθῇ· ἔπειτα δὲ μᾶλλον ἐσωθέειν· ἐπειδὰν δὲ ἀποῤῥυῇ τὸ ὕδωρ, διανιζομένη οἴνῳ καὶ ἐλαίῳ, συνευδέτω τῷ ἀνδρί· πινέτω δὲ καὶ, ὁκόταν μέλλῃ καθεύδειν, βλήχωνα ἐπὶ κεδρίνῳ οἴνῳ.

[95] Ἐκβόλιον ἐμβρύου καὶ ὑστέρων· σικύου ἀγρίου τὸν ὀπὸν, ὅσον πόσιν, ἐς μᾶζαν ἐμπάσασαν προσθεῖναι, προνηστεύσασαν ἐπὶ δύο ἡμέρας. Σταφίδος ἀγρίης ὅσον δύο δραχμίδας διεὶς μελικρήτῳ δοῦναι πιεῖν.

[96] Πειρητήριον· μώλυζαν σκορόδου ἀποξύσας, προσθεῖναι πρὸς τὰς μήτρας· τῇ δ᾿ ὑστεραίῃ τὸν δάκτυλον ἐσαφάσας σκόπει· καὶ ἢν μὲν ὄζῃ τὸ στόμα, εὖ ἔχει· εἰ δὲ μὴ, πάλιν προστιθέσθω. Ἕτερον πειρητήριον· νέτωπον ὀλίγον ἐν εἰρίῳ εἱλίξας προσθεῖναι, καὶ ὁρῇν ὅθεν ἂν τοῦ στόματος ὄζῃ.

[97] Προσθετά· σκορπίου θαλασσίου τὴν χολὴν ἐς εἴριον ἐνειλίξας, καὶ ξηρήνας ἐν σκιᾷ, προστίθει. Γλήχωνα ξηρὴν λείην ποιήσας, μέλιτι δεύσας, προστιθέναι ἐν εἰρίῳ. Σικύου σπέρμα καὶ ὄστρακον κατακαύσας, οἴνῳ τε δεύσας, ἐν λαγωῇσι θριξὶ καὶ ἐν εἰρίῳ προστιθέναι. Στυπτηρίην Αἰγυπτίην εἰρίῳ καθελίξας προστίθει. Κανθαρίδας οἴνῳ δεύσας ἐν εἰρίῳ προστίθει. Τὴν ἀρτεμισίην ποίην οἴνῳ δεύσας προστίθει. Μελάνθιον τρίψας ἐν οἴνῳ λευκῷ εἰρίῳ προστίθει. Νεοτόκῳ· ῥόδινον μύρον καὶ κηρὸν ἐν εἰρίῳ προστίθει. Βόλβιον τὸ ἐκ τῶν πυρῶν τρίψας, ἐν οἴνῳ δεύσας, ἐν εἰρίῳ προστίθει. Οἴνου λευκοῦ παλαιοῦ τὴν τρύγα κατακαύσας καὶ καταδεύσας ἐν οἴνῳ λευκῷ καὶ τρίψας, ἐν εἰρίῳ προστίθει. Χαλβάνην καὶ νέτωπον καὶ μίσυ ἐν ῥοδίνῳ μύρῳ ἐν ὀθονίῳ προστίθει. Ἐλατήριον ὡς δύο πόσιας καὶ κηρίον ἐν οἴνῳ ἐν ὀθονίῳ προστίθει. Βούτυρον καὶ στυπτηρίην μέλιτι δεύσας ἐν ὀθονίῳ προστίθει. Ὀπὸν σκαμμωνίης καὶ στέαρ ἐν μάζῃ ξυναναμίξας, οἴνῳ δεύσας, ἐν ὀθονίῳ προστίθει.

[98] Ἢν μὴ θέλῃ κυΐσκεσθαι, μίσυος ὅσον κύαμον διεὶς ὕδατι, δίδου πίνειν, καὶ ἐνιαυτὸν οὐ κυΐσκεται.

[99] Ἢν βούλῃ γυναικὸς ἐμπειρηθῆναι, εἰ ἔστι παιδοῦσα εἴτε μὴ, τῇ ἐρυθρᾷ λίθῳ τοὺς ὀφθαλμοὺς ὑπαλεῖψαι, καὶ ἢν μὲν ἐσέλθῃ τὸ φάρμακον, παιδοῦσα γίνεται· ἢν δὲ μὴ, οὔ.

[100] Ἢν παιδίου ἀφθᾷ τὰ αἰδοῖα, ἀμύγδαλα λεῖα τρίψας καὶ βοὸς μυελὸν, ἐν ὕδατι ἑψῶν, καὶ ἄλητον ἐμβαλὼν μικρὸν, διαχρίειν τὰ αἰδοῖα, καὶ διακλύζειν τῷ ὕδατι τῷ ἀπὸ τῶν μύρτων.

[101] Ἢν παρθένος λιθιήσῃ, τοῦ φύλλου διδόναι τῆς Αἰθιοπικῆς ῥίζης σταθμῷ, ἐν οἴνῳ παλαιῷ διδοὺς ἐπὶ ἡμέρας δέκα, τὸ δὲ λοιπὸν διηθῶν ἐν ὕδατι ἐπὶ εἴκοσιν ἡμέρας, καὶ λούειν δὶς τῆς ἡμέρης πολλῷ καὶ θερμῷ.

[102] Καταπλάσματα· σκόροδον, ἀνδράχνην, σέλινον, λωτοῦ καὶ κέδρου πρίσματα λεῖα ὁμοῦ μίξας, διεὶς μελικρήτῳ, κατάπλασμα ποιέων, κατάπλασσε. Βάτου φύλλα, μυρσίνης φύλλα, ὁμοῦ λεῖα διεὶς μελικρήτῳ, ξυμφυρήσας ἀλφίτοις, κατάπλασσε. Ἀκτῆς φύλλα, μυρσίνης φύλλα, τερμίνθου τὰ ἁπαλώτατα τὸν αὐτὸν τρόπον κατάπλασσε. Λωτοῦ πρίσματα, συκαμίνου φύλλα ὁμοῦ λεῖα μίξας, διεὶς ὕδατι ἀσταφίδος, κατάπλασσε.

[103] Ὑποθυμιήσεις· οἰσύπην αἰγὸς ξηρὰ κόψας, καὶ κριθὰς πεφωσμένας καὶ ἐρηριγμένας, ἐν ἐλαίῳ δεύσας, ὑποθυμία. Ἐλάφου κέρας καὶ ἐλαίας τὰς μήπω ἐχούσας ἔλαιον, ὁμοῦ λεῖα μίξας, θυμία. Ῥοῦν τὴν ἐρυθρὴν καὶ ἄλφιτα πεφωσμένα ἐλαίῳ δεύσας, ὑποθυμία. Ἄλφιτον καὶ βόλβιτον καὶ ἄχυρα ἐλαίῳ δεύσας, ὑποθυμία. Λωτοῦ πρίσματα καὶ ῥοῦ φύλλα καὶ κυπαρίσσου ξηρῆς πρίσματα οἴνῳ δεύσας μέλανι αὐστηρῷ, ὑποθυμιῇν. Χαλβάνην, μάννην, ῥητίνην μύρῳ δεύσας, ὑποθυμιῇν. Αἰγὸς κέρας καὶ κηκίδα καὶ στέαρ ὑὸς κεδρίῃ δεύσας, ὑποθυμία. Ὄνων τὴν ἐπὶ τῷ ποδὶ γῆν ξύσας καὶ ὀνίδας οἴνῳ μέλανι δεύσας, ὑποθυμιῇν.

[104] Κλυσμοί· μυρσίνης φύλλα καὶ δάφνης καὶ κισσοῦ ἐν ὕδατι χλιερῷ κλύζειν. Ῥοῦ φύλλα καὶ ῥοιῆς γλυκείης καὶ βάτου, ἐν μελικρήτῳ ἀφεψῶν, ἀποχέων, κλύζειν. Τῆς ἀκτῆς τὰ φύλλα καὶ τῆς σχίνου ἀφεψῶν ὕδατι, ἀποχέας, ἀκροχλίερον κλύζειν. Μαράθρου ῥίζαν κόψας, ἐν ὕδατι ἀφεψῶν, καὶ κράμβης, ἐπιχέας ἔλαιον, ἔπειτα ἀποχέας, κλύζειν. Οἰνάνθην καὶ κύπερον καὶ ἀσταφίδας ἀφεψῶν ἐν μελικρήτῳ, κλύζειν. Μάλαγμά τι ἐν ὕδατι ζέσας, ἀποχέας τὸ ὕδωρ, ἀκροχλίερον κλύζειν. Κυπαρίσσου πρίσματα καὶ ἀμάρακον ἐν γλυκεῖ κεκρημένῳ ὕδατι ἀφεψῶν, κλύζειν. Ἕρπυλον καὶ λευκοΐου τὴν ῥίζαν ἀφεψῶν ἐν μελικρήτῳ, κλύζειν. Ὑπερικὸν καὶ σχῖνον καὶ κεδρίδας ἐν ὕδατι ἀφεψῶν, ἀκροχλίερον κλύζειν. Κηρίον καὶ βούτυρον καὶ ῥητίνην καὶ χηνὸς ἔλαιον ἐν ὕδατι ἀφεψῶν, κλύζειν.

[105] Πυριήσεις· αἴρας φώξας καὶ καταλέσας, ἕψε ἐν ὀξυκράτῳ ἀκρητεστέρῳ· ὁκόταν δὲ ἑψήσῃς, ἐνδήσας ἐς ὀθόνιον, πυριῇν. Φακοὺς φώξας καὶ περιπτίσας, ποιήσας ἄλευρα χονδρότερα, ὕδατι ἀφεψήσας, ἐνδήσας ἐς ὀθόνιον, προστίθει. Ὀρόβους τὸν αὐτὸν τρόπον ποιέων, πυριῇν· ἀγαθὸν δὲ καὶ ὁ ἐλελίσφακος τὸν αὐτὸν τρόπον γινόμενος. Ἐλελίσφακον καὶ ὑπερικὸν ἀφεψῶν ἐν ὕδατι, ἐν τῷ ἀφεψήματι ἄχυρα κριθῶν ἑψήσας, ἐνδήσας ὀθονίῳ, πυρία. Λωτοῦ πρίσματα καὶ κυπαρίσσου ἀφεψῶν ἐν ἀσταφίδος ἀποβρέγματι, ἐνδήσας ἐς ὀθόνιον, πυρία. Ἐλαίης φύλλα καὶ μυρσίνης καὶ κισσοῦ καὶ δάφνης ἑψῶν ἐν ὕδατι, ἀποχέας τὸ ἀφέψημα, ἕψε ἐν αὐτέῳ ἄχυρα κριθῶν, ἔπειτα ἐνδήσας ἐς ὀθόνιον, πυρία. Κυπαρίσσου πρίσματα καὶ κέδρου καὶ πίτυρα κριθῶν, ὁμοῦ μίξας ἐν ἀποβρέγματι ἀσταφίδος, φυρήσας καὶ ποιήσας ἄρτον, ὀπτήσας, θερμὸν ἐς ῥάκος ἐνδήσας, πυρία. Λευκοΐου τὸν καρπὸν ἢ τὰς ῥίζας ἀφεψήσας ὕδατι, καὶ τῷ ὕδατι φυρήσας πίτυρα πυρῶν, ἄρτον ποιήσας, θερμὸν ἐς ῥάκος ἐνειλίξας, πυρία. Τὸν ἕρπυλον ἐν ὕδατι ἀφεψήσας, τῷ ἀφεψήματι πίτυρα πύρινα ἐμβαλὼν, τὸν αὐτὸν τρόπον πυρία. Πυριῇν δὲ καὶ σπόγγον θερμαίνων καὶ προστιθεὶς, καὶ εἰρίοισι μαλθακοῖσι, καὶ ῥάκεσιν ἐρίοισι, καὶ ὀστρακίνοισιν ἀγγείοισιν ὕδωρ ἐπιχέων, καὶ θυλακίοισι τὸν αὐτὸν τρόπον, καὶ τῶν ἀφεψημάτων ἐγχέων, πυριῇν.

[106] Καθαρτήριον· ἢν γυναῖκα μὴ δυναμένην τεκεῖν, κυῆσαι θέλῃς ποιῆσαι, σκέψασθαι χρὴ ἐν τοῖσι καταμηνίοισιν, ἤν τε χολώδης, ἤν τε φλεγματώδης ᾖ. Γνώσῃ δὲ τῷδε· πρότερον ψάμμον ἐμβαλὼν ἐς τὸν ἥλιον λεπτὴν, ξηρὴν, ὁκόταν τὰ καταμήνια γένηται, ἐν τῷ ἡλίῳ, ἀποχέας τοῦ αἵματος, ἔα ξηρανθῆναι· καὶ ἢν μὲν χολώδης ᾖ, ἐπὶ τῇ ψάμμῳ ξηραινόμενον τὸ αἷμα χλωρὸν γίνεται· ἢν δὲ φλεγματώδης, οἷον μύξα. Τουτέων οὖν ὁκότερον ἂν ᾖ, καθήρας τὴν κοιλίην, ἤν τε ἄνω ἤν τε κάτω δοκέῃ σοι δεῖσθαι, εἶτα διαλιπὼν ἡμέρας ὀλίγας, τὰς ὑστέρας καθαίρειν.

[107] Ὑστερέων πυρίαι· ἢν σκληραὶ ἔωσιν αἱ ὑστέραι καὶ μὴ κυΐσκηται, οἶνον ὡς ἥδιστον ἴσον κεράσας, ὡσεὶ τρία ἡμίχοα Ἀττικὰ, καὶ μαράθρου ῥίζας, καὶ τοῦ καρποῦ τοῦ μαράθρου τετάρτην μοίρην, καὶ ῥοδίνου ἀλείμματος ἡμικοτύλιον· ταῦτα ἐγχέας ἐς ἐχῖνον καινὸν, καὶ τὸν οἶνον ἐπιχέας, τοῦ δὲ ἐχίνου τρυπῆσαι τὸ ἐπίθεμα, καὶ ἐνθέντα κάλαμον πυριῇν· τὸν δὲ κάλαμον σὺν τῷ ἐπιθέματι ἀφαιρέεσθαι· ἢν γὰρ ἄνευ τοῦ ἐπιθέματος ἀφαιρέηται, καυθήσεται. Ἐπὴν δὲ πυριήσηται, τὴν σκίλλην προστίθεσθαι, ὡς κάτω γέγραπται· προστίθεσθαι δὲ ἔστ᾿ ἂν φῇ μαλακὸν εἶναι τὸ στόμα καὶ εὐρύ.

[108] Καὶ ἢν ἑλκωθῇ καὶ φλύκταιναι ὦσιν ἐν τῇ καθάρσει, ἢν μὲν ἄκρα τὰ χείλεα ἑλκωθῇ, ἄνισον καὶ χήνειον ἔλαιον ἐν ῥοδίνῳ ἐλαίῳ τρίψας, ἐς εἰρίον ἐνειλίξας, σάρκα βοὸς λαβὼν παχυτέρην τοῦ μεγάλου δακτύλου τοῦ ποδὸς, μῆκος δὲ ἓξ δακτύλων, χρίσας τῷ φαρμάκῳ, περιελίξας τῷ εἰρίῳ, τὸ φάρμακον ἀνασπογγίσας, τὸ ἔσχατον τῆς σαρκὸς, ὃ μέλλει ἔξω εἶναι, λίνῳ δήσας, ἔνθες τὸ ψιλὸν τῆς σαρκὸς ἐς τὰς μήτρας, οὗ ἂν τὸ ἕλκος ᾖ.

[109] Γυναικεῖα καθαρτήρια· ἢν μὴ πορεύηται ἡ κάθαρσις, λαβὼν σικύης ἐντεριώνην ὅσον τριώβολον καὶ ἀρτεμισίην ποίην καὶ λιβανωτοῦ ὀβολὸν, τρίψας, ἐν μέλιτι μίξας, ἐς εἰρίον ἐνελίξας, πρόσθες πρὸς τὸ στόμα τῆς μήτρης, τῆς ἡμέρης πεντάκις τοῦτο ποιῶν. Τὸ ἀμπέλιον τρίβων χλωρὸν ἐν μέλιτι, καὶ ἐς εἰρίον ἐνελίξας, προστιθέναι τὸν αὐτὸν τρόπον. Τῆς κυπαρίσσου τὸν καρπὸν καὶ σικυώνης ἐντεριώνην καὶ λιβανωτὸν τρίψας ἐν τῷ αὐτῷ, ῥοδίνῳ μύρῳ διεὶς καὶ μέλιτι, ἐνελίξας ἐν εἰρίῳ, πρόσθες τὸν αὐτὸν τρόπον. Τῆς κυπαρίσσου τὸν καρπὸν καὶ λιβανωτὸν τρίψας ἐν τῷ αὐτῷ, ῥοδίνῳ μύρῳ διεὶς καὶ μέλιτι, ἐνελίξας ἐν εἰρίῳ, πρόσθες. Ἀβρότονον ὅσον τριώβολον τρίψας ἐν μέλιτι, ἐς εἰρίον ἐνελίξας, προστίθει. Ἐλατηρίου ὀβολὸν καὶ σμύρνης ὀβολὸν τρίψας, καὶ μέλιτι ἐς εἰρίον ἐνελίξας, προστίθει. Ἢν γυνὴ μὴ κυΐσκηται, καθαρτήριον· ταύρου οὖρον ξυλλέξαι ὅσον τρεῖς κοτύλας, ἔπειτα λαβὼν ἀρτεμισίην ποίην ἢ παρθένιον ἢ ἀδίαντον καὶ δάφνην χλωρὴν καὶ κέδρου πρίσματα, κόψον λεῖα ἐν ὅλμῳ, εἶτα ὀρύξας βόθρον, ἐγκαύσας τε ἄνθρακας, καὶ ἐπιθεὶς χύτραν, ἔγχεον τὸ οὖρον τοῦ ταύρου, καὶ ἔμβαλε τὰ κεκομμένα ἐν τῷ ὅλμῳ· ἔπειτα περιθεὶς δίφρον, ἐπίθες τῆς ἀρτεμισίης ποίης, ἢ ὕσσωπον, ἢ ὀρίγανον· εἶτα ἐπικαθίσας τὴν γυναῖκα, πυρίησον ἕως ἂν ἱδρώσῃ· ὅταν δὲ ἱδρώσῃ, λοῦσαι θερμῷ· ἐς δὲ τὸ λουτρὸν ἐμβαλεῖν τὴν ἀρτεμισίην καὶ δάφνην· εἶτα πρόσθετον ποιῆσαι ἢ ἀρτεμισίην, ἢ βόλβιον ἐν οἴνῳ λευκῷ τρίψας, εἰρίῳ ἐνειλίξας, προστιθέτω· ταῦτα ποιέειν ἐφ᾿ ἡμέρας τρεῖς· εἶτα κοιμάσθω παρὰ ἀνδρί. Προσθετὸν κυητήριον· ἐκ νίτρου καὶ λιβανωτοῦ βάλανον ποιήσας ἐν μέλιτι πρόσθες. Προσθετὸν καθαρτήριον μαλθακτικόν· ἰσχάδα λαβὼν, ἑψήσας, ἕως ἂν τὰς κεγχραμίδας ἀποβάλῃ, τοῦτο ἀποπιέσας, τρίψας ὡς λειότατον, προσθέσθω ἐν εἰρίῳ καὶ ῥοδίνῳ μύρῳ. Ἕτερον δριμύτερον· κράμβης, πηγάνου, ἑκάτερον ἴσον τρίψας, χρῶ τὸν αὐτὸν τρόπον. Ἕτερον προσθετὸν μαλθακόν τε καὶ καθαρτήριον· χηνὸς μυελὸν ἢ βοὸς ἢ ἐλάφου, ὅσον κύαμον, παραχέοντα μύρου ῥοδίνου καὶ γάλα γυναικὸς, τρίβειν ὥσπερ τὸ μαλθακὸν φάρμακον τρίβεται· εἶτα ὑπαλείφειν ἐκ τούτου τὸ στόμα τῆς μήτρης. Ἕτερον χλιερὸν καθαρτήριον· χηνὸς μυελὸν ὅσον κάρυον, ῥητίνης σχινίνης ἢ τερεβινθίνης ὅσον κάρυον, ταῦτα τήξας ἐν μύρῳ ῥοδίνῳ ἐπὶ πυρὸς μαλθακοῦ, καὶ ποιήσας ὥσπερ κηρωτὴν, εἶτα τουτέῳ χλιερῷ ἐναλείφειν τὸ στόμα τῆς μήτρης, καὶ τὸν κτένα καταβρέχειν. Γλυκυσίδης κόκκους τοὺς ἐρυθροὺς τρεῖς ἢ τέσσαρας, τουτέους τρίβοντα ἐν οἴνῳ, δοῦναι πιεῖν· ἢν δὲ μᾶλλον κατασπάσαι θέλῃς, τῶν μελάνων κόκκων τῆς γλυκυσίδης τρίψας τὸν αὐτὸν τρόπον, δὸς πιεῖν. Ἕτερον καθαρτήριον καὶ κατασπαστικόν· δαφνίδας εἴκοσι τὰς πλείστας καὶ σεσέλιος ἥμισυ ὀξυβάφου τρίψας μετὰ οἴνου πινέτω. Ταύρου χολὴν ὅσον τρία ἡμιωβόλια Ἀττικὰ τρίψας, ἐν οἴνῳ δοῦναι πιεῖν νήστει, καὶ περιπλάσσων καταπότια δίδου. Ἄλευρον σιτάνιον, σμύρνης ὅσον τριώβολον, κρόκου τὸ ἴσον, καστορίου ὀβολὸν, ταῦτα τρίψας ἐν μύρῳ ῥοδίνῳ, προστιθέσθω. Ἕτερον καθαρτήριον· κνίδης καρπὸν καὶ μαλάχης χυλὸν ἐν στέατι χηνὸς τρίψαντα προσθεῖναι. Ἢν μὴ καθαρθῇ, τῆς πάλης τοῦ ἐκτόμου ὅσον τοῖς τρισὶ δακτύλοις ἑψήσας μέλιτι, ἐγχέαι, καὶ συμπλάσαι τὴν πάλην, καὶ δοῦναι πιεῖν. Ὑστέρης ἀναστομωτήριον τὸ αὐτὸ καὶ καθαρτικόν· κανθαρίδας τρῖβε πέντε, ὄξος λευκὸν παραχέων, καὶ μὴ ὑγρὸν πάνυ ποίει, ἀλλ᾿ ὡς ἐκμάσσεσθαι δάκτυλον· λαβὼν δὲ σύκου λευκοῦ πίονος, ἄνευ τῶν κεγχραμίδων καὶ τοῦ δέρματος, διπλάσιον ξυμμίξας μέρος τῆς κανθαρίδος, λεῖον ποιήσας, εἰρίῳ λεπτῷ καθελίξας, προσθέσθω. Καθαρτήριον· ἢν ἐκ τόκου μὴ καθαρθῇ, τοῦ τριφύλλου ἐν οἴνῳ λευκῷ πίνειν· τοῦτο δὲ καὶ τὰ καταμήνια καταῤῥήγνυσι καὶ ἔμβρυον ἐκβάλλει. Μητρέων καθαρτήριον· ὁκόταν παιδίου ἐναποθανόντος αἷμα ἐμμείνῃ, κολοκύνθην ἀγρίην τρίψας ἐν μέλιτι, λειχέτω ἢ προστιθέσθω. Αἵματος καθαρτικὸν, αἷμα ἐξελάσαι ἐκ μητρέων· λευκοΐου καρπὸν τρίβων λεῖον, οἴνῳ διεὶς, διδόναι πίνειν. Αἷμα ὡσαύτως ἐξελάσεις ἐκ μητρέων· ῥοῦ τὸν καρπὸν, ὁκόταν ἐρυθρὸς ᾖ, τρίβων κόκκους τριήκοντα χλωροὺς καὶ κυνὸς ῥόδα ἐρυθρὰ, περιλέγων τὸ ἐρυθρὸν, διδόναι πίνειν ἐν οἴνῳ, ἔστ᾿ ἂν τὸ αἷμα ῥαγῇ. Προσθετὸν καθαρτήριον· ἢν τὰ γυναικεῖα μὴ φαίνηται, στύρακα καὶ ὀρίγανον τρίψας λεῖα καὶ ξυμμίξας, ἐπίχεον χηνὸς ἔλαιον, ἔπειτα προστιθέσθω. Προσθετὸν καθαρτικὸν, ὥστε μήτρας ἐκκαθαίρειν καὶ κενοῦν· ἀψινθίου ῥίζαν τρίψας λείην, καὶ περιμίξας μέλι, προσθεῖναι σὺν ἐλαίῳ. Προσθετὰ ὑστερέων καθαρτικὰ, ἀναστομωτήρια, καὶ ὕδωρ ἄγοντα· σκίλλης ὅσον ἑξαδάκτυλον τὸ μῆκος, πάχος δὲ ὡς ὁ μικρὸς δάκτυλος, τουτέου περιξύσας ὅσον δύο δακτύλους, λεῖον ποιήσας, καθελίξας τὸ λοιπὸν ἐν εἰρίῳ ῥυπαρῷ, καὶ τὸ μὲν ἀπεξεσμένον πρὸς τὸ στόμα τῶν ὑστερέων ἐῇν προσκεῖσθαι ἡμέρην καὶ εὐφρόνην· λουσαμένη δὲ καὶ ἀφαιρεομένη, διανιζέσθω ὕδατι εὐώδει. Καθαρτικὸν μαλθακὸν, ὅπερ ὕδωρ ἄγει καὶ φλέγματα, χλωρά τε καὶ ὕφαιμα καταμήνια κατασπᾷ, ἢν μὴ πολυχρόνια ᾖ, καὶ τὸ στόμα μαλθάσσει· μύρον ναρκίσσινον, κύμινον ὃ ἐσθίομεν, σμύρναν τε καὶ λιβανωτὸν, ἀψίνθιον, κυπάρισσον, ἅλας, ῥόδινον ἄλειφα, τῶν μὲν ἄλλων χοῦν ἑκάστων, τοῦ δὲ ναρκισσίνου τέσσαρας μοίρας, ἐπικτένιον ὠμόλινον ξυμμίξας, ἅπαντα τρίψας, ποιήσας βάλανον, περὶ τῷ πτερῷ ῥάκος λεπτὸν περιθεὶς, καταδῆσαι καὶ ἐμβάψαι ἐς ἄλειφα λευκὸν Αἰγύπτιον, προσθεῖναι, καὶ ἐῇν ὅλην ἡμέρην προσκεῖσθαι· εἶτα λουσαμένη καὶ ἀφαιρευμένη διανιζέσθω ἐν ὕδατι εὐώδει.


Περὶ Ἑπταμήνου

ΠΕΡΙ ΕΠΤΑΜΗΝΟΥ.

[1] Οἱ δὲ ἑπτάμηνοι γίνονται ἐκ τῶν ἑκατὸν ἡμερέων καὶ ὀγδοήκοντα καὶ δύο καὶ προσεόντος μορίου· ἢν γὰρ τοῦ πρώτου λογίσῃ μηνὸς πεντεκαίδεκα ἡμέρας, τῶν δὲ πέντε μηνῶν ἑκατὸν καὶ τεσσαράκοντα καὶ ἑπτὰ καὶ ἥμισυ ἡμέρης, ἐν γὰρ ἑξήκοντα μιῆς δεούσῃσιν ἡμέρῃσιν ἐγγύτατα δύο μῆνες ἐκτελεῦνται, οὕτως οὖν τουτέων ἐόντων ἐς τὸν ἕβδομον μῆνα περιγίνονται ἡμέραι πλεῖον ἢ εἴκοσιν, ἐς ἥμισυ τοῦ ἐνιαυτοῦ τῆς ἡμέρης μέρεος τῷ μέρει ποσοῦ γινομένου. Ὁκόταν οὖν ἐς τὴν ἀρχὴν τῆς τελειώσιος ἔλθῃ ταύτην, ἁδρυνομένου τοῦ ἐμβρύου καὶ τὴν ἰσχὺν πουλὺ ἐπιδιδόντος ἐν τῇ τελειώσει μᾶλλον ἢ ἐν τοῖσιν ἄλλοισι χρόνοισιν, οἱ ὑμένες ἐν οἷσι τὴν ἀρχὴν ἐτράφη, ὥσπερ τῶν ἀσταχύων, ἐξεχάλασαν πρόσθεν ἀναγκαζόμενοι ἢ τελείως ἐξαδρυνθῆναι τὸν καρπόν· τὰ οὖν ἰσχυρότατα καὶ ἁδρότατα τῶν ἐμβρύων βιησάμενα καὶ διαῤῥήξαντα τοὺς ὑμένας ἠνάγκασε τὸν τόκον γενέσθαι.

[2] Καὶ τὰ μὲν πλεῖστα τουτέων ἀπώλλοντο· μικρὰ γὰρ ὄντα τῇ μεταβολῇ μέζονι χρέονται τῶν ἄλλων· καὶ τὴν τεσσαρακονθήμερον κακοπαθείην ἀναγκάζονται κακοπαθεῖν, ἐξελθόντα ἐκ τῆς μήτρης· καὶ τῶν δεκαμήνων πολλὰ ἀποκτείνει. Ἔστι δὲ ἃ τούτων τῶν ἑπταμήνων καὶ περιγίνονται, ἐκ πολλῶν ὀλίγα, ὅτι ὁ λόγος καὶ ὁ χρόνος, ἐς ὃν ἐτράφη ἐν τῇ μήτρῃ, κατέστησέ πως μετέχειν πάντων ὧν περ καὶ τὰ τελεώτατα μετέχει καὶ μάλιστα περιγινόμενα, καὶ ἐξήλλαξε τῆς μητρὸς πρόσθεν ἢ νοσῆσαι τὰ ἐν τῷ ὀγδόῳ μηνὶ νενοσευμένα· τουτέοισι γὰρ τοῖσι πόνοισιν ἢν ἐπιγίνηται, ὥστ᾿ εἰς τοὐμφανὲς ἐλθεῖν τὸ παιδίον, ἀδύνατον περιγενέσθαι διὰ τὰς πάθας τὰς προειρημένας, ἃς ἐγώ φημι τοὺς ὀκταμήνους ἀποκτείνειν, πολλοὺς δὲ καὶ τῶν δεκαμήνων.

[3] Τὰ δὲ πολλὰ τῶν ἐμβρύων τῶν ἐν ταύτῃ τῇ ἡλικίῃ τῇ ἑπταμήνῳ, ὅταν οἱ ὑμένες χαλάσωσι, μετεχώρησαν ἐς τὸ ὑπεῖξαν, καὶ ἐνταῦθα τὴν τροφὴν ποιέεται· τὰς μὲν τεσσαράκοντα ἡμέρας τὰς πρώτας πονεῦντα τὰ μὲν μᾶλλον, τὰ δὲ ἧσσον, διὰ τὴν μεταβολὴν ἣν ἐκ τῶν χωρίων τῶν θρεψάντων μετεβάλετο, καὶ ὅτι τὸν ὀμφαλὸν ἔσπασε καὶ μετεχώρησε, καὶ διὰ τῆς μητρὸς τοὺς πόνους. Οἱ γὰρ ὑμένες τεινόμενοι καὶ ὁ ὀμφαλὸς σπασθεὶς ὀδύνας ποιέει τῇ μητρί· καὶ τὸ ἔμβρυον ἐκ τοῦ παλαιοῦ συνδέσμου ἐκλυθὲν βαρύτερον γίνεται· πολλαὶ δὲ τῶν γυναικῶν καὶ ἐπιπυρεταίνουσι τουτέων γινομένων, αἱ δὲ καὶ ἀπόλλυνται σὺν τοῖσιν ἐμβρύοισιν. Χρῶνται δὲ πᾶσαι ἑνὶ λόγῳ περὶ τουτέου· φασὶ γὰρ τοὺς ὀγδόους τῶν μηνῶν καὶ χαλεπώτατα φέρειν τὰς γαστέρας, ὀρθῶς λέγουσαι. Ἔστι δὲ ὄγδοος μὴν οὐ μόνον ὁ χρόνος οὗτος, ἀλλ᾿ εἰ καὶ ἡμέρας λάβοι ἀπό τε τοῦ ἑβδόμου μηνὸς καὶ τοῦ ἐννάτου. Ἀλλὰ τὰς ἡμέρας οὐχ ὁμοίως οὔτε λέγουσιν οὔτε γινώσκουσιν αἱ γυναῖκες· πλανῶνται γὰρ διὰ τὸ κατὰ ταὐτὸ μὴ γίνεσθαι, ἀλλ᾿ ὁτὲ μὲν ἀπὸ τοῦ ἑβδόμου μηνὸς πλέονας ἡμέρας προσγενέσθαι ἐς τὰς τεσσαράκοντα, ὁτὲ δὲ ἀπὸ τοῦ ἐννάτου· ὧδε γὰρ ἀνάγκη γίνεσθαι, ὅκως ἂν τύχῃ ἡ γυνὴ ἐν γαστρὶ λαβοῦσα, τοῦ μηνός τε καὶ τοῦ χρόνου. Ὁ δὲ δὴ ὄγδοος ἀναμφισβήτητός ἐστι, κατὰ τοῦτον γὰρ γίνεται, ὥστε δυσκρίτως ἔχειν, καὶ ἓν δὲ μέρος ἐν τοῖς δέκα μησὶν ὁ μήν ἐστιν, ὥστε τοῦτον εὐμέριστον εἶναι.

[4] Χρὴ δὲ οὐκ ἀπιστέειν τῇσι γυναιξὶ περὶ τῶν τόκων· λέγουσι γὰρ πάντα καὶ αἰεὶ λέγουσι καὶ αἰεὶ ἐρέουσιν· οὐ γὰρ ἂν πεισθείησαν οὔτ᾿ ἔργῳ οὔτε λόγῳ, ἀλλ᾿ ὅτι γνῶναι τὸ ἐν τοῖσι σώμασιν αὐτέων γινόμενον. Τὰς δὲ βουλομένας ἄλλο λέγειν ἔξεστιν, αἱ δὲ κρίνουσαι καὶ τὰ νικητήρια διδοῦσαι περὶ τουτέου τοῦ λόγου, αἰεὶ ἐρέουσι καὶ φήσουσι τίκτειν καὶ ἑπτάμηνα καὶ ὀκτάμηνα καὶ ἐννεάμηνα καὶ δεκάμηνα, καὶ τουτέων τὰ ὀκτάμηνα οὐ περιγενέσθαι. Φήσουσι δὲ καὶ τοὺς τρωσμοὺς πλείστους ἐν τῇ πρώτῃ τεσσαρακοντάδι γίνεσθαι, καὶ τἄλλα τὰ καταγεγραμμένα ἐν τῇσι τεσσαρακοντάσι καὶ ἐν τοῖσι μησὶν ἑκάστοισιν· ὅταν δὲ τῷ ἑβδόμῳ μηνὶ περιῤῥαγέωσιν οἱ ὑμένες καὶ τὸ ἔμβρυον μεταχωρήσῃ, ὑπέλαβον οἱ πόνοι οἱ περὶ τὸν μῆνα τὸν ὄγδοον γενεαλογούμενοι καὶ περὶ τὴν ἕκτην τεσσαρακοντάδα· τουτέου δὲ τοῦ χρόνου παρελθόντος, ὅσῃσι μέλλει εὖ εἶναι, αἱ φλεγμοναὶ ἐλύθησαν καὶ τοῦ ἐμβρύου καὶ τῆς μητρὸς, ἥ τε γαστὴρ ἐμαλάχθη, καὶ ὁ ὄγκος ὑποκατέβη ἀπὸ τῶν ὑποχονδρίων καὶ τῶν κενεώνων ἐς τὰ κάτω χωρία ἐς εὐτρεπῆ τὴν ἐπὶ τοὺς τόκους τροπήν. Καὶ τὴν ἑβδόμην τεσσαρακοντάδα ἐνταῦθ᾿ ἐστὶ τὸ πλεῖστον τοῦ χρόνου τὰ ἔμβρυα· τὰ γὰρ χωρία αὐτέοις μαλθακὰ, καὶ αἱ μετακινήσιες αὐτέοισιν εὐπετέστεραι γίνονται καὶ πυκνότεραι· καὶ διὰ ταῦτα κατέστη πρὸς τὸν τόκον εὐλυτώτερα. Καὶ τεσσαράκοντα ταύτας αἱ γυναῖκες φέρουσι τὰς τελευταίας ἡμέρας εὐπετέστερον τὰς γαστέρας, ἔστ᾿ ἂν ὁρμήσῃ τὸ ἔμβρυον στρέφεσθαι· μετὰ δὲ ταῦτα αἵ τε ὠδῖνες εἰσὶ καὶ οἱ πόνοι ἐπίκεινται, ἔστ᾿ ἂν ἐλευθερωθῇ τοῦ τε παιδίου καὶ τοῦ ὑστέρου.

[5] Ὅσαι δὲ τῶν γυναικῶν ἔτεκον πολλὰ παιδία καί τι αὐτέων ἐξεγένετο χωλὸν ἢ τυφλὸν ἢ ἄλλο τι κακὸν ἔχον, φήσουσιν ἐπὶ τουτέου τοῦ παιδίου τὸν ὄγδοον μῆνα χαλεπώτερον διαγαγεῖν ἢ ἐφ᾿ ὧν ἔτεκον οὐδὲν κακὸν ἐχόντων· τὸ γὰρ ἔμβρυον τὸ πηρωθὲν ἐν τῷ ὀγδόῳ μηνὶ ἰσχυρῶς ἐνόσησεν, ὥστε καὶ ἀπόστασιν ἐποίησεν ἡ νοῦσος, ὡς καὶ τοῖσιν ἀνδράσιν αἱ ἰσχυραὶ νοῦσοι ἐποίησαν. Ὅσα δ᾿ ἂν τῶν ἐμβρύων ἐν ἄλλῳ χρόνῳ ἰσχυρῶς νοσήσῃ, ἀπόλλυται πρόσθεν ἢ αὐτέῳ ἀπόστασιν γενέσθαι· ὅσα δ᾿ ἂν τῶν ὀκταμήνων ἐμβρύων μὴ σφόδρα νοσήσῃ, ἀλλὰ κατὰ φύσιν ἐκ τῆς μεθόδου κακοπαθήσῃ, τὰς μὲν τεσσαράκοντα ἡμέρας διετέλεσεν ἀσθενέοντα τὸ πλεῖστον ἐν τῇ μήτρῃ διὰ τὰς ἀνάγκας τὰς προειρημένας, ἐγένετο δὲ ὑγιαίνοντα. Ὅ τι δ᾿ ἂν γένηται ἐν τῇσι τεσσαράκοντα ἡμέρῃσι ταύτῃσιν, ἀδύνατον περιγενέσθαι· νοσέοντι γὰρ αὐτέῳ ἔτι ἐν τῇ μήτρῃ ἐπιγίνονται αἱ μεταβολαὶ καὶ αἱ κακοπάθειαι αἱ μετὰ τὸν τόκον.

[6] Ὅ τι δ᾿ ἂν ἀπονοσῆσαν ἐν τῇ μήτρῃ ἐς τὸν ἔννατον μῆνα ἔλθῃ καὶ ἐν τουτέῳ τῷ μηνὶ γένηται, περιγίνεται· περιγίνεται μὲν οὐκ ἔλασσον ἢ τὰ ἑπτάμηνα, ὀλίγα δὲ καὶ τουτέων ἐκτρέφεται· οὔτε γὰρ τὴν παχύτητα ἴσχει ἥνπερ τὰ τελεώτατα ἔχουσιν, οὔτε οἱ πόνοι οἱ ἐν τῇ μήτρῃ οὐ πάλαι πεπονημένοι εἰσὶν αὐτέοισιν, ὥστε λεπτὸν γενέσθαι.

[7] Σωθείη δ᾿ ἂν μάλιστα εἰ τοῦ ἐννάτου μηνὸς γένοιτο ἐν ἐξόδῳ· ἰσχυρότερόν τε γὰρ γένοιτο καὶ πλεῖστον ἀπέχον τῶν νούσων τῶν τοῖσιν ὀκταμήνοισι γενομένων. Καὶ γὰρ τὰ ἐν ἑπτὰ τεσσαρακοντάσι τικτόμενα, τὰ δεκάμηνα καλεόμενα, διὰ ταῦτα μάλιστα ἐκτρέφεται, ὅτι ἰσχυρότατά ἐστι καὶ πλεῖστον ἀπέχει τῶν γονίμων παιδίων τοῦ χρόνου ἐν ᾧ ἐκακοπάθησε τὰς τεσσαράκοντα ἡμέρας τὰς νοσουμένας περὶ τὸν μῆνα τὸν ὄγδοον.

[8] Σαφηνίζει δὲ περὶ τῶν νοσημάτων καὶ παθημάτων τῶν τοῖσιν ὀκταμήνοισι γινομένων καὶ τὰ ἐννεάμηνα λεπτὰ τικτόμενα κατὰ τὸ πλῆθος τοῦ χρόνου οὗ γέγονε καὶ τὸ μέγεθος τοῦ σώματος, ἐκ νούσων κακοπαθείης ἀφιγμένης, οὐχ ὥσπερ τὰ ἑπτάμηνα τίκτεται σεσαρκωμένα καὶ τὸ πάχος ἔχοντα εὐτραφέως, ἄνοσα διατετελεκότα ὃν χρόνον ἐν τῇ μήτρῃ διεφέρετο.

[9] Τῇσι δὲ γυναιξὶν αἱ συλλήψιες τῶν ἐμβρύων καὶ οἱ τρωσμοί τε καὶ οἱ τόκοι κρίνονται ἐν οἷσί περ αἵ τε νοῦσοι καὶ αἱ ὑγίειαι καὶ οἱ θάνατοι τοῖσι σύμπασιν ἀνθρώποισιν. Ταῦτα γὰρ πάντα τὰ μὲν καθ᾿ ἡμέρας, τὰ δὲ κατὰ μῆνας ἐπισημαίνει, τὰ δὲ κατὰ τεσσαρακοντάδας ἡμερέων, τὰ δὲ κατ᾿ ἐνιαυτόν· ἐν πᾶσι γὰρ τοῖς χρόνοισι τουτέοισιν ἔνεστι πρὸς ἕκαστον πολλὰ μὲν ξυμφέροντα, πολλὰ δὲ πολέμια· ἐκ μὲν οὖν τῶν συμφερόντων αἵ τε ὑγίειαι γίνονται καὶ αἱ αὐξήσιες· ἐκ δὲ τῶν ἐναντίων αἵ τε νοῦσοι καὶ οἱ θάνατοι. Αἱ μὲν οὖν ἡμέραι ἐπιστημόταταί εἰσιν ἐν τοῖσι πλείστοισιν αἵ τε πρῶται καὶ αἱ ἕβδομαι, πολλαὶ μὲν περὶ νούσων, πολλαὶ δὲ καὶ τοῖσιν ἐμβρύοισιν· τρωσμοί τε γὰρ γίνονται καὶ οἱ πλεῖστοι ταύτῃσι τῇσιν ἡμέρῃσιν· ὀνομάζεται δὲ τὰ τηλικαῦτα ἐκρύσιες, ἀλλ᾿ οὐ τρωσμοί· αἱ δὲ ἄλλαι ἡμέραι ὅσαι ἐντὸς τῶν τεσσαράκοντα, ἐπίσημοι μὲν ἧσσον, πολλαὶ δὲ κρίνουσιν. Ἐν δὲ τοῖσι μησὶ ταῦτά τε καὶ ἐν τῇσιν ἡμέρῃσι γινόμενα ἔνεστι κατὰ λόγον. Καὶ τὰ καταμήνια τῇσι γυναιξὶ τῇσιν ὑγιαινούσῃσι φαίνεται καθ᾿ ἕκαστον τῶν μηνῶν, ὡς ἔχοντος τοῦ μηνὸς ἰδίην δύναμιν ἐν τοῖσι σώμασιν. Ἐξ ὧν δὴ καὶ οἱ ἕβδομοι μῆνες τῇσιν ἐν γαστρὶ ἐχούσῃσι τὰ ἔμβρυα ἐς τὴν ἀρχὴν καθιστᾶσι τῆς τελειώσιος, τοῖσι δὲ παιδίοισιν ἑπταμήνοισιν ἐοῦσι καὶ ἄλλα διαφέροντα γίνονται ἐν τοῖσι σώμασι· καὶ οἱ ὀδόντες φαίνεσθαι ἄρχονται ἐν τουτέῳ τῷ χρόνῳ. Ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ κρισίμων, ἤν περ ἴσως καὶ τοῖσδέ τις συγχρέοιτο, ὁκοῖα ἔλεξα ἱστορίης τε ἕνεκα εἰρήσω· σκοπεῖν γὰρ χρὴ τὸν μέλλοντα ἰητρὸν ὀρθῶς στοχάζεσθαι τῆς τῶν καμνόντων σωτηρίης, θεωροῦντα μὲν περίττας πάσας, τῶν δὲ ἀρτίων τὴν τεσσαρεσκαιδεκάτην καὶ τὴν ὀγδόην εἰκοστὴν καὶ τεσσαρακοστὴν καὶ δευτέρην. Οὗτος γὰρ ὁ ὅρος τίθεται τῷ τῆς ἁρμονίης λόγῳ πρός τινων καὶ ὁ ἀρτιφυής τε καὶ τέλειος ἀριθμός· δι᾿ ἣν δὲ αἰτίην, μακρότερον ἂν εἴη ἐπὶ τοῦ παρόντος διεξελθεῖν· θεωρεῖν δὲ χρὴ οὕτως τριάσι τε καὶ τετράσι· ταῖς μὲν τριάσι συνημμέναις ἁπάσαις, ταῖς δὲ τετράσι δύο μὲν παρὰ δύο συνημμέναις, δύο δὲ παρὰ δύο συνεζευγμέναις. Αἱ δὲ τεσσαρακοντάδες πρῶτον μὲν κρίνουσιν ἐπὶ τῶν ἐμβρύων· ὅ τι δ᾿ ἂν ὑπερβάλλῃ τὰς τεσσαράκοντα ἡμέρας τὰς πρώτας, ἐκφεύγει τοὺς τρωσμοὺς ἐπὶ παντὸς γινομένους· πλέονες δὲ γίνονται ἐν τῇ πρώτῃ τεσσαρακοντάδι τρωσμοὶ ἢ ἐν ταῖς ἄλλαις ἐούσαις. Τοῦδε τοῦ χρόνου παρελθόντος ἰσχυρότερά ἐστι τὰ ἔμβρυα, καὶ διακρίνεται καθ᾿ ἕκαστα τῶν μελέων τὸ σῶμα· καὶ τῶν μὲν ἀρσένων σφόδρα διάδηλα γίνεται πάντα· τὰ δὲ θήλεα, ἐς τοῦτον τὸν χρόνον σάρκες φαίνονται ἀποφύσιας μοῦνον ἔχουσαι· πλείονα γὰρ χρόνον τὰ ὅμοια ἐν τῷ ὁμοίῳ ὅμοιόν ἐστι, καὶ κρίνεται βραδύτερον, διὰ τὴν συνήθειάν τε καὶ φιλότητα· καίτοι τά γε ἄλλα, ὅταν χωρισθῶσιν τῆς μητρὸς αἱ θυγατέρες, τῶν κούρων θᾶσσον ἡβῶσι καὶ φρονέουσι καὶ γηράσκουσι διὰ τὴν ἀσθενείην τε τῶν σωμάτων καὶ τὴν δίαιταν. Ἄλλη δὴ τεσσαρακοντὰς, ἐν ᾗ περὶ τὸν ὄγδοον μῆνα τὰ ἔμβρυα ἐν τῇ μήτρῃ νοσέει, περὶ ὧν ὁ λόγος λέγεται ὧδε σύμπας. Τρίτη δὲ ἐν ᾗ τὰ παιδία ὅταν γένηται καὶ κακοπαθήσαντα, ἢν περιφύγῃ τὰς τεσσαράκοντα ἡμέρας, ἐφάνη ἰσχύοντα δῆτα μᾶλλον καὶ φρονέοντα· καὶ γὰρ τὰς αὐγὰς ὁρᾷ σαφέστερον, καὶ τὸν ψόφον ἀκούει πρόσθεν μὴ δυνάμενα, ὡς ἐπίδοσιν ἔχοντος τοῦ χρόνου τούτου κατὰ τὰ ἄλλα καὶ κατὰ τὴν φρόνησιν τὴν διὰ τοῦ σώματος. Τὸ μὲν γὰρ ἴδιον φρόνημα δῆλόν ἐστιν ἐνὸν ἐν τῷ σώματι ἔν γε τῇ πρώτῃ ἡμέρῃ· ἔν τε γὰρ τοῖς ὕπνοισιν ἐοῦσιν, εὐθέως ἐπὴν γένωνται, γελῶντα φαίνεται τὰ παιδία καὶ κλαίοντα· ἐγρηγορότα τε αὐτόματα εὐθέως γελᾷ τε καὶ κλαίει πρόσθεν ἢ τεσσαράκοντα ἡμέραι γενοίατο· οὐδὲ γελᾷ ψαυόμενά τε καὶ ἐρεθιζόμενα πρόσθεν ἢ αὐτὸς ὁ χρόνος οὗτος γένηται· ἀμβλύνονται γὰρ αἱ δυνάμεις ἐν ταῖς μύξῃσι. Καί γε ὁ θάνατος διὰ τὴν μοίρην ἔλαχεν. Ὥστε παράδειγμα τοῖς πᾶσιν εἶναι, ὅτι πάντα φύσιν ἔχει, ἐκ τῶν αὐτέων ἐόντα, μεταβολὰς ἔχειν διὰ χρόνων τῶν ἱκνουμένων. Σαφηνίζεται δὲ ἐν ἑκάστοισι ἄλλο τι τῶν γινομένων καὶ ἀπογινομένων· ἐν δὲ τῷ ἐνιαυτῷ τελουμένῳ πολλαὶ μὲν νοῦσοι γίνονται, πολλαὶ δὲ ὑγεῖαι κατὰ λόγον τοῦ χρόνου, πρὸς τοὺς μῆνάς τε καὶ τὰς ἡμέρας ἑκάστας τοῖς ἑβδόμοις· καὶ τἄλλα πολλὰ γίνεται διαφέροντα τοῖς σώμασι· τοῖσι δὲ παιδίοισιν οἱ ὀδόντες ἐκπίπτουσι καὶ ἕτεροι φύονται. Τὰ γὰρ ἐπὶ σώμασι, τάδε γράψω.


Περὶ Ὀκταμήνου

ΠΕΡΙ ΟΚΤΑΜΗΝΟΥ.

[10] Περὶ δὲ ὀκταμήνου γενέσιος φημὶ δισσὰς ἐφεξῆς κακοπαθείας γενομένας ἀδυνάτους εἶναι ποιέειν φέρειν τὰ παιδία, καὶ διὰ τοῦτο οὐ περιγίνεσθαι τὰ ὀκτάμηνα· συγκυρεῖ γὰρ αὐτέοις ἐφεξῆς κακοπαθεῖν τήν τε ἐν τῇ μήτρῃ γενομένην κακοπαθείην καὶ τὴν ὅταν ὁ τόκος γένηται, καὶ διὰ τοῦτο τῶν ὀκταμήνων οὐδὲν περιγίνεται. Ἐπεὶ καὶ τὰ δεκάμηνα καλεόμενα λέγω ἐν ἑπτὰ τεσσαράκονθ᾿ ἡμέρῃσι μᾶλλον τίκτεσθαι· καὶ μάλιστα προσήκει ἐκτρέφεσθαι· καὶ τελεώτατόν ἐστιν ἐν τῇσι ταύτῃσι τεσσαράκοντα ἡμέρῃσι. Ἐπὴν δὲ γένηται, πλείω ἀπόλλυται· ἀναγκάζεται γὰρ πολλὰ μεταλαμβάνοντα ἐν ὀλίγῳ χρόνῳ πολλὰ νοσέειν, ἐξ ὧν οἱ θάνατοι γίνονται. Ἄρχεται δὲ πονέειν τὸ παιδίον πρὸς τοῦ τόκου γινόμενον καὶ κινδυνεύειν ἀπολέσθαι, ὅταν ἐν τῇ μήτρῃ στρέφηται· φύεται γὰρ πάντα ἄνω τὴν κεφαλὴν ἔχοντα· τίκτεται δὲ τὰ πολλὰ ἐπὶ κεφαλήν· καὶ ἀσφαλέστερον ἀπαλλάσσει τῶν ἐπὶ πόδας τικτομένων· τὰ γὰρ συγκαμπτόμενα τοῦ σώματος ἐπὶ κεφαλὴν οὔπω κωλύει ἰόντος τοῦ παιδίου· ἀλλὰ μᾶλλον, ὅταν ἐπὶ πόδας ὁρμήσῃ, τὰ ἐμφράγματα γίνεται. Αἱ γὰρ στροφαὶ ἐν τῇ γαστρὶ καὶ ἄλλος κίνδυνος· καὶ οἱ ὀμφαλοὶ πολλάκις ἤδη τῶν παιδίων ἐφάνησαν περὶ τοὺς τραχήλους· ἢν γὰρ κατὰ τὸ μόριον, ὁποτέρωθεν ἂν τύχῃ ὁ ὀμφαλὸς τῇ μήτρῃ μᾶλλον παρατεταμένος, ταύτῃ τὸ παιδίον τῆς κεφαλῆς τὴν περιαγωγὴν ποιήσηται, τοῦ ὀμφαλοῦ στρεφομένου ἢ περὶ τὸν αὐχένα ἢ καὶ κατὰ τὸν ὦμον, τὴν περιβολὴν τοῦ ὀμφαλοῦ ἀντιτείνειν, τουτέου δὲ γενομένου καὶ τὴν μητέρα ἀνάγκη πονῆσαι μᾶλλον καὶ τὸ παιδίον ἢ ἀπολέσθαι ἢ χαλεπώτερον ἐξελθεῖν. Ὥστε ἤδη καὶ πολλὰ ἔνδον τὴν ἀρχὴν τῆς νούσου τῶν παιδίων ἦλθεν ἔχοντα, ἐξ ἧς τὰ μὲν ἀπώλετο, τὰ δὲ νοσήσαντα περιεγένετο.

[11] Ὁκόσα δ᾿ ἂν εὐπορήσῃ καὶ ἀσφαλέως ἐς τοὐμφανὲς ἐξίῃ, ἀνεθέντα ἐξαίφνης ἐκ τῆς ἀνάγκης τῆς ἐν τῇ γαστρὶ, παχύτερα καὶ μέζω παραυτίκα ἢ κατὰ λόγον ἐγένετο, οὐκ αὐξήματος, ἀλλ᾿ οἰδήματος γενομένου, ἐξ ὧν δὴ πολλὰ ἀπώλετο· ἢν γὰρ μὴ συνίζῃ τὸ οἴδημα θᾶσσον, ἢ τριταῖον ἢ ὀλίγῳ πολυχρονιώτερον, νοῦσοι γίνονται ἀπ᾿ αὐτέου.

[12] Αἵ τε τροφαὶ καὶ αἱ ἀναπνοαὶ σφαλεραὶ μεταλλασσόμεναι· ἤν τι γὰρ νοσηρὸν ἐσάγωνται, κατὰ τὸ στόμα καὶ κατὰ τὰς ῥῖνας ἐσάγονται· καὶ ἀντὶ τοῦ τοσαῦτα εἶναι τὰ ἐσιόντα ὅσα ἐξαρκέει καὶ μὴ περιγίνεσθαι, πολλῷ πλέω εἰσέρχεται, ὥστε ἀναγκάζεσθαι ὑπὸ τοῦ πλήθεος τῶν ἐσιόντων καὶ ὑπὸ τῆς διαθέσιος ἧς διάκειται τὸ σῶμα τοῦ παιδίου ἤδη τὰ μὲν κατὰ τὸ στόμα τε καὶ τὰς ῥῖνας πάλιν ἐξιέναι, τὰ δὲ κατὰ τὸ ἔντερον καὶ τὴν κύστιν κάτω περαιοῦσθαι, πρόσθεν οὐδενὸς τουτέων οὕτω γενομένου. Καὶ ἀντὶ πνευμάτων τε καὶ χυμῶν οὕτω συγγενέων, ὅκως ἀεὶ ἀνάγκη ἐν τῇσι μήτρῃσι γίνεσθαι συνηθείην τε ἔχοντα καὶ εὐμενείην, πᾶσι ξένοισι χρῆται ὠμοτέροισι καὶ ξηροτέροισι καὶ ἧσσον ἐξηνθρωπισμένοισιν, ἐξ ὧν ἀνάγκη πόνους γίνεσθαι πολλοὺς, πολλοὺς δὲ καὶ θανάτους· ἐπεὶ καὶ τοῖσιν ἀνδράσι πολλάκις αἱ μεταλλαγαὶ τῶν χωρίων τε καὶ τῶν διαιτημάτων τὰς νούσους ποιέουσιν. Ὁ δ᾿ αὐτὸς λόγος ἐστὶ καὶ περὶ τῶν ἐσθημάτων· ἀντὶ γὰρ τοῦ σαρκὶ καὶ χυμοῖς ἠμφιέσθαι χλιεροῖς τε καὶ ὑγροῖς καὶ ξυγγενέσι, τοιαῦτα ἀμφιέννυται τὰ παιδία οἷά περ οἱ ἄνδρες. Οἱ δὲ ὀμφαλοὶ ἔσοδοί εἰσι τοῖσι παιδίοισι μοῦνον τοῦ σώματος· τῇ μήτρῃ προσέχεται διὰ τουτέων, καὶ κοινωνεῖ τῶν ἐσιόντων· τὰ δ᾿ ἄλλα ξυμμύει· καὶ οὐκ ἀνεστομωμένα ἐστὶ πρόσθεν ἢ ἐν ἐξόδῳ ᾖ τὸ παιδίον ἐκ τῆς γαστρός· ὁκόταν δὲ ἐν ἐξόδῳ ᾖ, τὰ μὲν ἄλλα ἀναστομοῦται, ὁ δὲ ὀμφαλὸς λεπτύνεταί τε καὶ ξυμμύει καὶ ἀποξηραίνεται. Ὥσπερ δὲ τοῖσιν ἐκ τῆς γῆς φυομένοισιν οἱ καρποὶ ἁδρυνόμενοι ἀποκρίνονται καὶ ἀποπίπτουσι κατὰ τὴν διάφυσιν, οὕτω καὶ τοῖσι παιδίοισιν ἁδρυνομένοισί τε καὶ τελείοισι γινομένοισιν ὁ μὲν ὀμφαλὸς ξυνέμυσε, τὰ δὲ ἄλλα ἀνεστομώθη, ὥστε εἰσδέχεσθαί τε τὰ ἐσιόντα καὶ ἐξόδους ἔχειν κατὰ φύσιν, ᾗσιν ἀνάγκη τοὺς ζῶντας χρέεσθαι· ἕκαστα γὰρ χωρίζεται ῥέποντα κατὰ τὰς συλλοχίας· κρατιστεύει δὲ τὰ τῷ ἡλίῳ ξυντροφώτατα.

[13] Οἱ δὲ δεκάμηνοι τῶν τόκων καὶ ἑνδεκάμηνοι ἐκ τῶν ἑπτὰ τεσσαρακοντάδων τὸν αὐτὸν τρόπον γίνονται καὶ ἐκ τοῦ ἡμίσεος τοῦ ἐνιαυτοῦ οἱ ἑπτάμηνοι· τῇσι γὰρ πλείστῃσι τῶν γυναικῶν ἀναγκαῖόν ἐστιν ἐν γαστρὶ λαμβάνειν μετὰ τὰ καταμήνια, ἢν ἴῃ ἡ λύσις· δεῖ τοίνυν τῇ γυναικὶ χρόνον δοῦναι τοῦ μηνὸς, ἐν ᾧ αὐτῇ ἡ κάθαρσις ἔσται· καὶ ὁ χρόνος οὗτος ᾗσιν ἐλάχιστος γίνεται, τρεῖς ἡμέραι, τῇσι δὲ πλείστῃσι καὶ πολὺ πλείονες. Ἔστι δὲ καὶ ἄλλα πολλὰ κωλύματα καὶ τῇσι γυναιξὶ καὶ τοῖσιν ἀνδράσιν ἐξ ὧν βραδύνεται ἡ ξύλληψις. Χρὴ δὲ ἐν τοῖσι μάλιστα καὶ τόδε λογίζεσθαι, ὅτι ἡ νουμηνίη ἡμέρη μία ἐοῦσα ἐγγύτατα τριηκοστημόριόν ἐστι τοῦ μηνός· αἱ δὲ δύο ἡμέραι σχεδὸν πεντεκαιδεκατημόριον τοῦ μηνός· αἱ δὲ τρεῖς ἡμέραι δεκατημόριον τοῦ μηνὸς, καὶ τἄλλα κατὰ λόγον τουτέων· καὶ οὐχ οἷόν τε ἐν τοῖσιν ἐλάσσοσί γε μορίοις γίνεσθαι οὔτε τὴν λύσιν τῶν καταμηνίων οὔτε τὴν ξύλληψιν τῶν ἐμβρύων. Ἐκ τουτέων οὖν ἁπάντων ἀναγκαῖόν ἐστι τῇσι πλείστῃσι τῶν γυναικῶν περὶ διχομηνίην ἐν γαστρὶ λαβεῖν καὶ ποῤῥωτέρω, ὥστε πολλάκις δοκεῖν ἐπιλαμβάνειν τοῦ ἑνδεκάτου μηνὸς τὰς ὀγδοήκοντα καὶ διακοσίας· τοῦτο γάρ ἐστιν ἑπτὰ τεσσαρακοντάδες. Ὅ τι γὰρ ἂν ἔξω τῆς διχομηνίης ξυλλαμβάνῃ ἡ γυνὴ, τοῦτο πᾶν ἀναγκαῖόν ἐστι τοῦ ἑνδεκάτου μηνὸς ἐπιλαβεῖν, ἤν περ ἐς τελευταίην περίοδον καταστῇ.


Περὶ Γυναικείων Α᾿

ΓΥΝΑΙΚΕΙΩΝ ΠΡΩΤΟΝ.

[1] Τὰ δὲ ἀμφὶ γυναικείων νούσων· φημὶ γυναῖκα ἄτοκον ἐοῦσαν ἢ τετοκυῖαν χαλεπώτερον καὶ θᾶσσον ἀπὸ τῶν καταμηνίων νοσέειν· ὁκόταν γὰρ τέκῃ, εὐροώτερά οἱ τὰ φλέβιά ἐστιν ἐς τὰ καταμήνια· εὔροα δέ σφιν ποιέει γίνεσθαι ἡ λοχίη κάθαρσις καὶ ἡ καταῤῥαγὴ τοῦ σώματος· τὰ πλησιάζοντα δὲ μάλιστα τῆς τε κοιλίης καὶ τῶν μαζῶν καταῤῥήγνυται· καταῤῥήγνυται δὲ καὶ τὸ ἄλλο σῶμα· ὑφ᾿ ὅτευ δὲ γίνεται, εἴρηταί μοι ἐν τῇ φύσει τοῦ παιδίου τοῦ ἐν τόκῳ· καταῤῥαγέντος δὲ τοῦ σώματος, ἀνάγκη τὰς φλέβας μᾶλλον στομοῦσθαι καὶ εὐροωτέρας γίνεσθαι ἐς τὰ καταμήνια, καὶ τὰς μήτρας μᾶλλον στομοῦσθαι, οἷα τοῦ παιδίου χωρήσαντος διὰ σφέων καὶ βίην καὶ πόνον παρασχόντος· καὶ τουτέων ὧδε ἐχόντων, τὰ καταμήνια ἀκαματώτερον ἀποκαθαίρεται ἡ γυνὴ, ἐπὴν λοχίων ἔμπειρος γένηται. Εἰ δὲ καί τι πάθημα τῇ γυναικὶ γένοιτο τῇ ἤδη τετοκυίῃ, ὥστε τὰ καταμήνια μὴ δύνασθαι καθαρθῆναι, ῥηϊτέρως τὸν πόνον οἴσει ἢ εἰ ἄτοκος ἦν· ἠθάδες γὰρ αἱ μῆτραι καὶ τὸ σῶμα ἐπιτήδειον πληροῦσθαι, ἅτε ἐν γαστρὶ ἐχούσῃ, καὶ ἅμα εὐρυχωρίη ἐστὶν ἐν τῷ σώματι πλείων τῷ αἵματι, ἐπὴν τέκῃ, οἷα τοῦ σώματος καταῤῥαγέντος, καὶ ἐν εὐρυχωρίῃ ἐὸν τὸ αἷμα ἀπονώτερον γίνεται, ἢν μὴ ὑπερπιμπλῶνται αἱ φλέβες καὶ ὑπερτονέωσιν. Ἀτόκῳ δὲ ἐούσῃ, τοῦ τε σώματος οὐ ξυνήθεος ἐόντος, ἐπὴν πληρωθῇ, ἰσχυροτέρου τε καὶ στερεωτέρου καὶ πυκνοτέρου ἐόντος, ἢ εἰ λοχίων ἔμπειρος γένοιτο, καὶ τῶν μητρέων ἀστομωτέρων ἐουσέων, τὰ ἐπιμήνια ἐπιπονωτέρως χωρέει, καὶ τὰ παθήματα προσπίπτει πλείονα, ὥστε τὰ καταμήνια ἀποφράσσεσθαι, ἐπὴν ἄτοκος ᾖ. Ἔχει δὲ ὧδε ὥς μοι καὶ πρὶν εἴρηται· φημὶ τὴν γυναῖκα ἀραιοσαρκοτέρην καὶ ἁπαλωτέρην εἶναι ἢ τὸν ἄνδρα· καὶ τουτέου ὧδε ἔχοντος, ἀπὸ τῆς κοιλίης ἕλκει τὴν ἰκμάδα καὶ τάχιον καὶ μᾶλλον τὸ σῶμα τῆς γυναικὸς ἢ τοῦ ἀνδρός. Καὶ γὰρ εἴ τις ὑπὲρ ὕδατος ἢ καὶ χωρίου ὑδρηλοῦ δύο ἡμέρας καὶ δύο εὐφρόνας θείη εἴρια καθαρὰ καὶ εἷμα καθαρὸν καὶ βεβυσμένον εὐστάθμως ἴσον τοῖσιν εἰρίοισιν, ἀνελὼν εὑρήσει στήσας πολλῷ βαρύτερα τὰ εἴρια ἢ τὸ εἷμα· ὅτι δὲ τοῦτο γίνεται, αἰεὶ ἀποχωρέει ἐς τὸ ἀνεκὰς ἀπὸ ὕδατος ἐν ἀγγείῳ εὐρυστόμῳ ἐόντος, καὶ τὰ μὲν εἴρια, ἅτε ἀραιά τε καὶ μαλθακὰ ἐόντα, ἀναδέξεται τοῦ ἀποχωρέοντος πλέον, τὸ δὲ εἷμα, ἅτε πλῆρες ἐὸν καὶ βεβυσμένον, ἀποπληρώσεται τὸ πολλὸν οὐκ ἐπιδεχόμενον τοῦ ἀποχωρέοντος. Οὕτω δὴ καὶ ἡ γυνὴ, ἅτε ἀραιοτέρη ἐοῦσα, εἵλκυσε πλέον ἀπὸ τῆς κοιλίης τῷ σώματι τῆς ἰκμάδος καὶ θᾶσσον ἢ ὁ ἀνὴρ, καὶ ἅτε ἁπαλοσάρκῳ ἐούσῃ τῇ γυναικὶ, ἐπὴν πλησθῇ τοῦ αἵματος τὸ σῶμα, ἢν μὴ ἀποχωρήσῃ ἀπ᾿ αὐτέου, πληρευμένων τῶν σαρκῶν καὶ θερμαινομένων, πόνος γίνεται· θερμότερον γὰρ τὸ αἷμα ἔχει ἡ γυνὴ, καὶ διὰ τοῦτο θερμοτέρη ἐστὶ τοῦ ἀνδρός· ἢν δὲ τὸ πλεῖον ἐπιγενόμενον ἀποχωρέῃ, οὐ γίνεται ὁ πόνος καὶ ἡ θέρμη ὑπὸ τοῦ αἵματος. Ὁ δὲ ἀνὴρ στερεοσαρκότερος ἐὼν τῆς γυναικὸς οὔτε ὑπερπίμπλαται τοῦ αἵματος τόσον, ὥστε, ἢν μὴ ἀποχωρέῃ τι τοῦ αἵματος καθ᾿ ἕκαστον μῆνα, πόνον γίνεσθαι, ἕλκει τε ὁκόσον ἐς τροφὴν τοῦ σώματος, τό τε σῶμά οἱ οὐχ ἁπαλὸν ἐὸν οὐχ ὑπερτονέει, οὐδ᾿ ὑπερθερμαίνεται ὑπὸ πληθώρης ὡς τῇ γυναικί· μέγα δὲ ξυμβάλλεται ἐς τοῦτο τῷ ἀνδρὶ, ὅτι ταλαιπωρέει μᾶλλον τῆς γυναικός· ἡ γὰρ τωλαιπωρίη ἀπάγει τῆς ἰκμάδος.

[2] Ἐπὴν οὖν γυναικὶ ἀτόκῳ ἐούσῃ κρυφθῇ τὰ ἐπιμήνια καὶ μὴ δύνηται ὁδὸν ἔξω εὑρεῖν, νοῦσος γίνεται, τοῦτο δὲ ξυμβαίνει, ἢν τῶν μητρέων τὸ στόμα μεμύκῃ ἢ ἰδνωθῇ, ἢ ξυστραφῇ τι τοῦ αἰδοίου· ἢν γὰρ τουτέων τι ᾖ, οὐ δυνήσεται ἔξοδον εὑρεῖν τὰ ἐπιμήνια, πρὶν ἂν αἱ μῆτραι ἐς τὴν φύσιν τὴν ὑγιεινὴν μεταστέωσι. Γίνεται δὲ τὸ νούσημα τοῦτο μάλιστα, αἵτινες στενοστόμους τὰς μήτρας ἔχουσιν, ἢ τὸν αὐχένα πρόσω τοῦ αἰδοίου κείμενον· ἢν γὰρ τουτέων θάτερον ᾖ, καὶ μὴ μίσγηται ἡ γυνὴ τῷ ἀνδρὶ, καὶ κενωθῇ ἡ κοιλίη μᾶλλον τοῦ καιροῦ ὑπό τευ παθήματος, στρέφονται αἱ μῆτραι· οὔτε γὰρ ἰκμαλέαι εἰσὶ κατὰ σφέας, οἷα μὴ λαγνευομένης, εὐρυχωρίη τε σφίσιν ἐστὶν, ἅτε τῆς κοιλίης κενοτέρης ἐούσης, ὥστε στρέφεσθαι ἅτε ξηροτέρης καὶ κουφοτέρης ἐούσης τοῦ καιροῦ. Καὶ ἔστιν ὅτε στρεφομένων σφέων τυγχάνει τὸ στόμα πρόσω παραστραφὲν, ἅτε τοῦ αὐχένος πρόσω τοῦ αἰδοίου κειμένου· ἢν γὰρ ἰκμαλέαι ἔωσιν αἱ μῆτραι ἀπὸ λαγνείης καὶ ἡ κοιλίη μὴ κενῶται, οὐ ῥηϊδίως στρέφονται. Τοῦτ᾿ οὖν αἴτιον γίνεται ὥστε αὐτὰς ξυμμύειν, οἷα μὴ λαγνευομένης τῆς γυναικός. Ἐν δὲ τοῖσι τρίτοισιν ἄριστα μὲν πείσεται, ἤν οἱ κατελθόντα ἐξαγάγῃ τὰ προϋπάρχοντα· εἰ δὲ μὴ, πείσεται τάδε ἡ γυνή· πνίξ τέ οἱ ἄλλοτε καὶ ἄλλοτε ξυμπεσεῖται, καὶ πῦρ λήψεται ἄλλοτε καὶ ἄλλοτε καὶ φρίκη καὶ ὀσφύος ἄλγημα. Ταῦτα πείσεται ἐν τοῖσι τρίτοισιν ἐπιμηνίοισιν, ἢν μή οἱ ἐξίῃ· ἐν δὲ τοῖσι τετάρτοισιν, ἢν μή οἱ ἐξίῃ τοῖσί τε προτέροισιν ἔξοδον ποιήσῃ, τά τε μὴν τρίτα πονήματα πάντα μᾶλλον πονήσει, καὶ μάλιστα ἐν τῷ χρόνῳ τῶν καταμηνίων, ἔπειτα ἧσσον, πολλάκις δὲ καὶ δόξει ἄπονος εἶναι· ἔσται δὲ ἐπὶ τοῖσι καὶ τάδε ἕτερα σημήϊα· οὐρήσει τε πουλὺ παχὺ ἄλλοτε καὶ ἄλλοτε, καὶ ἡ γαστὴρ αὐτῆς σκληρὴ ἔσται καὶ μέζων ἢ τοπρόσθεν, καὶ βρύξει τοὺς ὀδόντας, καὶ ἀσιτήσει, καὶ ἀγρυπνήσει. Τοιαῦτα δὲ πείσεται ἐπὶ τοῖσι τετάρτοισι καταμηνίοισι· μελεδαινομένη δὲ καὶ ἐν τουτέοισιν ὑγιαίνει. Καὶ ἐν τοῖσι πέμπτοισιν, ἢν μή οἱ πολλὰ τὰ ἐπιμήνια κατίῃ, καὶ ὁ πόνος ἰσχυρότερος προσπίπτει. Ἐν δὲ τοῖσιν ἕκτοισιν ἤδη ἀνίητος ἔσται. Καὶ τὰ μὲν πρότερα σημήϊα μᾶλλον πονήσει, ἐπέσται δὲ ἐπ᾿ αὐτοῖσι καὶ τάδε· ἀλύξει τε καὶ ῥίψει ἑωυτὴν ἄλλοτε καὶ ἄλλοτε, καὶ λειποθυμήσει, καὶ ἐμέσει φλέγμα, καὶ δίψα ἰσχυρή μιν λήψεται, ἅτε καιομένης τῆς κοιλίης ὑπὸ τῶν μητρέων ἐουσέων πληρέων αἵματος, καὶ ψαυομένη ἀλγήσει, καὶ μάλιστα τὸ ἦτρον, καὶ πυρέξει ἄλλοτε καὶ ἄλλοτε ὀξέως, καὶ βορβορύξουσιν αἱ μῆτραι ἄλλοτε καὶ ἄλλοτε, ἅτε τοῦ αἵματος ἐγκλονευμένου καὶ οὐ διαχωρέοντος ἐν αὐτῇσι, καὶ ἡ κοιλίη οὐ διαχωρήσει κατὰ τρόπον, οὔτε ἡ κύστις διηθήσει τὸ οὖρον, ἐπήν οἱ αἱ μῆτραι προσπέσωσι πρὸς τὸν στόμαχον νευρώδεα ἐόντα, καὶ ἐς τὴν κοιλίην ἐμβάλωσιν· ἀλγέει τὴν ῥάχιν καὶ τὸ νῶτον πᾶν, καὶ τὴν γλῶσσαν αὐτῆς χαλινοῦται, καὶ ἀσαφῆ ταύτην ἔχει, καὶ λειποθυμίη, ἔστι δ᾿ ᾗσι καὶ ἀφωνίη, καὶ δάκνεται τὸν στόμαχον, καὶ ξανθὴ χολὴ ἔξεισι, καὶ πνεῦμα προσπταῖον, καὶ ἀλύει, καὶ ῥίπτει ἑωυτὴν, καὶ ἐμπίπραται. Ἐπὴν δὲ μεταστέωσι καὶ εἰρύσῃ ἡ κύστις τὸ λεπτὸν τοῦ αἵματος τοῦ ἀπὸ τῶν μητρέων, τότε τὸ οὖρον διουρέεται ἐρυθρὸν, καὶ πονέει μὲν τὸ ἄλλο σῶμα, μάλιστα δὲ τὸν τράχηλον καὶ τὴν ῥάχιν καὶ τὴν ὀσφὺν, τούς τε βουβῶνας, καὶ ἐς τοῦτο ἐλθούσῃ αὐτῇ ἥ τε γαστὴρ ἀείρεται, καὶ τὰ σκέλεα ὑπὲρ τὸ χρεὼν διοιδίσκεται καὶ αἱ κνῆμαι καὶ οἱ πόδες, καὶ ὁ θάνατος ἔπεισι. Καὶ περὶ μὲν ταύτης οὕτω τελευτᾷ ἐς ἓξ μῆνας τὰ ἐπιμήνια ἀδηλεύμενα. Γίνεται δὲ καὶ ταῦτα· ἔστιν ᾗσι τῶν γυναικῶν, ἐπὴν δίμηνα ᾖ τὰ καταμήνια ἐν τῇσι μήτρῃσι πολλὰ ἐόντα, ἔρχεται ἐς πλεύμονα, ἐπὴν ἀποληφθῇ, καὶ πάσχει πάντα ἅπερ ἐν φθινάδι εἴρηται, καὶ οὐχ οἵη τέ ἐστι περιεῖναι. Γίνεται δὲ καὶ τάδε· ἔστιν ᾗσι διάπυα γίνεται τὰ ἐπιμήνια χρονίσαντα, ἐπὴν γένηται δίμηνα ἢ τρίμηνα· τοῦτο δὲ μάλιστα γίνεται, ἢν ξυγκαῇ ὑπὸ τοῦ πυρός. Σημεῖα δέ ἐστιν, ἢν διάπυα ᾖ· ὀδύναι τε γὰρ ἐμπίπτουσιν ἐς τὸ ἦτρον ἰσχυραὶ καὶ σφύξιες, καὶ ψαυομένη οὐκ ἀνέχεται, καὶ ἢν μέλλῃ βελτιόνως ἔχειν, ῥήγνυται αὐτῇ τὰ ἐπιμήνια κατὰ τὸ αἰδοῖον, καὶ χωρέει πῦον καὶ αἷμα· ὀζόμενον δὲ χωρέει ἐπὶ ἡμέρας ἑπτὰ ἢ ὀκτὼ ἢ ἐννέα· ἐν δὲ τῷ πρὶν χρόνῳ πονέεται, ὡς εἴρηται ἔμπροσθεν· ἐπὴν δὲ ἀποκαθαρθῇ, ἄριστον μὲν εἰ μὴ γένοιτο ἕλκεα· ἢν δὲ ὑπολίπηται ἕλκεα, πλέονος δεήσει θεραπηΐης ὅκως τὰ ἕλκεα μὴ μυδήσει καὶ κάκοδμα ἔσται· ἄφορος δὲ ἔσται καὶ ἢν ῥαΐσῃ, ἢν μεγάλα ᾖ τὰ ἕλκεα γενόμενα ἐν τῇσι μήτρῃσιν. Ἢν δὲ μή οἱ κατὰ τὸ αἰδοῖον χωρήσῃ τὰ ἐπιμήνια διάπυα γενόμενα, ξυμβήσεται ὑπὲρ τοῦ βουβῶνος κατὰ τὴν λαπάρην ῥαγῆναι, ἄτερ φύματος, ἅτε τοῦ πύου διαφαγόντος, καὶ κείνῃ χωρήσει πυώδεα ὀδμαλέα· καὶ ἢν τοῦτο γένηται, οὐ περιγίνεται ἡ γυνή· ἢν δὲ καὶ περιγένηται, αἰεὶ ἄφορος ἔσται· ταύτῃ γάρ οἱ τὸ λοιπὸν ἡ ὁδὸς γίνεται τοῖσιν ἐπιμηνίοισιν ἔξω· τὸ γὰρ στόμα τῶν μητρέων πρὸς τοῦτο τὸ χωρίον προσπέπτωκε. Γίνεται δὲ καὶ τόδε· ἔστιν ᾗσιν, ἐπὴν δίμηνα ἢ τρίμηνα ἢ χρονιώτερα ᾖ τὰ ἐπιμήνια καὶ προσπέσῃ πρὸς τὴν λαπάρην, μὴ διαπύων τῶν καταμηνίων ἐόντων, ὡς φῦμα γίνεται ὑπὲρ τοῦ βουβῶνος ἀκέφαλον, μέγα, ἐρυθρόν. Καὶ τῶν ἰητρῶν πολλοὶ ἤδη οὐκ εἰδότες τοῦτο ὁκοῖόν τί ἐστιν ἔταμον καὶ ἐς κίνδυνον ἤγαγον οὕτως. Τὸ δὲ ὡς φῦμα γενόμενον γίνεται τρόπῳ τοιῷδε· ἐπαυρίσκεται τοῦ αἵματος ἡ σάρξ, ἅτε προσκειμένου τοῦ στόματος τῶν μητρέων τῇ λαπάρῃ, καὶ ἐμπίπλαται ἀπ᾿ αὐτέου, καὶ ἐξίσταται ἅτε πληρευμένη τοῦ αἵματος ἡ σάρξ· καὶ ἔστιν ὅτε, ἢν μεταστῇ τὸ στόμα τῶν μητρέων καὶ γένηται κατὰ τὸ αἰδοῖον, καὶ χωρήσῃ διὰ τοῦ αἰδοίου τὰ καταμήνια, καθίσταται τὸ ἐξεστηκὸς κατὰ τὴν λαπάρην, διαδιδοῖ γὰρ ἐς τὰς μήτρας, αἱ δὲ ἔξω ἐχάλασαν· ἢν δὲ μὴ στραφῇ κατὰ τὸ αἰδοῖον τὸ στόμα τῶν μητρέων, διαπυέει κατὰ τὴν λαπάρην, καὶ ταύτῃ ὁδὸς γίνεται τοῖσι καταμηνίοισι, καὶ οἱ κίνδυνοι οἱ αὐτοί εἰσιν οἱ καὶ πρόσθεν εἰρημένοι. Τρέπεται δὲ καὶ ἐς ἔμετον· ἔστιν ᾗσι καὶ κατὰ τὴν ἕδρην, ὥσπερ μοι εἴρηται ἐν τῇσι παρθενίῃσι νούσοισι, καὶ σημήϊα καὶ πόνους τοὺς αὐτοὺς δείκνυσι τοῖσι κεῖθι εἰρημένοισιν· ἧσσον δὲ ταύτην τὴν ὁδὸν ποιέεται τὰ ἐπιμήνια τῇσι γυναιξὶν ἢ τῇσι παρθένοισιν.

[3] Ὁκόταν δὲ τὰ ἐπιμήνια κρυφθῇ, ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα, καὶ δοκέει τι ἐγκεῖσθαι βάρος, καὶ τὰς ἰξύας ἐκπάγλως πονέει καὶ τοὺς κενεῶνας. Ἢν δὲ τὰ ἐπιμήνια παντάπασι μὴ γίνηται ὑπὸ νούσου ἢ παχέα καὶ γλίσχρα καὶ κολλώδεα ἔῃ, πρῶτον χρὴ τὴν κοιλίην καθῆραι ἄνω τε καὶ κάτω· ἔπειτα τὰς ὑστέρας προσθέτῳ, ὑφ᾿ οὗ αἷμα καθαίρεται, καὶ διαλιπεῖν, καὶ πῖσαι ὑφ᾿ οὗ τὸ αἷμα καθαίρεται· πινέτω δὲ καὶ κρῆθμον ἐν οἴνῳ τῷ ἀπὸ δαιδός. Ἢν δέ οἱ ῥόος μὴ γίνηται, ἔσται ὥστε δοκέειν ἐγκύμονα εἶναι, καὶ μισγομένη ἀνδρὶ ἀλγέει, ὥστε δοκέειν ἐγκεῖσθαί τι, καὶ βρῖθος ἐν τῇ γαστρὶ ἐγγίνεται, καὶ ἡ γαστὴρ πρόκειται, καὶ ἱμείρεται ἠδελφισμένως ἐν γαστρὶ ἐχούσῃ, καὶ καρδιώσσει, ἐπὴν ἡμέραι πεντήκοντα μάλιστα ἔωσι, καὶ πόνος ἔχει ἄλλοτε καὶ ἄλλοτε τῆς γαστρὸς τὸ κατὰ τοῦ ὀμφαλοῦ, τόν τε τράχηλον καὶ τοὺς βουβῶνας καὶ τὴν ὀσφύν. Καὶ ἐπὴν μῆνες δύο ἢ τρεῖς γένωνται, ἔστιν ὅτε ἐῤῥάγη οἱ κατὰ τὸ αἰδοῖον τὰ καταμήνια ἀθρόα, καὶ δοκέει ὥσπερ σαρκία εἶναι τὰ ἀπιόντα ὡς ἐκ διαφθορῆς καὶ μέλανα. Ἔστι δ᾿ ᾗσι καὶ ἕλκεα γίνεται ἐν τῇσι μήτρῃσι, καὶ δεήσεται προσέχειν τῇ μελέτῃ. Πολλῇσι δὲ ξυμβαίνει ὥστε δοκέειν ἓξ μῆνας ἔχειν ἐν γαστρὶ ἢ ὀλίγῳ ἐλάσσονα χρόνον, καὶ ἡ γαστὴρ πρόκειται, καὶ τἄλλα οἱ δοκέει γίνεσθαι ὡς τῇ ἐν γαστρὶ ἐχούσῃ· ἔπειτα ἔστι μὲν ᾗσι διαπύοντα ἐῤῥάγη ὑπὲρ τοῦ βουβῶνος ἅμα τῷ πέμπτῳ ἢ ἕκτῳ μηνὶ καὶ ὁδὸν ταύτῃ ἐποιήσατο· ἔστι δὲ καὶ ᾗσιν ἕλκεα γίνεται ἐν τῇσι μήτρῃσι κατὰ τὸ ὑπὲρ τοῦ βουβῶνος, καὶ κινδυνεύσει ἀποθανεῖν, ἢν δὲ καὶ περιγένηται, ἄφορος ἔσται. Ἔστι δὲ ᾗσι κατὰ τὸ αἰδοῖον ῥήγνυται, καὶ χωρέει αὐτέῃσι σεσηπότα καὶ πυώδεα, καὶ ἀπὸ τουτέων ἕλκεα ἐγγίνεται ἐν τῇσι μήτρῃσι, καὶ κινδυνεύσει, καὶ χρὴ, ὅκως μὴ τὰ ἕλκεα παλαιὰ γένηται, ἰητρεύειν προσέχοντα· ἄφορος δὲ καὶ αὐτὴ γίνεται, ἤν γε καὶ ἰηθῇ. Ἢν δὲ μή οἱ καταῤῥαγῇ τὰ καταμήνια διενεχθέντα ἐς ἓξ μῆνας, πείσεται πάντα ἅπερ τῇ ἀτόκῳ τὰ καταμήνια ὑδὸν οὐ δυνάμενα ἐφευρεῖν· καὶ ἢν μὲν θεραπευθῇ, ὑγιὴς ἔσται· ἢν δὲ μὴ, διαρκέσασα καὶ ἐς ὀκτὼ μῆνας ἀποθνήσκει. Πολλῇσι δὲ γίνεται, ἢν τὰ καταμήνια φλεγματώδεα χωρέῃ, ἐπὶ πολλὸν χρόνον χωρέειν καὶ ἐλάσσονα εἶναι τῶν ὑγιηρῶν· ὑγιὴς δὲ γίνεται ἐν κόσμῳ ἰηθεῖσα.

[4] Ἢν δὲ τὰ ἐπιμήνια γυναικὶ χωρέῃ μὲν, ἐλάσσονα δὲ τοῦ δέοντος χωρέῃ, ἅτε τοῦ στόματος τῶν μητρέων παρακεκλιμένου ὀλίγον τοῦ αἰδοίου ἢ ἁρμοῖ μεμυκότος ἐς τοῦτο, ὥστε χωρέειν μὲν, ἀποφράσσεσθαι δὲ ἀπ᾿ αὐτέων καὶ αἱ δίοδοι αἱ περαιοῦσαι, ἐπὴν κατέλθῃ ἐς τὰς μήτρας, ἅτε τοῦ αἵματος ἐπικειμένου τῷ στόματι αἰεὶ, προέρχεται δὴ κατ᾿ ὀλίγον· ἔπειτα δὲ ἐπὴν αἱ ἡμέραι παρέλθωσιν ᾗσι καθαίρεσθαι μεμαθήκει, καὶ ἑρχθῇ τὸ αἷμα ἐν τῇσι μήτρῃσι τὸ ὑπολειφθὲν, καὶ ἕτερα ἐπικατιόντα ἐπιμήνια μὴ ἐξωθῇ τὸ ἑρχθὲν αἷμα, ἀλλ᾿ αἰεὶ βαρύνῃ κατιὸν, ἔσται τῇ γυναικὶ ὥστε τοὺς πρώτους μῆνας ἢ ἐπὶ δύο ἢ ἐπὶ τρεῖς μὴ ἐσαΐειν κάρτα. Ἐπὴν δὲ οἱ μῆνες πλέονες γένωνται, ἔτι μᾶλλον πονήσεται, καὶ οὐχ ἕξει ἐν γαστρὶ μέχρις ἂν οὕτως ἔχῃ, καὶ πῦρ λήψεταί μιν μάλιστα τὰς ἡμέρας ἐν ᾗσι καθαίρεσθαι μεμαθήκει, ἠπεδανόν· εἰκὸς δέ ἐστι καὶ ἐν τῷ μεσηγὺ χρόνῳ πυρεταίνειν καὶ φρίσσειν καὶ καρδιώσσειν καὶ ἀνάγειν ἐπὶ τὸ πλῆθος ἀνὰ πᾶσαν ἡμέρην· καὶ ἀλγέει ἄλλοτε καὶ ἄλλοτε τὸ σῶμα, καὶ μάλιστα τὴν ὀσφὺν καὶ τὴν ῥάχιν καὶ τοὺς βουβῶνας, τά τε ἄρθρα τῶν χειρῶν καὶ τῶν σκελέων. Ταῦτα δὲ οὐχ ὁμοῦ ἀλγέει, ἀλλ᾿ ἄλλοτε ἄλλο, ὅπη ἂν βρίσῃ τὸ αἷμα ἀποκεκριμένον καὶ μὴ δυνάμενον εἶναι ἐν τῇσι μήτρῃσι· καὶ ὅπη ἂν στηρίξῃ τοῦ σώματος, οἴδημα ἔστιν ὅτε γίνεται καὶ σπασμὸς ἰσχυρὸς τῶν ἄρθρων τοῦ σώματος, καὶ τῶν ἄλλων σημείων τῶν προειρημένων φαίνεταί οἱ ἄλλοτε ἄλλο. Αὕτη ἢν μὲν θεραπευθῇ κατὰ τρόπον, ὑγιὴς ἔσται· εἰ δὲ μὴ, ἡ νοῦσος ἑπτάμηνος ἢ καὶ χρονιωτέρη γενομένη θανατώσειεν ἂν, ἢ χωλεύσειεν, ἢ ἀκρατέα τινὰ τῶν μερέων ποιήσειεν, ἢν ὑπὸ ῥίγεος καὶ ἀσιτίης τὸ αἷμα, ἔνθα ἂν ἐπέλθῃ, πῆξιν ἴσχῃ περὶ τὰ νεῦρα. Τοῦτο δὲ τὸ νούσημα γίνεται μᾶλλον τῇσιν ἀνάνδροισιν· ἢν δὲ ἐμπειροτόκῳ ταῦτα τὰ νοσήματα ἐμπέσῃ τὰ εἰρημένα ἢ ἅσσα μέλλει εἰρήσεσθαι, πουλυχρονιώτερα ἔσται καὶ ἧσσον ἐπίπονα· τὰ δὲ σημεῖα ταὐτὰ καὶ τελευταὶ αἱ αὐταὶ γίνονται τῇ τε ἀτόκῳ καὶ τῇ λοχίων ἐμπείρῳ, ἢν μὴ θεραπεύωνται· χρὴ δὲ αὐτίκα τὴν θεραπηΐην ποιέεσθαι· εἰ δὲ μὴ, ἐπιφαίνεται τὰ νουσήματα.

[5] Ἢν δὲ τὰ ἐπιμήνια πλέονα τοῦ δέοντος χωρέῃ καὶ παχύτερα, οἷα τοῦ σώματός τε φύσει εὐρόου ἐόντος καὶ τοῦ στόματος τῶν μητρέων πλησίον τοῦ αἰδοίου κειμένου, καὶ ἐπὶ τουτέοισιν ἀνδρί τε ξυνίῃ πολλὰ καὶ εὐωχέηται ἐσάπαξ ποτὲ, πολλὰ ἄλεα κατελθόντα καὶ χωρεῦντα βύζην ἐπευρύνει μᾶλλον τὸ στόμα τῶν μητρέων βιησάμενα· καὶ ἢν ἐπὶ τουτέοισι μὴ ἐπιπέσῃ κενεαγγείη, ἀλλ᾿ αὖθις πολλὰ ἐσθίῃ ἄλεα, καὶ τὸ στόμα εὐρὺ ποιέῃ, καὶ τὸ σῶμα, ἅτε εὐωχεομένης καὶ ἱμειρομένης τε καὶ συνιούσης ἀνδρὶ, εὔροον ᾖ ἐπὶ τὰς μήτρας, καὶ ἄλεα ἐπιφέρηται, ἄχροός τε ἔσται μέχρις ἂν οὕτως ἔχῃ, καὶ ἢν ὕστερόν τι νόσημα ἢ πάθημα ἐπιπέσῃ ὥστε τρυχωθῆναι τὸ σῶμα, ὁμοίως αἵ τε μῆτραι κατὰ τὸ εἰωθὸς εὐρύστομοί εἰσι καὶ τὸ σῶμα εὔροον ἐπ᾿ αὐτάς ἐστιν· καὶ μετὰ ταῦτα πῦρ ἔχει, καὶ ἀσιτέει, καὶ ἀλυκτέει, καὶ λεπτὴ καὶ ἀμενηνὴ ἐκ τῶν ἐπιμηνίων, καὶ τὴν ὀσφὺν πονήσει, καὶ τοῦ χρόνου προϊόντος, ἢν μὴ θεραπευθῇ, πάντα μιν μᾶλλον πονήσει ἐν τῷ μεταξὺ χρόνῳ, καί οἱ ἔσται κίνδυνος ἀφόρῳ γενέσθαι ἢ τρυχωθείσῃ ὑπὸ χρόνου τε καὶ τῆς νούσου, ἤν τί οἱ ξυμπέσῃ καὶ ἄλλο νόσημα, ἐπὶ τουτέῳ θανεῖν.

[6] Χωρέει δὲ τὰ καταμήνια παχύτατα καὶ πλεῖστα τῶν ἡμερέων τῇσιν ἐν μέσῳ, ἀρχόμενα δὲ καὶ τελευτῶντα ἐλάσσονα καὶ λεπτότερα. Μέτρια δ᾿ ἐστὶ πάσῃ γυναικὶ χωρέειν, ἢν ὑγιαίνῃ, τὰ ἐπιμήνια ἐλθόντα ὅσον κοτύλαι δύο ἀττικαὶ ἢ ὀλίγῳ πλέονα ἢ ἐλάσσονα, ταῦτα δὲ ἐφ᾿ ἡμέρας δύο ἢ τρεῖς· ὁ δὲ πλείων χρόνος ἢ ἐλάσσων ἐπίνοσος καὶ ἄφορός ἐστι. Τεκμαίρεσθαι δὲ χρὴ ἐς τὸ σῶμα τῆς γυναικὸς ἀφορέοντα, καὶ ἐρωτᾷν πρὸς τὰ πρότερον ξυμβαλλόμενον, εἴτε ἐπίνοσα ἴοι εἴτε μὴ ἐπίνοσα· ἢν γὰρ ἐλάσσονας ἢ πλέονας ἡμέρας τοῦ μάθεος φοιτέῃ, ἢ αὐτὰ ἐλάσσονα ἢ πλείονα ἔῃ, ἐπίνοσά ἐστιν, ἢν μὴ ἡ φύσις αὐτὴ νοσηρὴ καὶ ἄφορος ᾖ· ἢν δὲ τοῦτο ᾖ καὶ μεθίστηται ἐπὶ τὸ ὑγιηρότερον, ἄμεινον. Χωρέει δὲ αἷμα οἷον ἀπὸ ἱερείου, καὶ ταχὺ πήγνυται, ἢν ὑγιαίνῃ ἡ γυνή. ᾟσι δὲ ἐν φύσει ἐστὶ πλέονας καθαίρεσθαι τεσσάρων ἡμερέων καὶ πολλὰ κάρτα χωρέει τὰ ἐπιμήνια, αὗται λεπταὶ γίνονται, καὶ τὰ ἔμβρυα αὐτέων λεπτὰ καὶ ἀμαλδύνεται. ᾟσι δὲ τριῶν ἡμερέων ἔλασσον ἡ κάθαρσις γίνεται ἢ ὀλίγα χωρέει, αὗται παχεῖαι καὶ εὔχροοι ἀνδρικαί τε, οὐ μνησίτοκοι δέ εἰσιν, οὐδὲ κυΐσκονται.

[7] Ἢν δὲ πνὶξ προστῇ ἐξαπίνης, γίνεται δὲ μάλιστα τῇσι μὴ ξυνιούσῃσιν ἀνδράσι καὶ τῇσι γεραιτέρῃσι μᾶλλον ἢ τῇσι νεωτέρῃσι· κουφότεραι γὰρ αἱ μῆτραι σφέων εἰσί· γίνεται δὲ μάλιστα διὰ τόδε· ἐπὴν κενεαγγήσῃ καὶ ταλαιπωρήσῃ πλέον τῆς μαθήσιος, αὐανθεῖσαι αἱ μῆτραι ὑπὸ τῆς ταλαιπωρίης στρέφονται, ἅτε κενεαὶ ἐοῦσαι καὶ κοῦφαι· εὐρυχωρίη γάρ σφίν ἐστιν ὥστε στρέφεσθαι, ἅτε τῆς κοιλίης κενεῆς ἐούσης· στρεφόμεναι δὲ ἐπιβάλλουσι τῷ ἥπατι, καὶ ὁμοῦ γίνονται, καὶ ἐς τὰ ὑποχόνδρια ἐμβάλλουσι· θέουσι γὰρ καὶ ἔρχονται ἄνω πρὸς τὴν ἰκμάδα, ἅτε ὑπὸ τῆς ταλαιπωρίης ξηρανθεῖσαι μᾶλλον τοῦ καιροῦ· τὸ δὲ ἧπαρ ἰκμαλέον ἐστίν· ἐπὴν δὲ ἐπιβάλωσι τῷ ἥπατι, πνίγα ποιέουσιν ἐξαπίνης ἐπιλαμβάνουσαι τὸν διάπνοον τὸν περὶ τὴν κοιλίην. Καὶ ἅμα τε ἄρχονται ἔστιν ὅτε προσβάλλειν πρὸς τὸ ἧπαρ, καὶ ἀπὸ τῆς κεφαλῆς φλέγμα καταῤῥέει ἐς τὰ ὑποχόνδρια οἷα πνιγομένης, καὶ ἔστιν ὅτε ἅμα τῇ καταῤῥύσει τοῦ φλέγματος ἔρχονται ἐς χώρην ἀπὸ τοῦ ἥπατος, καὶ παύεται ἡ πνίξ. Κατέρχονται δὲ καθελκύσασαι ἰκμάδα καὶ βαρυνθεῖσαι· τρυσμὸς δὲ ἀπ᾿ αὐτέων γίνεται, ἐπὴν χωρέωσιν ἐς ἕδρην τὴν σφέων αὐτέων· ἐπὴν δὲ κατέλθωσιν, ἔστιν ὅτε ἡ γαστὴρ μετ᾿ ἐκεῖνα ὑγροτέρη γίνεται ἢ ἐν τῷ πρὶν χρόνῳ· χαλᾷ γὰρ ἤδη ἡ κεφαλὴ τοῦ φλέγματος ἐς τὴν κοιλίην. Ἐπὴν δὲ πρὸς τῷ ἥπατι ἔωσιν αἱ μῆτραι καὶ τοῖσιν ὑποχονδρίοισι, καὶ πνίγωσι, τὰ λευκὰ τῶν ὀφθαλμῶν ἀναβάλλει, καὶ ψυχρὴ γίνεται· εἰσὶ δὲ αἳ καὶ πελιδναὶ γίνονται ἤδη· καὶ τοὺς ὀδόντας βρύχει, καὶ σίελα ἐπὶ τὸ στόμα ῥέει, καὶ ἐοίκασι τοῖσιν ὑπὸ τῆς ἡρακλείης νούσου ἐχομένοισιν. Ἢν δὲ χρονίσωσιν αἱ μῆτραι πρὸς τῷ ἥπατι καὶ τοῖσιν ὑποχονδρίοισιν, ἀποπνίγεται ἡ γυνή. Ἔστι δ᾿ ὅτε, ἐπὴν κενεαγγήσῃ ἡ γυνὴ καὶ ἐπιταλαιπωρήσῃ, αἱ μῆτραι στρεφόμεναι πρὸς τῆς κύστιος τὸν στόμαχον προσπίπτουσι καὶ στραγγουρίην ποιέουσιν, ἄλλο δὲ οὐδὲν κακὸν ἴσχει, καὶ ἐν τάχει ὑγιαίνει θεραπευομένη, ἔστι δ᾿ ὅτε καὶ αὐτομάτη. Ἔστι δ᾿ ᾗσιν ἐκ ταλαιπωρίης ἢ ἀσιτίης πρὸς ὀσφὺν ἢ πρὸς ἰσχία προσπεσοῦσαι πόνους παρέχουσιν.

[8] Ἢν δὲ γυνὴ τὸ σῶμα φλαύρως ἔχῃ καὶ ἴῃ χολώδεα τὰ καταμήνια, εὔγνωστά ἐστι τῷδε· μέλανά ἐστι κάρτα, ἔστι δ᾿ ὅτε μέλανα λαμπρὰ, καὶ κατ᾿ ὀλίγιστα ἔρχεται, καὶ οὐ ταχὺ πήγνυται, καὶ ὁ γόνος ἀμαλδύνεται ἀμφοῖν, τοῦ τε ἄρσενος καὶ τοῦ θήλεος, καὶ οὐκ ἴσχει ἐν γαστρὶ, καὶ ἀρχομένης μὲν τῆς νούσου, καθαίρεται τὰς ἡμέρας ἃς μεμαθήκει, οὐ πλέονας· προϊόντων δὲ τῶν ἐπιμηνίων, πλέονάς τε ἡμέρας καθαίρεται καὶ ἐλάσσονα τὰ καταμήνια καθ᾿ ἑκάστην ἡμέρην φαίνεται, πυρετοί τε ἐπιγίνονται πλανῆται ὀξέες ξὺν φρίκῃ, καὶ ἀσιτίη ἄλλοτε καὶ ἄλλοτε, καὶ καρδιωγμὸς, καὶ πονήσει μάλιστα ἐπὴν πλησιάζῃ τὰ καταμήνια αὐτέῃ· ἐπὴν δὲ ἀποκαθαρθῇ, ῥηΐσει ἐπ᾿ ὀλίγον χρόνον πρὸς τὰ πρόσθεν, ἔπειτα δὲ αὖθις ἐς τωὐτὸ καταστήσεται· μελεδαινομένη δὲ ἐν τάχει ὑγιαίνει. Ἢν δὲ μὴ θεραπεύηται καὶ ὁ χρόνος προΐῃ, πάντα μιν μᾶλλον πονήσει τὰ πρόσθεν εἰρημένα, καὶ ὀδύνη λήψεται, τοτὲ μὲν τῆς γαστρὸς τὸ κάτω τοῦ ὀμφαλοῦ, τοτὲ δὲ τοὺς βουβῶνας, τοτὲ δὲ τὴν ὀσφύν τε καὶ κοχώνην, τοτὲ δὲ τὸν τράχηλον, τοτὲ δὲ πνὶξ προσπεσεῖται ἰσχυρὴ, καὶ πρὸ τῶν ὀφθαλμῶν ζόφος ἔσται οἱ καὶ δῖνος, οἷα τῆς καθάρσιος ἄνω στελλομένης καὶ ἀνιούσης. Ἢν γὰρ τὸ σῶμα φλαύρως ἔχῃ, γυναικὶ τὰ καταμήνια ἐλάσσονα γίνεται, καὶ ᾗσιν ἂν τὸ σῶμα ἔμπλεον ᾖ, τὰ καταμήνια ταύτῃσι πλέονά ἐστι· τῇ δὲ χολώδεα τὰ καταμήνια ἢν ἔχηται, ὀλιγοψυχίη ἐμπίπτει, καὶ ἀποσιτίη ἄλλοτε καὶ ἄλλοτε, καὶ ἀλύκη, καὶ ἀγρυπνίη, καὶ ἐρυγγάνει θαμινὰ, καὶ οὐκ ἐθέλει περιπατέειν, καὶ ἀθυμέει, καὶ ἐμβλέπειν οὐ δοκέει, καὶ δέδιεν. Καὶ ἢν μελεδαίνηται, ἐκ τουτέων ὑγιὴς ἔσται· ἢν δὲ ὁ χρόνος προΐῃ, ἔτι μᾶλλον πονήσει· ξυμβαίη δ᾿ ἂν ἄριστα, ἢν ἔμετος χολώδης ἐπιγένηται, ἢ ἡ κοιλίη ταραχθῇ μὴ ἰσχυρῶς καὶ ὑπίῃ χολώδεα, ἢ ῥόος ἐπιγένηται αὐτέῃ μὴ ἰσχυρός· ἢν γάρ τι τουτέων ἐπιπέσῃ ἰσχυρὸν ἐπὶ σῶμα τετρυχωμένον, κινδυνεύσει· ἢν δὲ ἠρεμέως ἀποκαθαίρηται τοῦ χολώδεός τι ἢ πᾶν τὸ λυπέον, ὑγιὴς γίνεται. Ἢν δὲ μήτε μελεδαίνηται μήτε μηδὲν τουτέων γίνηται, ἀποθνήσκει ἡ γυνή· ὡς δὲ ἐπὶ τὸ πλεῖστον ξυμβαίνει ῥόον ἐμπίπτειν χολώδεα ἐκ τοιουτέου νοσήματος. Ἢν ῥόος γένηται, τὰ μὲν πρῶτα ὀλίγα οἱ τὰ φαινόμενα ἔσται, ἀνὰ πάσας δὲ τὰς ἡμέρας ὡς ἐπίπαν πλέονα ξυμβαίνει· ὁκόταν δὲ ὁ χρόνος προΐῃ, ὡς ἐπιτοπλέον καὶ ἡ νοῦσος ὀξέη γίνεται, καὶ αἱ μῆτραι δάκνονται ὑπὸ τῆς καθάρσιος τῆς χολώδεος χωρεούσης καὶ ἑλκοῦνται. Ἔτι δὲ καὶ ἐν τούτῳ ὑγιαίνει μελεδαινομένη, ἤν οἱ ἑρχθῇ ὁ ῥόος· ἢν δὲ φλεγμαίνωσιν αἱ μῆτραι ὑπὸ τῶν ἑλκέων, ἔτι ὀξυτέρη οἱ ἡ νοῦσος ἔσται, καὶ πολλά τε καὶ ὀδμαλέα καὶ πυώδεα ἐλεύσεται ἀπ᾿ αὐτέων τῶν μητρέων, ἤδη ἀπιόντα καὶ ἑκάστοτε οἷον ἀπὸ κρεῶν ἴχωρ, καὶ τὰ πρότερον εἰρημένα ἅπαντά μιν μᾶλλον πονήσει, καὶ τὰ ἕλκεα ἔτι μᾶλλον ἀγριώτερα ἔσται μέχρι μιν ἀπενείκῃ· ἢν δὲ καὶ ἰηθῇ, ἄφορος ἔσται ἀπὸ τῶν οὐλέων.

[9] Ἢν δὲ γυνὴ τὸ σῶμα φλαύρως ἔχῃ καὶ ἢν φλεγματώδης ᾖ, τὰ ἐπιμήνια χωρήσει οἱ φλεγματώδεα· γνωστὸν δέ ἐστιν ἢν χωρέῃ φλεγματώδεα· ὑμενώδεά τε γὰρ φαίνεταί οἱ, καὶ ὥσπερ ἀράχνια ἐνδιατείνεται, καὶ ὑπόλευκά ἐστι. Τοῦτο δὲ γίνεται, ἢν οἱ τὸ σῶμα καὶ ἡ κεφαλὴ φλέγματος πεπληρωμένα ᾖ, καὶ τοῦτο μὴ ὑποκαθαίρηται μήτε κατὰ τὰς ῥῖνας μήτε κατὰ τὴν ἕδρην μήτε κατ᾿ οὐρήθρην, ἀλλ᾿ ἐν τοῖσι καταμηνίοισι καὶ ἐν τῷ ταράχῳ τοῦ αἵματος σὺν τῇ καθάρσει ἔξω ἴῃ· καὶ ἢν ταῦτα ὧδε ἔχῃ, ἐπὶ μὲν δύο ἢ τρεῖς μῆνας οὐκ ἐσαΐει, ἐπὴν δὲ ὁ χρόνος πλέων γένηται καὶ μὴ μελεδαίνηται, μᾶλλον πονήσει, καὶ πυρετὸς ἐπιλήψεται πλάνος, καὶ ἀσιτήσει ἄλλοτε καὶ ἄλλοτε, καὶ καρδιώξει, καὶ πονήσει μάλιστα ἐπήν οἱ πλησιάζῃ τὰ ἐπιμήνια· ὁκόταν δὲ ἀποκαθαρθῇ, ῥηΐζει ἐπ᾿ ὀλίγον χρόνον πρὸς τὰ πρόσθεν, ἔπειτα ἐς τωὐτὸ καθίσταται, καὶ ἢν μὴ μελεδαίνηται καὶ ὁ χρόνος προΐῃ, γενήσεται πάνθ᾿ ὅσα περ εἰ χολώδεα ἐχώρεε τὰ καταμήνια, ἄχρις οὗ ὁ ῥόος οἱ εἴχετο. Ἕπεται δὲ ταύτῃ καὶ ῥόον φλεγματώδεα γίνεσθαι, ἢ ἄλλα ἅσσα ἐγὼ ἐρέω ὀλίγῳ ὕστερον· καὶ ἢν προσεπιγένηται, αἰεὶ πορεύεται ἀνὰ πάσας τὰς ἡμέρας, ὁτὲ μὲν ἀθρόα, ὁτὲ δὲ ὀλίγα, καὶ ἔστιν ὅτε οἷον ἀπὸ κριθέων ὕδωρ χωρέει, ὁτὲ δὲ οἷον ἰχὼρ, καὶ ἐν αὐτέῳ θρόμβοι πολλοὶ αἵματος ἐγγίνονται, καὶ ξύει τὴν γῆν ὡς ὄξος, καὶ δάκνει τῆς γυναικὸς ᾗ ἂν ἐπιψαύσῃ, καὶ ἑλκοῖ τὰς μήτρας. Καὶ ἐλθοῦσα ἐς τοῦτο τὰ μὲν ἄλλα πάσχει τὰ αὐτὰ ὡς ἡ προτέρη· ἧσσον δὲ τὴν κεφαλὴν ἐκείνης πονήσει, καὶ τὰ ἕλκεα οὔτε δυσειδέα οὔτε μεγάλα οὔτε πυώδεα οὔτε ὀδμαλέα ὁμοίως κείνῃ γίνεται, ἀλλὰ ταύτῃ ἧσσον· ἐπιμελεδαινομένη δὲ ὑγιαίνει καὶ προεληλυθυίης τῆς νούσου, καὶ οὐ μάλα ἀποθνήσκει, φορὸς δὲ οὐ δύναται εἶναι ὧδε ἔχουσα.

[10] Ὁκόσαι δὲ ξυνοικεῦσαι οὐ δύνανται ἐν γαστρὶ ἔχειν, πυθέσθαι χρὴ εἴ σφιν ἐπιφαίνεται τὰ καταμήνια ἢ οὒ, καὶ εἰ αὐτίκα ἄπεισιν ἡ γονὴ ἢ τῇ ὑστεραίῃ ἢ τῇ τρίτῃ ἢ τῇ ἕκτῃ ἢ τῇ ἑβδόμῃ· ἢν μὲν οὖν φῇ αὐτίκα ἀπιέναι ὅταν εὐνασθῇ, τὸ στόμα οὐκ ὀρθόν ἐστι τῆς μήτρης, ἀλλ᾿ ἰδνοῦται καὶ οὐ λάζυται τὴν γονήν· ἢν δὲ φῇ δευτέρῃ ἢ τρίτῃ, ἡ ὑστέρη ἐξυγρασμένη ἐστὶ καὶ ἡ γονὴ ἐκπλύνεται· ἢν δὲ ἕκτῃ καὶ ἑβδόμῃ, ἡ γονὴ κατασήπεται, κατασαπεῖσα δὲ ἀπέρχεται. Τοῦ μὲν οὖν ἀρχὴν μὴ προσδέχεσθαι τὴν γονὴν, τῆς ὑστέρης τὸ στόμα θεραπευτέον πρῶτον, ὅκως ὀρθὸν ἔσται· τοῦ δὲ καταπλύνεσθαι δευτεραίῃ καὶ τριταίῃ, ἡ ὑστέρη καὶ ἡ κεφαλή· τοῦ δὲ κατασήπεσθαί τε καὶ ἀπέρχεσθαι, καὶ ἡ ὑστέρη καὶ τὸ σῶμα ἅπαν ἔνυγρον ὄν. Τουτέων ἕκαστα γινώσκειν ὧδε χρή.

[11] Ὁκοίης δὲ χρῄζει καθάρσιος, γνώσῃ ὧδε· ὅταν τὰ ἐπιμήνια γίνηται, ῥάκος πτύξας ὅσον σπιθαμῆς, ἐπιτανύσαι ἐπὶ σποδιὴν λεπτήν· κἄπειτα ποιέειν ὡς ἐπὶ τοῦτο ἐπιῤῥυῇ τὰ ἀπιόντα· εἶναι δὲ δύο τὰ τρυχία χωρὶς ἑκάτερα, τὰ μεθ᾿ ἡμέρην τε καὶ νύκτωρ· καὶ τὰ μὲν ἡμερήσια πλύνειν χρὴ τῇ ὑστεραίῃ, τὰ δὲ νύκτωρ, ὁκόταν αὐτέοισιν ἡμέρη καὶ νὺξ γένηται, ἐπὶ τῇσι σποδιῇσι κειμένοισιν· ἐν δὲ τῇ πλύσει σκέπτεσθαι ὁκοῖα ἅσσα γίνεται τὰ ῥάκεα πλυθέντα, ὅταν ἐν ἡλίῳ τέρσηται· κράτιστον δὲ ἐν σκοταίῳ χωρίῳ. Ἢν μὲν οὖν φλέγμα ᾖ τὸ κωλῦον, μυξώδεα τὰ ῥάκεα ἔσται· ἢν δὲ ἅλμη τε καὶ χολὴ, πυῤῥά τε καὶ ὑποπέλιδνα. Ταῦτ᾿ οὖν ἐσιδὼν, καὶ γνώμῃ σκεθρῇ βασανίσας, ὅλον τὸ σῶμα ἀθρέειν, ἤν τε πολλῆς καθάρσιος δοκέῃ δεῖσθαι, ἤν τε μὴ, ἀποσκεψάμενος ἐς τὴν χροιὴν καὶ τὴν ἡλικίην καὶ ῥώμην καὶ ὥρην καὶ οἵῃ διαίτῃ χρέονται· ἰητρείη δὲ καὶ τοῦ σώματος παντὸς προνοεῖσθαι, καὶ τὰς ὑστέρας καὶ τὸ στόμα ἰῆσθαι· καὶ ἢν μὲν μεμυκὸς ᾖ, ἀναστομῶσαι· ἢν δὲ λοξωθέωσιν, ἐξιθύνειν χρή· ἢν δὲ ὑγραὶ ἔωσιν, αὐαίνειν, καὶ τἄλλα δρῇν ἐναντίον. Σχεδὸν δὲ πάσῃσιν ἡ πολλὴ θεραπείη ἡ αὐτή ἐστι, πλὴν τοῦ κατασπάσαι τὰ ἐμμήνια· ὅσῃσι γὰρ γίνεται, οὐδὲν δεῖ ταύτῃσι κατασπᾷν, ἀλλ᾿ ὅ τι κακὸν ἐν τοῖσιν ἐπιμηνίοισιν ἔνι, τοῦτο ἀφαιρέειν χρὴ, ὅταν φλεγματώδεα καὶ ὑμενώδεα ἴῃ καὶ χολώδεα καὶ ἰχωροειδέα καὶ λεπτὰ ἢ λευκὰ καὶ θρομβοειδέα, καὶ ὅταν μέλανά τε καὶ ἀνθρακώδεα, ἢ ζοφοειδέα, ἢ δριμέα, ἁλμυρὰ, θολερὰ, πυώδεα. Αὗται πᾶσαι αἱ προφάσιες ὑπεξαιρετέαι· κωλύουσι γὰρ λαμβάνειν ἐν γαστρί. Ὁκόσα μὲν οὖν φλεγματώδεα καὶ ὑμενοειδέα τῶν ἐπιμηνίων ἐστὶ, καὶ αὗται σαρκώδεές εἰσι, ταύτῃσι τὸ στόμα ἔξυγρον, καὶ πτύελον πουλὺ καὶ γλίσχρον, καὶ ἢν ὀξέος γεύηται ἢ δριμέος, τὸ πτύελον ἐν τῷ στόματι πλαδωδέστερόν τε ἔσται καὶ ἄναλτον, καὶ πρὸς πᾶν ὅ τι ἂν φάγωσιν ἢ πίωσιν ὄχλος προσίσταται αὐτέῃσι, καὶ ἀείρεται ἡ κοιλίη, καὶ ναυσίη, καὶ ἀλυσμὸς πουλύς· ἀπό τε κεφαλῆς ῥεῦμα καταῤῥέει, καὶ πάντ᾿ ἐμπλάσσεται, καὶ πολλὴν ὑγρασίην ἐπάγεται, καὶ τὰ ὑποφθάλμια πελιδνὰ καὶ πεφυσημένα. Ταύτας χρὴ ὅλας πυριῇν, καὶ πυκνὰ ἐμέειν καὶ ἀπὸ σιτίων καὶ ἀπὸ νηστείης· μαλάσσειν δὲ τὴν κάτω κοιλίην φαρμάκοισι πάμπαν κούφοισιν, ὁκόσα ἥκιστα χολὴν ἄγει, καὶ μονοσιτέειν, καὶ γυμνάζεσθαι συχνὰ, καὶ ὡς ξηροτάτῃ τροφῇ διαιτᾶσθαι, καὶ ποτῷ ἐλαχίστῳ ἀκρητεστέρῳ· κοιλίη δὲ εὔλυτος ἀμείνων διαφυλάσσεσθαι. Τὰς δὲ ὑστέρας χρὴ, ἢν μὴ πρὸς ταύτην τὴν διαίτην ἐνακούωσι, καθαίρειν φαρμάκοισιν ἀδήκτοισι προσθέτοισιν· προπυριῇν δὲ πρὸ τῶν καθαρσίων αἰεὶ, πρότερον μὲν τῇ πυρίῃ τῇ ἐκ τῶν μαράθρων, ἔπειτα δὲ τῇ ἐκ τῶν θυμιημάτων. Τὰς δὲ πυρίας ποιέεσθαι καὶ τὰς προσθέσιας τεκμαιρόμενον ὅκως ἅπαντα πεποιήσεται καὶ κατὰ τρόπον ἔσται, ἐν ᾧ χρόνῳ τὰ ἐπιμήνια εἴη. Ἢν μὲν οὖν καθαρά τε καὶ ἀκραιφνέα καὶ ἔναιμα γίνηται, οὕτως ἴτω παρὰ τὸν ἄνδρα ἐν ἀρχομένοισι τοῖσιν ἐπιμηνίοισιν· ἄριστον δὲ ἐν ἀπολείπουσι καὶ ἔτι ἰόντων μᾶλλον ἢ ἀφανέων. Ὅταν δὲ μέλλῃ ἰέναι παρὰ τὸν ἄνδρα, ὑποθυμιήσθω τι τῶν θυμιημάτων τῶν στυπτικῶν· θυμιήσθω δὲ διὰ τοῦ κανείου καὶ τοῦ καλάμου, ἐπὶ σποδιὴν θερμὴν ἐπιπάσσουσα τὸ φάρμακον· ὅταν δὲ ἐπιπάσσῃ, καὶ τὸ κανεῖον περιθεῖναι καὶ τὸν κάλαμον, καὶ καθεζομένην πυριῆσθαι. Ὁκόταν δὲ δέῃ αὐτὴν θυμιῆσθαι, τῷ μολυβδίῳ χρήσθω, ὡς ἀνεωγμένῳ τῷ στόματι θυμιῆται· εἶτα ὅταν ἀνίστηται, πάλιν ἐν τῇ κλίνῃ προσθέσθω τὸ μολύβδιον· εἶτα ἀφελομένη, αὐτίκα ξυνευναζέσθω τῷ ἀνδρὶ, καὶ ἢν τὰ ἀπὸ τοῦ ἀνδρὸς μὴ δῆλά οἱ ᾖ, ἐκτείνασα τὰ σκέλεα καὶ ἐπαλλάξασα ἠρεμείτω. Νηστείη δὲ ὄφελος ἐν ταύτῃ τῇ ἡμέρῃ, πλὴν κυκεῶνα, ἢν ἐθέλῃ, ἄναλτον ἐφ᾿ ὕδατι· τοῦτο δὲ πιέειν τότε, ὁκόταν μέλλῃ θυμιῆσθαι. Ἢν δὲ ξυγγενομένη τῷ ἀνδρὶ κατάσχῃ τῇ ὑστεραίῃ τὴν γονὴν καὶ μηδὲ ἐς τὴν ἑτέρην ἀπίῃ ἡμέρην, σιτίων μὲν εἴργεσθαι καὶ λουτρῶν, πίνειν δὲ ἄλφιτον ἐν ὕδατι ἄναλτον καὶ δὶς καὶ τρὶς τῆς ἡμέρης. Αὕτη δὲ ἡ δίαιτα ἔστω ἡμέρας ἓξ, ἀμείνων δὲ καὶ ἑπτὰ, ἢν μὴ ἀπίῃ τὰ ἀπὸ τοῦ ἀνδρὸς ὅταν ξυγγένηται. Ἀλουτείτω δὲ πάντα τὸν χρόνον, καὶ ἀκινητέειν ἐπιτηδευέτω· ἢν δὲ βούληται περιπατεῖν, περιπατείτω ἐν ὁμαλῷ χωρίῳ καὶ λείῳ, πρὸς ἄναντες δὲ μηδὲν, μηδὲ κάταντες· καθέζεσθαι δὲ ἐπὶ μαλθακὰ, ἢν ξυλλάβῃ· τὴν δ᾿ ἄλλην δίαιταν τὴν αὐτὴν ποιέεσθαι μέχρις ἡμερέων τριήκοντα. Ἀλουτεέτω δὲ, ἢ καὶ, ὅτε δέοι, λουθῆναι ὀλίγῳ καὶ μὴ λίην θερμῷ· τὴν δὲ κεφαλὴν μὴ βρέχειν. Σιτίοισι δὲ χρεέσθω καὶ ἄρτοισι καὶ μάζῃ, ἤν γε βούληται· κρεῶν δὲ φάσσῃ καὶ τοῖσι παραπλησίοισι, θαλασσίων δὲ ὁκόσα κοιλίην ἵστησιν· εἴργεσθαι δὲ λαχάνων δριμέων· οἴνῳ δὲ μέλανι χρεέσθω, κρέασι δὲ ὀπτοῖσι μᾶλλον ἢ ἑφθοῖσι, καὶ τῶν ἡμέρων καὶ τῶν θηρείων.

[12] Καὶ ταύτην, ἢν μὲν ξυλλάβῃ, οὕτω χρὴ ποιέειν· ἢν δὲ μὴ ξυλλάβῃ, ἀλλ᾿ οἴχηται δευτεραῖα ἢ τριταῖα τὰ τοῦ ἀνδρὸς ῥεόμενα παμπόλλῃ ὑγρασίῃ, δῆλον ὅτι ὑγρότεραί εἰσιν αἱ ὑστέραι. Θεραπεύειν οὖν χρὴ κατὰ τὸν ὑφηγημένον τρόπον, μέχρις ἂν ξηραὶ γένωνται· ὁκόταν δὲ δοκέωσι ξηραὶ εἶναι, ἰητρείη ἥδε ἀρίστη, φάρμακον μαλθακτήριον κατόπιν τε καὶ ἐς τοὔμπροσθεν, ἄχρις οὗ αὗται κατὰ φύσιν γένωνται· καὶ αὖθις ἴτω παρὰ τὸν ἄνδρα, ὅταν τὰ ἐπιμήνια μηκέτι πολλὰ ᾖ, ἀλλ᾿ ὀλίγα καὶ εὔχροα, καὶ ὀργᾷ. Καὶ ἐν τῇσιν ἄλλῃσιν ἡμέρῃσιν ἱμεροῦσθαι χρὴ τοῦ ἀνδρὸς, ἢν ἄριστα ἔχωσιν αἱ ὑστέραι. Ὅταν δὲ ξυγγένηται ἐν τῇσιν ἡμέρῃσι τῇσιν εἰρημένῃσιν, ἢν εὐτρεπισθῶσιν αἱ ὑστέραι, ἢν κατάσχῃ τὴν γονὴν ἡμερέων δέκα ἢ δυοκαίδεκα, μὴ ἰέναι ὡς τὸν ἄνδρα. Ἢν δὲ μὴ ξυλλάβῃ, ὑγιέες δὲ ἔωσιν αἱ μῆτραι, γίνεται γὰρ δὴ καὶ τοῦτο πολλῇσιν, ἐπειδὰν ἀκιδναὶ αἱ μῆτραι, εὔτροφοι ἐοῦσαι, ὑπὸ πάθεος γένωνται ἢ ὑπὸ φαρμακείης τε καὶ πυρίης πολλῆς, οὐ δύνανται φέρειν τὴν γονὴν, πρὶν ἢ ἐθάδες γίνωνται καὶ ἰσχύωσιν· γνωστὸν δὲ τοισίδ᾿ ἐστὶν ὧδε· ὁκόταν ἀπίῃ οἱ, ἄπεισι δὲ δευτεραίῃ ἢ καὶ τριταίῃ καὶ ἔτι ἀνωτέρω, ἀπέρχεται δὲ παχέα τε καὶ ξυνεστεῶτα οἷον βλένναι, ἢν μὴ κακόν τι ᾖ καὶ διὰ νοῦσον ἑτέρην ὑστερέων ἡ γονὴ ἀπαλλάσσηται. Ὅταν οὖν τοιαῦτα φανθῇ, θεραπηΐης μὲν ἀπόχρη ὑστερέων· τοῦ δ᾿ ἄλλου σώματος ἐπιμελείην ἔχειν, ὡς εὐεξίη τοιαύτη οἱ ᾖ, ὡς ξυνεσταλμένον τε ἅμα τὸ σῶμα εἶναι καὶ εὔογκον, λουτροῖσιν ὀλίγοισι, πόνοισι πρηέσι πλέοσι· δριμέων καὶ ἁλμυρῶν εἴργεσθαι· ἐμέτοισι χρῆσθαι πρὸ τῶν ἡμερέων ὧν μεμαθήκει τὰ ἐπιμήνια γίνεσθαι, καὶ αὖθις λιμοκτονέεσθαι, καὶ τἄλλα ἐπιτελεῖν ἅσσα εἴρηται. Αὕτη μὲν θεραπηΐη ἀμφὶ τῶνδε.

[13] Ὅσῃσι δὲ, ὅταν ξυγγένωνται, αὐτίκα διαῤῥέει τὰ ἀπὸ τοῦ ἀνδρὸς, ταύτῃσι τὸ στόμα τῶν ὑστερέων πρόφασις. Θεραπεύειν δὲ δεῖ οὕτως· ἢν μὲν σφόδρα μεμυκὸς ᾖ, ἀναστομῶσαι τοῖσι δαιδίοισι καὶ τοῖσι μολιβδίοισι· πυριῇν δὲ μαλθακῇ πυρίῃ, τῇ ἐκ τοῦ μαράθρου, καὶ καθαίρειν προσθέτοισιν ὅσα λεπτύνει τὰς ὑστέρας καὶ ἐς ἰθὺ καθίστησι· μετὰ δὲ τὰς καθάρσιάς τε καὶ τὰς πυρίας κλύζειν τοισίδε ἅσσα ἐναντία τῇ προφάσει. Ὅσῃσι δὲ τὸ στόμα ἀπεστραμμένον ἐστὶ καὶ προσπεπτωκὸς πρὸς τὸ ἰσχίον, γίνεται γὰρ καὶ τοιαῦτα διακωλύοντα τὴν ὑστέρην τὴν γονὴν προσδέχεσθαι, ὅταν οὖν τι τοιοῦτον ξυμβῇ, πυριῇν χρὴ τῇσιν εὐώδεσι τῶν πυριῶν· μετὰ δὲ τὴν πυρίην παραφασσαμένην τῷ δακτύλῳ ἀποσπᾷν τοῦ ἰσχίου· ὅταν δὲ ἀποστήσῃ, ἐξορθοῦν τοῖσι δαιδίοισι καὶ τῷ μολιβδίῳ κατὰ τὸν ἔμπροσθεν λόγον· ὅταν δὲ ἐξωρθωμέναι τε καὶ ἀνεστομωμέναι γένωνται, προσθέτοισι μαλακοῖσι καθαίρειν, καὶ τἄλλα ποιέειν κατὰ τὸν ὑφηγημένον λόγον. Ὅταν ἀνεστομωμέναι μᾶλλον τοῦ δέοντος αἱ ὑστέραι ἔωσι, καθάρσιος δέονται· μετὰ δὲ τὰς καθάρσιας, κλυσμῶν καὶ θυμιημάτων. Ἢν δὲ ἐγγύτερον ἔωσι τοῦ δέοντος, ἐμέτων δέονται αἱ ὑστέραι καὶ πυρίης δυσώδεος, μέχρις ὅτου ἐς χώρην ἔλθωσι· τῇ διαίτῃ δὲ τῇ ὑφηγημένῃ χρῆσθαι. Ἢν δὲ τὸ στόμα πιμελῶδες ᾖ καὶ πάχετον, καὶ διὰ τοῦτο μὴ κυΐσκηται, νᾶπυ ἑφθὸν ἐσθίειν νῆστιν, καὶ ἄκρητον ἐπιπίνειν· πρόσθετον δὲ νίτρον ἐρυθρὸν καὶ κύμινον καὶ ῥητίνην· ἄριστον δ᾿ ἐν ὀθονίῳ· ἢ νίτρον ξὺν σμύρνῃ καὶ ῥητίνῃ καὶ κυμίνῳ καὶ μύρῳ λευκῷ· ἢ ἐλάφου κέρας καῦσαι καὶ μίξαι ὠμήλυσιν διπλασίην, ἐν οἴνῳ ἐπὶ ἡμέρας τέσσαρας πινέτω. Ἢν δὲ μὴ ῥηΐζῃ, πράσα ἑψεῖν καὶ ἀμφικαθίζεσθαι· ἢ φηγὸν τρίβουσα προστιθέσθω· σκόροδά τε τρώγειν νεαρὰ, καὶ μελίκρητον ἐπιπίνουσα ἐμεέτω.

[14] Ὅσῃσι δὲ ἐμμένει καὶ ἐνσήπεται καὶ ὄχλον ποιέει, ἀνδραφάξιος ἀγρίης καρπὸν ἢ χυλὸν ξὺν μέλιτι ἢ ξὺν κυμίνῳ ἐκλεικτὸν διδόναι.

[15] Ὅταν δὲ δύσοδμα ἔῃ, καὶ οὐ κυΐσκηται, ἀνδράχνην καὶ χηνὸς ἔλαιον μίσγειν καὶ προστιθέναι.

[16] Ὅσῃσι δὲ ἑκταῖα καὶ ἑβδομαῖα τὰ ἀπὸ τοῦ ἀνδρὸς κατασηπόμενα χωρέει, ταύτῃσιν εἰκὸς γίνεσθαι ὑπ᾿ ἀμφοῖν ἐπιῤῥοῇ, χολῆς καὶ ἅλμης· θεραπεύειν δὲ χρὴ ὧδε ἐλλεβόρῳ ἢ σκαμμωνίῃ καὶ πεπλίῳ· καθαίρουσι γὰρ ἄνω τε καὶ κάτω φλέγμα τε καὶ χολὴν, καὶ φύσας ἄγει· πρὸ δὲ τῶν καθαρσίων τῇσι πυρίῃσι χρῆσθαι τῇσιν ἐκ τῶν θυμιημάτων· ὅταν δὲ πυριήσῃς, καθαίρειν προσθέτοισι τὸν αὐτὸν τρόπον ὡς ἐν τῇσι πρόσθεν, καὶ μετὰ τὰς πυρίας καὶ καθάρσιας τοῖσι μαλθακτηρίοισι χρέο, καὶ τὸ ἐκ τῆς λινοζώστιος πρόσθετον, καὶ ἀρτεμισίης ποίης καὶ ἀνεμώνης καὶ ἐλλεβόρου λευκοῦ ἢ μέλανος. Τὰ μὲν τῶν φαρμακηΐων ταύτῃσιν ὧδε χρή· τὴν δὲ δίαιταν ἀποσκεπτόμενον τῆς ἀνθρώπου ἐς τὸ οὖλον σῶμα ποιέειν, ἤν τε αὐχμηροτέρη δοκέῃ εἶναι, ἤν τε σαρκωδεστέρη· κἢν μὲν αὐχμηροτέρη, λουτροῖσι πλείοσι καὶ ἑφθοῖσι πᾶσι τοῖσιν ὄψοισιν, εἴτε θαλασσίοισιν εἴτε κρέασιν, οἴνῳ δὲ ὑδαρέϊ, λαχάνοισιν ἑφθοῖσι καὶ λιπαροῖσι πᾶσι καὶ γλυκέσι· ταῦτα γὰρ ὡς ἐπιτοπουλὺ ποιέει ὑγρηδόνα εἶναι καὶ ἐν τῷ ἄλλῳ σώματι καὶ ἐν τῇσιν ὑστέρῃσιν. Ἢν δὲ ὑγροτέρη ᾖ, δέονται αἱ τοιαῦται ὑστέραι τούτων οὐδὲν, ἀλλὰ τἀναντία· οὐ χρὴ ψαύεσθαι οὐδὲ κλύζεσθαι νεοχμῶς οὐδὲ θυμιῆσθαι· πρὸς γὰρ τὸ κινεύμενον φιλέει ἰέναι. Καὶ ἢν ἐξυγρανθέωσι μᾶλλον τῆς φύσιος, χρὴ δὴ ξηραίνειν καὶ θυμιῇν· ἢν δὲ χολώδεα ἴῃ ἐπὶ σφέας, ὅ τι χολὴν καθαίρει διδόναι· ἢν δὲ ἁλμυρώδεα, γάλα ὄνειον καὶ οἶνον καὶ τἄλλα ἀλεξητήρια.

[17] Χρὴ δὲ σκεψάμενον τῶν νοσημάτων τὰς δυνάμιας καὶ ὑφηγεύμενον τὰς προφάσιας ὡς χρὴ ἐξ ὧν αἱ νοῦσοι γίνονται, ἐπὶ τὰ ἄλλα ἰέναι ὧδε καὶ τὰ ἀμφὶ τὰ χωρία ἰῆσθαι. Καὶ ὅσαι μὲν διὰ τὴν τῶν στομάτων αἰτίην διακωλύονται μὴ ἴσχειν ἐν γαστρὶ, τούτων εὐτρεπίζειν τὰ στόματα, ὡς εὐκρινέα ᾖ. Ὅσων δὲ ἡ ὑγρηδὼν εἴργει, ταύτην ἐσορῇν ὡς μὴ διακωλύῃ, σκεπτόμενον ἐς ὅλα τὰ πρήγματα τῶν γυναικῶν, ἤν τε ἐξ ἅπαντος τοῦ σώματος δοκέῃ τι κινέεσθαι, ἤν τε ἀπ᾿ αὐτέων τῶν ὑστερέων, ἤν τε ἀπ᾿ ἄμφω. Τὰς δὲ ὑστέρας ὧδε μελεδαίνειν, ὅκως μήτε ὑγραὶ ἔωσι μήτε λίην αὖαι· ἀλλὰ τὰς μὲν ξηροτέρας εὐχύλως, ὅσῳ αὐχμηρότεραί εἰσι, τοιαύτῃ ἰκμάδι, ὡς πιαλέαι μᾶλλον ἔσονται ἢ ἰσχναλέαι· τὰς δὲ ἐξυγρασμένας καὶ διαβρόχους ξηραίνειν ὑπολειπόμενον ἐνίκμους εἶναι καὶ μὴ λίην ἀπεξηράνθαι· αἱ γὰρ ὑπερβολαὶ τουτέων πάνυ φευκτέαι. Λαμβάνει δὲ ἐν γαστρὶ οὔτε ἡ ὑγρηδόνα ἔχουσα, ἀτὰρ οὐδὲ ἡ αὐαινομένη, ἢν μὴ ᾖ ἐν τῇ ἀρχαίῃ φύσει τουτέων τι. Ἰέναι δὲ χρὴ παρὰ τὸν ἄνδρα, ὅταν τὰ ὑπὸ τῆς θεραπείης καλῶς ἔχῃ, ληγόντων ἢ ἀρχομένων τῶν ἐπιμηνίων· ἄριστον δὲ καὶ ἐπὴν παύσηται· μάλιστα δὲ ἐν ταύτῃσι τῇσιν ἡμέρῃσι πειρηθῆναι, ἢν δύνηται κυΐσκεσθαι· αὗται γὰρ κυριώταται. Ἢν δὲ μὴ αὐτίκα ξυλλάβῃ, τἄλλα δὲ καλῶς ἔχῃ, οὐδὲν κωλῦον ἐν τῇσιν ἄλλῃσι τῶν ἡμερέων ξυνιέναι τῷ ἀνδρί· προθυμίην γὰρ σφίσι ποιέει ἡ μελέτη, καὶ ἀναχαλᾶται τὰ φλέβια, καὶ ἢν τὰ ἀπὸ τοῦ ἀνδρὸς ἀπιόντα ὁμοῤῥοθῇ κατ᾿ ἴξιν τῷ ἀπὸ τῆς γυναικὸς, κυήσει· καὶ γὰρ τόδε ἄρτιον ἔστιν ᾗσιν, ἤν τε αὐτίκα ἤν τε ἐν ὑστέρῳ χρόνῳ. Ταῦτα μὲν ἀμφὶ τούτων λέλεκται.

[18] Ἢν δὲ ὑγρότερον ᾖ τὸ στόμα τῶν ὑστερέων, οὐ δύνανται εἰρύσαι τὸν γόνον· προσθέτοισι δὲ χρέεσθαι δριμέσι· δηχθεὶς γὰρ καὶ φλεγμήνας ὁ στόμαχος στεῤῥὸς ἔστιν ὅτε γίνεται· κατὰ δέ τι ἠδέλφισται, ἢν σκιῤῥωθέωσιν· ἄρειον γὰρ τὰ δριμέα προστιθέναι· ἀδαξῶντα γὰρ, λεπτὰ καὶ πυρώδεα ἐόντα, τὸν σκίῤῥον διαχέει· ἢν δὲ λαπαχθῇ ὁ σκίῤῥος, μαλθακοῖσιν ἰῆσθαι καὶ ὅ τι μὴ δήξεται.

[19] Ἢν δὲ διὰ πολλοῦ μὴ κυΐσκηται τῶν καταμηνίων ἐπιφαινομένων, ὅταν ᾖ τριταίη ἢ τεταρταίη, στυπτηρίην λείην τρίψας, διεὶς μύρῳ, εἰρίῳ ἀνασπογγίζων προστίθει, καὶ ἐχέτω ἡμέρας τρεῖς· τῇ δὲ τετάρτῃ, χολὴν βοὸς αὔην ἐν ἐλαίῳ ἀναζέσας, καὶ ἄχνην ἀναδεύσας πρόσθες, καὶ ἐχέτω ἐπὶ ἡμέρας τρεῖς· τῇ δὲ ὑστεραίῃ ἐξελέσθω, καὶ τῷ ἀνδρὶ ξυνίτω.

[20] Ἢν τὴν γονὴν μὴ δέχηται ἡ γυνὴ τῶν γυναικηΐων κατὰ φύσιν ἐρχομένων, μῆνιγξ ἐπὶ πρόσθεν ἔσται· γίνεται δὲ καὶ ἐξ ἄλλων· γνώσῃ δὲ τόδε τῷ δακτύλῳ εἰ ἅψῃ τοῦ προβλήματος. Πρόσθεμα δὲ ποιῆσαι ῥητίνην καὶ ἄνθος χαλκοῦ, ἐν μέλιτι διεὶς, ὀθόνιον ἀρδαλώσας, πρόσθες ῥάμμα ἐκδήσας ἐκ τοῦ ἄκρου ὡς ἐσωτάτω· ὅταν δὲ ἐξελκύσῃς, τὴν μυρσίνην ἐν οἴνῳ ἀφεψῶν, τῷ οἴνῳ χλιερῷ διανιζέσθω· περιελεῖν δὲ τὸν χιτῶνα ἄμεινον.

[21] Εἰσὶ δὲ γυναῖκες αἵτινες λαμβάνουσι μὲν ῥηϊδίως ἐν γαστρὶ, ἐξενεγκεῖν δὲ οὐ δύνανται, ἀλλὰ σφέων τὰ παιδία διαφθείρονται ἅμα τῷ τρίτῳ μηνὶ ἢ τῷ τετάρτῳ, οὐδεμιῆς βίης ἐπιγενομένης, οὐδὲ βορῆς ἀνεπιτηδείου. Καὶ ταύτῃσιν αἴτιόν ἐστιν ἓν τῶν εἰρημένων· καὶ μάλιστα ἐπὴν παραμεθίωσι τῆς αὔξης τῷ ἐμβρύῳ αἱ μῆτραι. Κοιλίη σφιν ταράσσεται, καὶ ἀσθενείη καὶ πυρετὸς σφοδρὸς καὶ ἀσιτίη ἐμπίπτει τῷ χρόνῳ τούτω, ᾧ ἂν τὰ παιδία φθείρωσιν. Ἔστι δὲ καὶ τόδε αἴτιον, ἢν αἱ μῆτραι ἔωσι λεῖαι ἢ φύσει ἢ ἑλκέων αὐτέῃσιν ἐγγενομένων· ἢν γὰρ λεῖαι ἔωσιν, ἔστιν ὅτε οἱ ὑμένες ἀπ᾿ αὐτέων ἀφίστανται, ἐπὴν τὸ παιδίον ἄρχηται κινέεσθαι, οἱ περιισχόντες αὐτὸ, ἅτε ἡσσόνως ἐχόμενοι τῶν μητρέων ἢ ὡς δεῖ, οἷα λείων ἐουσέων. Εἰδείη δ᾿ ἄν τις τουτέων ἕκαστα, εἰ ἐρωτῴη ἀτρεκέως ταῦτα· περὶ δὲ τῆς λειότητος, εἰ ἑτέρη γυνὴ ψαύσειε τῶν μητρέων κενεῶν ἐουσέων, οὐ γὰρ ἄλλως διάδηλον γίνεται. Ἢν δὲ ἴῃ τὰ καταμήνια ταύτῃσιν, ἁλέα ἔρχεται. Ἔστι δ᾿ αὐτέων ᾗσι γίνεται, ὥστε ἐκφέρειν τὰ ἔμβρυα· μελεδαινομένῃσι δὲ ἐλπίδις εἰσὶ τόκου. Ἀμφὶ δὲ τῶνδε ὧδε ἔχει.

[22] Ἢν γυναῖκα μὴ δυναμένην τεκεῖν τοκήεσσαν ἐθέλῃς γενέσθαι, χρὴ τὰ ἐπιμήνια σκέψασθαι, ἤν τε φλεγματώδεα ἤν τε χολώδεα ᾖ. Γνώσῃ δὲ τῷδε· ψάμμον ὑποβαλεῖν λεπτὴν καὶ ξηρὴν, ὅταν οἱ τὰ ἐπιμήνια γίνηται, καὶ ἐν τῷ ἡλίῳ ἐπιχέαι τοῦ αἵματος, καὶ ἐᾷν ξηρανθῆναι· καὶ ἢν μὲν χολώδης ᾖ, ἐν τῇ ψάμμῳ ξηραινόμενον τὸ αἷμα χλωρὸν ἔσται, ἢν δὲ φλεγματώδης ᾖ, οἷον μύξαι. Τούτων ὁκότερον ἂν ᾖ, καθῆραι τὴν κοιλίην, ἤν τε ἄνω δέῃ ἤν τε κάτω· ἔπειτα τὰς ὑστέρας καθαίρειν.

[23] Ἢν δὲ θέλῃς ξυλλαβεῖν, τοῦ κισσοῦ ἑπτὰ κόκκους, ἢ τῶν φύλλων κατὰ μῆνα πίνειν ἐν οἴνῳ παλαιῷ, παυομένων τῶν ἐπιμηνίων· ἢ σίδιον ἑψήσας ἐν οἴνῳ εὐώδει ἀκρήτῳ, βάλανον ποιήσας, προσθεῖναι ἔς τε μεσημβρίην· ἢ στυπτηρίην αἰγυπτίην τρίψας λείην, ἐς εἴριον ἐνδήσας προστίθεσθαι, ἦμος ἥλιος δύνῃ, εἶτα ἀφελομένη διανιζέσθω οἴνῳ εὐώδει· ποιέειν δὲ ταῦτα, παυομένων τῶν ἐπιμηνίων.

[24] Ἔχει δὲ καὶ τόδε οὕτως· ἐπὴν ἀποκαθαρθέωσιν αἱ γυναῖκες, μάλιστα ἐν γαστρὶ λαμβάνουσιν ἱμερωθεῖσαι, καὶ ὁ γόνος σφίσι ῥώννυται, ἢν μιγέωσιν ὅτε χρὴ, καὶ ὁ τοῦ ἀνδρὸς ῥηϊδίως μίσγεται, καὶ ἢν ἐπικρατήσῃ, τῷδε ἠδέλφισται· τότε γὰρ μάλιστα τὸ στόμα τῶν μητρέων κέχηνε, καὶ τετανόν ἐστι μετὰ τὰς καθάρσιας, καὶ αἱ φλέβες τὴν γονὴν σπῶσιν· ἐν δὲ τῷ πρὶν χρόνῳ τό τε στόμα τῶν μητρέων μέμυκε μᾶλλον, καὶ αἱ φλέβες πλέαι αἵματος ἐοῦσαι οὐχ ὁμοίως σπῶσι τὴν γονήν. Ἢν δὲ ὁ γόνος ἀποῤῥέῃ διιπετὴς, καὶ μὴ λήγῃ, οὐ μίσγεται ἀσπασίως τῷ ἀνδρὶ, οὐδὲ κυΐσκεται, καὶ ἰξύες ἐπώδυνοι, καὶ πῦρ ἔχει βληχρὸν, καὶ ἀδυναμίη, καὶ ἀψυχίη· καὶ ἔστιν ὅτε αἱ ὑστέραι ἐν τῇ σφέων αὐτέων μὴ εἰσὶν ἕδρῃ. Ἢν μὲν οὖν ὑπὸ πλησμονῆς ἴῃ, ἐᾷν ἄριστον· ἢν δὲ ἡ ὑστέρη χαλάσῃ, δίαιτα χόνδρος, κρέας ὕειον ἢ φάσσης, οἶνος μέλας, ποτήματα ὅσα πρὸς ῥόον γεγράψεται.

[25] Νῦν δὲ ἐρέω ἀμφὶ νουσημάτων τῶν ἐν γαστρὶ ἐχουσέων. Φημὶ γυναικὶ ἐν γαστρὶ ἐχούσῃ δίμηνον ἢ τρίμηνον καὶ περαιτέρω, ἢν τὰ ἐπιμήνια χωρέῃ αὐτῇ κατὰ μῆνα ἕκαστον, ἀνάγκη λεπτήν τέ μιν γενέσθαι καὶ ἀσθενέα· ἔστι δ᾿ ὅτε καὶ πῦρ ἐπιλαμβάνει τὰς ἡμέρας ἕως ἂν χωρέῃ τὰ ἐπιμήνια, καὶ ἐπὴν χωρέῃ· καὶ μετὰ τὴν χώρησιν χλωρὴ γίνεται, χωρέει δὲ ὀλίγα. Ταύτῃσι κεχήνασιν αἱ μῆτραι μᾶλλον τοῦ καιροῦ, παραμεθίασί τε τῆς αὔξης τοῦ ἐμβρύου· κατέρχεται γὰρ, ἐπὴν ἐν γαστρὶ ἔχῃ ἡ γυνὴ, ἀπὸ παντὸς τοῦ σώματος αἷμα ἐπὶ τὰς μήτρας κατ᾿ ὀλίγον, καὶ περιιστάμενον κύκλῳ περὶ τὸ ἐν τῇσι μήτρῃσιν ἐὸν αὔξει κεῖνο· ἢν δὲ χάνωσιν αἱ μῆτραι μᾶλλον τοῦ καιροῦ, παραμεθίασι τοῦ αἵματος κατὰ μῆνα, ὥσπερ εἴωθε χωρέειν, καὶ τὸ ἐν τῇσι μήτρῃσιν ἐὸν λεπτόν τε καὶ ἀσθενὲς γίνεται. Μελεδαινομένης δὲ τῆς γυναικὸς, ἄμεινόν τε τὸ ἔμβρυον, καὶ αὐτὴ ἡ γυνὴ ὑγιαίνει· ἢν δὲ μὴ μελεδαίνηται, φθείρεται τὸ ἔμβρυον, κινδυνεύει δὲ καὶ αὐτὴ τὸ νούσημα χρόνιον ἔχειν, ἤν οἱ ἡ κάθαρσις πλεῖον τοῦ δέοντος χωρέῃ μετὰ τὴν διαφθορὴν, οἷα τῶν μητρέων μᾶλλον ἐστομωμένων. Καὶ κίνδυνος ἔσται, ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἡ κεφαλὴ φλεγματώδης ᾖ, καὶ καταβαίνῃ τὸ φλέγμα δριμὺ ἐς τὴν κοιλίην, καὶ καταῤῥήσῃ ἀπὸ τῆς κεφαλῆς τὴν κοιλίην, καὶ πὺρ ἐπιλαμβάνει αὐτὴν βληχρὸν, καὶ παλμοὶ ἔστιν ᾗσιν ἀσθενέες, ὑπεκλυόμενοι, ἐπαναδιδόντες, ὀξέες· ἢν δὲ καὶ ἀσιτίη ἔχῃ καὶ ὠδυναμίη, κίνδυνος ἐν τάχει φθαρῆναι τὸ ἔμβρυον, καὶ αὐτὴ ἐν κινδύνῳ ἔσται ἀπενεχθῆναι, ἢν μὴ μελεδαίνηται, ἐπὴν ἀποφύγῃ, ἅτε τῆς κοιλίης εὐρόου ἐούσης, ἀλλ᾿ αὐτίκα δεῖ καταλαμβάνειν. Πολλοὶ δὲ καὶ ἄλλοι εἰσὶ κίνδυνοι, ἐν οἷσι τὰ ἔμβρυα φθείρονται· καὶ γὰρ ἢν ἡ γυνὴ ἐν γαστρὶ ἔχουσα νοσήσῃ καὶ ἀσθενὴς ᾖ, καὶ ἄχθος βίῃ ἀείρῃ, ἢ πληγῇ, ἢ πηδήσῃ, ἢ ἀσιτίῃσιν ἢ λειποθυμίῃσιν ἔχηται, ἢ πλέονα ἢ ὀλίγην τροφὴν λαμβάνῃ, ἢ διδίσσηται καὶ πτύρηται, ἢ κεκράγῃ ἢ ἀκρατήσῃ· καὶ τροφὴ δὲ αἰτίη φθορῆς καὶ τὸ αἷμα πουλύ. Καὶ αὐταὶ δὲ αἱ μῆτραι ἔχουσι φύσιας ᾗσιν ἐξαμβλέεται, οὖσαι πνευματώδεες, πυκιναὶ, μαναὶ, μεγάλαι, σμικραὶ, καὶ ἀλλὰ ὅσα ἔοικεν. Ἢν γυνὴ ἐν γαστρὶ ἔχουσα τὴν κοιλίην ἢ τὴν ὀσφὺν πονέῃ, ὀῤῥωδέειν χρὴ τὸ ἔμβρυον ἀμβλῶσαι, ῥαγέντων τῶν ὑμένων, οἳ αὐτὸ περιέχουσιν. Εἰσὶ δὲ αἳ φθείρουσι τὰ ἔμβρυα, ἢν δριμύ τι ἢ πικρὸν φάγωσι παρὰ τὸ ἔθος ἢ πίωσι, νηπίου τοῦ παιδίου ἐόντος· ἢν γὰρ τῷ παιδίῳ παρὰ τὸ ἔθος τι γένηται, καὶ ἢν σμικρὸν ἔτι ᾖ, θνήσκει, καὶ ἢν τοιαῦτα φάγῃ ἢ πίῃ ἡ γυνὴ, ὥστε οἱ ἰσχυρῶς ταραχθῆναι τὴν κοιλίην, νηπίου ἐόντος τοῦ παιδίου· ἐπαΐουσι γὰρ αἱ μῆτραι τοῦ ῥεύματος χωρέοντος ἐκ τῆς κοιλίης. Καὶ ἢν ταλαιπωρήσῃ ἡ γυνὴ πλέονα τοῦ καιροῦ καὶ οἱ ἡ κοιλίη ἑρχθῇ ἢ καὶ μεγάλη γένηται, ἀπογίνεται καὶ οὕτω τὸ παιδίον οἷα θερμανθὲν ὑπὸ τῆς ταλαιπωρίης καὶ πιεζεύμενον ὑπὸ τῆς κοιλίης· κάρτα γὰρ τὰ πολλὰ, σμικρὰ ἐόντα, ἔστιν ἄγυια. Τὰ δὲ καὶ μεγάλα φθείρεται παιδία· ὥστε οὐ χρὴ θαυμάζειν τὰς γυναῖκας, ὅτι διαφθείρουσιν ἄκουσαι· φυλακῆς γὰρ καὶ ἐπιστήμης πολλῆς δεῖ ἐς τὸ διενεγκεῖν καὶ ἐκθρέψαι τὸ παιδίον ἐν τῇσι μήτρῃσι, καὶ ἀποφυγεῖν αὐτὸ ἐν τῷ τόκῳ.

[26] Εἰ δὲ γυνὴ ἐν γαστρὶ ἔχουσα τὸ σῶμα φλαύρως ἔχοι, καὶ εἴη χολώδης καὶ ἐπίπονος, καὶ πυρεταίνοι ἄλλοτε καὶ ἄλλοτε, καὶ τὸ στόμα ἐκπικράζοιτο, γλῶσσα χλωρὴ, ὄμματα ἰκτερώδεα, ὄνυχες χολώδεες, οὖρον δριμὺ, ἄλλως τε καὶ εἰ πυρεταίνοι, ταύτῃ ξυμβήσεται, ἐπὴν τέκῃ, τὴν κάθαρσιν χολώδεα εἶναι, καὶ τὸ παιδίον ἀσθενές· καὶ ἢ χολώδεα τὰ λοχεῖα ἢ μέλανά ἐστι κάρτα, καὶ ἐπιπολῆς λῖπος ἐπιγίνεται, καὶ ἔρχεται κατ᾿ ὀλίγον, καὶ οὐ ταχὺ πήγνυται· καὶ τὸν μὲν πρῶτον χρόνον ῥηϊτέρως οἴσει, ἔπειτα χαλεπώτερον, καὶ ἐπικαθαίρεται ἐλάσσονα τοῦ δέοντος· ἢν γὰρ τὸ σῶμα φλαύρως ἔχῃ, καὶ τὰ λοχεῖά οἱ ἐλάσσονα χωρήσει καὶ πονηρότερα. Πείσεται δὲ ταὐτὰ πάντα καὶ ᾗ τὰ καταμήνια χωρέει χολώδεα, ἐλάσσονα δὲ χρόνον νοσήσει, καὶ κινδύνους τοὺς αὐτοὺς ἕξει ἡ νοῦσος, καὶ σημήϊα, καὶ μεταλλαγάς· ἢ γὰρ ἔμετος ταύτῃσι χολώδης ἢ κατὰ τὴν κοιλίην κάθαρσις γίνεται, καὶ ἑλκοῦνται αἱ μῆτραι. Φυλακῆς δὲ πολλῆς δέεται ἡ γυνὴ, ὅταν τοιοῦτόν τι γένηται, ὅκως μὴ θανεῖται ἢ ἄφορος ἔσται. Ἢν δὲ μηδὲν τουτέων γένηται καὶ μὴ μελεδαίνηται, ἀλλά οἱ τὰ λοχεῖα κρυφθῇ, θνήσκει ἐν τριήκοντα καὶ μιῇ ἡμέρῃ ὡς ἐπιτοπολύ. Ταύτην φάρμακον πῖσαι χοληγὸν, καὶ ἄνησον ἀρήγει, καὶ ὅσα ἐς οὔρησιν· ἐμέειν δὲ, καὶ ἱδρῶτας ἄγειν, καὶ τὴν κοιλίην κλύζειν χυλῷ πτισάνης ἢ μέλιτι καὶ ὠοῖσι καὶ μαλάχης ὕδατι.

[27] ᾟσιν ἐν γαστρὶ ἐχούσῃσι περὶ τὸν ἕβδομον ἢ ὄγδοον μῆνα ἐξαπίνης τὸ πλήρωμα τῶν μαζῶν καὶ τῆς γαστρὸς ξυμπίπτει, καὶ οἱ μαζοὶ ξυνισχναίνονται, καὶ τὸ γάλα οὐ φαίνεται, φάναι τὸ παιδίον ἢ τεθνηκὸς εἶναι ἢ ζώειν τε καὶ εἶναι ἠπεδανόν.

[28] Ὅσῃσιν ἐχούσῃσιν ἐν γαστρὶ ἐπιφαίνεται τὰ ἐπιμήνια, τρωσμοὶ γίνονται, ἢν πλέονα ἦ καὶ κάκοδμα, ἢ νοσώδεα τὰ ἔμβρυα γίνεται.

[29] Ἢν γυνὴ ἐν γαστρὶ ἔχουσα φλεγματώδης ᾖ, καὶ τὴν κεφαλὴν ἀλγέῃ, καὶ πυρεταίνῃ ἄλλοτε καὶ ἄλλοτε, ἐν τῇ κεφαλῇ εἰλέεται τὸ φλέγμα, καὶ βάρος ἔχει καὶ ψύξις, καὶ ἐς τὸ σῶμα διαχωρέει καὶ ἐς τὰς φλέβας ὅταν ἡ κεφαλὴ ᾖ πλήρης· γίνεται δὲ καὶ μολίβῳ τὴν χροιὴν ἴκελος, καὶ ἐμέει φλέγμα, γλῶσσα λευκὴ καὶ οὔρησις, κοιλίης ἔκλευκος ψυχρὴ τάραξις, δυσκινησίη. Ἐπὴν δὲ τέκῃ, χωρήσει οἱ ἡ κάθαρσις φλεγματώδης, καὶ φανεῖται ὑμενώδης, καὶ ὥσπερ ἀράχνια διατεταμένα ἐν ταύτῃ ἔσται· καὶ πείσεται μὲν τὰ αὐτὰ πάντα καὶ ᾗ τὰ καταμήνια ἐχώρεε φλεγματώδεα, ἐλάσσονα δὲ χρόνον νοσήσει, καὶ κινδύνους τοὺς αὐτοὺς ἡ νοῦσος ἕξει, καὶ σημήϊα, καὶ μεταλλαγάς· ξυμβήσεται γὰρ αὐτῇ, ἔμετον γενέσθαι φλεγματώδεα καὶ παθήματα ὅμοια ἐκείνῃ χρονίσαντα. Ἐξήρτηται γὰρ τῷ αὐτέῳ τρόπῳ τὰ λοχεῖα καὶ τὰ καταμήνια τὰ φλεγματώδεα, ἐλάσσονα δὲ χρόνον μένει τῶν καταμηνίων. Καὶ ἢν μὴ ῥαγῇ αὐτῇ ἡ κάθαρσις χρονισθεῖσα, θνήσκει ἐν πέντε καὶ τεσσαράκοντα ἡμέρῃσι· καὶ ἤν οἱ φλεγματώδης ἡ λοχίη κάθαρσις χωρέῃ, ἐλάσσονα τῶν ὑγιηρῶν χωρήσει, μελεδαινομένη δὲ ἡ γυνὴ ὑγιὴς ἔσται, καὶ φυσηθήσεται ἐξ ἀρχῆς μέχρις ἂν ὑγιανθῇ· χαλεπὸν γάρ. Ταύτῃ χρὴ διδόναι φάρμακον, ὅ τι φλέγμα ἄγει, καὶ ἐπιπίνειν γάλα ἑφθὸν αἴγειον ξὺν μέλιτι· ἢν δὲ μὴ ἐσακούῃ, κάρδαμον ἢ κνῆκον ἢ κνέωρον ἢ πουλυπόδιον ἢ ὀῤῥὸν, ἢ τὸ ἀπὸ ἁλῶν ξυντιθέμενον διδόναι, καὶ ὅσα φλέγμα χαλᾷ καὶ ἄγει.

[30] Ἢν δὲ γυνὴ ἐν γαστρὶ ἔχουσα σπληνώδης ᾖ ὑπὸ παθημάτων ὧν εἴρηται ἐν τῇ νούσῳ τῇ τὰ καταμήνια τὰ ὑδρωποειδέα καὶ φλεγματοειδέα ἀφιείσῃ, τὰ λοχεῖα χωρήσει ὑδρωποειδέα, καὶ ἐλεύσεται ὁτὲ μὲν πολλὰ, ὁτὲ δὲ ὀλίγα, καὶ γίνεται ὁτὲ μὲν ὥσπερ ἀπὸ κρεῶν ὕδωρ, ὡς εἴ τις κρέα αἱματώδεα ἀποπλύνοι, ὁτὲ δὲ ὀλίγῳ παχύτερα, καὶ οὐ πήγνυται. Καὶ πείσεται ταὐτὰ πάντα καὶ ᾗ τὰ καταμήνια τὰ ὑδατοειδέα ἐχώρεε, καὶ κινδύνους τοὺς αὐτοὺς ἡ νοῦσος ἕξει καὶ μεταλλαγάς· ξυμβήσεται γάρ οἱ ῥόον γενέσθαι ὑδατώδεα, ἢ κρυφθῆναι τὴν κάθαρσιν καὶ τραπέσθαι περὶ τὴν κοιλίην καὶ τὰ σκέλεα ἢ ἐς τὸ στέρνον ἤ τι τούτων, καὶ κίνδυνοι ἔσονται οἱ αὐτοὶ, οἳ καὶ πρόσθεν εἴρηνται.

[31] Ἢν κύουσα οἰδέῃ, κνίδης καρπὸν ὡς πλεῖστον καὶ μέλι καὶ οἶνον κεκρημένον εὐώδεα διδόναι ποτὸν δὶς τῆς ἡμέρης. Ἢν κύουσαν χολὴ λυπέῃ, πτισάνης χυλὸν δίδου, ῥόον ἐπιπάσσων τὸν ἐρυθρὸν ἢ τὸν ἐκ τῆς συκαμίνου, ψυχρὸν δὲ ῥοφεέτω, καὶ καταστήσεται.

[32] Ἢν δὲ πνὶξ προσπέσῃ ἐξαπίνης ἐχούσῃ ἐν γαστρί, γίνεται δὲ τοῦτο μάλιστα ἐπὴν ἡ γυνὴ ταλαιπωρήσῃ καὶ ἀσιτήσῃ, θερμανθεισέων τῶν μητρέων ὑπὸ τῆς ταλαιπωρίης καὶ ἐλάσσονος τῆς ἰκμάδος γενομένης τῷ ἐμβρύῳ, ἅτε τῆς μητρὸς κενεωτέρης τὴν κοιλίην τοῦ καιροῦ ἐούσης, ἰθύει τὸ ἔμβρυον πρὸς τὸ ἧπαρ καὶ τὰ ὑποχόνδρια, ἅτε ἰκμαλέα ἐόντα, καὶ πνίγα ποιήσει ἰσχυρὴν ἐξαπίνης. Ἐπιλαμβάνει γὰρ τὸν διάπνοον τὸν ἀμφὶ τὴν κοιλίην, καὶ ἀναυδίη ἴσχει τὴν γυναῖκα, καὶ τὰ λευκὰ ἀναβάλλει τοῖν ὀφθαλμοῖν, καὶ τἄλλα πάσχει πάντα ὅσα περ εἴρηται, ἥν τινα ἔφησα τὰς μήτρας πνίγειν. Καὶ ἅμα ἄρχεταί τε ἡ πνὶξ γίνεσθαι τῇ ἐν γαστρὶ ἐχούσῃ γυναικὶ, καὶ ἀπὸ τῆς κεφαλῆς καταῤῥεῖ φλέγμα ἐς τὰ ὑποχόνδρια, οἷα τοῦ σώματος μὴ δυναμένου τὴν ἀναπνοὴν ἕλκειν. Καὶ ἢν μὲν ἅμα τοῦ φλέγματος τῇ κατελεύσει ἴῃ τὸ ἔμβρυον ἐς χώρην τὴν ἑωυτοῦ, οἷα τὴν ἰκμάδα ἑλκύσαν καὶ κατενεχθὲν ὑπὸ τοῦ φλέγματος, ὑγιὴς γίνεται ἡ γυνή· τρυσμὸς δὲ γίνεται, ἀπιόντος τοῦ ἐμβρύου ἐς χώρην τὴν ἑωυτοῦ, καὶ ἡ γαστὴρ ὑγρὴ γίνεται ὡς ἐπὶ τὸ πλεῖον τῆς γυναικός. Ἢν δὲ μὴ ἴῃ τὸ ἔμβρυον ἐν τάχει ἐς χώρην τὴν ἑωυτοῦ, δύο γίνεται ἤδη τὰ πονέοντα τὸ ἔμβρυον, τὸ φλέγμα τὸ καθελθὸν ἀπὸ τῆς κεφαλῆς, βαρύνει τε γὰρ καὶ ψύχει ἐπιμένον, καὶ ἡ ἀηθείη τοῦ χωρίου· καὶ κινδυνεύσει, ἤν γε μή τις ἐν τάχει ἐπιτηδειοτέρως διαιτῴη, ἀποπνιγείη γὰρ ἂν ἡ γυνή. Καὶ τὰ μὲν ἀμφὶ τούτων ὧδε ἔχει.

[33] Ἢν δὲ γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ὁ χρόνος ἤδη τοῦ τόκου παρῇ, καὶ ὠδὶς ἔχῃ, καὶ ἐπὶ πολλὸν χρόνον ἀποφυγεῖν ἡ γυνὴ τοῦ παιδίου μὴ οἵη τε ᾖ, ὡς ἐπίπαν ἔρχεται πλάγιον ἢ ἐπὶ πόδας, χρειὼ δ᾿ ἐπὶ κεφαλὴν χωρέειν. Ὧδε δὲ γίνεται τὸ πάθημα· ὥσπερ εἴ τις ἐς λήκυθον σμικρόστομον πυρῆνα ἐμβάλοι, οὐκ εὐφυὲς ἐξελεῖν πλαγιεύμενον, οὕτω δὴ καὶ τῇ γυναικὶ χαλεπὸν πάθημα τὸ ἔμβρυον, ἐπειδὰν λοξωθῇ, οὐκ ἔξεισι γάρ. Χαλεπὸν δὲ καὶ ἢν ἐπὶ πόδας χωρήσῃ, καὶ πολλάκις ἢ αἱ μητέρες ἀπώλοντο, ἢ τὰ παιδία, ἢ καὶ ἄμφω. Ἔστι δὲ καὶ τόδε μέγα αἴτιον τοῦ μὴ ῥηϊδίως ἀπιέναι, ἢν νεκρὸν ἢ ἀπόπληκτον ἢ διπλόον ᾖ.

[34] Ἐπὴν ἐν γαστρὶ ἡ γυνὴ ἔχῃ, χλωρὴ γίνεται πᾶσα, ὅτι αὐτέης τοῦ αἵματος αἰεὶ τὸ ἀκραιφνὲς καθ᾿ ἡμέρην ὑπολείβεται ἐκ τοῦ σώματος, καὶ κατέρχεται ἐπὶ τὸ ἔμβρυον, καὶ αὔξη οἱ γίνεται, καὶ ἐλάσσονος τοῦ αἵματος ἐόντος ἐν τῷ σώματι ἀνάγκη εἶναι χλωρὴν, καὶ ἱμείρεσθαι ἀλλοκότων αἰεὶ βρωμάτων, καὶ ἐπ᾿ ὀλίγοισιν ἐμετώδεα ἀσᾶται, καὶ ἀσθενεστέρη γίνεται, ὅτι τὸ αἷμα μινύθει. Φημὶ δὲ γυναῖκα, ἢν ἐπίτεξ ᾖ, πνεῦμα πυκνὸν ἀφιέναι, καὶ ἢν ἡ κάθαρσις ἄρχηται, ἡ κοιλίη πλήρης ἐστὶ καὶ θερμὴ πιεζομένη. Μάλιστα δὲ ἀναπνέει πυκινὸν, ἐπὴν τόκου πελάζῃ, καὶ τὴν ὀσφὺν τότε μάλιστα πονέεται· φλᾶται γὰρ καὶ ἡ ὀσφὺς ὑπὸ τοῦ ἐμβρύου· καρδιώσσει δὲ ἐν τῷ μεταξὺ ξύμπαντι χρόνῳ ἄλλοτε καὶ ἄλλοτε, ἅτε τῆς κοιλίης περιστελλομένης ἀμφὶ τὸ ἔμβρυον, μάλιστα δὲ τῆς ὑστέρης. Καὶ ἢν τεκούσῃ ἡ ὑστέρη ἐξανεμωθῇ, ἧπαρ ὄϊος ἢ αἰγὸς ἐς τέφρην κρύψαι, καὶ μετέπειτα ἑψεῖν, καὶ λαμβάνειν, καὶ οἶνον, ἢν μή τι κωλύῃ, πίνειν ζωρότερον παλαιὸν ἐπὶ τέσσαρας ἡμέρας, ἢν ποῤῥωτέρω ᾖ ἀπὸ τῆς τέξιος. Ἢν δὲ τὰς ἰξύας ἀλγέῃ, ἄννησον καὶ κύμινον αἰθιοπικὸν πινέτω, καὶ τῷ θερμῷ λουέσθω. Ἢν δ᾿ ἆσθμα λάζηται, θείου ὅσον κύαμον καὶ καρδαμώμου ἴσον καὶ πηγάνου καὶ κυμίνου αἰθιοπικοῦ, ταῦτα τρίψας καὶ διεὶς οἴνῳ, δίδου πιεῖν νήστει πυκινά· καὶ σιτίων ἀπεχέσθω. Ἢν ἐν τόκῳ κάθαρσις ἴῃ πολλὴ, ἡ ὑστέρη ξυνέλκεται καὶ ἡ κύστις καὶ τὸ ἔντερον, καὶ οὔτε τὸ κόπριον κατέχουσιν οὔτε τὸ οὖρον, προΐενται δέ· ὠὰ οὖν ῥοφεῖν δίδου, καὶ ἄρτον ἐγκρυφίην τρώγειν καὶ ἅσσα λοιπὰ γέγραπται. Ἢν δὲ ᾖ ἐν τόκῳ ξηρὴ καὶ δύσικμος, ἔλαιον πίνειν, καὶ καταιονᾷν τὰ χωρία ἐλαίῳ θερμῷ, μαλάχης ὕδατι, κηρωτῇ τε ὑγρῇ διαχρίειν, καὶ ἔγχυτον χηνὸς ἄλειφα ξὺν ἐλαίῳ. Ἢν δὲ μὴ δύναιτο τίκτειν, ὑποθυμία ῥητίνην ἢ κύμινον ἢ πίτυος φλοιόν· καὶ τούτῳ ὑποθυμία. Ἅσσα δὲ οἰδήματα γίνεται ὑστερικὰ ἐν τόκῳ ἢ ἐκ τόκου, οὐ χρὴ στύφειν, οἷα οἱ ἰητροὶ ποιέουσιν· φάρμακα δὲ τάδε ἄριστα προσφέρειν, κύμινον αἰθιοπικὸν, ὅσον τοῖσι τρισὶ δακτύλοισι, καὶ τοῦ ἀννήσου, καὶ τοῦ σεσέλιος πέντε ἢ ἓξ, γλυκυσίδης χηραμύδος ἥμισυ τῆς ῥίζης, ἢ καὶ τοῦ σπέρματος, ταῦτα ἐν οἴνῳ λευκῷ ἡδυόδμῳ μάλιστα νήστει διδόναι· ἢ δαύκου ῥίζην αἰθιοπικοῦ, σέσελι, γλυκυσίδης ῥίζην τὸν αὐτὸν τρόπον· ἢ ἱπποσελίνου καὶ δαύκου αἰθιοπικοῦ καρπὸν ὡσαύτως· ἢ κρήθμου ῥίζαν, ἢ κυμίνου αἰθιοπικοῦ ἀττικὸν τετρώβολον, ἢ πέπερι, ἄννησον, δαῦκος, ἀκτέα, γλυκυσίδης ῥίζα· ταῦτα ἐν οἴνῳ τρίβειν καὶ διδόναι πίνειν· ἢ μυρτιδάνου κλωνία δύο ἢ τρία, καὶ κύμινον αἰθιοπικὸν, γλυκυσίδης ῥίζην, ἢ λίνου σπέρμα ὁμοίως, ὃ καὶ τὰ παιδία βήσσοντα ψωμίζουσι ξὺν ὠῷ ὀπτῷ λεκίθῳ, ξὺν σησάμῳ πεφρυγμένῳ. Ἢν παιδοῦσα ἀφθᾷ τὰ αἰδοῖα, ἀμύγδαλα τρίψας καὶ βοὸς μυελὸν ἐν ὕδατι ἑψεῖν, καὶ ἄλητον ἐμβαλὼν σμικρὸν, διαχρίειν τὰ αἰδοῖα, καὶ διακλύζειν τῷ ὕδατι τῷ ἀπὸ τῶν μύρτων.

[35] Νῦν δὲ ἐρέω ἀμφὶ λοχείων καὶ τῶν μετὰ τὸν τόκον ἰόντων. Ὅταν γυνὴ ἢ τὰ λοχεῖα μὴ καθαρθῇ, ἢ τὰ ἐπιμήνια μὴ ἴῃ, ἢ καὶ ἡ ὑστέρη σκληρὴ ᾖ, ὀδύνη ἔχει τὴν ὀσφὺν, καὶ τοὺς μὲν κενεῶνας καὶ βουβῶνας καὶ μηροὺς καὶ πόδας ἀλγέει πικρῶς, καὶ ἡ γαστὴρ ἐπαίρεται, καὶ φρῖκαι διὰ τοῦ σώματος διαΐσσουσιν, ἐκ δὲ τῶν τοιουτέων πυρετοὶ γίνονται ὀξέες. Ταύτην τὴν οὕτως ἔχουσαν, ἢν μὲν ἄπυρος ᾖ, διαιτᾷν λουτροῖσι, λιπαίνειν δὲ καὶ τὴν κεφαλὴν ἐλαίῳ ἀνθινῷ· ἑψεῖν δὲ μαλάχην, ἢ ἔλαιον κύπρινον ἐς ὕδωρ ἐγχέειν καὶ ἐγκαθίζεσθαι παρηγορικῶς· ἐν πάσῃσι δὲ τῇσι νούσοισιν, ἐφ᾿ ὧν πυρίη ἀρήγει, ἄμεινον ὕστερον χρίεσθαι λίπα· ἢν δὲ πῦρ ἔχῃ, λουτρῶν ἀπέχεσθαι· πυριᾷν δὲ καὶ χλιάσμασι τὴν νειαίρην γαστέρα καὶ τὴν ὀσφὺν θεραπεύειν· διδόναι δὲ πίνειν τῶν φαρμάκων τῶν ὑστερικῶν, παραμίσγοντα ἢ τῆς σηπίης τῶν ὠῶν ἢ τοῦ καστορίου· μετὰ δὲ τοῦτο ῥοφέειν διδόναι ἄλητον ξὺν πηγάνῳ ἑφθὸν ἢ πτισάνης χυλόν.

[36] Ἢν δὲ γυναικὶ μετὰ τοῦ παιδίου ἐν τῷ τόκῳ μὴ ἴῃ τὸ ὑγρὸν ὡς χρὴ, ἀλλὰ μεῖον, ἢν μὲν ἐν τῇ κεφαλῇ ἔχῃ τὸ ὑγρὸν ὑπὸ θέρμης εἰρυσθὲν ἐν τόκῳ καὶ πρὶν ὀλίγον, κεφαλαλγήσει· ἢν δὲ ἐς τὴν κοιλίην ἔλθῃ ἅλες, ἐπειδὰν συθῇ, διαταράξειεν αὐτὴν καὶ οὐχὶ πόῤῥω. Τιμωρέειν δὲ ὡς μὴ ἐκ τούτου διάῤῥοια ἐπιγενομένη σώματι φλαύρως ἔχοντι πονήσει μιν. Ἢν δὲ ἀπὸ κεφαλῆς ἐλθὸν τὸ ῥεῦμα ἐς τὴν λοχείην κάθαρσιν τραπῇ καὶ πολλὰ συθῇ, ῥηΐζει· ἢν δὲ πλέον τοῦ μετρίου, μελεδαίνειν· ἢν δὲ ἐς τὴν κοιλίην, ῥηϊτέρη ἂν ἡ ἔξοδος τῷ παιδίῳ γένοιτο. Εἰ δὲ ἡ κάθαρσις τῇ γυναικὶ ὀλίγη χωρέοι, πόνος λάζυται ἰσχυρὸς ἰξύας τε καὶ τὸν ἀμφὶ τὰ αἰδοῖα πάντα χῶρον, καὶ οἰδέει, καὶ οἱ μηροὶ πίμπρανται, καὶ ἐκ τοῦ στόματος καὶ ἐκ τῶν ῥινέων ῥέει φλέγμα ὑδαρὲς, καὶ ἀλγέει κεφαλὴν, καὶ πῦρ ἔχει, καὶ φρίκη, καὶ ἰδίει, καὶ οἱ ὀδόντες βρύχουσι, καὶ ἀψυχέει, καὶ ἡ γαστήρ οἱ στεγνὴ ἔσται καὶ ἡ κύστις, καὶ τὤμματα ἀναδινέει, καὶ ζοφοειδὲς ὁρῇ. Γυναικὶ δὲ ἐκ τόκου ἐούσῃ ἡ κάθαρσις ἐπὴν ᾖ, οὐκ εὐμαρέως χωρέει, οἷα τῶν μητρέων ἐν φλογμῷ γενομένων, καὶ τοῦ στόματος σφέων μύσαντος· περιιδνοῦται γὰρ ὁ στόμαχος τοῦ αἰδοίου μετὰ τὸ παιδίον ποιήσασθαι τὴν ἐκχώρησιν· ἢν γὰρ τούτων τι ᾖ, οὐ χωρήσει οἱ ἡ κάθαρσις· ἢν δὲ μὴ χωρέῃ οἱ ἡ κάθαρσις, ξυμβήσεται ὥστε μιν πυρεταίνειν, καὶ φρίκην ἔχειν, καὶ τὴν γαστέρα μεγάλην εἶναι· ἢν δὲ ψαύσῃ αὐτῆς, ἀλγέειν πᾶν τὸ σῶμα, μάλιστα ἤν τις τῆς γαστρὸς ψαύσῃ, καὶ καρδιώσσει ἄλλοτε καὶ ἄλλοτε, καὶ ὀσφὺν πονέει, καὶ ἀσιτίη καὶ ἀγρυπνίη καὶ νυγμός. Ἔπειτα ἡμέρῃ πέμπτῃ ἢ ἑβδόμῃ ἔστιν ὅτε ἡ κοιλίη ταράσσεται, καὶ ὑποχωρέει μέλανα καὶ κάκοδμα κάρτα, ἄλλοτε καὶ ἄλλοτε καὶ ὡς ὄνειον οὖρον, καὶ ἢν ὑπέλθῃ, δοκέει οἱ ῥηΐτερον εἶναι, καὶ μελεδαινομένη ἐν τάχει ὑγιὴς γίνεται· ἢν δὲ μὴ, κινδυνεύσει διαῤῥοίης αὐτῇ ἰσχυρῆς ἐπιπεσούσης, καὶ τὰ λοχεῖά οἱ κεκρύψεται. Ἢν δὲ ἡ κοιλίη οἱ μὴ ταράσσηται, μηδὲ ἡ κάθαρσις χωρέῃ αὐτομάτη, μηδέ οἱ προσφέρηται ἐν τάχει τὰ ἐπιτήδεια, ὁ δὲ χρόνος προΐῃ, πονήσει τὰ προειρημένα μᾶλλον, καὶ ἐπὶ τουτέοισι κινδυνεύσει πελιδνὴ γενέσθαι ὡς μόλιβδος, καὶ ὑδερωθῆναι, καὶ ὁ ὀμφαλὸς ἐκστήσεται αὐτῇ, ἀειρόμενος ὑπὸ τῶν μητρέων, καὶ ἔσται μελάντερος τῶν πέριξ. Καὶ ἐπὴν ταῦτα γένηται, οὐχ οἵη τέ ἐστι περιγενέσθαι ἡ γυνή· θνήσκουσι δὲ ἄλλαι ἄλλῳ χρόνῳ, ὅκως ἂν καὶ τὰ τοῦ σώματος ἔχωσι καὶ τὰ τῆς πάθης· μιῆς δὲ καὶ εἴκοσιν ἡμερέων οὐχ ὑπερβάλλουσιν, ὡς ἐπὶ τὸ πλέον οὕτω ξυμβαίνει. Ἢν δέ οἱ ῥαγῇ ἡ κάθαρσις εἴτε καὶ ὑπὸ φαρμάκων εἴτε καὶ αὐτομάτη, γίνεται γὰρ καὶ τοῦτο, ἢν χαλάσωσι τὸ στόμα αἱ μῆτραι βιασθεῖσαι ὑπὸ τοῦ αἵματος ἀλέως ἐξαπίνης κατελθόντος, καὶ ἢν ῥαγῇ, ἀποκαθαίρεται δύσοδμα καὶ πυώδεα, ἔστι δ᾿ ὅτε καὶ μέλανα, καὶ ῥηΐτερον ἔσται, καὶ μελεδανθεῖσα ὑγιαίνεται. Γίνεται δὲ καὶ ἕλκεα ἐν τῇσι μήτρῃσιν οἷα τῶν λοχείων σαπέντων· καὶ ἢν γένηται, πλέονος μελεδώνης δεήσεται, ὅκως μή οἱ τὰ ἕλκεα μεγάλα καὶ σηπεδονώδεα ἔσται· κίνδυνος δὲ ἢ θανεῖν ἢ ἄφορον γενέσθαι. Σημήϊα δὲ ταῦτα γίνεται ἢν ἕλκεα ἐνῇ· ἐπὴν χωρέῃ ἡ κάθαρσις, δοκέει ὡς ἀκάνθια διὰ τῶν μητρέων ἰέναι, καὶ πῦρ λάζεται τὴν κοιλίην. Φιλέει δὲ ταῦτα ἐπιλαμβάνειν· ἀλγέει ἐπαφωμένη τὸ κάτω τοῦ ὀμφαλοῦ, ὡς ἕλκεος καθαροῦ νευρώδεος εἰ θίγοις· ἔπειτα ὀδύναι ἰσχυραὶ ἄλλοτε καὶ ἄλλοτε ἐμπίπτουσιν ἐς τὰς μήτρας, καὶ πυρετὸς, ἔστι δ᾿ ὅτε πρὸς χεῖρα βληχρὸς, καὶ ἄλλοτε καὶ ἄλλοτε ὑποκακοήθεα χωρέει τὰ λοχεῖα, πυώδεα, δύσοδμα. Ταῦτα σημήϊά ἐστιν, ἢν ἕλκεα ἐν τῇσι μήτρῃσιν ᾖ, καὶ δέεται πολλῆς μελεδώνης. Ταύτης μὲν οὖν ἀμφὶ τῆς νούσου τόσαι τελευταί εἰσιν. Ἢν δὲ ἡ κάθαρσις ἡ λοχείη τὰς μὲν πρώτας ἡμέρας τρεῖς ἢ τέσσαρας χωρήσῃ, ἔπειτα ἀπόληται ἐξαπίνης, αὕτη πάσχει παθήματα τῇ προτέρῃ ἀδελφέα, ἧσσον δέ· καὶ ἢν μεταπίπτῃ ἡ νοῦσος, ἐς τωὐτὸ μεταπείσεται· χρονίη δὲ καὶ βληχροτέρη ἔσται τῆς προτέρης. Διαιτεομένη δὲ ἡ γυνὴ περιγίνεται, ἢν ἁρμοῖ μελεδαίνηται. Ἀμφὶ δὲ τῆς νούσου ταύτης ὧδε ἔχει.

[37] Ἢν δὲ ἐκ τόκου μὴ καθαρθῇ, οἰδέει ἡ γαστὴρ καὶ ὁ σπλὴν καὶ τὰ σκέλεα, καὶ πῦρ ἔχει, καὶ ῥῖγος λαμβάνει, καὶ ὀδύναι ἀΐσσουσι πρὸς τὰς ἰξύας, ἔστι δ᾿ ὅτε καὶ πρὸς τὰ σπλάγχνα, καὶ ἀποψύχεται, καὶ πῦρ ἔχει, σφυγμοὶ βληχροὶ, ἔστι δ᾿ ὅτε καὶ ὀξέες, ἄλλοτ᾿ ἀειρόμενοι, ἄλλοτε ἐλλείποντες. Ταῦτα πάσχει ἀρχομένης τῆς νούσου, καὶ ὧδε ἔχει· ἢν δὲ προΐῃ τοῦ χρόνου, τὰ κῦλα τοῦ προσώπου ἐρυθρὰ γίνεται. Ὅταν ὧδε ἔχῃ, διδόναι κοῦφα σιτία· κἢν ὀργᾷ, φάρμακον πῖσαι κάτω· ἢν μὲν χολώδης ᾖ, ὅ τι χολὴν καθαίρει, ἢν δὲ φλεγματώδης, ὅ τι φλέγμα· μετὰ δὲ τοῦτο πυριῆσθαι τὰς ὑστέρας εὐώδεσι, καὶ προσθεῖναι μαλθακτήριον τὴν ἡμέρην. Ἢν δὲ στερεὸν ᾖ τὸ στόμα, πυριῇν ἅπασαν ἡμέρην, καὶ τὰ μαλθακτήρια προστιθέναι· ἔπειτα λοῦσαι θερμῷ ὕδατι, καὶ ἐντιθέναι τοὺς μολίβδους· μετέπειτα δὲ ἁλὸς χόνδρους καὶ σμύρναν ἐς τρυχίον ἀποδήσας καὶ τὴν πίσσην τὴν ἑφθὴν ἐν εἰρίῳ, ἡδύσματα ξυμμίξας, ἴσον ἑκάστου, ποιέειν ἴσον κικίδι σμικρῇ· προσκείσθω δὲ ἡμέρην καὶ εὐφρόνην· μετὰ δὲ τοῦτο διαλείπειν ἡμέρας τρεῖς, καὶ πυριῆσθαι τοῖσιν αὐτέοισιν· προστιθέναι δὲ καὶ κόκκους ἐκλέψας ὅσον δύο πόσιας καὶ πεπέρεος, τρίψας λεῖα, παραμίξας ἔλαιον αἰγύπτιον λευκὸν καὶ μέλι ὡς κάλλιστον, ἐμπλάσας ἐν εἰρίῳ, περιελίξας περὶ πτερὸν, προστιθέναι ἡμέρην καὶ εὐφρόνην, καὶ ἤν σοι δοκέῃ κεκαθάρθαι, ἄμεινον ἐᾷν· ἢν δὲ δοκέῃ ἔτι δέεσθαι καθάρσιος, δύο ἡμέρας διαλείπειν, καὶ αὖθις τὸ ξὺν τῇ σικύῃ ἡμέρην καὶ εὐφρόνην προστιθέναι· κἄπειτα νέτωπον καὶ ῥόδινον ἔλαιον ὡς εὐωδέστατον καὶ ἐλάφου στέαρ τήξας, ἐν εἰρίῳ προστιθέναι μίην ἡμέρην, καὶ λούειν πολλῷ τῷ θερμῷ, ὡς οἷόν τε ᾖ εὐμενές· καθαρτηρίοισι δὲ αὐτίκα καὶ θερμῷ καθηραμένη τὰ πονεύμενα χωρία, ἐναλειφέσθω τὸ στόμα τῶν μητρέων χηνείῳ στέατι καὶ σμύρνῃ καὶ ῥητίνῃ χλιαρῇ, καὶ θάλπειν· κλυζέτω δὲ τὰς ὑστέρας τῷ οἴνῳ καὶ τῷ ναρκισσίνῳ ἐλαίῳ τῇ ὑστεραίῃ· ἢν δὲ μὴ ᾖ ναρκίσσινον, οἴνῳ μόνῳ· ταῦτα ὅκως σοι πρὸ τῶν ἐπιμηνίων ἡμέρῃ μιῇ πρόσθεν πεποιήσεται. Ἐπὴν δὲ τὰ ἐπιμήνια γενήται, τὰς μὲν ἐν ἀρχῇ ἡμέρας τρεῖς, τρίβουσα μέλαν τὸ κύπριον, καὶ ἁλὸς χόνδρον ἐπιχέασα, εἰρίῳ ἀναφορύξαι· τοῦτο ἐν τῷ σώματι ἐχέτω ἐπ᾿ ὀλίγον, καὶ νῆστις οἶνον ἄκρητον εὐώδεα ἐπιῤῥοφεέτω. Ἐπὴν δὲ παύσηται τὰ ἐπιμήνια, τὴν ἡμέρην τὸ ξὺν τῇ γλήχωνι προστιθεῖσα, πρὸς τὸν ἄνδρα ἴτω· κἢν ἐν γαστρὶ σχῇ, ὑγιὴς γίνεται. Σιτίοισι δὲ χρήσθω ἐν τῇ καθάρσει. Πρὸς τούτοις ἀρήγει ἑψεῖν τὴν λινόζωστιν, καὶ ξυμμίσγειν πράσα καὶ σκόροδα καὶ κράμβην κόκκωνά τε, καὶ τὸν χυλὸν ῥοφεέτω· τοῖσι δ᾿ ἄλλοισι, θαλασσίοισι μᾶλλον ἢ κρέασι χρήσθω· τῶν δὲ γλυκέων εἰργέσθω καὶ ἐλαιηρῶν· πίνειν δὲ αἰεὶ νῆστιν τὸ ἀπὸ τῆς δαΐδος, ἔστ᾿ ἂν καθαίρηται· ἐν δὲ τοῖσιν ἐπιμηνίοισι μάλα πινέτω.

[38] Ἢν δὲ ὀλίγῳ ἐλάσσονα τοῦ δέοντος χωρήσῃ γυναικὶ τὰ λοχεῖα, οἷα τῶν μητρέων στενοστόμων ἐουσέων καὶ παρεστραμμένων, ἢ τοῦ αἰδοίου ἐπιμεμυκότος κάρτα ὑπὸ φλεγμασίης, ἡ γυνὴ πυρεταίνει ὀξέως, καὶ καρδιώσσει, καὶ ἀλγέει τὸ σῶμα πᾶν, καὶ σφαδάζει, καὶ ἐς τὰ ἄρθρα τῶν χειρέων καὶ τῶν σκελέων καὶ τῆς ὀσφύος ἡ ὀδύνη φοιτᾷ, καὶ τὸν ἀμφὶ τὴν δειρὴν χῶρον καὶ ῥάχιν καὶ βουβῶνας ἀλγήσει, καὶ ἀκρατέα τινὰ τῶν μελέων τοῦ σώματος γενήσεται· ἔπειτα πῦρ ἠρεμαῖον, φρίκη πάνυ φανερή· ἐμέουσι δὲ καὶ φλεγματώδεα, πικρὰ, δριμέα. Καὶ ἀμφὶ τῆσδε ὧδε ἔχει· καί οἱ ξυμβήσεται, ἢν μελεδανθῇ, ὑγιέα γενέσθαι· ἢν δὲ μὴ, χωλὴν καὶ ἀκρατέα τῶν μελέων γενέσθαι τοῦ σώματος. Ἄφορος δὲ ἡ νοῦσος οὐ πάνυ. Ἢν μὲν αἱ μῆτραι ἑλκωθέωσι καὶ τὰ λοχεῖα μὴ παρῇ, ὡς χρὴ, πάντα πονήσει, καὶ ἢν μὴ μεγάλα ᾖ τὰ ἕλκεα, μελεδαινομένη ἐν τάχει ὑγιαίνει. Χρὴ δὲ τὴν μελέτην ἀτρεκέως ποιέεσθαι ἑλκέων τῶν ἐν τῇσι μήτρῃσιν· ἅτε γὰρ ἐν ἁπαλῇ ἐόντα καὶ εὐεπαισθήτῳ καὶ νευρώδει κοιλίῃ, πολλὰ δὲ τὰ κοινωνέοντα, βρέγμα, στόμαχος, γνώμη, αὔξεται, καὶ κακοτροπέει, καὶ οὐ ῥηϊδίως ἐθέλει ξυνιέναι. Ἢν δέ οἱ αἱ μῆτραι στενόστομοι γενοίατο, καὶ μὴ παραχαλάσωσι τὴν λοχείην κάθαρσιν, καὶ φλεγμήνωσιν, ἢν μὴ μελεδαίνηται ἐν τάχει, πάντα μιν μᾶλλον πονήσει, καὶ ὀδμὴ πονηρὴ, καὶ οἰδίσκεται ἡ ἔξοδος· καὶ ἢν μὴ φλεγμήνωσιν αἱ μῆτραι, αὐτόματον ἔξεισι κακὸν ὀζόμενον καὶ πελιδνὸν ἐὸν ἢ μέλαν ἐὸν θρομβοειδὲς, καὶ ἡ γυνὴ καθαίρεται τὰ λοχεῖα· ἔστι δ᾿ ὅτε οὐκ ἔξεισιν, ἀλλὰ τῇ γυναικὶ θάνατον σημαίνει, εἰ μή τις ἐν τάχει φλέβα τάμοι ἢ τὴν κοιλίην μαλθάξειεν· ἄμεινον δὲ καὶ κλύσμα ποιῆσαι· ἢν δὲ εὐήμετος ᾖ, καὶ ἐς ἔμετον ἄγειν· κρέσσον δὲ διουρέειν καὶ ἰδίειν· τουτέων δὲ καιρὸς, ὅτε δέοι, ἄριστος.

[39] Ἢν δὲ ἐκ τόκου γυνὴ καθαρθῇ ὀλίγῳ πλέονα ὧν χρὴ, γίνεται γὰρ καὶ τοῦτο, ἢν αἵ τε μῆτραι εὐρύστομοι γενοίατο καὶ τῶν φλεβῶν τινες καταῤῥαγέωσιν, αἳ τείνουσιν ὑπὸ τὰς μήτρας, ὑπὸ βίης τῆς ἐξόδου τοῦ ἐμβρύου, πυρετὸς ἕξει αὐτὴν λεπτὸς, θέρμη τε ἀνὰ πᾶν τὸ σῶμα, ἔστι δ᾿ ὅτε καὶ φρίκη καὶ ἀσιτίη, καὶ βδελύξεται πάμπαν, καὶ λεπτὴ ἔσται καὶ ἀσθενὴς καὶ χλωρὴ καὶ οἰδαλέος, καὶ ἀσιτιεῖ· ἢν δέ τι φάγῃ ἢ πίῃ, οὐ πέσσεται· ἐνίῃσι δὲ καὶ κοιλίη καὶ κύστις καταῤῥήγνυται, καὶ φρίκη ἔχει μᾶλλον. Ἀμφὶ δὲ ταύτης ὧδε ἔχει.

[40] Ἢν δὲ ἐκ τόκου ἐούσῃ συμφραχθῇ τι τοῦ αἰδοίου, ἤδη δὲ καὶ τοῦτο εἶδον, ἢν ἑλκωθῇ τὸ στόμα τοῦ αἰδοίου, καὶ ἐπειδὰν ἑλκωθῇ ἐν τῷ τόκῳ βιησθὲν ὑπὸ τῆς ἐξόδου τοῦ παιδίου, ἐγένετο ἴκελόν τι ἄφθῃ, καὶ ἐφλέγμηνε κάρτα, καὶ τὰ χείλεα ὑπὸ τῆς φλεγμάνσιος ξυνέπεσε πρὸς ἄλληλα καὶ ἐλάβετο ἀλλήλων, ἅτε ἡλκωμένα ἐόντα. Καὶ θίξις γίνεται καὶ μύκης, ὃς ἄμφω τὰ χείλεα ἔχει ξυνδήσας, ἅτε τῆς καθάρσιος ἀπολελαμμένης· εἰ δὲ ἐχώρεεν ἡ κάθαρσις, οὐκ ἂν ἐμυκώθη τὰ ἕλκεα· νῦν δὲ ἐπιῤῥεῖ, καὶ παχύνεται ἀλλοκότῳ σαρκί. Ἰῆσθαι οὖν ὡς τὰ ἐν τῷ ἄλλῳ σώματι, καὶ ἐς ὠτειλὰς ἄγειν· τὸ δὲ χωρίον λεῖον ἔστω καὶ ὁμόχροον. Ἡ Φροντὶς ἔπασχε ταῦτα ἃ πάσχουσιν αἱ μὴ ἀποκαθαιρόμεναι τὰ λοχεῖα, καὶ ἐπὶ τουτέοισιν ἤλγει τὸ αἰδοῖον, καὶ ψηλαφῶσα ἔγνω ὅτι οἱ ξυνεπέφρακτο καὶ ἔφρασε, καὶ μελεδαινομένη ἀπεκαθήρατό τε καὶ ὑγιὴς ἐγένετο καὶ φορός· εἰ δὲ μὴ ἐμελεδάνθη, μηδέ οἱ ἡ κάθαρσις ἐῤῥάγη αὐτομάτη, τὸ ἕλκος μέζον ἐποίησεν ἂν, καὶ ἐκινδύνευσεν, εἰ μὴ ἐμελεδάνθη, καρκινωθῆναι τὰ ἕλκεα.

[41] Εἰ δ᾿ ὁρμηθείη γυναικὶ λοχείη κάθαρσις ὡς ἐς κεφαλὴν, θώρηκά τε καὶ πλεύμονα, γίνεται γὰρ καὶ τοῦτο, θνήσκουσι πολλάκις αὐτίκα, ἢν ἴσχηται· εἰ δὲ χωρέοι κατὰ στόμα ἢ ῥῖνας καλῶς, ἐξάντης γίνεται· εἰ δὲ ὀλίγον ἡ νοῦσος χρονιωτέρη γένοιτο, πάσχοι ἂν ἡ γυνὴ ὁκοῖα εἴρηται ἀμφὶ τῆς παρθένου, ᾗ τὰ ἐπιφαινόμενα πρῶτα ὤρουσεν ἄνω· ἡ δὲ γυνὴ πλέονα χρόνον περιέσται τῆς παρθένου, καὶ βληχρότερα τὰ παθήματα ἔσται οἱ, μέχρις οὗ ὁ πλεύμων διάπυος γένηται. Ἢν δὲ μὴ χωρέῃ οἱ ἡ λοχείη κάθαρσις κατὰ τὸ στόμα, ἀλλ᾿ ἄνω ὁρμηθεῖσα τράπηται, κεκρύψεται τὰ λοχεῖα καὶ οὐ χωρήσει, κατά γε δίκην, καὶ βὴξ ὑπολήψεται καὶ ἄσθματα, καὶ πληρευμένου τοῦ πλεύμονος ὑπὸ τοῦ αἵματος πονήσει τὸ πλευρὸν κάρτα καὶ τὸ μετάφρενον, καὶ ὅταν βήξῃ, ξηρὸν ἀποβήξεται, ἄλλοτε δὲ ἀφρῶδες πτύσεται· τοῦ δὲ χρόνου προϊόντος, πτύαλον ἐπιφαίνεται ὑπόμελαν ἐὸν καὶ θολερὸν, καὶ τὰ στήθεα πῦρ ἔχει τοῦ ἄλλου σώματος πλέον, οἷα τοῦ αἵματος θερμήναντος αὐτά· καὶ πυρεταίνει ἡ γυνὴ, καὶ ἡ γαστήρ οἱ στεγνὴ ἔσται, καὶ ἀσιτήσει καὶ ἀγρυπνήσει, καὶ βδελύξεται, καὶ οὐ περιγίνεται, ἀλλὰ θανεῖται ἐν μιῇ καὶ εἴκοσιν ἡμέρῃσιν ὡς τὰ πολλά. Ἢν δέ οἱ ἡ κάθαρσις ἄνω ὁρμηθεῖσα κατὰ τὸ στόμα μὴ ἔλθῃ, μηδὲ ἐς τὸν πλεύμονα τράπηται, τρέψεταί οἱ ἐς τὸ πρόσωπον τὰ λοχεῖα, καὶ ἔσται ἐρυθρὸν κάρτα, καὶ ἡ κεφαλὴ βαρέη, οὐδὲ κινῆσαι αὐτὴν ἔσται πόνων ἄτερ, καὶ οἱ ὀφθαλμοὶ ἐρυθροὶ κάρτα ἔσονται, καὶ ἐκ σφέων αἷμα ῥεύσεται λεπτόν· καὶ ἐκ τῶν ῥινῶν ἔστιν ᾗσιν αἷμα ῥέει, καὶ ἢν τοῦτο ἴῃ, ὧδε χρονιωτέρη ἡ νοῦσος γίνεται· τοῖσί τε οὔασιν οὐκ ὀξέως ἔστι τὸ ἀκούειν ἐκ τῆς νούσου· καὶ καρδιώξει, καὶ ἐρεύξεται, καὶ ἀλλοφάσσει, καὶ παράνοιαι γίνονται μανιώδεες· ἔστι δ᾿ ᾗσι θράσος ὀμμάτων ἰλλωδέων· καὶ τἄλλα πάντα πονήσει, ὅκως καὶ ἐς τὸν πλεύμονα, ὡς εἴρηται, ἢν ἡ κάθαρσις τράπηται, πλὴν οὐ βήξει οὐδὲ πτύσεται τοιαῦτα, οὐδὲ τὸ μετάφρενον ἀλγήσει ὁμοίως. Μελεδαινομένη μὲν ἥδε ὑγιαίνει· οὐ πολλαὶ δὲ ἐλπίδες εἰσὶ περιγενέσθαι· ἢν δὲ ἄρα καὶ περιγένηται, κώφωσις ἔσται ὀφθαλμῶν ἢ ἀκοῆς τὸ ἐπίπαν. Ἀμφὶ τῆσδε τῆς νούσου ὧδε τελευτῇ.

[42] Ἢν ἐκ τόκου ῥόος λαμβάνῃ καὶ τὰ σιτία ἐν τῇ γαστρὶ μὴ ἐμμείνῃ, ἀσταφίδα μέλαιναν καὶ ῥοιῆς γλυκείης τὰ ἔνδον τρίψας, οἴνῳ διεὶς μελανιχρόῳ, τυρὸν ἐπιξύσας αἴγειον, καὶ ἄλφιτα πύρινα πεφρυγμένα ἐπιπάσας, εὔκρητον δίδου.

[43] Ἢν δὲ αἷμα ἐκ τόκου ἐμέσῃ, τοῦ ἥπατος θρὶξ τέτρωται, καὶ ὀδύνη πρὸς τὰ σπλάχνα φοιτᾷ, καὶ τὴν καρδίην σπᾶται. Ταύτην χρὴ λούειν πολλῷ θερμῷ, καὶ τῶν χλιασμάτων ἃ μάλιστα προσδέχεται προστιθέναι, καὶ πιπίσκειν ὄνου γάλα ἑπτὰ ἡμέρας ἢ πέντε· μετὰ δὲ ταῦτα πιπίσκειν βοὸς μελαίνης γάλα ἄσιτον ἐοῦσαν, εἰ οἵη τε εἴη, ἡμέρας τεσσαράκοντα· ἐς δὲ τὴν ἑσπέρην σήσαμον τριπτὸν πιπίσκειν. Ἡ δὲ νοῦσος κινδυνώδης.

[44] Τὸ δὲ γάλα ὅκως γίνεται, εἴρηταί μοι ἐν τῇ γενέσει τοῦ παιδίου τῇ ἐν τόκῳ καὶ τἄλλα παραπλησίως. Ἢν δὲ γάλα σβεσθῇ, πράσα τρίψας, διεὶς ὕδατι, δίδου πιεῖν· καὶ τῷ θερμῷ λουέσθω, καὶ πράσα καὶ κράμβην ἐσθιέτω· συνεψεῖν δὲ καὶ κυτίσου φύλλα, καὶ τοῦ χυλοῦ ῥοφέειν· πιπίσκειν δὲ τοῦ μαράθρου τὸν καρπὸν καὶ τὰς ῥίζας, καὶ κριθὰς ἐπτισμένας καὶ βούτυρον ἑψήσας ὁμοῦ καὶ ψύξας, δίδου πίνειν. Ἀγαθὸν δὲ καὶ τὸ ἱππομάραθρον καὶ τὸ ἱπποσέλινον καὶ κύτισος· ὁμοῦ ταῦτα πάντα γάλα πουλὺ ποιέει καὶ αὔξει· σκυρίαι αἶγες, τυροὶ δὲ μάλιστα· ἀγαθὸν καὶ τὸν ἐλελίσφακον ἑψεῖν, ἀρκευθίδων ἢ κεδρίδων ἀποχέουσα τὸν χυλὸν καὶ οἶνον ἐπιχέουσα πινέτω, καὶ ἐς τὰ λοιπὰ ἔλαιον ἐπιχέουσα ἐσθιέτω· καὶ τῶν δριμέων καὶ τῶν ἁλμυρῶν καὶ ὀξέων καὶ ὠμῶν λαχάνων πάντων εἰργέσθω. Τὸ δὲ κάρδαμον ἐν οἴνῳ πινόμενον ἀγαθόν· καὶ γὰρ τὸ γάλα καθαίρει· καὶ τῷ θερμῷ λουέσθω, καὶ ἀπόθερμον πινέτω. Καὶ ἄγνου καρπὸν ἐν οἴνῳ διδόναι πίνειν· καὶ γάλα πουλὺ ποιέει τεύτλου χυλὸς καὶ σησάμου ἀπλύτου καὶ κριθέων τριμηνιαίων, ἐμβαλὼν ἐς θυείαν, τρίψας πάντα, δι᾿ ὀθονίου ἐκχυλίσας, παραμίξας μέλι ἢ ἀμαμηλίδας, εἶτα ἐπ᾿ οἴνῳ μέλανι διδόναι πίνειν.

[45] Ὅταν γυνὴ τέκῃ καὶ τοῦ ὑστέρου ἀπαλλαγῇ, διδόναι ἄμεινον, ὑφ᾿ ὧν μάλιστα καθαίρεται τὰ λοχεῖα, σκόροδα ἑφθὰ ἢ ὀπτὰ ἐν οἴνῳ καὶ ἐλαίῳ μετὰ πουλυποδίων καὶ σηπιδίων ἐπ᾿ ἀνθράκων, ὅ τι ἂν βούληται τουτέων· κάστορα δὲ ἢ νάρδον πινέτω· πίνειν δὲ καὶ πήγανον ἐν οἴνῳ μέλανι γλυκεῖ, νῆστις ἢ ἄνευ οἴνου· ἢν δὲ μὴ γλυκὺς ᾖ, ἄμεινον μέλι παραμίσγειν· καὶ κράμβην ἑφθὴν ὁμοῦ πηγάνῳ καὶ λινοζώστει, καὶ τῶν σπερματίων τι πίνειν τῶν ὑστερικῶν. Ἢν δὲ θρομβωθῇ καὶ πόνος ἐν νειαίρῃ τῇ γαστρὶ γένηται, διδόναι πράσα ἑφθὰ, καὶ ὅσα ἄγρια καὶ ἥμερα· λιπαρὰ δὲ ποιέειν ἅπαντα· λούεσθαι δὲ καὶ διὰ τρίτης ἡμέρης ἐν εὐδίῃ, τὸ γὰρ ψῦχος ταύτῃσιν ἐναντίον· καὶ μετὰ τὸ λουτρὸν ἐπαλείφειν· ἄμεινον μὴ πολλῷ θερμῷ χρῆσθαι.

[46] Ὅταν τὸ ὕστερον μὴ αὐτίκα ἀπίῃ μετὰ τὸν τόκον, τῆς νειαίρης γαστρὸς γίνονται πόνοι καὶ ἐν κενεῶσι, καὶ ῥίγεα καὶ πυρετοί· κἢν ἀπαλλάσσηται τὸ ὕστερον, ὑγιαίνει καὶ ἡ γυνή· σήπεται δὲ ἐπὶ τὸ πουλύ· ἀπαλλάσσεται δὲ ἑκταίῃ ἢ ἑβδομαίῃ ἢ καὶ ἀνωτέρω ἔτι. Τῇ τοιαύτῃ χρὴ διδόναι φάρμακα, ὧν ἂν ἐγὼ γράψω, καὶ πνεῦμα κατέχειν· ἄριστον δὲ πάντων ἀρτεμισίη βοτάνη, καὶ δίκταμνον, καὶ λευκοΐου ἄνθος· καὶ ὀπὸς σιλφίου, κράτιστον ἐν ὕδατι πινόμενος ὅσον κύαμος ἑλληνικός. Ἢν τὰ ὕστερα μὴ δύνηται ἀποφυγεῖν, ἀσιτέειν· κἄπειτα πέταλα τῆς ἄγνου τρίψας ἐν οἴνῳ καὶ μέλιτι καὶ ἔλαιον ἐπιχέας, χλιάνας, δίδου πίνειν ὅσον κοτύλην, καὶ ἔξεισιν. Ἢν δὲ γυναικὶ τὸ χορίον ἐλλειφθῇ ἐν τῇσι μήτρῃσι, τοῦτο δὲ γίνεται, ἢν ῥαγῇ βίῃ ὁ ὀμφαλὸς ἢ ἀμαθίῃ ὑποτάμῃ ἡ ὀμφαλητόμος τὸν ὀμφαλὸν τοῦ παιδίου πρόσθεν ἢ τὸ χορίον ἐξιέναι ἐκ τῶν μητρέων, αἱ μῆτραι ἀνασπῶσι τὸ ὕστερον ἄνω, ἅτε ὀλισθηρὸν ἐὸν καὶ χεόμενον, καὶ κατίσχουσιν ἐν ἑωυτῇσι· τέταται γὰρ τὸ χορίον ἐκ τοῦ ὀμφαλοῦ τοῦ παιδίου, καὶ ὕστερος ἔξεισιν ὁ ὀμφαλὸς ἐκ τῶν μητρέων· ἢν γὰρ πρότερος ἐξίῃ, δι᾿ αὐτοῦ οὐκ ἂν διέλθοι τῷ παιδίῳ ἡ τροφὴ, ὅτι ἐξήρτηται ἐξ αὐτέου.

[47] Ὅταν δὲ ἐν γαστρὶ ἔχουσα φθείρῃ τὸ ἔμβρυον μηνιαῖον ἢ διμηνιαῖον ἐὸν, καὶ ἐξιέναι μὴ δύνηται, ᾖ δὲ λεπτὴ, ταύτης χρὴ τηνικαῦτα καθῆραι τὸ σῶμα καὶ πιᾶναι· οὐ γὰρ πρότερον ἔξεισι τὰ ἔμβρυα σαπέντα, ἢν μὴ ἰσχυραὶ αἱ μῆτραι ἔωσι καὶ εὐπηγέες.

[48] Ἢν γυναικὶ τὸ χορίον ἐλλειφθῇ, ἢν μὴ εὐρύστομοι αἱ μῆτραι ἔωσιν, χωρέει ἡ κάθαρσις ἔλασσον τοῦ καιροῦ, καὶ ἡ γαστὴρ σκληρὴ γίνεται καὶ μεγάλη, καὶ περίψυξις γίνεται, καὶ πυρετὸς ὀξὺς, καὶ πόνος καθ᾿ ἅπαν τὸ σῶμα, γαστρὸς δὲ τὸ κατώτερον τοῦ ὀμφαλοῦ, καὶ βρῖθος γίνεται ἐν τῇσι μήτρῃσι, καὶ στροφὴ ὡς ἐμβρύου ἐόντος, καὶ μελεδανθεῖσα ἐκβάλλει τὸ χορίον ἐν τάχει σεσηπὸς, καὶ ὑγιαίνεται.

[49] Ἢν ἐκ τόκου ἡ μήτρη ἑλκωθῇ, ῥόδων ἄνθῃ ἰῆσθαι· διακλυζέσθω δὲ καὶ στρυφνοῖσιν. Ἢν δὲ ἑλκωθῇ τὸ στόμα καὶ φλεγμήνῃ, σμύρναν καὶ στέαρ χήνειον καὶ κηρὸν λευκὸν καὶ λιβανωτὸν λαγωῇσι θριξὶ τῇσιν ὑπὸ τὴν γαστέρα μίσγειν, καὶ προστιθέναι ἐν εἰρίῳ λεῖα ποιεῦντα.

[50] Ἢν ἐκ τόκου φλεγμήνωσιν αἱ ὑστέραι, πυρετὸς ἴσχει τὸ σῶμα βληχρὸς, καὶ ἀχλύς· ἐκ δὲ τῆς κοιλίης οὐδέκοτε ἐκλείπει τὸ πῦρ· καὶ διψῇ, καὶ τὰ ἰσχία ἀλγέει, καὶ οἰδέει τὴν γαστέρα τὴν νειαίρην ἰσχυρῶς, καὶ ἡ κοιλίη ταράσσεται· ὑποχώρημα δὲ κακὸν καὶ ὀζόμενον, καὶ λάζεται τὸ πῦρ σφοδρὸν, καὶ ἀσιτίη ἔχει, καὶ κατὰ τὸ βρέγμα ὀδύνη, καὶ οὐ δύναται εἰρύσαι τῆς κοιλίης ὁ στόμαχος ποτὰ καὶ σιτία, καὶ ἀδυνατέει πέσσειν· καὶ ἢν μὴ θεραπεύωνται εὐθέως, αἱ πλεῖσται θνήσκουσιν, ἡ κοιλίη δὲ αἰτίη. Τῆς ἀκτῆς οὖν τὰ φύλλα ὡς ἁπαλώτατα ἐν πυρῶν κριμνοῖσιν ἑψήσας σιτανίοισιν, ἀκροχλίερον ῥοφέειν, καὶ διδόναι μελίκρητον καὶ οἶνον ὑδαρέα, καὶ τὸ ἦτρον καταπλάσσειν τοῖσι ψυκτικοῖσι, σιτίον δὲ ὡς ἐλάχιστον προσφέρειν, καὶ τὴν γαστέρα ἵστασθαι, καὶ τὴν κεφαλὴν ἰῆσθαι, ὑποχόνδριον δὲ καταπλάσσειν.

[51] Μητρέων ποτόν· ἢν ἀλγέῃ ἐκ τόκου, ὁκόταν ἀλγέῃ τὴν ἕδρην ἢ ἄλλο τι, ἀρκεύθου καρπὸν ἢ λίνου σπέρμα καὶ κνίδης τρίβειν, καὶ διδόναι πίνειν. Ἢν ἐκ τόκου ἀλγέῃ, ῥητίνην τερεβινθίνην καὶ μέλι καὶ οἶνον χλιερὸν διδόναι ῥοφέειν, καὶ ἢν φλεγμήνωσιν αἱ μῆτραι, τοῦτο παύσει. Ἢν δὲ ἀλγέῃ τῶν μητρέων τόπον, ἀμυγδαλῆς τρίψας πικρῆς καὶ ἐλαίης τὰ ἁπαλὰ φύλλα, καὶ κύμινον καὶ δάφνης καρπὸν ἢ τὰ φύλλα, καὶ ἄννησον καὶ ἐρύσιμον καὶ ὀρίγανον καὶ νίτρον, ταῦτα μίξας καὶ τρίψας λεῖα, κολλούρια ποιέειν μητρέων. Ἢν φλεγμήνωσι καὶ ὀδύνη ἔχῃ, ῥόδων φύλλα, κινάμωμον, κασσίην τρίψας ἐν τῷ αὐτῷ λεῖα, ἐπιχέειν νέτωπον, καὶ ποιήσας φθοΐσκους ὅσον δραχμιαίους, ὀστράκινον κυθρίδιον καινὸν διάπυρον ποιήσας, περικαθίσας, καὶ περιστείλας ἱματίοισι, θυμιῇν ἐς τὰς μήτρας· τοῦτο ὀδύνας παύσει.

[52] Ἢν δὲ ἐκ τόκου αἱ ὑστέραι πονήσωσι, βληχρὸν ἔχει τὸ πῦρ, ἔνδοθεν δὲ ἡ κοιλίη ἡ νειαίρη πυριφλεγέθης ἐστὶ, καὶ ἐς τὸ ἰσχίον ἐνίοτε ἀποιδέει, καὶ ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα καὶ τοὺς κενεῶνας, καὶ τὰ ὑποχωρεῦντα χολώδεα καὶ κάκοδμα· καὶ ἢν μὴ σταθῇ ἡ κοιλίη, ἐξαίφνης θνήσκει. Ὅταν οὖν ὧδε ἔχῃ, χρὴ ψύχειν τὴν κοιλίην, φυλασσόμενον ὅκως μὴ φρίξῃ· πινέτω δὲ, ἢν μὴ ἵστηται, τὸ ἀπὸ τοῦ κρίμνου ἢ ἄρτου, ἢ ἄλητον· ῥοφέειν δὲ, σίδης οἰνώδεος τὸν χυλὸν κεράσας ὕδατι, ἐπίπασσε λέκιθον φακῶν καὶ τοῦτο ἕψει, μίσγων φακὸν καὶ κύμινον καὶ ἅλας καὶ ἔλαιον καὶ ὄξος, τοῦτο διδόναι ῥόφημα ψυχρὸν, καὶ φακῆν ὀξέην, καὶ ἐπιπίνειν οἶνον οἰνώδεα πράμνιον· τῶν δὲ ἄλλων σιτίων ἀπέχεσθαι χρὴ ἔστ᾿ ἂν ὁ πυρετὸς λυθῇ· ἢν δὲ δοκέῃ, καὶ λουέσθω· ἢν δὲ ἀσθενὴς ᾖ, πίνειν πάλην ἀλφίτων· ἢν δὲ ἀκιδνοτέρη ᾖ, ἐν ὕδατι ψυχρῷ· σιτίον δὲ προσφέρεσθαι κοῦφον, ὅ τι μὴ ἰνήσεται, ὅταν τὸ πῦρ μεθῇ. Ἡ δὲ νοῦσος ὀξέη τε καὶ θανατώδης.

[53] Ἢν δὲ φλεγμήνωσιν αἱ ὑστέραι λεχοῖ, πίμπραται ἡ κοιλίη καὶ μεγάλη γίνεται, καὶ πρὸς τὰ ὑποχόνδρια πνὶξ ἔχει. Ὅταν ὧδε ἔχῃ, καταπλάσσειν βρύῳ τῷ θαλασσίῳ, ὃ ἐπὶ τοὺς ἰχθύας ἐπιβάλλουσι, κόψαι δὲ ἐν ὅλμῳ· καὶ ξυμμίσγειν ὠμήλυσιν καὶ σποδιὴν κληματίνην καὶ λίνον φώξαντα, ἀλεῖν δὲ ταῦτα καὶ ἀναφορύξαι ὄξει καὶ ἐλαίῳ, ποιέειν δὲ οἷον κυκεῶνα παχύν· ταῦτα ἑψεῖν ἕως οἷον στέαρ γένηται, καὶ τούτῳ καταπλάσσειν ὡς θερμοτάτῳ, καὶ, ἢν χρήζῃ, ἐγκαθιννύσθω.

[54] Ἢν δὲ λεχοῖ φλεγμήνωσιν αἱ ὑστέραι, οἰδέουσι, καὶ ὁκόταν τὰ λοχεῖα ἐμμείνῃ, κρύβδην τείνονται, γίνεται δὲ ἐπὴν πυκνωθέωσιν ὑπὸ ψύχεος. Ταύτῃσιν ἢν μὲν ἐπιψύχωνται, ἀλεαίνειν· ἢν δὲ πυριφλεγέες ἔωσιν καὶ τὸ ψῦχος ἀφῇ, προσθετὸν ποιέειν ὅ τι φλεγμασίῃ ἐναντιοῦται, καὶ λούειν, καὶ πυριῇν, καὶ φάρμακα προσάγειν, ὧν ἂν ἐγὼ γράψω, ἕλκειν τε ἀτμίδα ἐς τὸ στόμα καὶ ἐς τὰς ῥῖνας.

[55] Ἢν δὲ πνίγωσι, φακοὺς ἑψεῖν ἐν ὄξει καὶ ἁλὶ καὶ ὀριγάνῳ πολλῷ, καὶ ὁλκὴν ποιέεσθαι, καὶ τὴν λινόζωστιν ἐσθιέτω, καὶ ἐν τῷ χυλῷ λεπτὸν ἄλητον ῥοφεέτω.

[56] Ὅταν δὲ τάχιστα τέκῃ, πρὶν τὴν ὀδύνην ἔχειν, πρότερον διδόναι τῶν φαρμάκων, ὅσα τὰς ὑστέρας παύει τῆς ὀδύνης, καὶ σιτία διαχωρητικὰ προσφερέσθω. Ἢν δὲ ἡ γαστὴρ θερμαίνηται, ὑποκλύζειν ὅτι τάχος.

[57] Ἢν αἱ μῆτραι φλέγματος ἐμπλησθέωσι, φῦσαι ἐγγίνονται ἐν τῇσιν ὑστέρῃσι, καὶ τὰ ἐπιμήνια προέρχεται ἐλάσσονα, λευκὰ, φλεγματώδεα· ἔστι δ᾿ ὅτε αἷμα λεπτὸν, ἀκραιφνὲς, ὑμένων ἀνάπλεον, καὶ ἔστιν ᾗσιν κυρκανᾶται, καὶ τρὶς τοῦ μηνὸς ἐπιφαίνεται, καὶ τῷ ἀνδρὶ ὑπὸ τῆς ὑγρότητος οὐκ ἐθέλει μίσγεσθαι, οὐδ᾿ ὀργᾷ τοῦτο δρᾷν, καὶ λεπτὴ γίνεται· ὀδυνῆται δὲ τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς βουβῶνας· καὶ εἰ δάκνοι τὸ ῥέον καὶ ἑλκοῖ τὰ ἀμφίδεα, χρόνιον φάναι τὸ ῥεῦμα. Καὶ ἢν πολὺ ἴῃ, φάκιον ξὺν ἑλλεβόρῳ δοῦναι ἐμέσαι· ἔπειτα ἐς τὰς ῥῖνας ἐγχέαι, καὶ φάρμακον πῖσαι κάτω· σιτίων δὲ εἰργέσθω δριμέων· ἢν δὲ βαρύνηται καὶ ψύχηται καὶ νάρκη ἔχῃ, γάλα διδόναι καὶ οἶνον εὐώδεα· πινέτω δὲ νῆστις ὑπερικὸν, λίνου σπέρμα, ἐλελίσφακον ἐν οἴνῳ εὐώδει ὑδαρεῖ· καὶ κλύσαι τὰς ὑστέρας τῷ ξὺν τῇ τρυγί· καὶ ἢν μὴ ἡλκωμέναι ἔωσι, διαλιπόντα ἡμέρας δύο ἢ τρεῖς, κλύσαι τῷ ξὺν τῷ κόκκῳ· μετὰ δὲ τοῦτο, στρυφνοῖσιν· ἢν δὲ ἡλκωμέναι ἔωσι, νίπτεσθαι τῷ ἀπὸ τῆς μυρσίνης καὶ δάφνης ἀφεψήματι, καὶ ἐγχριέσθω τῷ ξὺν τῷ ἀργυρέῳ ἄνθει. Ἡ δὲ νοῦσος χαλεπὴ, καὶ ὀλίγαι ἐκφεύγουσιν.

[58] Ἢν δὲ αἱ κοτυληδόνες φλέγματος περίπλεαι ἔωσι, τὰ ἐπιμήνια γίνονται ἐλάσσονα, καὶ ἢν ἐν γαστρὶ ἴσχῃ, διαφθείρει, ἐπειδὰν ἰσχυρότερον τὸ ἔμβρυον γένηται· οὐ γὰρ ῥώννυται, ἀλλ᾿ ἀποῤῥεῖ. Γνοίης δ᾿ ἂν τῷδε· ὑγρὴ γίνεται, καὶ τὸ ἀποῤῥέον μυξῶδες καὶ γλίσχρον οἷα ἀπὸ κοιλίης φέρεται, καὶ οὐ δάκνει, καὶ ἐν τοῖσιν ἐπιμηνίοισιν, ἐπὴν παύσηται τοῦ αἵματος καθαιρομένη, καὶ δύο ἡμέρας καὶ τρεῖς βλένναι ἴασιν ἐκ τῶν ὑστερέων, καὶ φρίκη ἔχει, καὶ θέρμη οὐκ ὀξέη, πλὴν οὐκ ἐκλείπει. Ταύτην κλύσαι τῷ ἀπὸ τῶν ὀλύνθων καὶ ὑφ᾿ ὧν ὕδωρ καθαίρεται, καὶ δὶς καὶ τρίς· ἐπὴν δὲ καθαρθῇ, στρυφνοῖσι τὸ λοιπὸν χρήσθω· προστιθέναι δὲ τὰ μαλθακὰ, ὑφ᾿ ὧν καθαίρεται φλέγμα, καὶ πυριῇν τὰς ὑστέρας τῷ ξὺν τῇ δάφνῃ, καὶ κλύζειν τῷ ξὺν τῷ ὄξει, καὶ θυμιῇν, ἐπὴν παύσηται τὰ ἐπιμήνια, τοῖσιν ἀρώμασι· κἄπειτ᾿ ἀσιτέειν χρὴ, καὶ ἀλουτέειν, ξυνίτω δὲ τῷ ἀνδρὶ, καὶ σιτία καὶ οἶνον ὀλίγα λαμβάνειν, καὶ ἀλεαίνειν, καὶ ῥήνικας ἀμφὶ τὰ σκέλεα ἑλίσσειν, καὶ ἐλαίῳ ἀλείφειν.

[59] Ἢν δὲ ὕδερος ἐν τῇσι μήτρῃσιν ἐγγένηται, τὰ ἐπιμήνια ἐλάσσονα καὶ πονηρὰ γίνεται καὶ προαπολείπει, καὶ ἡ νειαίρη γαστὴρ οἰδέει, καὶ οἱ μαζοὶ στεῤῥοὶ, οὐ μαλθακοὶ, καὶ τὸ γάλα πονηρὸν, καὶ δοκέει ἐν γαστρὶ ἔχειν, καὶ ἐν τούτοισι γνώσῃ ὅτι ὕδερός ἐστι· σημαίνει δὲ καὶ ἐν τῷ στόματι τῇσιν ὑστέρῃσι, ψαυούσῃ γὰρ ἰσχνὸν καὶ ὑγρὸν φαίνεται· καὶ ῥῖγος καὶ πῦρ λαμβάνει. Ὅσῳ δ᾿ ἂν ὁ χρόνος πλείων γίνηται, ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας καὶ τοὺς βουβῶνας. Αὕτη ἡ νοῦσος ἐκ τρωσμοῦ γίνεται, καὶ ἐξ ἄλλων δὲ προφασίων, καὶ ὅταν τὰ ἐπιμήνια κρυφθῇ. Λούειν χρὴ πολλῷ καὶ θερμῷ, καὶ χλιάσματα προστιθέναι, ἢν ἡ ὀδύνη ἔχῃ· ἐπὴν δὲ παύσηται, φάρμακον χρὴ πῖσαι κάτω, καὶ πυριῆσαι τῷ ξὺν τῷ βολίτῳ τὰς ὑστέρας· ἔπειτα προσθεῖναι τὸ ξὺν τῇ κανθαρίδι, καὶ διαλείπειν δύο ἡμέρας ἢ τρεῖς· καὶ ἢν ῥώμη ἴσχῃ, νετώπῳ κλύσαι· καὶ ἢν ἡ γαστὴρ λαπαρὴ γένηται, καὶ οἱ πυρετοὶ παύωνται καὶ τὰ καταμήνια προχωρέῃ κατὰ λόγον, τῷ ἀνδρὶ ξυγκοιμάσθω, καὶ ἐν τοῖσι προσθέτοισι μενέτω, καὶ μεσηγὺς ἡμέρης πινέτω κρήθμου φλοιὸν, γλυκυσίδης τοὺς μέλανας κόκκους πέντε, ἀκτῆς καρπὸν ἐν οἴνῳ νῆστις· καὶ τὴν λινόζωστιν ἐσθιέτω ὡς πλείστην, καὶ σκόροδα ὠμὰ καὶ ἑφθὰ, καὶ τοῖσι μαλθακοῖσι πρὸς ὕπνον χρήσθω, καὶ πουλύποσι, καὶ τοῖσιν ἄλλοισι μαλθακοῖσι, θαλασσίοισι μᾶλλον ἢ κρέασι· καὶ ἢν τέκῃ, ὑγιαίνει.

[60] Ἢν ὕδρωψ γένηται ἐν τῇσι μήτρῃσι, τὰ ἐπιμήνια ἐλάσσω γίνεται καὶ κακίω καὶ διὰ πλέονος χρόνου· καὶ κύει δίμηνον ἢ μικρῷ πλέον· καὶ οἰδέει ἡ κοιλίη, καὶ τὸ ἐπικτένιον, καὶ αἱ κνῆμαι, καὶ ἡ ὀσφύς· ἐπειδὰν δὲ συχνὸς χρόνος γένηται, καὶ ἐν γαστρὶ ἔχῃ, διαφθείρει καὶ ἐκβάλλει, καὶ ὕδωρ ξὺν αὐτῷ ἐκχέεται, καὶ ἡ γυνὴ θνήσκει ὡς ἐπὶ τὸ πουλύ· τὸ δὲ αἷμα φθείρεται, καὶ ὑδεροῦνται. Ταύτην γαλακτοποτέειν, καὶ τῶν μηκώνων πίνειν, ἔστ᾿ ἂν τὸ ἔμβρυον κινέεσθαι δύνηται· ἔτι δὲ πρὸ τούτου ὡς ἐπιτοπουλὺ διαφθείρεται καὶ ἐξαμβλίσκεται, καὶ αἵματος καὶ ὕδατος ῥέουσιν αἱ μῆτραι· ταῦτα δὲ πάσχει οὐδέν τι μᾶλλον ἐκ πόνου ἢ ἄλλως. Τούτῳ δ᾿ ἂν γνοίης ὅτι ὕδρωψ ἐστὶν, εἰ ἀφάσσων τῷ δακτύλῳ ὄψει τὸ στόμα αὐτέων ἰσχνὸν καὶ περίπλεον ὑγρασίης. Ἢν δὲ αὕτη τὸ ἔμβρυον μὴ κατ᾿ ἀρχὰς, ἀλλ᾿ ἤδη δίμηνον, διαφθείρηταί τε καὶ ἀποπνίγηται, ἥ τε γαστὴρ ἡ νειαίρη ἐπανοιδέει, καὶ ἁπτομένη ἀλγέει ὡς ἕλκος, καὶ πυρετὸς μέγας αὐτὴν καὶ βρυγμὸς λαμβάνει, καὶ ὀδύνη ἰσχυρὴ τοῦ αἰδοίου, καὶ τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ τοὺς κενεῶνας καὶ τὴν ὀσφὺν ὀξέη τε καὶ σπερχνή. Ὅταν οὕτως ἔχῃ, λούειν αὐτὴν θερμῷ, ἢν ἡ ὀδύνη ἔχῃ, καὶ χλιάσματα προσάγειν, πειρεόμενον ὅ τι ἂν μάλιστα προσδέχηται, καὶ φάρμακον καθαρθήριον κάτω· διαλιπεῖν δὲ χρόνον, ὅσον αὐτῇ δοκέει ἱκανὸς εἶναι, καὶ κλύσαι, καὶ πυριῆσαι, καὶ τὴν κυκλάμινον ἐν ῥάκει μέλιτι δεύων προσθεῖναι πρὸς τὸ στόμα τῶν μητρέων· καὶ τῆς κυπαρίσσου καταξύσας καὶ τέγξας ἐν ὕδατι, προσθεῖναι ὡσαύτως, ἐλάσσονι δὲ χρόνῳ καὶ διὰ πλέονος τοῦτο, ὅσῳ μᾶλλον δάκνει καὶ ξαίνει, καὶ μήλην ποιησάμενος κασσιτερίνην ἐγκαθιέναι, καὶ τῷ δακτύλῳ ὡσαύτως, καὶ τὰ ποτήματα ὅ τι ἂν μάλιστα προσίηται πιπίσκειν, καὶ ξυγκοιμάσθω τῷ ἀνδρὶ ὡς μάλιστα τῶν καιρῶν παρόντων· ἢν γὰρ ξυλλάβῃ τὴν γονὴν καὶ κυήσῃ, ὑπεκκαθαίρεται καὶ τὰ πρόσθεν ὑπόντα ξὺν αὐτοῖσι, καὶ οὕτως ἂν μάλιστα ὑγιὴς γένοιτο.

[61] Ἢν δὲ γυνὴ ὑδρωπιήσῃ, οἷα τοῦ σπληνὸς ὑδατώδεος καὶ μεγάλου ἐόντος, γίνεται δὲ ὁ σπλὴν ὑδατώδης ἀπὸ τοῦδε τοῦ παθήματος, ἐπὴν πῦρ ἔχῃ καὶ μὴ ἀφίῃ τὴν ἄνθρωπον, καὶ δίψα μιν λαμβάνῃ καρτερὴ, καὶ πίνῃ, καὶ μὴ ἀπεμέῃ· τὸ μὲν γὰρ ἐς τὴν κύστιν διελθὸν διουρέεται, τὸ λοιπὸν δὲ ὁ σπλὴν ἕλκει ἐς ἑωυτὸν ἀπὸ τῆς κοιλίης ἅτε ἀραιὸς ἐὼν καὶ σπογγοειδὴς κείμενός τε κατὰ τὴν κοιλίην· καὶ ἢν τούτων οὕτως ἐχόντων μὴ ἱδρώσῃ, μηδέ οἱ ἡ κύστις διηθῇ, μηδὲ ἡ κοιλίη χαλᾷ, διαίρεται ὁ σπλὴν ὑπὸ τοῦ ποτοῦ, καὶ μᾶλλον ἢν ὕδωρ ᾖ τὸ ποτὸν, καί μιν ἤν τις ἐπαφήσαιτο, μαλθακὸς ὡς μνοῦς ἐστιν, ἔστι δ᾿ ὅτε ἀντιτυπεύμενος· ἀερθεὶς δὲ καὶ ὑπερπιμπλάμενος ἐκδιδοῖ κατὰ τὰς φλέβας τῷ σώματι, καὶ μάλιστα ἐς τὸ ἐπίπλοον καὶ τοῖσιν ἀμφὶ τὴν κοιλίην ἐοῦσι χωρίοισι καὶ τοῖσι σκέλεσιν· ἕτερον γὰρ ἑτέρῳ διεκδιδοῖ ἐν τῷ σώματι, ἐπὴν πλέον ἑκάστῳ τοῦ καιροῦ ᾖ καὶ μὴ δύνηται κατέχειν. Ἐπιγίνεται δὲ ἀπὸ τούτου ὕδρωψ αἰεὶ, ἐπὴν μάθῃ ὁ σπλὴν ἕλκειν ἐς ἑωυτὸν φύσει ἀραιὸς ὢν καὶ μανός. Γίνεται δὲ ἔστιν ᾗσιν ἀρχὴ αὕτη τῆς νούσου καὶ ἄτερ πυρετοῦ, ἢν καῦμα ἐν τῇ κοιλίῃ ἐνστῇ οἷα φλέγματος ἐς αὐτὴν κατιόντος, καὶ ἢν ἡ ἄνθρωπος τὴν δίψαν μὴ κατέχῃ, μηδ᾿ ἡ κύστις μηδ᾿ ἡ κοιλίη διηθέωσιν οὖρόν τε καὶ κόπρον κατά γε δίκην, μηδὲ ἐπιτηδείῃ διαίτῃ χρέηται ἡ ἄνθρωπος. Ἢν δὲ ὑδρωποειδὴς ᾖ, ἔρχεται τὰ καταμήνια πολλὰ ἐξαπίνης, ὁτὲ δὲ ὀλίγα, καὶ γίνεται ὁτὲ μὲν ὡς ἀπὸ κρεῶν ὕδωρ, εἴ τις αἱματώδεα ἀποπλύνειεν, ὁτὲ δὲ ὀλίγῳ ἰσχυρότερα, καὶ οὐ πήγνυται, καὶ ἆσθμά μιν λαμβάνει, πρὶν ἢ τὰ καταμήνια χωρέειν, καὶ ὀδύνη ἐν τῷ σπληνὶ, καὶ μᾶλλον ἐπήν τι γλυκὺ φάγῃ, καὶ ἡ γαστὴρ ἐξαείρεται καὶ μεγάλη ἐστί· καὶ ἐπὴν πλέονα τοῦ μάθεος φάγῃ, πονέεται τὴν γαστέρα, καὶ τὴν ὀσφὺν ἀλγέει ἄλλοτε καὶ ἄλλοτε, καὶ πῦρ μιν ἐπιλαμβάνει δι᾿ ὀλίγου. Ἐπὴν δὲ ἀποκαθαρθῇ, ῥάϊον δοκέει ἔχειν πρὸς τὰ πρόσθεν, ἔπειτα ἐς τωὐτὸ καθίσταται, καὶ ἢν μελεδαίνηται ὡς χρὴ, ὑγιὴς ἔσται· ἢν δὲ μὴ, ὁ ῥόος ἐπιφανεῖται, καὶ διὰ παντὸς τοῦ χρόνου αἰεὶ ῥεύσεται κατ᾿ ὀλίγον οἷον ἰχὼρ, ἐπιμελείης δὲ πλείονος δέεται. Ἢν δὲ μὴ ὁ ῥόος ἐπιγένηται, ἀλλ᾿ αἱ μῆτραι ὑπὸ τῶν πρόσθεν παθημάτων ἀερθεῖσαι μὴ χαλάσωσι τὰ ἐπιμήνια, ἥ τε γαστήρ οἱ μεγάλη ἔσται, καὶ βρῖθος ἐνέσται ὡς τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ δοκέει ὡσεὶ παιδίον ἐν τῇ γαστρὶ αὐτῆς κινέεσθαι, ἅτε τῶν μητρέων ὕδατος πλέων ἐουσέων καὶ τοῦ ὕδατος κινεομένου, ἄλλοτε γὰρ καὶ ἄλλοτε κλυδάζεται αὐτῇσι τὸ ὕδωρ ὡς ἐν ἀσκῷ· καὶ ἀλγεῖ ψαυομένη τὸ κάτω τοῦ ὀμφαλοῦ, καὶ αἱ κληῗδες καὶ ὁ θώρηξ καὶ τὸ πρόσωπον καὶ τὰ ὄμματα καταλεπτύνεται, καὶ αἱ θηλαὶ ἀείρονται. Ἔστι δὲ ᾗσι μὲν ἥ τε κοιλίη καὶ τὰ σκέλεα πλήθει ὕδατος, ᾗσι δὲ ἐς θάτερον τουτέων· καὶ ἢν μὲν ἄμφω πλησθῇ, οὐδεμία ἐλπὶς περιγενέσθαι τὴν ἄνθρωπόν ἐστιν· ἢν δὲ θάτερον τούτων, ἐλπίδες ὀλίγαι, ἢν μελεδαίνηται καὶ μὴ λίην τετρυχωμένη ᾖ. Χρονίη δὲ αὕτη ἡ νοῦσος.

[62] Γίνεται δὲ πάντα μᾶλλον μὲν τῇσιν ἀτόκοισιν, γίνεται δὲ πολλάκις καὶ τῇσι τετοκυίῃσιν· ἐπικίνδυνα δέ ἐστιν, ὡς εἴρηται, καὶ τοπουλὺ ὀξέα καὶ μεγάλα καὶ χαλεπὰ ξυνιέναι, διὰ τοῦθ᾿ ὅτι αἱ γυναῖκες μετέχουσι τῶν νούσων, καὶ ἔσθ᾿ ὅτε οὐδ᾿ αὐταὶ ἴσασιν τί νοσέουσιν, πρὶν ἢ ἔμπειροι νούσων γένωνται ἀπὸ καταμηνίων καὶ ἔωσι γεραίτεραι· τότε δὲ σφέας ἥ τε ἀνάγκη καὶ ὁ χρόνος διδάσκει τὸ αἴτιον τῶν νούσων, καὶ ἔστιν ὅτε τῇσι μὴ γινωσκούσῃσιν ὑφ᾿ ὅτευ νοσεῦσι φθάνει τὰ νοσήματα ἀνίητα γινόμενα, πρὶν ἂν διδαχθῆναι τὸν ἰητρὸν ὀρθῶς ὑπὸ τῆς νοσεούσης ὑφ᾿ ὅτου νοσέει· καὶ γὰρ αἰδέονται φράζειν, κἢν εἰδῶσι, καί σφιν δοκέουσιν αἰσχρὸν εἶναι ὑπὸ ἀπειρίης καὶ ἀνεπιστημοσύνης. Ἅμα δὲ καὶ οἱ ἰητροὶ ἁμαρτάνουσιν, οὐκ ἀτρεκέως πυνθανόμενοι τὴν πρόφασιν τῆς νούσου, ἀλλ᾿ ὡς τὰ ἀνδρικὰ νοσήματα ἰώμενοι· καὶ πολλὰς εἶδον διεφθαρμένας ἤδη ὑπὸ τοιούτων παθημάτων. Ἀλλὰ χρὴ ἀνερωτᾷν αὐτίκα ἀτρεκέως τὸ αἴτιον· διαφέρει γὰρ ἡ ἴησις πολλῷ τῶν γυναικηΐων νοσημάτων καὶ τῶν ἀνδρώων.

[63] Ἢν δὲ αἱ μῆτραι ἑλκωθέωσιν, αἷμα καὶ πῦα καθαίρεται, καὶ ὀσμὴ βαρέη γίνεται, καὶ ὀδύνη ὀξέη λαμβάνει ἐς τὰς ἰξύας καὶ ἐς τοὺς βουβῶνας καὶ ἐς τὴν νειαίρην γαστέρα, καὶ ἄνω φοιτᾷ ἡ ὀδύνη ἐς τοὺς κενεῶνας καὶ ἐς τὰς πλευρὰς καὶ ἐς τὰς ὠμοπλάτας, ἐνίοτε δὲ καὶ ἐς τὰς κληῗδας ἀφικνέεται, καὶ δάκνεται, καὶ κεφαλὴν ἀλγέει σφοδρῶς, καὶ παρανοεῖ· τῷ δὲ χρόνῳ ἀνοιδίσκεται πᾶσα, καὶ ἀσθενείη μιν λαμβάνει, καὶ ἀψυχίη, καὶ πυρετὸς λεπτὸς, καὶ περίψυξις· οἰδίσκεται δὲ μάλιστα τὰ σκέλεα. Ἡ δὲ νοῦσος λαμβάνει ἐκ τρωσμοῦ, ἥτις ἂν διαφθείρασα τὸ παιδίον ἐγκατασαπὲν μὴ ἐκκαθαρθῇ, καὶ τὸ στόμα πῦρ ἔχει· λαμβάνει δὲ καὶ ἐκ τῶν ῥόων, καὶ ἢν ἐπὶ σφέας δριμέα ᾖ καὶ χολώδεα, δάκνει. Ἢν οὕτως ἐχούσῃ ἐπιτυγχάνῃς, ἐπὴν μὲν αἱ ὀδύναι ἔχωσι, λούειν τε πολλῷ καὶ θερμῷ, καὶ χλιάσματα προστιθέναι, ὅκου ἂν ἡ ὀδύνη ἔχῃ· καὶ ἢν μὲν ἄνω αἱ ὀδύναι ἔωσιν, ἢν μὲν ἰσχυρὴ ἡ γυνὴ ᾖ, πυριήσασθαι ὅλην καὶ φάρμακον δοῦναι κάτω πιεῖν· καὶ ἐπὴν ὥρη ᾖ τοῦ ἔτεος, ὀῤῥὸν ἀφεψῶν, διδόναι ἐπιπίνειν ἡμέρας πέντε, ἢν δυνατὴ ᾖ· ἢν δὲ μὴ ᾖ ὀῤῥὸς, ὄνου γάλα ἑψεῖν, καὶ διδόναι πίνειν ἡμέρας τρεῖς ἢ τέσσαρας· μετὰ δὲ τὴν γαλακτοποσίην, ὕδατι ἀνακομίσαι αὐτὴν καὶ σιτίοισιν ἐπιτηδείοισι, κρέασι μηλείοισιν, ἁπαλοῖσι, νέοισι, καὶ ὀρνιθείοισι, καὶ τευτλίῳ, καὶ κολοκύντῃ· ἀπεχέσθω δὲ τῶν ἁλμυρῶν καὶ δριμέων καὶ τῶν θαλασσίων πάντων καὶ κρεῶν χοιρείων καὶ βοείων καὶ αἰγείων· ἄρτους δὲ ἐσθιέτω· ἢν δὲ ἀψυχίαι ἔχωσι καὶ μὴ ἰσχύῃ καὶ περιψύχηται, ῥόφημα λαμβάνειν. Εἰσὶ δέ τινες, οἳ ταύτῃσι κεφαλὴν ἀλγεούσῃσι πιπίσκουσι γάλα, ὅτι κεφαλὴν ἀλγέουσιν, οἱ δὲ ὕδωρ, ὅτι λειποθυμέουσι· τἀναντία δὲ οἴομαι· εἰ κεφαλὴν ἀλγέοιεν καὶ φρενῶν εἴη ἅψις, ἀρμόσσον ὕδωρ, ὅτε δὲ δάκνεται καὶ δριμέα ἐστὶ, γάλα ταύτῃσιν εὐμενές. Ἐπὴν δέ σοι δοκέῃ ἰσχύειν, κλύζειν τὰς ὑστέρας, πρῶτα μὲν τῷ ἀπὸ τῆς τρυγὸς, μετὰ δὲ ταῦτα διαλιπὼν ἡμέρας τρεῖς ἢ τέσσαρας κλύζειν τῷ ξὺν τῷ κραμβίῳ χλιερῷ, καὶ αὖθις διαλιπὼν ἡμέρας τρεῖς κλύσαι τῷ ξὺν τῷ πικερίῳ· καὶ ἢν ταῦτα ποιήσαντι ὑγιάζωνται αἱ ὑστέραι, κλύσαι τῷ ξὺν τῷ σιδίῳ· ἐπὶ δὲ τὰ ἕλκεα ἐπιχρίειν ἀργύρεον ἄνθος, καὶ κικίδα, καὶ σμύρναν, καὶ λιβανωτὸν, καὶ τοῦ αἰγυπτίου ἀκάνθου τὸν καρπὸν, καὶ οἰνάνθην τὴν ἀγρίην, καὶ χρυσοκόλλην, καὶ λεπίδα, καὶ λωτοῦ πρίσματα, καὶ κρόκον, καὶ στυπτηρίην αἰγυπτίην κατακεκαυμένην· τούτων ἓν ἔστω ἴσον ἑκάστου, τὴν δὲ στυπτηρίην καὶ τὴν κικίδα καὶ τὸν κρόκον ποιῆσαι μίαν μοῖραν πάντων· τρίψας δὲ καὶ ξυμμίξας πάντα λεῖα, διεῖναι ἐν οἴνῳ λευκῷ γλυκεῖ· ἔπειτα ἑψεῖν, ἔστ᾿ ἂν παχὺ γένηται οἷόν περ μέλι· τούτῳ δὲ ἐπαλείφειν δὶς τῆς ἡμέρης διδόναι, νιψαμένην ὕδατι χλιερῷ· ἑψεῖν δὲ ἐν τῷ ὕδατι καὶ κισθὸν καὶ ἐλελίσφακον. Καὶ ἐπήν σοι δοκέῃ ταῦτα ποιέοντι ῥᾴων εἶναι, προπιεῖν γάλα ἑφθὸν αἴγειον μίην ἡμέρην, ἔπειτα διδόναι γάλα βόειον, τὸν αὐτὸν τρόπον οἷον ἐπὶ τῇσι προτέρῃσι· μετὰ δὲ τὴν γαλακτοποσίην παχῦναι σιτίοισιν ὡς μάλιστα, καὶ ποιέειν ὅκως ἐν τῇ γαστρὶ ἔχῃ· ὑγιὴς γὰρ γενήσεται. Ὡς δὲ τὰ πολλὰ ἐκ τῆς νούσου ταύτης ἐκφεύγουσι, καὶ ἄτοκοι γίνονται· αἱ δὲ γεραίτεραι οὐ πάνυ τι. Πίνειν δὲ μετὰ τὰ φάρμακα λίνου σπέρμα ἀποπεφωσμένον, καὶ σήσαμον, καὶ κνίδης καρπὸν, καὶ γλυκυσίδης ῥίζαν τὴν πικρὴν τρίβων ἐν οἴνῳ εὐώδει μέλανι κεκρημένῳ.

[64] Ἢν αἱ μῆτραι ἑλκωθέωσι, καὶ αἷμα καὶ πῦον ῥέει καὶ ἰχώρ· σηπομένων γὰρ τῶν μητρέων, νόσημα ἀπ᾿ αὐτέων γίνεται, καὶ ἡ γαστὴρ ἡ νειαίρη ἐπαείρεται, καὶ λεπτὴ γίνεται, καὶ ἀλγέει ψαυομένη, ὡς ἕλκος, καὶ πῦρ ἔχει καὶ βρυγμὸς αὐτὴν, καὶ ὀδύνη ὀξέη καὶ σπερχνὴ ἔς τε τὰ αἰδοῖα καὶ ἐς τὸ ἐπίσειον καὶ ἐς τὴν γαστέρα τὴν νειαίρην καὶ ἐς τὸν κενεῶνα καὶ ἐς τὰς ἰξύας· ἡ δὲ νοῦσος λαμβάνει μάλιστα μὲν ἐκ τόκου, ἢν αὐτῇσί τι διακναισθὲν ἐνσαπῇ, καὶ ἐκ τρωσμοῦ, καὶ ἄλλως ἀπὸ ταὐτομάτου. Ταύτῃσιν ἢν ἐπιτυγχάνῃς, λούειν ἐν ὕδατι πολλῷ καὶ θερμῷ, καὶ ὅκου ἂν ἡ ὀδύνη ἔχῃ, τὰ χλιάσματα προστιθέναι καὶ σπόγγον ἐξ ὕδατος θερμοῦ, καὶ κλύζειν, τὰ δριμέα καὶ τὰ στρυφνὰ ἀπεχομένην· τῶν δὲ μαλακωτέρων διάμισγε ὅκως ἂν δοκέῃ σοι καιρὸς εἶναι· τοῦ τε λίνου τὸν καρπὸν κόψας καὶ τῆς ἀκτῆς, ξυμμίξας δὲ ἐν μέλιτι καὶ ποιήσας φάρμακον, τούτῳ χρῶ· λοῦσον δὲ ὕδατι θερμῷ, καὶ λαβὼν σπόγγον ἢ εἴριον μαλθακὸν βάπτων ἐς θερμὸν ὕδωρ διακάθαιρε τά τε αἰδοῖα καὶ τὰ ἕλκεα· εἶτα ἐς οἶνον ἄκρητον ἐμβάπτων πάλιν τὸν σπόγγον ἢ τὸ εἴριον τὸν αὐτὸν τρόπον χρῶ· ἔπειτα τῷ φαρμάκῳ τούτῳ ἐνάλειφε, ὁσάκις ἂν δοκέῃ σοι καιρὸς εἶναι· ἔπειτα ῥητίνην καὶ στέαρ ὕειον μίξας ὁμοῦ τῷ φαρμάκῳ, διαλείφειν τῷ δακτύλῳ πολλάκις μεθ᾿ ἡμέρην καὶ τῆς νυκτός· μετὰ δὲ ταῦτα λίνου σπέρμα φώξας καὶ κόψας καὶ σήσας, μήκωνα λευκὴν κόψαι ἐν ἀλφίτοισι καὶ σῆσαι, καὶ τυρὸν αἴγειον ὀπτᾷν περιξύσας τὸ ῥῦπος καὶ τὴν ἅλμην, καὶ τὸ πικέριον ξυμμίξαι καὶ πάλην ἀλφίτου, εἶτα ἓν τοῦ φαρμάκου μέτρον καὶ τοῦ τυροῦ καὶ τοῦ ἀλφίτου ποιῆσαι, καὶ τοῦτο διδόναι πίνειν ἐξ ἠοῦς νήστει ἐν οἴνῳ αὐστηρῷ κεκρημένῳ· ἐς δὲ τὴν ἑσπέρην μίσγων καὶ παχὺν κυκεῶνα διδόναι, καὶ τῶν γυναικείων ὅ τι ἂν μάλιστα προσδέχηται πιπίσκειν. Καὶ μέχρι μὲν ἂν τὸ αἷμα πουλὺ ῥέῃ, καὶ ὀδύναι ὀξέαι ἔχωσι καὶ ὀλίγον χρόνον διαλείπωσι, ταῦτα ποιέειν· ἐπὴν δὲ τὸ ἕλκος ἔλασσον ᾖ, καὶ ὀδύναι βληχραὶ προσλαμβάνωσι καὶ διὰ πλέονος χρόνου, φάρμακα πιπίσκειν, ὑφ᾿ ὧν μέλλει καθαίρεσθαι κάτω μᾶλλον ἢ ἄνω, διαλείπων χρόνον ὁκόσον ἂν δοκέῃ καιρὸς εἶναι· καὶ πυριῇν βληχρῇσι πυρίῃσιν, ἀνακαθίζοντα ὑψόθι, ἢν δοκέῃ ἑκάστοτε καιρὸς εἶναι. Ταῦτα ποιέουσα ὑγιὴς γίνεται· ἡ δὲ νοῦσος βληχροτέρη καὶ θανατώδης, καὶ διαφεύγουσιν αὐτὴν παῦραι.

[65] Ἢν δὲ ἑλκωθέωσι σφοδρῶς, αἷμα καὶ πῦον καθαίρεται, καὶ ὀδμὴ γίνεται βαρέη, καὶ ὁκόταν ἡ ὀδύνη προσλάβῃ, ὡς ὑπὸ ὠδῖνος τὸ πλῆθος τὰ περὶ τὸν ῥόον γίνεται, καὶ ὁκόταν ὁ χρόνος ᾖ, τὰ σκέλεα καὶ οἱ πόδες οἰδέουσι, καὶ ἰῶνται οἱ ἰητροὶ ὡς ὕδρωπα· τὸ δὲ οὐ τοῖον. Ταύτην ἢν λάβῃς, λούειν πρῶτα θερμῷ, καὶ χλιαίνειν, καὶ κλύζειν δριμέσι καὶ μαλθακοῖσι καὶ στρυφνοῖσιν, ὕδατί τε καὶ οἴνῳ· καὶ πουλύκαρπον καὶ πουλύκνημον καὶ μέλι ἑψῶν ὁμοῦ, εἶτα εἴριον ἐς τοῦτο βάπτων, διαχρίειν τὰ αἰδοῖα, καὶ ῥητίνην καὶ μέλι καὶ συὸς ἔλαιον ἐγχρίειν· καὶ πιπίσκειν λίνου καρπὸν, καὶ σήσαμον φώξας καὶ βούτυρον καὶ τυρὸν αἴγειον καὶ ἄλφιτον ἐφ᾿ ἅπασι πιπίσκειν ἐν οἴνῳ νῆστιν, ἐς ἑσπέρην δὲ μέλι ἐπιχέων πουλύ· καὶ ἕως μὲν ἂν τὸ αἷμα καθαίρηται, καὶ ὀδύναι ὀξέαι ἔχωσι, καὶ ὀλίγον διαλείπωσι, τοῦτο ποιέειν· ὅταν δέ οἱ ἔλασσον ἴῃ καὶ ὀδύναι βληχρότεραι ἴσχωσι διὰ πλέονος χρόνου, φάρμακον πιπίσκειν κάτω, καὶ διαλείπειν. Ταῦτα ποιέουσα, ὑγιὴς γίνεται· γενεὴ δὲ οὐκ ἔτι.

[66] Ὅσα δὲ ἑλκώματα γίνεται ἐν τῇσιν ὑστέρῃσιν ἀπὸ τρωσμοῦ ἢ ὑπ᾿ ἄλλου τινὸς, ταῦτα χρὴ ἀποσκεπτόμενον εἰς τὸ οὖλον σῶμα θεραπεύειν πάντα, ὁκοίης ἂν δοκέῃ δέεσθαι θεραπείης, ἤν τέ σοι δοκέῃ ἐξ ἅπαντος τοῦ σώματος ἡ ἄνθρωπος θεραπευτέη εἶναι, ἤν τε ἀπ᾿ αὐτέων. Γνώσῃ δὲ εἰ ἀπ᾿ αὐτέων τῶν ὑστερέων ἐστὶν ὧδε· τὰ μὲν ἀπ᾿ αὐτέων τῶν ἑλκωμάτων τὴν κάθαρσιν παρέχει πυοειδέα τε καὶ ξυνεστηκυίην, τὰ δὲ μὴ ἀπ᾿ αὐτέων λεπτήν τε καὶ ἰχωροειδέα. Ὅσα μὲν οὖν ἐστι λεπτὰ τῶν ῥευμάτων, ταύτας μὲν χρὴ θεραπεύειν ἐν φαρμάκῳ, καὶ διδόναι καὶ ἄνω καὶ κάτω, πρῶτον δὲ ἄνω· καὶ ἢν μὲν μετὰ τὴν φαρμακείην τὰ ῥεύματα ἐλάσσω γίνηται καὶ εὐπετέστερα ᾖ, διαλείποντα αὖθις φαρμακεύειν τὸν αὐτὸν τρόπον· μετὰ δὲ τὴν φαρμακείην διαιτῇν διαίτῃ τοιαύτῃ, ἐν ὁποίῃ ἂν εἴη μάλιστα ξηροτάτη ἡ ἄνθρωπος· ἔσται δὲ, ἢν αὐτὴν πυριῇς δι᾿ ἡμέρης τρίτης ἢ τετάρτης ὅλον τὸ σῶμα, καὶ ἐμέτους ποιέῃς ἐκ τῶν πυριέων εὐθύς· μετὰ δὲ τοὺς ἐμέτους καὶ τὰς πυρίας διαιτῇν ἀλουσίῃσί τε καὶ ὀλιγοποσίῃσι καὶ ἀρτοσιτίῃσιν· ποτῷ δὲ μηδενὶ, ἀλλ᾿ ἢ οἴνῳ ἀκρήτῳ μέλανι, λαχάνῳ δὲ μηδενί· ὅταν δὲ τὸν ἔμετον παρασκευάζῃς, τότε χρὴ λαχάνων πολλῶν καὶ δριμέων ἐμπιπλάναι καὶ σιτίων πολλῶν καὶ ὄψου ὁκοίου ἂν βούλωνται, καὶ οἴνου πολλοῦ ἐμπιπλάναι ὑδαρέος, καὶ λούειν ἐκ τῶν πυριῶν πολλῷ θερμῷ. Αὕτη μὲν ἡ θεραπείη τῶν τοιουτοτρόπων ῥευμάτων· ἄμεινον δὲ ἄμφω φαρμακεύειν, καὶ ἐμέειν καὶ ἄνω ἕλκειν· δίαιτα δὲ ξηραντικὴ κρέσσων καὶ ἀλουσίη. Τὰς δὲ ὑστέρας χρὴ θεραπεύειν ὧδε· πρῶτα μὲν πυριῇν ὕδατι ἀκτῆς ἀφεψῶντα τὰ φύλλα· ἔπειτα μετὰ τὴν πυρίην κλύζειν ἐκ τῆς ἰλύος τῷ σμήγματι· ἢν μὲν σηπεδὼν ἐν τοῖς ἕλκεσιν ᾖ καὶ τὰ ἀπιόντα δυσώδεα, ἀκρητεστέρῳ τῷ σμήγματι· ἢν δὲ μηδὲν ᾖ τοιοῦτον, ὑδαρεστέρῳ· μετὰ δὲ τὴν ἰλὺν, ὕδατι· ἐν δὲ τῷ ὕδατι ἐναφεψεῖν μυρσίνην καὶ δάφνην καὶ ἐλελίσφακον· μετὰ δὲ τοῦτο οἴνῳ κλύζειν ἀκρήτῳ λευκῷ χλιαρῷ. Ὁκόταν δὲ δάκνηται ἤδη ὑπὸ τῶν κλυσμάτων, τότε ἤδη καθαρά ἐστι τὰ ἕλκεα· κλύζειν οὖν χρὴ ὑδαρεστέρῃ τῇ ἰλύϊ καὶ οἴνῳ μέλανι· μετὰ δὲ τὸν οἶνον πιμελὴν ὑὸς τήξαντα νεηρὴν, ἔλαιον παραμίξαντα, ἢν μὲν ᾖ, χηνὸς, ἢν δὲ μὴ, ἄλλου του, μάλιστα ὄρνιθος, εἰ δὲ μὴ, τὸ ἐκ τῶν ἐλαιῶν παλαιὸν, τούτῳ χλιαρῷ κλύζειν, μετὰ δὲ τῷ οἴνῳ ἐς ἕτερον κλυστῆρα ἐγχέαντα· ἐς δὲ τὸ στόμα, κἢν ᾖ εἱλκωμένον, κἢν μὴ, μοτοὺς ποιεῦντα τῶν μαλθακτηρίων προστιθέναι, καὶ ἢν καῦμα παρέχωσι προσκείμενοι, ἀφελομένην τὴν γυναῖκα κελεύειν νίψασθαι ὕδατι χλιαρῷ τοιούτῳ οἵῳ περ ἐκλύζετο. Ἢν δὲ πρὸς τὴν δίαιταν τήνδε τὰ ῥεύματα μὴ ἀπαλλάσσηται, ἐλάσσω δὲ γίνηται καὶ δάκνηται σφοδρῶς, καὶ τὰ ἀποῤῥέοντα χολή τε εἴη καὶ ἅλμη, καὶ μὴ μόνον τὰ ἔνδον, ἀλλὰ καὶ τὰ ἔξω ἑλκοῖ, μεταβάλλειν χρὴ τὴν δίαιταν, καὶ ἐξυγραίνειν πᾶσαν, ὅκως τὰ ῥεύματα ὡς ὑδαρέστατα ἔσται καὶ ἥκιστα δηκτικὰ, λουτροῖσι θερμοῖσι πουλλοῖσι, μάζῃ, λαχάνοισιν ἑφθοῖσι πᾶσι λιπαροῖσιν, ἰχθύσι τοῖσι σελάχεσι, σὺν κρομύοισι καὶ κορίοισιν ἕψοντα ἐν ἅλμῃ γλυκείῃ, ἑψεῖν δὲ λιπαρῶς, κρέασιν ἑφθοῖσι πᾶσι, πλὴν βοὸς καὶ αἰγὸς, διέφθοισιν ἐν ἀνήθοισι καὶ μαράθροισιν, οἴνῳ μελιχρόῳ, κιῤῥῷ, ὑδαρεῖ, πλέονι, γαλακτοποσίῃ μετ᾿ οἴνου γλυκέος· τὰ δ᾿ ἄλλα περὶ τῶν κλυσμάτων ποιέειν κατὰ τὸν ὑφηγημένον λόγον. Αὕτη μὲν νῦν τῶν τοιούτων ἡ θεραπείη. Ὅσα δὲ πυοειδέα τε καὶ ξυνεστεῶτα ἄπεισι, τούτων τὸ μὲν οὖλον σῶμα οὐδὲν δεῖ κινέειν, κλύζειν δὲ καὶ ἀπὸ τούτων τὴν θεραπείην πᾶσαν ποιέεσθαι, κλύζειν δὲ τοῖσιν αὐτέοισι κλύσμασιν οἷσι πρόσθεν εἴρηται τὸν αὐτὸν τρόπον. Γεγράψεται δὲ καὶ ἄλλα κλύσματα. Ἑλκέων ἴησις· ἐλάφου στέαρ χλωρὸν προσθετόν· κλύζειν δὲ χρὴ αὐτίκα οἴνῳ σιραίῳ, κράτιστον δὲ ψιμυθίῳ, ἢν ἕλκεα ᾖ, καὶ ἐλαίῳ ναρκισσίνῳ· σιτίοισι δὲ μαλθακωτάτοισι χρῆσθαι καὶ μὴ δριμέσιν. Ἢν δὲ ῥερυπωμένα ᾖ καὶ νέμηται, καὶ τὸν πελαστάτω χῶρον διακναίῃ, καθαίρειν, καὶ νέην σάρκα φύειν, καὶ ἐς ὠτειλὰς ἄγειν τὴν σάρκα, ῥηϊδίως γὰρ ἀναχαλᾶται καὶ κακοήθεα οὐ γίνεται, καὶ λούειν συχνῶς.

[67] Ἢν δὲ γυνὴ ἐκ τρωσμοῦ τρῶμα λάβῃ μέγα, ἢ προσθέτοισι δριμέσιν ἑλκωθῇ τὰς μήτρας, οἷα πολλὰ γυναῖκες ἀεὶ δρῶσί τε καὶ ἰητρεύουσι, καὶ τὸ ἔμβρυον φθαρῇ, καὶ μὴ καθαίρηται ἡ γυνὴ, ἀλλά οἱ αἱ μῆτραι φλεγμήνωσιν ἰσχυρῶς καὶ μεμύκωσι καὶ τὴν κάθαρσιν μὴ οἷαί τε ἔωσι παραμεθιέναι, εἰ μὴ τὸ πρῶτον ἅμα τῷ ἐμβρύῳ, αὕτη ἢν μὲν ἰητρεύηται ἐν τάχει, ὑγιὴς ἔσται, ἄφορος δέ. Ἢν δέ οἱ ῥαγῇ αὐτόματα τὰ λοχεῖα καὶ τὰ ἕλκεα ὑγιανθῇ, καὶ ὧδε ἄφορος ἔσται. Ἢν δέ οἱ ἡ μὲν κάθαρσις γένηται, τὰ δὲ ἕλκεα μὴ μελεδαίνηται, κίνδυνος σηπεδονώδεα εἶναι. Ἢν δέ οἱ ἡ κάθαρσις ἴῃ τετρυχωμένῃ, θνήσκει. Κἢν ἐν τῷ τόκῳ κάρτα ἑλκωθέωσιν αἱ μῆτραι τοῦ ἐμβρύου μὴ κατὰ φύσιν ἰόντος, πείσονται τὰ αὐτὰ τῇ ἐκ διαφθορῆς ἑλκωθείσῃ τὰς μήτρας, καὶ μεταλλαγὰς καὶ τελευτὰς τὰς αὐτὰς ἡ νοῦσος ἴσχει, ἤν τε ἐκ διαφθορῆς ἤν τε ἐκ τόκου αἱ μῆτραι ἑλκωθῶσι, καὶ εἰ τὰ λοχεῖα πάντα παρήϊσαν, ἧσσον πονήσει, εἰ μὴ μεγάλα ἕλκεα εἴη, καὶ μελεδαινομένη ἐν τάχει ὑγιαίνει. Χρὴ δὲ τῇ μελέτῃ προσέχειν ἐν τάχει, ἢν ἕλκεα ἐν τῇ μήτρῃ ἐνῇ· ἅτε γὰρ ἐόντα ἐν ἁπαλῷ αὔξεται, καὶ σαπρὰ ταχὺ γίνεται. Ἰῆσθαι δὲ τὰ ἕλκεα, ὡς καὶ τὰ ἐν τῷ ἄλλῳ σώματι, καὶ ἀφλέγμαντα χρὴ ποιέειν καὶ ἀνακαθαίρειν καὶ ἀναπιμπλάναι καὶ ἐς ὠτειλὰς ἄγειν· διδόναι δὲ ὕδωρ, οἶνον δὲ μὴ, σιτία ἀφαυρότερα, πολλὰ δὲ μή.

[68] Ὁκόσα δὲ τρωσμῶν γινομένων μὴ ἀπαλλάσσεσθαι δύναται μεζόνων ὅλων τε ἢ τῶν μελέων τῶν ἐμβρύων ἐόντων, ἢ ἐλασσόνων καὶ πλαγίων καὶ ἀδυνάτων, τὰ τοιαῦτα ἢν μὲν κατὰ φύσιν ἴῃ, διδόναι τῶν φαρμάκων τι ὧν ἐγὼ φράσω, προλούοντα θερμῷ παμπόλλῳ· κἢν ἐθέλοντα προϊέναι μὴ εὐλύτως ἀπίῃ κατὰ φύσιν ἐόντα, τῇσι τοιαύτῃσι τοῦ πταρμικοῦ προσφέρειν, ἐπιλαμβάνειν δὲ τὸν μυκτῆρα καὶ πτάρνυσθαι, καὶ τὸ στόμα πιέζειν, ὅκως ὁ πταρμὸς ὅτι μάλιστα ἐνεργήσει. Χρῆσθαι δὲ καὶ σεισμοῖσι· σείοις δ᾿ ἂν ὧδε· κλίνην λαβεῖν ὑψηλὴν ῥωμαλέην καὶ ὑποστορέσαντα ἀνακλίνειν τὴν γυναῖκα ὑπτίην, τὰ δὲ στήθεα καὶ τὰς μασχάλας καὶ τὰς χεῖρας προσκαταλαμβάνειν ταινίῃ ἢ ἱμάντι πλατεῖ μαλθακῷ πρὸς τὴν κλίνην καὶ ζωννύειν, καὶ τὰ σκέλεα ξυγκάμψαι καὶ κατέχειν τοῖν σφυροῖν· ὅταν δὲ εὐτρεπίσῃς, φρυγάνων φάκελον μαλθακῶν ἤ τι τῷδε ἐοικὸς εὐτρεπίζειν ὅσον τὴν κλίνην οὐ περιόψεται ἐπὶ τὴν γῆν ῥιπτευμένην, ὥστε ψαῦσαι τοῖσι πρὸς κεφαλὴν ποσὶ τῆς γῆς· καὶ κελεύειν αὐτὴν λαβέσθαι τῇσι χερσὶ τῆς κλίνης, καὶ μετέωρον πρὸς κεφαλὴν τὴν κλίνην ἔχειν, ὡς κατάῤῥοπος ᾖ ἐπὶ πόδας, φυλασσόμενος ὅκως μὴ προπετὴς ἔσται ἡ ἄνθρωπος· ὅταν δὲ ταῦτα ἐνεργῆται καὶ μετάρσιος ᾖ ἡ κλίνη, ἐκ τῶν ὄπισθεν ὑποθεῖναι τὰ φρύγανα, κατορθοῦσθαι δὲ ὡς μάλιστα, ὅκως οἱ πόδες μὴ ψαύσουσι τῆς γῆς, ῥιπτεομένης τῆς κλίνης, καὶ τῶν φρυγάνων ἔσωθεν ἔσονται, αἴρειν δὲ ἐξ ἑκατέρου τοῦ ποδὸς ἄνδρα τῇδε καὶ τῇδε, ὡς κατ᾿ ἰθὺ πεσεῖται ἡ κλίνη ὁμαλῶς καὶ ἴσως καὶ μὴ σπασμὸς ᾖ· σείειν δὲ ἅμα τῇ ὠδῖνι μάλιστα· καὶ ἢν μὲν ἀπαλλάσσηται, αὐτίκα πεπαῦσθαι, εἰ δὲ μὴ, διαλαβόντα σείειν, καὶ αἰωρέειν ἐπὶ τῆς κλίνης φερομένην. Ταῦτα μὲν οὖν οὕτω ποιέεται, ἢν ὀρθά τε καὶ κατὰ φύσιν ἀπαλλάσσηται. Χρὴ δὲ κηρωτῇ ὑγρῇ προχρίειν, ἐπὶ πάντων δὲ τῶν ἀμφὶ τὴν ὑστέρην τοιῶνδε παθέων ἄριστον τόδε, καὶ μαλάχης ὕδωρ καταιονᾷν, καὶ βουκέρας, ἢ πτισάνης πυρίνης μᾶλλον χυλός· χρὴ δὲ ἄχρι βουβῶνος ἕδρην καὶ αἰδοῖον πυριῇν, καὶ ἐνίζεσθαι δὲ, ὅταν αἱ ὠδῖνες σφόδρα ὀχλέωσι μάλιστα, καὶ μηδὲν ἐν νόῳ ἕτερον ἔχειν. Τὴν δὲ ἰητρεύουσαν τὰ στόματα μαλθακῶς ἐξανοίγειν, καὶ ἠρέμα τοῦτο δρᾷν, ὀμφαλὸν δὲ ξυνεφέλκεσθαι τῷ ἐμβρύῳ.

[69] Ὅσα δὲ δίπτυχα πτύσσεται καὶ ἔγκειται ἐν τῷ στόματι τῶν ὑστερέων, ταῦτα δὲ, ἤν τε ζώοντα ἤν τε τεθνεῶτα ᾖ, προώσαντα ὀπίσω πάλιν στρέφειν, ὅκως κατὰ φύσιν ἴῃ ἐπὶ κεφαλήν. Ὅταν δὲ ἀπωθέειν βούλῃ ἢ στρέφειν, ἀνακλίναντα χρὴ ὑπτίην ὑπὸ τὰ ἰσχία ὑποστορέσαι τι μαλθακὸν, καὶ ὑπὸ τοὺς πόδας τῆς κλίνης, ὅκως ὑψηλότεροι ἔσονται οἱ πρὸς ποδῶν πόδες συχνῷ, ὑποτιθέναι χρή τι· καὶ ἀνωτέρω δὲ τὰ ἰσχία τῆς κεφαλῆς ἔστω, προσκεφάλαιον δὲ μηδὲν ὑπέστω τῇ κεφαλῇ· προμηθεομένοισι δὲ ταῦτα· ὅταν δὲ ἀπώσηται τὸ ἔμβρυον καὶ περιδινῆται τῇδε καὶ τῇδε, κατὰ φύσιν καθίστασθαι καὶ τὴν κλίνην καὶ τὰ ἰσχία, ὑπεξελὼν τὰ ὑπὸ τοὺς πόδας τῆς κλίνης καὶ τοὺς λίθους καὶ τὸ ὑπὸ τῶν ἰσχίων· πρὸς κεφαλὴν δὲ ὑποθεῖναι ὑποκεφάλαιον· τὰ τοιαῦτα τούτῳ τῷ τρόπῳ θεραπεύειν. Ὅσα δὲ ζῶντα τῶν ἐμβρύων τὴν χεῖρα ἢ τὸ σκέλος ἔξω προβάλλεται ἢ καὶ ἄμφω, ταῦτα χρὴ, ὅταν τάχιστα προσημήνῃ, εἴσω ἀπωθέειν τῷ προειρημένῳ τρόπῳ, καὶ στρέφειν ἐπὶ κεφαλὴν, καὶ ἐς ὁδὸν ἄγειν. Καὶ ὅσα πτύσσεται τῶν ἐμβρύων πεπτηότα ἢ ἐς τὸν κενεῶνα ἢ ἐς ἰσχίον ἐν τῷ τόκῳ, χρὴ ταῦτα ἀπορθοῦσθαι, καὶ στρέφειν, καὶ προσκαθίννυσθαι ἐς ὕδωρ θερμὸν, ἄχρις ἂν ἰαίνηται.

[70] Ὁκόσα δὲ τεθνεῶτα τῶν ἐμβρύων ἢ τὸ σκέλος ἢ τὴν χεῖρα ἔξω ἔχει, ταῦτα ἄριστον μὲν, ἢν οἷόν τε, ἀπώσαντα ἔσω ἐπὶ κεφαλὴν στρέφειν· ἢν δὲ μὴ οἷόν τε ᾖ, ἀνοιδίσκηται δὲ, τάμνειν τῷδε τῷ τρόπῳ· σχίσαντα τὴν κεφαλὴν μαχαιρίῳ ξυμφλάσαι, ἵνα μὴ θράσσῃ, τῷ πιέστρῳ, καὶ τὰ ὀστέα ἕλκειν ὀστεολόγῳ, καὶ τῷ ἑλκυστῆρι, παρὰ τὴν κληῗδα καταθέντα ὡς ἂν ἔχηται, ἕλκειν, μὴ κατὰ πουλὺ, ἀλλὰ κατ᾿ ὀλίγον, ἐξανιέντα καὶ αὖθις βιώμενον. Ὅταν δὲ ταῦτα μὲν ἔξω εἰρύσῃς, ἐν δὲ τοῖσιν ὤμοισιν ἔῃ, τάμνειν τὰς χεῖρας ἄμφω ἐν τοῖσιν ἄρθροισι μετὰ τῶν ὤμων· καὶ ὅταν ταῦτα κομίσῃς, ἢν μὲν οἷόν τε ᾖ ἰέναι, καὶ τἄλλα εὐπετέως ἕλκειν· ἢν δὲ μὴ ἐνακούσῃ, τὸ στῆθος πᾶν μέχρι τῶν σφαγέων σχίζειν, φυλάσσεσθαι δὲ ὡς μὴ κατὰ τὴν γαστέρα τάμῃς, καὶ ψιλώσῃς τι τοῦ ἐμβρύου, ἔξεισι γὰρ ἡ γαστὴρ καὶ τὰ ἔντερα καὶ κόπρος· ἢν δέ τι τουτέων ἐκπέσῃ, πραγματοειδέστερον ἤδη γίνεται· ξυμφλάσαι δὲ τὰ πλευρὰ, καὶ τὰς ὠμοπλάτας ξυναγαγεῖν, καὶ ῥηϊδίως μετὰ ταῦτα χωρήσει τὸ λοιπὸν ἔμβρυον, ἢν μὴ ἤδη οἰδαλέον ᾖ τὴν κοιλίην· ἢν γὰρ ᾖ τι τοιοῦτον, ἄμεινον τὴν γαστέρα τοῦ ἐμβρύου τρῆσαι πρηέως, ἔξεισι γὰρ φῦσα μοῦνον ἐκ τῆς γαστρὸς, καὶ εὐπετέως οὕτω χωρήσει. Ἢν δὲ ἐκπεπτώκῃ ἡ χεὶρ ἢ τὸ σκέλος τεθνεῶτος τοῦ ἐμβρύου, ἢν μὲν δυνατὸν ᾖ, εἴσω ἀπῶσαι ἄμφω, καὶ εὐτρεπίσαι τὸ ἔμβρυον, ταῦτα ἄριστα· ἢν δὲ μὴ οἷόν τε ᾖ τοῦτο ποιῆσαι, ἀποτάμνειν ὅ τι ἂν ἔξω ᾖ ὡς ἂν δύνηται ἀνωτάτω, καὶ τοὐπίλοιπον ἐσμασάμενος προῶσαι καὶ στρέψαι τὸ ἔμβρυον ἐπὶ κεφαλήν· ὅταν δὲ στρέφειν ἢ κατατάμνειν μέλλῃς τὸ παιδίον, τὰς ἰδίας χεῖρας χρὴ ἀπονυχίσασθαι, τὸ δὲ μαχαίριον, ᾧ ἂν κατατάμνῃς, καμπυλώτερον ἔστω ἢ ἰθύτερον, καὶ τοῦτο κατὰ κεφαλὴν ἀμφικαλύπτειν τῷ λιχανῷ δακτύλῳ, ἐσματευόμενον καὶ ὁδηγεῦντα καὶ ὀῤῥωδέοντα, ὅπως μὴ ψαύσῃς τῆς ὑστέρης.

[71] Περὶ δὲ μύλης κυήσιος τόδε αἴτιον· ἐπὴν πολλὰ τὰ ἐπιμήνια ἐόντα γονὴν ὀλίγην καὶ νοσώδεα ξυλλάβωσιν, οὔτε κύημα ἰθαγενὲς γίνεται, καὶ ἡ γαστὴρ πλήρης ὥσπερ κυούσης, κινέεται δὲ οὐδὲν ἐν τῇ γαστρὶ, οὐδὲ γάλα ἐν τοῖσι τιτθοῖσιν ἐγγίνεται, σφριγᾷ δὲ τοὺς τιτθούς. Αὕτη οὖν δύο ἔτεα, πολλάκις δὲ καὶ τρία οὕτως ἔχει. Καὶ ἢν μὲν μία σὰρξ γένηται, ἡ γυνὴ ἀπόλλυται· οὐ γὰρ οἵη τέ ἐστι περιγενέσθαι· ἢν δὲ πολλαὶ, ῥήγνυται αὐτέῃ κατὰ τὸ αἰδοῖον αἷμα πουλὺ καὶ σαρκῶδες· καὶ ἢν μὲν μετριάζῃ, σώζεται· ἢν δὲ μὴ, ὑπὸ ῥόου ἁλοῦσα ἀπόλλυται. Τὸ μὲν νούσημα τοιοῦτόν ἐστι· κρίνεσθαι δὲ χρὴ τῷ πληρώματι, καὶ ὅτι οὐ κινέεται ἐν τῇ γαστρί· τὸ μὲν γὰρ ἄρσεν τρίμηνον, τὸ δὲ θῆλυ τετράμηνον τὴν κίνησιν ἔχει· ἐπὴν οὖν τοῦ χρόνου παρελθόντος μὴ κινέηται, δηλονότι τοῦτό ἐστιν· ἔστι δὲ καὶ τόδε τεκμήριον μέγα· ἐν τοῖσι τιτθοῖσι γάλα οὐκ ἐγγίνεται. Ταύτην μάλιστα μὲν μὴ ἰῆσθαι· εἰ δὲ μὴ, προειπόντα ἰῆσθαι· καὶ πρῶτα μὲν πυρίησον ὅλον τὸ σῶμα, ἔπειτα κατὰ τὴν ἕδρην κλύσον, ὅκως αἷμα καταῤῥαγῇ πουλύ· καὶ γὰρ ἴσως ἂν κινήσαις τὸ ἔμβρυον τὸ δοκεῦν εἶναι τὸ ξυνεστηκὸς, διαθερμανθείσης τῆς γυναικὸς ὑπὸ τοῦ φαρμάκου· κλύζειν δὲ καὶ κατὰ τὰς μήτρας, ὅκως αἷμα ἀπαγάγῃς· εἰ δὲ μὴ, προσθέτοισι χρῆσθαι τοῖσιν ἀπὸ τῆς βουπρήστιος ἰσχυροτάτοισι, καὶ πιπίσκειν τὸ δίκταμνον τὸ Κρητικὸν ἐν οἴνῳ· εἰ δὲ μὴ, καὶ τὸν καστόριον ὄρχιν· καὶ ὄπισθεν αὐτῇ σικύην προσβάλλειν πρὸς τοὺς κενεῶνας, καὶ ἀφαιρέειν ὅτι πλεῖστον αἷμα· πρόσβαλλε δὲ καὶ ὅτι μάλιστα τεκμαιρόμενος κατὰ τὰς μήτρας.

[72] Καὶ τοσοῦτον μὲν περὶ τῶν νοσημάτων τῶν ἀπὸ λοχείων γινομένων εἴρηται· εἰσὶ δὲ οἱ κίνδυνοι ἐν αὐτοῖσιν οὐ σμικροί· ὀξέα γάρ ἐστι καὶ ταχὺ μεταλλάσσοντα, καὶ μᾶλλον πονέονται αἱ πρωτοτόκοι ἢ αἵτινές εἰσιν ἔμπειροι τόκων. Χωρέει δὲ τὰ λοχεῖα τῇ ὑγιηρῇ γυναικὶ ἱκανὸν ὅσον ἀττικὴ κοτύλη καὶ ἡμίσεια τὸ πρῶτον ἢ ὀλίγῳ πλέονα, ἔπειτα ἐπὶ ἐλάσσονα κατὰ λόγον τούτου, μέχρις ἂν παυσήται· χωρέει δὲ οἷον αἷμα ἀπὸ ἱερείων, ἢν ὑγιηρὴ, ὡς ἔφην, ἡ γυνὴ καὶ μέλλῃ ὑγιαίνειν, καὶ ταχὺ πήγνυται. Καὶ καθαίρεσθαι μετὰ τὸν τόκον ὡς ἐπὶ τὸ πλέον τὴν ὑγιηρὴν ξυμβαίνει, ἐπὶ μὲν τῇ κούρῃ ἡμέρας τεσσαράκοντα καὶ δύο τὴν χρονιωτάτην κάθαρσιν, ἀκίνδυνος δέ ἐστι καὶ εἴκοσι καὶ πέντε ἡμέρας καθαιρομένη· ἐπὶ δὲ τοῦ κούρου ἡμέρας τριήκοντα ἡ κάθαρσις γίνεται ἡ χρονιωτέρη, ἀκίνδυνος δέ ἐστι καὶ εἴκοσιν ἡμέρας γενομένη. Καὶ τῶν διαφθαρεισέων τὰ ἔμβρυα κατὰ λόγον ἡ κάθαρσις γίνεται τούτων τῶν ἡμερέων, καὶ ἐπὶ τοῖσι νεωτέροισι φθαρεῖσιν ἐλάσσονας ἡμέρας, ἐπὶ δὲ τοῖσι γεραιτέροισι πλέονας. Παθήματα δὲ τὰ αὐτά ἐστι περὶ λοχείων φθαρείσῃ τε τὸ ἔμβρυον καὶ τεκούσῃ, ἢν μὴ νήπιον φθείρῃ τὸ παιδίον· καὶ κινδυνεύουσιν αἱ φθείρουσαι μᾶλλον· αἱ γὰρ φθοραὶ τῶν τόκων χαλεπώτεραί εἰσιν· οὐ γάρ ἐστι μὴ οὐ βιαίως φθαρῆναι τὸ ἔμβρυον ἢ φαρμάκῳ ἢ ποτῷ ἢ βρωτῷ ἢ προσθέτοισιν ἢ ἄλλῳ τινί· βίη δὲ πονηρόν ἐστιν· ἐν γὰρ τῷ τοιούτῳ κίνδυνός ἐστι τὰς μήτρας ἑλκωθῆναι ἢ φλεγμῆναι· τοῦτο δέ ἐστιν ἐπικίνδυνον.

[73] Τὸ δὲ γάλα ὅκως γίνεται, εἴρηταί μοι ἐν τῇ φύσει τοῦ παιδίου τοῦ ἐν τόκῳ· ἐπὴν δὲ κυΐσκηται ἡ γυνὴ, καταμήνια οὐ μάλα χωρέει, πλὴν ἔστιν ᾗσιν ὀλίγα· τρέπεται γὰρ ἐς τοὺς μασθοὺς τὸ γλυκύτατον τοῦ ὑγροῦ ἀπὸ τῶν σιτίων καὶ τῶν ποτῶν, καὶ ἐκθηλάζεται· καὶ ἀνάγκη ἐστὶ τὸ ἄλλο σῶμα κεκενῶσθαι μᾶλλον, καὶ ἧσσον πλῆρες γίνεται τοῦ αἵματος· τοῦτο οὕτω γίνεται. Εἰσὶ δὲ αἵτινες φύσει ἀγάλακτοί εἰσι, καὶ σφέας ἐπιλείπει τὸ γάλα πρὸ τοῦ καιροῦ· αὗται φύσει στεῤῥαί εἰσι καὶ πυκνόσαρκοι, καὶ οὐ διέρχεται ἐπὶ τοὺς μαζοὺς ἀρκέουσα ἰκμὰς ἀπὸ τῆς κοιλίης, πυκνῆς τῆς ὁδοῦ ἐούσης.

[74] Ἐπιμήνια κατασπάσαι· ἐλατηρίου δύο πόσιας, ξυμμίσγεται δὲ καὶ στέαρ ὄϊος ἀπὸ τῶν νεφρῶν, ὅσον τὸ ἐλατήριον, μὴ διαθρύπτεσθαι, ποιέειν δὲ δύο προσθετά· ἢ μελάνθιον τὸ ἐκ τῶν πυρῶν τρίψας ὕδατι φορύξαι καὶ προσθετὰ δύο ποιῆσαι· προστιθέναι δὲ ταῦτα πρὸ τῶν ἡμερέων ᾗσι μέλλει ἐπέρχεσθαι· ποιέει δὲ, μὴ ἐξερχόμενα, ῥίγεα καὶ πυρετούς. Μαλθακὰ ὑφ᾿ ὧν καθαίρεται ὕδωρ καὶ ψάμμος, καὶ ἄγει ἐπιμήνια, ἢν μὴ πολυχρόνια ᾖ, καὶ τὸ στόμα μαλθάσσει· νάρκισσον, σμύρναν, κύμινον, λιβανωτὸν, ἀψίνθιον, κύπειρον, ἴσον ἑκάστου, ναρκίσσου δὲ μοίρας τέσσαρας, ἐπικτένιον ὠμοῦ λίνου ξυμμίξας, ταῦτα τρίβειν ὀριγάνου ἡψημένου ξὺν ὕδατι, καὶ ποιέειν βάλανον, καὶ προστιθέναι· ἢ καὶ κυκλαμίνου μίσγε ὅσον ἀστράγαλον· καὶ ἄνθος χαλκοῦ ὅσον κύαμον τρίψας, μέλιτι δεῦσαι καὶ ποιῆσαι βάλανον, καὶ προστιθέναι· ἢ γλήχωνα, σμύρναν, λιβανωτὸν, ὑὸς χολὴν καὶ βοὸς ἐν μέλιτι ἀναταράσσειν καὶ ἀναπλάσσειν βάλανον. Ἢν τὰ ἐπιμήνια μὴ γίνηται, χηνὸς ἔλαιον καὶ νέτωπον καὶ ῥητίνην ξυμμίσγουσα προσθέσθω, εἰρίῳ ἀναλαμβάνουσα. Προσθετὸν καθαρτικὸν μαλθακόν· ἰσχάδα λαβὼν δίεφθον ποιέειν, καὶ ἀποπιέσας τρίβειν ὡς λειοτάτην, εἶτα πρόσθες ἐν εἰρίῳ καὶ ῥοδίνῳ μύρῳ. Τὸ δριμύ· κράμβης, πηγάνου, ἑκατέρου ἥμισυ τρίψας, τὸν αὐτὸν τρόπον χρέο. Καθαρτικόν· χηνὸς μυελὸν, ἢ βοὸς, ἢ ἐλάφου, ὅσον κύαμον, παραχέοντα μύρον ῥόδινον καὶ γάλα γυναικὸς, τρίβειν ὡς φάρμακον τρίβεται, εἶτα τούτῳ ἐναλείφειν τὸ στόμα τῆς μήτρης. Ἕτερον προσθετὸν μαλθακόν· χηνὸς μυελὸν ὅσον κάρυον, κηρὸν ὅσον κύαμον, ῥητίνης σχινίνης ἢ τερεβινθίνης ὅσον κύαμον, ταῦτα τήξας ἐν μύρῳ ῥοδίνῳ ἐπὶ πυρὸς μαλθακοῦ, ποίησον ὡς κηρωτήν· εἶτα τούτῳ χλιερῷ ἐναλείφειν τὸ στόμα τῆς μήτρης, καὶ τὸν κτένα καταβρέχειν. Ἕτερον καθαρτικόν· ἄλευρον σιτάνιον, σμύρνης τριώβολον, κρόκου τὸ ἴσον, καστορίου ὀβολὸν, ταῦτα τρίψας μύρῳ ἰρίνῳ προστιθέσθω· ἢ κνίδης καρπὸν καὶ μαλάχης χυλὸν καὶ χηνὸς στέαρ ἅμα συμμίξαντα προσθεῖναι. Προσθετὸν ἄλλο καθαρτικὸν, ἢν τὰ γυναικεῖα μὴ φαίνηται· στύρακα καὶ ὀρίγανον τρίψας λεῖον καὶ ξυμμίξας, ἐπίχεε χηνὸς ἔλαιον, καὶ προστίθει. Ἕτερον καθαρτικὸν προσθετὸν, ὥστε μήτρας ἐκκαθαίρειν καὶ αἷμα ἐκκενοῦν· ἀψινθίου ῥίζαν τρίψας λείην, μέλιτι καὶ ἐλαίῳ χηνὸς μίξας, προστίθει. Ἕτερον προσθετὸν καθαρτικόν· βουπρήστιος ἀφελεῖν κεφαλὴν καὶ πόδας καὶ πτερά· τὰ δ᾿ ἄλλα τρίβειν, καὶ ξυμμίσγειν τοῦ σύκου τὸ ἔνδον· διπλάσιον δὲ τὸ πῖον ἔστω· τοῦτο φυσᾷ τὰς ὑστέρας, τοῦτο καὶ τῇσιν ἀπαυδώσῃσιν ἄριστον. Ἢ λινοζώστιος τὰ φύλλα λεῖα προσθετὰ ποιέειν· τοῦτο λεπτὴν ἄγει καὶ χολώδεα κάθαρσιν. Καὶ ἡ ἀρτεμισίη ποιέει ὡς ἡ λινόζωστις, καὶ καθαίρει ἄμεινον. Ἐλλέβορος μέλας ἐν ὕδατι λεῖος, ἄγει καὶ οὗτος οἷον ἀπὸ κρεῶν ὕδωρ. Καὶ ἡ στυπτηρίη δὲ καὶ ἡ ῥητίνη τωὐτὸ δρᾷ. Κύπειρος, ἀψίνθιον, ἀριστολοχία, κύμινον, ἅλες, μέλι, ταῦτα πάντα ἐν τωὐτῷ τρίβειν καὶ προστιθέναι. Καὶ ἐλλέβορος ἐν οἴνῳ γλυκεῖ, αἰρῶν ἄλευρον καὶ πύρινον μέλιτι φυρήσας, ἐν εἰρίῳ προστιθέναι. Προσθετὰ, ἢν μὴ τὰ κατάποτα καθαίρῃ· λινόζωστιν, σμύρναν, λευκόϊον, κρόμμυον ὡς δριμύτατον, καὶ μελάνθιον, καὶ τὸ ἡδύοσμον, ἢν ὑποφέρῃ, ξυμμίξας, προστίθει. Προσθετὰ δριμέα ἄγοντα αἷμα· κανθαρίδας πέντε, πλὴν τῶν ποδῶν καὶ πτερῶν καὶ κεφαλῆς, καὶ σμύρναν καὶ λιβανωτὸν ἅμα ξυμμίσγειν καὶ μέλι, ἔπειτα βάψας ἐς ἄλειφα ῥόδινον ἢ αἰγύπτιον προσθέσθω τὴν ἡμέρην, καὶ ἐπὴν δάκνῃ, ἀφαιρέεσθαι· καὶ βάπτειν πάλιν ἐς γάλα γυναικὸς καὶ μύρον αἰγύπτιον, προστίθεσθαι δὲ τοῦτο ἐς νύκτα, καὶ διανίζεσθαι ὕδατι εὐώδει, προστιθέναι δὲ στέαρ. Ἁρμόζοι δ᾿ ἂν βούπρηστις, ἢν μὲν σμικρὴ ᾖ, ἄνευ πτερῶν καὶ ποδῶν καὶ κεφαλῆς· ἢν δὲ μεγάλη, ἥμισυ, μίσγειν δὲ τὰ αὐτὰ ἃ καὶ τῇσι κανθαρίσι, καὶ προστιθέναι ὁμοίως· ἢν δὲ μαλθακωτέρου δέηται, τῇ βουπρήστει μῖξαι οἶνον καὶ κύμινον αἰθιοπικὸν, ἀσταφίδα τε καὶ πάλην σεσέλιος καὶ ἀννήσου, καὶ ἀναζέσαι τὸν οἶνον· ἀποχέας δὲ τρῖψαι λεῖον, καὶ πλάσαι φθοΐσκους ὅσον δραχμιαίους· τούτων προστιθέναι, σμύρναν καὶ λιβανωτὸν μίσγοντα, ποιέειν δὲ τὸν αὐτὸν τρόπον, ὅνπερ ἐπὶ τῇσι κανθαρίσιν. Ἢ τὸ μελάνθιον τὸ ἐκ τῶν πυρῶν τρίβοντα λεῖον ξὺν μέλιτι, ποιέειν οἷον βάλανον· πτερῷ δὲ περίπλασσε. Προσθετὸν ἐνεργόν· ὀπὸν μανδραγόρου καὶ κολοκύντης ἀγρίης ξὺν γάλακτι γυναικείῳ πρόσθες. Ἢ τρύγα ξηρὴν ἐξ οἴνου παλαιοῦ λευκοῦ καίειν, καὶ οἴνῳ σβέσαι. Καὶ κολοκύντη ἀγρίη, λινόζωστις, νίτρον καὶ ἐρύσιμον. Θᾶσσον κατασπᾷ καὶ μανδραγόρου ῥίζα, κανθαρὶς, ἕρπυλος, δάφνης καρπὸς, μύρον ἴρινον, δάφνινον· τιθυμάλου τὸν ὀπὸν μίσγειν, καὶ ἀνακινέειν, καὶ τὸν ἰξὸν ἀφαιρέειν, καὶ διδόναι ὅσον ὄροβον, καὶ προσθετὸν ποιῆσαι ἄριστον· εἰ δὲ πλέον ἴοι, οἴνῳ προσκλυζέσθω. Ἢ ὀπτοῦ χαλκοῦ ἐκδιεὶς, χλιερὸν ἀναλαμβάνειν εἰρίῳ, καὶ προστιθέναι.

[75] Κυητήριον· κεδρίης ἐμβάφιον, στέατος βοείου δραχμὰς τέσσαρας, λεῖα τρίψας καὶ ἐς τωὐτὸ μίξας, πεσσοὺς ποιέων, προστίθει νήστει, καὶ προσκειμένη ἐκνηστευέτω τὴν ἡμέρην· προστιθέσθω δὲ δὶς, πρωῒ καὶ δείλης, μετὰ τὰ καταμήνια, καὶ μετὰ τὸ δεῖπνον λούσθω, καὶ κοιμάσθω ξὺν τῷ ἀνδρί. Ἢ μελάνθιον φλάσαι, καὶ ἐς ῥάκος ἐνδῆσαι, καὶ χηνὸς ἔλαιον ἐμβαλεῖν, καὶ δοῦναι προσθέσθαι. Ἕτερον κυητήριον· γυναῖκα θεραπεῦσαι, ὥστε ξυλλαβεῖν ἐν γαστρί· οὖρον λαβὼν παλαιὸν καὶ σιδήρου σκωρίην ὅσην δὴ παλαστὴν τὰ θρύμματα, ἔπειτα καθίσας τὴν γυναῖκα ἐπὶ δίφρου, καὶ ξυγκαλύψας καὶ τὸ σῶμα καὶ τὴν κεφαλὴν, ὑποθεὶς ποδανιπτῆρα, ἐμβαλεῖν κατὰ τρία διάπυρα τὰ θρύμματα· ἔστω δὲ τὸ οὖρον ὅσον χοῦς· καὶ ἐν τούτοις πυριῇν αὐτὴν ὅσον τριήκοντα πυρίας· ἐπὴν δὲ πυριήσῃς, σμῆχε τὴν κεφαλὴν τῷ οὔρῳ, ᾧ ἂν πυριηθῇ, ἐναποσβεννύων πάλιν τοὺς λίθους καὶ τὴν πυρίην πάλιν θερμήνας· μετὰ ταῦτα λοῦε κατὰ κεφαλῆς ὡς πλείστῳ, ἕψων ἐν τῷ ὕδατι πόλιον καὶ τῆς ἄγνου ὡς πλεῖστα· ταῦτα δὲ ποίεε ἡμέρας ἑπτά· τρὶς δὲ ὑποθυμιῇν τούτων ἑκάστην πυρίην πρὸ τοῦ σμήχεσθαι· χριέσθω δὲ ἐκ τοῦ λουτροῦ ἐλαίῳ δαφνίνῳ. Μετὰ δὲ τὸ δεῖπνον φαγοῦσα κρόμμυα ἐμβάπτουσα ἐς μέλι, καὶ μελίκρητον χλιερὸν ὅσον κοτύλας τέσσαρας πιοῦσα, ἔπειτα, ἐπὴν φάγῃ, σμικρὸν ἐπισχοῦσα, ἀπεμεέτω· καὶ ἀνακλιθεῖσα ὑπτίη, τοῦ πηγάνου ἐχέτω καὶ ἐν τοῖσιν ὠσὶ καὶ ἐν τῇσι ῥισί· καὶ ἄρτον ζυμίτην, ὅσον ἕκτον μέρος χοίνικος, ἐς ζωμὸν ἐνθρύψασα ὄρνιθος, ἔχοντα σελίνου ὅσον χήμην, προσφερέσθω· καὶ πάλιν δίδου τὸ ἴσον ἐπὶ τῷ δείπνῳ· τωὐτὸ δὲ ποίεε τὰς ἑπτὰ ἡμέρας. Ἔπειτα δὲ τὴν κοιλίην κλύζε ἡμέρας ἑπτά· ἔστω δὲ κλύσμα ῥητίνης δραχμαὶ τέσσαρες, μέλιτος ὀξύβαφον τῶν πλατέων, ἔλαιον ἴσον, πυρῶν σητανίων χυλὸς, νίτρου ἀφρὸς, ὠὰ ἑπτά· κοτύλαι δὲ ὀκτὼ τοῦ κλύσματος, τουτέων αἱ τρεῖς πτισάνης χυλοῦ· κλυζέτω δὲ πλαγίην, καὶ λοῦε ὀλίγῳ. Προστιθέσθω δὲ καὶ βαλάνους ἑπτὰ, τῆς ἡμέρης, κατεχέτω δὲ ἔστ᾿ ἂν κατατακῇ· ἔστωσαν δὲ λιβάνου, νίτρου, χαλβάνης, μέλιτος ἑφθοῦ· σίτῳ δὲ χρήσθω τῷ αὐτῷ. Ὑποθυμία δὲ πόλιον, ὄνου τρίχας, λύκου κόπρον, ἐπίβαλλε δὲ ὡς πλεῖστον ἐπὶ ἀνθρακιὴν, καὶ περικαθίσας αὐτὴν καὶ περιστείλας θυμία, φυλασσόμενος μὴ κατακαύσῃς. Ἢν δὲ γυνὴ μὴ δύνηται τίκτειν πρόσθεν τίκτουσα, νίτρον καὶ ῥητίνην καὶ σμύρναν καὶ κύμινον αἰθιοπικὸν καὶ μύρον τρίβειν ἐν τωὐτῷ, καὶ προστίθεσθαι. Ἢ γλήχωνα ξηρὴν ἐν ὀθονίῳ προστιθέσθω· πίνειν δὲ τὴν γλήχωνα, ἐπὴν εὕδειν μέλλῃ. Ἕτερον κυητήριον· διαιτᾷν δεῖ τὴν γυναῖκα ἥτις δέεται κυήσιος, καὶ διδόναι αὐτῇ ἅπερ λεχοῖ καὶ ἐσθίειν καὶ πίνειν, τῷ δὲ ἀνδρὶ τῆς γυναικὸς τἄλλα πλὴν σκορόδου, καὶ κρομμύου, καὶ ἔτνους, καὶ ὀποῦ σιλφίου, καὶ ὅσα φυσητικά· τούτων δὲ ἀπεχέσθω. Ἔγχυτον κυητήριον, εἰ μὴ κυΐσκεται· γάλα γυναικὸς κουροτρόφου, σίδης νεαρῆς τοὺς κόκκους τρίψας, καὶ ἐκπιέσας τὸν χυλὸν, καὶ χελώνης θαλασσίης τὸν περίνεον κατακαύσας, τρίψας, ἐγχέαι ἐς τὸ αἰδοῖον. Ἔγχυτον κυητήριον μὴ κυούσῃ· γάλα καὶ ῥητίνην καὶ σίδης γλυκείης χυλὸν, ταῦτα ξὺν μέλιτι μίξας, ἐγχεῖν πάντα. Κυητήριον· βολβοῦ τοῦ λευκοῦ καρπὸν ἢ τὸ ἄνθος τρίψασα ξὺν μέλιτι, ἐν εἰρίῳ ἑλίξασα, προσθέσθω πρὸς τὴν μήτρην ἡμέρας τρεῖς· τῇ δὲ τετάρτῃ, μαλάχην ἀγρίην τὴν πλατύφυλλον τρίψασα, μῖξαι γυναικὸς γάλακτι, καὶ ἐς εἴριον ἑλίξασα, προσθέσθω· εἶτα κοιμάσθω μετὰ ἀνδρός· προῤῥοφεέτω δὲ γλήχωνα ἐπ᾿ ἀλεύροισιν ἑφθὴν, καὶ πινέτω γλήχωνα ἐν οἴνῳ λεπτήν. Ἢν δὲ τούτου μὴ ἐσακούῃ, λαβὼν κόνυζαν εὔοδμον, ξυγκόψας καὶ ἐκθλίψας τὸν χυλὸν καὶ μίξας οἴνῳ, πινέτω νῆστις. Ἕτερον κυητήριον· ἀσπαράγου καρπὸν πινέτω ὁμοίως ἐν οἴνῳ. Ἕτερον κυητήριον· χορίον γυναικὸς καὶ τῶν εὐλέων τὰς κεφαλὰς τρίψας, διεὶς στυπτηρίην αἰγυπτίην ἐν χηνὸς στέατι, ἐν εἰρίῳ προσθέσθω πρὸς τὸ στόμα τῆς μήτρης. Ἕτερον ἐπὶ τοῦ αὐτοῦ· ἰὸν χαλκοῦ, ἄνθος, ἡμιωβόλιον ἑκατέρου, λιβανωτὸν ἄρσενα, στυπτηρίην σχιστὴν, οἰνάνθην ἀμπέλου, κικίδα, σμύρναν, σίδιον, ῥητίνην, πόλιον, ὀβολὸν ἑκάστου, ἐν μέλιτι τρίψασα, προσθέσθω ἐπὶ τρεῖς ἡμέρας δὶς τῆς ἡμέρης· ἢν δ᾿ ἴσως δριμύτερον ᾖ, παραμίσγειν χηνὸς στέαρ καὶ νίτρον ὀπτόν· διδόναι δὲ οἶνον, φεύγοντα τὸ ἐν αὐτῷ μένος. Ἕτερον κυητήριον· εὐλὴν ἥτις ἔχει τὴν κέρκον, λαβὼν αὐτῶν τρεῖς ἢ τέσσαρας μοίρας καὶ ὀρίγανον λεπτὴν, τρίψας ἐν ῥοδίνῳ μύρῳ, προσθέτω πρὸς τὸ στόμα τῆς μήτρης. Ἕτερον κυητήριον· ἀνδράχνην τρίψας μετὰ στέατος χηνὸς καὶ σμύρνης καὶ πράσου σπέρματος καὶ βοὸς χολῆς, ἐν εἰρίῳ ἐνελίξας προστιθέναι πρὸς τὸ στόμα τῆς μήτρης. Ἢν τὰ μὲν καταμήνια γίνηται πολλὰ, μὴ ξυλλαμβάνῃ δὲ, κυητήριον· χαλκοῦ ἄνθος, ὀβολοὺς δύο, καὶ στυπτηρίης σχιστῆς ὡσαύτως, τρίψας λεῖα ἐν μέλιτι, εἶτα ἐν εἰρίῳ ἀνασπογγίσας, ἐνδήσας τὸ εἴριον ἐς ὀθόνιον λίνῳ, προσθέτω ὡς ἐσωτάτω· τὸ δὲ λίνον ὑπερεχέτω· εἶθ᾿ ὅταν καλῶς καθαρθῇ, ἀφελέτω, καὶ οἶνον ἀναζέσας εὐώδεα, μυρσίνης φύλλα ἐμβαλὼν, τούτῳ προσκλυσάσθω, καὶ ἴτω πρὸς τὸν ἄνδρα. Κυητήριον προσθετόν· μέλι, σμύρναν, μυρίκης τὸν καρπὸν, ῥητίνην ὑγρὴν, χηνὸς ἄλειφα, τρίψας ἅπαντα ἐν τῷ αὐτῷ, εἰρίῳ ἐνελίξασα προστιθέσθω. Κυητήριον προσθετὸν σφόδρα ἀναστομῶσαι μήτρην δυνάμενον, ὅταν μεμύκῃ καὶ μὴ δύνηται κυῆσαι, καὶ ὕδωρ ἐκκαθῆραι· λαβὼν σχεδιάδα τὴν μικρὴν, καὶ σχῖνον, καὶ κύμινον, καὶ κύπειρον, καὶ ἀγρίην κολοκύντην, καὶ νίτρον ἐρυθρὸν, καὶ ἅλας αἰγύπτιον, καὶ σχεδιάδα τὴν μεγάλην, ταῦτα πάντα λεῖα ποιήσας, δι᾿ ὀθονίου διηθῆσαι· λαβὼν δὲ μέλι, ἕψησον ἐπὶ πυρὶ μαλθακῷ· ἐπειδὰν δὲ ζέσῃ, παράμιξον κηρὸν, ῥητίνην· ἔπειτα ξυμμίξας πάντα, ἔλαιον ἐπιχέας, ἀφελὼν, χλιήνας, εἴριον ἐγκυλίωτον ἐνελίξας προστίθει τῇ μήτρῃ, μέχρις ἂν καθαρθῇ. Ἕτερον κυητήριον· ἢν γυναῖκα βούλῃ κυῆσαι, καὶ τοῖσι καθαρτηρίοισι νῆστις χρῆσθαι, καὶ εἰ δεῖ πρὸς τὸν ἄνδρα ἰέναι, δαφνίδας μελαίνας δέκα, λιβανωτοῦ δραχμίδας τρεῖς, καὶ κύμινον ὀλίγον τρίψας ἐν μέλιτι, ἐς εἰρίον πινῶδες ἐγκυλίων, ἅπαξ τῇ ἡμέρῃ τῇ αὐτῇ προστιθέσθω, καὶ ἀφαιρείσθω ἅπαξ ἕως ἡμερῶν τεσσάρων, καὶ ἔπειτα ἀσιτείτω τὰς ἴσας ἡμέρας.

[76] Ἀτόκιον· ἢν μὴ δέῃ κυΐσκεσθαι, μίσυος ὅσον κύαμον διεὶς ὕδατι, πίνειν διδόναι, καὶ ἐνιαυτὸν, ὡς ἔπος εἰπεῖν, οὐ κυΐσκεται.

[77] Ὠκυτόκια δυστοκεύσῃ· δάφνης ῥίζην ξύσας ἢ τοὺς κόρους ὅσον ἥμισυ ὀξυβάφου, ἐφ᾿ ὕδατι δὸς πιεῖν θερμήνας. Ὠκυτόκιον· δικτάμνου ὅσον δύο ὀβολοὺς τρίψας ἐν ὕδατι θερμῷ πινέτω. Ἢ ἀβροτόνου δραχμὴν καὶ κεδρίδας καὶ ἄννησον ἐντρίψας ἐν γλυκέος οἴνου κυάθῳ, παραχέας ὕδατος παλαιοῦ κύαθον, δὸς πιεῖν· τοῦτο καλὸν δίδοται, ἢν πρὸ τῶν ὠδίνων δοθῇ. Ἢ δικτάμνου ὀβολὸν, σμύρνης ὀβολὸν, ἀννήσου δύο ὀβολοὺς, νίτρου ὀβολόν· ταῦτα τρίψας λεῖα, γλυκέος οἴνου ἐπιχέας κύαθον καὶ ὕδατος θερμοῦ κυάθους δύο, δὸς πιεῖν, εἶτα λοῦσον θερμῷ. Ὠκυτόκιον· ῥητίνην τερμινθίνην, μέλι, ἔλαιον διπλάσιον τούτων, οἶνον εὐώδεα ὡς ἥδιστον, ταῦτα ξυμμίξας, χλιήνας, διδόναι ἐκπιεῖν πλεονάκις· καταστήσει δὲ καὶ τὰς μήτρας, ἢν φλεγμήνωσιν. Ἕτερον ὠκυτόκιον· τοῦ σικύου τοῦ ἀγρίου, ὅστις ἂν ἤδη λευκὸς ᾖ, τὸν καρπὸν ἐμπλάσας κηρῷ, εἶτα εἰρίῳ ἐνελίξας φοινικέῳ, περίαψον περὶ τὴν ὀσφύν. Ἢν δὲ ἡ κύουσα πουλὺν χρόνον ἐπέχηται καὶ μὴ δύνηται τεκεῖν, ἀλλ᾿ ὠδίνῃ πλείους ἡμέρας, νέη δ᾿ ἔῃ καὶ ἀκμάζῃ καὶ πουλύαιμος, τάμνειν χρὴ τὰς ἐν τοῖσι σφυροῖσι φλέβας καὶ ἀφαιρέειν τοῦ αἵματος, πρὸς τὴν δύναμιν ὁρέων· καὶ μετὰ ταῦτα λοῦσαι θερμῷ ὡς ὑπὸ θερμοῦ διαφλύωνται· πιεῖν δὲ δοῦναι ἄγνου καρπὸν καὶ δίκταμνον κρητικὸν ἴσον ἑκατέρου ἐν οἴνῳ λευκῷ ἢ ἐν ὕδατι· προσθετὸν δὲ ποιήσας πρόσθες χαλβάνην καὶ δαφνίδας καὶ ῥόδινον ἔλαιον, ἐν εἰρίῳ ἐνειλίξας. Ὠκυτόκιον· τῆς δρυοπτέριδος τὴν ῥίζαν τρίψας ἐν οἴνῳ, δὸς πιεῖν· ἢ καὶ ἀδίαντον τρίβειν ἐλαίῳ, καὶ διεῖσα πίνειν ἐν οἴνῳ ἀκρήτῳ.

[78] Λεχοῖ τὰ λοχεῖα καθαίρει ἄμεινον· χελώνης θαλασσίης ἧπαρ χλωρὸν ἔτι ζώου ἐν γάλακτι γυναικείῳ τρίβειν, καὶ ἴρινον μύρον, καὶ οἶνον ἀναδεῦσαι καὶ προστιθέναι· ἢ λινόζωστιν τριπτὴν ἐν εἰρίῳ πρόσθες· ἢ ἀρτεμισίην τρίβων ὁμοίως ἐν εἰρίῳ προστιθέναι· καὶ λινοζώστιος καὶ σικύης ὀλίγον τρίψας, οἴνῳ τε καὶ μέλιτι δεύσας, προστιθέναι. Ἐκ τόκου καθαρτήριον λοχείων· πυροὺς τριμηνιαίους ἐρείκειν ὅσον ἥμισυ χοίνικος, ἕψειν δὲ ἐν ὕδατι κοτύλῃσι τέσσαρσιν· ὅταν δὲ ζέσῃ, δὶς ἢ τρὶς δοῦναι ῥοφῆσαι. Ἕτερον· τῆς ἀκτῆς τὰ φύλλα ἑψήσας ἐν ὕδατι, ἀποχέαι καὶ πίνειν· τρωγέτω δὲ καὶ κράμβας ἑφθὰς καὶ πράσα καὶ μάραθρον καὶ ἄννησον καὶ πουλύποδας καὶ καράβους· ἢ τοῦ ῥοῦ τὰ φύλλα καὶ ἐρύσιμον ἐν οἴνῳ, ἄλφιτα παλύνων, δοῦναι πίνειν· ἢ μίσυ ὅσον δύο ὀβολοὺς τρίψας, ἐν οἴνῳ φορύξας, προστιθέναι. Καθαρτήριον ἐπιμηνίων καὶ λοχείων μάλιστα, καὶ ὕδωρ ἄγει καὶ τὰ ἄλλα· στρουθίου ῥίζαν λεῖον κεκομμένην, ὅσον τοῖσι τρισὶ δακτύλοισιν, ἐν μέλιτι δεύσας, προσθεῖναι· φύεται δὲ οἷον τὸ ἐν Ἄνδρῳ ἐν τοῖσιν αἰγιαλοῖσιν. Ἕτερον καθαρτήριον ὁμοίως· ἐρύσιμον ἑψεῖν ἐν ὕδατι, καὶ ἐπιχέειν ἔλαιον, ὅταν ἀναβλύῃ, καὶ ψύχειν, καὶ ὑποθυμιῇν· ἀγαθὸν δὲ καὶ τὸν χυλὸν, καὶ σιτίοισι μαλθακοῖσι χρῆσθαι. Λοχεῖα καθαίρει· ἐρύσιμον τρῖβε ἡσύχως, καὶ ἀναφυσᾷν θέλε τὸ κέλυφος· ὅταν δὲ καθαρὸν ποιήσῃς, τρίβειν λείως, καὶ ὕδωρ παραστάζειν, καὶ ἅλας καὶ ἔλαιον μίσγειν· ὅταν ἐπιπάσῃς ἄλητα, ἕψε, καὶ ῥοφείτω. Ἢν μὴ κατίῃ ἡ κάθαρσις ἡ λοχείη, λαβὼν σικύης ἐντεριώνης ὅσον τριώβολον, καὶ ἀρτεμισίην ποίην, καὶ λιβανωτοῦ ὅσον ὀβολὸν, τρίψας, ἐν μέλιτι μίξας, ἐς εἴριον ἐνειλίξας, πρόσθες πρὸς τὸ στόμα τῆς μήτρης, νυκτὸς ἀεὶ καὶ ἡμέρης, ἄχρις ἡμερέων πέντε τοῦτο ποιέειν. Ἢ τὸ ἀμπέλιον τρίβειν χλωρὸν, καὶ μέλιτι μίσγων, ἐς εἴριον ἐνειλίξας, προστιθέναι τὸν αὐτὸν τρόπον. Ἢ τῆς κυπαρίσσου τὸν καρπὸν καὶ λιβανωτὸν τρίψας ἐν τῷ αὐτῷ, ῥοδίνῳ διεὶς καὶ μέλιτι, ἐς εἴριον ἐνειλίξας, προστιθέσθω. Ἢ ἀβρότονον ὅσον δραχμὴν, καὶ σικύης ἐντεριώνην ὅσον ὀβολὸν τρίψας ἐν μέλιτι, ἐς εἴριον ἐνειλίξας, προστιθέναι. Ἢ ἐλατηρίου ὀβολὸν καὶ σμύρνης τρίψας ἐν μέλιτι, ἐς εἴριον ἐνειλίξας, προστιθέσθω. Ἢ κυπαρίσσου καρπὸν καὶ σικύης ἐντεριώνην καὶ λιβανωτὸν μέλιτι μίξας, ἐν εἰρίῳ προστιθέσθω. Καθαρτήριον, ἢν ἐκ τόκου μὴ καθαρθῇ· τοῦ τριφύλλου ἐν οἴνῳ λευκῷ πίνειν, καὶ τὰ καταμήνια καταῤῥήγνυσι τωὐτὸ προσθετὸν καὶ ἔμβρυον ἐκβάλλει. Μητρέων καθαρτικὸν, ὅταν τοῦ παιδίου ἐναποθανόντος αἷμα ἐμμείνῃ· κολοκύντην ἀγρίην τρίψασα ἐν μέλιτι λειχέτω, ἢ προστιθέσθω. Λοχείης πάσης, ἢν μὴ καλῶς ἴῃ· ἐρύσιμον ἑψεῖν καὶ ἄλφιτον, καὶ ἔλαιον ἐπιχέας, ὅταν ᾖ ἑφθὸν, ῥοφεέτω, καὶ σιτίοισιν ὡς μαλθακωτάτοισι χρεέσθω. Ἢ σκαμμωνίην τρίψας ἐν γάλακτι γυναικείῳ, εἰρίῳ ἀνασπογγίσας, προσθεῖναι· ἢ τῆς γλυκυρίζης μέλιτι δεύσας καὶ ῥοδίνῳ μύρῳ ἢ αἰγυπτίῳ ἐν εἰρίῳ προσθέσθω· ἢ ἄλητον πλυτὸν ὁμοίως προστιθέσθω· πινέτω δὲ κρήθμου καρπὸν καὶ σεσέλιος, καὶ πηγάνου καρπὸν, ἑκάστου ὀβολοὺς δύο τρίβειν ὁμοῦ, καὶ ἐν ἀκρήτῳ, ἢν μὴ πυρεταίνῃ, διδόναι. Προσθετὸν ἐκβάλλον χορίον ἀπολελειμμένον· τῆς ἀκτῆς τὸ φύλλον, προπυριῇν δὲ καὶ προστιθέναι ξὺν τῇ κανθαρίδι τοῦτο καὶ ὅσα ἠπεδανά· ἢν δὲ ἀμύσσηται καὶ δάκνῃ, αὐτίκα ἀφαιρέειν, καὶ ἐς ῥόδινον εἴριον ἀποβάπτουσα προσθέσθω. Προσθετὸν δυνάμενον χορίον ἐξαγαγεῖν, καὶ ἐπιμήνια κατασπάσαι καὶ ἔμβρυον ἀπόπληκτον· κανθαρίδας πέντε ἀποτίλας τὰ πτερὰ καὶ τὰ σκέλεα καὶ τὴν κεφαλὴν, εἶτα τρίβολον παραθαλάσσιον κόψας ξὺν τῇ ῥίζῃ καὶ τοῖσι φύλλοισιν ὅσον κόγχην, καὶ τὸ βοάνθεμον χλωρὸν τρίψας τὸ ἔξω σκληρὸν ὅσον κόγχην, καὶ σελίνου σπέρμα τὸ ἴσον, καὶ σηπίης ὠὰ πεντεκαίδεκα ἐπ᾿ οἴνῳ γλυκεῖ κεκρημένῳ προσθεῖναι, καὶ ἐπὴν ὀδύνη ἔχῃ, ἐν ὕδατι θερμῷ καθήσθω, καὶ μελίκρητον ὑδαρὲς πινέτω, καὶ οἶνον γλυκὺν, καὶ τοῦ τετριμμένου ὅσον στατῆρα αἰγιναῖον ἐν οἴνῳ πίνειν γλυκεῖ· ἐπὴν δὲ ὀδύνη ἔχῃ, λευκοὺς ἐρεβίνθους καὶ σταφίδας ἑψήσας ἐν ὕδατι ψῦξαι καὶ διδόναι πίνειν, καὶ ὅταν ἡ στραγγουρίη ἔχῃ, ἐν ὕδατι χλιερῷ ἐγκαθήσθω. Ἐκβόλιον ὑστέρων· σικύου ἀγρίου τὸν ὀπὸν ὅσον ποιεῖν ὡς μαζίον ἐμπλάσασα προστιθέναι, προνηστεύσασα ἐπὶ δύο ἡμέρας, οὐκ ἂν εὕροις τούτου ἄμεινον. Πειρητήριον· μώλυζαν σκορόδου ἀποζέσας προσθεῖναι. Ἕτερον πειρητήριον· νέτωπον ὀλίγον εἰρίῳ ἐνελίξας προσθεῖναι, καὶ ὁρῇν ἢν διὰ τοῦ στόματος ὄζῃ. Προσθετά· σκορπίου θαλασσίου τὴν χολὴν ἐν εἰρίῳ τιθεὶς καὶ ξηρήνας ἐν σκιῇ προστίθει· ἢ γλήχωνα ξηρήνας, λείην ποιήσας, ἐν μέλιτι δεύσας, ἐν εἰρίῳ προστιθέναι· ἢ ἄνθος χαλκοῦ ἐν μέλιτι ἐς ὀθόνιον ἐνδήσας προσθεῖναι· ἢ σικύου σπέρμα καὶ ὄστρακον κατακαύσας, ἐν οἴνῳ τε δεύσας, ἐν λαγωῇσι θριξὶν ἢ εἰρίῳ προστιθέναι. Ἄλλο προσθετόν· στυπτηρίην αἰγυπτίην ἐν εἰρίῳ κατελίξας προσθεῖναι. Ἢ κανθαρίδας τρίψας οἴνῳ τε δεύσας, ἐν εἰρίῳ προστίθει. Ἢ τὴν ἀρτεμισίην ποίην οἴνῳ δεύσας προστίθει. Ἢ μελάνθιον τρίψας ἐν οἴνῳ ἐν εἰρίῳ προστίθει. Ἢ βόλβιον τὸ ἐκ τῶν πυρῶν τρίψας ἐν οἴνῳ τε δεύσας, ἐν εἰρίῳ προστίθει. Ἢ οἴνου παλαιοῦ λευκοῦ τὴν τρύγα κατακαῦσαι, καὶ κατασβέσαι οἴνῳ λευκῷ, καὶ τρῖψαι, καὶ προσθεῖναι ἐν ὀθονίῳ. Ἢ χαλβάνην καὶ νέτωπον καὶ μίσυ ἐν ῥοδίνῳ μύρῳ, ἐν ὀθονίῳ προσθεῖναι. Ἄλλο προσθετόν· ἐλατηρίου δύο πόσιας καὶ κηρίον ἐν οἴνῳ δι᾿ ὀθονίου προστίθει. Ἢ βούτυρον καὶ στυπτηρίην μέλιτι δεύσας ὁμοίως. Ἢ ὀπὸν σκαμμωνίης καὶ στέαρ ἐν μάζῃ ξυμμίξας οἴνῳ τε δεύσας, δι᾿ ὀθονίου προσάγειν. Ποτὰ δυνάμενα χορίον τι κρατηθὲν ἐν τῇ μήτρῃ ἐξαγαγεῖν· κολοκυνθίδος ἀγρίης τρίψας τὸ ἔνδον ἐν γάλακτι γυναικείῳ ἐν ὀθονίῳ προστιθέσθω. Ἐπὶ τοῦ αὐτοῦ· σίλφιον ὅσον κύαμον ἐν οἴνῳ διδόναι πίνειν. Ἕτερον ἐκβόλιον· ὑπὸ τὰς μασχάλας λαβὼν σείειν ἰσχυρῶς. Ποτὰ δὲ διδόναι ἄγνου πέταλα ἐν οἴνῳ· ἢ δίκταμνον κρητικὸν ὅσον ὀβολὸν ἐν ὕδατι τρίβειν καὶ διδόναι· ἢ κονύζης τῆς δυσόσμου ὅσον χεῖρα πλείην διεῖναι πράσου χυλῷ, καὶ νέτωπον, ὅσον χήμην ἁδρήν· ταῦτα ἐν οἴνῳ δοῦναι πιεῖν τρίψαντα λεῖα. Ἢ δᾷδα πιοτάτην ξὺν γλυκεῖ οἴνῳ ἑψεῖν, ἐπιχέας ὅσον τρεῖς κυάθους, καὶ χαλβάνην ὅσον τριώβολον, καὶ σμύρναν, ἑψήσας, ἐπειδὰν παχὺ γένηται, δὸς πιεῖν χλιαρόν. Ἢ πράσου χυλὸν καὶ σμύρναν καὶ οἶνον γλυκὺν ὁμοῦ. Ἢ ἀνδράχνης καρπὸν λέαινε, δίδου δὲ ἐν οἴνῳ λευκῷ παλαιῷ. Ἢ αἰγείρου κρητικῆς κόκκους ἐννέα τρίψας ἐν οἴνῳ πινέτω. Ἢ βατραχίου τοῦ φύλλου καὶ τοῦ ἄνθεος τετριμμένου ὅσον δραχμὴν αἰγιναίην ἐν οἴνῳ πίνειν γλυκεῖ. Ἢν δὲ ἐνέχηται τὸ χορίον, λεβηρίδος ὅσον ὀβολὸν τρίβειν ἐν οἴνῳ καὶ πῖσαι. Ἢ σελίνου ῥίζαν καὶ μύρτα ἑψέτω, πίνειν δὲ ἡμέρας τέσσαρας. Ἢ κύμινον αἰθιοπικὸν, καὶ τὸ καστόριον ὁκόσον ὀβολὸν, καὶ κανθαρίδος σμικρόν· ταῦτα ἐν οἴνῳ διδόναι πίνειν. Ἢ μαράθρου ῥίζαν ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ μέλιτι ἀναζέσαντα πιπίσκειν. Ἢν τὸ χορίον μὴ ὑποχωρέῃ, κόνυζαν τρίψας ἐν εἰρίῳ πρόσθες, πίνειν δὲ ἄμεινον. Ἢ κονύζης ὅσον χανδάνει χεὶρ, πράσου τε χυλὸν καὶ νέτωπον ξυμμῖξαι ὅσον χηραμύδα, ταῦτα ἐν οἴνῳ πινέτω. Χορίον ἐξάγει, καὶ ἐπιμήνια κατασπᾷ, καὶ ἔμβρυον ἡμίεργον ἕλκει· κανθαρίδας πέντε, ἀποτίλας τὰ πτερὰ καὶ τὰ σκέλεα καὶ τὴν κεφαλὴν, εἶτα τρίβολον τὸ παραθαλάσσιον κόψας ξὺν τῇ ῥίζῃ καὶ τοῖσι φύλλοισιν, ὅσον κόγχην, καὶ τὸ εὐάνθεμον τὸ χλωρὸν τρῖψον ἴσον πλῆθος, καὶ σελίνου σπέρμα, καὶ σηπίης ὠὰ πεντεκαίδεκα ἐν οἴνῳ γλυκεῖ κεκρημένῳ ταῦτα ὁμοῦ, καὶ ἐπειδὰν ὀδύνη ἔχῃ, πίνειν· καὶ ἐν ὕδατι θερμῷ ἐγκαθιζέσθω, πινέτω δὲ μελίκρητον ὑδαρὲς καὶ γλυκὺν οἶνον λευκόν. Ὕστερον δύναται ἐκβάλλειν· ὁλοκωνίτιδος τῆς γλυκείης ῥίζα, ἔστι δὲ ὡς ὁ βολβὸς, σμικρὸν δὲ ὡς ἐλαίη, ταύτην τρίβειν ἐν οἴνῳ καὶ διδόναι πίνειν· ἢν μὲν ᾖ σμικρὴ, δύο, ἢν δὲ μείζων, μία ἀρκέει· παραμίσγειν δὲ τῶν σπερμάτων κύμινον αἰθιοπικὸν καὶ σέσελι μασσαλιωτικὸν, ἢ φύλλον τὸ λιβυκὸν ξηρὸν ἡμιχοινίκιον σὺν οἴνῳ κοτύλῃσι τρισὶν, ἑψεῖν καὶ ἄγειν ἐς τὸ ἥμισυ, καὶ ἀπὸ τούτου πινέτω. Ἄλλο· λύγου καρπὸν, σεσέλιος ἴσον, σμύρνης, τρίβειν ὁμοῦ, καὶ σὺν ὕδατι διδόναι πίνειν. Ἐκβόλια· ἄγνου λευκῆς νέης ὅσον ὀξύβαφον, ἐν οἴνῳ λευκῷ εὐώδει δὸς πιεῖν, τρίψας λεῖον. Ἕτερον· καστορίου ἢ σαγαπήνου ὀβολὸν, ἀσφάλτου δραχμὴν μίαν, νίτρου δύο, πάντα τρίψας ἐν γλυκεῖ οἴνῳ καὶ ἐλαίῳ ὅσον ἡμικοτύλιον, δὸς πιεῖν νήστει ὀβολοὺς δύο, καὶ λοῦσον θερμῷ καλῶς. Ἄλλο ὁμοίως ἔχον· ἐχίνους θαλασσίους τρεῖς τρίψας ὅλους λείους ἐν οἴνῳ εὐώδει, δὸς πιεῖν. Ἄλλο· μίνθης δεσμίδα σμικρὴν καὶ πηγάνου καὶ κοριάννου, καὶ κέδρου ἢ κυπαρίσσου πρίσματα, ἐν οἴνῳ εὐώδεϊ δὸς πιεῖν· καὶ τῶν ἐχίνων, ἢν ἔχῃ, ῥοφεέτω ἐπὶ τὸ πλεῖστον ὡσαύτως· ἔπειτα λοῦσον θερμῷ. Ἄλλο ὁμοίως· ἄννησον, κεδρίδας, σελίνου καρπὸν, αἰθιοπικὸν κύμινον, σέσελι, ἑκάστου ἥμισυ ὀξυβάφου δὸς ἐκπιεῖν οἴνῳ λευκῷ τρίψας λεῖον. Ἄλλο ὁμοίως· δικτάμνου δεσμίδα καὶ δαύκου καρποῦ δραχμὰς δύο, καὶ μελάνθιον ἴσον, ἐν οἴνῳ λευκῷ, τρίψας λεῖον, δὸς πιεῖν, καὶ λοῦσον θερμῷ πολλῷ· διδόναι δὲ πρὸς τὴν ἰσχὺν τοῦ νοσήματος. Ἄλλο· χαλβάνην ὅσον ἐλαίην τρίψας ἐν κεδρίνῳ ἐλαίῳ προσθέσθω· τοῦτο δύναται διαφθείρειν καὶ ἐκβάλλειν τὸ νωχελές. Ἄλλο ἐκβόλιον ἔγχυτον ὑστερέων· ὅταν σαπῇ νεκρωθὲν ὑπὸ ψύχεος, ὅταν ἄνεμος ψυχρὸς ᾖ, κρόκον τρίψας λεῖον ὅσον ὁλκὴν, ἐν στέατι χηνὸς ἐγχέαι, καὶ ἐᾷν ὡς πλεῖστον χρόνον. Ποτὸν συμβάλλον πρὸς τόδε καλῶς· κόνυζαν τὴν ἡδύοσμον, μέλι καὶ ῥητίνην τρίψας λείην ἐν οἴνῳ εὐώδεϊ, ἢ ἐν συρμαίῃ, δοῦναι πιεῖν, καὶ λοῦσαι θερμῷ. Ἄλλο ὁμοίως ποτὸν τοῦ παιδίου καὶ τῶν ἐνόντων κακῶν· ἰὸν χαλκοῦ ξυντρίψας ξὺν μέλιτι καὶ συρμαίῃ δὸς πιεῖν. Ἄλλο πρόσθετον ἐκβόλιον, ἢν ἀποθνήσκῃ· χαλκοῦ ῥινήματα ἐνθεὶς ἐς ὀθόνιον μαλθακὸν πρόσθες πρὸς τὸ στόμα τῶν μητρέων, καὶ ὠφελήσεις. Ἐκβόλιον προσθετὸν, ἢν ἐναποθνήσκῃ· ὄστρακον νέον, καὶ στέαρ χήνειον τρίψασα προσθέσθω. Ἄλλο προσθετόν· νίτρον ἑψήσας ξὺν ῥητίνῃ καὶ ποιήσας βάλανον, βάπτων ἐς ὄρνιθος στέαρ, προστίθει. Ἄλλο προσθετόν· χάριεν τὸ ἐπονομαζόμενον, τούτου ῥίζαν πρὸς τὸν ὀμφαλὸν πρόσθες μὴ πουλὺν χρόνον. Ἄλλο· ἀγρίην κολοκύντην καὶ μυῶν ἀπόπατον τρίψας λεῖα προστίθει. Ἄλλο ἐπιδετόν· ῥητίνην καὶ στέαρ ὄρνιθος τρίψασα ἅμα καὶ μίξασα ἐπιδησάσθω ἐπὶ τὸν ὀμφαλὸν καὶ τὴν γαστέρα. Ἄλλο προσθετόν· τοῦ κισσοῦ τοῦ λευκοῦ τὸν καρπὸν καὶ κέδρου πρίσμα τρίψασα καὶ βαλάνια ποιήσασα προστιθέσθω. Ἄλλο· χελώνης θαλασσίης τὸν ἐγκέφαλον καὶ αἰγύπτιον κρόκον καὶ ἅλας αἰγύπτιον τρίψας καὶ ξυμμίξας ποιέειν βαλάνους, καὶ προστιθέσθω. Ἐκβόλιον θυμίημα, δυνάμενον καὶ αἷμα γαστρὸς ἐξελάσαι· ἰτέης φύλλα ἐπὶ πῦρ ἐπιθεὶς θυμιῇν, καὶ περικαθίσας τὴν γυναῖκα ἐῇν ἄχρις ἂν ὁ καπνὸς ἐς τὴν μήτρην ἐνδύνῃ. Περὶ ἰάσιος ἐκτρωσμοῦ· ὅταν ἡ γυνὴ ἐκτρώσῃ καὶ τὸ παιδίον μὴ ἐξίῃ, ἤν τε σαπῇ καὶ οἰδήσῃ, ἢ ἄλλο τι πάθῃ τοιοῦτον, πράσα καὶ σέλινα ἐκθλίψας τὸν χυλὸν διὰ ῥάκεος ἀμφοτέρων, ῥοδίνου ἐλαίου κοτύλην, καὶ στέαρ χηνὸς ὅσον τεταρτημόριον, ῥητίνης τε ὀβολοὺς τρεῖς κατατήξας ἐν ἐλαίῳ, καὶ ποιήσας πρὸς ποδῶν ὑψηλοτέρην, ἔγχεον ἐς τὰς μήτρας· καὶ ἐχέτω κειμένη χρόνον ὅτι πλεῖστον· ἔπειτα κάθισον ἡμέρας τέσσαρας, καὶ ἐξέρχεται τὸ ἀποσαπὲν παιδίον· ἢν δὲ μὴ, λαβὼν ἅλας αἰγυπτίους καὶ κολοκύντην ἀγρίην χλωρὴν, μέλιτι μίξας, τρίψας, δοῦναι καταφαγεῖν, καὶ ἐπὴν φάγῃ, κινεέσθω τῇδε καὶ τῇδε. Ἐκβόλιον προσθετόν· ἅλας αἰγυπτίους, καὶ μυόχοδα, καὶ ἀγρίην κολοκύντην, καὶ μέλιτος ὅσον τεταρτημόριον ἐπιχεῖν ἡμίεφθον, καὶ λαβὼν ῥητίνης δραχμὴν μίην ἔμβαλε ἐς τὸ μέλι καὶ τὴν κολοκύντην καὶ τὰ μυόχοδα, ξυντρίψασα πάντα καλῶς, καὶ ποιήσασα βαλάνους, πρὸς τὴν μήτρην προσθέσθω, ἕως ἂν δοκέῃ καιρὸς εἶναι. Ἕτερον ἐκβόλιον, ὃ τὸ παιδίον βλητὸν γενόμενον ἐκβάλλει· ἑλξίνην ἐν οἴνῳ τρίψας πότισον. Ἕτερον ποτὸν ἐκβολῆς, ὃ τὸ παιδίον ἐκβάλλει πελιδνόν· τοῦ ἐκτόμου τὰς ῥίζας τρίψας λεπτὰ, τοῖσι τρισὶ δακτύλοισι, καὶ σμύρνης ὅσον κύαμον ἄρας, ἐν οἴνῳ γλυκεῖ πίπισκε. Ἐκβόλιον· κορίαννον ξὺν τῇ ῥίζῃ καὶ νίτρον καὶ νέτωπον προσθεμένη περιπατείτω. Ἔγχυτον ἐμβρύου, ἢν ἐναποθάνῃ, ὥστε ἐκβάλλειν· κρόκον τρίψας ἐπίχεε χηνὸς ἔλαιον, καὶ διηθήσας, ἔγχεε ἐς τὰς μήτρας, καὶ καταλίμπανε ὡς πλεῖστον χρόνον. Ἔμβρυον ἀκίνητον φθεῖραι καὶ ἐκβαλεῖν· στυπτηρίης σχιστῆς δραχμὴν μίαν, σμύρνης ἴσον, ἐλλεβόρου μέλανος τριώβολον τρίψας λεῖα ἐν οἴνῳ μέλανι, βαλάνια ποιέειν, καὶ προστιθέναι, ἄχρις ἂν κατ᾿ ὀλίγον ἀπολυθῇ. Κλυσμοὶ καθαρτικοὶ μητρέων, ἢν ἐκ τόκου ἑλκωθέωσιν ἢ φλεγμασίης· ὀλύνθους χειμερινοὺς, ὕδωρ ἐπιχέας καὶ ζέσας, ἀφεῖναι, καταστῆναι, εἶτα ἔλαιον ἐπιχέαι χλιαρὸν καὶ μῖξαι, κλύσαι δὲ δύο κοτύλῃσι τὸ πλεῖστον· πάντα δὲ τὰ κλύσματα μὴ πλέονι κλύζειν. Καὶ σιδίοισι καὶ μάννῃ, ἐν οἴνῳ μέλανι αὐστηρῷ ἑψημένῳ, εἶτα ἀποχέας τὸν οἶνον, τούτῳ κλύζε. Ἄλλος κλυσμός· τρύγα οἴνου κατακαύσας τῆξον, καὶ ἐν ὕδατι κλύσον, εἶτα σίδια, μύρτα, σχοῖνον εὐώδεα, φακοὺς ἑψήσας ἐν οἴνῳ, ἀποχέας τὸν οἶνον, κλύζε. Ἄλλος κλυσμός· βούτυρον, λιβανωτὸν, ῥητίνην, μέλιτι τήξας ἐν τῷ αὐτῷ, οἶνόν τε ἐπιχέας, κλύζε χλιαρῷ. Ἢ ἀκτῆς καρπὸν ἑψήσας ἐν ὕδατι, ἀποχέας τὸ ὕδωρ, τρίψας ἐν τῷ αὐτῷ σέλινον, σμύρναν, ἄννησον, λιβανωτὸν, ἐπιχέας οἶνον ὡς εὐωδέστατον ἴσον τῷ ὕδατι, διηθήσας δι᾿ ὀθονίου, χλιήνας, κλύσαι. Ἄλλο· κράμβην, καὶ λινόζωστιν, καὶ λίνου σπέρμα, καὶ χλωρὸν τὸ λίνον ἑψήσας ἐν ὕδατι, ἀπηθήσας, κλύσαι τῷ ὕδατι. Ἢ μυρσίνης τῶν φύλλων ὀξύβαφον, σμύρνης, ἀννήσου, μέλι, ῥητίνην, μύρον αἰγύπτιον, τρίψας πάντα καὶ ἑνώσας, ἐπιχέας οἴνου λευκοῦ ὡς εὐωδεστάτου κοτύλας δύο, διηθήσας, χλιήνας, κλύσον τούτῳ. Ἢ δάφνης καρπὸν καὶ γλήχωνα ἑψήσας ἐν ὕδατι, μύρον τε ῥόδινον ἐπιχέας, τούτῳ κλύζε χλιήνας. Ἢ χηνὸς στέαρ ῥητίνῃ μίξας, ἐπιχέας τε πρὸς τοῦτο οἶνον, καὶ χλιήνας κλύσαι. Ἄλλο· βούτυρον καὶ κέδρινον ἔλαιον ἐν μέλιτι ὀλίγῳ χλιήνας, ξυμμίξας, κλύσαι. Ἢ μέλι, βούτυρον, σχοῖνον, κάλαμον εὐώδεα, βρύον θαλάσσιον ἑψῆσαι ἐν οἴνῳ, εἶτα ἀπηθῆσαι, καὶ οὕτω κλύσαι. Ἢ σελίνου καρπὸν, σέσελι, σμύρναν, ἄννησον, μελάνθιον ἐν οἴνῳ, ἀπηθήσας τὸν οἶνον, κλύσαι. Ἢ κέδρον ἑψήσας ἐν οἴνῳ, κλύσαι τῷ οἴνῳ. Ἢ κισσὸν ἑψήσας ἐν ὕδατι, κλύσαι τῷ ὕδατι. Ἢ ἐλατήριον, ἢ κέστρον δύο πόσιας, ἑψεῖν ἐν ὕδατι ὅσον δύο κοτύλῃσι, καὶ κλύσαι χλιαρῷ. Ἢ σικύης ἐντεριώνην ὅσον διδάκτυλον ἑψήσας ἐν κοτύλῃσι δύο ὕδατος, ἐπὶ τὸ ὕδωρ ἐπιχέας μέλι καὶ ἔλαιον, τούτῳ κλύσαι. Ἢ θαψίης ῥίζης ὅσον δύο πόσιας τρίψας λεῖον, ἐπιχέας τε μέλι καὶ ἔλαιον, διεὶς ὕδατι χλιαρῷ ὅσον δυσὶ κοτύλῃσι, κλύσαι. Ἢ ἐλλεβόρου μέλανος, ὅσον δύο πόσιας διεὶς οἴνῳ γλυκεῖ καὶ ὕδατι, κλύζειν. Ἢ κόκκους κνιδίους ὅσον ἑξήκοντα τρίψας λείους, ἐπιχέας τε μέλι καὶ ἔλαιον καὶ ὕδωρ, κλύσαι. Κλυσμὸς κρατυντήριος, ἢν ἕλκεα ᾖ καθαρά· ὀλύνθους χειμερινοὺς τρίβειν, καὶ ἐπιχέειν ὕδωρ, βρέξον δὲ ὅλην ἡμέρην, καὶ ἔλαιον ἐπίχεε, καὶ κλύσαι. Ἢ σιδίοισι καὶ λωτοῦ πρίσμασιν, ἐν οἴνῳ δὲ μέλανι ἑψεῖν. Ὅταν δὲ ἀκάθαρτα φέρηται, τρύγα καίειν, καὶ οἴνῳ καὶ ὕδατι κλύζειν. Ἢ σιδίῳ, ῥόῳ βυρσοδεψικῆ, μυρσίνης φύλλοισι καὶ βάτου, ἐν οἴνῳ μέλανι ἑψεῖν, καὶ κλύζειν. Κλύσματα πρὸς τὰ παλαιὰ ἕλκεα· χυλῷ κράμβης ἑψημένης κλύζειν· καὶ λινόζωστιν ὁμοίως· καὶ νίτρον παράμισγε ἐρυθρὸν ὀλίγον. Σμύρνης ὀξύβαφον, λιβανωτὸν, σέσελι, ἄννησον, σελίνου σπέρμα, νέτωπον, ῥητίνην, μέλι, χήνειον στέαρ, ὄξος τὸ λευκὸν, μύρον τὸ λευκὸν αἰγύπτιον, ἐν τωὐτῷ τρίβειν ἴσον ἑκάστου λεῖα, εἶτα οἴνῳ διεὶς λευκῷ κοτύλῃσι δυσὶ, χλιηρῶς κλύζειν. Ἢ λινόζωστιν ἑψεῖν ἐν ὕδατι καὶ ἀπηθεῖν. Ἢ σμύρνης ὀξύβαφον, λιβανωτὸν, σέσελι, νέτωπον, ἴσον ἑκάστου, χλιαρῷ κλύζειν. Ἢ ἐλελίσφακον καὶ ὑπερικὸν, ἐν ὕδατι ἑψήσας, κλύζειν τῷ ὕδατι. Ἢ ἀκτῆς καρπὸν καὶ δαφνίδας ἑκατέρων ἐξ ἴσου ἕψε ἐν οἴνῳ, εἶτα τῷ οἴνῳ κλύζε. Ἢ γλήχωνος τῷ ὕδατι κλύσον. Ἢ χηνὸς ἔλαιον ἐν ῥητίνῃ τήξας, ὁμοίως κέδρινον ἔλαιον παραχέας ὀλίγον καὶ μέλιτι διατήξας, κλύζειν χλιερῷ. Ἢ ἀργύρου ἄνθος ἐν οἴνῳ καὶ μέλιτι καὶ κηρῷ τηκτῷ, καὶ κύπειρον καὶ σχοῖνον καὶ κάλαμον, ἅτινα δὴ ἐς μύρον μίσγεται, καὶ ἴριν, βρύον, ἐν οἴνῳ ἑψῶν, κλύζειν. Ἢ σελίνου καρπὸν, ἄννησον, σέσελι, σμύρναν, μελάνθιον ἐν οἴνῳ ἑψῆσαι, ἢ κέδρον κρητικὴν ἐν οἴνῳ ἑψεῖν, καὶ κλύζειν· ἢ κισσὸν κρητικὸν ἐν ὕδατι, ταὐτὸ δρᾷ. Ἢ ἐχέτρωσιν καὶ σμύρναν διεὶς ἐν ὕδατι κλύσαι. Ἢ ἐλατηρίου ὅσον δύο πόσιας ἐν ὕδατι κλύσαι. Ἢ κολοκυνθίδας ἀγρίας δύο ἐν οἴνῳ ἢ ἐν γάλακτι ἑφθῷ ἀποβρέξας ὅσον τέσσαρας κοτύλας, καὶ ἀπηθέειν, καὶ κλύζειν. Ἢ σικύης ἐντεριώνην ὅσον παλαιστὴν ἑψήσας ἐν ὕδατι κοτύλῃσι τέσσαρσι, μέλι τε καὶ ἔλαιον ἐπιχέαντα ἐνεργεῖν. Ἢ τῆς θαψίης ῥίζης ὅσον δύο πόσιας ἐν οἴνῳ γλυκεῖ διεὶς σὺν ὕδατος κοτύλῃσι δύο, κλύσαι χλιαρῷ. Ἢ ἐλλέβορον ὅσον δύο πόσιας ἐν οἴνῳ γλυκεῖ διεὶς ὡσεὶ δύο κοτύλῃσιν, ἢ θλάσπιος ὅσον ὀξύβαφον μέλιτι παραμίξας, ὕδατι διεὶς ὅσον δύο κοτύλῃσι, χρῶ χλιερῷ. Ἢ σικύης ὅσον παλαιστὴν, καὶ κνεώρου ὅσον μίαν πόσιν ἑψήσας ὕδατος κοτύλῃσι πέντε, μέλι παραχέας καὶ ἔλαιον κλύσαι. Ἢ κόκκους κνιδίους ὅσον ἑξήκοντα, μέλι, ἔλαιον ὕδατι διεὶς, κλύσαι. Ἢν ἐκ τόκου διαῤῥοίῃ ληφθῇ, πινέτω ἀσταφίδα μέλαιναν, καὶ σίδια γλυκείης ῥοιῆς τὸ ἔνδοθεν, καὶ πιτύην ἐρίφου, ταῦτα διεὶς οἴνῳ μέλανι, καὶ τυρὸν αἴγειον καὶ ἄλφιτα πύρινα ἐπιπάσσειν, καὶ διδόναι πίνειν· τοὺς πυροὺς δὲ ἐπ᾿ ὀλίγον φῶξαι. Ἢν δὲ ἐκ τόκου αἷμα ἐμέῃ, ταύτῃ ἡ σύριγξ τοῦ ἥπατος τέτρωται· αὕτη πινέτω γάλα ὄνου, ἔπειτα βοὸς, εἰ εὐμαρὲς, τεσσαράκοντα ἡμέρας, καὶ σήσαμον τριπτὸν, ἄχρις ἂν εὖ ἔχῃ· πινέτω τὸ γάλα νῆστις. Ἢν ἐκ τόκου τὴν ἕδρην ἀλγέῃ, ἀρκεύθου καρπὸν, λίνου ῥίζαν ἑψεῖν, καὶ πίνειν ἡμέρας τέσσαρας· καὶ θρίδακος σπέρμα τρίψας σὺν χηνείῳ ἀλείφατι ἐσθίειν. Ἢν δὲ ἐκ τόκου αἱ μῆτραι φλεγμήνωσιν, στρύχνου χυλὸν ἐγχέειν ἢ τεύτλου ἢ ῥάμνου. Ἢν ἐκ τόκου τὸ σκέλος ὑπὸ ὑστερέων χωλωθῇ, ἀνίστασθαι δὲ μὴ δύνηται· πίνειν ὑοσκυάμου καρπὸν ὅσον χηραμίδα ἐν οἴνῳ μέλανι ἡμέρας τρεῖς· παραφέρεται δὲ ὁ πίνων· λύσις, γάλακτος ὀνείου πῖσαι ὅσον κύλικα, ἔπειτα τοῦ φαρμάκου, ὑφ᾿ οὗ τὸ φλέγμα καθαίρεται· σανδαράκῃ δὲ καὶ κηρωτῇ καὶ λαγωοῦ θριξὶ θυμιήσθω τρεῖς ἡμέρας. Περὶ φλεγμονῆς ἐκ τόκου· ἢν ἐκ τόκου φλεγμήνωσιν αἱ ὑστέραι, στρύχνου χυλὸν ἐγχέαι αἰδοίων ἔσω, ἢ σελίνου, ἢ ῥάμνου, ἢ τεύτλου, ἢ κολοκύντης χυλὸν ἐκπιέσας ἐγχέαι· ἢ αὐτῆς τὸ μέσον καὶ ἁπαλώτατον περιξέσας μακρὸν ἔνθες. Ἢ ἀψινθίου ἐν ὕδατι τρίβειν, εἰρίῳ δὲ ἀνασπογγίζειν, ἢν δὲ φρίξῃ, ἀφαιρέειν. Ἢ κοτυληδόνος φύλλα καὶ πράσα ἑψεῖν ἐν πυρῶν κρίμνοισιν, ἔλαιον ἐπιχέας, δίδου.

[79] Χολῆς καθαρτικὰ ἐκ μήτρης· σικύης τὴν ἐντεριώνην λείην τρίψας, καὶ μέλιτι φυρήσας, βάλανον ποιέων, προστίθει· φάρμακον δὲ χρὴ διδόναι καὶ ἄνω καὶ κάτω καθαίρειν, καὶ λούειν τῷ θερμῷ, προστιθέναι δὲ ἄννησον ἢ μελάνθιον. Ἢ κολοκυνθίδος ἀγρίης τὸ ἔνδον λεῖον ποιέειν, καὶ μέλιτι φυρῇν, καὶ προστιθέναι. Ἢ προστιθέναι ἐλατηρίου ὅσον πόσιας τέσσαρας, ξυμμίξας στέαρ χήνειον ἢ αἴγειον, βάλανον εὐμηκεστέρην ποιέειν, καὶ προστιθέναι. Ἢ νίτρον καὶ κύμινον καὶ σκόροδον καὶ σῦκον, λεῖα πάντα ποιήσας καὶ μέλιτι δεύσας, προστίθεσθαι· θερμῷ δὲ λουέσθω, καὶ ἀπὸ λουτροῦ πινέτω. Ἢ θλάσπιν λείην ποιέων καὶ μέλιτι φυρῶν, προστιθέναι. Ἢ σύκου παλαιοῦ τὸ πῖον ξύσας, ξυμμίσγειν πόσιας ἐλατηρίου δύο, καὶ νίτρον ὅσον τὸ ἐλατήριον, μέλιτι δεύσας, προστίθει. Ἢ πευκεδάνου ὁκόσον τρεῖς κυάθους δίδου πιεῖν. Ἢ ἄννησον καὶ μελάνθιον διεὶς οἴνῳ, δίδου πιεῖν. Ἐλατηρίου πόσιας τέσσαρας μίξαι στέατι μηλείῳ, ἀφελομένη δὲ διανιζέσθω ὕδατι εὐώδει, ἠρέμα στύφοντι. Ἢ ἐλατηρίου πόσιας τρεῖς, ξὺν μηλείῳ στέατι, βάλανον περίπτερον ποιέειν· ἢν δὲ ἀφέληται, διανιζέσθω ὕδατι εὖ ἱκανῷ. Ἢ θλάσπιος ὅσον πόσιν ξὺν μέλιτι δίδου.

[80] Κλυσμὸς, ἢν χολώδης ᾖ· ἐλατηρίου ὅσον δύο πόσιας ὕδατι διεὶς, ἐπιχέαι ἔλαιον ναρκίσσινον, καὶ κλύζειν χλιερῷ. Ἢ κολοκυνθίδας ἀγρίας δύο ἀποβρέξας ἐν οἰνογάλακτι ἑφθῷ ὅσον τέσσαρας κοτύλας, μίαν ἀπηθέειν, καὶ ξυμμίσγειν ἔλαιον ναρκίσσινον, καὶ κλύζειν. Ἄλλος κλυσμὸς, χολώδης καὶ φλεγματώδης· σικύης ἐντεριώνης ὅσον παλαιστὴν ἑψήσας ἐν ὕδατι ποτῷ τέσσαρσι κοτύλῃσι, καὶ μέλι μίξας καὶ ἔλαιον ἄνθινον, κλύζειν. Φλέγμα καὶ χολὴν καθαῖρον· κόκκους κνιδίους ἑξήκοντα, μέλι τε καὶ ἔλαιον ἄνθινον μίξας, κλύζειν ἐν ὕδατι. Ἢ κνῆστρον ἑψήσας ἐν ὕδατι ποτῷ ἐν πέντε κοτύλῃσιν, ἀποχέας δύο κοτύλας, ξυμμίξαι μέλι καὶ ἔλαιον ἄνθινον σὺν ναρκισσίνῳ, καὶ κλύσαι. Κλυσμοὶ καθαρτήριοι· ὄλυνθοι χειμερινοὶ καυθέντες, καὶ βραχέντες ἐν ὕδατι· ἀποχέαι δὲ τὸ ὕδωρ, καὶ ἔλαιον ξυμμίσγειν, καὶ κλύζειν, καὶ μετακλύζειν σιδίοισι, κικίδι, λωτοῦ πρίσμασιν, ἐν οἴνῳ δὲ μέλανι χρὴ ἑψεῖν. Ἢ τρύγα καίων χρῆσθαι σὺν ὕδατι, μετακλύζειν δὲ τοῖσι τῆς μυρσίνης φύλλοισι καὶ ῥόῳ τῇ βυρσοδεψικῇ, ἑψεῖν δὲ οἴνῳ μέλανι εὐώδει· μετακλύζειν δὲ καὶ σχοίνου φύλλα καὶ ὑπερικὸν καὶ ἐλελίσφακον ἑψήσαντα σὺν οἴνῳ μέλανι εὐώδει, ἢ κράμβης ὕδατι, κἀν τῷδε ἑψεῖν λινόζωστιν, νίτρου ἐρυθροῦ ὀλίγον, καὶ κλύζειν. Ἐλατηρίου ὅσον πόσις, ξὺν ναρκισσίνῳ ἐλαίῳ, ἢ ἀνθίνῳ, καὶ κλύσαι χλιαρῷ. Ἢν δὲ χολώδης ᾖ, κολοκυνθίδας δύο ἀποβρέξαι ἐν γάλακτι ὀνείῳ ἑφθῷ ὅσον τέσσαρσι κοτύλῃσι, καὶ ἀπηθήσαντα κλύσαι, ξυμμῖξαι δὲ ἔλαιον ναρκίσσινον ἢ ἄνθινον. Ἢ τὸ διὰ τῆς σικύης· τῆς ἐντεριώνης ὅσον παλαιστὴν ἑψεῖν ἐν ὕδατι ποτῷ τέσσαρσι κοτύλῃσι, καὶ μέλι παραχέαι, καὶ ἔλαιον ἄνθινον· οὗτος ὁ κλυσμὸς φλεγματώδει καὶ χολώδει ξυμφέρει. Κλύσμα ἕλκον φλέγμα· κόκκον τρίβειν καὶ τοῦ μανδραγόρου ξὺν ὕδατι.

[81] Κάθαρσις παμπόλλη τε καὶ παντοίη ὑπὸ τούτου γίνεται· σκορόδου μώλυζαν, νίτρον, σύκου τὸ ἔνδον τὸ πῖον, ἴσον τρίψας λεῖα, ὁκόσον κικίδα ποιέειν τὸ μέγεθος, καὶ προστιθέναι. Ἢ κυμίνου φύλλα ἐν οἴνῳ τρίψας, ἐν εἰρίῳ πρόσθες. Ἢ γῆς λευκῆς ὅσον πόσιν. Ἢ λευκὴν ῥίζαν τρίβειν λείην, καὶ μέλι ἐπιχέας καὶ ἀναζέσας, βάλανόν τε ποιήσας, προστίθει. Ἢ ὀπὸν σιλφίου μετὰ σύκων μαλάσσειν, καὶ βάλανον ποιέειν· ἀγαθὸν δὲ καὶ σικύης σπέρμα τρίβειν ὁμοίως. Ἢ χολὴν ταύρου καὶ νίτρον ἐρυθρὸν καὶ νέτωπον καὶ κυκλάμινον, τούτων ὅσον κικίδα, τῆς δὲ κυκλαμίνου πλέονα μοῖραν, μέλιτι ξυμμίξασα, ἡ θεραπευομένη προστιθέσθω. Προσθετόν· κυκλαμίνου τὴν κεφαλὴν καθαίρειν ὕδατι, τρῖψαι, καὶ ἐς ἄχνην ἀναφορύξαντα προστιθέναι. Ἢ σμύρναν, ἅλας, κύμινον, χολὴν ταύρου ξὺν μέλιτι ὁμοίως. Ἢ κόκκους ἐκλέψαντα ὅσον τρεῖς ἰνδικοῦ φαρμάκου, τοῦ τῶν ὀφθαλμῶν, ὃ καλέεται πέπερι, καὶ τοῦ στρογγύλου, τρία ταῦτα λεῖα τρίβειν, καὶ οἴνῳ παλαιῷ χλιηρῷ διεὶς, βαλάνιον περὶ πτερὸν ὄρνιθος τιθέναι, καὶ ὧδε προσάγειν. Ἢ τιθυμάλλου ὀπὸν μέλιτι ἀναδεύσας, ἢ σκίλλης ῥίζην ὅσον ἑξαδάκτυλον ἑλίξας δύο δακτύλους ἐν εἰρίῳ, πρόσθες. Ἢ αὐτὴν τὴν σκίλλαν ἄνευ ῥίζης τρίβειν, καὶ ὡσαύτως ἑλίσσειν εἰρίῳ, εἶτα προστιθέναι.

[82] Κλυσμὸς, ἢν φλεγματώδης γυνὴ ᾖ· ἐλλεβόρου δύο πόσιας ἐν οἴνῳ διιέναι γλυκεῖ, ὅσον δύο κοτύλας, καὶ κλύζειν μίσγοντα. Ἢν καθάρσιος δέηται, πράσα δεῖ ἑψεῖν, ἢ ἀκτῆς καρπὸν, ἢ ἄννησον, λιβανωτὸν, σμύρναν, οἶνον, ταῦτα πάντα τρίβειν, καὶ τῷ χυλῷ τουτέων κλύζειν. Ἢ κράμβην ἑψήσας ἐν ὕδατι, ἐν τῷ χυλῷ ταύτης ἕψει τὴν λινόζωστιν, καὶ σμικρὸν ἀποχέας ἀπόκλυζε. Ἢ κνήστρου πόσιν ἐν μέλιτι διεὶς ἐνιέναι.

[83] Σκέπτεσθαι δὲ χρὴ τὰ ἐπιμήνια, ἤν τε χολώδεα ἤν τε φλεγματώδεα ᾖ· ψάμμον ἐς τὸν ἥλιον ὑποβάλλειν λεπτὴν, ξηρὴν, καὶ ὅταν τὰ καταμήνια ἴῃ, τοῦ αἵματος ἐπιχέαι, καὶ ἐῇν ξηρανθῆναι· καὶ ἢν μὲν χολώδεα ᾖ, ἐπὶ τῇ ψάμμῳ ξηραινόμενον τὸ αἷμα χλωρὸν γίνεται· ἢν δὲ φλεγματώδεα, οἷον μύξαι ὁρῶνται· ἢν οὖν φλεγματώδεα ᾖ, κνήστρου ὅσον πόσιν διιέναι ξὺν μελικρήτου κοτύλῃ, καὶ κλύσαι.

[84] Καθαρτικὸν μαλθακὸν ὕδωρ ἄγει καὶ δέρματα καὶ ἰχῶρα ὕφαιμον, καὶ καταμήνια κατασπᾷ, ἢν μὴ πουλυχρόνια ᾖ, καὶ ὑστερῶν στόμα μαλθάσσει· μύρον ναρκίσσινον καὶ κύμινον ὃ ἐσθίεται, σμύρναν τε καὶ λιβανωτὸν, ἀψίνθιον, κύπριον ἅλας, ῥόδινον ἄλειφα, τούτων τὸ ἴσον τῶν ἄλλων ἑκάστου, τοῦ δὲ ναρκισσίνου τέσσαρας μερίδας, ἐπικτένιον ὠμοῦ λίνου ξυμμίξας, πάντα τρῖψον καὶ ποίησον βάλανον, περὶ πτερῷ ῥάκος λεπτὸν περιθεὶς, καταδῆσαι, καὶ ἐμβάψαι ἐς ἄλειφα λευκὸν αἰγύπτιον, καὶ προστιθέναι, καὶ ἐῇν ὅλην τὴν ἡμέρην· λουσαμένη δὲ καὶ ἀφαιρευμένη διανιζέσθω τῷ ὕδατι τῷ εὐώδει. Ἕτερον καθαρτικὸν, ὕδωρ ἄγει καὶ δέρματα καὶ μύξας καὶ ἰχῶρα ὕφαιμον· σμύρναν, ἅλας, κύμινον, χολὴν ταύρου, ταῦτα ξυμμίξας καὶ μέλιτι φυρήσας καὶ ἐς ῥάκος ἐνθεὶς προσθεῖναι, ἡμέρην δὲ ὅλην ἐντίθεσθαι, εἶτα λουσαμένη καὶ ἀφελομένη διανιζέσθω ὕδατι τῷ εὐώδει. Ἄλλο· ἅλες, κύμινον, χολὴν ταύρου μέλιτι ἀναφυρέειν, καὶ προστίθεσθαι, λουσαμένην, ἀφαιρεομένην, τῷ εὐώδει ὕδατι διανίζεσθαι. Ἢ σίλφιον σύκῳ μῖξαι καὶ προστίθεσθαι, εἶτα διανίψαι μύρῳ ῥοδίνῳ. Ἢ κόκκους ἐκλέψαντα ἑψεῖν, καὶ βάλανον ποιέειν, ἐπὴν δ᾿ ἀφέληται, προστιθέσθω ῥόδινον. Ἢ σκόροδον καὶ νίτρον ἐρυθρὸν καὶ σῦκον, τούτων ἑκάστου ἴσον μίξας μέλιτι, δοῦναι προστίθεσθαι, κἀπειδὰν ἀφέληται, ἐλάφου στέαρ προστίθεσθαι, τήξας ἐν οἴνῳ. Ἢ πεπέρεος κόκκους πέντε ξὺν ἐλατηρίῳ ὀλίγῳ μῖξαι, παραστάζειν δὲ γυναικὸς γάλα ἐν εἰρίῳ, ἐς μύρον ἀποβάψασα, προστίθεσθαι δὲ ἀφελομένην ὡσαύτως. Ἢ σύκου τὸ πιότατον ξὺν ἐλατηρίου πόσει καὶ νίτρου ἐρυθροῦ τὸ ἴσον καὶ μέλιτος ἴσον, ὡσαύτως. Ἢ χολὴν ταύρου καὶ νίτρον ἐρυθρὸν, νέτωπον, κυκλαμίνου ὅσον κικίδα ἐν μέλιτι. Ἢ χολὴν ταύρου, ἐς αἰγύπτιον ἔλαιον βάψασα προστιθέσθω, καὶ ἀφελομένη, ῥοδίνῳ. Ἢ σικύης τῆς μακρῆς τὴν ἐντεριώνην τὸ σπέρμα ἐξελὼν ξὺν γάλακτι γυναικὸς κουροτρόφου, καὶ σμύρναν ἄκρητον καὶ μέλι ὀλίγον καὶ μύρον αἰγύπτιον, τρίβειν, καὶ προστιθέναι. Ἢ τὴν ἐντεριώνην τῆς σικύης αὐῆναι, κόψαι δὲ ἄνευ τοῦ σπέρματος καὶ μέλι ἐμβαλεῖν, καὶ ἀναζέσαι, καὶ βάλανον ποιέειν εὐμήκεα, καὶ βάπτειν ἐς ἔλαιον λευκόν. Ἢ τὴν ἀγρίην κολοκύντην ὡσαύτως· καὶ ἐλατηρίου τρεῖς πόσιας ἐν σταιτὶ τρίβειν, καὶ βάλανον ποιέειν. Ἄλλο ὁμοίως· κόκκους ἐκλέψας, τρῖψον ὅσον πόσιν, ἑψῆσαι, καὶ μέλι περιχέαι, καὶ προσθέσθαι, ἢ ῥόδινον ἄλειφα καὶ προσθέσθω· ὅσαι δὲ βάλανον προστίθενται, ἐμπήξαντα χρὴ τὸ πτερὸν ἐς τὴν βάλανον, ἔπειτα ῥάκος περιθεῖναι λεπτὸν ἐν εἰρίῳ, βάψασα ἐς ἄλειφα αἰγύπτιον προστίθεσθαι· ἄγει δὲ μάλιστα, καὶ δέρματα ἀφαιροῦνται. Προσθετὰ καθαρτικὰ ἰσχυρὰ, ὕδωρ ἄγειν δυνάμενα καὶ μύξας καὶ δέρματα μᾶλλον τῶν πρόσθεν· τοῦ πεπέρεος κόκκους τέσσαρας τῶν μεγίστων, ἢ δέκα τῶν μικρῶν, ἐλατηρίου πόσει ξυμμίξας, τρῖβε λεῖα, παραστάζων γυναικὸς γάλα, καὶ μέλι ὀλίγον, ἀναφυρήσας τοῦτο, ἐς εἴριον μαλθακὸν καθαρὸν περὶ πτερὸν περιελίξας ῥάκεα, καὶ καταλαβὼν προστιθέναι, ἐς λευκὸν ἄλειφα αἰγύπτιον βάπτων· προσκείσθω δὲ ἡμέρην, καὶ ἐπειδὰν ἀφέληται, προστιθέσθω τὸ στέαρ τοῦ ἐλάφου. Προσθετὰ καθαρτικὰ, ἢν μὴ ποτὰ καθαίρῃ· λινόζωστιν τρίψας καὶ σμύρναν, προστιθέναι. Προσθετὰ ὁμοίως καθαρτικὰ, χορία δυνάμενα ἐκβαλεῖν, καὶ καταμήνια κατασπᾷν, καὶ ἔμβρυον ἀπόπληκτον ὑπεξαγαγεῖν· κανθαρίδας πέντε ἀποτίλας καὶ τὰ πτερὰ καὶ τὰ σκέλεα καὶ τὴν κεφαλὴν, εἶτα τρίβολον παραθαλάσσιον κόψας τῇσι ῥίζῃσι καὶ τοῖσι φύλλοισι καὶ τὸ χλωρὸν τὸ ἔξω, τρίψας ἴσον ὄγκον καὶ σελίνου σπέρματος καὶ σηπίης ὠὰ πεντεκαίδεκα ἐν οἴνῳ γλυκεῖ κεκρημένῳ, καὶ ἐν ὕδατι θερμῷ καθιννύσθω, καὶ μελίκρητον ὑδαρὲς πινέτω καὶ οἶνον γλυκὺν καὶ τοῦ τετριμμένου ὅσον στατῆρα αἰγιναῖον ἐν οἴνῳ γλυκεῖ πίνειν· ἐπὴν δὲ ὀδύνη ἔχῃ, λευκοὺς ἐρεβίνθους καὶ ἀσταφίδας ἑψήσας ἐν ὕδατι καὶ ψύξας, διδόναι πιεῖν· ὅταν ἡ στραγγουρίη ἔχῃ, ἐν ὕδατι χλιερῷ καθήσθω, καὶ οἶνον πινέτω γλυκύν. Πάσης νούσου, δυνάμενον καὶ ἀναστομῶσαι καὶ καθῆραι· σμύρναν ὀλίγην καὶ ἐλελίσφακον καὶ ἄννησον τρίψας χρῶ.

[85] Καθαρτικὸν δυνάμενον ἄτοκον καθῆραι, ἢν τὸ στόμα τῆς μήτρης ὀρθῶς ἔχῃ· πυριῇν βόλβιτον ξηρὸν κόψας καὶ διασήσας τέσσαρας χοίνικας, ὄξους δὲ κοτύλας δέκα, καὶ οὔρου βοείου ἕτερον τοσοῦτον, καὶ θαλάσσης κοτύλας εἴκοσι, πυριῇν δὲ βληχρῇσι πουλὺν χρόνον, εἶτα λουσαμένη φάκιον πιοῦσα καὶ μέλι καὶ ὄξος ξυμμίξασα ἐμεσάτω, καὶ ῥοφέειν ἄλευρον δοῦναι, καὶ ἐπιπιεῖν οἶνον εὐώδεα παλαιὸν ἐξηθριασμένον, σίτου δὲ μὴ γευέσθω τῇ ἡμέρῃ ταύτῃ, τῇ δὲ δευτέρῃ κόκκον δοῦναι κατάποτον, τῇ δὲ τρίτῃ δοῦναι διουρητικὸν, ἀσταφίδας καὶ ἐρεβίνθους λευκοὺς, δύο χοίνικας τῶν ἐρεβίνθων, χοίνικα δὲ τῶν ἀσταφίδων, καὶ ἐπιχέαι ὕδατος τρία ἡμίχοα, ἔπειτα ἀποχέας, πρὸς τὴν αἰθρίην θεῖναι, καὶ τῇ ὑστεραίῃ πίνειν, καὶ τοῖσι προσθέτοισι χρέεσθαι.

[86] Καθαρτικὸν καταμηνίων· τὸ βόλβιτον πλάσαι οἷον σκαφίδα, φυρῇν δὲ ξυμμίσγων τῆς κυπαρίσσου τὰ πρίσματα, ξηραίνειν δὲ ἐν τῷ ἡλίῳ, καὶ ἐς τοῦτο τὰ θυμιήματα ἐμβάλλειν.

[87] Ἔγχυτον καθαρτικὸν, ἢν μὴ ἴῃ τὰ καταμήνια· ἀκάνθης λευκῆς τὰ φύλλα τρίψας καὶ ἐξηθήσας καὶ ἐπιχλιήνας ἐγχέειν.

[88] Κατάχριστον καθαρτικὸν ὥστε μήτρας ἐκκαθαίρειν· πράσου σπέρμα καὶ καρδάμου τρίψας, ἐν οἴνῳ τε διεὶς καὶ γάλακτι ἑφθῷ, διαχρίειν τὴν νειαίρην γαστέρα. Κατάχριστον μαλθακτήριον, ὕδωρ δὲ ἄγει καὶ μύξας καὶ δέρματα, καὶ λοχεῖα φέρει, καὶ οὐχ ἑλκοῖ· σμύρνης ὡς ἀρίστης ἥμισυ, καὶ ἁλὸς χόνδρον ὁμοίως, πίσσαν ἡδυντὴν φλάσας, μίξας τε λεῖα, ἔστω δὲ τὸ τῆς σμύρνης τὸ ἥμισυ τοῦ ἁλὸς καὶ τῆς πίσσης, ἐμβαλεῖν δ᾿ ἐς ῥάκος τῆς πεφλασμένης μέγεθος ὅσον κικίδα μεγάλην· δύο δὲ ἔστω, ὡς τὸ μὲν ἡμέρης ἔχειν, τὸ δὲ εὐφρόνης, ἔστ᾿ ἂν κατατακῇ· λουέσθω δὲ θερμῷ, εἶτα ἀφαιρέουσα διανιζέσθω ὕδατι εὐώδει.

[89] Καθαρτικὸν ἄτοκον καθῆραι ἢν τὸ στόμα ὀρθῶς ἔχῃ· ἢν ἄτοκον θεραπεύῃς, βόλβιτον αὖον ἡλίου διασήσας ὅσον τέσσαρας χοίνικας ἀττικὰς, ὄξους δὲ κοτύλας δέκα καὶ ὀροβίου χοίνικα καὶ θαλάσσης κοτύλας εἴκοσι, πυριῆσαι ἀλέα πουλὺν χρόνον· ἔπειτα φακίον ποιῆσαι, καὶ μέλι καὶ ὄξος μῖξαι, καὶ ἐμεέτω, καὶ ῥοφεέτω ἄλητον, καὶ ἐπιπινέτω οἶνον εὐώδεα· σίτου δὲ μὴ ἁπτέσθω ταύτῃ τῇ ἡμέρῃ· τῇ δ᾿ ὑστεραίῃ κόκκον δοῦναι κατάποτον· τῇ δὲ τρίτῃ διουρητικὸν, ἐὰν δὲ βούλῃ, λευκὴν σταφίδα καὶ ἐρεβίνθους λευκοὺς δύο χοίνικας, ἐπιχέας ὕδατος τρία ἡμίχοα, ἀφελεῖν δὲ τὸ ἥμισυ, εἶτα ἐς τὴν αἰθρίην θεῖναι, καὶ τῇ ὑστεραίῃ πίνειν ἐκ τούτου κατ᾿ ὀλίγον, καὶ τοῖσι προσθέτοισι χρέεσθαι. Ἢν βούλῃ γυναῖκα κυῆσαι, καθῆραι αὐτὴν καὶ τὰς μήτρας, ἔπειτα δίδου ἄνηθον ἐσθίειν νήστει, καὶ οἶνον ἐπιπίνειν ἄκρητον, καὶ προστιθέναι νίτρον ἐρυθρὸν καὶ κύμινον καὶ ῥητίνην μέλιτι δεύσας, ἐν ὀθονίῳ πρόσθες· καὶ ὅταν τὸ ὕδωρ ἀποῤῥυῇ, τοὺς μέλανας πεσσοὺς προστιθέσθω μαλθακτήριον, καὶ τῷ ἀνδρὶ ξυνέστω. Ἢν δὲ τὸ στόμα μεμύκῃ, προστιθέσθω καὶ ὀπὸν συκῆς, μέχρι ἂν ἀναστομωθῇ· καὶ ὕδατι αὐτίκα ἀπονίζεσθαι· ἵρηκος δὲ ἄφοδον τρίβειν ἐν οἴνῳ γλυκεῖ καὶ πίνειν νῆστιν, καὶ τηνικαῦτα ξυνευναζέσθω τῷ ἀνδρί. Ἢ ὁκόταν τὰ καταμήνια παύηται, χηναλώπεκος ἄφοδον ἐν ῥοδίνῳ μύρῳ τρίβειν, καὶ τὸ αἰδοῖον χρίεσθαι, καὶ ξυνευνάζεσθαι.

[90] Ἢν ἕλκεα ᾖ δριμέα καὶ ἢν φλεγμαίνῃ, χρῶ τῷδε κλυσμῷ· χηνὸς ἔλαιον καὶ ῥητίνην μίσγε, καὶ διεὶς ὕδατι χλιαρῷ κλύσαι. Ἢ μέλι, βούτυρον τῆξαι, καὶ κλύσαι. Ἢ ἐχετρώσιος ξύσαι ὅσον σκαφίδα σμικρὴν καὶ σμύρνης καὶ μέλιτος ὁμοίως, ταῦτα διεῖναι ἐν οἴνῳ μέλανι εὐώδει, καὶ κλύζειν χλιαρῷ. Ἢν ἑλκωθῇ ἢ φλυκταινῶν ἀνάπλεα ᾖ ἐν τῇ καθάρσει ἄκρα τὰ χείλεα, σάρκα βοὸς, ἢ πικέριον, ἢ χήνειον ἄλειφα, καὶ ἄννησον, ἢ κρόκον, ἢ σποδὸν κυπρίην, τρῖψαι ταῦτα πάντα, καὶ περιαλεῖψαι τὴν σάρκα, καὶ προστίθεσθαι. Ἢν ἕλκεα γένηται καὶ ὀδαξᾶται, βοὸς σάρκα, στέαρ ἐπαλείφειν, καὶ τὴν σάρκα προστιθέναι, καὶ ἐγκλύζειν. Ἢν ῥυπαρὰ ᾖ, καὶ πυριῇν συκῆς ἀπὸ ῥίζης, καὶ μετέπειτα ἄπιον ἐν γλυκεῖ πινέτω. Ἢν ἐν τοῖσιν αἰδοίοισιν ἕλκεα γένηται, βόειον στέαρ ἐπαλείφειν, καὶ μυρσίνην ἐν οἴνῳ καθεψῶν διακλυζέτω τῷ οἴνῳ, ἢ ἐλαίης φύλλα καὶ βάτου καὶ ῥοιῆς· ταὐτὰ δὲ ποιέει καὶ περσέης φύλλα καὶ οἶνος πράμνιος, τὰ φύλλα τρῖψαι λεῖα, καὶ πρὸς τὰ αἰδοῖα προστιθέναι. Ἢ ἀννήθου καρπὸν καὶ σελίνου τρίψας ἐπίχριε. Ἢν ἀφθήσῃ τὰ αἰδοῖα, ὧδε ἰῆσθαι· σάρκα βοὸς ὡσεὶ δύο παλαιστῶν μῆκος, πάχος δὲ ὡσεὶ στειλεὸς, προστιθέσθω μέχρις ἑσπέρης, τὴν δὲ νύκτα αἴρειν· τῇ δ᾿ ὑστεραίῃ πάλιν προστίθεσθαι μέχρι μεσημβρίης, καὶ ἐπιπινέτω οἶνον γλυκὺν, μέλιτι τὸν οἶνον ξυμμίσγουσα. Κλύσμα ἢν ἡλκωμέναι ἔωσιν αἱ μῆτραι καὶ ἢν στραγγουρίη ἐπιλάβῃ· πράσα, ἀκτῆς καρπὸν, σέσελι, ἄννησον, λιβανωτὸν, σμύρναν, καὶ οἶνον ἴσον τῷ χυλῷ τούτων, μίξας ταῦτα καὶ ἀναζέσας, ψύχειν, καὶ μετρίως κλύζειν. Ἢ μέλι, βούτυρον, μυελὸν καὶ κηρὸν ἐνιέναι. Ἅσσα ἐν αἰδοίῳ ἕλκεα ἔνι καὶ φύεται, φύλλα ἐλαίης καὶ βάτου καὶ κισσοῦ καὶ ῥοιῆς γλυκείης τρίβειν λεῖα, διεὶς δὲ οἴνῳ παλαιῷ, εἰρίῳ προστίθεσθαι τῇ νυκτὶ πρὸς τὰ αἰδοῖα, καὶ καταπλάσσειν ἐν τούτοισιν· ὅταν δὲ ἡμέρη γένηται, εἰρύσαι, ἀφεψεῖν δὲ μύρτα ἐν οἴνῳ καὶ διακλύζεσθαι. Ἢ χηνὸς ἔλαιον καὶ ῥητίνην τῆξαι, καὶ κλύσαι. Ἢ βούτυρον καὶ κέδρινον ἔλαιον, μέλι παραμίσγειν σμικρὸν, καὶ κλύζειν. Ἕλκεα ἐν στόματι ἀποξηραίνει· ἀργύρου ἄνθος ἐν οἴνῳ τρῖψαι καὶ κλύσαι. Ἢ βούτυρον μετὰ μέλιτος κλύσαι. Ἢ ἐχέτρωσιν καὶ σμύρναν καὶ μέλι οἴνῳ διιέναι οἰνώδει μέλανι χλιερῷ, καὶ κλύζειν τῇ ὑστεραίῃ· σχίνου δὲ φύλλα ἑψήσας ἐν ὕδατι, τουτέῳ μετακλύζειν. Ἄλλο, ἢν ἑλκωθῇ τὸ στόμα τῶν μητρέων· βούτυρον, λιβανωτὸς, σμύρνη, ῥητίνη, μυελὸς ἐλάφειος, τουτέοισι κλύζειν. Ἢ φακῆν ἑψεῖν ἐν ὕδατι, καὶ ἀποχέαι, ἐν τουτέῳ κλύζε. Ὅταν δὲ ὕδωρ ἐκ τῶν ὑστερέων ῥέῃ καὶ ἕλκεα ᾖ καὶ δάκνηται, χηνὸς στέαρ καὶ ὠὸν διαχρίεσθαι. Ἢ ὄϊος στέαρ, ἢ συὸς, καὶ φακὸν ἐν οἴνῳ ἑψεῖν κεκρημένῳ ἴσον ὕδατι, τουτέῳ κλύζε· τὰ δὲ ἐν τῷ αἰδοίῳ ἕλκεα οἴνῳ καταιονᾷν· ἐπιπάσσειν δὲ μάνναν, βάτον, πίτυος φλοιὸν, καὶ τῷ ὕδατι τούτων νιψάσθω.

[91] Διεκβόλιον, ἢν ἀποθάνῃ τὸ ἔμβρυον· χαλβάνης ὅσον ἐλαίην ἐνελίξασα ἐς ὀθόνιον, ἐς κέδριον ἐμβάψασα, προστιθέσθω πρὸς τὸ στόμα τῆς μήτρης. Ἕτερον· κάλαμον τὸν εὐώδεα καὶ σικύης ἐντεριώνην τρῖψαι ἐν χηνείῳ στέατι· ἐπίδησον δὲ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον· καὶ σμικρὸν ἀπ᾿ αὐτέου ἐνστάξασα, ἐς εἴριον προστιθέσθω πρὸς τὸ στόμα τῆς μήτρης· ἐκ τούτου κατ᾿ ὀλίγον ἔρχεται. Ἄλλο· ἐρευθεδανὸν κόψας καὶ κέδρου πρίσματα, ὕδωρ τε ἐπιχέας, θὲς ἐς τὴν αἰθρίην, εἶτα πρωῒ δὸς πρὸς τὰς ἀλγηδόνας. Ἄλλο· σιλφίου ὁκόσον δραχμὴν μίαν, καὶ πράσου χυλὸν ὁκόσον ὀξύβαφον, παραμίξας κέδρινον ἔλαιον ἥμισυ κυάθου σμικροῦ, δὸς πιεῖν. Ἄλλο· ταύρου χολὴν ὅσον ὀβολὸν, ἢ ἡμιωβόλιον, τρίβων ἐν οἴνῳ δός· ἢ σταιτὶ περιπλάσσων πάλιν καταπιεῖν δίδου. Ἄλλο· καρκίνους ποταμίους πέντε καὶ λαπάθου καὶ πηγάνου ῥίζαν, καὶ αἰθάλην ἀπὸ τοῦ ἰπνοῦ τρίψασα ὁμοῦ πάντα καὶ ἑνώσασα ἐν μελικρήτῳ, ὑπαίθριον θεῖσα, πινέτω νῆστις τρίς. Ἄλλο· σικύης ἐντεριώνην τρίψας λείην ἐν κεδρίνῃ πίσσῃ ἐς εἴριον ἐνελίξας, προσδήσας πρὸς τὸ πτερὸν λίνῳ, προσθέσθω ἔσω· τοῦ δὲ πτεροῦ τὸ σκληρὸν προεχέτω σμικρὸν ἔξω ἐκ τοῦ εἰρίου· ὅταν δὲ αἷμα φανῇ, ἀφελέσθω. Ἄλλο· ἐλλεβόρου μέλανος λαβὼν ῥαβδίον ὅσον ἓξ δακτύλων περιείλιξον ἐν εἰρίῳ, τὸ δὲ ἄκρον ἔα ψιλὸν εἶναι, εἶτα προσθέσθω ἔσω ὅτι μάλιστα· ὅταν δὲ αἱμαχθῇ τὸ ἄκρον, ἀφελέσθω. Ἄλλο· ἐλλέβορον μέλανα καὶ κανθαρίδας καὶ κόνυζαν τρίψας ἐν ὕδατι καὶ ποιήσας βάλανον μαλθακὸν, ὅσον ἑξαδάκτυλον, ξήρανον, κἀπειδὰν σκληρὸν γένηται, εἰρίῳ περιελίξασα προσθέσθω, τὸ δὲ ἄκρον κεδρίᾳ χρισάτω, καὶ ἔστω ψιλὸν, ὅταν δὲ αἷμα φανῇ, ἀφελέσθω. Ἐκβόλιον· ἢν ἔμβρυον τεθνεὸς ἔνδον ᾖ, ἢ ἀπόπληκτον, βατράχιον καὶ ἐλατηρίου σμικρὸν μῖξαι ἐν ὄξει εὐκρήτῳ, καὶ δοῦναι πιεῖν. Ἢ κράμβης ἁπαλὸς καυλὸς κατὰ τὸ ἄκρον νετώπῳ χριόμενος ἐμβαλέσθω.

[92] Νόθα τῇ τελευτῇ τοῦ πρώτου περὶ γυναικείων βιβλίου προσκείμενα. Βηχὸς παιδίου· θαψίην ἐπ᾿ ἀλφίτοισι ψωμίζειν. Ἕτερον· ὠὸν ὀπτήσαντα, τὴν λέκιθον ἐξελόντα, τρῖψαι· καὶ σήσαμον λευκὸν πεφρυγμένον καὶ ἅλες, ἐν μέλιτι ἐλλείχειν. Τὴν κοιλίην λῦσαι παιδίου· εἴριον ἄπλυτον ἐς μέλι βάψας ἐνθεῖναι· ἢν δὲ γεραίτερον ᾖ, κρομμύων τὰ ἔσωθεν τρίψας ἐντιθέναι· ἢν δὲ μὴ, κλύσαι γάλακτι αἰγὸς, συμμίξας μέλι· ἐὰν δὲ γάλα μὴ ᾖ, σητάνιον ἄλευρον ἐκπλύνας, μέλι καὶ ἔλαιον μίξας, χλιερῷ κλύσαι. Ἄσθματος παιδίου· λιβανωτὸν ἐν οἴνῳ γλυκεῖ, ἀλουσίη, καθαρτήριον· βαλανίδας ποιέειν, κοτύλην μέλιτος, ἀνίσου ὀξύβαφον, ἀσφάλτου δύο δραχμὰς, χολὴν βοὸς, σμύρνης τρεῖς δραχμὰς, πόσιν ἐλατηρίου· ἑψεῖν ἐν χαλκῷ, μίσγειν ἔλαιον χηνὸς, καὶ ὅταν μέλλῃ χρῆσθαι, ἀλείφειν τὰς βαλάνους τῷ χηνείῳ μαλακῷ· εἰρίῳ δὲ χρῆσθαι τῷ ὀΐῳ, ἐλαίῳ δὲ σχινίνῳ, τούτῳ μίσγειν κιννάβαρι.

[93] Ἔμετον λύει· ὠκύμου χυλὸς ἐν οἴνῳ λευκῷ. Ἕτερον· ἀλήτου σητανίου κεχυλισμένου τὸ ὕδωρ, ἢ ῥοιὰς γλυκείας καὶ ὀξείας ἀποχυλώσας, εἶτα μέλι μίξας.

[94] Τὸ σηπτικὸν ὧδε ποιέεται· ἐλλέβορος μέλας, σανδαράκη, λεπὶς χαλκοῦ, ἴσον ἑκάστου τρίβειν χωρίς· ὅταν δὲ λεῖον ᾖ, παραμῖξαι μιᾶς μερίδος διπλάσιον τίτανον, ἀναδεύσας κεδρίνῳ, χριέτω.

[95] Ὀπτὸν φάρμακον ὧδε ποιέεται· ἄνθος κεκαυμένον καθαρῶς, ἄχρις οὗ φοινικοῦν γένηται, τρίψας λεῖον, τουτέῳ χρῶ.

[96] Τὸ μέλαν φάρμακον· λεπὶς, ἄνθος, χωρὶς τρίβειν ἑκάτερον· ὅταν δὲ λεῖον τρίψῃς οὕτω, μίσγειν· ποιέειν δύο ἢ τρία εἴδη τοῦ φαρμάκου, τὸ μὲν ἰσχυρότατον τὸ ἄνθος τριτημόριον τῆς λεπίδος, τὸ δὲ δεύτερον, τεταρτημόριον, τὸ δὲ τρίτον, πεμπτημόριον· τοῦτο τὸ φάρμακον ἐπιπᾶν ἁρμόζει.

[97] Διαλειπτὸν πρὸς τὴν συνάγχην· κάχρυς, ἀσταφὶς ἀγρία, ἀψίνθιον, ἐλατήριον, μέλι.

[98] Ἐν τοῖσι ποδαγρικοῖσιν ὀδυνήμασι τὰ ἀφιστάμενα ἁλὶ καταπλάσσειν ὕδατι φύροντα λεῖον, καὶ μὴ λύειν τριῶν ἡμερέων· ὅταν δὲ λύσῃς, αὖθις νίτρον ὠμὸν, τοῦ ἐρυθροῦ τρίψαντα καὶ μέλι ὀλίγον, τουτέῳ ὥσπερ ἁλὶ χρέεσθαι τὸν ἴσον χρόνον· ἐς κύθραν ἅλας ἐμβάλλειν λείους, εἶτα στυπτηρίην ὀλίγην ἐπιπάσαι, εἶτα τιθέναι τὰ χαλκεῖα, καὶ αὖθις ἐπιπάσσειν τοὺς ἅλας καὶ τὴν στυπτηρίην, εἶτα καταλείψας ὑποκάειν νύκτα καὶ ἡμέρην.

[99] Τὴν ἕδρην ἐμβάλλει· ἀσταφίδι λείῃ, τετριμμένῃ, ξηρῇ, ἐπαλείφειν τὴν ἕδρην.

[100] Τὰ πεπωρωμένα διαχεῖ· σανδαράκην ἐν σταιτί.

[101] Θρίδακος τῆς ἐρυθρῆς ὀπὸς ὀδύνην λύει πᾶσαν ἐν ὕδατι, σταθμὸς ἡμιωβόλιον ἀττικόν.

[102] Ὀφθαλμικά· χαλκὸς κεκαυμένος, ἰὸς, σμύρνα χολῇ αἰγὸς λύεται· ταῦτα πάντα ὁμοῦ τρίψας λεῖα, οἴνῳ διιέναι λευκῷ· εἶτα ξηρᾶναι πρὸς τὸν ἥλιον ἐν χαλκείῳ· ἔπειτα ἐς κάλαμον ἐμβαλὼν, ξηρῷ χρῆσθαι.

[103] Ἔμπλαστρον· μίσυ κατακαύσας, τρῖβε ἐν ἴγδῃ· ξυμμίσγειν δὲ αὐτῷ σποδὸν χρυσῖτιν πεπλυμένην· ἔστω δὲ τῆς σποδοῦ τρία, τοῦ μίσυος ἕν· τὸ μίσυ κατάκαιε ἐς μᾶζαν, φυλασσόμενος ὅκως μὴ ἐκρυῇ· ὀπτώμενον γὰρ ἐξυγραίνεται· ὅταν δὲ καλῶς ὀπτὸν ᾖ, φοινίκεον γίνεται. Ἔμπλαστρον· ψιμύθιον τὸν αὐτὸν τρόπον μισγόμενον τῷ μίσυϊ ὠπτημένῳ, ὥσπερ ἐν τῇ χρυσίτιδι σποδῷ τὸ μίσυ γίνεται. Ἕτερον ἔμπλαστρον ἰσχυρότερον τούτου· σποδὸς κυπρίη ἐκ τοῦ ἀσβόλου πεπλυμένη, καὶ ψιμύθιον, καὶ μίσυ ὀπτόν· εἶναι δὲ δύο μοίρια τῆς σποδοῦ καὶ τοῦ ψιμυθίου, ἓν τοῦ μίσυος.

[104] Ὑγρὸν ἀνεμώνης, τὰ φύλλα κόψαντα, ἐκπιέσαι, καὶ ἐς τὸν ἥλιον θεῖναι ἐν χαλκῷ ἐρυθρῷ κατακαλύψαντα, ὅκως μηδὲν ἐμπεσεῖται· ὅταν δὲ παχὺ ᾖ, διαπλάσσειν φθόεις, εἶτα ξηραίνειν· ὅταν δὲ ξηρανθῇ, κατακαίειν ὡς δυνατὸν μάλιστα· εἶτα ἐπειδὰν ψυχθῇ, τρίβειν λεῖα, καὶ μίσγειν σποδὸν πεπλυμένην τὴν ἐκ τοῦ ἀσβόλου ἴσην πρὸς ἴσον, εἶτα παραστάζων νέτωπον σμικρὸν τρίβειν, εἶτα μέλιτι διιέναι· εἶτα ξηρήνας, ἐς χαλκῆν κιστίδα [ἐμβαλὼν,] τουτέῳ χρῶ. Ξηρὸν μαλακόν· σποδὸς κυπρίη, χαλκῖτις ἄπλυτος, λεῖα τετριμμένη, καὶ ἄνθος χαλκοῦ, ταῦτα ἴσα μίσγειν καὶ τρίβειν λεῖα. Ἕτερον ξηρόν· σποδὸς κυπρίη, χαλκῖτις λεῖα τετριμμένη, καὶ σποδὸς χρυσῖτις ἄπλυτος, ἐν ᾗ ἀφέψεται τὸ χρυσίον, ἴσα ἀλλήλοις λεῖα τρίβειν. Ἕτερον ξηρόν· σποδὸς πεπλυμένη, χρυσῖτις καὶ ἀφρὸς χαλκοῦ ἴσα λεῖα. Ἕτερον· ὀμφακὸς χυλὸς, καὶ σποδὸς κυπρίη· τὴν ὄμφακα ἀκμάζουσαν χρὴ ἐκπιέσαι τὸν χυλὸν δι᾿ ὀθονίου ἐς χαλκὸν ἐρυθρὸν, καὶ μῖξαι ὄξεος τρίτον μέρος λευκοῦ ὡς ὀξυτάτου, καὶ οὕτω καθεψεῖν ἐν τῷ ἡλίῳ, καὶ ἀναταράσσειν πεντάκις τῆς ἡμέρης· ὅταν δὲ παχὺς γένηται ὁ χυλὸς, σποδὸν τῆς κυπρίης τῆς χαλκίτιδος λείην ἐμβαλεῖν καὶ ἀναμῖξαι, ἐμβάλλειν δὲ τὴν σποδὸν, ὅταν ἑκταῖος ἢ ἑβδομαῖος ὁ χυλὸς ἐν τῷ ἡλίῳ κείμενος ᾖ, ἐς κοτύλην ἀττικὴν τοῦ χυλοῦ τῆς σποδοῦ δραχμὰς ὀκτώ· ἐὰν δὲ βούλῃ δριμύτερον εἶναι, ἐλάσσω τὴν σποδόν· ἐὰν δὲ μαλθακώτερον, πλέω· μετὰ δὲ ταῦτα ξηραίνειν, ἄχρις οὗ δυνατὸν διαπλάσαι φθόεις· εἶτα ἐγξηραίνειν, κρεμάσας ἄνω ὑπὲρ καπνοῦ, καὶ οὕτω ξηραίνειν μέχρις οὗ ὀστρακῶδες γένηται, ὥστε τριβόμενον μὴ ξυστρέφεσθαι, εἶθ᾿ οὕτως χρῶ· κείσθω δὲ ὅκου ἰκμάδα μὴ ἕξει. Ἕτερον ξηρόν· σποδὸς, χαλκῖτις ὄξει πεφυρμένη λευκῷ, εἶτα φθόεις ποιήσας ξηρῆναι· ὅταν δὲ ξηρανθῇ, λεῖον τρίβειν.

[105] Ὑπαλείφειν ὀφθαλμόν· μέλι ὡς κάλλιστον καὶ οἶνον παλαιὸν γλυκὺν ἑψεῖν ὁμοῦ. Πρὸς ἄργεμον· αἰγείρου δάκρυον, γάλα γυναικεῖον μίξας χρῶ. Ἐὰν ὀφθαλμὸς δακρύῃ καὶ ὀδύνη ἔχῃ· ῥοιῆς γλυκείης τὸν χυλὸν ἐκπιέσας, ἐν χαλκείῳ ἑψεῖν ἐν πυρὶ μαλθακῷ, μέχρι οὗ παχὺ γίνηται καὶ μέλαν ὥσπερ πίσσα· ἐὰν δὲ θέρος ᾖ, ἐς τὸν ἥλιον τιθέναι· εἶτα ὑγρῷ ὑπαλείφειν. Ἐὰν δὲ δακρύῃ καὶ γλαμυρὸς ᾖ ὁ ὀφθαλμὸς, ὅταν ἡ σταφυλὴ ἡ λευκὴ πέπειρος ἰσχυρῶς καὶ ἰσχνὴ ἐπὶ τῇ ἀμπέλῳ ᾖ, ἐπιδρέψας ἐξηθῆσαι, εἶτα ξηραίνειν ἐν τῷ ἡλίῳ· ὅταν δὲ ξηρὸν ᾖ, ἀποξέσαι, μῖξαι δὲ ἴου ἡμιωβόλιον ἀττικῷ σταθμῷ· εἶτα τούτῳ ὑπαλείφειν. Παράπαστον· μόλιβος κεκαυμένος καὶ σποδὸς ἴσα, σμύρνης δέκατον μέρος, ὀποῦ μήκωνος σμικρὸν, οἶνος παλαιός· ξηρὰ τρίψας χρῶ. Σκίλλα, καὶ σποδοῦ τρίτον μέρος, καὶ ψιμυθίου, τρίτον μέρος χάρτου κεκαυμένου, μέρος δέκατον σμύρνης.

[106] Εἰ βούλει ἐκ τοῦ σώματος τρίχας ἀπελάσαι· δακρύῳ ἀμπέλου ἀλείφειν ἐλαίῳ· ἢν δὲ καὶ τὸν ὀφθαλμὸν βούλῃ, ἀποδρέψας ἀλείφειν. Ἀλκυόνιον κατακαύσας, ἔπειτα τρίψας λεῖον, οἴνῳ διεὶς, ἐπαλείφειν· καὶ ἄπεισι σὺν λεπτῷ δέρματι, καὶ ἔσται ἐρυθρὸν καὶ εὔχροον.

[107] Λειεντερίης· φακοὺς, πυροὺς σιτανίους ὅσον δύο χοίνικας βρέξας, ἐπειδὰν μαλθακοὶ ὦσι διατρωγόμενοι, ἰσχυρῶς ποιῆσαι λείους ἐν ὅλμῳ ἢ ἐν θυΐῃ· ἔπειτα ἐπιχέαι ὕδατος κοτύλας ἓξ, καὶ ἀνακινῆσαι ἰσχυρῶς· ὅ τι δ᾿ ἂν ἀπέλθῃ, ἐγχέας ἐς χύτρην, ἑψεῖν, μέλι ὀλίγον παραχέας· ἐπειδὰν δὲ ἑφθὸν ἰσχυρῶς γένηται, φρύξας διδόναι ἐσθίειν τούτου· ἢν δὲ διψῇ, οἶνον πινέτω ὡς παλαιότατον· τουτέῳ χρήσθω, ἄχρις ἂν ὑγιὴς γένηται.

[108] Ἢν δὲ κόρυζαν ἔχῃ, σμύρναν τρίψας λεῖα, καὶ μέλι μίξας, ὀθόνιον ἀναποιήσας, τὰς ῥῖνας τρίβειν.

[109] Κλυσμὸς φλέγμα ἄγων· θαψίης πόσιν, ἢ ἀσταφίδος ὅσον τεσσαράκοντα κόκκους, ἢ κνιδίου πόσιν, ἢ κνήστρου· μίσγειν δὲ μέλιτος ἡμικοτύλιον, ἐλαίου ἴσον, διιέναι θαλάσσῃ, πίτυρα ἐναφεψήσας ἢ πτισάνην, μέχρις οὗ λιπαρὰ γένηται, ἢ στέατος, ἢ τεύτλου χυλῷ μούνῳ, ἢ γάλακτι ἑφθῷ, ἢ ἀκτῆς χυλῷ, ἢ λινοζώστιος χυλῷ· παραμίσγειν δὲ νίτρου ὅσον δέκα δραχμὰς, ἢ ἁλὸς τρυβλίον, πλὴν ἐς θάλασσαν. Ἢν δὲ θέλῃς χολὴν ἄγειν· ὀποῦ πόσιν, ἐλατηρίου ὁλκὴν καὶ ἥμισυ, κολοκυνθίδος τρῖψαι δραχμὴν σταθμόν· διιέναι τοῖς αὐτοῖς οἷς καὶ πρότερον. Ἢν δὲ σφοδρότερον θέλῃς ἄγειν, σικύης ἐντεριώνην, τέσσαρας δραχμὰς ἀποβρέξας ἐν ὕδατος ἡμικοτυλίῳ, τουτέῳ κλύσαι, καὶ ἐὰν ἐξελθὼν δάκνῃ, μετακλύσαι πτισάνης χυλῷ. Ἕτερον· ἐν γάλακτι ἑφθῷ ὀνείῳ, ἢ ἐν τεύτλου χυλῷ τρισὶ κοτύλαις ἀποβρέχειν τὴν ἐντεριώνην, παραμίσγειν δὲ ἅλας καὶ μέλι καὶ ἔλαιον, μετακλύζειν δὲ πτισάνης χυλῷ. Ἕτερον· κολοκυνθίδος δραχμὴν τρίψας καὶ προβρέξας ἐν γάλακτι ὀνείῳ, μίσγειν τὰ αὐτά. Ἕτερον· ἐντεριώνης δραχμὴν, ἐλατηρίου πόσιν, σολόμης ὅσον τοῖσι τρισὶ δακτύλοις, μέλι, ἔλαιον, διιέναι θαλάσσῃ. Ἢν δὲ κόπριον θέλῃς ἀγαγεῖν, μηδὲν πίνειν φάρμακον, τοῖσι δὲ ἄλλοισι χρῶ. Δυσεντερίης κλυσμός· ἐν οἴνῳ σίδια ῥοιῆς γλυκείης ἑψῆσαι ὡς πλεῖστα, ἑψεῖν δὲ μέχρις οὗ τὸ ἥμισυ λειφθῇ, μίσγειν δὲ μέλι, ἔλαιον, τεταρτημόριον κοτύλης ἑκατέρου. Τεινεσμοῦ· λιβανωτοῦ τέσσαρας δραχμὰς, μύρου ῥοδίνου ἡμικοτύλιον, πτισάνης χυλὸς, θάλασσα ἑφθή. Ἐλλεβόρου δύο πόσιας τρίψας, ὕδατος διεὶς ἡμικοτυλίῳ, ἐλαίου ἴσον κλύζειν. Χυλὸν ἐγχέας ἐς σκαφίδα, μῆλα κυδώνια κατατάμνειν, καὶ ἐᾷν ἐκβρέχεσθαι· ἐπειδὰν δὲ τὸ ὕδωρ τὴν ὀσμὴν ἔχῃ, διδόναι πίνειν. Πτισάνης λέκιθον ἐμβαλὼν ἐς χοέα ὕδατος, ἕψε μέχρι λιπαρὸς γένηται, ψύξας δὲ, τὰ μῆλα κατατάμνειν, κηρίον δὲ καταβρέξαι ἐν ὕδατι, καὶ ἅμα τρίβειν, ἔστ᾿ ἂν ὑπόγλυκυ ᾖ, καὶ διηθήσας, ἐμβάλλειν σελίνου φύλλα. Ἕτερον· ἀσταφίδα λευκὴν ἐς ὕδωρ ἐμβαλὼν, καλαμίνθην ἢ κορίον ἀνατρίβειν ἐς ὕδωρ ὑπόγλυκυ.


Περὶ Γυναικείων Β᾿

ΓΥΝΑΙΚΕΙΩΝ ΤΟ ΔΕΥΤΕΡΟΝ.

[110] Ῥόος λευκὸς ἐν τῇσι γεραιτέρῃσι τῶν γυναικῶν μᾶλλον γίνεται ἢ ἐν τῇσι νεωτέρῃσι· ῥόος πυῤῥὸς ἐν ἀμφοτέρῃσι· ῥόος ἐρυθρὸς ἐν τῇσι νεωτέρῃσιν. Καὶ ῥόος ἐρυθρὸς μὲν γίνεται ἐκ πυρετοῦ, μᾶλλον δὲ ἐκ τρωσμοῦ· γίνεται δὲ καὶ ἐξ ἀπολήψιος ἐπιμηνίων, ὅταν ἀποκλεισθέντα ἐξαπίνης καταῤῥαγῇ· γίνεται δὲ καὶ ἐκ τόκων. Αἷμα ῥέει πάμπολυ, καὶ θρόμβοι ἐκπίπτουσι, καὶ ὀδύνη γίνεται τῶν κληΐδων καὶ τῶν τενόντων, καὶ νάρκη τοῦ σώματος ἀπόψυξίς τε τῶν σκελέων· ἐνίοτε δὲ καὶ ἤρεισε τοὺς ὀδόντας, ἢν πλέον ᾖ τὸ αἷμα τὸ ἀπιὸν, καὶ ἄναυδοι γίνονται, καὶ ἱδρὼς καταχεῖται πουλύς· πρὸς δὲ τούτοις καρδιωγμοί τε γίνονται, καὶ περιψύξιες, καὶ πυρετοὶ ἀκρητόχολοι καὶ ἀλυσμώδεες, καὶ τῆς αὐτῆς ἡμέρης πολλάκις ῥιγέουσι, καὶ αὖθις ἱδροῦσι, καὶ ἄλλοτε μὲν ἀπὸ τῶν ἄνω χωρίων σπασμοὶ γίνονται σφίσιν, ἄλλοτε δὲ ἀπὸ τῶν κάτω, καὶ ἐς τοὺς βουβῶνας ὀδύναι ὀξεῖαι ἐμπίπτουσι καὶ ἰσχυραὶ, φοιτέουσαι ὥσπερ ὠδῖνες· ἐνίοτε δὲ καὶ στραγγουρίη· καὶ τὸ στόμα ξηρὸν, καὶ δίψα πιέζει, καὶ ἡ γλῶσσα τρηχείη, καὶ οἱ δάκτυλοι ξυνέλκονται τῶν ποδῶν οἱ μεγάλοι, καὶ τὰς γαστροκνημίας αἰεὶ τῷ μηρῷ ξυντιταίνεται, καὶ τῆς ὀσφύος περιωδυνίαι, καὶ τῶν χειρέων ἀκρασίη. Ὁκόταν δὲ τοιαῦτα γίνηται, τότε καὶ τέτανοι φιλέουσι γίνεσθαι ἀπὸ τῶν κληΐδων κατὰ τὰς σφαγὰς ἐς τὰς γνάθους καὶ τὴν γλῶσσαν, ἐκ δὲ τῶν τοιουτέων ὀλίγῳ ὕστερον ὄπισθεν ἀπὸ τῶν τενόντων κατὰ τὴν ῥάχιν, καὶ ὧδε ἀπόλλυνται κατὰ βίην. Προλέγειν οὖν δεῖ ἀρχομένων τῶν ῥόων, διαιτῇν δὲ τόνδε τὸν τρόπον· πρωῒ μὲν διδόναι πρὸς τοὺς ῥόους φάρμακον πίνειν, ὧν ἂν ἐγὼ γράψω, οὗ ἂν δοκέῃ δεῖσθαι μάλιστα, διδόναι δὲ καὶ τρὶς καὶ τετράκις· καὶ ἢν πουλὺ ἀπίῃ τὸ αἷμα, διαιτῇν οὖν, ἢν μὲν ἀπύρετοι ἔωσι, σιτίοισιν· ἢν δὲ πυρεταίνωσι, ῥοφήμασιν. Ἔστι δὲ τῶν μὲν ῥοφημάτων τάδε ἐπιτηδειότατα· ἔλυμος, φακῆ, ἄλητον ἑφθὸν σητάνιον, χόνδρος κάθεφθος ῥοφητὸς, ζειὰ κάθεφθος· τῶν δὲ πομάτων, πάλη ἀλφίτου ἐφ᾿ ὕδατι, καὶ τὰ κνήσματα τὰ ἀπὸ τῶν ἄρτων κεκομμένα, καὶ ἄλφιτα προκώνια λεπτὰ βεβρεγμένα ἐν ὕδατι, ἐλλείχειν ἄναλτα· τῶν δὲ σιτίων, ἄρτος ἔξοπτος ἐν σποδιῇ· ὄψον δὲ λαγωοῦ κρέας, πελιάδος, φάσσης, καὶ ἑφθὰ καὶ ὀπτὰ, ἐρίφου κρέας ὀπτὸν, μηδενὶ περιπεποιημένον, ἐς ὄξος ἐμβάπτων, ἧπαρ ἐν σποδιῇ ὀπτὸν αἰγὸς ἢ βοὸς, ὠῶν ὀπτῶν λέκιθοι, τυρὸς ἄναλτος· λαχάνων δὲ μηδέ τινος γεύεσθαι, μήτε ἑφθῶν μήτε ὠμῶν, καὶ λουτρῶν ἀπέχεσθαι, καὶ ἐπιδέειν τὼ χέρε εἰρίῳ ῥερυπωμένῳ στρέψαντα καὶ παχετὸν ποιήσαντα ὑπὲρ τῶν ἀγκώνων καὶ τῶν ἰγνύων ὑπὲρ τῶν γουνάτων, καὶ σικύας ἀείρειν ἐπάρας μαζοὺς ὑπ᾿ αὐτέους, ἄλλοτε μὲν ἐς τὰ δεξιὰ, ἄλλοτε δὲ ἐς τὰ λαιά· ἢν δὲ δύσπνοια γένηται πρὸς τὴν πρόσβλησιν τῆς σικύης, ἀφαιρέειν τὴν σικύην· αἷμα δὲ μὴ ἀπάγειν· προσθέτοισι δὲ χρῆσθαι, οἷσιν ἂν ἐγὼ γράψω τῶν στασίμων τοῦ αἵματος προσθετὰ ποιέοντα τῇσι τοιαύτῃσιν. Ἢν μὲν περιγένηται ἐκ τῶν ῥόων, ἀπιόντος πολλοῦ αἵματος, τό τε χρῶμα ἀφυῶδες, καὶ τὸ πρόσωπον μετάρσιον, καὶ ἐν τοῖσιν ὑποφθαλμίοισιν οἰδήματα, καὶ τὰ σκέλεα ἐπηρμένα, καὶ ἡ ὑστέρη ὑγρὴ, καὶ αἰεὶ ἀνεστόμωται παρὰ λόγον, καὶ τὰ ἀπιόντα ὑδαρέα, οἷον ἀπὸ κρεῶν ὠμῶν χυμός. Τῇσι τοιαύτῃσι χρὴ, ὅταν ἰσχύῃ, καὶ ἐμέτους ποιέειν νήστιας, καὶ μετὰ τοὺς ἐμέτους ἄριστον διδόναι. Ταύτῃσι ξυμφέρει ὀλιγοποσίη, οἶνος μέλας ἀκρητέστερος, ἀλουσίη, ψυχρολουσίη, περίπατοι, μονοσιτίη, πᾶσα ξηρασίη. Ἢν δὲ πρὸς ταῦτα μὴ καθιστέωνται μηδὲ ξυμπίπτωσιν αἱ ὑστέραι, μηδὲ τῶν ῥευμάτων ἀπαλλάσσωνται, ἀποσκεπτόμενον χρὴ ἐς τὴν δύναμιν τοῦ σώματος, ἢν ᾖ δυνατὴ, ἐλλεβορίζειν· ἢν δὲ μὴ ἐνακούσῃ, τὴν κεφαλὴν καθαίρειν· καθήραντα δὲ τὰ λοιπὰ διαίτῃ θεραπεύειν τὸν αὐτὸν τρόπον, ὅνπερ τὰς ἀτέκνους.

[111] Σκεπτέον δὲ καὶ τὰς φύσιας τῶν γυναικῶν καὶ τὰς χρόας καὶ τὰς ἡλικίας καὶ τὰς ὥρας καὶ τοὺς τόπους καὶ τὰ πνεύματα. Αἱ μὲν γὰρ ψυχραὶ ὑγραὶ καὶ ῥοώδεες, αἱ δὲ θερμαὶ ξηρότεραί τε καὶ στάσιμοί εἰσιν· αἱ μὲν γὰρ ὑπέρλευκοι ὑγρότεραί τε καὶ ῥοωδέστεραι, αἱ δὲ μέλαιναι ξηρότεραί τε καὶ στρυφνότεραι· αἱ δὲ οἰνωποὶ μεσηγύ τι ἀμφοῖν ἔχουσιν. Καὶ ἀμφὶ τῶν ἡλικιῶν ὡσαύτως ξυμβαίνει· αἱ μὲν γὰρ νέαι ὑγρότεραι καὶ πολύαιμοι ὡς ἐπὶ τὸ πουλύ· αἱ δὲ πρεσβύτεραι ξηρότεραι καὶ ὀλίγαιμοι· αἱ δὲ μέσαι μέσον τι ἀμφοῖν ἔχουσιν, ἰσενύουσαι. Δεῖ δὲ τὸν ὀρθῶς ταῦτα διαχειριούμενον διαγινώσκειν ἑκάστοτε τὰς φύσιας τῶν γυναικῶν καὶ τοὺς καιροὺς καὶ τὰς ἡλικίας καὶ τὰς ὥρας καὶ τοὺς τόπους καὶ τὰ πνεύματα.

[112] Ἢν ῥόος ἐν τῇσι μήτρῃσιν ἐγγένηται, αἷμα ῥέει πολλὸν, καὶ θρόμβοι πεπηγότες ἐκπίπτουσι, καὶ ὀδύνη ἴσχει ἐς τὰς ἰξύας καὶ τοὺς κενεῶνας καὶ τὴν νειαίρην γαστέρα, καὶ σκληρή ἐστι, καὶ θιγγανομένη ἀλγέει, καὶ ῥῖγος καὶ πυρετὸς ὀξὺς λαμβάνει, καὶ ἀσθενείη ἐπιγίνεται, καὶ πάντα πλὴν ὤμων καὶ ὠμοπλατέων ἀλγέει, καὶ θέρμη ἔχει, καὶ ἐρευθιᾷ, καὶ τὰ φλέβια σκληρὰ ἀντιτυπεόμενα. Ἡ δὲ νοῦσος γίνεται μάλιστα ἐκ τρωσμῶν· γίνεται δὲ καὶ ὁκόταν τὰ ἐπιμήνια μὴ γινόμενα πολλοῦ χρόνου ἐξαπίνης καταῤῥαγῇ. Ταύτῃ, ὁκόταν ὧδε ἔχῃ, ὄλυνθον ξηρὴν κόψας καὶ διασήσας ἐς ὀθόνιον ἐνδῆσαι καὶ προσθέσθαι· καὶ ἐπὶ τὴν νειαίρην γαστέρα ψύγματα ἐπιτιθέναι, φυλασσόμενος μὴ φρίξῃ. Ἐπειδὰν δὲ τὸ ῥεῦμα στῇ, ἀγριελαίης φύλλα ἑψήσας ἐν ὄξει ὡς ὀξυτάτῳ, διανιψάσθω τὰ αἰδοῖα· πινέτω δὲ γίγαρτα καὶ ῥοῦν τὴν ἐρυθρὴν ἑψήσας ἐν ὕδατι ὅσον ἡμικοτύλιον· ἢ μόρα τὰ ἀπὸ τοῦ βάτου τὰ ἐρυθρὰ ξηρήνας, καὶ τρίψας λεῖα μετὰ ἀλήτου σητανίου μίσγων ἴσον ἴσῳ, νήστει διδόναι πίνειν· ἢν δὲ θέλῃς ἰσχυρότερον, τιτάνου ξυμμίξας δύο μοίρας, ἀλήτου ἐπιβαλὼν, πῖσαι· καὶ μὴ λουέσθω· σιτίοισι δὲ χρήσθω ξηροῖσι, καὶ οἴνῳ μέλανι οἰνώδει. Ἢν δὲ οἰδέῃ πεπαυμένου ἤδη τοῦ ῥόου, φάρμακον πῖσαι κάτω· μετὰ δὲ τὸ φάρμακον τὰς ὑστέρας κλύσαι τῷ ἀπὸ τῶν ὀλύνθων, καὶ μετακλύζειν στρυφνοῖσιν· ἢν ταῦτα παθοῦσα ὑγρανθῇ, θυμιήσθω ἕως ἂν ἀποξηραίνῃ.

[113] Ῥόος ἐρυθρός· ῥέει τοιόνδε οἷον αἷμα νεοσφαγέος, καὶ θρομβία διαλάμποντα, ἄλλοτε δὲ καὶ ῥόον ἐρυθρὸν ἐκβράσσει, καὶ ἡ γαστὴρ ἡ νειαίρη ἐπαίρεται, καὶ λεπτύνεται, καὶ νηπελεῖ, καὶ σκληρύνεται, καὶ ἀλγέει ψαυομένη ὡς ἕλκεος, καὶ πῦρ ἔχει καὶ βρυγμός· ὀδύνη τε ἐς αὐτὰ τὰ αἰδοῖα καὶ τὸ ἐπίσειον καὶ ἐς τὸν κενεῶνα καὶ τὰς ἰξύας καὶ τένοντα καὶ κοιλίην καὶ στῆθος, καὶ τὰς ὠμοπλάτας καὶ τἄλλα πάντα ἀλγέει, καὶ ἀδυναμίη καὶ ὀλιγοψυχίη ἔχει, καὶ ὁ χρὼς τρέπεται. Καταρχὰς τῆς νούσου τάδε ἐπιλαμβάνει· ἢν δὲ μηκύνῃ, ταῦτα πάντα ἐπὶ μᾶλλον ἀνθέει, καὶ δῆλος ἡ νοῦσος, καὶ τὰ κοῖλα ἐπανίσταται, καὶ οἱ πόδες οἰδέουσιν. Ἡ δὲ νοῦσος λάζεται ἐκ τόκου μάλιστα, ἤν τι ἐν αὐτέῃ διακναισθὲν μὴ ἴῃ, ἄλλ᾿ ἐνσαπῇ τε καὶ τρυχωθῇ τὸ ἔμβρυον. Ταύτῃ κατ᾿ ἀρχὰς ἢν ἐπιτυγχάνῃς, σπόγγον κατατέγγοντα προστιθέναι ὁκόταν ᾖ ὀδύνη, καὶ ὀθόνιον λεῖον μαλθακὸν κνηστὸν ὕδατι τέγγοντα ψυχρῷ ἐπὶ τὴν γαστέρα ἐπιβάλλειν, καὶ ὕδατι ψυχρῷ καταχεῖν, καὶ τὴν κλίνην ἀπὸ τῶν ποδῶν ὑψηλοτέρην εἶναι, καὶ στορέσαι ὧδε· καὶ τῶν γυναικείων πειρώμενος, ὅ τι ἂν μᾶλλον προσίηται πιπίσκειν· τοῦ σελίνου τὸν καρπὸν κόψαι καὶ φῶσαι σήσαντα, καὶ ἐρύσιμον ὡσαύτως καὶ μήκωνος καρπὸν ξὺν ἀλφίτοισι σήσας, καὶ κνίδης καρπὸν ὡσαύτως· καὶ τῆς ψώρας τῆς ἀπὸ ἐλαίης, καὶ κικίδα, καὶ πήγανον, καὶ ὀρίγανον, καὶ γλήχωνα ἐν ἀλφίτοισι σῆσαι καὶ φυρῆσαι, καὶ κρίμνα ἀπ᾿ ἀλφίτων ἁδρὰ φῶξαι, καὶ πύανα καταλέσας, καὶ τυρὸν αἴγειον περιξύσας τὸ αἶσχος, τῶν μὲν ἄλλων ἴσον ἑκάστου μίσγε, ὀριγάνου δὲ καὶ πηγάνου καὶ ψώρας καὶ κικίδος ἥμισυ, ταῦτα πίνειν νῆστιν πρωῒ πρὸ τῆς κινήσιος· κιρνάναι δὲ χρὴ καὶ ἐς χρῆσιν· ἢν δριμέα ἴῃ, καὶ κυκεῶνα διδόναι, ἓν μὲν τοῦ φαρμάκου μέρος ἔστω, ἓν δὲ τοῦ τυροῦ, ἓν δὲ τῶν ἀλφίτων· ἐς ἑσπέρην δὲ τοῦ μέλιτος ξυμμίσγοντα πιπίσκειν. Καὶ ἄχρι μὲν ἐν ἀρχῇ ἔχηται τῇ νούσῳ, καὶ τὸ αἷμα συχνὸν ἴῃ, καὶ διαλείπῃ ὀλίγον χρόνον, καὶ ὀδύναι ὀξεῖαι ἴσχωσι, ταῦτα χρὴ ποιέειν. Ἢν δὲ τὸ αἷμα ἔλασσον ῥυῇ καὶ δι᾿ ἐλάσσονος χρόνου, πιπίσκειν ἃ δὴ κάτω ὑποχωρέει ἢ ἄνω, καὶ πυριῇν τὰ αἰδοῖα βληχροῖσι πυριήμασιν, ὡς ἂν δοκέῃ ἑκάστοτε καιρὸς εἶναι, καὶ ζειὰς ἐρίξαντα ξὺν τοῖσι κελύφεσι, καὶ ὀλύνθους ἐρινεοὺς αὐήναντα κόψαι, καὶ σῆσαι, καὶ ἐλαίης φύλλα ὁμοίως, ἴσον ἑκάστου, καὶ καταπλάσσειν, καὶ γάλα πιπίσκειν βόειον, ἢ ἑφθὸν, ἢ ὠμὸν, πρὸς τὸ ὀρθῶς ἔχον ὁρῶν, καὶ ὡς ἂν καιρὸς δοκέῃ εἶναι. Ἡ δὲ νοῦσος δοκέει βληχρὴ εἶναι καὶ θανατώδης· ὀλίγαι δὲ διαφεύγουσιν.

[114] Ὁκόταν γυναικὶ αἷμα ῥέῃ ἐκ τῶν ἄρθρων ὑπὸ τόκου διεφθορυίῃ ἢ ὑπὸ νούσου· οἴονται δ᾿ ἔνιοι τοῦτο τῶν ἰητρῶν ῥόον εἶναι, τὸ δ᾿ ἐστὶν ἑτεροῖον· τοῦτο μὲν ἐκ τῶν ἄρθρων κἀκ τῆς ὀσφύος καὶ ἰσχίου κολλῶδες ὁμοῦ τῷ αἵματι· κεῖνο δὲ ἀπὸ ὑστερέων καὶ κοίλων φλεβῶν, καθαρὸν αἷμα. Ταύτην χρὴ ὑποθυμιῇν, ζειὰς κατερίξαντα ὅσον ἡμίεκτον, ὄξει φυρῆσαι ὀλίγῳ, ὅκως μὴ κατὰ πᾶν ὑγρήνῃς τὰς μήτρας, καὶ τοῦ θείου ὁκόσον ἡμιωβόλιον μίξας πρὸς τὰς ζειὰς τετριμμένας καὶ τῷ ὄξει φυρήσας, τὴν νύκτα τίθει· πρωῒ δὲ πῦρ πολλὸν κατακαύσας, ἐπιτιθέναι· καὶ φλόμου βύσματα ἀπὸ ἐλαιηρῶν κεραμίων, καὶ ἀπὸ τοῦ κνάφου τῶν κναφέων ξύμμισγε καθαρσίων, καὶ τοῦ καρποῦ τοῦ ὄφιος· ἀφαιρέειν δὲ τὸ πολλὸν τοῦ πυρὸς, καὶ καίειν, καπνίσαις γὰρ ἂν μάλιστα. Δίφρον δὲ χρὴ ὀπήεντα εἶναι καὶ ἀμφιίζεσθαι τὴν γυναῖκα περιστειλαμένην εἵμασιν, ὡς μὴ παραπνέῃ· ἐπὶ δὲ τὸ πῦρ ἐπιπάσσειν τὸ ξὺν τῷ ὄξει, καὶ τοῦ καρποῦ τοῦ ὄφιος. Καὶ σμύρνα δὲ μισγομένη ἐνεργὸν, καὶ παύει τὰ αἰδοῖα τὸ θυμιητὸν αἱμάσσεσθαι. Ἢν δὲ ἅλις ἔχῃ, ἐρυσίμου καρπὸν πεφωσμένον τρῖψαι καὶ ἐν οἴνῳ διδόναι.

[115] Ῥόος πυῤῥὸς ῥέει, οἷον ἐξ ὠοῦ εἰδεχθέος πουλύ τε καὶ δύσοδμον, καὶ φλεγμαίνουσιν αἱ ὑστέραι, καὶ ὀδύνη ἐκ τῆς ὀσφύος καὶ τῶν βουβώνων, καὶ τὰ ἐπερχόμενα πολλὰ, καὶ ἢν μὴ ἀπαλλάσσηται, ταχὺ ῥέοντα· ἀλλ᾿ ἢν καὶ χρόνος ἐγγένηται, τὰ ἀπιόντα σήπει ὡς οἷόν τε μάλιστα· ῥεῖ γὰρ οἷον ἀπὸ κρεῶν ὀπτῶν χυμός· ἅμα δὲ τουτέοισι πυρετοὶ ἰσχυροὶ καὶ ῥίγεα· ἐκ δὲ τῶν τοιούτων ῥόων αἱ μὲν πολλαὶ ἀπόλλυνται, ὀλίγαι δὲ διαφεύγουσιν. Κἢν μὲν ἐν ἀρχῇ παραλάβῃς, θεραπεύειν ὧδε χρή· ἢν μὲν ἀπύρετοι ἔωσι καὶ ἰσχύωσιν, ἐλλεβορίζειν· ὅταν δὲ γένηται, διαλιπόντα ἡμέρας τρεῖς ἢ τέσσαρας κάτω πῖσαι φάρμακον. Μετὰ δὲ τὴν κάθαρσιν διαιτῇν ὧδε, ὅκως τὰ ῥεύματα ὑδαρέα ἔσται καὶ λιπαρά· πρωῒ μὲν νήστει διδόναι τῶν φαρμάκων τι πίνειν ἐπ᾿ οἶνον ἐπιπάσσων, ὧν ἂν ἐγὼ γράψω πρὸς ῥόον· μετὰ δὲ τὸ φάρμακον ἐν τῇ ἄλλῃ διαίτῃ θεραπεύειν, τὰς δὲ ὑστέρας θεραπεύειν ὧδε· ἢν μὲν φλεγμαίνωσι καὶ ξυμμεμύκωσι, πυριῇν χρὴ μαλθακῇσι τῇσι πυρίῃσι, μέχρις οὗ τὸ στόμα τῶν μητρέων μαλθακὸν γένηται· μετὰ δὲ τὰς πυρίας, κλύζειν τῶν κλυσμάτων ὁκοίοισιν ἂν δοκέῃ δεῖσθαι, ἤν τε καθαρτικωτέροισιν ἤν τε μαλθακωτέροισι· μετὰ δὲ τοὺς κλυσμοὺς μαλθακτήρια προστιθέναι· ἢν δὲ μὴ εὔλυτον τὸ στόμα γίνηται, πυριῇν καὶ μαλθάσσειν προσθέτοισιν ὧν ἂν ἐγὼ γράψω, μέχρις ἂν ἀναστομωθῇ. Ἢν δὲ μὴ πρὸς ταῦτα παύηται τὰ ῥεύματα, καθαίρειν τὴν κεφαλὴν, καὶ οὕτω διαιτῇν· ἢν μὲν δυσουρέῃ, ὄνου γάλα πίνειν· λαχάνοισιν ἑφθοῖσι καὶ ἡμέροισι καὶ ἀγρίοισι, πλὴν σκορόδων καὶ πράσων καὶ κράμβης καὶ ῥεφάνου τῆς μακρῆς· θαλασσίων βάτῳ τῷ λείῳ, σκορπίῳ, γόγγρῳ, νάρκῃ, ἐγχέλυϊ, ψήσσῃ, κωβιῷ, ἑψεῖν δὲ χρὴ ἐν κρομμύοισι καὶ κοριάννοισιν, ἐν ἅλμῃ γλυκείῃ καὶ λιπαρῇ δίεφθα· κρεῶν δὲ μάλιστα μὲν συὸς, δεύτερον δὲ ἀρνὸς, ἢ ὄϊος, ἑφθοῖσι μᾶλλον ἢ ὀπτοῖσι, καὶ ζωμοῖσιν· οἴνῳ λευκῷ μελιχρῷ ὑδαρεῖ· λουτροῖσιν ἄνευ τῆς κεφαλῆς, μὴ λίην θερμοῖσι μηδὲ πολλοῖσιν. Ἢν δὲ πρὸς ταύτην τὴν δίαιταν τῆς μὲν ἑλκώσιος καὶ τῆς φλεγμασίης ἀπαλλάσσωνται, ὑγραὶ δὲ ὦσιν αἱ μῆτραι, ἀντὶ μὲν λουτρῶν ἀλουσίῃσιν, ἀντὶ δὲ κιῤῥῶν οἴνων μέλασιν, ἀντὶ δὲ ὑδαρεστέρων ἀκρητεστέροισιν, ἀντὶ δὲ ἀλφίτων ἄρτοισι, ἀντὶ δὲ ἰχθύων κρέασιν ὀπτοῖσι καὶ σιτίοισι πᾶσι τοῖσι ξηραντικοῖσιν, οἷσιπερ ἐπὶ τῇσι διαῤῥοίῃσι χρεόμεθα· κλυσμῶν ἀπηλλάχθαι πάντων, πλὴν οἴνου καὶ ὕδατος· θυμιῆσθαι δὲ τοῖσι στυπτικοῖσιν· ἄριστον δὲ ἐν γαστρὶ ἔχειν. Ἢν δέ τις νεῆνις ᾖ, ἐμέτους νήστιας, πυκνὰ δὲ ἐπεμέειν, καὶ μετέπειτα ἀριστίζεσθαι σμικρόν. Αὕτη τῶν ῥόων τῶνδε τυγχάνει δίαιτα.

[116] Ῥόος λευκός· ῥέει λευκὸν ὡς ὄνου οὖρον, καὶ ἐν τῷ προσώπῳ οἰδήματα, καὶ τὰ ὑποφθάλμια οἰδέει ἄμφω, ὑδρωποειδέα τε καὶ οὐ πάνυ εὐειδέα τὰ τῶν ὀφθαλμῶν, καὶ τὸ λαμπρὸν ἄπεστι, καὶ γλαμυροὶ οἱ ὀφθαλμοὶ καὶ ἀμβλυώσσοντες, καὶ τὸ χρῶμα ἀφυῶδες καὶ φλυκταινοειδὲς, καὶ ἡ γαστὴρ ἐπανοιδέουσα ἡ νειαίρη, καὶ ἐν τῇσι γνάθοισι κατὰ σμικρὸν ἐρυθροειδέα τε καὶ σμικρὰ καὶ ὑδαρέα καὶ πονηρὰ, καὶ ἐν τοῖσι σκέλεσιν οἰδήματα, καὶ ἢν πιέζῃς τῷ δακτύλῳ, ἐμπλάσσεται ὥσπερ ἐν σταιτὶ, καὶ τὸ στόμα σιέλου ἐμπίπλαται· καρδιωγμοί τε, ὁκόταν νήστιες ἔωσιν, καὶ ἐμέουσιν οἷον ὕδωρ ὀξύ· καὶ ἢν πρὸς ἄναντες πορευθῇ, θᾶσσον ἆσθμα ἔχει, καὶ πνὶξ, καὶ σκελέων ἀπόψυξις, καὶ γουνάτων ἀκρασίη, καὶ ἐν τῷ στόματι ἄφθαι, καὶ ὑστέρη παρὰ λόγον ἀνεστόμωται, καὶ ἐμπέπτωκεν ἐν τῷ στόματι βαρέη ὥσπερ μόλιβδος· καὶ διὰ τῶν μηρῶν διατείνουσιν ὀδύναι, καὶ ἀποψύχεται πάντα τὰ κάτω, τὰ ἀπὸ νειαίρης γαστρὸς ἀρχόμενα ἄχρι ποδῶν, καὶ τὰ θέναρα τῶν ποδῶν ναρκῶσι, καὶ ἐπιβαίνειν οὐ δύνανται. Τὰς τοιαύτας χαλεπὸν ἀπαλλάσσειν τῶν νοσημάτων· αἵ τε γὰρ ἡλικίαι προβεβήκασιν, οἵ τε κάματοι ξυγκαταγηράσκουσιν, ἢν μή τι εὐτύχημα τῶν αὐτομάτων λύσῃ γενόμενον. Ταύτῃσι χρὴ ἀπαρύσαι, ὅταν πλεονάζῃ, φαρμάκοισιν ἅσσα χολὴν ξανθὴν μὴ καθαίρει, ἀλλὰ τὰ οὐρητικὰ ταύτῃσι ξυμφέρει πινόμενα, καὶ κεφαλῆς καθάρσιες, καὶ ἀλουσίαι, καὶ τὸ λευκὸν ἐπίθυμον ποιέει, καὶ περίπατοι, καὶ πᾶσα ξηρασίη ἐν τῇ διαίτῃ. Ταῦτα δρῶσαι ὑγιέες μὲν παντελῶς οὐ γίνονται, εὐπετέστερον δὲ διάγουσιν.

[117] Ῥόου λευκοῦ θεραπείη· καθαίρεται λευκὸν ὑπόχλωρον, καὶ ὅταν οὐρέῃ, δάκνει καὶ ἀμύσσει, καὶ ἑλκοῖ τὴν ὑστέρην, καὶ πυρετὸς ἔχει ὀξὺς, καὶ θέρμη πολλὴ, δίψα, ἀγρυπνίη, καὶ ἔκφρονες γίνονται, καὶ ὅταν σπουδάσῃ, ἆσθμά μιν ἔχει, καὶ τὰ γυῖα λύονται. Ταύτην μήκωνα πιπίσκειν λευκὴν, καὶ κνίδης καρπὸν, ἄμεινον καὶ ῥοιῆς γλυκείης ῥίζαν καὶ φύλλα καὶ ῥόον καὶ κικίδα· ταῦτα ἐν οἴνῳ στρυφνῷ πιπίσκειν, καὶ ῥοιῆς χυλὸν, καὶ ξυμμίσγειν τυρὸν αἴγειον· ὑποκάπνιζε δὲ ζειὰς καὶ ὀλύνθους χειμερινοὺς καὶ ἐλαίης πέταλα καὶ ψώρας, καὶ σικύης λέμματα τρίτον μέρος, τὰ δ᾿ ἄλλα ἴσον· καὶ τῶν ἑψανῶν ῥοφέειν, καὶ τὰ δι᾿ ἀμυγδάλων καὶ σησάμου ῥοφήματα, καὶ αἰωρέεσθαι καὶ ὀχέεσθαι καὶ μὴ ἠρεμεῖν.

[118] Ῥόος ἄλλος· καθαίρεται ὁκοῖον προβάτου οὖρον πολὺ, χροιὴ λευκὴ, καὶ οἰδέει πᾶσα, καὶ ἐν τῇσι κνήμῃσι πόμφοι ἀνίστανται, καὶ ἢν ἐπαφήσῃ τῷ δακτύλῳ, τῇσι κνήμῃσι καὶ τοῖσι ποσὶν ἐμπλάσσεται βοθροειδέα, καὶ ἤν τι φάγῃ, ἐμπίπλαται, καὶ φλεγμαίνει, καὶ ἐπειδὰν ὁδοιπορήσῃ καὶ ἔργον τι δράσῃ, ἆσθμά μιν λαμβάνει καὶ πόνος, καὶ ἡ χροιὴ λευκὴ, ἐνίοτε ὑπόχλωρος. Ταύτῃ, ἢν ἰσχύῃ καὶ ᾖ νέη, καὶ τἄλλα φαίνηται, καταρχὰς δίδου ἄνω φάρμακον καὶ κάτω· καὶ τὴν κεφαλὴν κάθαιρε, ἢν μὲν φλεγματώδης ᾖ, δι᾿ ὧν φλέγμα καθαίρεται, ἢν δὲ χολώδης, δι᾿ ὧν χολή· καὶ ἢν ὥρη ᾖ τοῦ ἔτεος καὶ ἢν μὴ φύσει ᾖ σπληνώδης, καὶ ἤν τι τῶν εἰρημένων ᾖ, ὀῤῥὸν διδόναι, ἀφεψεῖν δὲ καὶ πίνειν ὡς πλεῖστον χρόνον· καὶ ἐς ἑσπέρην οἶνον γλυκὺν ὑδαρέα, ἢν δέῃ, σίτου δὲ μὴ ἅπτεσθαι· ἢν δὲ ἀσθενὴς ᾖ, ῥοφήματι ὡς ἐλαχίστῳ, καὶ ἀλουτεέτω· ἐπειδὰν δέ σοι καιρὸς δοκέῃ εἶναι, τῆς πόσιος παυέσθω, καὶ μετὰ τὴν κάθαρσιν σιτίοισι χρεέσθω, ἀπεχομένη λιπαρῶν καὶ δριμέων καὶ γλυκέων, καὶ ἁλμυρῶν, καὶ λαχάνων δριμέων, χρῆσθαι δὲ ἰχθύσι πετραίοισι καὶ κρέασι μηλείοισιν, ἢ ὀρνιθίοισιν, ἢ λαγωοῖσιν, ἄρτῳ σποδίτῃ ἢ ἐρικτοῖσι, καὶ λαχάνοισιν ἑφθοῖσι χρεέσθω, καὶ ἀγρίοισι τρωκτοῖσι καὶ ἡμέροισιν ἄτερ δριμέων· καὶ περιπατείτω πρωῒ καὶ ἀπὸ τοῦ σίτου. Ἐπὴν δέ σοι δοκέῃ ταῦτα ποιέοντι ξηροτέρη εἶναι, κλύζειν τὰς ὑστέρας τῇ τρυγί· τρεῖς δὲ ἢ τέσσαρας ἡμέρας διαλιπὼν, μετέπειτα στρυφνοῖσι κλύσαι, καὶ ἐπισχόντα, ἢν μὲν ᾖ ξηρὴ, ἡσυχίην ἄγειν, καὶ ἢν φύσει ᾖ χολώδης ἢ φλεγματώδης, ὑπὸ δὲ τῆς διαίτης καὶ τῆς φαρμακοποσίης λεπτυνθεῖσα, ἢν μὴ δύνηται ἀναλαβεῖν, γάλα πινέτω τεσσαράκοντα ἡμέρας βόειον, θερμὸν ἀπὸ βοός. Τὴν δέ γε φλεγματώδεα ἄμεινον σιτίοισιν ὡς ἐλαχίστοισι χρέεσθαι, ἕως ἂν γαλακτοποτέῃ, ἔστω δὲ μέτρον ὅσον ἓξ κοτύλαι ἀττικαὶ, ἄρχεσθαι δὲ ἀπὸ δύο, καὶ προσθέτω κοτύλην ἑκάστης ἡμέρης, ἄχρις ἂν ἓξ γένωνται, κἀκ τοῦ κατ᾿ ὀλίγον ἐπὶ τὸ ἔλασσον, καὶ μετὰ τὴν γαλακτοποσίην ἀνακόμιζε σιτίοισι καὶ διαίτῃ. Καὶ μετὰ τὴν τοῦ γάλακτος πόσιν πινέτω πρωῒ νῆστις ἀδίαντον, ξηρήνας, κοψάτω, καὶ διασήσας διὰ κρησέρης, τοῦτο διδόναι ἐν οἴνῳ μέλανι εὐώδει κεκρημένῳ. Ἢν δὲ ὑποστρέφῃ ἡ νοῦσος, πυριῆσαι αὐτὴν ὅλην, καὶ αὖθις φαρμάκοισι καθῆραι κάτω, καὶ μετὰ τοῦτο κλύσαι τὰς ὑστέρας, ἢν μὲν φύσει ᾖ φλεγματώδης, τῷ κόκκῳ τῷ κνιδίῳ, ἢ τῇ ῥίζῃ τῆς θαψίης, ἢν δὲ χολώδης ᾖ, τῆς σκαμμωνίης τῷ ὀπῷ, ἢ κολοκυνθίδι τῇ ἀγρίῃ, κόψας, ἐπιχέας δύο κοτύλας ὕδατος, ἀφεψεῖν ἐς τὸ ἥμισυ, τουτέῳ ξυμμίσγειν μέλι καὶ ἔλαιον ναρκίσσινον ἢ ἄνθινον· ἔστω δὲ τοῦ μὲν μέλιτος τεταρτημόριον κοτύλης, τοῦ δὲ ἐλαίου μέτρον ἡμιόλιον τοῦ μέλιτος· μετακλύζειν δὲ τῷ μέλιτι καὶ τῷ οἴνῳ καὶ τῷ ἐλαίῳ μούνῳ, καὶ θυμιῆσθαι, καὶ ἐπισχεῖν ἡμέρας τρεῖς ἢ τέσσαρας· ἀδίαντον δὲ πινέτω. Καὶ ἢν μὴ ἐν γαστρὶ λάβηται, ὑποστρέφει, καὶ ὑποστρεφομένης τῆς νούσου ἀπόλλυται. Ὁκόσας γεραιτέρας λαμβάνει ἡ νοῦσος αὕτη, κατασήπονται αἱ ὑστέραι, ἐκφεύγουσι δὲ πάνυ ὀλίγαι.

[119] Ῥόος ἄλλος· καθαίρεται οἷόν περ ἐξ ὠοῦ ὠμοῦ, χλωρὸν ὑπόλευκον, καὶ ἑλκοῖ τὸ αἰδοῖον, καὶ οἰδίσκεται τούς τε πόδας καὶ τὰς κνήμας, καὶ τὰ κοῖλα τῶν ὀφθαλμῶν ἐπανοιδέει, καὶ οἱ ὀφθαλμοὶ ὑγροὶ γλαμυροὶ, καὶ ἢν βαδίζῃ, ἆσθμά μιν λαμβάνει, καὶ ἀσθενείη γίνεται. Ἡ δὲ νοῦσος φύσει φλεγματώδης· καὶ ἢν μὴ καθαρθῇ, πυρετήνῃ δὲ χολῆς κινηθείσης, φλαῦρον· γεραιτέρας δὲ ἡ νοῦσος αὕτη λαμβάνει μᾶλλον ἢ νεωτέρας. Ὁκόταν δὲ ὧδε ἔχῃ, ἢν μὲν ἀνοιδήσῃ σφόδρα, διδόναι κάτω φάρμακον πιεῖν ὅ τι φλέγμα καὶ χολὴν ἰνήσεται· ἢν δὲ μὴ ἰσχυρῶς οἰδέῃ καὶ τὸ φλέγμα αὐτὴν πιέζῃ, ἄνω δοῦναι φάρμακον· καὶ ἢν μὲν ᾖ δυνατὴ, ἐλλεβόρῳ καθαιρέσθω· ἢν δὲ μὴ, ὅ τι χολὴν καὶ φλέγμα ἄγει· μετὰ δὲ τὰ φάρμακα ὀῤῥὸν ἑφθὸν διδόναι πίνειν ὡς πλείστας ἡμέρας ξὺν ἁλὶ ὀλίγῳ· ἐπιτρωγέτω δὲ ἡδύοσμον, ἑσπέρην δὲ σίτου μὴ ἁπτέσθω, ῥοφεέτω δὲ ὀλίγον, καὶ ἐπιπινέτω οἶνον γλυκὺν, ἢν χρήζῃ· ἢν δὲ μὴ παρῇ, ὀῤῥόν· γάλα τε ὄνειον ἀφεψῆσαι, καὶ διδόναι τέσσαρας ἡμέρας· ἑσπέρην δὲ ταῦτα ποιέειν, ἢν μὴ πῦρ ἔχῃ νύκτωρ. Ἢν δὲ ᾖ φύσει σπληνώδης, πνευματώδης, λείφαιμος, μήτε ὀῤῥὸν μήτε γάλα διδόναι, ἢν φυσῇ· ἢν δὲ μὴ, κατωτερικοῖσι καθαίρειν. Καὶ ἐπειδάν σοι δοκέῃ καιρὸς εἶναι, κλύσαι τὰς μήτρας, πρῶτον μὲν τῷ ἀπὸ τῆς τρυγὸς δὶς ἢ τρὶς, μετὰ δὲ τοῦτο τῷ ὀπῷ τῆς σκαμμωνίης, οἶνον δὲ ἐπιχέαι γλυκὺν ὅσον κοτύλην ἀττικὴν καὶ ἐλαίου τέταρτον μέρος κοτύλης, μάλιστα μὲν ναρκισσίνου, εἰ δὲ μὴ, ἀνθίνου· μετακλύσαι δὲ τῇ ὑστεραίῃ οἴνῳ κοτύλῃ, καὶ μέλιτι τετάρτῳ κοτύλης, καὶ ῥητίνῃ τρίτην μοίρην μέλιτος, ἔλαιον δὲ ἴσον μέλιτι. Ἢν δὲ τὰ ἀπὸ τοῦ κλυσμοῦ ἀποχωρεῦντα ἴῃ φλεγματώδεα, κλύσαι αὖθις ἐπισχόντα ἡμέρας τρεῖς ἢ τέσσαρας, ἐκλέψαντα τοῦ κόκκου δύο πόσιας· μετακλύζειν δὲ τοῖσιν αὐτέοισιν· ἢν δὲ μὴ παρῇ κόκκος, τῇ ῥίζῃ τῆς θαψίης πόσιν μίαν, καὶ μετακλύζειν τοῖσιν αὐτέοισιν· ἐπὴν δὲ καθαρθῇ τὰ ὑποχωρεῦντα πρὸς τούτους τοὺς κλυσμοὺς, καὶ ἢν γίνηταί τι αἱματῶδες, οἷον ἀφ᾿ ἕλκεος, μετακλύζειν τοῖσι στρυφνοῖσιν. Καὶ ἢν μετὰ ταῦτα αὐτὴ ἐρωτηθεῖσα φῇ τὸ στόμα τῶν ὑστερέων σκληρὸν εἶναι καὶ ὀδύνην ἔχειν, κλύζειν τὸν αὐτὸν τρόπον τῷ ξὺν τῷ πικερίῳ, ἔστ᾿ ἂν ἀποξηρανθέωσιν αἱ ὑστέραι καὶ δοκέῃ ὑγιὴς εἶναι· τὰς δὲ μεταξὺ ἡμέρας τῶν κλυσμῶν πινέτω ἀκτῆς καρπὸν καὶ λαγωοῦ πυτίην καὶ μήκωνος τὸ κέλυφος καὶ κνίδης καρπὸν, ῥοιῆς τε γλυκείης τὸν φλοιὸν, τρίβων ἴσον ἑκάστου· ἄλφιτον δὲ ξυμμίσγειν καὶ ἀδίαντον, ἐν οἴνῳ μέλανι εὐώδει νῆστις· σιτίοισι δὲ χρεέσθω μαλθακοῖσι μὴ ἁλμυροῖσι, μηδὲ δριμέσι· κρέα δὲ ἀμείνω ἰχθύων, ἤγουν ὀρνίθια, ἢ λαγῶα, καὶ λουέσθω θερμῷ μὴ πολλῷ. Ἢν δὲ μὴ λωφήσῃ ὁ ῥόος, ἀλλ᾿ ὑπολείπηται, καὶ ὑγράζωνται αἱ ὑστέραι, θυμιῆσαι τῷ ξὺν τῷ σιδίῳ, καὶ ἔπειτα παρὰ τὸν ἄνδρα ἴτω· κἢν ἐν γαστρὶ ἴσχῃ, ὑγιὴς γίνεται. Αἱ δὲ γεραίτεραι οὐ δύνανται ἀναφέρειν, ἀλλ᾿ ἀπόλλυνται ὑπὸ ἀσθενείης.

[120] Ῥόος ἄλλος· ῥέει ὑπόχλωρον οἷον ἐξ ὠοῦ, καὶ γλίσχρον, καὶ ἡ γαστὴρ ἀνίσταται ἡ νειαίρη, καὶ σκληρὴ γίνεται, καὶ ἢν ψαύσῃς, ἀλγέει, καὶ βρύχει, καὶ πῦρ ἔχει, καὶ ὀδύνη ἐς τὸ ἐπίσειον, καὶ ἐς τὰ αἰδοῖα, καὶ ἐς τὴν νειαίρην γαστέρα, καὶ ἐς τὰς ἰξύας, καὶ λιποθυμίη, ἀλυσμοί τε καὶ περιψύξιες καὶ ἱδρὼς πουλὺς, σφυγμοὶ πρὸς χεῖρα ψαίροντες, βληχροὶ, ἐκλείποντες, καὶ αὐτίκα ὄλλυνται. Ἢν δὲ περιῇ, καὶ ἡ χροιή οἱ τρέπεται, καὶ γίνεται οἷόν περ κηρίον, καὶ ὁ χρὼς τῷ δακτύλῳ πιεζεύμενος μαλθάσσεται, καὶ ἐμπλάσσεται οἷόν περ ἐν σταιτὶ, καὶ οἰδέουσιν οἱ πόδες καὶ τὰ σκέλεα. Ἡ δὲ νοῦσος γίνεται μάλιστα, ἢν ἐν αὐτῇσί τι διακναισθῇ ἢ ἐνσαπῇ ἐν τῷ τόκῳ· αἱ δ᾿ ἀφηλικέστεραι μᾶλλον πάσχουσιν, οὐ πάνυ δὲ ἡ τοιαύτη νοῦσός ἐστιν εὐήθης.

[121] Ἄλλος ῥόος· καθαίρεται οἷον ἀπὸ κρεῶν ὀπτῶν χυμὸς, καὶ ἑλκοῦται τὸ αἰδοῖον καὶ ὅπη ἂν ἄλλῃ τοῦ χρωτὸς ἐπιστάξῃ, καὶ ῥῖγος καὶ πῦρ ὀξὺ πυκινὸν, μέγα, καὶ φρίκη ὁμοῦ λάζεται· ὀδύναι δὲ αἱ ἐν πᾶσι τοῖσι ῥόοισιν· αὕτη πᾶσα ἀνοιδίσκεται καὶ τὸ κάτω τοῦ ὀμφαλοῦ, καὶ τὰ σκέλεα, καὶ ἡ χροιὴ ἰκτεριώδης γίνεται. Ὁ δὲ τοιοῦτος ῥόος γίνεται ἀπὸ τοῦδε, ἐπειδὰν τὸ αἷμα ἐξεραθὲν ὑπόχολον γένηται καὶ μὴ καθαρθῇ. Ὁκόταν ὧδε ἔχῃ, φάρμακον δεῖ πίνειν, ἢν μὲν ἰσχυρὴ ᾖ, ἐξ ἐλλεβόρου, ἢν δὲ ἀσθενὴς, ῥίζαν τε καὶ ἐλατήριον, καὶ ὑστέρῳ χρόνῳ γάλα αἰγὸς, ἢ κάτω φαρμακεύειν ὅ τι χολὴν καὶ φλέγμα καθαίρει· κλύσαι δὲ τὰς ὑστέρας τῷ ξὺν τῷ κραμβίῳ· πίνειν δὲ ἐλελίσφακον, ὑπερικὸν, λίνου σπέρμα, ἴσον ἑκάσπου ἐν οἴνῳ μέλανι αὐστηρῷ, νήστει δὲ διδόναι πίνειν. Ἢν δὲ ἡλκωμένον ᾖ τὸ αἰδοῖον, μετακλύσαι τῷ πικερίῳ, ἔπειτα φάρμακον πῖσαι, καὶ ἐπιχρίειν τὰ ἕλκεα πικέριον, ῥητίνην, σμύρνην, ἀργύρου ἄνθος· διανιζέσθω δὲ ὕδατι ἀπὸ μυρσίνης καὶ ἐλελισφάκου χλιερῷ· σιτίοισι δὲ χρήσθω μήθ᾿ ἁλμυροῖσι μήτε δριμέσιν, ὡς μὴ δακνῶδες τὸ οὖρον γένηται, καὶ τῶν θαλασσίων εἴργεσθαι, καὶ κρεῶν βοείων, καὶ ὀΐων, καὶ χοιρείων· τοῖσι δὲ ἄλλοισι κρέασι χρέεσθαι ἑφθοῖσι, καὶ σιτείσθω ἄρτον, καὶ οἶνον εὐώδεα παλαιὸν πινέτω μέλανα. Ἢν δὲ ταῦτα ποιέῃ καὶ μὴ ὑγιὴς γίνηται, πυριῆσαι ὅλην καὶ φάρμακον δοῦναι τῇ ὑστεραίῃ ἄνω, ἔπειτα διαλιπὼν αὖθις κάτω· καὶ ἢν μὲν ᾖ ὀῤῥὸς, μετὰ τὰ φάρμακα ἀφεψήσας δοῦναι πιεῖν ἑκάστης ἡμέρης, ἑσπέρην δὲ ῥοφήμασιν· οἴνῳ δὲ γλυκεῖ λευκῷ· ἢν δὲ μὴ ᾖ ὀῤῥὸς, γάλα ὄνου ἑφθὸν πινέτω ἐπὶ τέσσαρας ἡμέρας, ἑσπέρην δὲ τοῖσιν αὐτέοισι χρήσθω· μετέπειτα δὲ πινέτω ἐπὶ τεσσαράκοντα ἡμέρας γάλα βοὸς θερμὸν, καὶ τῆς ἡμέρης μηδὲν ἐσθιέτω ὡς ἔπος εἰπεῖν, ἄριστον γὰρ τοῦτο, καὶ γὰρ καθαίρεται καὶ τρέφεται καὶ ἀμβλύνεται ὑπὸ τοῦ τοιοῦδε γάλακτος· ἑσπέρην δὲ δειπνείτω κρέας ὄρνιθος ὀπτὸν ὀλίγον, καὶ ἄρτον σμικρὸν ἐγκρυφίην· ἐπιπίνειν δὲ οἶνον μέλανα παλαιὸν οἰνώδεα, ἔστ᾿ ἂν τὸ γάλα πίνῃ, ἢν πολλὰ ἴῃ καὶ ταράσσηται τὸ δριμύ. Καὶ ἢν ταῦτα ποιήσασα ἐν γαστρὶ ἴσχῃ, ὑγιὴς γίνεται. Ὅσαι δὲ γεραίτεραί εἰσιν, ἐνίοτε ὑποστρέφει ἡ νοῦσος, καὶ ἀπόλλυνται· τῇσι δὲ νέῃσιν οὐ θανατώδης· χρονίη δέ.

[122] Ῥόου ἰχωροειδέος θεραπείη· ῥέει ὕφαιμον, οἷόν περ ἀπὸ κρεῶν ὀπτῶν χυμὸς, καὶ δάκνει ὡς ἅλμη, καὶ ἐσθίει καὶ ἐξελκοῖ τὰ αἰδοῖα, καὶ ἡ ὑστέρη ἀνελκοῦται, καὶ τὰ πέριξ καὶ τοὺς μηροὺς καὶ τὰ ἄλλα· ἐπειδὰν ἐπιστάξῃ ἐπὶ τὰ ἱμάτια, βάπτεται, καὶ δύσπλυτα ἐμμένει· καὶ ἡ γαστὴρ ἐπαείρεται καὶ σκληρὴ γίνεται, καὶ ἀλγέει ἢν ψαύσῃ, καὶ θέρμη ἔχει, καὶ ἐς τὰ αἰδοῖα καὶ ἐς τὴν ἕδρην ὀδύνη καὶ ἐς τὴν νειαίρην γαστέρα καὶ κενεῶνας καὶ ἰσχία καὶ ἰξύας, ἀδυναμίη ψυχρὴ, καὶ ἡ χροιὴ τρέπεται ὡς ἰκτερώδης. Ἢν δὲ ὁ χρόνος μηκύνῃ καὶ ἡ νοῦσος, ταῦτα πάντα πολὺ μᾶλλον ἐπιλαμβάνει, καὶ τὰ κῦλα ἐπανίσταται, καὶ οἱ πόδες οἰδέουσι καὶ τὰ σκέλεα ἀπὸ τῶν ἰξύων. Ἡ δὲ νοῦσος λάζεται, ἐπὴν διακναισθῇ τι τοῦ ἐμβρύου ἐν τόκῳ ἢ τρωσμῷ. Χρὴ δὲ πυριῇν καὶ θυμιῇν καὶ πιπίσκειν· ταῦτα πάντα ἀεὶ ἴσχει τὸν ῥόον· καὶ ὄνειον γάλα καὶ τὰ ἄλλα προσάγειν, καὶ ἐμέειν, ἢν δέῃ· ἢν δὲ ἄπυρος μὴ ᾖ καὶ βληχρῶς ἔχῃ, ἄμεινον ξηρὴ πυρίη.

[123] Ὁκόταν ἐς τὴν κεφαλὴν τραπῶσιν αἱ ὑστέραι καὶ τῇδε λήγῃ ὁ πνιγμὸς, κεφαλὴν βαρύνει, ἄλλῃσι δὲ ἄλλῃ πη τέκμαρ ἴσχεται. Σημήϊον δὲ τόδε· τὰς φλέβας τὰς ἐν τῇ ῥινὶ καὶ τὰ ὑπὸ τοῖσιν ὀφθαλμοῖσιν ἀλγέειν φασὶ, καὶ κῶμα ἴσχει, καὶ ἀφρίζει ὅταν ῥαΐσῃ. Ταύτην χρὴ λούειν πολλῷ θερμῷ· ἢν δὲ μὴ ἐνακούῃ, ψυχρῷ, καὶ κατὰ κεφαλῆς, δάφνην τε καὶ μυρσίνην ἐνεψῶν ἐν τῷ ὕδατι καὶ ψύχων· καὶ ῥοδίνῳ μύρῳ τὴν κεφαλὴν χριέσθω· καὶ ὑποθυμιήσθω τὰ εὐώδεα, τὰ δὲ κακώδεα ὑπὸ τὰς ῥῖνας· καὶ τὴν κράμβην ἐσθιέτω, καὶ τὸν χυλὸν ῥοφεέτω.

[124] Ἢν δὲ πρὸς τὴν καρδίην προσιστάμεναι πνίγωσιν αἱ ὑστέραι, καὶ ἀνάσσυτος ἴῃ ὁ ἠὴρ βιώμενος, ἀλησθύει καὶ εἰλέει, καὶ ἔστιν ᾗσιν αὐτίκα ἐλυσθεῖσα κάτω χωρέει καὶ φῦσα ἔξεισιν, ἢ καὶ ἐμέει ἀφρώδεα, ἡ δὲ παῦλα ἥδε γίνεται. ᾟσι δὲ οὐκ ἀφίστανται, πράσου τὸν καρπὸν καὶ μήκωνα τρίψας, διεὶς ὕδατος κυάθῳ δίδου πίνειν· καὶ ὄξους λευκοῦ ἀρήγει πόσις κύαθος· ἢ ἀρκεύθου καρπὸν καὶ ἐλελίσφακον, ὄξος σὺν τοίσδεσιν ἢ οἶνον· ἀλεαίνεσθαι δὲ χρὴ, ἢ ἄλειφα χηνὸς, κηρωτὴν ἐῤῥητινωμένην, καὶ πίσσαν ἐν αὐτέῳ τῆξαι, καὶ προσθετὰ ποιέειν.

[125] Ὅταν δὲ ὡς πρὸς τὰ ὑποχόνδρια προσπέσωσι, πνίγουσιν· ἐπὴν ἐνθάδε τὸ τέρθρον ᾖ τοῦ πάθεος, καὶ ἐπιλαμβάνει ἔμετος πυρώδης δριμὺς, καὶ ῥᾴων γίνεται ὀλίγον χρόνον, καὶ ἐς τὴν κεφαλὴν καὶ ἐς τὸν τράχηλον ὀδύνη διαμπερής. Χλιάσματα προστιθέναι, ἢν ἄνω πνίγωσιν· ὑπὸ δὲ τὰς ῥῖνας θυμιῇν τὰ κάκοδμα ἐκ προσαγωγῆς, ἢν γὰρ ἀθρόα ᾖ, μεθίστανται αἱ ὑστέραι ἐς τὰ κάτω καὶ ὄχλος γίνεται· εὔοδμα δὲ κάτω· καὶ πιεῖν διδόναι τὸ καστόριον καὶ τὴν κόνυζαν· ἐπὴν δὲ κάτω ἑλκυσθῶσιν, ὑποθυμιῇν τὰ εἰδεχθέα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα. Ἢν δὲ αἱ ὀδύναι παύσωνται, φάρμακον πῖσαι κάτω, καὶ μεταπιπίσκειν γάλα ὄνου ἢ ὀῤῥὸν, ἢν μὴ σπληνώδης ᾖ ἀπὸ γενέσιος ἢ λείφαιμος ἢ ἄχροος, ἢ τὰ οὔατα ἠχώδεα ἔχῃ διὰ ξυγγενείην, ἢ ᾗσιν ἠθάδες ἀπὸ νεότητος αἱ νοῦσοι· τὴν δὲ ἄνω κοιλίην μὴ κινέειν, ὅσαι ἀμβλυώσσουσιν ἢ ᾗσιν ἀμφὶ τὴν φάρυγγα ὄχλοι καὶ τἄλλα· διδόναι δὲ πτισάνης χυλόν· ἢν σφόδρα δὲ εὐημὴς ᾖ, καὶ ἐμεέτω· κλυσμὸς δὲ ἄριστος ὁ διὰ ναρκίσσου· προσθετὸν, τὸ διὰ κανθαρίδων.

[126] Ἢν προστῶσιν αἱ ὑστέραι πρὸς τὰ ὑποχόνδρια, πνίγεται ὡς ὑπὸ ἐλλεβόρου, καὶ ὀρθόπνοος γίνεται, καὶ καρδιωγμοὶ σθεναροί· αἱ δὲ καὶ ἐμέουσιν ἐνίοτε σίελον ὀξὺ, καὶ τὸ στόμα ὕδατος ἐμπέπλησται, καὶ τὰ σκέλεα ἀποψύχονται. Αἱ τοιαῦται, ἢν μὴ ταχὺ ἀφιστῶνται ἀπὸ τῶν ὑποχονδρίων αἱ ὑστέραι, ἄναυδοι γίνονται, καὶ τὰ ἀμφὶ τὴν κεφαλὴν καὶ τὴν γλῶσσαν νάρκη ἔχει. Τὰς τοιαύτας ἢν ἀναύδους καταλάβῃς καὶ τοὺς ὀδόντας συνηρεισμένας, πρὸς μὲν τὰς ὑστέρας προσθεῖναι εἴριον πρὸς αὐλὸν, ὡς ὠθεῖν μάλιστα, τοῦ πτεροῦ περιελίξας, βάψας ἢ λευκῷ αἰγυπτίῳ ἢ μυρσίνῳ ἢ βακχαρίῳ ἢ ἀμαρακίνῳ· ἐς δὲ τὰς ῥῖνας, τοῦ φαρμάκου τοῦ μέλανος, τοῦ τῆς κεφαλῆς, λαβόντα τῇ μήλῃ ἐμπλάσαι· ἢν δὲ μὴ ᾖ τοῦτο, τῷ ὀπῷ διαλεῖψαι τὰς ῥῖνας, ἢ πτερὸν ὄξει βάψαι καὶ καθεῖναι, διαλεῖψαι δὲ τὰς ῥῖνας, ἢ τοῦ πταρμικοῦ προσθεῖναι· ὅταν δὲ κλεισθῇ τὸ στόμα καὶ ᾖ ἀναυδίη, δοῦναι πιεῖν τοῦ καστορίου ἐν οἴνῳ· τὰς δὲ ῥῖνας διαλεῖψαι βάψας τὸν δάκτυλον ἔλαιον φώκης· τὸ δὲ εἴριον ἐᾷν προσκεῖσθαι, μέχρι οὗ καταστέωσιν· ὅταν δὲ παύσηται, ἀφελέσθαι χρή. Ἢν δὲ ἀφαιρεθέντος αὖθις ἀναχωρήσωσι, τὸ εἴριον αὖθις προσθεῖναι τὸν αὐτὸν τρόπον, ὑπὸ δὲ τὰς ῥῖνας θυμιῇν, κέρας μέλαν αἰγὸς ἢ ἐλάφου κνήσας, ἐπιπάσσων ἐπὶ σποδιὴν θερμὴν, ὅκως μάλιστα θυμιήσεται, καὶ εἰρυσάτω τὴν ὀδμὴν ἄνω διὰ τῶν ῥινῶν, ὡς ἂν δύνηται μάλιστα· ἄριστον δὲ θυμιῇν φώκης ἔλαιον, ἐπ᾿ ὄστρακον ἐπιτιθέντα ἄνθρακας περικαλύψαι, καὶ τὴν κεφαλὴν ὑπερίσχειν, ὡς μάλιστα ἡ ὀδμὴ ἐσίῃ, καὶ ἐπιστάζειν τοῦ λίπεος, καὶ ἄνω ἑλκέτω τὴν ὀδμήν· τὸ δὲ στόμα ξυμμεμυκέναι χρή. Ἢν ἄνω προσπίπτωσι, ταῦτα χρὴ ποιέειν.

[127] Ἢν αἱ μῆτραι πρὸς τὸ ἧπαρ τραπῶσιν, ἄφωνος ἡ γυνὴ ἐξαπίνης γίνεται, καὶ τοὺς ὀδόντας ξυνερήρεισται, καὶ ἡ χροιὴ πελιδνὴ γίνεται· ἐξαπίνης δὲ ταῦτα πάσχει, ὑγιὴς ἐοῦσα. Γίνεται δὲ μάλιστα παρθένοισι παλαιῇσι καὶ χήρῃσιν ὁκόσαι λίην νέαι ἐοῦσαι χηρεύουσι· γίνεται δὲ μάλιστα τῇσιν ἀφόροισι πάμπαν καὶ στείρῃσιν, ὅτι ἐκ τῶν τόκων εἰσίν· οὐ γὰρ γίνεται ἡ λοχείη κάθαρσις, καὶ οὐκ ἀνοιδίσκεται ἡ ὑστέρη, οὐδὲ μαλθάσσεται, οὐδὲ ἐμέει. Ὅταν ὧδε ἔχῃ, τῇ χειρὶ ἀπώσασθαι ἀπὸ τοῦ ἥπατος παρηγορικῶς τὸ οἶδος ἐς τὸ κάτω, καὶ ἀποδῆσαι ταινίῃ τὰ ὑποχόνδρια, καὶ τὸ στόμα διανοίγειν, οἶνον δὲ ὡς εὐωδέστατον κεκρημένον ἐγχέειν, ὅτε χρὴ, καὶ προσέχειν πρὸς τὰς ῥῖνας τὰ κάκοδμα, καὶ ὑποθυμιῇν, πρὸς δὲ τὰς ὑστέρας τὰ εὐώδεα καὶ ὅσα θυώματα· καὶ ἐπὴν ἰήσῃ, κάθαιρε, φάρμακον δὲ πῖσαι κάτω χρὴ, ἢν μὲν χολώδης ᾖ, ὅ τι χολὴν καθαίρει, ἢν δὲ φλεγματώδης, ὅ τι φλέγμα· κἄπειτα πιπίσκειν γάλα ὄνου ἑφθὸν, καὶ τὰς ὑστέρας πυριῆσαι εὐώδεσι, καὶ προστίθεσθαι τὸ ξὺν τῇ βουπρήστει· τῇ δὲ ὑστεραίῃ νέτωπον, διαλιπὼν δὲ ἡμέρας δύο κλύσαι τὰς ὑστέρας εὐώδεσιν· ἔπειτα διαλιπὼν μίην ἡμέρην, θυμιῆσαι τοῖσιν ἀρώμασιν. Ταῦτα ποιέειν τὴν χήρην· ἄριστον δὲ ἐν γαστρὶ ἔχειν. Τὴν δὲ παρθένον πείθειν ξυνοικέειν ἀνδρί· πρὸς δὲ τὰς ῥῖνας ἀείρειν [μηδὲν], μηδὲ τὸ φάρμακον πίνειν, νῆστιν δὲ τὸν κάστορα καὶ κόνυζαν ἐν οἴνῳ ὡς εὐωδεστάτῳ πίνειν ἐς εἴκοσιν ἡμέρας, καὶ τὴν κεφαλὴν μὴ ἀλείφεσθαι εὐώδει, μηδ᾿ ὀσφραίνεσθαι εὐωδέων.

[128] Ἢν δὲ αἱ μῆτραι φλεγμήνωσι παρὰ τὸ πλευρὸν, ἢν ψαύσῃς, σκληρὸν φαίνεται, καὶ ὅταν προσπέσωσι [πρὸς] τὰ ὑποχόνδρια, πνίγουσι, καὶ ἐμέει φλέγμα ὀξὺ, καὶ τοὺς ὀδόντας αἱμωδέειν ποιέει, καὶ ἐπειδὰν ἐμέσῃ, ῥᾷον ἔχειν δοκέει. Ὅταν δὲ κάτω ὁρμήσωσιν, ἀφίστανται ἀπὸ τῆς γαστρὸς ἄλλοτε ἄλλῃ, μάλιστα δὲ ἐς τοὺς κενεῶνας, ἔστι δ᾿ ὅτε ἐμπίπτουσι καὶ ἐς τὴν κύστιν, καὶ στραγγουρίη ἐπιλαμβάνει, καὶ ἐς τὴν ἕδρην, καὶ δοκέει ἀποπατέειν· καὶ τὰ ἐπιμήνια πρότερον ἢ ὕστερον τοῦ μεμαθηκότος γίνεται, ἢ οὐκ ἐπιφαίνεται. Ταύτῃ αὐτίκα τῆς νούσου, ἢν τὰ ἄνω πνίγωσι, χλιάσματα προστιθέναι, καὶ ὑποθυμιῇν τὰ κάκοδμα πρὸς τὰς ῥῖνας, πρὸς δὲ τὰς ὑστέρας τὰ εὐώδεα, καὶ πίνειν κόνυζαν τὴν θηλείην καὶ κάστορα ἐν οἴνῳ νῆστιν· ἐπὴν δὲ τῇ φύσει καθιστεῶσι, θυμιῆσαι ἠρεμέως· πινέτω δὲ διουρητικά. Ταῦτα ποιέειν, ἕως ἂν αἱ ὀδύναι ἔχωτιν· ἐπὴν δὲ παύσωνται, πυριῆσαι ὅλην, ἔπειτα πῖσαι φάρμακον κάτω, ἢν μὲν χολώδης ᾖ, ὅ τι χολὴν καθαίρει, ἢν δὲ φλεγματώδης, ὅ τι φλέγμα ἄγει· καὶ πιπίσκειν γάλα ὄνειον ἢ ὀῤῥὸν αἴγειον ἀφεψῶν· ἢν δὲ σπληνώδης ᾖ, μὴ πιπίσκειν τὸ γάλα μηδὲ τὸν ὀῤῥόν· καὶ ἐν τοῖσι καθαρμοῖσι σιτίοισι χρέεσθαι μαλθακοῖσι καὶ ὑποχωρητικοῖσιν· ἰχθύες δὲ ἀμείνους κρεῶν· καὶ πυριῇν τὰς ὑστέρας, καὶ καθαίρειν προσθετοῖσι, καὶ κλύσαι αὐτάς· καὶ ὑποθυμιησαμένη παρὰ τὸν ἄνδρα ἴτω· λύσις δὲ τῆς νούσου, ἐπὴν λάβῃ ἐν γαστρί.

[129] Ἢν αἱ μῆτραι πρὸς τὰς πλευρὰς προσπέσωσι, βὴξ ἴσχει, καὶ ὀδύνη ὑπὸ τὸ πλευρὸν, καὶ προσίσταται σκληρίη ὡς σφαίρη, καὶ ἁπτομένη πονέει ὡς ἀπὸ ἕλκεος, καὶ καταφθίνει, καὶ δοκέει οἷον περιπλευμονίη εἶναι, καὶ εἰρύεται, καὶ κυφὴ γίνεται· καὶ τὰ ἐπιμήνια οὐ φαίνεται, ἐνίῃσι δὲ καὶ ἀπόλλυται προφανέντα, τότε δὲ γενόμενα ἀσθενέα καὶ ὀλίγα καὶ κακήθεα, ἢν ἴδῃς· καὶ ἡ γονὴ οὐ γίνεται τουτέου τοῦ χρόνου. Ὅταν ὧδε ἔχῃ, φάρμακον χρὴ πῖσαι κάτω ἐλατήριον, καὶ λούειν πολλῷ θερμῷ, καὶ τῶν χλιασμάτων ἃ ἂν προσδέχηται προσίσχειν, καὶ προστιθέναι, ὑφ᾿ ὧν καθαίρεται τὸ αἷμα, καὶ λίνου σπέρμα φῶσαι, κόψαι καὶ σῆσαι, καὶ μήκων ὁ λευκὸς ὠφελέουσι καὶ ἐλελίσφακος σὺν ἀλφίτοισι λεπτοῖσι, καὶ τυρὸν αἴγειον ἐπιξύσας τὴν ἅλμην, ταῦτα μίσγε, μίαν μοῖραν τυροῦ καὶ τῶν ἀνάλτων ἀλφίτων μοῖραν, καὶ νήστει πίνειν δίδου ἐν οἴνῳ· ὅταν δὲ ἕσπερος ᾖ, κυκεῶνα παχὺν μέλι ἐπιχέων δίδου πιεῖν· καὶ τῶν ποτημάτων ἃ δεῖται πιπίσκειν, καὶ πυριῇν πυκνὰ, καὶ τῷ θερμῷ καταιονᾷν, καὶ τῇ χειρὶ ἡσύχως καὶ μαλθακῶς καὶ ὁμαλῶς ἀπωθέειν ἀπὸ τοῦ πλευροῦ τὰς μήτρας, καὶ ἀναδεῖν τὸ πλευρὸν ταινίῃ πλατείῃ, καὶ γαλακτοποτέειν βόειον γάλα ὡς πλεῖστον ἐπὶ ἡμέρας τεσσαράκοντα· σιτίοισι δὲ χρῆσθαι ὡς μαλθακωτάτοισιν. Ἡ δὲ νοῦσος σπερχνή τε καὶ θανατώδης, καὶ ὀλίγαι ἐκφεύγουσιν ὧδε μελεδαινόμεναι.

[130] Ἢν δὲ ἐν τῇ ὀσφύϊ αἱ ὑστέραι ἐνῶσιν ἢ ἐν τῷ κενεῶνι, καὶ ἴῃ πνεῦμα μετάρσιον, καὶ πνῖγος ἔχῃ, ἆσθμά μιν λάζυται πυκινὸν, καὶ οὐκ ἐθέλει κινέεσθαι· τρίψας θεῖον ἢ ἄσφαλτον ἢ κώνειον ἢ σμύρναν, μέλι ἑφθὸν παραχέας, ποιέειν βάλανον μακρὴν πάχετον, καὶ ἐντιθέναι ἐς τὴν ἕδρην.

[131] Ἢν αἱ μῆτραι εἰλέωσι σφέας ἐς τὸ μεσηγὺ τῶν ἰξύων, ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα, καὶ τὰ σκέλεα εἰρύαται, καὶ τὰς κοχώνας ἀλγέει, καὶ ὁκόταν ἀποπατήσῃ, ὀδύναι ἴσχουσιν ὀξέαι, καὶ ὁ ἀπόπατος προέρχεται ὑπὸ βίης σμικρὸς, καὶ τὸ οὖρον στάζει, καὶ ὀλιγοψυχίη λαμβάνει. Ὁκόταν ὧδε ἔχῃ, χρὴ προσδῆσαι τῇ κύστει αὐλίσκον, καὶ ἐγκλύζειν ἔλαιον θερμὸν ἐς τὰς ὑστέρας, καὶ πυριῇν ἢ λοῦσαι πολλῷ καὶ θερμῷ ὕδατι, καὶ ἐς ἔλαιον καὶ ὕδωρ καθίζειν· ὑποθυμιῇν δὲ ὑπὸ τὰ αἰδοῖα κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας εὐώδεα· ἐπὴν δὲ ἡ ὀδύνη παύσηται, φάρμακον διδόναι ἄνω, τὴν δὲ κάτω κοιλίην οὐ χρὴ ταράσσειν. Ἐπὴν δὲ αἱ ὑστέραι καταστέωσι, φάρμακον πῖσαι κάτω καὶ γάλα ὄνου, ἢν μὴ σπληνώδης ᾖ· ἔπειτα πυριῆσαι καὶ καταιονῇν τὰς ὑστέρας τῷ ξὺν τῇ δάφνῃ, προστιθεὶς προσθετὸν καθαρτήριον ὃ μὴ δήξεται· κἄπειτα θυμιωμένη τοῖσιν ἀρώμασι, παρὰ τὸν ἄνδρα ἴτω, καὶ ἢν ἐν γαστρὶ ἴσχῃ, ὑγιὴς γίνεται· ἄτοκοι δὲ πολλαὶ καὶ πηραὶ τὰ σκέλεα πολλάκις γίνονται.

[132] Ὁκόσῃσι δὲ τὸ στόμα κλίνεται ἑτέρωσε καὶ προσπίπτει τῷ ἰσχίῳ, γίνεται γὰρ καὶ τοιαῦτα διακωλύοντα τὴν ὑστέρην καθαίρεσθαι καὶ τὴν γονὴν δέχεσθαι καὶ μὴ παιδοποιέειν· ταύτην πυριῇν χρὴ τοῖσιν εὐώδεσι, καὶ μετὰ τὴν πυρίην, ἢν παρασημήνῃ, τῷ δακτύλῳ ἀποστῆσαι ἀπὸ τοῦ ἰσχίου· κἄπειτα ἐξιθύνειν τοῖσι δαιδίοισί τε καὶ τῷ μολίβδῳ· οὐ γὰρ βιήσεται θοῶς, ὡς εἴρηται. Ὅταν δὲ κατὰ φύσιν ᾖ καὶ ἀνεστομωμέναι γίνωνται, προσθέτοισι μαλθακοῖσι καθαίρειν, καὶ τἄλλα προσηκόντως ποιέειν.

[133] Ὁκόσῃσιν αἱ ὑστέραι προσπίπτουσι πρὸς τὸ ἰσχίον, ἢν μὴ ταχέως ἀφιστέωνται καὶ πάλιν ἐς χώρην καθιστέωνται, προσαυαίνονται πρὸς τῷ ἰσχίῳ, ἀνάγκη δὲ τὸ στόμα ἀπεστράφθαι καὶ ἀνωτέρω οἴχεσθαι, ὅταν δὲ ἀποστραφῇ, ξυμμύσαι, ἐκ δὲ τοῦ ἀπεστράφθαι τε καὶ ξυμμύσαι, σκληρὸν γενέσθαι, καὶ ξυμμύειν, καὶ πεπηρωμένον τὸ στόμα τῶν ὑστερέων εἶναι· καὶ ἀποκλεισθέντα ἐπαναπέμπει τὰ ἐπιμήνια ἐς τοὺς μαζοὺς, καὶ βεβρίθασιν οἱ τιτθοί· καὶ ἡ γαστὴρ ἡ νειαίρα ἐπῆρται, καὶ δοκέουσιν αἱ ἄπειροι ἐν γαστρὶ ἔχειν· πάσχουσι γὰρ τοιαῦτα οἷά περ αἱ κύουσαι μέχρι μηνῶν ἑπτὰ ἢ ὀκτώ· ἥ τε γὰρ κοιλίη ἐπιδιδοῖ κατὰ λόγον τοῦ χρόνου, καὶ τὰ στήθεα ἐπαίρεται, καὶ γάλα δοκέει ἐγγίνεσθαι· ὁκόταν δὲ οὗτος ὁ χρόνος ὑπερπέσῃ, οἵ τε τιτθοὶ ξυνισχναίνονται καὶ ἐλάσσονες γίνονται, καὶ ἡ κοιλίη τωὐτὸ πάσχει, καὶ τὸ γάλα ἀποδέδρηκεν ἄδηλον, καὶ ἡ κοιλίη ἐπ᾿ ἐκεῖνον τὸν χρόνον, ὃν χρὴ τίκτειν, ἐπειδὰν ἔλθῃ, ἀπόλωλε καὶ ξυμπίπτει. Τοιούτων δὲ γινομένων, αἱ ὑστέραι ἰσχυρῶς ἐς ὀλίγον χρόνον ξυνέρχονται, καὶ τὸ στόμα αὐτέων ἐξευρεῖν οὐχ οἷόν τε, οὕτω πάντα ξυνειρύονταί τε καὶ ξυναυαίνονται, καὶ ἐν τοῖσι τιτθοῖσι φυμάτια ἐγγίνεται σκληρὰ, τὰ μὲν μέζω, τὰ δὲ ἐλάσσω· καὶ οὐκ ἐκπυοῦνται, σκληρότερα δὲ αἰεί· εἶτα ἐξ αὐτέων φύονται καρκῖνοι κρυπτοί. Μελλόντων δὲ καρκίνων ἔσεσθαι, πρότερον τὰ στόματα ἐκπικραίνονται, καὶ ὅ τι ἂν φάγωσι πάντα δοκεῦσι πικρὰ εἶναι, καὶ ἤν τις πλείονα δῷ, ἀναίνονται λαβεῖν, καὶ σχέτλια δρῶσι· παράφοροι δὲ τῇ γνώμῃ, καὶ οἱ ὀφθαλμοὶ σκληροὶ, καὶ βλέπουσιν οὐκ ὀξέα, καὶ ἐκ τῶν τιτθῶν ἐς τὰς σφαγὰς ὀδύναι διαΐσσουσι καὶ ὑπὸ τὰς ὠμοπλάτας, καὶ δίψα ἴσχει, καὶ αἱ θηλαὶ καρφαλέαι, καὶ αὗται πᾶν τὸ σῶμα λελεπτυσμέναι εἰσὶ, καὶ αἱ ῥῖνες ξηραί τε καὶ ἐμπεπλασμέναι εἰσὶν, οὐκ ἀειρόμεναι· πνεῦμα μινυθῶδες, καὶ οὐκ ὀδμῶνται οὐδὲν, καὶ ἐν τοῖσιν οὔασι πόνος μὲν οὐκ ἐγγίνεται, πῶρος δὲ ἐνίοτε. Ὁκόταν οὖν ἐς τόσον προΐωσι τοῦ χρόνου, οὐ δύνανται ὑγιέες γίνεσθαι, ἀλλ᾿ ἀπόλλυνται ἐκ τουτέων τῶν νουσημάτων· ἢν δὲ πρότερον ἢ ἐς τόσον ἀφικέσθαι θεραπευθῇ, καὶ λυθῇ τὰ ἐπιμήνια, ὑγιὴς γίνεται. Θεραπεύειν δὲ τὰς τοιάσδε ὧδε χρή· πρῶτον μὲν ἁπάντων, ἢν ἔτι ἰσχυρὴν ἐοῦσαν λαμβάνῃς, ἀποσκεψάμενος ἐς τὸ ἄλλο σῶμα φαρμακεύειν, ὁκοίης ἄν τινος δοκέῃ δεῖσθαι καθάρσιος· ὁκόταν δὲ καταστήσῃς τὸ σῶμα, οὕτως ἰέναι ἐς τὴν τῶν ὑστερέων θεραπείην. Ἢν δὲ μηδὲν δοκέῃ τὸ πᾶν σῶμα κινητέον εἶναι, μηδὲ αἱ προφάσιες ἐντεῦθεν ὡρμῆσθαι, ἀλλ᾿ αἱ ὑστέραι ἐφ᾿ ἑωυτέων τὸ νούσημα ἔχωσι, τῆς θεραπείης ἐνάρχεσθαι ὧδε· πυριῇν πρῶτον τὰς ὑστέρας ὧδε· χύτρινον λαβόντα ὅσον δύο ἑκτέας χωρέοντα, κάνειον ἐπιθεῖναι καὶ ξυναρτῆσαι, ὅκως παραπνεύσεται μηδέν· ἔπειτα δ᾿ ἐκκόψαι τοῦ κανείου τὸν πυθμένα, καὶ ποιῆσαι ὀπήν· ἐς δὲ τὴν ὀπὴν ἐνθεῖναι κάλαμον, μῆκος ὅσον πηχυαῖον· ἐνηρμόσθαι δὲ χρὴ τὸν κάλαμον τῷ κανείῳ καλῶς, ὅκως μὴ παραπνεύσεται μηδαμῶς· ὁκόταν δὲ ταῦτα σκευάσῃς, ἐπίθες τὸ κάνειον ἐπὶ τὸν χύτρινον, περιπλάσας πηλῷ· ὅταν δὲ ταῦτα ποιήσῃς, βόθρον ὄρυξον, ὅσον δύο ποδῶν βάθος, μῆκος δὲ ὅσον χωρέειν τὸν χύτρινον· ἔπειτα χρὴ ἐγκαίειν ξύλοις, ἕως τὸν βόθρον διάπυρον ποιήσῃς· ὅταν δὲ διάπυρος γένηται, ἐξελεῖν χρὴ τὰ ξύλα καὶ τῶν ἀνθράκων οἳ δὴ ἁδρότατοι ἔσονται καὶ διάπυροι, τὴν δὲ σποδιὴν καὶ τὴν μαρίλην ἐν τῷ βόθρῳ καταλιπεῖν· ὁκόταν δὲ ὁ χύτρινος ζέσῃ καὶ ἡ ἀτμὶς ἐπανῇ, ἢν μὲν ᾖ λίην θερμὴ ἡ πνοιὴ, ἐπισχεῖν, εἰ δὲ μὴ, καθίζεσθαι ἐπὶ τὸ ἄκρον τοῦ καλάμου, καὶ ἐνθέσθαι ἐς τὸν στόμαχον, ἔπειτα πυριῆσαι· ἢν δὲ ψύχηται, ἄνθρακας διαπύρους παραβάλλειν, φυλασσόμενος, ἵνα μὴ ὀξέην ποιήσῃς τὴν πυρίην· ἢν δὲ παραβαλλομένων τῶν ἀνθράκων ὀξείη γένηται ἡ πυρίη μᾶλλον τοῦ δέοντος, ἀφαιρέειν τῶν ἀνθράκων· τὴν δὲ πυρίην χρὴ κατασκευάζειν ἐν εὐδίῃ τε καὶ νηνεμίῃ, ὡς μὴ ψύχειν, ἀμφικεκαλύφθαι δὲ χρὴ ἀμφιέσμασιν, ἐς δὲ τὸν χύτρινον χρὴ βάλλειν σκόροδα τῶν αὔων, καὶ ὕδωρ ἐπιχέαι, ὥστε δύο δακτύλους ὑπερίσχειν, καὶ καταβρέξαι ὡς ἄριστα, ἐπιχέαι δὲ καὶ φώκης ἔλαιον· καὶ οὕτω θερμαίνειν, πυριῇν δὲ χρὴ πουλὺν χρόνον. Μετὰ δὲ τὴν πυρίην, ἢν ᾖ δυνατὴ, λουσάσθω τὸ μὲν ὅλον σῶμα πρὸς ἡδονὴν, τὴν δὲ ὀσφὺν καὶ τὰ κάτω τοῦ ὀμφαλοῦ πλέονι· δειπνεῖν δὲ δοῦναι μᾶζαν ἢ ἄρτον καὶ σκόροδα ἑφθὰ, τῇ δὲ ὑστεραίῃ, ἢν μὲν διαλελυμένη ᾖ πρὸς τὴν πυρίην, διαλιπεῖν τὴν ἡμέρην ταύτην· ἢν δὲ μὴ, πυριῇν ὀπίσω· πυριωμένη δὲ, ἢν δύνηται σκέψασθαι, κελεύειν ψαῦσαι τοῦ στόματος. Ἡ πυρίη αὕτη φύσης ἐμπίπλησι τὰς ὑστέρας καὶ ἐς ὀρθὸν μᾶλλον ἄγει καὶ ἀναστομοῖ. Ὡς οὖν τοιαύτης ἐούσης τῆς πυρίης καὶ ταῦτα ποιέειν δυναμένης, οὕτω πυριῇν δεῖ. Ὅταν δὲ πυριήσῃς, ἐπεμβάλλειν χρὴ τῶν σκορόδων, καὶ τῆς φώκης τοῦ ἐλαίου ἐπιχέειν· δρῇν δὲ ταῦτα, ἄχρις ἂν δοκέωσιν αἱ ὑστέραι πεφυσῆσθαι, καὶ τὸ στόμα ἄνω εἱλκύσθαι ἰσχυρῶς· πρὸς γὰρ τὴν πυρίην ταύτην τοιάδε ἔσται· διαιτῇν δὲ μετὰ τὰς πυρίας, ὡς ὅτε τὸ πρότερον ἐπυριῆτο. Ὁκόταν δὲ ἀνακινηθέωσιν αἱ ὑστέραι καὶ εὔλυτοι γένωνται, πυριῇν μαράθρου ῥίζῃσιν, ἕτερον χύτρινον κατασκευάσας τὸν αὐτὸν τρόπον, τὰς δὲ ῥίζας τῶν μαράθρων ἀμφιπλύναντα φλᾶσαι, καὶ ἐς τὸν χύτρινον ἐμβαλεῖν, καὶ ἐπιχέας ὕδωρ τὸν αὐτὸν τρόπον πυριῇν. Μετὰ δὲ ταῦτα λούειν, καὶ ἐς ἑσπέρην δειπνεῖν μᾶζαν· ἢν δὲ ἄρτον βούληται καὶ βολβίδια καὶ σηπίδια τῶν σμικρῶν, ἐν οἴνῳ ἑψεῖν καὶ ἐλαίῳ, καὶ παρέχειν ἐσθίειν. Ἐν δὲ τῇ πυρίῃ πειρῆσθαι τοῦ στόματος ψαύειν· αὕτη ἡ πυρίη ἄγει τὰς ὑστέρας ἄγχιστα· ταῦτα δὲ χρὴ ποιέειν ἐφ᾿ ἡμέρας πέντε ἢ ἓξ, σκεπτόμενον ἐς τὴν ἄνθρωπον· κἢν μὲν διαλύηται καὶ ἀσθενὴς γίνηται, διαλαμβάνειν ἐς ὅσον δεῖ χρόνον· ἢν δὲ μὴ διαλύηται, πυριῇν ἀνὰ πᾶσαν ἡμέρην. Μετὰ δὲ τὰς πυρίας πειρῆσθαι προστιθέναι τῶν προσθέτων τῆς σιάλου δαιδὸς τῆς πιοτάτης, χρίσμα δὲ λίπα ἔστω, ποιέειν δὲ μῆκος μὲν δακτύλων ἓξ, πλῆθος δὲ πέντε ἢ ἓξ, εἶδος δὲ ἔξουρα· εἶναι δὲ θάτερον θατέρου σμικρῷ παχύτερον· τὸ δὲ παχύτερον εἶναι ὁκόσον δάκτυλος ὁ λιχανὸς, καὶ τὸ εἶδος ὅμοιον τῷ δακτύλῳ ἐξ ἄκρου λεπτότατον, ἀγόμενον δὲ παχύτερον· ποιέειν δὲ ὡς λειότατόν τε καὶ στρογγυλώτατον, φυλασσόμενον ὅκως σχινδαλμὸς μηδεὶς ἔσται· προστιθέναι δὲ πρῶτον τὸ λεπτότατον· ὅταν δὲ προσθῆται, ἀναπαυέσθω ὅκως μὴ ἐκπέσῃ φυλάσσουσα· προστιθέσθω δὲ πρῶτον τὸ ἄκρον, εἶτα αἰεὶ μᾶλλον, ὁμοῦ τε ἐπιστρέφειν καὶ ἀπωθέειν κυκλόσε τὸ δαίδιον· καὶ ὁκόταν σμικρὸν προσδέξηται, ἐπισχεῖν ἐπὶ τῷ σμικρῷ τουτέῳ, φυλάσσουσα ὡς μὴ ἐκπέσῃ· εἶτα αὖθις ἀπωθέειν τὸν αὐτὸν τρόπον, ἄχρις οὗ τεσσάρων δακτύλων ἔσω τοῦ στόματος τῶν ὑστερέων γένηται· ὅταν δὲ τοῦτο προσδέξηται, τὸ μετὰ τοῦτο προστιθέναι, ὁμοῦ τὸ προσκείμενον ἀφαιρέουσα, ὅκως, πρὶν ξυμπεσεῖν τὸ στόμα, προσκείσεται θάτερον δαίδιον ἔτι ὀρθοῦ ἐόντος καὶ ἀνεῳγμένου· οὕτω δὲ τοῦτο ἔσται, ἢν τὸ μὲν ἐξαιρέηται, τὸ δὲ προστίθηται. Χρὴ δὲ καὶ μόλυβδον ἴκελον ἐξελάσαντα ποιῆσαι τὸ εἶδος τῷ δαιδίῳ τῷ παχυτάτῳ, κοῖλον δὲ ὅκως ξυνέξει· τοῦ δὲ μολύβδου εἶναι τὸ εὖρος ἐληλασμένον οἷον ἐπὶ τὰ ἕλκεα ἐξελαύνεται· ὅκως δὲ τὸ στόμα τοῦ μοτοῦ λεῖον ἔσται καὶ μὴ τρώσει, ποιέειν ταῦτα ὡς καὶ τῶν δαιδίων· ὁκόταν δὲ ποιηθῇ ὁ μοτὸς ὁ μολύβδινος, στέατος αὐτὸν ἐμπλῆσαι ὄϊος τετριμμένου· ὁκόταν δὲ παρεσκευασμένος ᾖ, τὸ μὲν δαίδιον ὑφελεῖν, τὸ δὲ μολύβδιον ἐνθεῖναι. Ἢν δὲ τὸ μολύβδιον καῦμα παρέχῃ προστεθὲν, τὸ μὲν μολύβδιον ἀφαιρέειν, τὴν δὲ δαῖδα ὀπίσω προστιθέναι, καὶ τὸ μολύβδιον ἀποβάψαι ἐς ὕδωρ ψυχρόν· ἔπειτα ὀπίσω προσθεῖναι, τὴν δὲ δαῖδα ἀφελεῖν· προσκεῖσθαι δὲ χρὴ αἰεί τι· τὴν ἡμέρην ἄμεινον τὴν δαῖδα ἔχειν, νύκτωρ δὲ τὸ μολύβδιον. Ἢν δ᾿ ἀναστῆναι θέλῃ, φυλασσομένη τοῦτο δράτω, ὅκως ὁ μοτὸς ἀτρεμέῃ· ἢν δὲ μὴ, αὐτίκα κατόπιν προστιθέναι. Ἢν δὲ τῶν δαιδίων, ἃ δὴ προσέκειτο, μηδὲν προσδέχηται, λεπτότερον ποιέειν, μέχρις εὐπιθὲς ᾖ. Ἢν δὲ τὸ στόμα μὴ δύνηται ἀνοίγεσθαι, μηδὲ αἱ ὑστέραι ἀγχοῦ προσίωσιν, αὖθις ἐπαναχωρέειν ἐπὶ τὴν ἀρχαίην πυρίην· ἀπὸ δὲ τῆς πρώτης ἐπὶ τὴν δευτέρην, μέχρις ὅτου μαλαχθέωσι καὶ πελαστάτω προσίωσι· κἀπειδὰν ἀναστομωθέωσι, προστιθέναι προσθετὰ ποιήσαντα δύο, εἶναι δὲ τὸ μέγεθος ὅσον ἐλαίη, τούτων δὲ τὸ ἕτερον προσκεῖσθαι, μέχρις ὅτου ἐκτακῇ, κἄπειτα θάτερον προστιθέναι· ὁκόταν δὲ προστίθεσθαι μέλλῃς, βάψαι τὸ προσθετὸν τὸ ἐκ τῆς ῥητίνης, ἀφίστησι γὰρ ἀπὸ τοῦ στόματος τῶν ὑστερέων, ἐς ἔλαιον ῥόδινον ἢ ἴρινον. Πρὶν δὲ τὸ μολύβδινον προσκέεσθαι χρὴ, ὅκως ἐν ὀρθῷ τῷ στόματι ἐρηρείσεται ἐς τὸ ἔσω τοῦ σώματος· ἔπειτα μαλθακτήρια προστιθέναι, λούεσθαι δὲ θερμῷ καὶ πρὸ τῶν προσθετῶν καὶ ὕστερον, καὶ δεῖπνον διδόναι τῶν θαλασσίων. Ὅταν δὲ ἡμέραι γένωνται δύο ἢ τρεῖς ἀπὸ προσθέσιος, σκεψάμενος, ἢν μὲν τὸ στόμα καλῶς ἔχῃ τῶν ὑστερέων καὶ καθαρὸν ᾖ, παύεσθαι τουτέου τοῦ προσθετοῦ, μετὰ δὲ τοῦτο μαλθακτήρια· ὅταν δὲ ἀποφλεγμήνῃ, αἰεὶ προσκείσθω τὸ δαίδιον ἢ τὸ μολύβδιον· ἢν δὲ μήπω καθαρὸν ᾖ τὸ στόμα τῶν ὑστερέων, αὖθις προστιθέναι τὸν αὐτὸν τρόπον τὰ φάρμακα, καὶ τἄλλα ποιέειν, ὡς εἴρηται, καὶ τὸ στόμα ἀναφυσῇν δεῖ καὶ τὰς ὑστέρας ὧδε, προσθετὸν ποιήσαντα τὸ ξὺν τῷ σύκῳ προσθεῖναι· ποιέειν δὲ δύο καὶ ταῦτα· πρὸ δὲ τοῦ προσθεῖναι πυριῆσαι τῇ πυρίῃ τῇ ἐκ τοῦ μαράθρου τῇ πρόσθεν εἰρημένῃ· μετὰ δὲ τὴν πυρίην τῇ ὑστεραίῃ προστιθέναι τὸ φάρμακον λούσαντα· λούειν δὲ καὶ ἐς ἑσπέρην· βάπτειν δὲ καὶ τοῦτο ἐς ἔλαιον, ὅταν προστίθηται· μετὰ δὲ τὴν κάθαρσιν τῇ ὕστερον ἡμέρῃ μαλθακτήρια ἀρήγει ἄχρις ἂν φλεγμήνωσι· μετὰ δὲ τὴν φλεγμασίην ποιέειν τὴν δαΐδα κατὰ τὸν ἔμπροσθεν λόγον. Ποιέειν δὲ καὶ περὶ τοῦ προσθέτου τούτου τοιαῦτα, οἷά περ καὶ περὶ τοῦ προτέρου· κἢν μὲν ἅπαξ προστεθὲν ἀρκεόντως δοκέῃ ἀναφυσῆσαι τὰς ὑστέρας, πεπαῦσθαι· ἢν δέ τι χρήζῃ, αὖθις προστιθέναι τὸν αὐτὸν τρόπον ὅνπερ τὸ πρότερον. Μετὰ δὲ ταῦτα, ὅταν δοκέῃ σοι καιρὸς εἶναι, τὴν πυρίην κατασκευάζειν τὴν ἐκ τῶν θυμιημάτων· σκευάζεται δὲ τόνδε τὸν τρόπον· κύπειρον κόψαντα κατασῆσαι ὅσον σκαφίδα, καὶ κάλαμον μυρεψικὸν ἕτερον τοσοῦτον, καὶ σχοίνου τῆς μυρεψικῆς ἴσον, καρδαμώμου τε ἴσον, καὶ κυμίνου αἰθιοπικοῦ, καὶ ἀννήσου, καὶ πηγάνου ξηροῦ, καὶ ὑπερικοῦ, καὶ μαράθου σπέρμα· ὅταν δὲ ταῦτα παρασκευάσῃς, ἐγχέας ἐς τὸν χύτρινον οἴνου αὐστηροῦ κοτύλας ἓξ ὡς εὐωδεστάτου λευκοῦ, ἐπιπάσαι τῶν κεκομμένων ὅσον τεταρτημόριον, καὶ ἀναταράξαι· εἶτα ἐπιχέαι ὅσον τριώβολον ὁλκὴν μύρον αἰγύπτιον ὡς βέλτιστον, ἢ ἀμαράκινον, ἢ ἴρινον ἄκρον· ὅταν δὲ ἐπιχέῃς, ἀναταράξαι· πυριῇν δὲ μαλθακῇ πυρίῃ πλεῖστον χρόνον· λούειν δὲ πρὸ τῆς πυρίης, καὶ πυριῇν ἡμέρας δύο ἢ τρεῖς· ὅταν δὲ παύσηται πυριωμένη, ἐπίθεμά τι χρὴ ἐπικέεσθαι ἐπὶ τῇ πυρίῃ, ὅκως μὴ ἀποπνέῃ· μετὰ δὲ τοῖσι δαιδίοισι καὶ τοῖσι μολύβδοισι χρέο· ὅταν δὲ πυριήσῃς ἡμέρας δύο ἢ τρεῖς, ἑτέρας διαλιπεῖν δύο ἢ τρεῖς· τὰς δὲ μεταξὺ ἡμέρας λούειν δὶς τῆς ἡμέρης. Ἐσθίειν δὲ πράσα ἑφθὰ καὶ ὠμὰ καὶ ῥαφανῖδας καὶ κάρδαμα καὶ σκόροδα ὀπτὰ καὶ ἑφθὰ, καὶ τὸ πόμα ἀκρητέστερον, καὶ τοῖσι θαλασσίοισι τοῖσι προειρημένοισι χρέεσθαι. Ὅταν δὲ αἱ ἡμέραι διαλιπόμεναι παρέλθωσι, πυριῇν χρὴ ἐπιπάσαντα ὀλίγιστα ἑκάστου τῶν κεκομμένων ἐς τὴν ὑπάρχουσαν πυρίην, καὶ οἶνον ἐπιχέαι· ἢν δοκέῃ δεῖσθαι, καὶ ἔλαιον, καὶ τούτῳ πυριῆσθαι. Ὁκόταν δέ σοι δοκέῃ καλῶς ἔχειν τῶν πυριῶν, καὶ τὸ στόμα μαλθακὸν εἶναι καὶ ἀνεστομωμένον ὡς χρὴ, καὶ αὗται αἱ ὑστέραι ἐγγὺς, μετὰ τὴν πυρίην τὴν ὑστέρην ἡμέρην προστιθέναι τὸ φάρμακον τὸ ξὺν τῇ σμύρνῃ· προσθετὰ δὲ εἶναι δύο· μετὰ δὲ τὴν κάθαρσιν τῇ ὑστεραίῃ ἡμέρῃ τὰ μαλθακτήρια προστιθέναι, μέχρις ὅτου ἀποφλεγμήνωσιν αἱ ὑστέραι· μετὰ δὲ τοῦτο τοῖσι δαιδίοισι καὶ μολυβδίοισι χρῆσθαι· τὴν δὲ δύναμιν τεκμαιρόμενον τοῦ σώματος, αὖθις ἀναπυριῇν ὡς γέγραπται· ἢν μὲν δοκέῃ [ἡ] ἔτι ὑπάρχουσα πυρίη ἱκανὴ εἶναι, ἐς ταύτην ἐμβαλὼν τῶν θυμιαμάτων ὥσπερ τὸ πρότερον, καὶ οἶνον ἐπιχέων καὶ ἔλαιον· ἢν δοκέῃ δὲ ἄχρηστος εἶναι αὕτη ἡ πυρίη, ἑτέρην ἐξ ἀρχῆς κατασκευάζειν. Ὅταν δὲ προπυριάσῃς αὖθις τὸν αὐτὸν τρόπον, ὅνπερ πρότερον προεπυρίασας, προστιθέναι τὸ φάρμακον τὸ σὺν τῷ στέατι· ποιεῖν δὲ δύο τὰ προσθετὰ, καὶ προστιθέναι τὸν αὐτὸν τρόπον, ὅνπερ πρότερον· μετὰ δὲ τὰς προσθέσιας τῇ ὕστερον ἡμέρῃ κατὰ τὸν ἔμπροσθεν λόγον τὰ μαλθακτήρια προστιθέναι· τούτῳ δὲ τῷ φαρμάκῳ χρῆσθαι δι᾿ ἡμέρας τετάρτης προπυριῶντα· αἰεὶ δὲ νεοχμὸν ποιέειν τὸ φάρμακον ἐφ᾿ ἑκάστῃ προσθέσει, μέχρις ὅτου ὕφαιμα καθαίρηται· ὅταν δὲ τοιαῦτα καθαρθῇ, πεπαύσθω. Διαιτῇν δὲ τῷδε τῷ τρόπῳ· ἀνερωτᾷν ἐν ὁκοίῃσιν ἡμέρῃσιν αὐτέῃ ἐγίνετο τὰ καταμήνια· ἀπὸ τουτέων ἀρξάμενος διαιτῇν τῇδε τῇ διαίτῃ· πρῶτον μὲν λουέσθω πολλῷ θερμῷ, πλὴν τῆς κεφαλῆς· ὅταν δὲ παύσηται, δοῦναι τυρὸν δριμὺν καὶ πήγανον οἴνῳ διέντα μέλανι, ἴσον ἴσῳ κεκρημένον· ἔπειτα αὐτὸν ἄλφιτα ἐπιπάσαντα δοῦναι πιεῖν ἐκ τοῦ λουτροῦ εὐθέως· εἶτα ἄριστον δοῦναι ἐν καιρῷ, ἐσθίειν δὲ μάζην ἢ ἄρτον καὶ πράσα ἑφθὰ ἢ ὠμὰ, καὶ τῶν ὁμοιοτρόπων δριμέων πάντων τῶν προγεγραμμένων, καὶ ἔτνος ἄλλοτε καὶ ἄλλοτε, τὸν δὲ ἀφρὸν μὴ ἀφαιρέειν, καὶ σίλφιον πουλὺ ἐγκλῶντα, καὶ σκόροδα ἐγκαθεψῶντα πολλὰ, ὄψοισι δὲ χρῆσθαι τῶν ἰχθύων τοῖσι σελάχεσι πᾶσιν ἑφθοῖσιν ὀξυγλύκεσι, βολβιδίοισι, σηπιδίοισιν ἐν οἴνῳ καὶ ἐλαίῳ, φύλλον ὑποτετριμμένον πίνειν ὡς πλεῖστα, καὶ ἐσθίειν ὡς πλεῖστα καὶ ἐπ᾿ ἀρίστῳ καὶ ἐπὶ δείπνῳ· λούεσθαι δὲ μετὰ τὸ δεῖπνον, ὅταν μέλλῃ ἀναπαύεσθαι. Ταύτῃ τῇ διαίτῃ μέχρι ἡμερῶν πέντε ἢ ἓξ χρεέσθω μετὰ δὲ ταύτας τὰς ἡμέρας πρωῒ μὲν διδόναι νήστει ἀκτῆς καρπὸν ὅσον πυρῆνας ἓξ ἐν οἴνῳ ἀκρήτῳ καὶ σηπίης ὠὰ ὅσον δέκα ἢ δυοκαίδεκα· ταῦτα τρίψαντα ὁμοῦ λεῖα πρωῒ διδόναι νήστει πίνειν, καὶ μετὰ τὴν πόσιν ἐπισχοῦσαν λούεσθαι, καὶ πιεῖν τὸ πήγανον καὶ τὸν τυρὸν, καὶ οὕτως ἀριστᾷν τι τῶν προγεγραμμένων· δειπνεῖν δὲ ὀψιαίτερον, λούεσθαι δὲ χρὴ δὶς τῆς ἡμέρης· αὕτη ἡ δίαιτα ἴτω μέχρις ἡμερέων τρισκαίδεκα ἢ τεσσαρεσκαίδεκα. Ὅταν δὲ αὗται αἱ ἡμέραι παρέλθωσι, κατάποτα ποιέειν ἐκ τοῦ ὀποῦ τοῦ σιλφίου, ὅσον κύαμον, καὶ διδόναι τοῦτο πρῶτον· μετὰ δὲ τοῦτο τἄλλα τὰ προγεγραμμένα ποιέειν. Ὅταν δὲ ἡμέραι γένωνται πέντε καὶ εἴκοσιν ἐν ταύτῃ τῇ διαίτῃ, τὰ μὲν ἄλλα ποιέειν κατὰ ταὐτὰ, πρὸ δὲ τοῦ ἀρίστου, ὅταν μέλλῃ ἀριστᾷν, προτρῖψαι σκορόδου ἄγλιθας ὅσον τέσσαρας, καὶ τυρὸν δριμὺν ὅσον ἀστράγαλον, καὶ ἄλφιτα παραμῖξαι ὀλίγα, καὶ ποιῆσαι μαγίδα, καὶ ταύτην πρῶτον καταφαγεῖν, πρὸ δὲ τοῦ δείπνου ἄκρητον ἐπιῤῥοφέειν, καὶ οὕτω σιτεῖσθαι· τὰ δ᾿ ἄλλα τὴν αὐτὴν διαίτην διαιτῇν. Ὅταν δὲ ἐννέα ἡμέραι ἢ δέκα γένωνται διάλοιποι ἐς τὸν χρόνον, διδόναι καὶ μετὰ τῶν ὠῶν καὶ τῆς ἀκτῆς κύμινον αἰθιοπικὸν, καὶ τοῦ κάστορος ὅσον ὀβολόν. Ὅταν δὲ ἡμέραι λοιπαὶ δύο ἔωσι, τουτέων μὲν ἀπαλλαγῆναι πάντων τῶν πομάτων καὶ τῶν καταποτίων, τὸ δὲ ξὺν τῇ δαιδὶ φάρμακον διδόναι λουσαμένῃ νήστει· μετὰ δὲ τὴν πόσιν τοῦ φαρμάκου διδόναι λινόζωστιν καὶ κράμβην ὁμοῦ ἑψῶντα ἐν ὕδατι, ἡδύναντα ἐν ὀξυγλύκει καὶ ἁλσὶ καὶ σιλφίῳ καὶ ἐλαίῳ ἐπὶ τῷ ἀρίστῳ· ταῦτα δίδου καὶ αὐτὰ τρώγειν καὶ αὐτὸν τὸν χυλὸν ῥοφέειν, καὶ τὸ πόμα ἀκρητέστερον πίνειν· ὄψοισι δὲ χρῆσθαι πουλυποδίῳ ἑφθῷ, ἢ σηπιδίοισι. Ταῦτα μὲν ἐπὶ τῷ ἀρίστῳ, ἐπὶ δὲ τῷ δείπνῳ κρέας αἰγὸς, ἢ ὄϊος, ἢ ἀρνὸς δίεφθα, καὶ πράσα, καὶ τῶν ἄλλων δριμέων ὅ τι ἂν βούληται· λουσάσθω δὲ ἀπὸ τοῦ δείπνου. Αὕτη ἡ δίαιτα τὰς δύο ἡμέρας τὰς ὑστάτας. Ἢν δὲ πρὸς τὴν δίαιταν ταύτην μὴ κατασπασθῇ τὰ ἐπιμήνια, τὸν ἐπιόντα μῆνα τὴν αὐτὴν δίαιταν ἐξ ἀρχῆς διαιτῇν ἄχρι τῶν ὑστάτων δύο ἡμερέων· ταύτας δὲ τὰς δύο τῇ πρότερον ἡμέρῃ τῆς ὑστάτης προσθετὰ ποιήσας, προσθεῖναι κατὰ τὸν ἔμπροσθεν λόγον, φαρμάκου τοῦ ἐν τῷ ὕδατι ποιευμένου· προστιθέσθω δὲ προλούσας. Σκέψασθαι δὲ χρὴ καὶ τῶν ὑστερέων ὅκως ἔχουσι, καὶ αἰεὶ παρὰ πάντα τὸν χρόνον ὅκως καλῶς ἕξουσι, καὶ τὸ στόμα ὀρθόν τε καὶ ἀνεστομωμένον εἴη. Καὶ ἢν δοκέωσι πρὸ τῆς προσθέσιος προπυριατέαι εἶναι· ἢν δὲ καταῤῥαγῇ τὰ ἐπιμήνια, ἢν μὲν συχνὰ, ἐλάσσοσι τοῖσι λουτροῖσι κεχρῆσθαι· ἢν δὲ ἐλάσσω, πλέοσιν· ἢν δὲ προσημήναντα μὴ ἴῃ, αὖθις τῇ διαίτῃ τῇ αὐτέῃ ἐκθεραπεύειν, ἄχρις ὅτου ἂν φανῇ τὰ ἐπιμήνια· ὅταν δὲ ἅπαξ ἔλθῃ, τῇσι τοιαύτῃσιν ἄριστον ἐν γαστρὶ λαμβάνειν. Αὕτη πασέων τῶν ὁμοιοτρόπων νούσων ἡ θεραπείη.

[134] Ἢν αἱ μῆτραι ψαύσωσι τοῦ ἰσχίου καὶ προσκέωνται, στεῤῥὸν γίνεται ἐπὶ τὸν κενεῶνα, καὶ ὀδύναι νειαίρης γαστρὸς, καὶ ἐς αὐτὸν τὸν κενεῶνα καὶ ἐς τὰς ἰξύας καὶ ἐς τὰ σκέλεα ἡ ὀδύνη ἐμπίπτει, καὶ τιταίνεται, καὶ ἐκπυΐσκονται, καὶ ἔμμοτοι γίνονται, αἵδε ῥεόμεναι ὄλλυνται, ἢν μὴ τάμῃς ἢ καύσῃς. Ὅταν οὕτως ἔχῃ, φάρμακον πῖσαι κάτω, καὶ λούειν πολλῷ θερμῷ, καὶ πυριῇν τὰς ὑστέρας, καὶ ἐγχέαι οὖρον παλαιὸν ἀναζέον ἐς τὸ κοῖλον τῆς πυέλου, καὶ ἀμφικαθίζεσθαι περικαλύψας εἵματι τὴν γυναῖκα, ὡς μὴ παραπνέῃ· ἐπειδὰν δὲ ἀποψύχηται τὸ οὖρον, ἐμβάλλειν μύδρους διαπύρους ἐς τὸ οὖρον, καὶ πυριῇν μέχρις οὗ ἂν φῇ ἀμαυρὰ βλέπειν καὶ λιποθυμέειν· λοῦσαι δὲ ἀπὸ τῆς πυρίης θερμῷ ὕδατι· κἄπειτα ἁψαμένην τῷ δακτύλῳ ἕλκειν τὸ στόμα τῶν ὑστερέων πρὸς τὸ ὑγιὲς ἰσχίον, καὶ τὰς νύκτας προστίθεσθαι μαλθακτήρια· ἐπὴν δὲ φῇ κατ᾿ ἰθὺ εἶναι, προπυριήσας τοῖσιν εὐώδεσιν, αὖθις προστιθέναι τὰ μαλθακτήρια, ἀλλὰ καὶ τοὺς μολύβδους ἡμέρας τρεῖς, ἕνα καθ᾿ ἑκάστην ἡμέρην· μετὰ δὲ ταύτας τὴν ἐχέτρωσιν ἢ τὴν σκίλλην τρεῖς ἡμέρας. Μετὰ δὲ τοῦτο σκεψάμενος ἐν τοῖσιν ἐπιμηνίοισι μάνθανε, ἤν τε χολώδεα ᾖ, ἤν τε φλεγματώδεα, ἤν τε αἷμα διεφθορὸς ᾖ, καὶ ἢν δέῃ αὐτὴν αἷμα καθῆραι, προστιθέναι, ὅτου ἄν σοι δοκέῃ μάλιστα δεῖσθαι, καὶ μετακλύζειν τοιουτέοισι· προστιθέναι δὲ τὰ προσθετὰ, ἔστ᾿ ἂν αἷμα καθαρὸν ἀνάγηται, καὶ ταῦτα ἐνεργεῖν τρεῖς ἡμέρας. Ἐλάφου δὲ στέαρ προστιθέσθω τηκτὸν ἐμβάπτων μαλθακὸν εἴριον, ἔπειτα γλήχωνα τὴν ἡμέρην θυμιωμένη τοῖσιν ἀρώμασιν, καὶ οὕτω παρὰ τὸν ἄνδρα ἴτω. Ἢν δὲ ἐκ τόκου ἡ νοῦσος γένηται, κεκαθαρμένης πάντα ἐκ τῆς πυρίης τοῦ οὔρου, αὐτίκα ἰέναι ἐς τὰ εὐώδεα, κἄπειτα λουσαμένην ἄλειφα λευκὸν αἰγύπτιον προστιθέσθω πρὸς τὸ ὑγιὲς ἰσχίον, καὶ κατακείσθω ἐπὶ τοῦτο. Ἢν δὲ μὴ πρὸς ταῦτα μεταστέωσιν αἱ ὑστέραι, πινέτω νῆστις τῆς γλυκυσίδης κόκκους τοὺς μέλανας πέντε, ἐν οἴνῳ εὐώδει, καὶ ἐπὶ τῷ σίτῳ τρωγέτω σκόροδα ὠμὰ καὶ ὀπτὰ καὶ ἑφθά· ὄψοισι δὲ χρήσθω ὡς ἐλαχίστοισιν· ἢν δὲ μὴ γένηται ὑγιὴς, ὡσαύτως καθαίρειν αὐτὴν ὡς ἐπὶ τῆς πρόσθεν. Ἐπὶ δὲ ταύτης τῆς νούσου, ἢν μὴ αὐτίκα σχῇ ἐν γαστρὶ, ἄτοκος γίνεται. Ἢν δὲ ὧδε ἐχούσῃ τὰ ἐπιμήνια μὴ γίνηται, καὶ πῦρ ἐπιλάβῃ, φαρμάκοισι πρῶτον καθαίρειν ἄνω μάλιστα, ἢν δὲ ἀσθενὴς ᾖ, κάτω· καὶ μετὰ τὴν φαρμακοποσίην, ἤν σοι δοκέῃ φλεγματώδης εἶναι, ἐμεέτω νῆστίς τε καὶ ξὺν τῷ σιτίῳ, καὶ ὡς τὰ πολλὰ ὑγιὴς ἔσται.

[135] Ἢν δὲ αἱ μῆτραι πρὸς τὸ ἰσχίον λυθῶσι, τὰ ἐπιμήνια παχέα ἐόντα οὐ γίνεται· ὀδύνη δὲ ἐς τὴν νειαίρην γαστέρα ἀφικνέεται· ἀφικνεῖται δὲ καὶ ἐς τὸν κενεῶνα, καὶ δάκνεται. Ὅταν ὧδε ἔχῃ, λούειν πολλῷ θερμῷ, καὶ διδόναι σκόροδα τρώγειν ὡς πλεῖστα, καὶ γάλα πίνειν ἱκνεομένως, ἔπειτα οἶνον ἄκρητον, καὶ πυριῆσαι ὅλην, καὶ φάρμακον δοῦναι ἄνω· ἢν δὲ ἀσθενεστέρη ᾖ, κάτω. Ἢν δὲ ἰηθῇ, πυριῇν τὰς ὑστέρας μαράθρῳ, ξυμμίσγεται δὲ καὶ ἀψίνθιον· ἐπὴν δὲ νεοπυρίητος ᾖ, ἀφέλκειν τὸ στόμα τῷ δακτύλῳ ἠρέμα τῶν ὑστερέων πρὸς τὸ ὑγιὲς ἰσχίον, παρηγορικῶς μαλθάσσοντα τὸ στόμα τε καὶ τὰ ἀμφιπονεόμενα, καὶ προσθεῖναί τι μαλθακτήριον, μετὰ δὲ μολύβδους, καὶ αὐτίκα σκίλλαν, ἔπειτα ναρκίσσινον μίαν ἡμέρην διαλιπών. Ἐπὴν δέ σοι δοκέῃ καθαρή τις εἶναι, τὸ νέτωπον προσθέσθω ἐν εἰρίῳ· τῇ δὲ ὑστεραίῃ ἔλαιον ῥόδινον· τῶν ἐπιμηνίων δὲ ἰόντων, ἄμεινον μὴ προστίθεσθαι· ἢν δὲ μὴ ἴῃ, κανθαρίδας τέσσαρας, ἀπτέρους καὶ ἄποδας καὶ ἄτερ κεφαλῆς, καὶ γλυκυσίδης κόκκους πέντε τοὺς μέλανας καὶ σηπίης ὠὰ, καὶ σελίνου σπέρμα ὀλίγον ἐν οἴνῳ διδόναι πίνειν· καὶ ἢν ὀδύνη ἐνῇ καὶ στραγγουρίη ἔχῃ, ἐν ὕδατι θερμῷ ἐγκαθήσθω, καὶ πινέτω μελίκρητον ὑδαρές· ἢν δὲ μὴ καθαίρηται, αὖθις τὸ φάρμακον πινέτω· ἢν δὲ ἴῃ, ἀσιτήσασα, [κυκεῶνα] πινέτω, καὶ ξυνίτω τῷ ἀνδρί. Ἢν δὲ μὴ γίνηται, διδόναι ὅ τι κατασπάσει, ὁρέων πρὸς τὴν δύναμιν τῆς γυναικὸς, καὶ τότε ἀσφαλὲς φοιτᾷν πρὸς τὸν ἄνδρα· ἢν γὰρ ἴσχῃ ἐν γαστρὶ, ὑγιὴς γίνεται. Ἐν δὲ τῇ καθάρσει, ἢν ἴῃ πολλὴ, λινόζωστιν ἐσθιέτω, καὶ πουλύποδας ἑφθοὺς ἁπαλοὺς, καὶ σιτίοισι μαλθακοῖσι χρεέσθω.

[136] Ἢν ἐς τὸ ἰσχίον αἱ ὑστέραι ἢ ἐς τὸν κενεῶνα καταστηρίξωσι λεχοῖ, προστιθέναι ἐς θάτερον ἰσχίον αἰγύπτιον ἔλαιον λευκὸν ἢ ῥόδινον, ἐπὶ δὲ τὸ ὑγιὲς ἰσχίον ἄμεινον κατακεῖσθαι· πίνειν δὲ γλυκυσίδης κόκκους τέσσαρας τοὺς μέλανας, καὶ ἀκτῆς καρπὸν ἐν τοίσδεσιν ὅσον χηραμύδα, καὶ κάστορος ὡς κύαμον, καὶ σιτίοισι χρῷτο μαλθακοῖσι· λινόζωστις δ᾿ ἂν ἁρμόζοι πρὸ τοῦ σιτίου ἑφθὴ ὡς κράμβη· ῥοφεέτω δὲ καὶ τοῦ ὕδατος· καὶ τὰ δριμέα τρωγέτω, πλὴν ῥαφανῖδος, καὶ κρομμύου, καὶ καρδάμου· ἄριστον δὲ θριδακίνη.

[137] Ὁκόσα δὲ ἀπὸ τῶν ὑστερέων ξυμβαίνει γίνεσθαι νοσήματα, τάδε λέγω· ὁκόταν αἱ ὑστέραι ἐκ χώρης κινηθέωσι, προσπίπτουσιν ἄλλοτε ἄλλῃ· ὅκου δ᾿ ἂν προσπέσωσιν, ὀδυνήματα καταστηρίζουσιν ἰσχυρά· καὶ ἢν ἅψηται τῆς κύστιος, ὀδύνην παρέχουσι, καὶ τὸ οὖρον οὐ δέχονται, οὐδὲ τὸν γόνον ἐπὶ σφέας ἕλκουσι, καὶ ἄμφω ἀλγέει· κἢν μὴ ταχέες λύσιες γίνωνται, διαπυΐσκονται αἱ ὑστέραι χρόνῳ ὕστερον κατὰ τὰ αὐτὰ χωρία, ᾗ ἂν προσαυανθῶσι· γίνεται δὲ κατὰ κενεῶνάς τε καὶ βουβῶνας καὶ ὑπὲρ τοῦ κτενός. Χρὴ δὲ ἐν ἀρχῇσιν, ὅταν ἡ ὀδύνη ἔχῃ, ὧδε θεραπεύειν· χλιάσματα προστιθέναι, καὶ ἐν ὕδατι θερμῷ εἶναι, ἀγαθὸν γὰρ καὶ τοῦτο· ἢ σπόγγοισιν ἐν ὕδατι θερμῷ ἐκπιεζομένοισι πυριῇν· καὶ πίνειν τῶν ὑστερικῶν φαρμάκων· ἢν δὲ μὴ πρὸς ταῦτα λύηται, φαρμακεύειν κάτω, ἢν δέῃ, καὶ ἄνω, ὁκοτέρου ἂν ἁρμόσῃ μᾶλλον δεῖσθαι. Τοῦτο δὲ διαγνώσῃ τῷδε τῷ τρόπῳ· ἢν μὲν ἐς τοὺς βουβῶνας καὶ κτένα καὶ κύστιν ἐγχρίμψῃ, αὗται χρήζουσιν ἄνω φαρμακείης· ἢν δὲ ἐς τοὺς κενεῶνάς τε καὶ τὰ ὑποχόνδρια, αὗται δέονται κατωτερικοῦ φαρμάκου· μετὰ δὲ ταύτας τὰς καθάρσιας εὐθὺς καθαίρειν τὰς ὑστέρας. Τὰ δὲ νουσήματα πάντα τὰ τοιουτότροπα γεραιτέρῃσι μᾶλλον γίνεται ἢ νεωτέρῃσι, πρὸς τὰς ἀπολείψιας τῶν ἐπιμηνίων· γίνεται δὲ καὶ νέῃσιν ἐούσῃσιν, ὁκόταν χηρεύσωσι πουλὺν χρόνον. Ἢν δὲ ἐς τὴν ἕδρην τράπωνται, τὰ ὑποχωρήματα κωλύονται, καὶ ὀδύναι ἴσχουσι τήν τε ὀσφὺν καὶ τὴν νειαίρην γαστέρα καὶ τὸν ἀρχόν. Ὅταν ὧδε ἔχῃ, λούειν χρή μιν τῷ θερμῷ, καὶ πυριῇν τὴν ὀσφὺν, καὶ ὑποθυμιῇν τὸ κατόπιν κακώδεσι, καὶ προστιθέναι ἅσσα καθαίρει τε καὶ ἐλαύνει τὰς ὑστέρας, καὶ πιπίσκειν ὅ τι ἂν προσδέχηται τῶν ξυμφερόντων μάλιστα. Ἢν δὲ κάτω ἐγκέωνται ἐς τοὺς βουβῶνάς τε καὶ οὐρητῆρα, ὀδύναι γίνονται ἰσχυραὶ, καὶ νάρκη ἐν τοῖσι σκέλεσι, καὶ ὁ οὐρητὴρ ἀποφράσσεται, καὶ τὸ οὖρον οὐ μεθίησι. Θεραπεύειν δὲ χρὴ ὧδε· πρὸς μὲν τὰς ῥῖνας προστιθέναι τὰ εὐώδεα καὶ μύρα, πρὸς δὲ τὰς ὑστέρας τὰ δύσοδμα θυμιῶντα.

[138] Ἅπασα δὲ πρόφασις ἱκανὴ τὰς ὑστέρας παροτρῦναι, ἢν ἔχωσί τι φλαῦρον· καὶ γὰρ ἀπὸ ῥίγεος τῶν ποδῶν καὶ ὀσφύος, καὶ ἀπὸ τοῦ ὀρχέεσθαι καὶ πτίσαι καὶ κεάσαι καὶ δραμεῖν πρὸς ἄναντες χωρίον καὶ πρὸς κάταντες, καὶ ἀπ᾿ ἄλλων. Ταῦτ᾿ οὖν χρὴ σκέπτεσθαι ἐς οὖλον τὸ σῶμα καθορέοντα, ὅταν τὰ παρεόντα συθῇ νουσήματα· τὰ γὰρ τοιάδε ἀνάγκη ἐστὶ τῷ πλέονι ἢ τῷ ἐλάσσονι νοσέειν· καθ᾿ ὃ δ᾿ ἂν ἐκλάμψῃ μάλιστα, ταύτῃ τὰ ἐξαπιναῖα δῆλα τῶν νουσημάτων· ὁκόταν οὖν τὰ ἐξαπιναῖα ταῦτα συθῇ, ἀνωτέρω χρὴ λαμβάνεσθαι ἐκ τοῦ παντὸς ἀνθρώπου. Ὁκόσαι δὲ ἀποψύξιες σκελέων ἢ ναρκώσιες ψύξει γίνονται ἐν τοῖσιν ὑστερικοῖσι, ταῦτα πάντα μεταρσιοῖ τὰς ὑστέρας. Ἐν τοῖσι τοιουτέοισι καταχεῖν χρὴ θερμὸν ὕδωρ κατὰ τῆς ὑστέρης καὶ τῶν πέριξ χωρίων, καὶ ἐκθερμαίνειν αὐτὰς καὶ τὰ σκέλεα, καὶ ὅταν προσπεπτωκυῖαι ἔωσιν.

[139] Ἢν περιστραφῶσιν αἱ μῆτραι ἐκ τόκου κατὰ τὰ δεξιὰ, τά τε λοχεῖα οὐ γίνονται, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας, καὶ τὸ δεξιὸν σκέλος βαρύνεται, καὶ νάρκη ἔχει, καὶ τετρεμαίνει, καὶ οὐκ ἂν δύναιτο τοῦ στόματος θιγεῖν τῶν μητρέων, ἀλλ᾿ ὄψει λείας τε καὶ ὁμαλὰς ἰσχυρῶς. Ὅταν δὲ ὧδε ἔχῃ, φάρμακον πῖσαι ὑφ᾿ οὗ καθαίρεται καὶ ἄνω καὶ κάτω, κάτω δὲ μᾶλλον, καὶ πυριῇν ὅλον τὸ σῶμα καὶ τὰς ὑστέρας ὡς μάλιστα προσηνέως, καὶ λούειν τῷ θερμῷ δὶς τῆς ἡμέρης, καὶ τῶν ποτημάτων ὅ τι μάλιστα ἂν προσδέξηται πειρώμενος, καὶ τῷ ἀνδρὶ ξυνευδέτω θαμινὰ, καὶ τὴν κράμβην ἐσθιέτω.

[140] Ἢν αἱ ὑστέραι κατὰ τὰ ἀριστερὰ κλιθέωσιν ἢ τὸ ἰσχίον, ὀδύνη ἴσχει ὀξείη τε καὶ σπερχνὴ τάς τε ἰξύας καὶ τοὺς κενεῶνας καὶ τὸ σκέλος, καὶ ἐπισκάζει. Ὅταν οὕτως ἔχῃ, φάρμακον χρὴ πῖσαι ἐλατήριον, τῇ δὲ ὑστεραίῃ ὑποθυμιῇν· τῶν κριθέων χοίνικας δύο, καὶ ἐλαίης φύλλα κατακνῆσαι σμικρὰ, καὶ κικίδα κατακόψαι καὶ κατασῆσαι, καὶ ὑοσκυάμου τρίτον χοίνικος· ταῦτα μίξας, καὶ ἐλαίῳ περιποιήσας ὅσον ἡμικοτύλιον ἐν χύτρῃ καινῇ, ὑποθυμία τέσσαρας ἡμέρας· τῆς δὲ νυκτὸς γάλα βοὸς καὶ μέλι καὶ ὕδωρ πινέτω, καὶ τῷ θερμῷ λουέσθω.

[141] Ἢν παραλοξαίνωνται αἱ μῆτραι καὶ δοχμοὶ ἔωσι καὶ τὸ στόμα σφέων, τἀπιμήνια ταύτῃ τὰ μὲν κρύπτονται, τὰ δὲ προφανέντα οἴχονται, καὶ οὐχ ὅμοια γίνονται, ἀλλὰ κακήθεα καὶ ἐλάσσονα ἢ πρὸ τοῦ, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται τουτέου τοῦ χρόνου, καὶ ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τὸ ἰσχίον, καὶ ἐφέλκεται αὐτό. Ὅταν οὕτως ἔχῃ, φάρμακον χρὴ πίνειν ἐλατήριον, καὶ λούειν θερμῷ, καὶ πυριῇν. Ὁκόταν δὲ νεοπυρίητος ἢ νεόλουτος ᾖ, τὸν δάκτυλον παραφάσασα, ἀπορθούτω, καὶ παρευθυνέτω τὸ στόμα τῶν μητρέων, καὶ ὑποθυμιήσθω τὰ εὐώδεα, καὶ τῶν ποτημάτων δίδου ὅ τι ἂν μάλιστα προσδέχηται πειρεόμενος· σιτίοισι δὲ χρήσθω μαλθακοῖσι, καὶ σκόροδα ἐσθιέτω καὶ ὠμὰ καὶ ἑφθά· καὶ τῷ ἀνδρὶ ξυνευδέτω· καὶ ἐπὶ τὸ ὑγιὲς ἰσχίον κατακείσθω· ἐπὶ θάτερον καὶ πυριήσθω. Ἡ δὲ νοῦσος δυσαπάλλακτος.

[142] Ἢν δὲ ἄγχιστα ἔωσιν, ἐμέειν θαμινά· τὰς δὲ ὑστέρας πυριῆσαι τοῖσι δυσόδμοισι, μέχρι ἂν ἐς χώρην ἱδρυθέωσιν· διαίτῃσι δὲ χρήσθω μὴ λαπακτικῇσιν.

[143] Ἢν αἱ μῆτραι προΐωσιν ἐξωτέρω τῆς φύσιος, πυρετὸς ἔχει τὸ αἰδοῖον καὶ τὴν ἕδρην, καὶ τὸ οὖρον στάζει θαμινὰ καὶ κατ᾿ ὀλίγον, καὶ δάκνεται σφοδρῶς τὸ αἰδοῖον· πάσχει δὲ, ἢν ἐκ τόκου ἐοῦσα τῷ ἀνδρὶ ξυνευνάζηται. Ὅταν οὖν ὧδε ἔχῃ, μύρτα καὶ λωτοῦ ξύσματα ἑψῆσαι ἐν ὕδατι, καὶ θεῖναι τὸ ὕδωρ ἐς τὴν αἰθρίην· προσαιονῇν δὲ ὧδε ὡς ψυχρότατον τὸ αἰδοῖον· καὶ τρίβων λείως πρόσπλασσε· ἔπειτα πίνουσα ὕδωρ φακῶν ξὺν μέλιτι καὶ ὄξει ἐμεέτω, ἔστ᾿ ἂν αἱ ὑστέραι ἀνελκυσθέωσι· καὶ τὴν κλισίην ἀνεκὰς χρὴ ποιέειν τὰ ἀπὸ τῶν ποδῶν· καὶ τὸ αἰδοῖον ὑποθυμιῇν τὰ κακώδεα, τὰς δέ γε ῥῖνας τὰ εὐώδεα· σιτίοισι δὲ χρεέσθω ὡς μαλθακωτάτοισι καὶ ψυχροῖσι, καὶ τὸν οἶνον ὑδαρέα λευκὸν πινέτω, καὶ μὴ λουέσθω, μηδὲ τῷ ἀνδρὶ ξυνερχέσθω.

[144] Ἢν παντάπασιν ἐκ τοῦ αἰδοίου ἐκπέσωσιν αἱ μῆτραι, ἐκκρίμναται οἷον ὄσχη, καὶ ὀδύνη λάζεται τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς βουβῶνας· καὶ ὁκόταν ἐπιγένηται χρόνος, οὐκ ἐθέλουσιν ἐς χώρην ἰέναι. Ἡ δὲ νοῦσος λαμβάνει, ὁκόταν ἐκ τόκου ταλαιπωρήσῃ, ὥστε ψαίρειν τὰς ὑστέρας, ἢ τῷ ἀνδρὶ ξυνίῃ ἐν τῇ λοχίῃ καθάρσει. Ὅταν ὧδε ἔχῃ, ψύγματα χρὴ προστιθέναι παρηγορικὰ πρὸς τὸ αἰδοῖον· καὶ τὸ ἔξω ἐὸν ἀποκαθήρας, σίδην ἐν οἴνῳ μέλανι ἑψήσας, τουτέῳ περιπλῦναι, καὶ ἔσω ἀπωθέειν· ἔπειτα μέλι καὶ ῥητίνην ξυντῆξαι ἴσον ἑκατέρου, καὶ ἐγχέειν ἐς τὸ αἰδοῖον, καὶ κατακείσθω ὑπτίη, ἄνω τοὺς πόδας ἔχουσα ἐκτεταμένη. Κᾄπειτα σπόγγους προσθεῖσα ἀναδῆσαι ἐκ τῶν ἰξύων. Ἔστ᾿ ἂν δ᾿ οὕτως ἔχῃ, σιτίων μὲν ἀπεχέσθω, ποτῷ δὲ ὡς ἐλαχίστῳ χρήσθω, μέχρις ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν. Καὶ ἢν μὲν οὕτως ἐθέλωσιν ἐνακούειν καὶ ἀπιέναι, ἅλις ἔστω· ἢν δὲ μὴ, ἄκρα περιξέσας τὰ λέγνα τῆς ὑστέρης καὶ ἀμφιπλύνας, χρῖσαι τῇ πισσηρῇ· ἔπειτα πρὸς κλίμακα δῆσαι τοὺς πόδας, τὴν δὲ κεφαλὴν κάτω ἔχειν, καὶ τῇ χειρὶ ἔσω ἀπωθέειν· ἔπειτα λύειν, καὶ ξυνδῆσαι αὐτῆς τὰ σκέλεα ἐναλλὰξ, καὶ ἐῇν νύκτα καὶ ἡμέρην οὕτω, καὶ διδόναι ὀλίγον χυλὸν πτισάνης ψυχρὸν, ἄλλο δὲ μηδέν. Τῇ δὲ ὑστεραίῃ κατακλίνας ἐπὶ τὸ ἰσχίον, σικύην προσβάλλειν ὡς μεγίστην, καὶ ἐῇν ἕλκειν πουλὺν χρόνον, καὶ ἐπὴν ἀφέλῃς, μὴ ἀποσχάσῃς, ἀλλὰ κατακλίνας ἔα καὶ μὴ πρόσφερε μηδὲν ἀλλ᾿ ἢ τὸν χυλὸν, ἕως ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν· ἢν δὲ δίψα ἔχῃ, ὕδωρ ἐλάχιστον πινέτω· ἐπὴν δὲ αἱ ἑπτὰ ἡμέραι παρέλθωσι, σιτίοισιν ὡς μαλθακωτάτοισι καὶ ἐλαχίστοισι χρεέσθω· ὁκόταν δὲ ἀποπατῆσαι θέλῃ, ἀνακειμένη ἀποπατείτω, ἕως ἂν τεσσαρεσκαίδεκα ἡμέραι γένωνται· ἔπειτα κλυζέσθω χλιαρῇσι πυρίῃσιν· ἄμεινον δὲ θερμῷ, ὡς ἐξ ἡλίου, καὶ περιπατείτω ὡς ἐλάχιστα, καὶ μὴ λουέσθω· κοιλίην δὲ μὴ λύσῃς· σιτίοισι δὲ ὀλιγίστοισι χρεέσθω, μήτε δριμέσι μήτε ἁλμυροῖσι· καὶ θυμιήσθω τὸ αἰδοῖον τοῖσι κακώδεσι· κἀπειδὰν ἄρξηται περιπατεῖν, τὴν σφενδόνην φορείτω.

[145] Ἢν δὲ ἔξω τοῦ αἰδοίου τὸ στόμα τῶν μητρέων ἐκπέσῃ, οἷα τοῦ αὐχένος τῶν μητρέων πλησίον τοῦ αἰδοίου κειμένου καὶ εὐρέος ἐόντος· γίνεται δὲ τοῦτο μᾶλλον τῇσιν ἀτόκοισι, μάλιστα δὲ γίνεται ἐκ ταλαιπωρίης, ἐπὴν ταλαιπωρήσῃ ἡ γυνὴ, καὶ αἱ μῆτραι θερμανθέωσι καὶ ἱδρώσωσιν, ἐκτρέπεται τὸ στόμα αὐτέων διὰ τοῦ αὐχένος, ἅτε ἐν ὑγροτέρῳ καὶ ὀλισθηροτέρῳ καὶ θερμοτέρῳ χωρίῳ γενόμενον ἢ ἐν τῷ πρὶν χρόνῳ· καὶ ἐπὴν τοῦτο γένηται, θύουσιν ἔξω πρὸς τὸ ψῦχος, καὶ σφέων τὸ στόμα ἔρχεται ἔξω ἐκτραπέν. Καὶ ἢν μὲν ἐν τάχει θεραπευθῇ, ὑγιὴς γίνεται· ἄφορος δὲ πάντως καταλιμπάνεται· ἢν δὲ μὴ ἐν τάχει, ἔξω ἀεὶ ἔσται οἱ σκληρὸν τὸ στόμα, καὶ ῥεύσεται αὐτόθεν ἰχὼρ ἄλλοτε καὶ ἄλλοτε γλίσχρος καὶ κάκοδμος, καὶ ἢν τἀπιμήνια χωρήσῃ, ἢν ἔτι ἐν τῇ ἡλικίῃ ᾖ ἐν εὐνῇ εἶναι· χρόνου δὲ γενομένου, ἡ τοιήδε νοῦσος ἀνίητος γίνεται, καὶ ξυγκαταγηράσκουσιν ἔξω τὰς μήτρας ἔχουσαι. Ἢν δὲ αἱ μῆτραι ἐξίσχωσι, περινίψας αὐτὰς ὕδατι χλιηρῷ, καὶ ἀλείψας ἐλαίῳ καὶ οἴνῳ, πάλιν ἐνθεῖναι καὶ ἀναδῆσαι, καὶ ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα. Ἢν δὲ πλείονα χρόνον αἱ ὑστέραι ἐξίσχωσι καὶ περιψύχωνται ναρκωδέως, καταχέειν ὕδωρ θερμὸν πουλὺ, ὅκως διαπυριηθέωσιν. Ἢν δὲ ἤδη φυσέωνται, καὶ ὄξεος μίσγοντα, ξυμπυριῇν ἢ δάφνης ἢ μυρσίνης ὕδωρ, καὶ ἠρέμα προωθέειν, καὶ κηρωτῇ ἢ μύρῳ χρίειν, ἢν ἐσακούῃ· ἢν δὲ μὴ, περικλύσαι τῷ ὕδατι, καὶ ὄξεος ὀλίγον χλιήνας καταχέαι, εἶτα ἁλὶ ψαύειν· ὁκόταν δὲ ξυντακέωσι, περινίψας ὡς λέλεκται, ἐνθεῖναι, καὶ τἄλλα ποιέειν τὰ προειρημένα· ἔλαιον δὲ μὴ προσφέρειν, μηδ᾿ ἄλλο τι πῖον, μηδὲ λίπα ἔχον.

[146] Ἢν ὑποπτυχθῇ τι τῶν στομάτων τῆς ὑστέρης, τὰ ἐπιμήνια οὐ γίνονται, ἢ ὀλίγα καὶ πονηρὰ καὶ ἀλγεινὰ, καὶ ὁκόταν τῷ ἀνδρὶ ξυνεύδῃ, ἀλγέει, καὶ ὅ τι ἂν ὁ ἀνὴρ μεθίῃ, ἔξεισι, καὶ οὐ θέλει ψαύεσθαι, οὐδ᾿ ἕλκουσι τὴν γονὴν, καὶ ὀδύνη ἴσχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ τὸ στόμα τῶν ὑστερέων οὐ δῆλον ψηλαφήσει. Ὅταν τοίνυν ὧδε ἔχῃ, πυριῆσαι οὔρῳ παλαιῷ· ἔπειτα ἐμεσάτω τῷ φακίῳ ξυμμίξασα μέλι καὶ ὄξος· ἔπειτα λουέσθω ὕδατι θερμῷ· ἔπειτα ἐγχέασα ἐς φιάλην ἀργυρέην ἢ χαλκέην ἔλαιον λευκὸν αἰγύπτιον καὶ ἅλας, καλυψαμένη δὲ καθέζεσθαι ἀμφὶ τὴν φιάλην· κἢν μὲν ἴῃ ὀδμὴ αὐτῇ διὰ τοῦ στόματος τοῦ ἐλαίου, φάναι αὐτὴν τέξεσθαι, καὶ τὴν ὑστέρην ἔτι ὑγιῆ εἶναι. Ἢν δὲ μὴ ἴῃ ὀδμὴ, θαρσύνειν· κἀπειδὰν μέλλῃ εὕδειν, προστιθέσθω τὸ αἰγύπτιον ἔλαιον ἐν εἰρίῳ· τῇ δὲ ὑστεραίῃ σκεψάσθω ἤν τι μᾶλλον κατ᾿ ἰθὺ ᾖ τὸ στόμα τῶν ὑστερέων· καὶ ἢν φῇ εἶναι, πυριῆσαι εὐώδεσιν ἡμέρας τρεῖς, καὶ προστιθέναι προσθετὰ ὁκοῖα μὴ ἀναδήξεται· καθαίρειν δὲ καὶ μετακλύζειν εὐώδεσι καὶ μαλθακοῖσιν, ἴσας ἡμέρας τῇσι πρόσθεν· ὁκόταν δὲ τὰ ἐπιμήνια γένηται, νηστεῦσαι, καὶ ἀλουτήσασα παρὰ τὸν ἄνδρα ἴτω, θυμιησαμένη τοῖσιν ἀρώμασιν. Ἄτοκοι δὲ πολλαὶ καὶ ἐκ ταύτης τῆς νούσου γίνονται, ἢν μὴ μελεδανθῇ.

[147] Ἢν ἑλκωθέωσιν αἱ μῆτραι καὶ πρόσω χωρήσωσιν ἐξωτάτω, ἐλαίῳ χρίων λίπα τὰς χεῖρας ἐντιθέναι, καὶ δίδου καταπότιον σμύρνης ἀκρήτου, τρεῖς καταπιεῖν σπυράδας, καὶ πινέτω δάφνην χλωρὴν τετριμμένην, οἴνῳ διεῖσα, καὶ ὑγιὴς οὕτω γίνεται.

[148] Ἢν ἔξουρα ᾖ τὰ αἰδοῖα, προσθετὸν, ἀννήσου καρπὸν καὶ σελίνου τρίψας λεῖα, πρόσθες πρὸς τὰ αἰδοῖα.

[149] Ἢν μὴ κατὰ χώρην μένωσιν, ἀλλ᾿ ὁτὲ μὲν ἔνθα, ὁτὲ δὲ ἔνθα ἴωσιν, ὀδύνας παρέχουσιν· αἱ δὲ ἀφανέες γίνονται, τοτὲ δὲ ἐξίασιν ὡς ἕδρη· καὶ ὁκόταν μὲν ὑπτίη ᾖ, κατὰ χώρην μένουσιν· ὁκόταν δὲ ἀναστῇ ἢ ἐξ ὕπνου ἔγρηται ἢ ἐπικύψῃ ἢ ἄλλο τι ποιήσῃ κίνημα, ἐξέρχονται, πολλάκις δὲ καὶ ἡσυχίην ἐχούσῃ. Ταύτην χρὴ ὡς μάλιστα ἠρεμέειν τε καὶ ἀτρεμέειν καὶ μὴ κινέεσθαι, καὶ τὸν κλισμὸν κεῖσθαι πρὸς ποδῶν ὑψηλότερον· καὶ τοῖσιν ἐμέτοισι χρέεσθαι, χρὴ γὰρ ἀντισπάσαι ἀνεκάς· καὶ τοῖσι δὲ στρυφνοῖσιν ἀπαιονᾷν, καὶ ὑποθυμιῇν τὰ κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ εὐώδεα· καὶ τῶν ῥοιῶν διὰ τοῦ ὀμφαλοῦ τρήσαντα μέσην, ἐν οἴνῳ χλιήναντα, ἥτις ἂν ἁρμόζῃ μάλιστα, καὶ μή τι κωλύῃ, προστίθει ὡς ἐσωτάτω· εἶτ᾿ ἀναδῆσαι ταινίῃ πλατείῃ, καὶ ἀναλαβεῖν, ὡς μὴ ὀλισθάνῃ, ἀλλὰ μένῃ, καὶ ποιέῃ τὸ δέον· καὶ τῶν μηκώνων ξὺν τῷ τυρῷ καὶ τοῖσιν ἀλφίτοισι πιπίσκειν, καθάπερ ἐν τῇ πρὸς τὸ πλευρὸν προσπτώσει γέγραπται· καὶ τῶν ποτημάτων πειρώμενος ὅ τι ἂν μάλιστα προσδέχηται πιπίσκειν· σιτίοισι δὲ ὡς μαλθακωτάτοισι χρήσθω, καὶ μετ᾿ ἀνδρὸς οὐ χρὴ κοιμᾶσθαι, ἄχρις οὗ κατὰ χώρην οἵη τε ᾖ βαίνειν. Ἢν αἱ μῆτραι ἐκπέσωσι, κισσὸν ὡς ξηρότατον τρίψας λεῖον, ἐνδήσας τε ἐς ὀθόνιον, προσίσχειν, καὶ λιπαρὸν προσφέρειν μηδέν· πιεῖν δὲ διδόναι πυροὺς προκόψας, καὶ μήκωνα ὀπτὴν, καὶ ἐλελίσφακον, καὶ κύπερον, καὶ ἄννησον, ταῦτα τρίψας λεῖα, διεὶς οἴνῳ, καὶ τῶν κυρηβίων τῶν ἀπὸ τῶν κριθέων, διδόναι δὶς τῆς ἡμέρης, ἐφ᾿ ἑκατέρου ἡμικοτύλιον.

[150] Ἢν ἐς τὰ σκέλεα καὶ τὼ πόδε τραπῶσι, γνώσῃ ὧδε· οἱ μεγάλοι δάκτυλοι τοῖν ποδοῖν σπῶνται ὑπὸ τοὺς ὄνυχας, καὶ ὀδύνη ἔχει τὰ σκέλεα καὶ τὼ μηρὼ, καὶ ἔγκειται καὶ θλίβει τὰ ἀμφὶ τὸν μηρὸν νεῦρα. Ὅταν οὕτως ἔχῃ, λούειν χρὴ πολλῷ καὶ θερμῷ θαμινὰ, καὶ πυριῇν, ἢν ἁνδάνηται, καὶ ὑποθυμιῇν τὰ κακώδεα, καὶ τῷ μύρῳ τῷ ῥοδίνῳ ἀλειφέσθω λίπα.

[151] Ἢν δὲ ἄναυδος γένηται ἐξαπίνης, τὰ σκέλεα ψυχρὰ εὕροις ἂν καὶ τὰ γούνατα καὶ τὰς χεῖρας· καὶ ἢν ψαύσῃς τῆς ὑστέρης, οὐκ ἐν κόσμῳ ἐστὶ, καὶ ἡ καρδίη πάλλεται, καὶ βρύχει, καὶ ἱδρὼς πουλὺς, καὶ τἄλλα ὅσα οἱ ὑπὸ ἱερῆς νούσου ἐπίληπτοι πάσχουσι, καὶ ἅσσα ἀπ᾿ οὔατος δρῶσι. Ταύτῃσι καταχεῖν ὕδωρ ψυχρὸν χρὴ πουλὺ κατὰ τοῖν σκελοῖν τέως, τὰ δ᾿ ἄλλα ποιέειν, ἢν δέῃ, καθὰ πρόσθεν εἴρηται.

[152] Ἢν κινηθεῖσαί που προσπέσωσι καὶ ὀδύνην παρέχωσιν, ἐλαίης ψώραν καὶ δάφνης καὶ κυπαρίσσου πρίσμα ἑψήσας ἐν ὕδατι, ἐς εἴριον ἐμβαλὼν προστίθει.

[153] Ὁκόταν δὲ γυνὴ ἐκ τόκου ἐοῦσα φορτίον αἴρηται μέζον τι τῆς φύσιος, ἢ πτίσσῃ, ἢ κεάσῃ ξύλα, ἢ δράμῃ, ἢ ἄλλα τινὰ τοιάδε δράσῃ, αἱ ὑστέραι ἐκπίπτουσι πρὸς ταῦτα μάλιστα· ἐνίοτε δὲ καὶ πρὸς πταρμόν· ὃ γὰρ βιᾶται, ἢν βίῃ πταρνυμένη ἐπιλάβηται τῆς ῥινός. Περιπλύνειν χρὴ τὰς ὑστέρας ὕδατι χλιερῷ, ἔπειτα τεύτλου χυλῷ ἀποζέσαντα ὁμοίως, εἶτα ἀκρήτῳ οἴνῳ μέλανι. Ἢν δὲ μὴ ἐσακούῃ, μαλθακτήρια ποιέειν χρή· ταῦτα δὲ ποιέειν χρὴ πρότερον ἢ ψυχθῆναι, καὶ ἐνθεῖναι εἴσω παρηγορικῶς· εἶτα ἐκτείνειν τὰ σκέλεα καὶ ἐπαλλάξαι, καὶ ὑπὸ ταῦτα ὑποτιθέναι τι μαλθακὸν, ποτοῦ δὲ εἴργειν χρὴ τὰς τοιαύτας ὡς μάλιστα, καὶ τὴν κοιλίην χρὴ φυλάσσειν, ὅκως μὴ ἐκταραχθῇ· πρὸς δὲ τὴν ῥῖνα τῶν εὐωδέων διδόναι τι. Τὰς τοιαύτας χρὴ ἐξ ὑστέρου, ἢν μὴ ἀτρεμίζωσιν, ἀλλὰ κινέωνται, ἐλλεβορίζειν· ἢν δὲ μὴ ἐξαρκέωσι, καὶ ἐμέτους ποιέειν, καὶ ἀλουτέειν, σιγῇν τε καὶ ἠρεμέειν.

[154] Ἢν ἀγρησθῶσιν αἱ μῆτραι, ἡ γαστὴρ αἴρεται καὶ φυσᾶται καὶ σμαραγεῖ, καὶ οἱ πόδες οἰδέουσι καὶ τὰ κοῖλα τοῦ προσώπου, καὶ ἡ χροιὴ ἀειδὴς γίνεται, καὶ τὰ ἐπιμήνια κρύπτεται, καὶ ἡ γονὴ οὐκ ἐγγίνεται ἐν τουτέῳ τῷ χρόνῳ, καὶ ἀσθμαίνει, ἀφρίζει τε καὶ ἀλύει, καὶ ὅταν ἔγρηται ἐξ ὕπνου, ὀρθοπνοίη μιν ἔχει, καὶ ὅ τι ἂν φάγῃ ἢ πίῃ λυπέει αὐτὴν, καὶ στένει, καὶ ἀθυμέει μᾶλλον ἢ πρὶν φαγεῖν, καὶ πνίγεται, καὶ τὰ νεῦρα ἕλκεται, καὶ αἱ μῆτραι καὶ αἱ κύστιες ἀλγέουσι, καὶ οὐκ ἔστι ψαῦσαι τῇ χειρί· οὐδὲ τὸ οὖρον προΐενται, οὐδὲ τὴν γονὴν δέχονται. Ὅταν οὕτως ἔχῃ, φάρμακον χρὴ πῖσαι κάτω, θερμῷ λούειν καὶ καθίννυσθαι, καὶ θαμινὰ οὖλον τὸ σῶμα, ἔστι δ᾿ ὅτε ἄχρις ὀμφαλοῦ πυριῇν διαλείποντα, καὶ προστιθέναι τὰ ὑφ᾿ ὧν καθαρισθήσεται καὶ μὴ ὀδαξήσεται· ὑποθυμιήσθω δὲ τὰ εὐώδεα ὑπὸ τὰ αἰδοῖα, ὑπὸ δὲ τὰς ῥῖνας τὰ κάκοδμα· καὶ ποτήματα δίδου, ἃ καθαίρουσιν ὑστέρας καὶ ἐλαύνουσιν ἐς χώρην· καὶ τὴν λινόζωστιν ἐσθιέτω, καὶ τὸ γάλα μεταπινέτω, ὡς ἐπὶ τοῦ πλευροῦ γέγραπται. Ἡ δὲ νοῦσος οὐ χρονίη.

[155] Ἢν σκιῤῥωθέωσιν αἱ μῆτραι, τό τε στόμα τρηχύνεται, καὶ τὰ ἐπιμήνια κρύπτεται· ὁκόταν δὲ ἴῃ, ὡς ψάμμος φαίνεται τρηχεῖα· ἢν δὲ καὶ καθάψηται τῷ δακτύλῳ, τρηχὺ τὸ στόμα ὡς πῶρον εὕροις τῆς μήτρης, ὃ προφύεται αἰεί. Ὅταν ὧδε ἔχῃ, τῆς κυκλαμίνου χρὴ τρίψαντα, καὶ ἅλας, καὶ σῦκον ὁμοῦ μίσγειν, καὶ ἀναποιέειν μέλιτι βαλανίδας, καὶ πυριήσαντα κλύσαι τοῖσι καθαίρουσιν· ἐσθιέτω δὲ τὴν λινόζωστιν καὶ κράμβην ἑφθὴν, καὶ τὸν χυλὸν ῥοφεέτω καὶ πράσων, καὶ θερμῷ λουέσθω.

[156] Ἢν αἱ μῆτραι σκιῤῥωθέωσι, τά τε ἐπιμήνια ἐπηλυγάζονται, καὶ τὸ στόμα αὐτέων ξυμμύει, καὶ οὐ κυΐσκεται, καὶ στεῤῥόν ἐστι, καὶ ἢν ψαύσῃς, ὡς λίθος δοκέει κεῖθι εἶναι, καὶ τὸ στόμα τρηχὺ καὶ πολύῤῥιζον καὶ οὐ λεῖον ἰδεῖν, καὶ τὸν δάκτυλον οὐκ ἐσίησιν, ὅς μιν καθορῇ· καὶ πῦρ λαμβάνει περίψυχρον, καὶ βρυγμὸς, καὶ τὰς μήτρας ὀδύνη ἔχει καὶ τὴν νειαίρην γαστέρα καὶ τοὺς κενεῶνας καὶ τὰς ἰξύας. Πάσχει δὲ ταῦτα, ἤν οἱ διαφθαρέντα τὰ ἐπιμήνια σαπῇ· ἔστι δ᾿ ὅτε καὶ ἐκ τόκου καὶ ψύχεος ἢ πονηρῆς διαίτης καὶ ἄλλως. Φάρμακον οὖν χρὴ πιπίσκειν, καὶ λούειν πολλῷ τῷ θερμῷ, καὶ ὕδατι καὶ ἐλαίῳ πυριῇν. Ὁκόταν δὲ νεόλουτος ἢ νεοπυρίητος ᾖ, τὴν μήλην καθεὶς ἀναστομοῦν, καὶ ἀνευρῦναι τὸ στόμα αὐτέων καὶ τῷ δακτύλῳ ὁμοίως, καὶ προστιθέναι μαλθακτήρια ὡς εἴρηται, καὶ τῶν ποτημάτων ὡσαύτως πιπίσκειν καὶ θεραπεύειν.

[157] Ἢν δὲ σκληρυνθέωσιν αἱ μῆτραι, τὸ στόμα σκληρὸν γίνεται τῶν ὑστερέων καὶ ξυμμέμυκε, καὶ τὰ ἐπιμήνια οὐ γίνεται, ἀλλ᾿ ἐλάσσω καὶ κακίω, καὶ πῦρ καὶ ῥῖγος λαμβάνει, καὶ ὀδύνη ἐμπίπτει ἐς τὴν νειαίρην γαστέρα καὶ τὴν ὀσφὺν καὶ τοὺς κενεῶνας. Ὅταν ὧδε ἔχῃ, λούειν πολλῷ θερμῷ, καὶ χλιάσματα προστιθέναι, ἢν ἡ ὀδύνη ἔχῃ, καὶ πυριῇν τὰς ὑστέρας βληχρῶς πουλὺν χρόνον, τῷ ἀπὸ τοῦ σικύου τοῦ ἀγρίου ὕδατι· ἔπειτα προστιθέσθω μαλθακτήρια. Τρεῖς ἡμέρας ταῦτα ποιέειν· καὶ ἢν ψαυούσῃ αὐτῇ μαλθακὸν τὸ στόμα τῶν ὑστερέων φαίνηται, μοτοῦν ὠμολίνῳ καθετῆρι, ᾧ τοὺς ἐμπύους, μοτοῖσι τρισί· τῷ μὲν πρώτῳ λεπτῷ, τῷ δὲ δευτέρῳ ὀλίγον παχυτέρῳ· ὁ δὲ παχύτατος ἔστω τῷ μεγέθει ὅσον ὁ σμικρὸς δάκτυλος, μῆκος δὲ πέντε δακτύλων· χρίων χηνείῳ ἀλείφατι, προστιθέναι, προπυριήσας τοῖσιν εὐώδεσι, καὶ βάλανον μαλθακτικὴν νίτρου ὅσον ἐπαλείφοντα, ὡς μὴ τρώσῃ, οὐ γὰρ κεντέειν δεῖ, καὶ προσκείσθω δύο ἡμέρας· ἀφίσταται δὲ οἷον λοπὸς καὶ δέρμα παχύ· διαλιπὼν δὲ τρεῖς ἡμέρας, τὴν κυκλάμινον καὶ τὸ ξὺν τῷ ναρκισσίνῳ. Ἢν δὲ ταῦτα μὴ καθήρῃ, κατανοῶν πολὺ προστιθέναι, τέως τὸ ξὺν τῇ βουπρήστει· προσκείσθω δὲ τὴν ἡμέρην· καὶ ἐπὴν δάκνῃ ἰσχυρῶς, ἕλκειν τὴν βάλανον, καὶ διανίζεσθαι τὸ αἰδοῖον ὕδατι θερμῷ, καὶ ἐν ἐλαίῳ ἵζεσθαι· τῇ δὲ ὑστεραίῃ λουσαμένη, ἐλάφου στέαρ τήξασα καὶ εἰς εἴριον μαλθακὸν ἀναφυρήσασα προστιθέσθω. Καὶ ἤν σοι δοκέῃ ἔτι καθάρσιος δεῖσθαι, διαλιπὼν τρεῖς ἡμέρας, προστιθέναι τὸ ξὺν τῷ ναρκισσίνῳ· τῇ δὲ ὑστεραίῃ τὸ νέτωπον· ἔπειτα πάλιν διαλιπὼν τρεῖς ἡμέρας, κλύσαι τὰς ὑστέρας εὐώδεσι καὶ λιπαροῖσι· τῇ δὲ ὑστεραίῃ τὴν γλήχωνα προστιθέναι μίην ἡμέρην· τῇ δὲ ἑπομένῃ πυριῇν τοῖσιν ἀρώμασι· σιτίοισι δὲ δριμέσι χρήσθω καὶ τοῖσι θαλασσίοισιν, ἢ κρέασιν. Ἐν δὲ τοῖσιν ἐπιμηνίοισι πινέτω τὸν κάστορα, καὶ ἀσιτέουσα ἀλουτείτω, θυμιωμένη, καὶ τὸν κυκεῶνα πίνουσα, παρὰ τὸν ἄνδρα ἡκέτω.

[158] Ἢν δὲ μὴ ἐσδέχηται τὸ στόμα τῶν ὑστερέων τὴν γονὴν, ἀλλὰ στειρῶδες ᾖ καὶ ξυμμεμύκῃ, προστιθέσθω μολύβδιον, ὡς εἴρηται, τρεῖς ἡμέρας λουσαμένη θερμῷ, καὶ μαλθακτηρίοισι χρεέσθω, καὶ ἀνακεέσθω ὑπτίη, καὶ ἐφ᾿ ὕδωρ θερμὸν ἱζέσθω, καὶ εἴριον ἐς μύρον ἀποβάπτουσα προστιθέσθω, καὶ τὴν νύκτα παρατιθέναι παρὰ τὰ ἰσχία εἵματα εἰρινέα ἢ μαλθακὰ λίνεα, ὡς μὴ περιῤῥηδὲς ᾖ τὸ σῶμα. Προσθέτοισι μαλθακοῖσι· σμύρναν πιοτάτην καὶ πίσσαν καὶ κηρὸν καὶ στέαρ χηνός· ἔστω δὲ τῆς σμύρνης μὲν τὸ ἥμισυ, τῶν δ᾿ ἄλλων διπλάσιον· ἐν εἰρίῳ δὲ προστίθεσθαι· ἔστω δὲ δύο· προσκείσθω δὲ λουσαμένη τὴν ἡμέρην τὸ ἓν, τὸ δὲ ἕτερον ἐς τὴν νύκτα ἔστ᾿ ἂν μαλθακὸν ᾖ, καὶ ἐπειδὰν ὑφέληται, τῷ εὐώδει ὕδατι περινιζέσθω. Ἢ ἐκλέψας κόκκους πεντεκαίδεκα, ἔστω δὲ καὶ ἰνδικοῦ ποσὸν, ἢν δοκέῃ δεῖν, ἐν γάλακτι δὲ γυναικὸς κουροτρόφου τρίβειν, καὶ παραμίσγειν ἐλάφου μυελὸν καὶ τἄλλα ὁκόσα εἴρηται, καὶ μέλιτι ὀλίγῳ μίσγειν· τὸ δὲ εἴριον μαλθακὸν καθαρὸν ἔστω, καὶ προστίθεσθαι τὴν ἡμέρην· ἢν δὲ βούλῃ ἰσχυρότερον ποιέειν, σμύρνης σμικρόν τι παραμίσγειν· ἄριστον δὲ ὠοῦ τὸ πυῤῥὸν καὶ αἰγὸς στέαρ καὶ μέλι καὶ ἔλαιον ῥόδινον, τουτέοισιν ἀναφυρῇν, παραχλιαίνειν δὲ παρὰ τὸ πῦρ καὶ τὸ ἀποστάζον εἰρίῳ ξυλλέγειν καὶ προστιθέναι. Ἢ στέαρ ἐρυθρὸν τὸ ἡδυντὸν χηνὸς, μύρον ῥόδινον, ταῦτα ξυμμίσγειν, καὶ προστιθέναι εἴριον ἀναδεύσασα. Ἄμεινον δὲ χηνὸς ἔλαιον, ἢ ὄϊος στέαρ, κηρὸς λευκὸς, ῥητίνη, νέτωπον, ἔλαιον ῥόδινον, ταῦτα ὁμοῦ τῆξαι καὶ μῖξαι· λουσαμένη δὲ προστιθέσθω χλιερὰ εἴσω πρὸς τὸ στόμα τῶν ὑστερέων. Ἢ ἐλάφου μυελὸν καὶ στέαρ χηνὸς τήξας ῥοδίνῳ ἢ ἰρίνῳ ἐλαίῳ ἀναφυρῇν· εἴριον δὲ μαλθακὸν ἄγαν προστιθέναι.

[159] Γυναικὶ ὁκόταν αἱ ὑστέραι σκληραὶ γένωνται καὶ ἐς τὰ αἰδοῖα ἐξίωσι, καὶ οἱ βουβῶνες σκληροὶ γίνωνται, καὶ καῦμα ἐν τοῖσιν αἰδοίοισιν ἐνῇ, καρκινοῦσθαι φιλέει πάντα. Ὅταν ὧδε ἔχῃ, σικύου χρὴ τὸ ἔνδον τρῖψαι καὶ κηρίον, ὕδατος κοτύλην ἐπιχέας, ἐνεῖναι ἐς τὴν ἕδρην, καὶ καθαίρεται.

[160] Ἢν τὸ στόμα τῶν ὑστερέων σκληρὸν γένηται ὑπὸ ξηρασίης, καὶ ἐν σχήματι ἑτέρῳ ᾖ ὁ αὐχὴν, τῷ δακτύλῳ γνώσῃ παραψαύσας· καὶ ἢν ἄνω ὡς ἐς τὸ ἰσχίον εἰληθέωσι, μὴ προσφέρειν δριμὺ μηδέν· ἢν γὰρ ἑλκωθῇ ἐπὴν φλεγμήνῃ, κίνδυνος τὸ πάμπαν ἄτοκον γενέσθαι· προστίθεσθαι δὲ ἅσσα μὴ ὀδάξεται, ὑφ᾿ ὧν καθαρεῖται.

[161] Ὅταν δὲ σκληραὶ ἔωσιν αἱ ὑστέραι καὶ τῇδε ἀλγέωσι, προσθετὰ τιθέναι οἷον ἐλάφου μυελὸν ἢ χήνειον στέαρ ἢ ὕειον, καὶ ἴρινον μύρον ξὺν μέλιτι, καὶ μαλθάσσειν ὠοῦ τὸ πυῤῥὸν καὶ κηρὸν λευκόν· ἐπίπλασμα, κρίθινον ἢ πύρινον ἄλητον ξὺν ὕδατι καὶ πηγάνῳ ἑψεῖν.

[162] Ἢν αἱ μῆτραι ξυμμύσωσι, τὰ στόματα σκληρὰ γίνεται σφέων, καὶ τὴν γονὴν οὐκ ἔτι δέχονται, ἀλλ᾿ αὐτόθι, ἐπὴν ξυνευνηθῇ τῷ ἀνδρὶ, καὶ ἢν κινήσῃ τὰ σκέλεα, χωρέει, καὶ ὀδύναι τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας καὶ τοὺς βουβῶνας ἔχουσι, καὶ τὰ ἐπιμήνια παντάπασιν οὐ γίνεται· ἢν δὲ γίνηται, ὀλίγα καὶ πονηρὰ καὶ ἄχροα. Ὅταν ὧδε ἔχῃ, λούειν πολλῷ θερμῷ· μετὰ δὲ τὸ λοῦτρον διδόναι τοῦ κάστορος ξὺν τῇ ῥίζῃ γλυκυσίδης, ξυμμίσγειν χρὴ ἐν οἴνῳ μέλανι εὐώδει· σιτίοισι δὲ διαιτήσθω, ὡς λεχώ· καὶ ἢν δῆλα ᾖ τὰ ἐπιμήνια, ἐπισχεῖν μίην ἡμέρην, καὶ πυριῇν ὅλην, καὶ φάρμακον διδόναι ποτὸν, εἰ ἠθάδες εἶεν, ἄνω, ἢν δὲ δοκέῃ δεῖσθαι, κάτω, γάλα ὄνου ἢ ὀῤῥόν· καὶ πυριῆσαι βληχρῶς, καὶ μαλθακτήρια ὑστέρῃ προσφέρειν, καὶ κυκλάμινον καὶ ναρκίσσινον. Σικύων δὲ τῶν σμικρῶν λαβεῖν τὴν ἐντεριώνην, καὶ κατακνήσας, ἐξελὼν τὸ σπέρμα, παραστάζων γάλα γυναικὸς κουροτρόφου, τρίβειν, παραμιγνύων σμύρνην ἄκρητον, καὶ μέλι ὡς κάλλιστον, καὶ ἔλαιον λευκὸν αἰγύπτιον, καὶ ποιεῖν μὴ ὑγρὸν, ἀλλὰ ξηρότερον· τοῦτ᾿ ἐμπλάσαι εἰς εἴριον μαλθακὸν καθαρὸν, καὶ ἐμβαψάτω ἐν λευκῷ ἐλαίῳ αἰγυπτίῳ, καὶ λουσαμένη προστιθέσθω· ὑποδείσθω δὲ καὶ ἐν σκέπῃ ἤτω, ὅταν καθαίρηται. Ἐπὴν δέ σοι δοκέῃ ἀρκούντως ἔχειν, παύσασθαι· ἢν δὲ μὴ, αὖθις προστιθέναι ἕτερον· μετὰ δὲ τοῦτο ἀμφιελίξασα εἴριον μαλθακὸν, στρογγύλον δὲ ποιέειν, καὶ ἐμβάπτειν ἐς νέτωπον, καὶ προστίθεσθαι μίην ἡμέρην, τῇ δ᾿ ὑστεραίῃ ἔλαιον ῥόδινον ἐν εἰρίῳ· εἶτα πάλιν ἐλάφου στέαρ τήξας, καὶ αὐτὸ ἐν εἰρίῳ. Λουέσθω δὲ ἐν θερμῷ ὕδατι αἰεὶ πρὸ τῶν προσθετῶν, καὶ πυριήσθω εὐόδμοισι βληχρῶς πλεῖστον χρόνον· μετὰ δὲ, μίην διαλιπὼν ἡμέρην, κλύσαι, ἢν μὲν φλεγματώδης ᾖ, τῷ ξὺν τῷ κόκκῳ, ἢν δὲ χολώδης, τῷ ἀπὸ τῆς σκαμμωνίης· μετακλύζειν δὲ καὶ ἐπὶ τουτέοισιν ἀμφοτέροισι· τῇ δ᾿ ὑστεραίῃ τῷ ναρκισσίνῳ ξὺν οἴνῳ γλυκεῖ· ἢν δὲ μὴ ᾖ ναρκίσσινον, ἀνθίνῳ, ἢ ἰρίνῳ ὡς καλλίστῳ· ἔστω δὲ τοῦ ἐλαίου τρίτη μοῖρα τοῦ οἴνου· ἔπειτα διαλιποῦσα δύο ἡμέρας, προσθέσθω τὸ ξὺν τῇ γλήχωνι ἡμέρην μίην. Ἢν δὲ γένηται τὰ ἐπιμήνια, πινέτω νῆστις τὸν κάστορα τρεῖς ἡμέρας ἐν οἴνῳ εὐώδει λευκῷ· ἐπὴν δὲ ἀπολήγῃ τὰ ἐμμήνια καὶ παραμόνιμα ᾖ, λουέσθω, καὶ διανιψαμένη ὕδατι ψυχρῷ κυκεῶνα πινέτω ἄναλτον, σίτου δὲ μὴ ἁψάσθω· ξυνευδέτω δὲ τῷ ἀνδρὶ δύο ἡμέρας ἢ τρεῖς. Ὁκόσον δ᾿ ἂν χρόνον καθαίρηται, τὴν λινόζωστιν ἑψοῦσα ἐν ὕδατι, κἀπειδὰν ἑφθὴ γένηται, ἐκθλίψαι· ὑποτρίβειν δὲ σκόροδα καὶ κύμινον καὶ ἅλας, καὶ ἔλαιον ἀνακυκᾷν ἐν τουτέοισι, καὶ ὀλίγον ἐπιχέαντα τοῦ χυλοῦ ἀναζέσαι· τοῦτο πρὸ τῶν σιτίων ἐσθίειν· σκόροδα δὲ ἑφθὰ καὶ ὀπτὰ λαμβάνειν ὡς πλεῖστα· ἢν δὲ ἡ λινόζωστις μὴ ἁπαλὴ ᾖ λίην, ξυνεψεῖν χρὴ κράμβην, καὶ ἡδύνειν, καὶ προσηνὲς εἶναι, καὶ ἢν ἐν γαστρὶ λάβῃ, ὑγιὴς γίνεται, ἢν πάντα οἱ κατὰ κόσμον ἴῃ.

[163] Ἢν δὲ τὸ στόμα τῶν μητρέων ξυμμύσῃ, γίνεται ἰσχυρὸν ὡς ἐρινέον· κἢν ἐπαφήσῃς τῷ δακτύλῳ, ὄψει σκληρόν τε καὶ ξυνιλλόμενον, καὶ τὸν δάκτυλον οὐκ ἐσίησι, καὶ τὰ ἐπιμήνια κεκρύφαται, καὶ τὴν γονὴν οὐ δέχεται τουτέου τοῦ χρόνου, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὴν ὀσφὺν καὶ τοὺς κενεῶνας· ἔστι δ᾿ ὅτε καὶ ἄνω προσίσταται καὶ πνίγει. Ὅταν οὕτως ἔχῃ, φάρμακον χρὴ πῖσαι κάτω, καὶ λούειν πολλῷ θερμῷ, καὶ προστιθέναι ἅσσα μαλθάσσει τὸ στόμα, καὶ ὑπάλειπτρον καθιέναι καὶ ἀναστομοῦν, τόν τε δάκτυλον ὡσαύτως, καὶ αἰονῇν. Ὅταν δὲ μαλθακὸν ᾖ, προστιθέναι ἅσσα καθαίρει αἷμα, καὶ τῶν ποτημάτων διδόναι, καὶ πειρηθῆναι ὅ τι ἂν προσδέχηται· τὴν κράμβην δὲ ἐσθιέτω, καὶ τὸν χυλὸν ῥοφεέτω.

[164] Ἢν αἱ μῆτραι ξυμμύωσι καὶ τὰ ἐπιμήνια μὴ φαίνηται, κολοκυνθίδα ἀγρίην καὶ κύμινον αἰθιοπικὸν καὶ νίτρον καὶ ἅλας θηβαϊκὸν καὶ νεφρίδιον καὶ ἄλευρον καὶ σμύρναν καὶ ῥητίνην, ζέσας πάντα ὁμοῦ καὶ μίξας λεῖα, καὶ ποιήσας βάλανον, προστίθει.

[165] Ἢν θρομβωθέωσιν αἱ μῆτραι, τὸ στόμα αὐτέων γίνεται οἷον ὀρόβων μεστὸν, καὶ ἢν ἐπαφήσῃ, ὄψει οὕτως ἔχον, καὶ τὰ ἐπιμήνια οὐ γίνεται, οὐδὲ ἡ γονὴ ἐμμένει. Τέως ἂν ὧδε ἔχῃ, τῆς κυκλαμίνου τὸν φλοιὸν περιλέψας, καὶ σκόροδα, καὶ ἅλας, καὶ σῦκον, καὶ μέλι ὀλίγον, ταῦτα τρῖψαι καὶ ξυμμῖξαι, καὶ ποιῆσαι βάλανον, καὶ προσθεῖναι πρὸς τὸ στόμα τῶν μητρέων, καὶ τῶν ἄλλων προσθετῶν, ὅσα τε δριμέα ἐστὶ καὶ ὑφ᾿ ὧν καθαίρεται αἷμα, καὶ τῶν πομάτων ἅσσα ὑστέρας καθαίρει.

[166] Ἢν παρὰ φύσιν αἱ μῆτραι χάνωσι, τὰ ἐπιμήνια χωρέει πλέονα καὶ γλίσχρα καὶ θαμινὰ, καὶ ἡ γονὴ οὐκ ἐμμένει, καὶ τὸ στόμα κεχηνός ἐστι, καὶ οὐχ οἷόν τε εἰρύεσθαι τὴν γονὴν, καὶ πῦρ καὶ ῥῖγος λαμβάνει, [καὶ ὀδύνη] τὴν κάτω κοιλίην καὶ τὰς ἰξύας. Ἡ δὲ νοῦσος λάζεται ἐκ ῥόου αἱματώδεος, γίνεται δὲ καὶ ὁκόταν τὰ ἐπιμήνια ἐξαπίνης ἱστάμενα ῥαγῇ. Ἡ δίαιτα γοῦν πρόσθεν εἴρηται. Χρὴ δὲ προσθέτοισι θεραπεύειν, ἐν ἀρχῇ μὲν καθαρτηρίοισιν ἅμα καὶ μαλθακοῖσιν, ἔπειτα ἠρέμα στύφουσι, καὶ σπόγγοισι τὰ κάτω τοῦ ὀμφαλοῦ πυριῇν μυρσίνης ὕδατι, ἢ βάτον ἐναφεψεῖν, ἢ ἐλαιῶν φύλλα, ἢ ῥόδων, ἢ οἰνάνθης, ἢ ἀμπέλου.

[167] Ἢν τὸ στόμα τῶν μητρέων ἀναχάνῃ μᾶλλον ἢ ὡς πέφυκεν ἐν τοῖς ἐπιμηνίοις, τὰ ἐπιμήνια γίνονται πλείω καὶ κακίω πάντα καὶ ὑγρότερα καὶ διὰ πλείονος χρόνου, καὶ ἡ γονὴ οὐχ ἅπτεται, οὐδὲ μένει, ἀλλὰ πάλιν ἔξεισι· κἢν ἐπιμένῃ, τὸ στόμα εὑρήσεις διαπεπλιχὸς, καὶ ἀδυναμίη ἴσχει ὑπὸ τῶν ἐμμηνίων, καὶ κούφη ἐστὶ καὶ ἄτονος, καὶ πρόσω χωρέει, τὰ δὲ κράτεα χαλᾶται, καὶ πῦρ βληχρὸν, καὶ ῥῖγος, καὶ ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τοὺς κενεῶνας καὶ τὰς ἰξύας. Πάσχει δὲ ταῦτα μάλιστα, ἤν τι ἐν αὐτῇ διαφθαρὲν σαπῇ καὶ παγῇ, πάσχουσι δὲ καὶ ἐκ τόκων ἔνιαι, αἱ δὲ καὶ ἄλλως. Ὅταν γοῦν ὧδε ἔχῃ, φάρμακον χρὴ πιπίσκειν, καὶ κρισιμωτέρη ἔσται· κἢν ὀδύνη ἔχῃ, τῶν χλιασμάτων προστιθέναι, καὶ τῷ ψυχρῷ λούειν, καὶ διαλείποντα κλύζειν, καὶ τῶν ποτημάτων διδόναι ὅ τι ἂν μάλιστα προσδέχηται, καὶ ὑποθυμιῇν ὁκόσα ξηραίνει, καὶ πουλύποδας ἐσθιέτω καὶ τὴν λινόζωστιν. Ἢν δὲ μὴ μεμύκωσιν αἱ μῆτραι ὡς χρὴ, καθίννυσθαι ἐν ὕδατι μυρσίνης ἐναφεψημένης, ἢ σχίνου, ἢ ἀμπέλου, ἢ ἐλαίης φύλλοισιν, ἢ ῥόδων. Δίαιτα δὲ, ἣ λέλεκται ἐπὶ τοῦ ἐρυθροῦ ῥόου· ἄριστον δέ οἱ βοήθημα δίψα, ἔμετοι θαμέες, καὶ λουτρῶν εἴρξεις. Ὁκόταν ἀναστομωθέωσι μᾶλλον τοῦ δέοντος αἱ ὑστέραι καὶ μὴ μεμύκωσι, καθάρσιος δέονται καὶ κλυσμῶν καὶ θυμιημάτων.

[168] Ἢν δὲ λειανθέωσιν αἱ μῆτραι, τὰ ἐπιμήνια πλείω γίνεται καὶ κακίω καὶ ὑγρότερα καὶ πυκνὰ, καὶ ἡ γονὴ οὐκ ἐμμένει, ἀλλὰ πάλιν οἴχεται, καὶ τὸ στόμα ἐπαφώμενος τῷ δακτύλῳ ὄψει λεῖον, καὶ ἀδυναμίη αὐτὴν λαμβάνει ὑπὸ τῶν ἐμμηνίων, καὶ πυρετὸς καὶ ῥῖγος ἴσχει, ὀδύνη τε ἐς τὴν νειαίρην γαστέρα, καὶ τὰς ἰξύας καὶ τοὺς κενεῶνας, μάλιστα δὲ ἤν τι ἐν αὐτῇ διαφθαρὲν σαπῇ, καὶ ἐκ τόκου καὶ ἄλλως. Ὅταν οὖν οὕτως ἔχῃ, θεραπεύειν χρὴ, ὅκου ἂν ἡ ὀδύνη ἔχῃ, ὡς ἐπὶ τῶν πρόσθεν γέγραπται.

[169] Ἢν αἱ μῆτραι φλεγμήνωσι, τὰ ἐπιμήνια ἐπηλυγίζονται, καὶ ὁ τράχηλος ξυναρθμοῦται, καὶ πυρετὸς ὀξὺς καὶ γνώμης ἁπτόμενος, καὶ πονηρὰ καὶ ὀλίγα οἱ ἐπιφαίνεται, καὶ ὁκόταν νῆστις ᾖ, ἔμετος αὐτέῃ ἐπέρχεται· ὁκόταν δέ τι φάγῃ, ταῦτα ἐμέει· καὶ ὀδύνη τὴν νειαίρην γαστέρα ἴσχει καὶ τὰς ἰξύας, καὶ ἀποψύχει, καὶ περίψυξις ὅλου τοῦ σώματος· ἡ δὲ γαστὴρ τοτὲ μὲν σκληρὴ, τοτὲ δὲ μαλθακὴ, καὶ ἐμπίπραται, καὶ ἀείρεται, καὶ δοκέει ἐν γαστρὶ ἔχειν· ἔστι δ᾿ ὅτε κενεὸν φαίνεται τὸ πλήρωμα τῆς γαστρὸς, καὶ ἐμπίπλαται ἡ κοιλίη ὕδατος, καὶ ὁ ὀμφαλὸς ἐξίσχει, καὶ τὸ στόμα ἰσχνὸν, καὶ ἐξαπίνης ἐφάνη τὰ ἐπιμήνια τρύζοντα, καὶ ὀλίγα καὶ πονηρὰ, καὶ λεπτύνεται τὰς κληῗδας καὶ τὴν δειρὴν, καὶ οἱ πόδες οἰδίσκονται καὶ αἱ πέζαι μάλιστα. Ὅταν ὧδε ἔχῃ, φάρμακον πῖσαι κάτω, καὶ πυριῆσαι τὰς ὑστέρας ὡς εὐώδεσι, τὰς ἡμέρας τοῖσι μολυβδίοισι, καὶ λοῦσαι θερμῷ ὕδατι πρὸ τῆς προσθέσιος μὴ δάκνοντι· καὶ μετὰ τὴν πρόσθεσιν κλύζειν τὰς ὑστέρας· δύο πόσιας κνήστρου ἑψῆσαι ἐν κοτύλῃ ὕδατος, καὶ ἀποχέαντα τὸ ὕδωρ κλύσαι, κοτύλην ξυμμίξαντα μέλιτος καὶ ἐλαίου ναρκισσίνου ἢ ἀνθινοῦ· μετὰ δὲ ταῦτα διαλιπεῖν ἡμέρας τρεῖς, εἶτα κλύσαι τῷ ξὺν τῷ ὄξει, καὶ πρὸ τοῦ σίτου τὴν λινόζωστιν ἑψοῦσα ξὺν οἴνῳ ποσῷ ἐσθιέτω ὡς κράμβην καὶ τὸν χυλὸν ῥοφεέτω. Ἢν δὲ ἐπιμένῃ, φάρμακα πιπίσκειν, ὑφ᾿ ὧν ὕδωρ καθαίρεται τὰς ὑστέρας. Σιτίοισι δὲ χρεέσθω ἄρτοισι καὶ λαχάνοισιν ἑφθοῖσι τακεροῖσι, θαλασσίοισι δὲ μᾶλλον ἢ κρέασιν, ἢ ἀκροκωλίοισιν ἑφθοῖσι τακεροῖσι, καὶ ταλαιπωρέειν ὡς πλεῖστα καὶ πρὸ τοῦ σιτίου καὶ μετὰ τὰ σιτία, καὶ λουέσθω ὡς ἐλάχιστα ψυχρῷ, καὶ γλυκέων καὶ λιπαρῶν παντοίων εἰργέσθω· τὰς δὲ διὰ μεσηγὺ τῶν καθαρσίων ἀδίαντον πινέτω, ἐν ὄξει κεκρημένῳ νῆστις. Ἡ δὲ νοῦσος θανατώδης, ἐκφυγεῖν δὲ ὀλίγαι δύνανται, ἢν μὴ ἐν γαστρὶ ἔχωσιν.

[170] Φλεγμασίης μητρέων· τὰ ἐπιμήνια ἐπηλυγίζονται, καὶ ὁκόταν ἄσιτος ᾖ, ἐμέει, ὁκόταν δὲ βεβρώκῃ, ὀδύνη ἔχει τὴν νειαίρην γαστέρα καὶ τὰς ἰξύας, καὶ ὅλη ἡ κοιλίη ὁτὲ μὲν σκληροτέρη, ὁτὲ δὲ μαλθακὴ γίνεται, καθίσταται δὲ οὐ πάνυ· κοιλίη μεγάλη γίνεται καὶ οὐ καθαίρεται, καὶ δοκέει κυεῖν, καὶ πάσχει ὁκόσα περ καὶ αἱ ἐγκύμονες· καὶ ἢν θιγγάνῃς τῆς κοιλίης, κοῦφον τὸ οἴδημα γνοίης ὡς ἀσκοῦ, καὶ ὁκόταν δοκέῃ τόκου ὥρη εἶναι, αἱ μῆτραι ξυμπίπτουσι, καὶ τὰ ἐπιμήνια ὀλίγα καὶ κακίονα. Ταύτην φάρμακον χρὴ πιπίσκειν κάτω, καὶ προστιθέναι τῶν καθαρτικῶν, καθαρθεῖσα δὲ ὑγιὴς γίνεται.

[171] Ἢν φλεγμαίνηται ἡ μήτρη, ψαύεται· ἢν δέ τι σφακελίζῃ καὶ παλιγκοταίνῃ, πῦρ ἔχει ὀξὺ καὶ μέγα, καὶ φρίκη σκληρή· τὰ ἀμφὶ τὰ αἰδοῖα ἐκπάγλως αἴθεται καὶ δάκνεται καὶ ὀργᾷ, καὶ εἴ τις ἐπαφήσει τῷ δακτύλῳ, καὶ αὖθις κάκιον ἴσχει καὶ ἀδάξεται, καὶ τὴν κεφαλὴν ἀλγέει καὶ τὸ βρέγμα, καὶ ἀχλὺς, καὶ ἱδρὼς μετωπίδιος, καὶ τὰ ἄκρεα ψύχονται καὶ τετρεμαίνουσι, καὶ κῶμα ἔχει ἄλλοτε καὶ ἄλλοτε, καὶ ἐσακούειν οὐκ ἐθέλει· οὐδὲ ἡ ὑστέρη ἐνεργεῖ· ἀσιτίη πολλὴ, καὶ στόμαχος οὐ πάμπαν εἰρύεται τὴν τροφὴν οὐδὲ ἡ κοιλίη, καὶ βοᾷ, καὶ ἀναΐσσει, καὶ ὀδυνᾶται τό τε ἦτρον καὶ τοὺς βουβῶνας καὶ τὰς ἰξύας καὶ παραφάσιας, καὶ ταχὺ θνήσκουσιν· ἢν δὲ αἱ ὀδύναι καταιγίζωσι, σπόγγοισι θερμοῖσιν ἐξ ὕδατος ἢ ἐλαίου ἐκπεπιεσμένοισι πυριῆσαι· καὶ προσθέτοισι μαλθακοῖσι, μυελὸν ἐλάφου καὶ χηνὸς ἄλειφα καὶ κηρὸν λευκὸν καὶ ὠοῦ τὸ πυῤῥὸν ἢ κηρωτὴν πισσηρὴν προστιθέναι ξὺν ῥητίνῃ· καθαίρειν δὲ ὀνείῳ γάλακτι ἢ αἰγείῳ, ἢ ζωμῷ ὄρνιθος· οἶνον δὲ μὴ πίνειν, καὶ πτισάνης χυλὸν ῥοφεέτω.

[172] Μητρέων ὀδύνης ἔγχυτον· ἢν ὀδύνη μοῦνον ᾖ σπερχνὴ καὶ βίαιος, ἀχλὺς ἐν τῇσι μήτρῃσιν ἔνι, καὶ οὐκ ἔξεισι τὸ πνεῦμα, ἀλλ᾿ αὐτόθι μένει, κακόν· δεῖ οὖν οὕτως θεραπεύειν· ἀνδραφάξιος ἀγρίης καρπὸν καὶ τεῦτλα τρίψας ὁμοῦ λεῖα, χλιήνας τε, ἔγχεον ἐς τὰς μήτρας. Ὑστερέων ὀδύνης παῦον· οἶνον ὡς ἥδιστον ἴσον ἴσῳ κεράσας τρία ἡμίχοα ἀττικὰ, μαράθου ῥίζας καὶ τοῦ καρποῦ τριτημόριον, καὶ ῥοδίνου ἐλαίου ἡμικοτύλιον· ταῦτα ἐμβαλεῖν ἐς ἐχῖνον καινὸν καὶ τὸν οἶνον ἐπιχέαι, εἶτα πυριῆσαι. Προστιθέναι δὲ καὶ σκίλλην, ἔστ᾿ ἂν τὸ στόμα μαλθακὸν ᾖ καὶ φαρκιδῶδες.

[173] Καὶ ὅταν ἐν τῇ καθάρσει φλύκταιναι ἀνὰ τὸ στόμα τῆς ὑστέρης θύωσιν, οὕτω θεραπεύειν· σάρκα βοὸς πικερίῳ ἢ χηνείῳ στέατι καὶ ἀννήσῳ χρίσασα λείοις, τὴν σάρκα ἐς τὸ αἰδοῖον ἐντιθέναι.

[174] Ἢν ἐρυσίπελας ἔχῃ τὰς μήτρας, οἰδέει τοὺς πόδας καὶ τοὺς μαζοὺς καὶ τὸ σῶμα, καὶ πόνος αὐτὴν κατέχει, καὶ ὀρθόπνοια γίνεται, καὶ ἀλγέει τοὺς κενεῶνας καὶ τὸ ὑπογάστριον καὶ τὰ στέρνα καὶ τὴν κεφαλήν· τρόμος τε ἔχει, καὶ τὰς χεῖρας νάρκη καὶ τοὺς βουβῶνας, καὶ τὰς ἰγνύας τρέμει· ἐνίοτε δὲ καὶ ἐν τῇσιν ἰγνύῃσι πελιδναὶ γίνονται, καὶ κουφίζει ὀλίγον χρόνον, καὶ ἡ χροιὴ, μάλιστα δὲ καὶ οἱ μαζοὶ ἀείρονται κατὰ τὴν ὁμοεθνίην· ἀλλὰ γὰρ οὐ πάνυ τι ἀλγέει, καὶ πῦρ καὶ ῥῖγος λαμβάνει, καὶ ἐρυθρὸν τὸ πρόσωπον γίνεται, καὶ δίψα ἰσχυρὴ, καὶ τὸ ἴκταρ ξηραίνεται. Ταῦτα ἢν ἐγκύμονι περιπέσῃ, θνήσκει, καὶ οὐκ ἂν δυνήσεται διαφυγεῖν.

[174bis] Ἢν ἐρυσίπελας ἐν τῇσι μήτρῃσι γένηται, οἰδήματα γίνεται πλεννωδέστατα ἀπὸ τῶν ποδῶν ἀρξάμενα ἐς τὰ σκέλεα πάντα καὶ ἐς τὴν ὀσφύν. Ὅσῳ δ᾿ ἂν ὁ χρόνος πλείων γίνηται, καὶ ὁ θώρηξ ἐπαΐει, καὶ οἰδίσκεται, καὶ περιψύχεται πᾶσα, καὶ πῦρ ἔχει μέγα, καὶ ῥῖγος ἐπιλαμβάνει, καὶ πνεῦμα πυκνὸν, καὶ λιποθυμίη, καὶ ἀσθενείη, καὶ ὀδύνη παντὸς τοῦ σώματος· δυσθυμέει τε καὶ αἰολᾶται τῇ γνώμῃ, καὶ τὸ πάθος ἀνέρχεται ἐκ τῆς κάτω κοιλίης ἐς τὰς ἰξύας καὶ ἐς τὰ νῶτα καὶ τὰ ὑποχόνδρια καὶ τὰ στέρνα καὶ τὸν τράχηλον καὶ τὴν κεφαλὴν καὶ τὸν στόμαχον, καὶ δοκέει θανεῖσθαι· ὁκόταν δὲ λύηται ἡ ὀδύνη, νάρκη ἔχει τὰς ἰξύας καὶ τοὺς βουβῶνας καὶ τὰ σκέλεα, καὶ τὰ ἐν τῇσιν ἰγνύῃσι πέλια γίνεται, καὶ ὀλίγον χρόνον δοκέει ῥᾴων εἶναι· ἔπειτα αὖθις πονέεται, καὶ ὁ χρὼς φλυκταινέων καταπίμπλαται, καὶ τὸ πρόσωπον ἐρυθήματα λάζεται προφανέα καὶ δηλεόμενα, καὶ ὁ φάρυγξ αὖος, καὶ ἡ γλῶσσα τρηχείη. Αὕτη ἡ νοῦσος εἰ ἐγκύμονα σχοίη, κτείνει. Ἢν δὲ μὴ, ἰητρείην χρὴ προσάγειν· ὄνου γάλα πιπίσκειν καὶ καθαίρειν· ἢν δὲ μὴ λύηται ὧδε, ψύχειν τὴν κοιλίην ἐν μαλθακοῖσι ψύγμασι, καὶ προσθέτοισι μὴ περισκελέσι, καὶ καθῆραι κούφοισιν ἐκ τοῦ κατ᾿ ὀλίγον, καὶ ἐμέειν· ἀγαθὸν δὲ ἀκτῆς φύλλα λαμβάνειν ἑφθὰ ξὺν ὀριγάνῳ ἢ θύμῳ ἢ πηγάνῳ· ἢν δὲ τὸ πῦρ μεθίῃ, καὶ οἶνον καὶ σιτία διδόναι γλυκέα. Παῦραι δὲ ὑγιαίνονται.

[175] Ὕδερος δὲ γίνεται ἐν τῇσι μήτρῃσι· τὰ ἐπιμήνια χωρέει ἀσώδεα καὶ ὑδατώδεα καὶ οὐ πάνυ αἱματώδεα, οἰδέει καὶ ἡ ὑστέρη καὶ φλέβες καὶ ὅσα ἄγχιστα, καὶ οὐ κυΐσκεται, ἔπειτα πνίγεται· καὶ οἱ μαζοὶ ῥέουσι, καὶ ἡ νειαίρα γαστὴρ σκληρή ἐστι καὶ οἰδέει καὶ πᾶς ὁ ἀμφὶ πέριξ χῶρος, καὶ ἀλγέει, εἴ τις ψαύσειε· πυρετός τε καὶ βρυγμὸς ἴσχει, καὶ ὀδύνη σπερχνὴ ἐς τοὺς κενεῶνας καὶ ἐς τὰς ἰξύας, καὶ ἐξονειροῖ, καὶ κάκιον ἴσχει. Ταύτην λούειν δεῖ θερμῷ καὶ χλιαίνειν, φάρμακον δὲ πιπίσκειν, καὶ πυριῇν βληχρῇσι πυρίῃσι· καὶ κυκλάμινον τριώβολον ἐν ὀθονίῳ προστιθέσθω ἀποδήσασα, καὶ κυπαρίσσου χυλὸν βρέχειν ἐν ὕδατι, καὶ κανθαρίδας τρίβουσα προστιθέναι ὀλίγον χρόνον, καὶ διὰ πλείονος ἐνεργεῖ. Προσθετὸν, κύμινον ὅσον χήμη, ἀσταφὶς λευκή. Ἄλλο· κνίδης καρπὸς, ἄρου ῥίζα, τουτέων ὃ βούλει ἐπιεικέως προστιθέναι. Ἐπειδὰν δὲ καθήρῃς, καὶ ἀφαιρέειν καὶ ἐγκλύζειν τὰ αἰδοῖα, καὶ ξυγκοιμάσθω, καὶ ἢν διενέγκῃ τὸ ἔμβρυον, ἐκκαθαίρεται πᾶσα καὶ ὑγιὴς γίνεται.

[176] Ὑδέρου μητρέων· ὕφαιμόν τι ῥέει ἰχωροειδὲς, καὶ καθαίρεται, καὶ δάκνει σφόδρα καὶ ἑλκοῖ ὥσπερ ἅλμη τὰ αἰδοῖα καὶ τὰ πέριξ, καὶ ὅκου ἂν ἐπιστάξῃ ἑλκοῖ, καὶ ἡ χροιὴ ἰκτερώδης· τὰ δὲ ἄλλα καθαίρεται πλῆθος, ὥσπερ ἐν τοῖσιν ἄλλοισι ῥόοισιν. Ἡ δὲ νοῦσος βληχροτέρη τε καὶ ἄλλως θανατώδης γίνεται, ἢν ἐξελκωθῶσιν αἱ μῆτραι. Ταύτην θεραπεύειν ὡς τὴν ὑπὸ λευκοῦ ῥόου ἐχομένην, καὶ γάλα ὄνειον πιπίσκειν, καὶ ἰσχναίνειν, καὶ ἰῆσθαι φαρμάκοισι τοῖσι προειρημένοισιν. Ὑδέρου ἐκλεικτά· ἢν ὕδωρ ἐκ τῶν μητρέων ῥέῃ, θεῖον, χηνὸς ἄλειφα, λείχειν.

[177] Ἢν ἄνεμος ἐν τῇσι μήτρῃσιν ἐνῇ, φῦσα ἔξεισι καὶ τρύζει, καὶ οἰδέει πᾶσα, καὶ πῦρ ἔχει καὶ κάματος πρὸς τοίσδεσσι· καὶ ἀΐσσει σφόδρα ὑπὸ τῆς ὀδύνης, καὶ τὸν ἄνδρα οὐ προσίεται, καὶ σφόδρα ἄχθεται τὴν εὐνὴν, καὶ ὀρθοῦσθαι ἀδυνατέει, καὶ ὡς βαρέα μιν ἔγκειται ἐν τῇσι μήτρῃσι, καὶ κεφαλὴν ἀλγέει, καὶ ἀλύει, καὶ ἄναυδός ἐστιν· ἢν δὲ ἡ ὀδύνη προστῇ, βοᾷ τε καὶ ἀλγέει πάντα καὶ ἰξύας καὶ ἐπίσειον καὶ τὴν ἕδρην, καὶ τὸ οὖρον ἴσχεται καὶ ἡ κοιλίη, καὶ πνίγεται, καὶ θανεῖν ἐρᾶται, καὶ ὑποχόνδριον τιταίνεται, καὶ στόμαχος δάκνεται, καὶ στόμα πικρὸν, καὶ ἐμέει ὀξέα καὶ ἄκρητα, καὶ ἐρεύγεται θαμινὰ, καὶ ῥαΐζει· ἢν δὲ μὴ, ἀνοιδίσκεται, καὶ ἢν ἐπαφήσῃ, ἀντιτυπέει καὶ ἀλγέει. Κλύζειν οὖν χρὴ τὴν μήτρην μελικρήτῳ καὶ ὀξυμέλιτι καὶ ἐλαίῳ· κύμινον τριπτὸν, ἢ ἄννησον, καὶ λίνου πέταλα τρίβειν, καὶ ὄρνιθος πάτον ξὺν ὠοῖς, καὶ ἐν ὕδατι ἐνιέναι· προσθέτοισι δὲ οἷς ἂν ἐγὼ γράψω, καὶ ποτήμασι χρεέσθω· καθίννυσθαι δὲ ἐν ἐλαίῳ θερμῷ, καὶ ἀρώματα ἐμβάλλειν, σχοίνου ἄνθος, ἢ ἐν ὕδατι δάφνης ἢ θαλάσσης· ἄριστον δὲ καθαίρειν κλυσμοῖσι μαλθακοῖσι τὴν κοιλίην· ἢ βάλανον προστιθέναι, ὡς νηπίῳ κοιλίη λύεται, εἴριον ἄπλυτον ξὺν μέλιτι· ἢν δὲ γεραιτέρη ᾖ, κρόμμυον ἐμβάπτειν ἐς ἔλαιον, ἢ ἐς μέλι, καὶ προστιθέναι· ἢ ταύρου χολὴν, ἢ νίτρον ξὺν μέλιτι, ἢ ῥοιῆς ὀξείης χοίνικα ξὺν μέλιτι καὶ ἀλήτῳ κριθίνῳ.

[178] Εἰ δὲ μύλη ἐμφύεται ὑπὸ πάχεος γονῆς ἐνεχομένης, θύμβραν λειήνας ἐν ὄξει καὶ ὕδατι, τοῦτο δίδου πίνειν ἔνυγρον, ἢ ὑοσκυάμου τὸν καρπὸν λεῖον, καὶ κλύζειν ἅλμῃ καὶ ὀπῷ καὶ ὄξει· ἢν δέῃ, ξὺν ὕδατι· κράτιστον δὲ μελίκρητον ἐνιέναι ξὺν ὕδατι φακῶν, ἢ ὀρόβων, ἢ ἴου ἄνθεος. Ἢν δὲ καθαρθῇ οἷα τὰ πυριφλεγέθεα, μυρσίνην ἑψεῖν καὶ διανίζεσθαι, σμύρναν καὶ νέτωπον ἐν εἰρίῳ προστίθεσθαι.

[179] Ἢν ἄνεμος ἐνῇ ἐν τῇσι μήτρῃσι καὶ δάκνῃ, τῇδε καὶ τῇδε διεξιὼν πῦρ ποιέει, καὶ οἰδέει καύματι, καὶ ὀδυνῇ, καὶ τὸν ἄνδρα ἀπαναίνεται, καὶ ἄχθεται σφόδρα τῇ συνουσίῃ, καὶ τείνεται, καὶ οἰδέει τὸ ἦτρον, καὶ οὐ δύναται ὀρθοῦσθαι, ἢ ἰθύνεσθαι. Ὅταν οὕτως εὕρῃς, γνῶθι ὅτι ἄνεμος καὶ γονὴ ἔνι ἐν τῇσι μήτρῃσι, καὶ ἡ γονὴ ἐμπέφυκε· διὰ τοῦτ᾿ οὖν κάμνει. Λαβὼν μέλι, κηρὸν καὶ λίνου πέταλα, τρίψας λεῖα καὶ ὄρνιθος στέαρ, οἴνῳ εὐώδει, χλιήνας, ἔγχεον ἐς τὰς μήτρας κλυστῆρι· πινέτω δὲ λίνου πέταλα· ἢ τὸν καρπὸν τρῖψαι καὶ ἐς εἴριον ἐνελίξαι, πρὸς τὸ στόμα τῆς μήτρης· εἰ δὲ μὴ, ἐνεργοτέρῳ χρῆσθαι· λίριον καὶ κρόκον καὶ λίνου πέταλα, ὄρνιθος στέαρ τρίψας λεῖα, διεὶς γάλακτι γυναικείῳ, ἀποσπογγίσας ἄχνῃ ἀπὸ ὀθονίων λεπτῶν, ἐνδῆσαι· προστιθέσθω δὲ πρὸς τὸ στόμα τῆς ὑστέρης.

[180] Κἢν ὑποφύηται πιμελὴ σαρκοειδεστέρη, τηκεδόνα ἐντιθέναι, καὶ λεπτύνειν μέσως· αἱ γὰρ λίην λεπτυνόμεναι ἀραιαί εἰσι καὶ ἐκτιτρώσκουσιν.

[181] Εἰ δὲ οὐ δέχεται ἡ ὑστέρη, ἀλλὰ ἀφίησι καὶ θερμὸν οὐκ ἔχει ἐν ἑωυτῇ, ὄργανον χρὴ μηχανοποιέεσθαι, ἐφ᾿ ὃ ἑζομένη εἴσεισιν ἀτμὸς ἐς τὰς μήτρας, ἀμφὶ δὲ τοῦτο εἵματα κυκλόσε τιθέναι· ὑποθυμιῇν δὲ κασίην, κιννάμωμον, σμύρναν, ἴσον ἑκάστου, ἐν οἴνῳ τε φυρῇν σιραίῳ καὶ ἐπιβάλλειν, ὀλίγον τε λούεσθαι, ὀλίγα σιτέεσθαι. Ἀρήγει δὲ καὶ προσθετὸν τοιόνδε· σμύρναν ἁπαλὴν ξὺν μέλιτι· ἔστω δὲ προμήκης ὡς βάλανος· καὶ ταῦτα ποιέειν πλειστάκις πρὸς τὴν δύναμιν ὁρέων. Καὶ οἱ ἐν σίτῳ πελεκῖνοι τριπτοὶ ξὺν σμύρνῃ ὠφελέουσιν. Ἑψεῖν δὲ μέλι, καὶ ξὺν τῇσι δαισὶν ἀνακυκᾷν, καὶ ὅσον αἰγύπτιον κύαμον προστιθέναι. Καὶ ταύρου χολὴν, καὶ ῥοὸς ἐρυθρῆς ἴσον κονύζῃ ποίῃ, ὅμοιον δέ ἐστι σελίνῳ οὐλῷ, φύεται δὲ ἄγχιστα θαλάσσης ἐν χωρίοισι ψαμμώδεσιν, ὀδμὴ δύσοιστος, ξὺν μέλιτι καὶ οἴνῳ πρόσθες. Ἢ βόλβιον, ἐν πυροῖσι δὲ θεωρεῖται, αἰγυπτίοισι δὲ μάλιστα, δριμὺ, ὅμοιον κυμίνῳ αἰθιοπικῷ· τοῦτο, σκόροδον, νίτρον ἐν τῷ αὐτῷ προστίθει, προλουέσθω δέ.

[182] Ὅταν γυνὴ τὴν κεφαλὴν ἀλγέῃ τὸ βρέγμα τε καὶ τὸν τράχηλον καὶ ἰλιγγιᾷ πρὸ τῶν ὀμμάτων καὶ φοβῆται καὶ στυγνὴ ᾖ, καὶ οὖρα μέλανα καὶ δι᾿ ὑστέρης ὅμοια, καὶ ἄση ἔχῃ καὶ δυσθυμίη, μέλαινα χολὴ ἐν τῇσι μήτρῃσιν ἔνι. Θεραπευέσθω δέ· ἐντεριώνην παλαιὴν ἐνιαυσίην, ταύρου χολὴν, ἄνθος χαλκοῦ τρίβειν ξὺν βακκάρει, καὶ προσθετὰ ποιέειν, καὶ φάρμακον πιπίσκειν, καὶ λούειν.

[183] Ὁκόταν δὲ δάκνηται τὰς μήτρας γυνὴ καὶ ἀλγέῃ καὶ ἀδάξηται, καὶ χολὴν οὐρέῃ ξανθὴν, καὶ ἡ μήτρη χάνῃ, καὶ οἱ ὀφθαλμοὶ ἰκτερώδεες, ἴσθι ὅτι χολὴ ἐν τῇσιν μήτρῃσιν ἔνι. Ἄριστον γοῦν ἐκκαθαίρειν τό τε πᾶν σῶμα καὶ αὐτὰς προσθέτοισιν, ἃ χολὴν ἄγει.

[184] Ψύχεται ἡ ὑστέρη, καὶ βάρος δοκέει ἐγκεῖσθαι, καὶ τὸ χρῶμα οὐ λαμπρὸν, καὶ πέπηγεν ἡ ὑστέρη. Ὅταν οὕτως ἔχῃ, καθαίρειν ὅ τι φλέγμα ἄγει, καὶ λεπτύνειν χρὴ καὶ πυκινὰ ἐμέειν.

[185] Ὅταν γυναικὶ ὄζῃ κακὸν ἐκ τοῦ στόματος, καὶ τὰ οὖλα μέλανα ᾖ καὶ πονηρὰ, κεφαλὴν λαγωοῦ καὶ μύας τρεῖς κατακαῦσαι χωρὶς, καὶ τῶν δύο μυῶν ἐξελεῖν κοιλίην, ἧπαρ δὲ καὶ νεφροὺς μή· καὶ ἐν θυίῃ λιθίνῃ τρίβειν μάρμαρον ἢ λίθον λευκὴν, καὶ διασῆσαι· εἶτα μίσγειν ἴσον ἑκάστου, καὶ τοὺς ὀδόντας τρίβειν· χρὴ δὲ καὶ τὰ ἐν τῷ στόματι χωρία τρίβειν· κἄπειτα εἰρίῳ πινωδεστάτῳ τρίβειν, καὶ διακλύζεσθαι ὕδατι· βάπτουσα δὲ τὸ πινῶδες εἴριον ἐν μέλιτι, ἀνατριβέτω τοὺς ὀδόντας καὶ τὰ οὖλα καὶ τὰ ἔνδον καὶ τὰ ἔξω. Τρίβειν τε ἄννησον, καὶ ἀνήθου καρπὸν, καὶ σμύρνης ὁλκὴν ὀβολοὺς δύο, διιέναι οἴνῳ λευκῷ ἀκρήτῳ ἡμικοτυλίῳ, ἐν τουτέῳ διακλυζέσθω, καὶ ἐν τῷ στόματι πουλὺν κατεχέτω χρόνον, θαμινὰ δὲ τοῦτο δρᾷν, καὶ ἀναγαργαρίζεσθαι νῆστιν καὶ μετὰ τὴν τροφήν· ἄριστον δὲ ὀλιγοσιτίη, κράτιστα δὲ χρὴ προσφέρεσθαι. Τοῦτο τὸ φάρμακον ὀδόντας καθαίρει καὶ εὐώδεας ποιέει· καλέεται δὲ ἰνδικὸν φάρμακον.

[186] Ὁκόταν γυναικὶ μαζὸς τριχιήσῃ, στοιβῆς καρπὸν, ἢ βάτου ἑψῇν ἐν ὕδατι καὶ ἐλαίῳ, καὶ τοὺς μαζοὺς καταπλάσσειν, καὶ τεύτλου φύλλα ἐπιῤῥίπτειν· ἔπειτα ῥάψαι ἐκ ῥάκους ὡς κυρβασίην, τεκμηράμενος ὅσον τὸν μαζὸν ἐκχωρήσει, καὶ οὕτως ἐντιθέναι τὸν τιτθόν· ἢν δὲ διαπύῃ, ἄμεινον τάμνειν, καὶ εἰρίῳ ῥερυπωμένῳ μοτῶσαι, καὶ ἐπιβάλλειν τωὐτό· μετέπειτα λύσαντα φακῷ ἑφθῷ ξὺν ἀλφίτῳ μῖξαι καὶ καταπλάσσειν.

[187] Ἐπὴν γυναικὶ ἐν τῷ αἰδοίῳ ἢ ἐν τῷ ἀρχῷ ἀσκαρίδες γένωνται, λύγου καρπὸς μίσγεται ἢ φύλλα, καὶ βοὸς χολὴ παραμίσγεται ὅσον ὀβολός· κεδρίνῳ δὲ ἐλαίῳ φυρῇν, καὶ εἰρίῳ πινόεντι εὐειροτάτῳ ἀναλαβεῖν· ἐντιθέσθω δὲ διὰ τρίτης νύκτα καὶ ἡμέρην, τῇ δὲ ὑστεραίῃ ἀφελομένη λουέσθω θερμῷ, καὶ σκόροδα ἑφθὰ καὶ ὠμὰ ἐσθιέτω, καὶ αἱ ἀσκαρίδες ἐξίασι καὶ θνήσκουσιν· ἅλμῃ δὲ κλύζειν χρή.

[188] Πρόσωπον ἀγλαΐζει ἧπαρ ταύρου, τρίβειν ξὺν ἐλαίῳ, ἀλείφειν δὲ ἐν ἀκρήτῳ οἴνῳ· χολὴ δὲ χλωροῦ φθείρει· ἀλλὰ καὶ ὁ χυλὸς τῆς πτισάνης ὁμοίως λαμπρύνει, καὶ ὠῶν τὸ λευκὸν, καὶ ἄλητον θέρμων καὶ ὀρόβων, καὶ σῦκον καταπλάσσειν, καὶ κράμβης ῥίζα καὶ σπέρμα· ταῦτα καὶ φακοὺς αἴρει, καὶ ἀλκυόνιον, καὶ κονιορτὸς ἢν λυπέῃ τὸ πρόσωπον, κηρωτῇ ὑγρῇ διὰ ῥοδίνου ὑποχρίειν, καὶ ὕδωρ ψυχρὸν προσχέειν. Καὶ ῥυτίδας ἐκτείνει, ἐν θυίῃ λιθίνῃ μολίβδαιναν τρίβειν, καὶ μηνιαῖον ὕδωρ παραχέοντα πλάσαι κυκλίσκους· κἀπειδὰν ξηρανθῶσιν, ἐλαίῳ διεὶς, χρῖε τὸ τὰς ῥυτίδας φέρον πρόσωπον.

[189] Ἢν δὲ ῥέωσιν αἱ τρίχες, λήδανον μετὰ ῥοδίνου ἢ ἀνθινοῦ μύρου τρῖβε, καὶ μετ᾿ οἴνου ἐγχριέτω· ἢ τὴν σμηκτρίδα γῆν ξὺν οἴνῳ, ἢ ῥοδίνῳ, ἢ ὀμφακίῳ, ἢ ἀκακίῃ, καὶ ἢν μαδήσῃ, κύμινον ἔμπλασσε, ἢ πελιάδων κόπρον, ἢ ῥάφανον τριπτὴν, ἢ κρομμύῳ τριπτῷ, ἢ τεύτλῳ, ἢ κνίδῃ.

[190] Τὰς δ᾿ ἐφηλίδας λεγομένας αἴρει, ὀρόβιον, τεύτλου χυλὸς, ὠῶν τὸ λευκὸν, πτισάνη, ἢ σικύου ἀγρίου ῥίζη ξηρὴ, μετ᾿ οἴνου τρυγὸς τριφθεῖσα, καὶ ἐπαλειφομένη, ἢ συκῆς φύλλα προστιθέμενα· σησάμῳ τριπτῷ σμήχεσθαι, ἢ ἀμυγδάλαις πικραῖς· κνίδης τε σπέρμα, σκορόδων κέλυφος ἐπιδεόμενον, λεπίδιον.

[191] Λειχῆνας ἐξάγει πάντας, ὄξος, μάννα, κίσσηρις, θεῖον μετ᾿ ὄξους, κάρδαμον ἄγριον καὲν καὶ σποδωθὲν, ἐχίδνης λεβηρὶς, καὶ λαπάθου ἀγρίου ῥίζα· τρίβειν δὲ μετ᾿ ὄξεος οἰνώδεος· φλυκταινοῦται, καὶ λιθαργύρου χρέο.

[192] Ῥόου ἐρυθροῦ ποτὸν ἀγαθόν· ἐλάφου κέρας κατακαύσας, ὠμήλυσιν κριθέων ξυμμῖξαι διπλασίην, ἐπὶ οἶνον πράμνιον ἐπιπάσσουσα πινέτω, καὶ ἵσταται. Ἕτερον ὁμοίως ποτόν· ἀδιάντου ῥίζαν τρῖψαι, καὶ ἐρεβίνθους φῶξαι, καὶ λέκιθον ποιέειν, ἐν μέλιτι ὡς ποτὸν διδόναι. Ἢ ἀλήτου σητανίου ὀξύβαφον, κόμμεως λευκοῦ ἥμισυ, μάννης τρίτον μέρος, καὶ σχοίνου ὀλίγον, ἢ πίτυος, ἢ κυπαρίσσου διεὶς ὕδατι πίνειν δίδου δὶς τῆς ἡμέρης· ἢ ἐλάφου κέρας κατακαίειν, τρίβειν δὲ καὶ ὠμήλυσιν σὺν κεδρίσι πέντε· οἶνος σὺν τοίσδεσσιν αὐστηρὸς μέλας μίγνυται. Ἢ ῥοιὴν γλυκείην ὀπτήσας, τὸν χυλὸν ξὺν οἴνῳ μέλανι πίνειν. Ἢ κυπαρίσσου καρπὸν ὅσον τρία ἢ τέσσαρα, καὶ μύρτα μέλανα καὶ ὁμοῦ καὶ αὐτὰ καθ᾿ ἑωυτὰ, πρὸς ἰσχὺν τοῦ σώματος ὀρέων τῆς γυναικὸς, ξὺν οἴνῳ δὲ ἡ πόσις γενέσθω. Ἢ καστορίου ὀβολὸν καὶ σμύρνης ὀβολὸν ἐν οἴνῳ τρίβειν αὐστηρῷ μέλανι καὶ πιπίσκειν. Ῥόου καὶ πάσης νούσου ποτὸν, ὅσαι ἀπὸ τῶν ὑστερέων γίνονται· γλυκυσίδης καρπὸν, καὶ τοῦ ῥόου τὰς ῥίζας, καὶ κύμινον αἰθιοπικὸν, καὶ μελάνθιον ἐν οἴνῳ λευκῷ διδόναι. Ἢ νάρθηκα ξύσας, ὅσον ὀξύβαφον, καὶ πράσου χυλὸν, ἐν οἴνῳ λευκῷ κεκρημένῳ, τοῦτο καὶ ἐκ ῥινῶν αἷμα ῥέον παύει. Ἢ σίδην ἑψῆσαι ἐν οἴνῳ μέλανι, καὶ περιλέψαι, καὶ τὰ ἔνδον τρῖψαι, ἐν οἴνῳ μέλανι ξὺν πάλῃ ἀλφίτου πιεῖν. Ἢ λίνου σπέρμα, ἢ ἐρυσίμου φῶξαι, καὶ ἐλαίης φύλλα χλωρῆς, καὶ μέλαιναν ῥίζαν, μήκωνα ἁδράν· ταῦτα τρίψας ἐν τῷ αὐτῷ, ἐν οἴνῳ κεκρημένῳ δίδου πίνειν. Ἢ τάμισον ὄνειον καὶ σίδης γλυκείης ῥίζην καὶ κικίδα ἐξ ἴσου πάντα, καὶ ῥοιῆς γλυκείης χυλὸν ξὺν οἴνῳ πίνειν. Ἢ λαπάθου καρπὸν, ξὺν τῷ τῆς κικίδος ἔξω περιεξυσμένῳ· ταῦτα τρίβειν ἄμφω, καὶ ἐν οἴνῳ πίνειν, καὶ μετέπειτα κυκεῶνα. Ἢν αἷμα ῥέῃ λαῦρον ἐξ ὑστερέων, ἄγνου φύλλα ξὺν οἴνῳ μέλανι· τὰ στρυφνὰ ῥόον ἵστησιν, οἴνῳ μέλανι μιγνύμενα. Ῥόου καὶ ὀδύνης· κάχρυος ῥίζαν ἐν οἴνῳ μέλανι πίνειν· ἢν δὲ πλέον ᾖ, τερμίνθου καρπὸς τριβόμενος, χρὴ δὲ οἴνῳ καὶ ὕδατι διιέναι καὶ πίνειν. Ἢν ῥόος γένηται, καρκίνους ποταμίους ἀποπνίξας ἐν οἴνῳ, πίνειν διδόναι τοῦ τοιούτου οἴνου μεθ᾿ ὕδατος. Ἢν δ᾿ ἔτι φέρηται ὁ ῥόος, πρόμαλον φώξας καὶ τρίψας ἐν οἴνῳ δίδου, ἢ πράσων χυλόν. Ἢν δὲ πουλὺς κατέρχηται ὁ ῥόος, ἡμιόνου ὀνίδα κατακαίειν, καὶ λειῆναι καὶ ξὺν οἴνῳ διδόναι. Ἢν δὲ πουλυχρόνιος ὁ ῥόος γένηται, σπόγγος κατακαεὶς ἀρήγει, τρίβειν δὲ λεῖον τὸν σπόγγον καὶ ξὺν οἴνῳ διδόναι εὐώδει.

[193] Κατάπλασμα ῥόων· σκόροδα καὶ ἀνδράχνην καὶ σέλινον καὶ λωτοῦ πρίσματα καὶ κέδρου λεῖα ὁμοῦ μῖξαι, διεὶς δὲ ἐν μελικρήτῳ, κατάπλασμα ποιέειν. Ἢ βάτου φύλλα καὶ ῥάμνου καὶ ἐλαίης, ὁμοῦ λεῖα μῖξαι καὶ διιέναι ἐν μελικρήτῳ, καὶ ξὺν ἀλφίτοισι καταπλάσσειν. Ἢ ἀκτῆς καὶ μυρσίνης φύλλα κατάπλασσε. Ἢ λωτοῦ πρίσματα καὶ συκαμίνου φύλλα καὶ ῥοῦν ξὺν ἀσταφίδι. Πυριήσιες ῥόων· αἰρῶν ἄλευρα πεφωσμένα ἕψε ἐν ὀξυκρήτῳ ἀκρητεστέρῳ καὶ ἐς ὀθόνιον ἐγχρίων πυρία. Ἢ φακοὺς φώξας, καὶ περιπτίσας, ποιέειν ἄλευρα χονδρότερα, καὶ ἐν ὕδατι ἑψεῖν, καὶ ὁμοίως καταπλάσσειν· ἢ ὀρόβους ὡσαύτως. Ἀγαθὸν δὲ καὶ ἐλελίσφακος· ἢ ἄχυρα κριθέων ἐν ἀφεψήματι ἐλελισφάκου καὶ ὑπερικοῦ ἑψεῖν καὶ καταπλάσσειν. Λωτοῦ πρίσματα καὶ κυπαρίσσου ἐναφεψῶν ἐν ἀσταφίδος ἀποβρέγματι, ἐς ὀθόνιον ἐπιχρίων, πυριῇν. Ἢ ἐλαίης φύλλα, ἢ κισσοῦ, ἢ μυρσίνης, ἐν ἀφεψήματι τούτων κριθέων ἄχυρα ἑψεῖν. Ἢ ἀρωμάτων ὕδατι συναφεψεῖν πίτυρα πύρινα. Ἢ ἀσταφίδος ἀποβρέγματι πίτυρα πυρῶν ἑψεῖν, ἢ λευκοΐου καρπὸν, ἢ τὰς ῥίζας ἀφεψεῖν, καὶ τῷ ὕδατι ξὺν πιτύροισι πυρίνοισιν ἐπιῤῥίπτειν, ἢ τῷ ἀφεψήματι πίτυρα πυρῶν τοῦτο ποιήσασα, θερμῷ ἐνελιξαμένη εἰρίῳ, πυριήσθω· ἢ τῷ τῆς ἑρπύλλου ἀφεψήματι πίτυρα τὸν αὐτὸν τρόπον· πυριῇν δὲ καὶ σπόγγοισι θερμοῖσι καὶ εἰρίοισι μαλθακοῖσιν, ἢν περιωδυνέῃ, καὶ τοῖσιν ὀστρακίνοισιν ἀγγείοισιν, ὕδατος ἐγχέων· ἢ ἐν κύστεσιν ἐλαίῳ θερμῷ.

[194] Κλυσμοὶ ῥόων· μυρσίνης φύλλα καὶ δάφνης καὶ κισσοῦ, ἐν ὕδατι ἀφεψεῖν· τουτέῳ κλύζε χλιαρῷ. Ἢ ἀκτῆς φύλλα καὶ σχοίνου ἀφεψεῖν ἐν ὕδατι, ἀποχέας, ἀκροχλιέρῳ κλύζειν. Ἢ οἰνάνθην καὶ κύπερον καὶ ἀσταφίδα ἀφεψεῖν ἐν μελικρήτῳ καὶ κλύζειν. Ἢ τήλεως ὕδατι, ἢ βάτου ἀφεψήματι, ἢ ἐλαίης χλωρῆς, ἢ κυπαρίσσου, ἢ ἑρπύλλου, ἢ ῥοιῆς, ἢ λευκοΐου ῥίζης, ἢ σχοίνου, ἀκροχλίερον, ἢ τὸ διὰ βουτύρου καὶ ῥητίνης καὶ χηνείου ἐλαίου, ἢ τὸ διὰ μυελοῦ καὶ στέατος ὑείου.

[195] Ὑποθυμιήσιες ῥόων· κριθὰς πεφωσμένας ἐς ἄνθρακας ὑποθυμιῇν, ἢ ἐλάφου κέρας σὺν ἐλαίῃσιν ὀμφακίτισιν, ἢ ῥόον τὴν ἐρυθρὴν, καὶ ἄλφιτα πεφωσμένα ξὺν ἐλαίῳ καὶ οἴνῳ διπλασίῳ· ἢ ἄχυρα κριθέων, καὶ βόλβιτον ὁμοίως, ἢ λωτοῦ πρίσματα, ἢ ῥόον, ἢ κυπάρισσον ξὺν οἴνῳ μέλανι αὐστηρῷ ξηρὴν ὑποθυμιῇν· ἢ χαλβάνην, ἢ μάνναν, ἢ ῥητίνην οἴνῳ δεῦσαι, ἢ αἰγὸς κέρας καὶ κικίδα, καὶ ὁ ῥόος ἵσταται. Ἕτερα θυμιητά· ὀρύξαι χρὴ βόθρον, καὶ φῶξαι ὅσον δύο χοίνικας ἀττικὰς γιγάρτων, τῆς σποδιῆς ἐπιβαλὼν ἐπὶ τὸν βόθρον, οἴνῳ τε ἐπιψεκάσαι εὐώδει, καὶ ἀμφικαθεζομένη καὶ διαπλίξασα θυμιήσθω. Ἢ τὸ λεγόμενον οἰσύπη αἰγὸς ξηρὰ κόψαι καὶ φῶξαι ξὺν κριθέων ἐρίγματι, ἐλαίῳ φυρήσασα, θυμιῇν. Ἢ ἐς ἄνθρακας πόλιον, κριθέων ἄχυρα ὑποβάλλων, ἢ πρίσματα κυπαρίσσου, μύρῳ δεύων, θυμίη. Ἢ κώνειον, ἢ σμύρναν, ἢ λιβανωτὸν, τὸ μύρον περιχέων, θυμίη. Ἢ ἄσφαλτον καὶ κριθέων ἄχυρα ὁμοίως. Ἢ κυπαρίσσου ῥίζαν ἐν ἀλείφατι ῥοδίνῳ περιχέας θυμίη. Ἢ καλάμῳ, σχοίνῳ, κυπέρῳ, σελίνου σπέρματι, ἀννήσου, ῥόδινον ἔλαιον περιχέας, θυμίη. Ὁμοίως δὲ καὶ ῥητίνην ὑποβάλλειν καὶ κιννάμωμον καὶ σμύρναν ξὺν βάτων φύλλοις, ἢ ῥόδων φύλλοις ἡδυόδμοις ξὺν ποσῷ κρόκῳ καὶ στύρακι· ταῦτα πάντα ἐν τῷ αὐτῷ τρίβειν, καὶ θυμιῇν ὀβολῷ ἀττικῷ σταθμῷ ἐπὶ σποδιὴν οἰναρέην, ἢ ἐπὶ βολβίτου πλαστοῦ ὡς ἐμβάφιον· τὸ δὲ πῦρ κλημάτινον ἔστω· ἐπιτιθέναι δέ τι ἤδη πρότερον ὡς μὴ ὀδμὴ ᾖ· ἐπεὶ, εἰ ὀδμὴ ἔσται, ἄμεινον μὴ θυμιῇν.

[196] Ῥόου ἐρυθροῦ προσθετά· σμύρνα καὶ βολβίον ξὺν μέλιτι τριφθὲν προσθετὸν ἄριστον. Ἢ ῥόδα ἑψήσας ἐν ὕδατι, καὶ τρίψας λεῖα ἐν μύρῳ ῥοδίνῳ, ἐν εἰρίῳ ἑλίξας, προστίθει. Ἢ τοῦ λωτοῦ τὸ ἄνθος ἑψῆσαι ἐν ὕδατι, κἄπειτα τρίβειν ἐν ῥοδίνῳ μύρῳ, καὶ ἐν εἰρίῳ πρὸς τὸ στόμα τῆς ὑστέρης προσάγειν. Ἢ κύπερον καὶ ἴριν καὶ ἄννησον ἴσον ἑκάστου ἐν μύρῳ ῥοδίνῳ, λεῖον, ἐν εἰρίῳ, μάλιστα πρὸς τὸν στόμαχον εἴσω. Ἢ μυρσίνης φύλλα μελαίνης ἐν οἴνῳ λευκῷ, πίτυος φλοιὸν παραμίσγειν, καὶ ὁμοίως ποιεῖν. Ἢ κυπαρίσσου καρπὸν καὶ λιβανωτὸν ἴσον ἑκατέρου τρίβειν ὁμοῦ ἐν μύρῳ ῥοδίνῳ, ἐν εἰρίῳ προστίθει. Ἢν ξηρῆναι δέῃ ῥόον, καλαμίνθην ἐν οἴνῳ μέλανι ἑψεῖν, καὶ ἐς ὀθόνιον βάπτοντα, ἐπιτιθέναι. Ἢ ὑοσκυάμου τῶν φύλλων καὶ κώνειον ἅμα ἑψεῖν. Ὡσαύτως πράσα καὶ μαλάχην καὶ κηρὸν καὶ χηνὸς ἄλειφα μῖξαι, εἶτα χλιερὸν προστιθέναι πρὸς τὰ αἰδοῖα. Ἢ οἶνον ἄκρητον ξὺν ῥητίνῃ καὶ σιδίῳ ἑφθῷ τρίβειν, καὶ προστιθέναι ὁμοίως. Ἢ κνῆκον ξὺν οἴνῳ τρίβων προστίθει. Ἢ λωτοῦ τὸ πρίσμα ὁμοίως. Ἢ σχίνου φύλλα ἢ ῥόον, μέλιτι καθέφθῳ, μίξας πρόσθες. Ἢν δὲ μὴ λήγῃ, σούσινον, ἢ βλίτον τὴν βοτάνην ὡς γλῶσσαν οὖσαν, ἐν εἰρίῳ ποιεῖν προσθετόν.

[197] Ῥόου ὕδατος προσθετὸν καὶ ἔγχυτον· ἢν γυναικὶ ὕδωρ ῥέῃ ἐκ τῶν αἰδοίων, λαβὼν ῥητίνην ξηρὴν καὶ μυρίκης πέταλα καὶ λίνου καρπὸν τρῖψαι ἐν οἴνῳ, καὶ μῖξαι ἐν ὄρνιθος στέατι, καὶ ἐγχέαι ἐς τὰ αἰδοῖα κλυστῆρι. Ἄλευρα χηραμύδα ὡς καθαρώτατα, ἢ ἀμύλιον ἐν εἰρίῳ προστίθεσθαι πρὸς τὸν στόμαχον. Ἄλλο ἔγχυτον ὁμοίως· ὁκόταν ὕδωρ ἐκ τοῦ αἰδοίου ῥέῃ, μυρίκης πέταλα καὶ λιβανωτοῦ καρπὸν ἐν χηνὸς στέατι τρίψας καὶ ῥητίνην, ἐς τὰ αἰδοῖα κλυστῆρι ἐνεῖναι.

[198] Ἢν ὑπὸ ῥόου ὑδατώδεος τὸ ἦτρον ἀλγέῃ, λίνου καρπὸν τρῖψαι ἐν μέλιτι, καὶ καταπλάττειν τὸ ἦτρον καλῶς.

[199] Ἢν ῥόος αἱματώδης, ἢ λευκὸς, ἢ ὁποῖος ἂν ᾖ· θεῖον καὶ μανδραγόρου τὸ ἄκρητον ἀναλαβόντα εἰρίῳ προσθεῖναι, καὶ ὑπτίη εὑδέτω, καὶ ἀκίνητος μενέτω. Ἢ σίδια ξηρὰ τρίβειν ἐν οἴνῳ πραμνίῳ καὶ διδόναι πίνειν. Ῥόου λευκοῦ ποτόν· κισσοῦ λευκοῦ τὸ σπέρμα καὶ πίτυος φλοιὸν ἐν οἴνῳ αὐστηρῷ παρέχειν. Ἢ ἐλάφου κέρας κατακαῦσαι μοῖραν, ὠμηλύσιος δὲ δύο μοίρας καὶ κεδρίδας πέντε, τρίβειν ἐν ὕδατι, καὶ πίνειν.

[200] Ὅταν πνίγηται ὑπὸ ὑστερέων· κάστορα καὶ κόνυζαν ἐν οἴνῳ χωρὶς καὶ ἐν ταὐτῷ πινέτω. Ἢ ἀσφάλτου ὅσον τριώβολον, ἢ φώκης στέαρ ὅσον δὴ τῷ δακτύλῳ λαβεῖν. Ῥίζης γλυκυσίδης ὅσον ἥμισυ πόσιος ἐν οἴνῳ εὐώδει διδόναι πίνειν. Ὅταν δὲ πνίγωσι καὶ ὁμοῦ βήσσῃ, σανδαράχης ὅσον ὀβολὸν καὶ θείου ἀπύρου ἴσον καὶ ἀμύγδαλα πικρὰ καθήραντα ξυμμίσγειν τρία ἢ τέσσαρα, καὶ διδόναι ἐν οἴνῳ εὐώδει. Ἢν δέ γε προσίσχωσιν αἱ ὑστέραι, κριθὰς τρίψας λεῖα ξὺν τοῖσιν ἀχύροισι καὶ κέρας ἐλάφου, ἐλαίῳ δεύσας, ὑποθυμιήσθω. Ὅταν δὲ ἄνω ᾖ, καὶ θλίβηται καρδίη καὶ στόμαχος καὶ ὑπομένωσι, σμύρνην, ἢ ῥητίνην, ἢ νέτωπον, ἢ κάστορα, ἢ ὀπὸν σιλφίου πῖσαι.

[201] Ὅταν ὑστέρη πνίγῃ, πνεῦμα δὲ σεύηται ἄλες ἄνω, καὶ βάρος ἔχῃ, καὶ γνώμη καταπλὴξ, ἀναυδίη, περίψυξις, πνεῦμα προσπταῖον, ὄμματα ἀμαλδύνηται, τὴν κεφαλὴν ξυρῇν ὅτι τάχιστα, καὶ ταινίῃ ἀποδιωθέειν, ὑπὲρ ὀμφαλὸν δὲ εἰλέειν· διδόναι δὲ καστόριον καὶ κόνυζαν καὶ πηγάνου ὕδωρ, κύμινον αἰθιοπικὸν, ῥαφάνου σπέρμα, θεῖον, σμύρνην· πρὸς δὲ τὰς ῥῖνας τὰ κάκοδμα, εὔοδμα δὲ ἐς τὰς ὑστέρας· ἢν δὲ ἀνέχηται, κόκκου τὸ ἔνδον τὸ λευκὸν μέλιτι μίξας, ἀλείφειν τὴν ῥῖνα. Ἢ σχῖνον τριπτὴν, ἵνα δάκνηται. Ὅταν δὲ ὀδύνη ἔχῃ καὶ πνίγηται, μαλάχης ῥίζαν, ἢ ὀξύμελι ἢ φλοιὸν μαράθου καὶ κρῆθμον ἐν ὕδατι δοῦναι πίνειν, ἄριστον δὲ ἐρυγγάνειν καὶ διανακαθίζειν· ἢ ἐλλεβόρῳ πταρμὸν ποιέειν, καὶ προσίσχειν πρὸς τὰς ῥῖνας. Ἢν δὲ ὑπὸ τὰς φρένας δοκέωσιν ἵζεσθαι, ἐξαπίνης ἄφωνος γίνεται, ὑποχόνδρια σκληρὰ, καὶ πνίγεται, καὶ τοὺς ὀδόντας συνερείδει, καὶ οὐχ ὑπακούει καλεομένη· δεῖ οὖν ὑποθυμιῇν ὑπὸ τὰς ῥῖνας, εἴριον κατακαίων, ἄσφαλτον ἐς πῦρ ἐμβάλλων καὶ καστόριον καὶ θεῖον καὶ πίσσαν· βουβῶνας δὲ καὶ μηροὺς μύρῳ ἔνδοθεν εὐωδεστάτῳ χρίειν· ἢ ἀστέρας τοὺς θαλασσίους τοὺς μέλανας καὶ κράμβην μίξας ἐν οἴνῳ εὐώδει πινέτω. Ἢ σμύρνης τριώβολον, κορίανον ὀλίγον, ῥητίνην, γλυκυσίδης ῥίζαν, κύμινον αἰθιοπικὸν, ταῦτα τρίψας ἐν οἴνῳ λευκῷ, καὶ ὕδατι ἢ μελικρήτῳ διέντα, πίνειν ἀκροχλίερον. Βοηθέει δὲ καὶ τὸ πευκέδανον, ἀριστολοχία, κρομμύου δάκρυον, πάνακες, ἐν οἴνῳ ἢ ὕδατι, ἀκροχλίερον διδόμενον. Ὑστέρας ἐς χώρην ἄγει, τοῦ κρότωνος ῥίζα πινομένη, ἢ κύμινον αἰθιοπικὸν, ἢ σέλινον, ἢ μαράθρου σπέρμα καὶ ἀννήσου, πέπερι ἢ σμύρνα, καὶ ὀπὸς μήκωνος πινόμενος. Ἢν ἡ καρδίη πνίγηται ὑπὸ ὑστέρης, ἀναθλίβεται, καὶ πνεῦμα ἔχει καὶ ἆσθμα· δεῖ τὸν καρπὸν τῆς ἄγνου καὶ γλυκυσίδης ἐν οἴνῳ πίνειν, ἢ ἀβρότονον, καὶ πάνακες, καὶ ἀμμωνιακὸν, ἢ πήγανον, ἢ ὑπνωτικὸν μηκώνιον. Πάλιν οὖν εἰ ὁμοίως ἔχει, μελάνθιον τρίβειν λεῖον, καὶ μέλιτι δεύειν, καὶ ποιέειν οἷον βάλανον, καὶ πρὸς τῷ πτερῷ προστιθέναι· ἢ φιλίστιον ὁμοίως προστίθει· ἢ τηλέφιον, ἢ ἀνεμώνης φύλλα τρίψας, ἔνθες ἐς τρυχίον, καὶ σμύρνην σμικρὴν ξυμμίσγειν. Ἢν ἐς τὴν ὀσφὺν αἱ ὑστέραι καταστηρίξωσι, μὴ ψαύῃ δὲ τῆς κεφαλῆς ἡ πνὶξ, ἐσθιέτω πουλύποδας ἑφθοὺς, καὶ οἶνον πινέτω μέλανα εὐώδεα ἄκρητον ὡς πλεῖστον. Ὅταν δὲ ὡς πρὸς τὰ σπλάγχνα τραπεῖσαι πνίγωσιν, οἶνον κέδρινον καὶ κύμινον αἰθιοπικὸν πινέτω, καὶ θερμῷ λουέσθω, καὶ πυριήσθω τὰ εὐώδεα.

[202] Ἢν ἀνεμωθῶσιν αἱ ὑστέραι, ἡδύσματα πάντα [ἃ] ἐς τὸ μύρον ἐμβάλλεται, καὶ δάφνη, καὶ μυρσίνη, καὶ ἐλελίσφακος, κέδρου τε πρίσματα καὶ κυπαρίσσου· ταῦτα κόψαι καὶ κατασῆσαι λεῖα, καὶ ἐπ᾿ οἶνον εὔοδμον ἐπιπάσσειν, καὶ ἐπιχέαι ῥόδινον ἔλαιον.

[203] Ὅταν δὲ μετακινηθεῖσαι θλίβωσιν αἱ ὑστέραι, κριθὰς ξὺν τοῖσι κυρηβίοισι καὶ πρόμαλον καὶ ἐλάφου κέρας οἴνῳ δεύσας, ὑποθυμιῇν. Ὅταν προσιστάμεναι πνίγωσιν, ἐλλύχνιον ἀνάψαι καὶ ἀποσβέσαι ὑπὸ τὰς ῥῖνας, ὡς λιγνὺς καὶ αἰθαλὸς εἰσίῃ· καὶ πίσσαν καὶ καστόριον καὶ πευκέδανον καὶ σμύρναν διεὶς μύρῳ, εἰρίῳ ἀναδήσασα, προστιθέσθω· πίνειν δὲ ῥητίνην ἐλαίῳ διέντα. Ἢν πνίγωσι λίην, διδόναι ποτὸν χελώνης παραθαλασσίης ὅσον τριώβολον τρίψας ἐν οἴνῳ λευκῷ, κοτύλην κυάθοις πίνειν· ἢ λύχνον, ἐπιχέας ὅσον ἔλαιον, ἅψαι τὸν λύχνον, καὶ ἐὰν ἀποσβεσθῇ, πρὸς τὰς ῥῖνας πρόσαγε· ἢ βόρβορον ὡς δυσωδέστατον ὁμοίως· ἢ εἴριον κατακαύσας· ἢ ἀσφάλτου ὀλίγον τρίψας ἐν οἴνῳ λευκῷ πινέτω· ἢ ἐρυσίμου κόγχην καὶ καστορίου ἐν οἴνῳ λευκῷ δὸς πιεῖν, καὶ λοῦσον. Ἢν δὲ βήσσῃ, σανδαράχης ὀβολὸν, θείου δύο ὀβολοὺς ἀπύρου, ἀμύγδαλα πικρὰ ἀποκαθήρας, καὶ καστορίου ὀβολὸν μίσγειν ξὺν οἴνῳ εὐώδει, καὶ πίνειν δίδου. Ἢν δὲ πνίγωσιν αἱ ὑστέραι, καὶ τῆς καρδίης ψαύσῃ τὸ πνίγμα, καὶ μεμύκῃ τὸ στόμα, ὄξος θερμὸν δίδου ῥοφεῖν· πασσαλίσκῳ ἢ κερκίδι διάνοιγε, ἢ οἶνον ὁμοίως ἄνοδμον καὶ ξὺν ὀξυμέλιτι. Ἢν λίην δὲ πνίγωσι, καὶ ἄφωνος ᾖ, κρόμμυον ἐν οἴνῳ χλιερῷ τρίψας, ἐνστάζειν ἐς τὰς ῥῖνας, καὶ ἀνεγείρειν. Ἢν δὲ ἄχρις ἥπατος ἀνίωσι, καὶ πνίγηται, ἄφωνος γίνεται, καὶ οὐδὲν ὁρᾷ, καὶ τοὺς ὀδόντας συνερείδει, καὶ σκληρὴ γίνεται, καὶ οὐδὲν φρονέει, καὶ ἀναπνεῖ πυκνὰ, καὶ οὐδὲν ἀκούει· ταύτην ὑπὸ τὰ ὑποχόνδρια λαβὼν τῇσι χερσὶ σείειν θαμινάκις, καὶ τοὺς ὀδόντας διαγαγὼν πασσάλῳ, οἶνον ἄκρητον χλιερὸν ἐγχέειν, ἢν μή τι κωλύῃ, καὶ αὐτίκα ῥαΐζει ὡς ταπολλά. Ἢν ἐγκέωνται ἐς τοὺς βουβῶνας καὶ ἐρείδωσιν, αἰγὸς σπυράθους καὶ λαγωοῦ τρίχας, ἐλαίῳ φώκης δεύσας, ὑποθυμία· ἢ τοῦ κυτισοῦ τὸν καρπὸν ἢ τὰ φύλλα αὐαίνειν, ἢ τὸν φλοιὸν καὶ δρυὸς φύλλα καὶ ῥητίνην μίξας, ἐλαίῳ δεύειν, καὶ ὑποθυμιῇν. Ἢ φώκης τῆς πιτύης τὸ δέρμα κόψας λεῖον, καὶ σπόγγον καὶ βρύα λεῖα μίσγειν τῷ ἐλαίῳ τῆς φώκης, καὶ ὑποθυμιῇν. Αἰγὸς σπυράθους, καὶ φώκης πλεύμονα, καὶ κέδρου πρίσματα ὑποθυμιῇν. Ἢ βόλβιτον, ἢ κεράτων ξύσματα βοὸς καὶ ἄσφαλτον, ἢ ἀκάνθης αἰγυπτίης καρπὸν καὶ κέδρου πρίσματα, καὶ μυρσίνης φύλλα ξηρὰ, μύρῳ μαλθακῷ ταῦτα δεύσας, ὑποθυμίη· ἀρώματα δὲ συχνὰ ἐς τὸ μύρον ἐμβάλλειν. Ἢ γίγαρτα κόψας λεῖα, καὶ κεδρίαν καὶ ῥητίνην πιτυΐνην ὁμοῦ μίξας, γλυκεῖ ἑφθῷ δεύσας, ὑποθυμιῇν. Πυριήσιες ὡς ἀπίωσιν· βολβίτου κεκομμένου καὶ ὄξεος ἥμισυ, καὶ ὀροβίου θαλάσσης ἢ ὕδατος ὁμοίως πυρία τὰς ῥῖνας· πυριῇν δὲ βληχρῶς, καὶ φάκιον πιεῖν, ἀπεμέειν δὲ, καὶ ῥοφέειν διδόναι ἄλητον καὶ ἔτι τὸν οἶνον· τῇ δ᾿ ὑστεραίῃ κόκκος ἔστω κατάποτος· καὶ οὐρητικὸν δὲ ἀσταφίδα καὶ ἐρεβίνθους, δύο τρίψας σταφίδος τῆς ἀρίστης, ἐπιχέας χόεα, ἕψε, ἔπειτα ἀποχέας πρὸς τὴν αἰθρίην θεῖναι, καὶ τῇ ὑστεραίῃ πίνειν, καὶ τὸ λοιπὸν ἐλελίσφακον, καὶ λίνου σπέρμα, καὶ ἄλφιτον διδόναι δὶς τῆς ἡμέρης ἐν οἴνῳ κεκρημένῳ, κοτύλας τέσσαρας. Ἐλαίου ἡμικοτύλιον, ἀκτῆς φύλλα χεῖρα πλέην, ταῦτα ἑψεῖν, καὶ πυρίῃν θερμῷ, ἢ ὀστράκοισι θερμοῖσιν, ἐπὶ δίφρου καθέζεσθαι, ἀμφικαλύπτειν δὲ εἵμασιν. Ἢ τῆς ἀκτῆς φύλλα ξὺν μυρσίνῃ ἑψεῖν, καὶ κριθέων ἄχυρα ἑψεῖν· καὶ εἰ οἷά τε εἴη ὑποφέρειν, ὄξος, ἔλαιον, μέλι, ὕδωρ, ταῦτα κεράσας καὶ ἀναμίξας, ἀναζέσας σφόδρα, ἐς κύστιν ἐγχέαι· ἢ τῆς πίτυος τὸν φλοιὸν καὶ τῆς ῥοιῆς τὰ φύλλα ἐμβάλλειν ἐς ὕδωρ, ἀφεψεῖν δὲ ἰσχυρῶς· καὶ ἐμβάλλειν δ᾿ ἐς τὸ ὕδωρ καὶ κριθῶν ἄχυρα, ἑψεῖν, ἔλαιον ἐπιχέαντα· ἢ λωτοῦ πρίσματα καὶ κυπαρίσσου, ὕδωρ ἐπιχέας καὶ ἔλαιον, ἕψε εὖ μάλα, καὶ πυρία ξὺν ἀρώμασι· μύρον δὲ ἐγχέειν, καὶ κικίδα ἐμβάλλειν καὶ ῥάμνου φλοιὸν καὶ πύρινα ἄλφιτα ξὺν ὕδατι.

[204] Ἢν δὲ προΐσχωσιν ἔξω, τὰ δὲ νεῦρα τὰ καλεόμενα ὄσχοι χαλᾶται, μύρτα, λωτοῦ πρίσματα, βάτου καὶ ἐλαίης φύλλα ἅμα ἕψειν, καὶ πυριῇν ἀκροχλιάρως· ἢ οἴνῳ μετὰ τουτέων καὶ κακωδέων, ὁμοίως· περιχρίειν δὲ τῷ λευκῷ τοῦ ὠοῦ τὰ ἔξω· ὅταν δὲ ψύχωνται καὶ πελιδναὶ ἔωσιν, ὕδατι θερμῷ.

[205] Μαλθακτήρια ὑστέρης· ὄϊος στέαρ, ὠῶν λέκιθος, μέλι, ἔλαιον ῥόδινον, τούτοισιν ἀναφυρήσας ἄλητα, παραχλιαίνειν ἐν πυρὶ μαλθακῷ, τὸ ἀποσταζόμενον ἐς εἴριον ἀναμαλάσσειν, καὶ προστιθέναι· ἢ στέαρ ἡδυντὸν τὸ ἐρυθρὸν, χηνὸς ἄλειφα, ῥόδινον ἔλαιον, ξυντήξας καὶ ἐς εἴριον ἀναφυρήσας, προσθεῖναι· χηνὸς ἄλειφα ἢ μήλειον στέαρ, κηρὸν λευκὸν, νέτωπον, ῥόδινον ἔλαιον, ὡς ἄριστα ταῦτα ἀναμὶξ ποιέειν, καὶ ῥάκεα ἐγκατατίλλειν λεπτὰ, καὶ αὐτίκα λουσαμένη, προστιθέσθω χλιαρὰ πρὸς τὸ στόμα· ἢ ἐλάφου μυελὸν καὶ στέαρ τῆξαι ἐν ῥοδίνῳ ἐλαίῳ, ἀναφορύξασα εἴριον μαλθακὸν, προστιθέσθω. Μαλθακὰ προσθετὰ, ὕδωρ ἄγει καὶ μύξας καὶ δέρματα, καὶ οὐχ ἑλκοῖ· σμύρναν ὡς ἀρίστην, καὶ ἁλὸς χόνδρον καὶ πίσσαν ἡδυντὴν, τρίβειν λεῖα καὶ τιθέναι. Ἕτερον προσθετόν· ἐκλέψας κόκκους τριήκοντα, τὸ ἰνδικὸν, ὃ καλέουσιν οἱ Πέρσαι πέπερι, καὶ ἐν τουτέῳ ἔνι στρογγύλον, ὃ καλέουσι μυρτίδανον, ξὺν γάλακτι γυναικείῳ ὁμοῦ τρίβειν καὶ μέλιτι διιέναι· ἔπειτα εἴριον μαλθακὸν καὶ καθαρὸν ἀναφυρήσας, περὶ πτερὸν περιελίξας προσθεῖναι, καὶ τὴν ἡμέρην ἐῇν· ἢν δὲ ἰσχυρότερον βούλῃ ποιῆσαι, σμύρναν ὀλίγην παραμίσγειν ὅσον τριτημόριον, καὶ εἴριον μαλθακὸν καθαρὸν ἢ ἡμίῤῥυπον. Ἄγει ἐξ ὑστερέων καὶ τὸ στόμα μαλθάσσει· νάρκισσος, κύμινον, σμύρνα, λιβανωτὸς, ἀψινθίον, κύπειρος, αὐτὰ ταῦτα καθ᾿ ἑωυτὰ καὶ ξὺν ῥοδίνῳ ἢ λευκῷ ἐλαίῳ, προσθέσθω δὲ λουσαμένη. Ἰχῶρα ὕφαιμον δυνάμενον ἄγειν· ξὺν τοίσδεσι μίσγειν σμύρναν, ἅλας, κύμινον, χολὴν ταυρείην, μέλι, ἐν εἰρίῳ προστιθέναι· καὶ κυμίνου φύλλα ἠδελφισμένως ἐν οἴνῳ· ἢ ὀπὸν σιλφίου σύκῳ μίσγειν, καὶ βάλανον ποιήσαντα προσθεῖναι· τὸ δ᾿ αὐτὸ δρᾷ ἡ λευκὴ ῥίζα ξὺν μέλιτι, καὶ μετέπειτα χρίειν ῥοδίνῳ· ἐνεργεῖ δὲ καὶ σκορόδου μώλυζα, νίτρου ἐρυθροῦ, σύκου πίονος ἴσον, μίσγειν δὲ καὶ κικίδα μικρὴν, καὶ βάλανον ποιέειν, καὶ ἐμβάπτειν ἔς τι τῶν ὑγρῶν, καὶ προστιθέναι, κἄπειτα λουσαμένη ἐλάφου στέαρ ἐν εἰρίῳ ἐχέτω. Αἱματώδεα πάντα μᾶλλον τῶν πρόσθεν ἄγειν δύναται καὶ μαλθάσσειν· πέπερι, ἐλατήριον, ξυμμίσγειν δὲ καὶ γυναικὸς γάλα, καὶ τρίβειν ξὺν τοῖσδε καὶ μέλι καὶ ἄλειφα λευκὸν ἢ ἐλάφου στέαρ. Τρηχὺ μὲν, σφοδρὰ δὲ ἄγει παντοῖα· σύκου τὸ πῖαρ, ἐλατηρίου δύο πόσιας, νίτρον ἐρυθρὸν, ὅσον τὸ ἐλατήριον, μέλι ὀλίγον, ἐν ῥάκει ἢ ἐν εἰρίῳ, βάλανον ποιέειν. Ἕτερον· νέτωπον, χολὴν ταύρου, νίτρον, κυκλάμινον, κικίδα, τρίβειν ξὺν μέλιτι, μετέπειτα λουσαμένη στέαρ ἐχέτω ἢ γλήχωνα· καὶ χολὴν ταύρου, σμύρναν, μέλι προστιθέναι, καὶ λουσαμένη ἔλαιον ῥόδινον· ἢ χολὴν ταύρου τριπτὴν περιπλάσσειν πτερῷ, καὶ ἐς ἄλειφα ἐμβάψας αἰγύπτιον, προστιθέναι· ἢ κυκλάμινον ὅσον ἀστράγαλον ξὺν χαλκοῦ ἄνθει, ἢ ἀνεμώνης κεφαλὴν τρίψας ξὺν ἀλήτῳ, πτερῷ περιπλάσσειν, ἢ ἐς λευκὸν εἴριον ἐμβάπτεσθαι. Ἄγει πάντα· σικύης ἐντεριώνης τῆς μακρῆς ἐξελὼν τὸ σπέρμα ξὺν γάλακτι, καὶ σμύρναν, ξὺν αὐτοῖσιν ἄκρητον μέλι, ποσὸν ἔλαιον αἰγύπτιον, ἐν εἰρίῳ μαλθακῷ ἀναφορύξαι· ἢ τὴν ἐντεριώνην τῆς σικύης ξηραίνειν, καὶ μέλι παραχέαι, καὶ τρίβειν, καὶ βάλανον ποιέειν· ἐπὴν δὲ λούσηται, στέαρ προστιθέσθω· ἢ ἐλατηρίου τρεῖς πόσιας ἐν στέατι μαλθακτηρίῳ, ὠοῦ τὸ πυῤῥὸν, ἄλητον, μέλι, κηρὸν λευκὸν, ταῦτα ὁμοῦ χλιαίνειν, καὶ τὸ ἀποστάζον εἰρίῳ ἀνασπογγίσας, πρόσθες· ἢ χηνὸς ἄλειφα, κηρὸν λευκὸν, ῥητίνην, μύρον ῥόδινον· ἢ μυελὸν ἐλάφου τήκειν ἢ στέαρ ὄϊος ἢ αἰγὸς, ὠοῦ τὸ λευκὸν, ῥόδινον μύρον, ἢ βάλανον ποιέειν ἢ εἰρίῳ ἀναλαμβάνειν.

[206] Πυρίαι δι᾿ ὧν ὑστέραι καθαίρονται, ἢν σκληραὶ ἔωσιν· οἶνον χρὴ ὡς ἥδιστον ἴσον ἴσῳ κεράσαι, ὡς τρία ἡμίχοα ἀττικὰ, καὶ μαράθου ῥίζαν καὶ τοῦ καρποῦ, τεταρτημόριον, καὶ ῥοδίνου ἀλείφατος ἡμικοτύλην, ἐς ἐχῖνον ἐράσαι, οὗ τὸ ἐπίθεμα ὀπὴν ἔχει, καὶ ἐπιχέαι τὸν οἶνον, καὶ ἐνθέντα κάλαμον πυριῆσαι, καὶ μετέπειτα τὴν σκίλλην προστίθεσθαι. Ἢν ὀδύναι καταιγίζωσιν ἐξαπιναῖοι, καὶ ἀψυχίαι ἔωσι· ῥόδων φύλλα, κιννάμωμον, σμύρναν καθαρὴν, νέτωπον, ὀπὸν μήκωνος, τουτέων φθοΐσκους ποιήσας ὅσον δραχμιαίους, ἐπίθες ἐπὶ τρύφος ἀμφορέως, καὶ ἢν διαφανὲς ᾖ, χρῶ ὑποθυμιήματι· ἢ στύρακος, ὅσον ἐμβάλλουσιν ἐς τοὔλαιον, ὡς ἐπὶ τῆς προτέρης χρῆσθαι· ἅπαντα ὁκόσα ἐς τὰ μύρα ἐμβάλλεται, κόψαι καὶ κατασῆσαι· ἐπιβάλλειν δὲ ἐς τὸν βόλβιτον καὶ στύρακα, καὶ περιχρίειν νετώπῳ, ῥόδινον ἔλαιον ὡς ἄριστον, καὶ αἰγύπτιον λευκὸν, θυμία τοῦτο μετὰ τὰς καθάρσιας. Ἢ δάφνης καὶ μυρσίνης φύλλα κόψαι καὶ κυπείρου καρπὸν, ὀργάσασθαι αἰγυπτίῳ λευκῷ μύρῳ καὶ νετώπῳ, καὶ ἐπὶ βολβίτῳ θυμία. Ἀρήγει δὲ καὶ μάννα, κυπαρίσσου πρίσματα, καὶ κυπείρου ῥίζα κοπεῖσα, στῆσαι δὲ καὶ σχοῖνον τὸν ἡδύοσμον, καὶ κάρδαμον, καὶ ἴριν, ταῦτα πάντα μίσγειν, περιχέαι δὲ ῥόδινον ἔλαιον καὶ νέτωπον, καὶ χρέο ἐν κρίμνοισι πυρίνοισιν. Ἢ ῥητίνην ἐπὶ νεοπήκτου κεραμίδος θυμία, ἐπιβαλὼν καστόριον ἤ τι τῶν ἀρωμάτων· τὴν δὲ κεφαλὴν τέγγειν ἐλαίῳ ῥοδίνῳ, ἐς δὲ τὼ ὦτε μύρσινον ἢ μήλινον. Ἢ λευκοὺς ἐρεβίνθους καὶ ἀσταφίδας ἑψήσας δίδου πίνειν, καὶ ἐν ὕδατι θερμῷ καθέζεσθαι. Ἢ ἐλαίας λευκὰς, πρὶν ἂν ἔλαιον ἀνεῖναι, κατακνίσαι καὶ αὐῆναι, καὶ ἐς οἶνον τρίβειν εὐώδεα, καὶ ἐμβάφιον ἀττικὸν διδόναι. Ἢ κανθαρίδων τὰς γαστέρας, ἢ ἀδίαντον, καὶ νίτρον ἐρυθρὸν αἰγύπτιον, καὶ ῥίζαν νάρθηκος, καὶ σελίνου σπέρμα, ταῦτα διδόναι· ἢν δὲ ἐπιλάβῃ στραγγουρίη, ἐν ὕδατι καθιζέσθω, καὶ γλυκὺν πινέτω. Ὀδύνης ὑστερέων· οἶνον ὡς ἥδιστον ἴσον ἴσῳ κεράσας, ὡς τρία ἡμίχοα ἀττικὰ, καὶ μαράθου ῥίζας καὶ τοῦ καρποῦ τριτημόριον, καὶ ῥοδίνου ἐλαίου ἡμικοτύλιον, ταῦτα ἐμβάλλειν ἐς ἐχῖνον καινὸν, καὶ τὸν οἶνον ἐπιχέαντα πυριῇν, καὶ τὴν σκίλλην προστίθεσθαι, ἔστ᾿ ἂν φῇ τὸ στόμα μαλθακὸν εἶναι καὶ φαρκιδῶδες καὶ εὐρύ· καὶ ἢν ἑλκωθῇ, καὶ ὁλοφλυκτίδες ἔωσιν, ἄμεινον στέατος χηνείου ἀλείφατι ξὺν λιβανωτῷ θεραπεύειν. Ὑπὲρ ὑστερέων ὀδύνης· πευκέδανον, ἀριστολοχίαν, πάνακες, ταῦτα ὁμοῦ μῖξαι ἐν γλυκεῖ οἴνῳ, καὶ χλιήναντα πῖσαι, καὶ μήκωνος λευκῆς ῥοφέειν, καὶ κνίδης σπέρμα. Ἄλλο· πυρίη θυμιητὴ, ἢν ὀδύνη ἔχῃ· σίδια ῥοιῆς γλυκείης, λωτοῦ πρίσματα, ἐλαίης φύλλα ξηρὰ κεκομμένα, ταῦτα ἐλαίῳ ὀργάσασθαι χρὴ καὶ ἐπὶ βόλβιτον πεπυρωμένον ἐπιῤῥίπτειν· ἢ χαλβάνην, σμύρναν, λιβανωτὸν, ἔλαιον λευκὸν αἰγύπτιον ἐπὶ οἰναρίδων. Ἑτέρη πυρίη ἡ δι᾿ ἀσφάλτου στερεωτέρη· ἀσφάλτου ζακυνθίης, λαγωοῦ τρίχας, πήγανον, κόριον ξηρὸν, ταῦτα τρίψας πάντα, φθοΐδας πλασάμενον θυμιῇν. Ἢ πίσση, σανδαράκη, κόψας λείην, μῖξαι πρίσματα κυπαρίσσου, καὶ τούτοις κηρὸν, καὶ μύρον ἐπιχέας, φθοΐδας ποιέειν, καὶ ἐπὶ πυρὶ θυμιῇν. Ἢ αἰγὸς κέρας καταπρίσας, ἐλαίῳ ἀνακυκᾷν, ἐπὶ πυρὶ θυμιῇν. Ἢ ὀρύξας βόθρον, γίγαρτα φρύγειν, καὶ τὴν σποδιὴν ἐμβάλλειν ἐς τὸν βόθρον, καὶ οἴνῳ εὐώδει νοτίσας τὰ γιγάρτα, περικαθεζομένην πυριῆσθαι· ἔστωσαν δὲ τῶν γιγάρτων δύο μοῖραι, καὶ αὗται δὲ αὖαι ὡς μάλιστα.

[207] Ἢν δὲ ὑστέρη ἀλγέῃ ἄχρι κύστιος, πράσου καρπὸν ξὺν ὕδατι τριπτὸν πίνειν· ἢ κυκλαμίνου ῥίζην ἐν οἴνῳ λευκῷ πιπίσκειν νῆστιν, καὶ θερμῷ λουέσθω, καὶ ἀπόθερμον πινέτω νῆστις, καὶ χλιάσματα προστιθέναι· ἢ σκορόδου μώλυζαν καὶ νίτρον ὀπτὸν καὶ κύμινον, λεῖα ποιήσας, μέλιτι δεύων προστίθει, καὶ τῷ θερμῷ λουέσθω, καὶ ἀπόθερμον πινέτω.

[208] Ὑστερέων πάσης νούσου θεραπευτικόν· λίνου τὸ σχιστὸν αὐτῇ τῇ καλάμῃ ὅσον δραχμὴν κόψας λεπτὰ, καταβρέξαι ἐν οἴνῳ λευκῷ ὡς ἡδίστῳ τὴν νύκτα, ἔπειτα ἀπηθήσας, χλιαίνειν, εἴριον ὡς μαλθακώτατον ἐμβάπτων, καὶ τὸ μὲν προστιθέναι, τὸ δὲ ἀφαιρέειν. Βοηθεῖ δὲ καὶ κρόκος, σμύρνα, κάρυα ποντικὰ, ἄλευρον καθαρὸν, ἐν χηνὸς στέατι καὶ μύρῳ ἰρίνῳ προστιθέναι.

[209] Ἢν περιωδυνίη ἔχῃ ἐκ προσθέτων καθαιρομένην, σμύρνης ἐμβάφιον, λιβανωτὸν ἴσον, μελάνθιον, κύπειρον, σέσελι, ἄννησον, λίνον, νέτωπον, μέλι, ῥητίνην, χηνὸς στέαρ, ὄξος λευκὸν, μύρον αἰγύπτιον, ἴσον ἑκάστου, τρίβειν ἐν οἴνῳ λευκῷ γλυκεῖ, δύο κοτύλῃσι, καὶ κλύζειν χλιεροῖσι κλυσμοῖσιν. Ἢν ὀδύνη ἔχῃ μετὰ κάθαρσιν, κύπειρος, κάλαμος, σχοῖνος καὶ ἴρις, ταῦτα ἐν οἴνῳ μέλανι ἑψῶν χρέο. Ἕτερος κλυσμὸς, ἢν περιωδυνίη καὶ στραγγουρίη ἔχῃ· πράσου χυλὸν, ἀκτῆς καρπὸν, σέσελι, ἄννησον, λιβανωτὸν, σμύρναν, οἶνον, χύλωσον καὶ μῖξον καὶ κλύσαι. Ἢ σμύρνης ὀξύβαφον, λιβανωτοῦ ἴσον, μελανθίου καὶ κυπείρου ἴσον, σέσελι, ἄννησον, σελίνου σπέρμα, νέτωπον, μέλι, ῥητίνην, χηνὸς στέαρ, ὄξος λευκὸν, μύρον αἰγύπτιον, τούτων ἴσον ἑκάστου διεῖναι οἴνῳ λευκῷ γλυκεῖ καὶ κλύζειν. Ἢ λινοζώστιος ὕδωρ ἀφεψήσας ξὺν σμύρνῃ, λιβανωτῷ, νετώπῳ, ἢ ἐλελίσφακον, ὑπερικὸν, ἑψεῖν ἐν ὕδατι καὶ κλύζειν. Ἢ λίνου καρπὸν, ἄννησον, μελάνθιον, σέσελι, σμύρναν, κασσίης καρπὸν ἐν οἴνῳ ἑψεῖν καὶ κλύζειν. Ἕτερος κλυσμὸς, ἢν ὀδύνη ἴσχῃ σφοδρὴ μετὰ κάθαρσιν· ἀκτῆς καρπὸν καὶ δαφνίδας ἑψεῖν ἐν οἴνῳ μέλανι καὶ κλύσαι, ἢ ἀκτὴν ἑψήσας ἐν ὕδατι ἀποχέειν τὸ ὕδωρ, οἶνον δὲ γλυκὺν παραχέας κλύσαι· κἢν μετὰ κλυσμὸν ὀδύνη ἐγγένηται, ἑψεῖν τὰ θυώματα ἃ ἐς τὸ μύρον ἐμβάλλεται, καὶ ἀποχέαι τοῦ ὕδατος δύο κοτύλας, μῖξαι δὲ ἔλαιον χηνὸς καὶ ῥόδινον, καὶ κλύζειν χλιαρῷ. Πλέον δὲ κλύσμα δύο κοτύλαι μηδενὶ ὡς ἔπος εἰπεῖν. Ἢ λινόζωστιν ἑψεῖν ἐν ὕδατι, καὶ μῖξαι χυλὸν μυρσίνης, λιβανωτὸν, νέτωπον ἴσον, καὶ κλύσαι χλιαρῷ. Ἢν δὲ ἀλγέῃ τὰς ὑστέρας, κυκλαμίνου ῥίζαν ἐν οἴνῳ λευκῷ πιπίσκειν νῆστιν, καὶ τῷ θερμῷ λούεσθαι, καὶ ἀπόθερμον πινέτω.

[210] Ἢν ἀφθῇ τὰ αἰδοῖα· μύρον θερμὸν ξὺν οἴνῳ κλύζεσθαι, καὶ μελίλωτον προστιθέναι, καὶ γλυκυσίδης ἐν οἴνῳ ἑψημένης τριπτῆς προστιθέσθω, καὶ σμύρναν καὶ ῥητίνην ὁμοῦ μίξας καὶ διεὶς οἴνῳ, ὀθόνιον ἐμβάπτων, προστιθέναι. Καὶ στραγγουρίη ἢν λάβῃ, πυριῇν καὶ χρίειν στέατι τὸ ἦτρον, ἐγκαθίννυσθαι δὲ ἐν ῥόδων ἀφεψήματι ἢ βάτου ἢ μυρσίνης ἢ ἐλαίης ἢ ἑλίκων ἀμπέλου ἢ ἀρκευθίδων ἢ ἐλελισφάκου.

[211] Ἢν δὲ ἄνεμος ἐγγένηται ἐν τῇ μήτρῃ, πόνος ἔνι σπερχνὸς, καὶ φῦσα οὐκ ἔξεισιν· κύμινον προστιθέσθω· ἢ ἐλελίσφακον καὶ κύπειρον κόψας, καὶ τέγξας τὴν νύκτα ὅλην, ἕωθεν ἀπηθῆσαι, τὸ διαυγὲς δὲ ἐς ἄγγος ἐγχέαι, καὶ κρίμνα πύρινα ἐν οἴνῳ λευκῷ φορύξαι, καὶ ὀπὸν σιλφίου ὡς κύαθον, κρᾶμα ἑψεῖν, ἐνωμότερον διδόναι ῥοφέειν.

[212] Ἢν κιὼν ἐν τοῖσιν αἰδοίοισιν ἐγγένηται, ὀδύνη ἴσχει, καὶ τῆς μὲν ὀδύνης σελίνου καρπὸς ἀλέξημα, καὶ κισσὸς, καὶ ῥοιῆς γλυκείης τριπτῆς ἐν οἴνῳ παλαιῷ ξὺν ποταινίῃ σαρκὶ προστίθεσθαι, καὶ ἐπιπλάσαι τὰ φύλλα· τὴν δὲ νύκτα ὅλην ἐχέτω κείμενα, κἄπειτα ἀφελομένη ἐν οἴνῳ διακλυζέσθω.


Περὶ Γυναικείων Γ᾿ ἢ Περὶ ἀφόρων

ΓΥΝΑΙΚΕΙΩΝ ΤΟ ΤΡΙΤΟΝ.
ΠΕΡΙ ΑΦΟΡΩΝ.

[213] Περὶ μὲν τῶν γινομένων τῇσι γυναιξὶν ἐφ᾿ ἑκάστοισι τῶν παθημάτων πρότερον εἴρηται· νυνὶ δὲ ἀποφανέω, δι᾿ ἃς αἰτίας ἄφοροι γυναῖκες τὸ πάμπαν, καὶ διότι οὐ τίκτουσι πρὶν ἰηθέωσιν. Φημὶ δὲ τοῦτο αἴτιον εἶναι· ἢν στραφῇ τὸ στόμα τῶν μητρέων πάμπαν ἀπὸ τοῦ αἰδοίου, οὐ κυΐσκεται· οὐ γὰρ δέχονται αἱ μῆτραι τὴν γονὴν, ἀλλ᾿ ἔξω αὐτίκα ἔρχεται. Γίνεται δὲ τοῦτο καὶ ἢν ὀλίγον παραστραφῇ τὸ στόμα τῶν ὑστερέων ἀπὸ τοῦ αἰδοίου παρὰ φύσιν· καὶ ἢν μεμύκῃ τὸ στόμα τῶν μητρέων πάμπαν, οὐδ᾿ οὕτω δέχονται, οὐδ᾿ ἢν ἁρμοῖ μεμύκῃ μᾶλλον ἢ δεῖ. Δῆλον δὲ τουτέων ἕκαστόν ἐστι τῶν εἰρημένων· ἢν μὲν γὰρ ἀπεστραμμένον ᾖ πάμπαν ἢ μεμυκὸς, τὰ καταμήνια οὐκ ἔρχεται τὸ παράπαν, ἢ ἔρχεται βιαίως ξὺν νούσῳ, ἢν βιάσηται τὸ αἷμα τὰς μήτρας στραφῆναι κατ᾿ ἰθέα· κἢν ἀποκαθαρθῇ ἡ γυνὴ, ἔστιν ὅτε αὖτις ἀποστρέφεται τὸ στόμα τῶν μητρέων ἀπὸ τοῦ αἰδοίου· ἢν δὲ ὀλίγον παρακεκλιμένον ᾖ ἢ ἁρμοῖ μεμύκῃ, χωρέει μὲν τὰ καταμήνια, χωρέει δὲ βιαίως καὶ κατ᾿ ὀλίγον ἐπὶ πολλὰς ἡμέρας. Ταῦτα δὲ πάντα δῆλα γίνεται, εἰ οὕτως ἔχει, ψηλαφώσῃ γυναικὶ, καὶ ἢν τούτων τι ᾖ, μελεδανθεῖσα ἡ γυνὴ φορὸς γίνεται· ἔστι δὲ καὶ ὅτε αὐτομάτη. Τούτων δὲ ἕκαστον διότι γίνεται εἰρήσεται, εἴρηται δὲ ἐν τοῖσι γυναικείοισι νουσήμασιν. Ἢν δὲ λεῖαι ἔωσιν αἱ μῆτραι, γίνεται δὲ τοῦτο καὶ φύσει ἐνίῃσι, καὶ ἢν ἕλκεα ἐγγενόμενα μεγάλας οὐλὰς ἐγκαταλίπῃ, καὶ ἢν λεῖαι ἔωσιν, οὐ λαμβάνει ἡ γυνὴ ἐν γαστρί· τὴν γὰρ γονὴν δέχονται μὲν αἱ μῆτραι, ἢν μή τι αἴτιον ἄλλο ᾖ, ξυλλαμβάνουσιν δὲ οὔ· ἀλλὰ τὸν σπόρον ἔξω χαλῶσι. Δῆλον δὲ μάλιστά ἐστι ψηλαφώσῃ, καὶ εἰρομένῃ εἴ ποτε ἐν τῇσι μήτρῃσιν ἕλκεά οἱ ἐγένοντο. Τὰ δὲ καταμήνια ὑγιηρῶς μὲν ἐν τουτέῳ τῷ νοσήματι χωρέει· ἀνίητος δὲ γίνεται ὡς ἐπὶ τὸ πλέον ἡ τοιαύτη. Γίνεται δὲ καὶ τοῦτο αἴτιον τοῦ μὴ συλλαμβάνειν ἐν γαστρὶ, ἢν ἕλκος γένηται ἐν τῇσι μήτρῃσιν ὑπὸ παθήματος τούτων τῶν εἰρημένων καὶ μὴ ταχὺ ὑγιανθῇ, ἀλλὰ μολυνθῇ. Παραμένει γὰρ τὸ ἕλκος ἐπὶ πουλὺν χρόνον, ὥσπερ καὶ τὸ ἐν ὠτὶ ἐὸν, καὶ ὄζει πονηρὸν ἡ γυνὴ, καὶ ἔστιν ὅτε ἰχὼρ ῥέει αὐτῇ ἐκ τοῦ αἰδοίου κάκοδμος, καὶ μέχρις ἂν ἔχῃ τὸ ἕλκος, οὐ λαμβάνει ἐν γαστρί· οὐ γὰρ συλλαμβάνουσιν αἱ μῆτραι τὴν γονήν. Ταύτῃ τὰ καταμήνια χωρέει ὑγιηρῶς· ἐν ψηλαφήσει δὲ μάλιστα γίνεται δῆλον καὶ ἐρωτήσει περὶ τῶν εἰρημένων· μελεδανθεῖσα δὲ φορὸς γίνεται· ὀλίγαι δὲ ἐλπίδες εἰσίν. Ἢν δὲ τῶν καταμηνίων ἐλλειφθέν τι ἐν τῇσι μήτρῃσι [μὴ] ἔκρηξιν ἔχῃ, θερμανθὲν δὲ καὶ αὖθις ψυχωθὲν περὶ τὸ στόμα [ᾖ] ἢ ὀλίγον ἐνδοτέρω, οὐδ᾿ οὕτω λαμβάνει ἐν γαστρί· ἕργμα γὰρ τοῦτο ἐπικείμενον οὐ παρίησι τὴν γονὴν ἰέναι ὅκου δεῖ. Καὶ ἢν μὲν ἐν ἀρχῇ μελεδαίνηται, ὑγιαίνει καὶ φορὸς γίνεται· ἢν δὲ χρόνος ἐγγένηται, ἄφορος μένει· δῆλον δὲ τὸ πάθημα ψηλαφήσει μάλιστά ἐστι, σκληρὸν γάρ τι ἐγγίνεται. Καὶ ἢν χάνωσι μᾶλλον τοῦ καιροῦ αἱ μῆτραι, οὐδὲ οὕτω κυΐσκεται· οὐ γὰρ ξυλλαμβάνουσιν αἱ μῆτραι τὴν γονήν· δῆλον δὲ ἔσται καὶ τοῦτο ψηλαφήσει· καὶ τὰ καταμήνια ἔρχεται ἁλέα καὶ ἐπ᾿ ὀλίγας ἡμέρας· γίνεται δὲ καὶ φύσει τὸ πάθημα τοῦτο καὶ ὑπὸ νοσημάτων τῶν εἰρημένων. Κἢν μὲν φύσει ᾖ, ἀνίητος ἡ νοῦσος· ἢν δὲ μὴ, οὔ. Ἢν μὴ ὑγιηρὰ χωρέῃ τὰ καταμήνια, οἷα τῆς γυναικὸς μὴ ὑγιηρῆς ἐούσης, οὐδὲ οὕτω κυΐσκεται· οὐ γὰρ πήγνυται ὑπὸ τοῦ αἵματος νοσεροῦ ἐόντος, ἀλλὰ διοῤῥοῖ τὴν γονὴν τὸ αἷμα τὸ κατιὸν ἀπὸ τοῦ σώματος νοσερὸν ἐόν· διοῤῥωθεῖσα δὲ ἡ γονὴ ἐξέρχεται ἔξω τῷ χρόνῳ ἢ ὀλίγῳ ἢ πολλῷ ξὺν ἰχῶρι. Δῆλον δέ ἐστι τῷ σώματι τῆς γυναικὸς καὶ τοῖσι καταμηνίοισι· χωρήσει γὰρ τὰ καταμήνια αὐτῇ οἷα εἴρηται, ἤν τε χολώδης ἤν τε φλεγματώδης ἤν τε ὑδρωποειδὴς ἔῃ· ἐν τάχει δὲ μελεδανθεῖσα φορὸς γίνεται· ἢν δὲ μὴ, οὔ. Ἢν δὲ γυναικὶ μὴ χωρέῃ τὰ καταμήνια πάμπαν ὑπὸ παθημάτων τῶν εἰρημένων, καὶ οὕτως οὐ ξυλλαμβάνει· αἱ γὰρ φλέβες τοῦ αἵματος πλήρεις ἐοῦσαι τὴν γονὴν οὐ δέχονται, καὶ ἐν τῇσι μήτρῃσιν αἵματος ἐνεῖναί τι χρονίου πᾶσα μηχανὴ, ὅ τι ἀποκωλύει τὴν γονὴν τρέφεσθαι. Ἢν δὲ ἐλάσσω τὰ καταμήνια χωρέῃ τοῦ δέοντος, οὐδὲ οὕτω κυΐσκεται· αἴτια δὲ τὰ ἐν τῇ προτέρῃ νούσῳ προειρημένα· δῆλον δὲ καὶ τοῦτο ἐν τῇ ἐρωτήσει. Κἢν μὲν φύσει ὀλίγα χωρέῃ τὰ καταμήνια, ἀνίητος γίνεται· ἢν δὲ ὑπὸ παθήματος τουτέων τινὸς τῶν εἰρημένων, μελεδανθεῖσα ἐν τάχει φορὸς ἔσται. Καὶ ἢν πλείονα τοῦ δέοντος χωρέῃ τῇ γυναικὶ τὰ καταμήνια, οὐδ᾿ οὕτως ἐν γαστρὶ λαμβάνει· αἱ γὰρ μῆτραι, κεκενωμένου τοῦ αἵματος, οὐ ξυλλαμβάνουσι τὴν γονὴν ὑπὸ ἀσθενείης· ἂν δὲ ἄρα καὶ ξυλλάβωσιν, κατελθὸν τὸ αἷμα πολλὸν ἐξαπίνης ἐπὶ τὰς μήτρας τῆς γυναικὸς ἀποπνίγει τὴν γονήν. Δῆλον δὲ καὶ τόδε τοῖσιν ἐπιμηνίοισιν ὁκόσα πολλὰ χωρήσει· καὶ ἢν μὲν φύσει ἡ γυνὴ πολλὰ χαλᾷ τὰ καταμήνια, ἄφορος γίνεται· ἢν δὲ μὴ φύσει, ἀλλ᾿ ὑπὸ παθήματός τινος τῶν εἰρημένων, μελεδανθεῖσα φορὸς ἔσται. Καὶ ἢν τὸ στόμα τῶν μητρέων ἐκπέσῃ τοῦ αἰδοίου, οὐδὲ οὕτω λαμβάνει ἐν γαστρί· τό τε γὰρ στόμα σκληρὸν γίνεται, καὶ οὐ δέχεται τὴν γονὴν, καὶ οἰδέει, καὶ ταύτῃ ἄφορος γίνεται τὸ πάμπαν· δῆλον δὲ τὸ πάθημα τοῦτο δι᾿ ὅ τι γίγνεται. Καὶ ἢν μὴ χωρέῃ τὰ καταμήνια κατὰ τὸ προσῆκον, ἀλλὰ κάτω ὁρμῇ ἐς τὴν ἕδρην, οὐδὲ οὕτω λαμβάνει ἐν γαστρί· δῆλον γὰρ ὅτι τὸ στόμα τῶν μητρέων ἐκτέτραπται ἀπὸ τοῦ αἰδοίου ἢ μέμυκε· καὶ ἢν μὲν κατὰ τὴν ἕδρην ᾖ ἐστραμμένον τὸ στόμα ἢ μεμύκῃ, μελεδανθεῖσα φορὸς γίνεται· δῆλον δὲ ἑκάτερόν ἐστι τῇ ἐρωτήσει καὶ ἀποκρίσει· ἢν γὰρ τὰ καταμήνια ἑκάστω ὧδε εἴη, ἡ νοῦσος ταύτῃσι δῆλον ὅτι αἰτίη ἐστί. Τοσαῦτα καὶ τοιαῦτα τῇσι γυναιξίν ἐστι, δι᾿ ἃ οὐ τίκτουσι πρὶν ἂν ἰηθέωσι, καὶ δι᾿ ὅσα ἄφοροι γίνονται τὸ πάμπαν· ὥστε θαυμάζειν τὰς γυναῖκας οὐ χρὴ ὅτι εἰσὶν αἳ οὐ τίκτουσι πολλάκις.

[214] Πειρητήρια δι᾿ ὧν δηλοῦται ἡ γυνὴ εἰ κυήσει· γυναῖκα ἢν θέλῃς γνῶναι εἰ κυήσει· βούτυρον καὶ γάλα γυναικὸς κουροτρόφου διδόναι πίνειν νήστει, καὶ ἢν ἐρεύγηται, κυήσει· εἰ δὲ μὴ, οὔ. Ἄλλο· νέτωπον ὀλίγον προστίθεσθαι ἐν εἰρίῳ ἐνελίξασα, κἄπειτα ἕωθεν σκέψασθαι ἢν ὄζῃ διὰ τοῦ στόματος τὸ ἐπιτεθέν· κἢν μὲν ὄζῃ, κυήσει· ἢν δὲ μὴ, οὔ. Ἕτερον πειρητήριον ἐπὶ τοῦ αὐτοῦ· ᾕτινι ἂν γυναικὶ ἀπὸ τῶν προσθετῶν μὴ λίην ἰσχυρῶν ὀδύναι ἐς τὰ ἄρθρα ἀφίκωνται, καὶ βρυγμὸς ἔχῃ, καὶ σκοτοδινῆται καὶ χασμῆται, ἐλπὶς ταύτῃ κυῆσαι μᾶλλον ἢ ἥτις τούτων μηδὲν πάσχει. Ἄλλο· μώλυζαν σκορόδου περικαθήραντα τὴν κεφαλὴν, ἀποκνίσαντα, προσθεῖναι πρὸς τὴν ὑστέρην, καὶ ὁρῇν τῇ ὑστεραίῃ, ἢν ὄζῃ διὰ στόματος· καὶ ἢν ὄζῃ, κυήσει· ἢν δὲ μὴ, οὔ. Ἢν θέλῃ γνῶναι ἡ γυνὴ εἰ κυήσει, πινέτω ἄννησον τετριμμένον ἐν ὕδατι ὡς λειότατον, καὶ εὑδέτω· καὶ ἢν μὲν κνησμὸς αὐτὴν λαμβάνῃ περὶ τὸν ὀμφαλὸν, κυήσει· ἢν δὲ μὴ, οὔ.

[215] Κύουσαν γυναῖκα ἢν μὴ ἐν ἄλλῳ γινώσκῃς, ἐν τούτῳ γνώσῃ· ὁρῶνται οἱ ὀφθαλμοὶ εἱλκυσμένοι καὶ κοιλότεροι, καὶ τὰ λευκὰ τῶν ὀφθαλμῶν οὐκ ἔχει τὴν φύσιν τῆς λευκότητος, ἀλλὰ πελιώτερα φαίνονται. Ὁκόσαι ἐν γαστρὶ ἔχουσιν, ἔφηλιν ἐπὶ τοῦ προσώπου ἴσχουσι, καὶ ἀρχόμεναι συλλαμβάνειν μίσοινοι γίνονται καὶ κακόσιτοι, καὶ καρδιωγμοῦ μεσταὶ, καὶ πτυαλίζουσιν. Μίλτον καὶ ἄννησον τρῖψαι ὡς λειότατα, εἶτα ἐν ὕδατι διεῖναι, καὶ δοῦναι, καὶ ἐᾶσαι ὑπνῶσαι· καὶ ἢν μὲν στρόφος γίνηταί οἱ περὶ τὸν ὀμφαλὸν, κύει· ἢν δὲ μὴ γίνηται, οὐ κύει· πάντων δὲ τουτέων ὕστερον πίνειν ἄλητον καὶ μέλι καὶ ὀρίγανον ἐν οἴνῳ καὶ ἐλαίῳ.

[216] Ὅσαι ἐν γαστρὶ ἔχουσαι ἔφηλιν ἐπὶ τοῦ προσώπου ἴσχουσιν, θῆλυ κύουσιν· ὅσαι δὲ εὐχροοῦσαι διαμένουσιν, ἄῤῥεν ὡς ἐπιτοπουλὺ κύουσιν· ἢν αἱ θηλαὶ ἄνω ἔωσιν ἐστραμμέναι, ἄρσεν κύει· ἢν δὲ κάτω, θῆλυ. Λαβὼν τοῦ γάλακτος φυρῆσαι ἄλητον, καὶ ποιῆσαι ἀρτίσκον, καὶ ὀπτῆσαι ἐπὶ πυρὸς μαλθακοῦ· καὶ ἢν μὲν κατακαυθῇ, ἄῤῥεν κύει· ἢν δὲ διαχανῇ, θῆλυ. Τὸ αὐτὸ τοῦτο ἐπιτυλίξας ἐν φύλλοισιν ὀπτᾷν, καὶ ἢν μὲν πήγνυται, ἄῤῥεν κύει· ἢν δὲ διαχυθῇ, θῆλυ.

[217] Θεραπεῖαι κυήσιος πειρητήριοι καὶ παιδογονίης, ἥτις δεῖται, καὶ ἄτεκνος ἐοῦσα, καὶ ἤδη κυήσασα ἐοῦσα δὲ τεκνοῦσα· ἐπὴν ὁ στόμαχος σκληρὸς ᾖ, ὅλος ἢ ἄκρος, καὶ ξυμμεμύκῃ, καὶ μὴ ὀρθὸς ᾖ, ἀλλὰ πρὸς τὸ ἰσχίον ἀπεστραμμένος τὸ ἕτερον, ἢ ἐς τὸν ἀρχὸν κεκύφῃ, ἢ ἀνεσπάκῃ ἑωυτὸν, ἢ τὸ χεῖλος ἐπιβάλλῃ τοῦ στομάχου ἐφ᾿ ἑωυτὸ, ὁπόθεν οὖν ἢ τρηχὺς ᾖ, ἢ πεπωρωμένος, σκληρὸς δὲ γίνεται καὶ ἀπὸ ξυμμύσιος καὶ ἀπὸ πωρώσιος, ταύτῃσι τὰ ἐπιμήνια οὐ φαίνεται, ἢ φαίνεται πολλῷ ἐλάσσονα καὶ κακίονα τοῦ δέοντος, καὶ διὰ πλείονος χρόνου ἐπιφαίνεται. Καὶ τὰ μὲν ἐπιμήνια καθ᾿ ὑγείην τοῦ σώματος καὶ τῶν μητρέων τὴν ἔξοδον εὑρίσκεται, κατά γε τὸ σύμφυτον καὶ τὸ δίκαιον, καὶ ἀπὸ θέρμης καὶ ὑγρότητος τῶν ἐπιμηνίων τοῦ στομάχου οὐ κάρτα βεβλαμμένου· τὴν δὲ γονὴν πάλιν οὐ δέχεται διὰ τὴν βλάβην, ἥτις ἂν κωλύῃ ἀπὸ τοῦ στομάχου μὴ καλῶς ἔχοντος τοῦ δέχεσθαι. Ταύτην χρὴ πυριήσαντα τὸ σῶμα ὅλον πιεῖν δοῦναι φάρμακον, καὶ κάθαρσιν ποιήσασθαι τοῦ σώματος πρῶτον, ἤν τε ἄνω καὶ κάτω ἤν τε κάτω μοῦνον· καὶ ἢν μὲν ἄνω διδῷς τὸ φάρμακον, μὴ πυριῇν πρότερον τῆς καθάρσιος, ἀλλ᾿ ὕστερον· πυριήσας δὲ μεταπῖσαι κάτω· ἢν δὲ μὴ δοκέῃ δεῖσθαι ἀνωτερικοῦ, προπυριήσας κάτω πῖσαι· ὅταν δὲ δοκέῃ καλῶς ἔχειν τὸ σῶμα, μετὰ τοῦτο πυριῇν ἐγκαθίζων τὰς μήτρας αὐτὰς πυκνὰ, ἐν ὅτῳ ἂν δοκέῃ ξυμφέρειν· ἐπιβάλλειν δὲ ἐς τὰ πυριήματα κυπαρίσσου πρίσματα καὶ δάφνης φύλλα κεκομμένα, καὶ λούειν πολλῷ καὶ θερμῷ πολλάκις· ὁκόταν δὲ νεόλουτος καὶ νεοπυρίητος ᾖ, ἀνευρύνειν τὸ στόμα τῆς μήτρης μήλῃ κασσιτερίνῃ, καὶ ἀνορθοῦν ὁμοῦ, ἐὰν δέηται, ἢ μολυβδίνῃ, ἀρξαμένη ἐκ λεπτῆς, εἶτα παχυτέρῃ, ἢν παραδέχηται, ἕως ἂν δοκῇ καλῶς ἔχειν· βάπτειν δὲ καὶ τὴν μήλην ἐν τῷ μαλθακτηρίῳ διειμένῳ, ὅ τι δοκέει ξυνοίσειν, ὑγρὸν ποιήσας· τὰς δὲ μήλας ποιέειν ὄπισθεν κοίλας, εἶτα περὶ ξυληφίοισι μακροῖσι περιαρμόσαι, καὶ οὕτω χρῆσθαι· τὸν δὲ χρόνον τοῦτον ἑψοῦσα ἐν οἴνῳ λευκῷ ὡς ἡδίστῳ γλυκεῖ δαῖδα πινέτω πιοτάτην κατασχίσασα λεπτὰ, καὶ σελίνου καρπὸν κόψασα, καὶ κυμίνου αἰθιοπικοῦ καρπὸν, καὶ λιβανωτὸν ὡς κάλλιστον· τούτου πινέτω νῆστις ὁκόσον δοκέει μέτριον εἶναι πλῆθος, ἡμέρας ὁκόσας ἂν δοκέῃ καλῶς ἔχειν, καὶ ἐσθιέτω σκυλάκια σιαλώδεα δίεφθα, καὶ πουλύποδα ἐν οἴνῳ ἑφθὸν γλυκυτάτῳ, καὶ τοῦ ζωμοῦ πινέτω, καὶ κράμβην ἑφθὴν καὶ οἶνον λευκὸν ἐπιπινέτω, καὶ μὴ διψήτω, καὶ λουέσθω δὶς τῆς ἡμέρης· σιτίων δὲ ἀπεχέσθω τοῦτον τὸν χρόνον. Μετὰ δὲ, ἢν προχωρήσῃ κατὰ τὸν στόμαχον καὶ φαίνῃ τινὰ κάθαρσιν ἔξω, πίνειν τ᾿ ἔτι τοῦ πόματος ἡμέρην μίην ἢ δύο, καὶ τῇσι μήλῃσι παύσασθαι χρεόμενον, καὶ πειρᾶσθαι καθαίρειν τὰς μήτρας προσθέτοισι φαρμάκοισιν. ᾟτινι δὲ τοῦ στομάχου ὀρθοῦ καὶ μαλθακοῦ καὶ ὑγιέος καὶ καλῶς ἔχοντος καὶ ἐν τῷ δέοντι κειμένου τὰ ἐπιμήνια μὴ φαίνεται πάμπαν ἢ ἐλάσσονα καὶ διὰ πλείονος χρόνου καὶ μὴ ὑγιηρὰ, τὴν νοῦσον ἀνευρὼν ἥντινα ἔχουσιν αἱ μῆτραι, ἤν τε καὶ τὸ σῶμα ξυμβάλληταί τι, ἐξευρὼν τὸ αἴτιον ἀπὸ ὁτέου οὐ κυΐσκεται, ὅτε μὲν οὕτως ἔχει, τὴν ἴησιν ποιέεσθαι προσφέρων τὸ δέον, ἀρχόμενος ἐξ ἰσχυρῶν, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, τελευτᾷν δὲ ἐς μαλθακώτερα, ἕως ἂν δοκέῃ καλῶς ἔχειν καθάρσιος ἡ μήτρη καὶ ὁ στόμαχος καθεστάναι ὀρθῶς ἔχων ἐν τῷ ἐξαρκέοντι κείμενος. Ἢν δὲ ἀπὸ τοῦ φαρμάκου καὶ ἀπὸ τοῦ ποτοῦ μὴ προχωρήσῃ, μηδὲ πινούσης χρόνον τὸν μέτριον, τούτου μὴ παύσασθαι τοῦ πόματος· ὅταν δὲ καλῶς ἔχῃ τοῦ ἀπὸ τῶν μηλέων ἔργου, μαλθάξαι τὸ στόμα τοῦ στομάχου, καὶ ποιῆσαι ὅκως ἀναχανεῖται ἐς ὁδὸν τῷ προσθετῷ ἀπὸ τῶν τε θυμιητῶν φαρμάκων καὶ τῶν μαλθακτηρίων. Ὁκόταν δὲ δοκέῃ καλῶς ἔχειν μαλθάξιος καὶ θυμιήσιος, προστιθεὶς φάρμακα, κάθαρσιν ποιέεσθαι τῆς μήτρης, ἕως ἂν δοκέῃ καλῶς ἔχειν ἀρχόμενος ἐκ μαλθακῶν ἐς ἰσχυρότερα, τελευτᾷν δὲ αὖθις ἐς μαλθακὰ εὐώδεα· τῶν γὰρ ἰσχυρῶν φαρμάκων τὰ πλεῖστα ἑλκοῖ τὸν στόμαχον, καὶ εἴργει τοῦ καθεστάναι ὀρθὸν καὶ ὑγιᾶ καλῶς ἔχοντα πρὸς τῆς γονῆς τὴν ὑποδοχὴν, καὶ τὴν μήτρην ξηρὴν ποιέει. Ἢν δέ τις γυνὴ δοκέῃ τὰς μήτρας ὑπὸ πιμελῆς βεβλάφθαι ἐς τὴν κύησιν, λεπτύνειν ὡς μάλιστα καὶ ἰσχναίνειν πρὸς τοῖσιν ἄλλοισιν.

[218] Ὥρη δὲ ἐαρινὴ κρατίστη κυήσιος· ὁ δ᾿ ἀνὴρ μὴ μεθυσκέσθω, μηδὲ οἶνον λευκὸν πινέτω, ἀλλ᾿ ὡς ἰσχυρότατον καὶ ἀκρητέστατον, καὶ σιτία σιτείσθω ἰσχυρότατα, καὶ μὴ θερμολουτείτω, καὶ ἰσχυέτω, καὶ ὑγιαινέτω, καὶ σιτίων ἀπεχέσθω τῶν μὴ ξυμφερόντων τῷ πρήγματι.

[219] Ὅταν δὲ δοκέῃ ἡ γυνὴ ἐκκεκαθάρθαι καὶ τὸν στόμαχον καλῶς ἔχειν τῆς μήτρης, λουσάσθω, καὶ σμηξάσθω τὴν κεφαλὴν, καὶ μὴ ἀλείψηται μηδέν· ἔπειτα ὀθόνιον ἄνοδμον περιθεῖσα περὶ τὰς τρίχας πεπλυμένον, κεκρυφάλῳ πεπλυμένῳ μηδενὸς ὄζοντι καταδῆσαι, τὸ ὀθόνιον ὑποθεῖσα πρῶτον, ἔπειτα ἀναπαύεσθαι προσθεμένη χαλβάνην πρὸς τὸν στόμαχον, θερμήνασα πρὸς πῦρ ἢ πρὸς ἥλιον καὶ μαλθάξασα εὖ· ἔπειτα πρωῒ ἀπολύσασα τὸν κεκρύφαλον καὶ τὸ ὀθόνιον, ὀσφραίνεσθαι παρασχέτω τινὶ ἑωυτῆς τὴν κεφαλὴν, καὶ ὄζει ἢν καλῶς ἔχῃ τῆς καθάρσιος· εἰ δὲ μὴ, οὐκ ὄζει· ἄσιτος δὲ ταῦτα ποιείτω. Ἢν δὲ μὴ τεκνούσῃ προσθῇς, οὐδέ ποτε ὄζει οὔτε καθαιρομένη οὔτε ἄλλως· οὐδ᾿ ἢν κυούσῃ προσθῇς, οὐδ᾿ οὕτως ὀζέσει· ἥτις δὲ κυΐσκεται πολλὰ καὶ ἀρικύμων ἐστὶ καὶ ὑγιαίνει, ἢν προσθῇς μηδὲ καθήρας, ὀζέσει αὐτὴ τῆς κορυφῆς, ἄλλοτε δὲ οὔ.

[220] Ὅταν δὲ γνῷς καλῶς ἔχειν, παρὰ τὸν ἄνδρα κέλευε ἰέναι, καὶ ἡ μὲν γυνὴ ἄσιτος ἔστω, ὁ δ᾿ ἀνὴρ ἀθώρηκτος, ψυχρῷ δὲ λελουμένος καὶ εὐωχημένος σιτία ὀλίγα ξύμφορα. Καὶ ἡ γυνὴ ἢν γνῷ ξυλλαβοῦσα τὴν γονὴν, μὴ ἔλθῃ παρὰ τὸν ἄνδρα τοῦ πρώτου χρόνου, ἀλλ᾿ ἡσυχαζέτω· γνώσεται δὲ, ἢν ὁ μὲν ἀνὴρ φῇ ἀφιέναι, ἡ δὲ γυνὴ ἀγνοῇ ὑπὸ ξηρότητος. Ἢν δὲ ἀποδῷ πάλιν ἡ μήτρη τὴν γονὴν τῆς αὐτῆς ἡμέρης, ἔσται ὑγρὴ, καὶ ἢν γένηται ὑγρὴ, αὖθις μιγνύσθω τῷ ἀνδρὶ μέχρις ἂν ξυλλάβῃ.

[221] Ἄλλη θεραπείη· πυριήσας τὸ σῶμα ὅλον, πῖσαι, καθῆραι ἄνω καὶ κάτω, εἶτα ὄνειον γάλα μεταπίσαντα πυριῇν τὰς μήτρας δι᾿ αὐλοῦ, δύο μὲν ἡμέρας οὔρῳ γυναικείῳ σαπρῷ καὶ λίτρον ἐμβάλλειν, τῇ δὲ τρίτῃ βοείῳ οὔρῳ· τῇ δὲ τετάρτῃ καὶ πέμπτῃ τρίψας μαράθρου σπέρμα καὶ ἀκτῆς φύλλα καὶ δάφνην καὶ κυπαρίσσου πρίσματα, ταῦτα ἑψῆσαι ὕδωρ ἐπιχέαντα· δεῖ δὲ μετὰ τὴν πυρίησιν λουσαμένην πολλῷ θερμῷ προστιθέναι στέαρ ἡδυντὸν ἐκ τῆς πυρίης εὐθὺς καὶ ἐς νύκτα· μετὰ δὲ σκευάζειν, ξυμμιγνὺς σμύρναν στακτὴν καὶ βούτυρον καὶ χηνὸς ἄλειφα καὶ ἐλάφου μυελὸν καὶ ῥητίνην καὶ νέτωπον· τουτέων ἴσον ἑκάστου ξυμμίξαντα, διατήξαντα, προστιθέναι ἐν εἰρίῳ μιλησίῳ μαλθακῷ ὡς εὐειροτάτῳ· μετὰ δὲ ἀναστομοῦν τὴν μήτρην μολιβδίοισιν ἐληλασμένοις ὀκτωδακτύλοισι πέντε· τὸ πρῶτον ἔστω λεπτὸν, τὸ δὲ δεύτερον παχύτερον, καὶ τἄλλα θάτερον θατέρου παχύτερον· ἀναστομοῦν δὲ πέντε ἡμέρας· αἰεὶ δὲ λουσαμένη προστιθέσθω, καὶ ἀναδείσθω ἐκ τῆς ὀσφύος, ὡς μὴ πίπτῃ, καὶ ὠθείτω τὰ μολύβδια αἰεὶ ἀνωτέρω, τὸ δὲ τελευταῖον ὡς ἀνωτάτω· ἐπὴν δὲ ἀναστομώσῃ, προσθεῖναι καθαρτικὸν, τρίψας κανθαρίδας πέντε καὶ σικυώνης μακρῆς σπόγγον καὶ σμύρναν· ταῦτα μέλιτι ἑφθῷ φορύξαντα καὶ φυρήσαντα βαλάνιον εἰρίῳ κατειλίξαι πλὴν τοῦ ἄκρου· ἔπειτα εἰς ἄλειφα βάψαντα ὡς ἥδιστον, προσθεῖναι· χρῆσθαι δὲ καθαρτικῷ καὶ τούτῳ τῇ χολῇ τοῦ ταύρου, καὶ ἄνθει ὀπτῷ καὶ λίτρῳ καὶ σμύρνῃ, μέλιτι ὀλίγῳ διέντα, ὀθόνιον λεπτὸν ἀποδήσαντα, καὶ ἄνω τὸ ὀθόνιον περιελίξαντα τῷ φαρμάκῳ, προστιθέναι· χρῆσθαι δὲ καὶ βουπρήστει ξὺν τῇ σμύρνῃ, καὶ ἐλατηρίῳ ξὺν τῷ μέλιτι ἑφθῷ, καὶ τῇσι κανθαρίσι ξὺν τῷ ἐλατηρίῳ τε καὶ τῇ σμύρνῃ. Ἐπὴν δὲ καθαρθῇ, τῇ ὑστεραίῃ λούσαντα κλύσαι τὴν μήτρην· κύμινον αἰθιοπικὸν τρίψας καὶ μελάνθιον καὶ ῥητίνην καὶ ἄλειφα καὶ μέλι καὶ οἶνον γλυκύν· ταῦτα μίξας καὶ ἀναχλιήνας κλύσαι· ἐπὴν δὲ κλύσῃς, ἀναστήσας, περιιέναι κελεύειν, ὅκως τὸ κλύσμα διασείηται. Προσθεῖναι δὲ κρόκον καὶ σμύρναν καὶ λιβανωτὸν ἐν ῥάκει λιναίῳ ἀποδέοντα ξηρὸν ἴσον ἑκάστου, ξυμμίσγοντα χηνὸς ἄλειφα, περιχρίοντα τὸ ῥάκος· τοῦτο δὲ προστιθέναι ἑπτὰ ἡμέρας· τῇ δὲ ὀγδόῃ θυμιῆσαι σμύρνῃ καὶ ἀσφάλτῳ καὶ κριθῇ, εὐώδει ἀλείφατι πεφυρημένα ἐπὶ μαλθακὸν πῦρ ἐπιβαλὼν, θυμιῆν δι᾿ αὐλοῦ. Ἐπὴν δὲ θυμιήσῃς, τῇ ὑστεραίῃ τρῖψαι κάστορος ὄρχιν, οἶνον λευκὸν παραχέων, καὶ αὐτὸν μήλῃ ἀμφιπλάσας καὶ εἰρίῳ κατελίξας προσθεῖναι ἐς νύκτα· ὄρθρου δὲ ἀνελομένη καὶ διαμαλαξαμένη ἴτω παρὰ τὸν ἀνδρὰ, καὶ ξυγκοιμηθεῖσα ἀτρεμείτω· καὶ ἂν μὴ ἐπὶ τοῦ πρώτου κυήσῃ, αὖθις προσθεμένη αὐτὸ τοῦτο, παρὰ τὸν ἄνδρα ἐλθέτω. Ἄρχεσθαι δὲ χρὴ φαρμακεύοντα, ἐπειδὰν ἔλθῃ τὰ καταμήνια· ληγόντων δὲ χρὴ τὸ κυητήριον προσθεμένην ξυγκοιμᾶσθαι· τοῦ δὲ πρόσθεν χρόνου μήτε ἡ γυνὴ ἴτω ἆσσον τοῦ ἀνδρὸς, μήθ᾿ ὁ ἀνὴρ παρὰ τὴν γυναῖκα.

[222] Ὅταν δὲ ἡ γυνὴ μὴ κυΐσκηται εἰωθυῖα πρότερον κυΐσκεσθαι, τοῦ ἀνδρὸς δὲ τὴν γονὴν ἐσδέχωνται αἱ μῆτραι ἐς ἑωυτὰς, ἀνάγκη παχὺ οὐρέειν τὴν γυναῖκα ταύτην· ἐνίοτε μὲν γὰρ ἐν τῇσι μήτρῃσι τὸ πῦον ἐγγίνεται· τὸ δὲ πῦον τὸ ἐν τῇσι μήτρῃσιν ὑπὸ φυμάτων γίνεται· διὰ δὴ τοῦτο ἡ γονὴ τοῦ ἀνδρὸς ὅταν μίσγηται, οὐχ ἅπτεται τῆς μήτρης, ἵνα δεῖ πήγνυσθαι τὴν γονὴν τοῦ ἀνδρός· τὸ γὰρ πῦον ἀμαυροῖ, ὥστε μὴ προσφέρεσθαι· τέθνηκε γὰρ τὸ πῦον καὶ σήπει τὴν γονήν· δεῖ δὴ τό τε πῦον ἐκκαθῆραι τῶν μητρέων, καὶ τὸ φῦμα τὸ ἐν τῇ δελφύϊ καταστῆσαι, ὅκως τὸ λοιπὸν μὴ κωλύῃ τὴν γονὴν πήγνυσθαι καὶ προσφέρεσθαι· ταχύνειν δὲ χρὴ ἐκκαθαίροντα, πρὶν ἢ πωρωθῆναι τὸ πῦον ἐν τῇσι μήτρῃσι. Κλύσαι δὲ χρὴ τὰς μήτρας ὧδε· ἵππειον γάλα ἑψήσας, διεὶς διὰ κρησέρης ὡς λεπτοτάτης καὶ καθαρωτάτης, τούτῳ κλύζειν, κλυστῆρα ἐπιτήδειον ποιησάμενος· τὸ μὲν ἄκρον τοῦ κλυστῆρος λεῖον ἔστω, οἷόν περ μήλης, ἀργύρεον· καὶ παρ᾿ αὐτὸ τετρυπήσθω τοῦ κλυστῆρος ἀπολεῖπον ὀλίγον τὸ τρῆμα· εἶναι δὲ καὶ ἄλλας ἐκτρήσιας, διαλειπέτω δὲ ἴσον ἑκάστη ἔνθεν καὶ ἔνθεν ἐκ τοῦ πλαγίου τοῦ κλυστῆρος, καὶ μὴ μεγάλας, ἀλλὰ στενάς· τοῦ δὲ κλυστῆρος ἡ μὲν κορυφὴ στερεὴ ἔστω, τὸ δὲ ἄλλο πᾶν κοῖλον ἔστω ὡς αὐλίσκος· δῆσαι δὲ χρὴ κύστιν συὸς θηλείης, ταύτην δὲ ψήσας εὖ μάλα· ἐπὴν δὲ προσδήσῃς, ἐγχέας τὸ γάλα ἐς τὴν κύστιν, ἐς τὰς τρήσιας ἐνθεὶς ῥάκος λεπτῆς ὀθόνης, ὅκως μὴ τὸ γάλα ῥέῃ· ἐπειδὰν δὲ πλήσῃς τὴν κύστιν, ἀποδῆσαι, καὶ δοῦναι τῇ γυναικὶ αὐτῇ, ἣν μέλλεις κλύζειν· κείνη δὲ ἐξελοῦσα τὸ βύσμα, ἐς τὴν μήτρην ἐνθέσθαι· αὐτὴ δὲ εἰδήσει ὅκου δεῖ· ἔπειτα δὲ πιέζειν τῇ χειρὶ τὴν κύστιν, ἔστ᾿ ἂν τὸ πῦον ἐκρυῇ ἔξω πᾶν· δῆλον δὲ τοῦτο ἔσται, ἐπὰν μηκέτι ἐξίῃ τὸ πῦον ἅμα τῷ γάλακτι· δῆλον γὰρ ὅτι οὐκέτι ἔνεστι· τότε χρὴ παύεσθαι· καὶ μετὰ τοῦτο, ἐπὴν ἀναψυχθῇ ὀλίγον χρόνον, σικυώνης ξηρῆς πεφυκυίας τὸν πυθμένα ἀποτρήσας, καὶ τῆς κορυφῆς τὸ ἄκρον ὡς ἂν τετρημένον ᾖ, τοῦτο ὅμοιον ποιήσας τὸ ἄλλο πλὴν τὸ ἄκρον, καθάπερ τοῦ κλυστῆρος τὸν αὐτὸν τρόπον· πάχος δὲ λεπτότερον ὀλίγον ὡς ἀνδρὸς αἰδοῖόν ἐστιν· τοῦτο περιθεῖναι ἐς τεῦχος, οἴνου ἐμπλήσας τὸ τεῦχος· ὁ δὲ οἶνος ἔστω ἀνθοσμίης ὡς εὐωδέστατος καὶ ξηρότατος καὶ παλαιότατος· ἔπειτα λίθον μέλανα διαφανῆ ἐμβάλλειν ἐς τὸν οἶνον· ἔπειτα περιθεῖναι σικυώνην ποιήσας χαλκοῦ λευκοῦ, καὶ ἡ γυνὴ ἀμφικαθεζέσθω περὶ τὴν βάλανον τῆς σικύης, τὸ αἰδοῖον ποιήσασα ὁκοῖον δεῖ· ὅκως δὲ ὑπερέξει τὴν χαλκῆν καὶ ἔξωθεν σικυώνην, δύο δακτύλοιν ἔστω.

[223] Ὅταν μὴ δύνηται ἡ γυνὴ γονὴν δέχεσθαι, πᾶσα ἀνάγκη μήνιγγα ἐπιπεφυκέναι ἐν τῷ στόματι τῶν μητρέων· δεῖ δὲ ἰὸν χαλκοῦ καὶ χολὴν ταύρου καὶ ὄφιος στέαρ, ταῦτα ξυμμῖξαι ὁμοῦ, εἶτα εἴριον λαβὼν ἀναδεῦσαι τῷ φαρμάκῳ, καὶ ἐνελίξαι ἐς ὀθόνιον βύσσινον, μέλιτι ὑποχρίσας τὸ ὀθόνιον, καὶ ποιῆσαι πρόσθετον ὅσον ἐλαίην τὴν μεγίστην· εἶτα προστιθέναι πρὸς τὸ αἰδοῖον νύκτα ὅλην· ὑπτίη δὲ κείσθω· τὴν δὲ ἡμέρην ἀφαιρείσθω, καὶ λουέσθω θερμῷ ὕδατι ἀπὸ μυρσίνης ὡς πλείστῳ· ἔπειτα δ᾿ ἡμέρης προστιθέσθω ἐνεστυίης νυκτός· μετὰ δὲ συνέστω.

[224] Ἄλλη θεραπείη· πρασίου τῶν φύλλων λαβόντα πλῆθος, ὥστε τὴν χεῖρα εὖ ἐμπλῆσαι, ἐμβαλεῖν ἐς ἀγγεῖον ἀττικὸν, καὶ ἐπιχέαι ὕδατος ποτοῦ κοτύλας ἀττικὰς τέσσαρας· καὶ προβρέξαντα ἐννέα ἡμέρας, πίνειν ἑτέρας ἐννέα ἡμέρας νῆστιν, λουσαμένην, δύο κυάθους τῆς ἡμέρης τοῦ ἀπὸ τοῦ πρασίου, γλυκέος λευκοῦ ἴσον μίσγουσα· ὅταν δὲ τριταίη ᾖ πίνουσα, πυριήσθω κωνείου φύλλοισιν ἐπὶ πῦρ ἐπιβάλλων ἐννέα ἡμέρας, καὶ μετὰ τὴν πυρίην λούεσθαι, καὶ οὕτω πίνειν εὐθὺς τούτων· ὅταν δὲ τὰς τρεῖς πεπυριημένη ᾖ, προστίθεσθαι τοῦ πρασίου αὐτέου τετριμμένου λείου δι᾿ ἡμέρης, ἐπὶ τρεῖς ἡμέρας, λινόζωστιν λείην τετριμμένην, ἐν μέλιτι ἀττικῷ, δι᾿ ἡμέρης· προβρεχέσθω δὲ ἐν οἴνου λευκοῦ τρυγὶ χοῒ καὶ ἱππομαράθρου καὶ μαράθρου ῥίζα, καὶ δᾳδὸς ὡς πιοτάτης ὄζοι, καὶ ἐρευθεδάνου τεταρτημόριον, καὶ μαράθρου σπέρμα, καὶ περιστερεῶνος ῥίζαι πολλαί· προβρεχέσθω δὲ ἡμέρας μὴ ἐλάσσω τῶν ἐννέα· πίνειν δὲ μετὰ ταῦτα, λουσαμένην κατὰ κεφαλῆς, κοτύλην τῆς ἡμέρης ἀκρήτου τοῦ βρεχομένου ἐν τῷ λουτρῷ ἐοῦσαν, καὶ μετὰ ταῦτα κατακλιθεῖσαν ἐκθερμαίνειν ἑωυτὴν, καὶ προστίθεσθαι· ἐνταῦθα διὰ τρίτης, μετὰ τὸ ποτὸν, τὸ ἐκ τῆς χολῆς δι᾿ ἡμέρης, ἐπὶ ἡμέρας ἕξ. Ὅτε δὲ μέλλει ἤδη προσιέναι καλῶς καθάρσιος ἔχουσα, ὑοσκυάμου φύλλα καὶ ῥίζας ἀναζέσας ἐν ὕδατι, πυριήσθω τούτοισιν ὡς θερμοτάτοισιν ἐπὶ τρεῖς ἡμέρας ἐς νύκτας, καὶ λουσαμένη παρὰ τὸν ἄνδρα ἴτω. Μετὰ δὲ ταύτην τὴν πυρίησιν καὶ ἐλάφου αἰδοίου ὑποθυμιῆσαι, καὶ ὅταν ἴδῃς ἔχειν αὖον, τούτου ἐπ᾿ οἶνον λευκὸν κεκρημένον ἐπιξύων, ἐπὶ τρεῖς ἡμέρας διδόναι πίνειν, καὶ ὅταν ὠδίνῃ, διδόναι πίνειν, καὶ γὰρ ὠκυτόκιόν ἐστι τοῦτο.

[225] Ἄλλη θεραπείη· χολὴν ταύρου ἀναζέσαι καὶ στυπτηρίην μηλίην· ἐλάφου δὲ κέρας κατακαύσας τρῖψαι λεῖον, καὶ ξυμμίξας, βαλανίοις χρῆσθαι. Ἕτερον θεραπευτικόν· κύμινον ἐν οἴνῳ μέλανι ἑψήσας, τρίψας λεῖον, βάλανον ποιῆσαι, καὶ ἐς νύκτα προσθεῖναι· μετὰ δὲ ταῦτα κατακαύσας τρύγα οἴνου λευκοῦ, τὸ λεπτότατον δηλονότι τῆς τρυγὸς, ἐπειδὰν κατακαύσῃς, ἀφαιρέειν τοῦτο ἐν πτερῷ, ἔπειτα ἐς ὀθόνιον ἀποδήσας προσθεῖναι ἐς νύκτα, καὶ πράσα ἑφθὰ ἐσθιέτω· μετὰ δὲ τοῦτο τράγιον τρίβων καὶ μέλιτι διεὶς προσθεῖναι ἐς νύκτα· μετὰ δὲ τραγίου καρπὸν λεῖον τρίψας, ἐν οἴνῳ λευκῷ διεὶς, δᾷδα ἐπιξύων διδόναι πίνειν· μετὰ δὲ ὀρίγανον διὰ δευτέρης ὑποθυμιῇν, καὶ οὕτω πρὸς τὸν ἄνδρα ἴτω.

[226] Ἄλλη θεραπείη ἐπὶ γυναῖκα μὴ δυναμένην τεκεῖν· ἢν γυναῖκα μὴ δυναμένην τεκεῖν, τοκήεσσαν ἐθέλῃς ποιῆσαι, σκέψασθαι χρὴ ἐν τοῖσιν ἐπιμηνίοισιν εἴτε χολώδης εἴτε φλεγματώδης εἴη· γνώσῃ δὲ τῶνδε ὁπότερον μᾶλλον, ψάμμον ὑποβαλὼν λεπτὴν καὶ ξηρὴν, ὅταν τὰ ἐπιμήνια γίνηται, ἐν τῷ ἡλίῳ ἐπιχέαι ἀπὸ τοῦ αἵματος· καὶ ἢν μὲν χολώδης ᾖ, ἐπὶ τῇ ψάμμῳ ξηραινόμενον τὸ αἷμα χλωρὸν γίνεται· ἢν δὲ φλεγματώδης ᾖ, οἷον μύξαι. Τούτων ὁπότερον ἂν ᾖ, καθήρας τὴν κοιλίην, ἤν τε ἄνω ἤν τε κάτω δοκέῃ σοι δεῖσθαι· ἔπειτα διαλιπὼν ἡμέρας τινὰς, τὰς ὑστέρας καθαίρειν, καὶ ἢν ὑγρότερον τὸ στόμα τῶν ὑστερέων ᾖ, προστιθέναι τὰ δριμέα, ὅκως δηχθὲν καὶ φλεγμῆναν τὸ στόμα τῶν ὑστερέων σκληρὸν γένηται.

[227] Ἢν δὲ γυνὴ μὴ πυρέσσῃ τὰ ἔνδοθεν, μηδὲ κυΐσκηται ὑπὸ τῶν ὑστερέων, μηδὲ ἀνδρὶ μίσγεσθαι δύνηται, ἀλλ᾿ ὑπνώσσῃ τε καὶ ἀσιτέῃ, μέλιτι μίξας οἶνον ἐγχεέσθω ἐς τὰ αἰδοῖα, καὶ σμύρναν ὑποθυμιήσθω· ἐς δὲ τὴν ἕδρην βαλάνους προστίθεσθαι, μίσγουσα χηνὸς ἄλειφα, καὶ εἴσω ἐγχεῖν ἐς τὸ αἰδοῖον· εἶτα καὶ κλύζειν ἔλαιον, ἐν μέλιτι ἴσον μίξας.

[228] Ἢν αἱ μῆτραι γυναικὶ ἰσχνωθῶσι, καὶ τρηχύνηται τὸ στόμα αὐτέων καὶ ξυμμεμύκῃ, καὶ τὰ ἐπιμήνια αὐτῇ μὴ φαίνηται, μηδὲ κυΐσκηται, ἀλλὰ πυρετὸς λαμβάνῃ μαλθακὸς, καὶ ὀδύναι αὐτέῃ ἐμπίπτωσιν ἐς τὰς ἰξύας καὶ τὴν νείαιραν γαστέρα· ἡ δὲ νοῦσος αὕτη γίνεται μάλιστα, ὅταν τι τῶν ἐν αὐτῇ διαφθείρῃ· γίνεται δὲ καὶ ἐκ τόκου. Ταύτην χρὴ λούειν θερμῷ καὶ πυριῇν· ὅταν δὲ λελουμένη καὶ πεπυριημένη ᾖ, τῇ μήλῃ ἀνευρῦναι τὸ στόμα τῶν μητρέων, καὶ προστιθέσθω σμύρναν τρίψασα καὶ νετώπου τὸ ἴσον, ἢ μύρον ῥόδινον ἐν ῥάκει, καὶ μολύβδου προστίθεσθαι ποιήσαντα ὡς βάλανον καταξύοντα, καὶ καταλείφειν βοὸς χολῇ, καὶ γνώσεται ἐν τέσσαρσιν ἡμέραις τὰς ἀγόνους, καὶ πυριῇν καὶ φαρμακεύειν.

[229] Ἢν δὲ παχυνθῇ παρὰ φύσιν, οὐκ ἴσχει ἐν γαστρί· τὸ γὰρ ἐπίπλοον ἐπικείμενον παχὺ καὶ πουλὺ ἀποπιέζει τὸ στόμα τῶν μητρέων, καὶ τὴν γονὴν οὐ δέχονται. Ταύτην χρὴ λεπτύναντα φάρμακον πῖσαι κάτω, καὶ πρὸς τὰς ὑστέρας προσθεῖναι, ὃ καθαίρει τε καὶ φῦσαν ἐμποιέει.

[230] Ἢν τὸ στόμα τῶν μητρέων σκληρὸν γένηται ἢ ὁ αὐχὴν, τῷ δακτύλῳ γνώσεται ψαύουσα, κἢν πρὸς τὸ ἰσχίον ἀπεστραμμέναι ἔωσιν. Ὅταν οὕτως ἔχῃ, μὴ προσφέρειν μηδὲν δριμύ· ἢν γὰρ ἑλκώσῃ τὸ στόμα τῶν ὑστερέων, ὅταν φλεγμαίνῃ, τὸ πάμπαν κίνδυνος ἄτοκον γενέσθαι· ἀλλὰ προστίθεσθαι ἃ μὴ δάκνει, ὑφ᾿ ὧν φλέγμα καθαίρεται. Ὅταν γυναικὶ τὰ καταμήνια γένηται καὶ παρέλθῃ, πρῶτα μὲν χρὴ κεφαλὴν καθῆραι, ἔπειτα ἐλλεβορίσαι, ἤν τε ἅπαξ ἤν τε δὶς δέῃ· μετὰ δὲ πυριῆσαι πυριητήριον κατασκευάσας τὸ ἐκ τῆς σικύης· ὅταν δὲ πεποιημένον ᾖ, ἐγχέας ἐς ἐχῖνον θάλασσαν, καὶ πράσα ἐμβαλὼν, ἐπιθεῖναι τὸν αὐλὸν τῆς σικύης, καὶ περιαλεῖψαι πηλῷ ὡς βελτίστῳ, ὅκως μὴ διαπνέῃ· εἶτα διὰ σχοινοτόνου δίφρου τῶν τετραγώνων διάγειν τὸν αὐλὸν, ὅκως ὑπερέξει δύο δακτύλους τοῦ τόνου· εἶτα ὑποκαίειν ἄνθραξι, καὶ τὰς καθέδρας φυλάσσειν, ὅταν τε καθίζηται καὶ ὁκόταν ἀνίστηται, ὅκως μὴ κατακαυθῇ, ἀλλὰ καθίζειν ἔτι ψυχροῦ ἐόντος τοῦ πυριητηρίου καὶ ἀνίστασθαι ἕως ἂν καταψυχθῆναι τὸν αὐλόν· ἐπὶ δὲ τῇ πυρίῃ τὴν διατριβὴν ὅτι πλεῖστον τῆς ἡμέρης μέρος ποιέεσθαι. Καὶ τῇ μὲν τοιαύτῃ πυρίῃ ἐπὶ πέντε ἡμέρας χρῆσθαι, δέκα δ᾿ ἀντὶ τῶν πράσων, τῶν σκορόδων· τάδε πυρία, καὶ αὐτὴν τὴν δέσμην κατακόψας, ἐς τὴν θάλασσαν ἐμβαλεῖν. Μετὰ δὲ τὰς λοιπὰς τῶν ἡμερέων αὐτῇ τῇ θαλάσσῃ μόνῃ πυριήσθω, καὶ ὅκως πρὸς ἄνδρα μὴ προσίῃ ἐν πάσῃ τῇ θεραπείῃ. Τὴν τελευταίην δὲ πυρίην, ὅταν μέλλῃς ἀφιέναι τῆς θεραπείης, σκυλάκιον ὅτι νεώτατον ἀνασχίσας, ἀρωμάτων παντοδαπῶν εἴδη ὅτι εὐωδεστάτων καὶ ξηροτάτων κόψας, τὰ ἐντοσθίδια ἐξελὼν τοῦ σκυλακίου ἐμπλῆσαι καὶ σάξαι ὅτι μάλιστα τῶν ἀρωμάτων, ξυλήφια δὲ ὑποθεὶς, ἐς τὸν ἐχῖνον ἐνθεὶς τὸ σκυλάκιον, οἶνον ὡς εὐωδέστατον ἐπιχέαι, καὶ πυριῇν διὰ τοῦ αὐλοῦ, καὶ ὅκως κατὰ δύναμιν εἶναι ὅλην τὴν ἡμέρην ἐπὶ ταύτης τῆς πυρίης, πυριῆσαί τε καὶ ἐρωτᾷν αὐτὴν, ἢν ἡ ὀδμὴ διὰ τοῦ στόματος δοκέῃ ὄζειν τῶν ἀρωμάτων· σημεῖον γὰρ οὐ σμικρὸν ἐς ξύλληψιν τῇ θεραπευομένῃ. Προσθέτοισι δὲ χρέο, κρόκου ὅσον ἂν βούλῃ, καὶ σμύρνης ὅσον δύο κυάμους, καὶ ἅλας συχνὸν παράμισγε, πρὸς ταῦτα τεκμαιρόμενος, καὶ ταύρου χολῆς ὅσον δύο κυάμους· ἢν δὲ πρηϋτέρῳ βούλῃ χρῆσθαι, ἔλασσον μίσγειν τῆς χολῆς· ἢν δὲ ἰσχυροτέρῳ, πλέον· ταῦτα τρίψας λεῖα, καὶ μέλιτος παραστάξας, τρῖβε ἄχρις ἄν σοι τριβόμενον γένηται, ὥστε δακτύλῳ ἐκμάξαι· ὅσῳ δ᾿ ἂν πλείονα χρόνον τρίβῃς, τοσούτῳ ξηρότερον καὶ γλισχρότερον καὶ βέλτιον ἔσται. Ποιήσας δὲ παχύτερον ἢ βάλανον, καὶ τὸ ἄκρον ὀξὺ, ἐκ τοῦ μέσου παχύτερον, ἔπειτα δὲ ἀγόμενον ὅκως πρὸς τὴν ὑστέρην προστεθῇ, ἐς τοῦτο ἔμπηξον ξυλήφια ὀριγάνου δύο ποιήσας λεῖα· ἔστω δὲ ἑξαδάκτυλα· εἶτα κατέλιξον τὰ ξυλήφια εἰρίῳ ὡς μαλθακωτάτῳ· ἔπειτα ἄνωθεν ῥάμματι κατέλιξον λεπτῷ, καὶ ὑπερεχέτω τὸ ῥάμμα ὅσον τέσσαρας δακτύλους τῶν ξυληφίων. Προσχεαμένη δὲ καὶ καθαρὴν ἑαυτὴν ποιήσασα ὅτι μάλιστα προσθέσθαι αὐτὸ τὸ στόμα, ῥάκος ὑποβαλλομένη ὑπὸ τὰ ἰσχία, καὶ τὴν νύκτα προσκείσθω· ἔσται δὲ αὐτὴ ἡ κάθαρσις ὑδατώδης· τῇ δευτεραίῃ ἀναστᾶσα λουσάσθω, καὶ ἐπὶ τὴν πυρίην μὴ καθίσῃ ταύτῃ τῇ ἡμέρῃ. Ὅταν δὲ πυριῆται καὶ ἀναστῇ ἀπὸ τῆς πυρίης, κηρωτὴ ἔστω πεποιημένη ἀπὸ τῆς πρώτης ἡμέρης ὡς καλλίστη, καὶ ξυμμίξαι μάλιστα μὲν ἐλάφου μυελόν· εἰ δὲ μὴ, χηνὸς στέαρ· καὶ ὅταν ἀναστῇ ἀπὸ τῆς πυρίης, ἑκάστης ἡμέρης προσχεαμένη καὶ καθαρὴν ἑωυτὴν ποιήσασα ἐς τὴν κοίτην, τῇ κηρωτῇ ἀλειφέτω τὴν ὑστέρην ἑκάστης ἡμέρης· τὰ μὲν ἄλλα ταὐτὰ πάντα ξύμμισγε τοῖσιν ἔμπροσθεν ἐκτὸς τῆς χολῆς· ὀριγάνου δὲ τρίβων ὡς λειοτάτης, ξύμμισγε ἐς τὴν βάλανον καὶ προστιθέσθω. Ἄλλο· τὰ μὲν ἄλλα ταὐτὰ καὶ τὸν αὐτὸν τρόπον πεποιημένα, ἀντὶ δὲ τῆς ὀριγάνου ἀψίνθιον ξυμμίξας καὶ κατὰ τὸν αὐτὸν τρόπον ποιήσας προστιθέσθω. Ἄλλο· ἐκ τῶν πυρῶν ἐκλέξας τὸ μελάνθιον, τρίψας τε λεῖον ἰσχυρῶς, καὶ μέλι παραμίξας, καὶ σφαιροειδὲς ποιήσας, προστιθέσθω· πλὴν πυρετοὺς ἐμποιέει, καὶ τὸ ἄρθρον οἰδέει, καὶ δηκτικὸν ἰσχυρῶς ἐστι τοῦτο. Ἄλλο· μέλι ἑψήσας καὶ ἐλλεβόρου κόψας τοῦ μέλανος τὸ λεπτὸν, ἢν πλέον, ἰσχυρῶς δηκτικὸν ἔσται· ἔστι δὲ πυρετῶδες καὶ τοῦτο. Ἄλλο· τὸν αὐτὸν τρόπον τοῦτον ἑψήσας μέλι, ξυμμίξας τε ἐλατηρίου ὅσον πόσιν ἑψεῖν, καὶ ποιήσας βαλάνιον, τὸν αὐτὸν τρόπον διδόναι προστίθεσθαι· καὶ τοῦτο πυρετῶδες, ἄγει δὲ καὶ αἷμα, ἔνια δὲ τούτων καὶ δέρματα. Εἰ δὲ βούλοιο, καὶ τὸ δρακόντιον ξύων, ἐστὶ δὲ πρηῢ ἐν μέλιτι ἑφθῷ ἢ ὠμῷ, καὶ τοῦτο σφαιροειδὲς ποιέειν, ὁκόσον κικίδα μεγάλην. Πειρῶ δὲ φυσικὸς εἶναι, πρὸς τῆς ἀνθρώπου τὴν ἕξιν καὶ τὴν ἰσχὺν ὁρέων τούτων γὰρ οὐδεὶς σταθμός ἐστιν, ἀλλ᾿ ἐξ αὐτέων τουτέων τεκμαιρόμενος πειρῶ, ὅλου τοῦ σώματος, κεφαλῆς καθάρσεσι, φαρμακείῃσι, καὶ πυρίῃσι τῆς ὑστέρης καὶ προσθέτοισι χρῆσθαι· στοιχεῖα δέ σοι ταῦτά ἐστιν· ἡ δὲ θεραπείη τουτέων ἐστὶν ἐν μέρει ἑκάστου, καὶ ὅ τι ἂν μὴ ποιῇς τουτέων, αἰεὶ ἐπὶ τῆς πυρίης διατριβέτω· αὕτη γάρ ἐστιν ἡ μαλθάσσουσα καὶ ἄγουσα τοὺς ἰχῶρας. Ὅταν δὲ καταπαύσῃ τῆς θεραπείης, ληγόντων τῶν κατὰ φύσιν, χρὴ αἷμα ἀφαιρέειν ἀπὸ τῆς χειρός· ἢν μὲν ἰσχύῃ, ἀπ᾿ ἀμφοτέρων τῶν βραχιόνων, ἢν δὲ ἀσθενεστέρη ᾖ, ἀπὸ τοῦ ἑτέρου οὗ ἀπόχρη. Διαίτῃ δὲ οἵῃ χρῆσθαι δεῖ ἐν τῇσι θεραπείῃσι ταύτῃσιν ἑτέρωθί μοι δεδήλωται. Ὑποθυμιῇν δ᾿ εἰ βούλει, τὰς αἴρας ἐκ τῶν πυρῶν ἐκλέξας, ἀλέσας λεπτὰ, καὶ κλημάτινον πῦρ ποιήσας ὅτι μαλθακώτατον, ἔπειτα ἐμβαλὼν ἐς τρυβλίον, ἔνθες ἐς ἡμίεκτον, καὶ ῥάκεα περιθεὶς ἵνα μαλθακῶς κάθηται, καθέζεσθαι αὐτὴν κελεύειν ἐπὶ τῷ ἡμιέκτῳ, ὅτι μάλιστα διάγουσαν τὰ σκέλεα. Ἡ δὲ θεραπείη ἢν μὲν ἱκανή σοι γένηται ἐν τετραμήνῳ· εἰ δὲ μὴ, πρὸς ταῦτα σκέπτου, καὶ ὅκως πρὸς ἄνδρα μὴ πρόσεισιν ἐν ᾧ θεραπεύεται χρόνῳ. Ἐν δὲ τῇσι θεραπείῃσι διδόναι δαῖδα ἐν ὕδατι καταβρέχων νήστει, ὅσον κύαθον, καὶ τὴν κασσιτερίνην ξυνεχῶς ἔχειν. Διδόναι δὲ κοτυληδόνας ἐν ὕδατι ἑψῶν, ἅλας, κύμινον συνεψῶν, καὶ χλιηρὸν ῥοφεῖν. Αἱ πλατεῖαι θηλύγονοι δοκεῦσιν εἶναι, αἱ δὲ σμικραὶ καὶ ξυμμύουσαι, ἀρσενόγονοι.

[231] Ἐγκυητήριον ἄκρον· μελανθίου γυναικὶ διδόναι, ἐν οἴνῳ μέλανι στρυφνῷ.

[232] Γυναικὶ νέῃ ἐούσῃ ῥόος ἐρυθρὸς ὀχλεῖ, καὶ φαρμακευομένη, κεφαλὴν καθαιρομένη, φλεβοτομουμένη, οὐδὲν ὠφελεῖ· δοκεῖ δὲ τοῦτό οἱ αἴτιον εἶναι, ὥστε μὴ ξυλλαμβάνειν· ἐδίδουν δὲ αὐτῇ ἀσπαλάθου τῶν ῥιζῶν ἐν οἴνῳ λευκῷ ἀποζεόμενον πρωῒ καὶ πρὸς δείπνου, ὅ τε ῥόος ἐπαύσατο, καὶ οὐ βραδέως ἐκύησεν, ἔτεκεν ἄρσεν· τὸ χρῶμα λευκόχρως, εὔσαρκος.

[233] Περὶ μύλης. Περὶ δὲ μύλης κυήσιος τόδε αἴτιον· ἐπὴν πολλὰ τὰ ἐπιμήνια ἐόντα γονὴν ὀλίγην καὶ νοσώδεα ξυλλάβωσιν, οὔτε κύημα ἰθαγενὲς γίνεται, ἥ τε γαστὴρ πλήρης, ὥσπερ κυούσης· κινεῖται δ᾿ οὐδὲν ἐν τῇ γαστρὶ, οὐδὲ γάλα ἐν τοῖσι τιτθοῖσιν ἐγγίνεται· σφριγᾷ δὲ τὸ στῆθος αὐτῇ· καὶ δύο ἔτεα, πολλάκις δὲ καὶ τρία οὕτως ἔχει. Καὶ ἢν μὲν μία σὰρξ γένηται, ἡ γυνὴ ἀπόλλυται· οὐ γὰρ οἵη τέ ἐστι περιγενέσθαι· ἢν δὲ πολλαὶ, ῥήγνυται αὐτέῃ κατὰ τὸ αἰδοῖον αἷμά τε πολὺ καὶ σαρκῶδες· καὶ ἢν μὲν μετριάσῃ, σώζεται· ἢν δὲ μὴ, ὑπὸ ῥόου ἁλοῦσα ἀπόλλυται. Τὸ μὲν νόσημα τοιοῦτόν ἐστι· κρίνεσθαι δὲ χρὴ τῷ πληρώματι, καὶ ὅ τι οὐ κινεῖται ἐν τῇ γαστρί· τὸ μὲν γὰρ ἄρσεν τρίμηνον, τὸ δέ γε θῆλυ τετράμηνον τὴν κίνησιν ἔχει· ἐπὴν οὖν τοῦ χρόνου παρελθόντος μὴ κινῆται, δηλονότι τοῦτό ἐστι· τὸ δέ τι τεκμήριον μέγα, ἐν τοῖσι τιτθοῖσι γάλα οὐκ ἐγγίνεται. Ταύτην μάλιστα μὲν μὴ ἰῆσθαι· εἰ δὲ μὴ, προειπόντα ἰῆσθαι. Καὶ πρῶτα μὲν πυριῆσαι τὴν γυναῖκα ὅλον τὸ σῶμα, ἔπειτα κατὰ τὴν ἕδρην κλύσαι ὅπως διακαθήρῃ· πουλὺ γὰρ ἴσως κλύσας ἂν κινήσειε τὸ ἔμβρυον τὸ δοκέον εἶναι τὸ ξυνεστηκὸς, διαθερμανθείσης τῆς γυναικὸς ὑπὸ τοῦ φαρμάκου. Κλύζειν δὲ καὶ κατὰ τὰς μήτρας, ὅκως αἷμα ἀγάγῃ· ἢν δὲ μὴ, προσθέτοισι χρῆσθαι τοῖσιν ἀπὸ τῆς βουπρήστιος ὡς ἰσχυροτάτοισι, καὶ πιπίσκειν τὸ δίκταμνον τὸ κρητικὸν ἐν οἴνῳ· εἰ δὲ μὴ, καὶ τὸν καστόριον ὄρχιν· καὶ ὄπισθεν αὐτῆς σικύην προσβάλλειν πρὸς τοὺς κενεῶνας, καὶ ἀφαιρέειν ὅτι πλεῖστον· πρόσβαλλε δὲ ὅτι μάλιστα τεκμαιρόμενος κατὰ τὰς μήτρας.

[234] Καθάρσιος· ὅταν μὴ γίνηται, ἤν τε ἐκ τόκου ἤν τε καὶ ἄλλως, δαῖδα ὡς πιοτάτην κόψαντα λεπτὴν ἑψεῖν ἐν οἴνῳ λευκῷ, καὶ ἀποχρῆσθαι ὡς τρισὶ κυάθοισι. Γλυκυσίδης κόκκοι τέσσαρες, κυμίνου αἰθιοπικοῦ σμικρὸν καὶ σεσέλιος πλέον, ἢ κεδρίδα· ἢν δὲ πνιγμοὶ ἔωσι, κάστορος σμικρόν. Ἢν δὲ ἐκ τόκου καθάρσιος γινομένης μετρίης ἡ γαστὴρ μένῃ, ἢ καὶ φυσᾷ ἀποκεκλεισμένη καὶ ὀδυνώδης γίνηται, ἤν τε ξὺν πυρετῷ ἤν τε ἄνευ πυρετοῦ, ὀποῦ σκαμμωνίης πέμπτον μέρος πόσιος ἢ σεσέλιος ἢ ἄλλου τινος τῶν εὐωδέων, καὶ πήγανον ἐν οἴνῳ λευκῷ. Ἢν δὲ μὴ βούληται πιεῖν, πρὸς τὴν ἕδρην ἄλειμμα ποιέειν, οἷον ἐκ χολῆς ταυρείης καὶ μέλιτος καὶ λίτρου. Ἢν δ᾿ ἐκ διαφθορῆς καθάρσιος ὀδυνώδης ᾖ, καὶ τῶν εὐωδέων διδομένων μηδὲν ὑπακούῃ, καὶ πυρετοῦ ἐόντος, γάλακτος αἰγείου δύο κοτύλας ἀφεψεῖν, εἶτα ψυχθέντος τὴν γρηῦν ἀφελεῖν, καὶ διηθήσας, μελικρήτου ὅσον τρίτον μέρος μῖξαι, ὅκως γλυκύτερον ἔσται· πιεῖν δὲ τρὶς νῆστιν. Ἢν δὲ μὴ παύηται ἡ ὀδύνη μηδὲ ἡ κοιλίη ὑποχωρήσῃ, ἐς τὴν δείλην ἐν σκάφῃ ἐς θερμὸν ὕδωρ ἐγκαθισάτω· ὅταν δὲ διαπυριηθῇ, ἐξαναστήσαντα κλύζειν ἐν οἴνῳ αὐστηρῷ μέλανι διεὶς καὶ ὕδατι ἅπαξ, ἐλαίου ἥμισυ τὸ ὕδωρ, χλιηρῷ κλύζειν, καὶ ἐπικοιμηθήτω.

[235] Προσθετὸν ὑστερέων, ἢν ξυμμεμύκῃ ἢ σκληρὸν ᾖ τὸ στόμα· σῦκον λευκὸν ἐκκαθήρας, καὶ λίτρον αἰγύπτιον τὸ καθαρώτατον μίξας λεῖον τετριμμένον, πρόσθετον ποιῆσαι ὅσον κικίδα μὴ μεγάλην ἐν εἰρίῳ μαλθακῷ, ἐς ἴρινον μύρον ἐμβάψασα προσθέσθω, ἤν τε τρεῖς ἤν τε πλείους ἡμέρας δοκέῃ· πυρίησις μετὰ τοῦτο ξυμφέρει ἐν εὐώδει· μετὰ δὲ μαλθακόν τι δεῖ προσθετὸν, ὅ τι ἰχωροειδέα ἄξει μάλιστα· μετὰ δὲ λινόζωστις, ἢν ᾖ ἁπαλὴ, μύρῳ ῥοδίνῳ χρῆσθαι ἐν ὀθονίῳ ἐς ἡμέρην καὶ νύκτα. Ἐπὶ τοῦ αὐτοῦ· χολὴν ταύρου καὶ ἅλας ἀναζέσαι, καὶ θεῖον παραμίσγειν, ποιήσας πρόσμακρον μῆκος, ὡς μέγας πυρὴν, ψιλὸν προσθέσθαι ἐπὶ δύο ἡμέρας καὶ νύκτας, πρὸς αὐτὰς τὰς ὑστέρας· πάλιν λινόζωστιν μετὰ τοῦτο, ἐπιπάσσειν σμύρναν ἄκρητον μίξας, διεῖναι ῥοδίνῳ, καὶ μύρῳ ἰρίνῳ διαχρίεσθαι τὸ στόμα ὡς ἐσωτάτω. Θεραπεία ἐπὶ τὸ αὐτὸ νόσημα· ἴριν εὐώδεα κόψας καὶ διασήσας χωρὶς, κυπείρου ἴσον, καὶ ἔκμαγμα ὅσον μαγίδα, οἴνῳ ἀνθοσμίῃ διεῖναι· εἶτα ἀλειμματῶδες ποιέειν, καὶ ἐς σπλῆνας ἀλείψας μῆκος σπιθαμῆς, ἐς σμικρὴν σιπυΐδα ἐνθεὶς, ὅκως μὴ παραπνέῃ, προσθέσθω.

[236] Ἢν δὲ ἑλκωθέωσιν αἱ μῆτραι, ἢ τρηχυνθῇ τὸ στόμα, ἢ ὑπὸ προσθέτου τινὸς δηχθῶσιν, ἐν εἰρίῳ χρῖσαι στέαρ, καὶ ῥόδινον ἀλεῖψαι, καὶ κηροῦ μικρόν.

[237] Ὅταν ἴσχουσα ἐν γαστρὶ διαφθείρῃ, τὸ δὲ ἔμβρυον μηνιαῖον, καὶ ἐκφέρειν ἐς τέλος μὴ δύνηται, καὶ λεπτὴ παρὰ φύσιν γένηται, ταύτην χρὴ καθήραντα τὰς ὑστέρας καὶ αὐτὴν φαρμακεύσαντα παχύνειν, οὐ γὰρ δυνήσεται ἐκφέρειν ἐς τέλος, ἔστ᾿ ἂν ἑωυτήν τε ἀναλάβῃ καὶ αἱ ὑστέραι ἰσχύωσιν.

[238] Ἢν δὲ κυΐσκηται μὲν, διαφθείρῃ δὲ δίμηνα τὰ παιδία ἐς ἀκριβῶς τὸν αὐτὸν χρόνον καὶ μήτε πρότερον μήθ᾿ ὕστερον, καὶ τοῦτο πάθῃ δὶς ἢ τρὶς κατὰ ταὐτὰ, ἢ καὶ πλείονα χρόνον γεγονότα κατὰ τὸν αὐτὸν τρόπον τοῦτον διαφθείρῃ, ταύτης αἱ μῆτραι οὐκ ἐπιδιδοῦσιν ἐπὶ τὸ μέζον τοῦ παιδίου ἐν αὐτέῃσιν αὐξανομένου καὶ ὑπερβάλλοντος ἐκ τοῦ διμήνου ἢ τριμήνου ἐς τὸ πλέον· ἀλλὰ τὸ μὲν αὔξεται, αἱ δὲ μῆτραι οὐδὲν ἐπιδιδοῦσι· διὰ δὴ τοῦτο διαφθείρουσιν αἱ πολλαὶ ἐς τὸν αὐτὸν χρόνον. Ταύτην χρὴ κλύσαι τὴν μήτρην, καὶ διαφυσῆσαι ὡς μάλιστα προσθέτοισι φαρμάκοισι τοῖσδε· τῆς σικυώνης τὴν ἐντεριώνην κόψαντα διασῆσαι, καὶ σίλφιον ὀλίγον, παραμῖξαι ὀλίγα ἐν πλείονι καὶ καθεφθοτέρῳ τῷ μέλιτι· τοῦτο περιπλάσαι περὶ μήλην, ποιέοντα τὸ πάχος ὅσον μέλλει παραδέξασθαι ὁ στόμαχος, πρὸς τὸ στόμα τῆς μήτρης, καὶ ὦσαι πόῤῥω, ἕως ἂν περήσῃ ἐς τὸ ἔσω τῆς μήτρης· ὅταν δὲ ἀποτακῇ τὸ φάρμακον, ἐξελεῖν τὴν μήλην, καὶ πάλιν οὕτω τὸ ἐλατήριον καὶ τῆς κολοκυντίδος τῆς ἀγρίης ποιέων ὡσαύτως τῷ προτέρῳ προστιθέναι. Ἐσθιέτω δὲ τοῦτον τὸν χρόνον σκόροδα ὡς πλεῖστα, καὶ καυλὸν σιλφίου, καὶ τῇ ἄλλῃ διαίτῃ χρῆσθαι, ὁκοίη ἂν μέλλῃ φῦσαν ἐμποιῆσαι μάλιστα ἐν τῇ κοιλίῃ. Προστιθέσθω δὲ τὸ πρόσθετον διὰ τρίτης ἡμέρης, ἕως ἂν δοκέῃ καλῶς ἔχειν· ἐνίοτε δὲ καὶ διὰ πλείονος· τὸ δὲ ὅλον, ὅκως ἂν προσίηται· τὰς δὲ μεταξὺ ἡμέρας μαλθακοῖσι χρῆσθαι. Ὅταν δὲ καταστήσῃ τοῖσι μαλθακτηρίοισι τὸ στόμα τῆς μήτρης, φανῇ τε τὰ ἐπιμήνια, ἐπιμείνασα, ὅταν ξηρὴ ἤδη ᾖ, μιγνύσθω τῷ ἀνδρί.

[239] Ποιέειν δὲ φῦσαν ἐν τῇ μήτρῃ ὅταν βούλῃ, σκορόδου μώλυζαν καὶ ὀπὸν σιλφίου παραμιγνύναι πρὸς τὰ προσθετά.

[240] Καὶ ἥτις ἂν μὴ δύνηται διατελεῖν τοὺς δέκα μῆνας κύουσα, ἀλλὰ διαφθείρῃ καὶ τοῦτο πάσχῃ πλεονάκις, ταύτης τὰς μήτρας καθαίρειν ὕδωρ, καὶ αὐτὴν φαρμακεύειν, ὅκως ὕδωρ καθαίρηται.

[241] Ἢν δὲ κατέχουσα τὴν γονὴν μὴ κυΐσκηται, ξυμβαίνει δὲ τοῦτο πλείστῃσι τοῦ στομάχου χανόντος τῆς μήτρης παρὰ φύσιν, τὰ ἐπιμήνια πλείω γίνεται τοῦ προσήκοντος καὶ ὑγρότερα, ὥστε τὸ ἀπὸ τῆς γυναικὸς μὴ ξυλλαμβάνεσθαι πρὸς τὴν τέκνωσιν, τήν τε τοῦ ἀνδρὸς γονὴν ἐπιοῦσαν διαφθείρεσθαι· γίνεται δὲ ταῦτα τοῦ τε σώματος καὶ τῶν μητρέων νοσεόντων. Ἀλλὰ δεῖ ταύτῃ κατωτερικὰ διδόναι διαλείποντα, καὶ πυριῇν ὅλον τὸ σῶμα, καὶ τὰς μήτρας ὄξει καὶ θαλάσσῃ, μύλους διαπύρους ἐμβάλλοντα· ἐμβάλλειν δὲ ἐς τὸ πυρίημα κυπαρίσσου πρίσματα, καὶ δάφνης φύλλα κόψας χλωρῆς, καὶ πολυκνήμου αὐτοῦ φύλλα· πυριῇν δὲ ὁκοῖον ἂν δοκέῃ καιρὸς εἶναι χρόνον· μετὰ δὲ τοῦτο ἐκλούσθω, ὄξει ἐνεψῶν λωτοῦ τορνεύματα, καὶ ῥόδινον, καὶ πουλυκνήμου αὐτοῦ τὰ φύλλα· ἐπὶ τελευτῆς δὲ θυμιῇν, φλόμου φύλλα κόψας καὶ λωτοῦ τορνεύματα· ἔμπροσθεν δὲ πρὶν ἐκλούσασθαι, θυμιῆσαι σμύρνῃ καὶ λιβανωτῷ, τρίψας ἴσον ἑκατέρου, καὶ μυρσίνης καὶ δάφνης φύλλα, ταῦτα ἀναμίξας καὶ ἐπιβαλὼν ἐπὶ μαλθακὸν πῦρ, θυμιῇν νεοπυρίητον ἐοῦσαν δὶς τῆς ἡμέρης, πυριῇν νεόλουτον ἐοῦσαν, καὶ τῆς θυμιήσεως ὕστερον λουέσθω, καὶ τὸν στόμαχον καθιστάναι ἐς τὴν ἀρχαίην φύσιν· καὶ ἢν ἐξαρκέουσα ᾖ, πρόσθεν δὲ τούτων πάντων τάμνειν τὴν ἐν τῇ χειρὶ φλέβα τῇ ἀριστερῇ, καὶ οὕτω τἄλλα ποιέειν. Ἢν δὲ ὁ μὲν στόμαχος οὕτως ἔχῃ, τὰ δ᾿ ἐπιμήνια μὴ ἴῃ, ἢ φλαύρως, ἢ ἐπὶ τοὔλαττον, πρὸς πλείονα κάθαρσιν τρέπεσθαι πρὸς τοῖσιν ἄλλοισιν ἅπασι, καὶ οὕτω θεραπεύειν, καὶ προστιθέναι, ἢν δέῃ, καὶ ἐκ τῶν πρόσθεν λούων καὶ θυμιῶν καὶ ξηραίνων.

[242] Ἢν δὲ γυνὴ ἐκτιτρώσκῃ ἀέκουσα καὶ μὴ θέλῃ ἐκβάλλειν, πυροὺς πεφρυγμένους καὶ κατεληλεσμένους καὶ σταφίδα κεκομμένην λευκὴν, μελικρήτῳ γλυκερῷ ταῦτα διεὶς, ἐλαίου σμικρὸν παραχέων, νήστει πίνειν διδόναι· μετὰ δὲ, ῥαφάνου σπέρμα τρίψας καὶ ὄξος καὶ χηνὸς στέαρ, ταῦτα μίξας, ἐσθιέτω, καὶ προστιθέσθω δάφνης φύλλα τρίβουσα· μετὰ δὲ πινέτω ὀρίγανον καὶ γλήχωνα καὶ ἄλφιτον ἐν ὕδατι, ἐπιπάσσουσα δάφνης φύλλα κεκομμένα καὶ τετριμμένα λεῖα, κόμμι παραμίξας, καὶ διεὶς ὕδατι, πίνειν διδόναι. Ἄλλο· ὄϊος στέαρ καὶ χηνὸς ἄλειφα, καὶ μέλι ἐς τωὐτὸ μίξας καὶ τρίψας, ἐκλεικτὸν διδόναι. Ἄλλο· σταφυλῖνον τρίβων ὡς λειότατον, καὶ γάλακτος ὑπόστασιν ἐν τούτῳ μίξας, χηνὸς στέαρ τήξας, ταῦτα ἐνεψήσας, διδόναι ῥοφεῖν. Ἄλλο· ὀριγάνου φύλλα τρίψας ὡς λειότατα, ἢν μὲν ἔχῃ, χλωρῆς, εἰ δὲ μὴ, ξηρῆς, διεὶς ἐν ὕδατι, πίνειν διδόναι. Ἄλλο· δάφνης καρπὸν τρίψας ὡς λειότατον, καὶ ὑὸς θηλείης στέαρ τήξας, καὶ μέλιτι ταῦτα ὁμοῦ πάντα μίξας καὶ τρίψας, ἐκλεικτὸν διδόναι. Ἄλλο· σταφυλῖνον τρίβων ὡς λειότατον, ἐν οἴνῳ διεὶς κεκρημένῳ, πίνειν διδόναι.

[243] Ἢν αἱ μῆτραι μὴ κατέχωσι τὴν γονὴν, μόλυβδον καὶ λίθον ἥτις τὸν σίδηρον ἁρπάζει, ταῦτα τρίψας λεῖα, ἐς ῥάκος ἀπόδησον, καὶ ἐς γάλα γυναικὸς ἐμβάψας προσθετῷ χρήσθω. Ἄλλο· χαλκοῦ ἄνθος τρίψας, μέλιτι διεῖναι, καὶ προστιθέναι τοῦτο.

[244] Ὅταν αἱ μῆτραι τοῦ ἀνδρὸς τὴν γονὴν ἐξερεύγωνται τρίτῃ ἡμέρῃ, πᾶσα ἀνάγκη τῆς γυναικὸς, ἢν ταῦτα πάσχῃ, πώρου πεπληρωμένας εἶναι τὰς μήτρας, καὶ οὐ δύναται τοῦ ἀνδρὸς ἡ γονὴ ἐμμένειν ἐν τῇσι μήτρῃσιν, ἀλλὰ ἀποκλείεται, καὶ διὰ τοῦτο οὐ δύναται κυῆσαι ἕως ἂν ὁ πῶρος ἐνῇ ἐν τῇσι μήτρῃσι. Τοῦ δὲ πώρου ἥδε ἡ ἐξέλασις· πτερὰ λαβὼν ὡς ἐλάχιστα καὶ μαλθακώτατα, ξυνδήσας ὁμοῦ, τούτοισιν ἐπαλείφειν τὰς μήτρας, ὡς τοὺς ὀφθαλμοὺς ἐπαλείφουσιν, ὁμαλύνας τὰ πτερὰ, ἅμματι ὡς λεπτοτάτῳ καταδήσας τὰ ἄκρα, εἶτα ῥοδίνῳ πολλῷ χρίσας αὐτὰ, ὑπτίην ἀνακλίνας, ὑπὸ τὴν ὀσφὺν μέσην ὑποθεῖναι προσκεφάλαιον, προσθεῖναι τὴν μήλην, τὰ σκέλεα τανύσας τῆς γυναικὸς, καὶ διαστήσας τὸ μὲν ἔνθεν, τὸ δ᾿ ἔνθεν, ἀναστρέφειν ἄνω καὶ κάτω τὴν μήλην, ἕως ἂν προκύψῃ· ἐπὴν δὲ ἴδῃς ἐν τῷ στόματι τῆς μήτρης, ἢν μὲν μὴ προσίσχηται ἐν τῷ ἰσχίῳ καὶ ἐθέλῃ ἐπακολουθῆσαι, πάντων ἄριστον τοῦτο· ἢν δὲ ἐνέχηται ἐν τῷ στόματι τῆς μήτρης, λαβίδι ὡς λεπτοτάτῃ προμηθευόμενος ἐξελκύσαι ἡσυχῇ καὶ μὴ βιαίως, καὶ μετὰ ταῦτα ξυγκοιμάσθω τῷ ἀνδρί.

[245] Ἢν κυούσῃ ἐπιφαίνηται, ὀνίδα ξηρὴν, μίλτον, ὄστρακον σηπίης τρίψας λεῖα, ἐς ῥάκος ἀποδήσας, προστιθέναι. Ἄλλο· γλυκυσίδης τοὺς μέλανας κόκκους τρίβων ἐν οἴνῳ διδόναι πιεῖν κεκρημένῳ.

[246] Ἢν δὲ συνοῦσα ἀλγέῃ τὴν νειαίρην γαστέρα καὶ αἷμά οἱ φανῇ νεαρὸν, λίνον κόψας καὶ θρύον ἁπαλὸν καὶ χήνειον ἔλαιον, ταῦτα μίξας, οἴνῳ λευκῷ ὑδαρεῖ διεὶς, διδόναι πίνειν.

[247] Ἢν αἱ μῆτραι προέλθωσιν ἔξω τῆς φύσιος, πῦρ ἔχει μάλιστα μὲν τὰ αἰδοῖα καὶ τὴν ἕδρην, καὶ τὸ οὖρον τρύζει κατ᾿ ὀλίγον καὶ δάκνεται τὰ αἰδοῖα. Ταῦτα πάσχει, ἢν ἐκ τόκου ἐοῦσα τῷ ἀνδρὶ παρακοιμᾶται. Ὅταν οὕτως ἔχῃ, μύρτα καὶ λωτοῦ πρίσματα ἑψήσας ἐν ὕδατι, καταθεὶς τὸ ὕδωρ ἐς τὴν αἰθρίην, προσχείσθω ὡς ψυχρότατον ἐς τὰ αἰδοῖα, καὶ τρίβων λεῖα προσπλάσσειν· ἔπειτα ὕδωρ πίνουσα φακῶν, μέλι καὶ ὄξος ξυμμίσγουσα, ἐμείτω, ἕως ἂν αἱ μῆτραι ἀνασπασθῶσιν· καὶ τὴν κλίνην ὑψηλοτέρην πρὸς ποδῶν κεῖσθαι· ὑποθυμιῇν δὲ ὑπὸ τὰ αἰδοῖα κακώδεα, ὑπὸ δὲ τὰς ῥῖνας εὐώδεα· σιτίοισι δὲ χρήσθω ὡς μαλθακωτάτοισι καὶ ψυχροῖσι, καὶ τὸν οἶνον ὑδαρέα λευκὸν πινέτω, καὶ μὴ λουέσθω, καὶ τῷ ἀνδρὶ ξυγκοιμάσθω.

[248] Ἢν δὲ παντάπασιν ἐκ τῶν αἰδοίων ἐκπέσωσιν, ἐκκρέμανται οἷόν περ ὄσχη, καὶ ὀδύνη λαμβάνει· τοῦτο δὲ, ὅταν ἐκ τόκου ταλαιπωρήσῃ, ὥστε σεῖσαι τὰς ὑστέρας, ἢ τῷ ἀνδρὶ ξυγκοιμᾶται ἐν τῷ λοχείῳ. Ὅταν οὕτως ἔχῃ, ψύγματα προστίθεσθαι πρὸς τὰ αἰδοῖα, καὶ τὰ ἔξωθεν ὑποκαθήρας, σίδιον ἐν οἴνῳ μέλανι οἰνώδει ἑψήσας, οὕτω περιπλύνας, εἴσω ἀπωθέειν· ἔπειτα μέλι καὶ ῥητίνην ξυντήξας ἴσον ἑκατέρου, ἔγχει ἐς τὰ αἰδοῖα, καὶ κεῖσθαι ὑπτίην, ἄνω τὰ σκέλεα ἔχουσαν ἐκτειναμένην· κἄπειτα σπόγγον προσθεὶς, ἀναδῆσαι ἐκ τῶν ἰξύων· ἔστ᾿ ἂν δ᾿ οὕτως ἔχῃ, σιτίων δέον ἀπέχεσθαι, ποτῷ τε ὡς ἐλαχίστῳ χρέεσθαι, μέχρις ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν. Καὶ ἢν μὲν οὕτως ἐθέλωσιν ἰέναι· εἰ δὲ μὴ, ἄκρας περιξέσαι τὰς μήτρας καὶ ἀποπλῦναι τῇ πίτυϊ ἑφθῇ· ἔπειτα πρὸς κλίμακα δήσας τοὺς πόδας, κρούειν κατὰ τὴν κεφαλὴν, καὶ τῇ χειρὶ ἐσωθέειν· ἔπειτα ξυνδήσας τὰ σκέλεα ἐπαλλὰξ, ἐῇν ἡμέρην καὶ νύκτα ἀτρέμα· διδόναι δὲ ὀλίγον χυλὸν πτισάνης ψυχρὸν, ἄλλο δὲ μηδέν· τῇ δὲ αὔριον ἐγκατακλίνας ἐπὶ τὸ ἰσχίον, σικύην προσβάλλειν ὡς μεγίστην, καὶ ἐᾷν ἕλκειν πουλὺν χρόνον, καὶ ὅταν ἀφέλῃς, κατακλίνας, ἐᾷν κεῖσθαι, καὶ μὴ προσφέρειν ἄλλο μηδὲν ἢ τὸν χυλὸν, ἔστ᾿ ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν· σιτίοισι δὲ ὡς μαλθακωτάτοισι καὶ ἐλαχίστοισι χρήσθω· ἢν δὲ ἀποπατεῖν ἐθέλῃ, ἀποπατείτω ἀνακειμένη, ἕως ἂν τεσσαρεσκαίδεκα ἡμέραι παρέλθωσιν· ἔπειτα ἀνίστασθαι καὶ περιέρχεσθαι ὡς ἐλάχιστα, καὶ μὴ λουέσθω, σιτίοισιν ὀλίγοισι χρήσθω, τὰ αἰδοῖα τοῖσι κακώδεσι θυμιήσθω, καὶ ἐπὴν ἄρχηται περιχωρέειν, τὴν σφενδόνην φορείτω.

[249] Ἐξαίρεσις τοῦ ἐμβρύου ἥδε· ἔμβρυον ἐπὴν ἐναποθάνῃ ἐν τῇσι γονῇσιν, ὀστεολογίῃ χρῆσθαι κατ᾿ ὀλίγον, τὸ φαινόμενον κατὰ λόγον θραύοντα, δέρμα καταλείποντα προβολὴν τῷ σιδήρῳ.


Περὶ Παρθενίων

ΠΕΡΙ ΠΑΡΘΕΝΙΩΝ.

[1] Ἀρχή μοι τῆς ξυνθέσιος τῶν αἰειγενέων ἰητρικῆς· οὐ γὰρ δυνατὸν τῶν νουσημάτων τὴν φύσιν γνῶναι, ὅ πέρ ἐστι τῆς τέχνης ἐξευρεῖν, ἢν μὴ γνῷ τὴν ἐν τῷ ἀμερεῖ κατὰ τὴν ἀρχὴν, ἐξ ἧς διεκρίθη. Πρῶτον περὶ τῆς ἱερῆς νούσου καλεομένης, καὶ περὶ τῶν ἀποπλήκτων, καὶ περὶ τῶν δειμάτων, ὁκόσα φοβεῦνται οἱ ἄνθρωποι ἰσχυρῶς, ὥστε παραφρονέειν καὶ ὁρῇν δοκέειν δαίμονάς τινας ἐφ᾿ ἑωυτῶν δυσμενέας, ὁκότε μὲν νυκτὸς, ὁκότε δὲ ἡμέρης, ὁκότε δὲ ἀμφοτέρῃσι τῇσιν ὥρῃσιν· ἔπειτα ἀπὸ τῆς τοιαύτης ὄψιος πολλοὶ ἤδη ἀπηγχονίσθησαν, πλέονες δὲ γυναῖκες ἢ ἄνδρες· ἀθυμοτέρη γὰρ καὶ ὀλιγωτέρη ἡ φύσις ἡ γυναικείη. Αἱ δὲ παρθένοι, ὁκόσῃσιν ὥρη γάμου, παρανδρούμεναι, τοῦτο μᾶλλον πάσχουσιν ἅμα τῇ καθόδῳ τῶν ἐπιμηνίων, πρότερον οὐ μάλα ταῦτα κακοπαθέουσαι· ὕστερον γὰρ τὸ αἷμα ξυλλείβεται ἐς τὰς μήτρας, ὡς ἀποῤῥευσόμενον· ὁκόταν οὖν τὸ στόμα τῆς ἐξόδου μὴ ᾖ ἀνεστομωμένον, τὸ δὲ αἷμα πλέον ἐπιῤῥέῃ διά τε τὰ σιτία καὶ τὴν αὔξησιν τοῦ σώματος, τηνικαῦτα οὐκ ἔχον τὸ αἷμα ἔκρουν ἀναΐσσει ὑπὸ πλήθεος ἐς τὴν καρδίην καὶ ἐς τὴν διάφραξιν· ὁκόταν οὖν ταῦτα πληρωθέωσιν, ἐμωρώθη ἡ καρδίη· εἶτα ἐκ τῆς μωρώσιος νάρκη· εἶτ᾿ ἐκ τῆς νάρκης παράνοια ἔλαβεν. Ὥσπερ ὁκόταν καθημένου πουλὺν χρόνον τὸ ἐκ τῶν ἰσχίων καὶ μηρῶν αἷμα ἀποπιεχθὲν ἐς τὰς κνήμας καὶ τοὺς πόδας νάρκην παράσχῃ· ὑπὸ δὲ τῆς νάρκης ἀκρατέες οἱ πόδες ἐς ὁδοιπορίην γίνονται, ἔστ᾿ ἂν ἀναχωρήσῃ τὸ αἷμα ἐς ἑωυτό· ἀναχωρέει δὲ τάχιστα, ὁκόταν ἀναστὰς ἐν ὕδατι ψυχρῷ τέγγῃ τὸ ἄνω τῶν σφυρῶν. Αὕτη μὲν οὖν ἡ νάρκη εὐήνιος, ταχὺ γὰρ παλιῤῥοεῖ διὰ τὴν ἰθύτητα τῶν φλεβῶν, καὶ ὁ τόπος τοῦ σώματος οὐκ ἐπίκαιρος· ἐκ δὲ τῆς καρδίης καὶ τῶν φρενῶν βραδέως παλιῤῥοεῖ· ἐπικάρσιαι γὰρ αἱ φλέβες καὶ ὁ τόπος ἐπίκαιρος ἔς τε παραφροσύνην καὶ μανίην ἕτοιμος. Ὁκόταν δὲ πληρωθέωσι ταῦτα τὰ μέρεα, καὶ φρίκη ξὺν πυρετῷ ἀναΐσσει· πλανήτας τοὺς πυρετοὺς καλέουσιν. Ἐχόντων δὲ τουτέων ὧδε, ὑπὸ μὲν τῆς ὀξυφλεγμασίης μαίνεται, ὑπὸ δὲ τῆς σηπεδόνος φονᾷ, ὑπὸ δὲ τοῦ ζοφεροῦ φοβέεται καὶ δέδοικεν, ὑπὸ δὲ τῆς περὶ τὴν καρδίην πιέξιος ἀγχόνας κραίνουσιν, ὑπὸ δὲ τῆς κακίης τοῦ αἵματος ἀλύων καὶ ἀδημονέων ὁ θυμὸς κακὸν ἐφέλκεται· ἕτερον δὲ καὶ φοβερὰ ὀνομάζει· καὶ κελεύουσιν ἅλλεσθαι καὶ καταπίπτειν ἐς τὰ φρέατα καὶ ἄγχεσθαι, ἅτε ἀμείνονά τε ἐόντα καὶ χρείην ἔχοντα παντοίην· ὁκότε δὲ ἄνευ φαντασμάτων, ἡδονή τις, ἀφ᾿ ἧς ἐρᾷ τοῦ θανάτου ὥσπέρ τινος ἀγαθοῦ. Φρονησάσης δὲ τῆς ἀνθρώπου, τῇ Ἀρτέμιδι αἱ γυναῖκες ἄλλα τε πολλὰ, ἀλλὰ δὴ καὶ τὰ πουλυτελέστατα τῶν ἱματίων καθιεροῦσι τῶν γυναικείων, κελευόντων τῶν μάντεων, ἐξαπατεώμεναι. Ἡ δὲ τῆσδε ἀπαλλαγὴ, ὁκόταν τι μὴ ἐμποδίζῃ τοῦ αἵματος τὴν ἀπόῤῥυσιν. Κελεύω δ᾿ ἔγωγε τὰς παρθένους, ὁκόταν τὸ τοιοῦτον πάσχωσιν, ὡς τάχιστα ξυνοικῆσαι ἀνδράσιν· ἢν γὰρ κυήσωσιν, ὑγιέες γίνονται· εἰ δὲ μὴ, ἢ αὐτίκα ἅμα τῇ ἥβῃ ἢ ὀλίγον ὕστερον ἁλώσεται, εἴπερ μὴ ἑτέρῃ νούσῳ· τῶν δὲ ἠνδρωμένων γυναικῶν αἱ στεῖραι μᾶλλον ταῦτα πάσχουσιν.


Περὶ Ἐπικυήσιος

ΠΕΡΙ ΕΠΙΚΥΗΣΙΟΣ.

[1] Ὁκόταν ἐπικυΐσκηται γυνὴ, ἢν μὲν ἐν τῷ μέσῳ τῆς μήτρης τὸ πρῶτον ἔχῃ παιδίον, τὸ ἐπικύημα προσπίπτει ὑπὸ τοῦ ἀρχαίου ἐξωθεύμενον· ἢν δὲ ἐν τῷ κέρατι τῷ ἑτέρῳ τὸ κύημα ἔχῃ, ἐπιτίκτει ὕστερον οὐ γόνιμον, ἐπὴν χαλάσῃ ἡ μήτρη καὶ ὑγρανθῇ, τοῦ γονίμου ἀπολυθεῖσα. Ἢν δὲ μὴ αὐτίκα ἀποχωρέῃ τὸ ἐπικύημα, ὀδύνας τε παρέχει καὶ ῥεῦμα δυσῶδες καὶ πυρετὸν, καὶ οἰδεῖ τὸ πρόσωπον καὶ τὰς κνήμας καὶ τοὺς πόδας καὶ τὴν νηδὺν, καὶ ἀσιτέει ἕως ἂν ἐκπέσῃ. Ἐπικυΐσκονται δὲ τῶν γυναικῶν ὧν ἂν ὁ στόμαχος μετὰ τὸ πρῶτον κύημα ξυμμεμύκῃ οὐ κάρτα ἢ μὴ ἐπιφαινομένων τῶν σημηΐων ξυμμεμύκῃ. Τὰ δὲ ἐπικυήματα τὰ ἐπιτικτόμενα ὕστερον, ἢν μήπω διάκρισιν ἔχῃ, ἀλλὰ σὰρξ ᾖ, οἰδέει μὲν οὒ, ἀλλὰ κατασήπεται μέχρι ἂν ἐξέλθῃ τῆς μήτρης.

[2] ᾟ τινι ἂν ἐκδύῃ τὸ παιδίον τοῦ χορίου ἐν τῇσι μήτρῃσι, πρὶν ἔξω ἄρχεσθαι χωρέειν τὸ παιδίον, δυστοκέει μᾶλλον καὶ ἐπικινδύνως, ἢν μὴ ἡ κεφαλὴ ἡγέηται. ᾟ τινι δὲ ἂν χωρέῃ ἔξω σὺν τῷ χορίῳ τὸ παιδίον καὶ προχωρῆσαν ἐς τὸν στόμαχον ἐκδύῃ τοῦ χορίου ῥαγέντος, εὐτοκέει μᾶλλον· καὶ τὸ μὲν παιδίον θύρῃφι χωρέει· τὸ δὲ χόριον ἴσχεται καὶ ἀνασπᾷ ἑωυτὸ καὶ μένει αὐτοῦ.

[3] Ὁκόταν [οὐ] γόνιμον γένηται τὸ παιδίον, τουτέου ἡ σὰρξ ὑπερέχει τῶν ὀνύχων, οἱ δὲ ὄνυχες ἐλλείπουσι τῶν χειρῶν καὶ τῶν ποδῶν.

[4] Ὁκόταν γονίμου γενομένου τοῦ παιδίου χεὶρ ὑπερέχῃ, πρῶτον ἀνωθέειν ὀπίσω μέχρις ἂν ἀπώσῃς· καὶ ἢν ἀμφότεραι, ἀμφοτέρας ἀνῶσαι· καὶ ἢν τὸ σκέλος ὑπερέχῃ, ἀνωθεῖν καὶ τοῦτο· ὁκόταν δὲ ἀμφότερα τὰ σκέλεα προφανέντα μείνῃ καὶ μηδετέρωσε προχωρέῃ, πυριήματι δέον χρῆσθαι, ἀπὸ τεῦ ὑγροτάτη ἔσται ἡ ὑστέρη· ὀδμὴν δὲ ἐχέτω τὸ πυρίημα. Καὶ ὁκόταν ἡ μὲν κεφαλὴ προφανῇ, τὸ δ᾿ ἄλλο σῶμα ἐνῇ, καὶ ὧδε πυριῇν· καὶ ὁκόταν τὸ μὲν ἐν τῇσι μήτρῃσι τοῦ σώματος ᾖ, τὸ δὲ ἐν τοῖσιν αἰδοίοισι, τὸ δὲ ἔξω τῶν αἰδοίων οἰδέῃ καὶ μείνῃ, καὶ οὕτως πυριῇν· καὶ ἢν μὲν ἀπὸ τῆς πυριήσιος ἀποχωρήσῃ· εἰ δὲ μὴ, περιαλείψας τὸ στόμα τῆς μήτρης ἐλατηρίῳ παχεῖ, διεὶς ὕδατι, ὅκως ὠδῖνα ἐμποιήσῃ· καὶ ἀπὸ τῶν ποτῶν καὶ ἐδεστῶν ὠδῖνα ἐμποιέειν· καὶ τὰ αἰδοῖα αὐτὰ ἀλείφειν κηρωτῇ, ἤν σοι δοκέῃ ξηροτέρη εἶναι τοῦ καιροῦ.

[5] Ὁκόταν τοῦ παιδίου τῆς κεφαλῆς προφανείσης ἐκ τοῦ στομάχου μηκέτι ἐθέλῃ τὸ ἄλλο σῶμα προχωρεῖν, τὸ δὲ παιδίον τεθνήκῃ, τοὺς δακτύλους βρέξας ὕδατι, μεταξὺ τοῦ στομάχου καὶ τῆς κεφαλῆς παραβύσας τὸν δάκτυλον, ἐν κύκλῳ περιάγειν· εἶθ᾿ ὑποβάλλων τὸν δάκτυλον ὑπὸ τὸ γένειον, διαβύσας ἐς τὸ στόμα, ἔξω ἕλκειν.

[6] Ὁκόταν δὲ τὸ μὲν ἄλλο σῶμα θύρῃφι ᾖ τῶν αἰδοίων, ἡ δὲ κεφαλὴ εἴσω, ἐπὶ πόδας φερομένου τοῦ ἐμβρύου, ἐπὴν περιάγῃς τὸν δάκτυλον ἐν κύκλῳ, ἀμφοτέρας τὰς χεῖρας παρεὶς μεταξὺ τοῦ στομάχου καὶ τῆς κεφαλῆς, βρέξας ὕδατι, ἐξελκύσαι. Ἢν δὲ τοῦ στομάχου ἔξω ᾖ, τῶν δὲ αἰδοίων εἴσω, παρεὶς τὰς χεῖρας, περιλαβὼν τὴν κεφαλὴν, ἐξέλκειν.

[7] Ἢν δὲ τὸ ἔμβρυον ἔνδον μένῃ τετελευτηκὸς καὶ μὴ δύνηται μήτε αὐτόματον μήτε διὰ φαρμάκων ἐκπεσεῖν κατὰ φύσιν, χρίσας τὴν χεῖρα κηρωτῇ, ἥτις ὀλισθητικὴ μάλιστα, ἔπειτα ἐνείρας ἐς τὴν μήτρην, διελεῖν τοὺς ὤμους ἀπὸ τοῦ τραχήλου ἐπερείσαντα τῷ μεγάλῳ δακτύλῳ· ἔχειν δὲ χρὴ πρὸς τὰ τοιαῦτα καὶ ὄνυχα ἐπὶ τῷ δακτύλῳ τῷ μεγάλῳ· καὶ διελόντα ἐξενεγκεῖν τὰς χεῖρας, ἔπειτα πάλιν ἐσείραντα τὴν κοιλίην ἀνασχίσαι, καὶ ἀνασχίσαντα ἡσυχῇ ἐξελεῖν τὰ ἐντοσθίδια, ἔπειτα ἐξελόντα συντρῖψαι τὰ πλευρία, ὅκως ξυμπεσὸν τὸ σωμάτιον εὐσταλέστερον γένηται καὶ ῥᾷον ἐξίῃ, μὴ ὀγκῶδες ἐόν.

[8] Τὸ δὲ χόριον ἢν μὴ ῥηϊδίως ἐκπίπτῃ, μάλιστα μὲν ἐᾷν πρὸς τὸ ἔμβρυον προσκρέμασθαι, καὶ τὴν λεχὼ προσκαθῆσθαι ὥσπερ ἐπὶ λασάνου· ἔστω δὲ κατεσκευασμένον ὑψηλόν τι, ἵνα τὸ ἔμβρυον ἐκκρεμάμενον συνεπισπᾶται τῷ βάρει ἔξω· ἡσυχῇ δὲ τοῦτο ποιέειν, μὴ πρὸς βίην, ὅκως μὴ ἀποσπασθέν τι παρὰ φύσιν φλεγμονὴν ἐμποιήσῃ· ὑποκεῖσθαι οὖν δεῖ τῷ ἐμβρύῳ εἴρια ὡς ὀγκωδέστατα νεόξαντα, ἵνα κατὰ μικρὸν ἐνδιδοίη ἀσκία δύο ζευγμένα ὕδατος μεστά· ἐπάνω δὲ τῶν ἀσκίων εἴρια· ἐπάνω δὲ τούτων τὸ ἔμβρυον· ἔπειτα τρυπῆσαι ἑκάτερον τῶν ἀσκίων ῥαφίῳ, ὅκως ῥυῇ κατὰ σμικρὸν τὸ ὕδωρ· ἐκρέοντος δὲ τοῦ ὕδατος ἐνδιδόασιν οἱ ἀσκοί· ἐνδιδόντων δὲ ἐπισπᾶται τὸ ἔμβρυον τὸν ὀμφαλὸν, ὁ δὲ ὀμφαλὸς ἐφέλκει τὸ χόριον. Ἢν δὲ μὴ δύνηται καθῆσθαι ἐπὶ τοῦ λασάνου, ἐπ᾿ ἀνακλίτου δίφρου τετρυπημένου καθήσθω. Ἢν δὲ ἀσθενέῃ τὸ σύνολον καθῆσθαι, τὴν κλίνην ὡς ὀρθοτάτην ἀπὸ τῶν πρὸς τῆς κεφαλῆς μερῶν ἀείραντας, ἵνα κάτω ῥέπῃ ὡς μάλιστα καὶ ξυνεπισπᾶται τὸ κάτω βάρος, ὑπὸ τὰς μασχάλας δῆσαι τὴν λεχὼ ἔξωθεν τῶν ἱματίων πρὸς τῇ κλίνῃ ἢ κηρίῃ ἢ ἱμάντι πλατεῖ καὶ μαλθακῷ, ὅκως μὴ ὀρθῆς ἐούσης τῆς κλίνης κάτω τὸ σῶμα φέρηται. Τὸν αὐτὸν δὲ τρόπον κἢν ἀποῤῥαγῇ ὁ ὀμφαλὸς, κἢν ἀποτάμῃ τις πρὸ τοῦ καιροῦ, βάρεα ξύμμετρα ἐκκρεμανῦντα, τὴν ἐξαγωγὴν τοῦ χορίου ποιέεσθαι· βελτίστη γὰρ αὕτη ἡ θεραπείη τῶν τοιῶνδε γίνεται καὶ ἥκιστα βλάπτει.

[9] Ἢν δέ τινι ἐναποθάνῃ τὸ παιδίον ἐν τῇ μήτρῃ καὶ μὴ ἐξέλθῃ, ὑγρῆς ἐούσης τῆς μήτρης καὶ μὴ ἐχούσης ἔτι τὸ ὑποκείμενον, ἀλλὰ ξηρανθῇ ἡ μήτρη, πρῶτον μὲν οἰδίσκεται αὐτό· ἔπειτα τήκεται καὶ σήπεται τὰς σάρκας, καὶ ῥέει θύρῃφι· ὕστατα δὲ τὰ ὀστέα χωρέει· καὶ ῥόος ἐνίοτε λαμβάνει, ἢν μὴ πρότερον ἀποθάνῃ.

[10] Ὁκόταν τὸ παιδίον ἐντεθνήκῃ, καὶ τοῖς ἄλλοισι τεκμαίρεσθαι σημηΐοις, καὶ κελεύειν τοτὲ μὲν ἐπὶ δεξιὰ κεῖσθαι, τοτὲ δὲ ἐπ᾿ ἀριστερὰ μεταβάλλειν· μεταπίπτει γὰρ ἐν τῇ μήτρῃ τὸ παιδίον ὁποτέρωθι ἂν καὶ ἡ γυνὴ, ὥσπερ λίθος ἢ ἄλλο τι, ἢν τεθνήκῃ, καὶ τὸ ἦτρον ψυχρὸν ἔχει· ἢν δὲ ζώῃ, τό τε ἦτρον θερμὸν ἔχει, καὶ ἡ μὲν γαστὴρ ὅλη μεταπίπτει τεταμένη μετὰ τοῦ ἄλλου σώματος, ἐν αὐτέῃ δὲ οὐδὲν μεταπίπτει χωρὶς τοῦ ἄλλου σώματος.

[11] ᾟ τινι ἂν ὠδινούσῃ πρὸ τοῦ παιδίου ῥοὸς πολλὸς αἱματώδης γένηται ἀνώδυνος, κίνδυνος τὸ παιδίον τεθνηκὸς ἀπολυθῆναι, ἢ οὐ βιώσιμον γενέσθαι.

[12] Κυουσέων τῶν γυναικῶν ὁ στόμαχος τῶν πλείστων ἐγγὺς τυγχάνει ἐὼν πρὸ τοῦ τόκου.

[13] Κυέουσα ἡ γυνὴ, ἢν μὴ λαγνεύηται, ῥηΐτερον ἀπολυθήσεται τοῦ τόκου.

[14] Ἡ τὰ δίδυμα κυέουσα τίκτει τῇ αὐτῇ ὡς καὶ συνέλαβεν· ἔχει δὲ ἑνὶ χορίῳ τὰ παιδία ἀμφότερα.

[15] Γυναικὶ δυστοκεούσῃ, ἢν τὸ παιδίον ἐν τῇσι γονῇσιν ἐνέχηται καὶ μὴ εὐπόρως ἐξέλθῃ, ἀλλὰ ξὺν πόνῳ καὶ μηχανῇσιν ἰητροῦ, ταῦτα τὰ παιδία ἀρτίζωα. Τουτέων οὐ χρὴ τὸν ὀμφαλὸν ἀποτάμνειν, πρὶν ἂν οὐρήσῃ, ἢ πτάρῃ, ἢ φωνήσῃ, ἀλλὰ ἐᾷν, προσχωρῆσαι δὲ τὴν γυναῖκα ὡς ἐγγυτάτω τοῦ παιδίου, καὶ ἢν διψῇ, πινέτω μελίκρητον. Καὶ ἢν ὁ ὀμφαλὸς ἐμφυσῆται ὥσπερ στόμαχος, κινηθήσεται, ἢ πταρεῖ τε τὸ παιδίον καὶ φωνὴν ῥήξει, καὶ τότε ἀποτάμνειν ἀναπνέοντος τοῦ παιδίου. Ἢν δὲ μὴ φυσῆται ὁ ὀμφαλὸς μηδὲ κινῆται, χρόνου ἐγγενομένου, οὐ βιώσεται.

[16] Κυέουσαν γυναῖκα, ἢν μὴ ἄλλως γινώσκῃς, ἀλλ᾿ οἱ ὀφθαλμοὶ εἱλκυσμένοι καὶ κοιλότεροι γίνονται, καὶ τὰ λευκὰ τῶν ὀφθαλμῶν οὐκ ἔχει τὴν φύσιν τῆς λευκότητος, ἀλλὰ πελιδνότερα.

[17] Ἤν τις ἐπίτοκος ἐοῦσα κοιλοιδιᾷ τοὺς ὀφθαλμοὺς, καὶ ὑποιδέῃ τὸ πρόσωπον καὶ ὅλη αὐτὴ, καὶ τοὺς πόδας οἰδέῃ, καὶ ὥσπερ ὑπὸ φλέγματος λευκοῦ ἐχομένη φαίνηται, καὶ τὰ ὦτα λευκὰ καὶ ἡ ῥὶς ἀκρὴ λευκὴ καὶ τὰ χείλεα πελιδνὰ αὐτέῃ ᾖ, τεθνηκότα τίκτουσιν, ἢ ζῶντα πονηρὰ καὶ οὐ βιώσιμα καὶ ἄναιμα ὡς νοσηλεύοντα, ἢ προέτεκον οὐ γόνιμα. Ταύτῃσι τὸ αἷμα ἐξυδατώθη· δεῖ οὖν αὐτῇσι μετὰ τὸν τόκον τὰ εὐώδεα προστιθέναι, καὶ πίνειν τὰ εὐώδεα, καὶ σιτίοισιν ἀνατρέφειν. Καὶ πρῶτον τοῦ προσώπου ἡ ῥὶς ἔνσημος γίνεται ἄκρη, καὶ χρῶμα λαμβάνει.

[18] Ἤν τις κυϊσκομένη γῆν ἐπιθυμέῃ ἐσθίειν ἢ ἄνθρακας καὶ ἐσθίῃ, ἐπὶ τῆς κεφαλῆς τοῦ παιδίου φαίνεται, ὁκόταν τεχθῇ, σημεῖον ἀπὸ τῶν τοιούτων.

[19] Γυναικὶ χρὴ εἰδέναι τῶν μαζῶν ὁκότερός ἐστιν αὐτέῃ μέζων, κεῖθι γὰρ τὸ ἔμβρυον· ὁμοίως δὲ καὶ τὸν ὀφθαλμόν· ἔσται γὰρ μέζων καὶ λαμπρότερος τὸ πᾶν εἴσω τοῦ βλεφάρου, ὁκοτέρωθι καὶ μαζὸς μέζων.

[20] ᾟ τινι ἂν ἀπὸ προσθέτων μὴ λίην ἰσχυρῶν ὀδύναι ἐς τὰ ἄρθρα ἀφικνέωνται καὶ βρυγμὸς ἔχῃ, καὶ σκορδινέηται, καὶ χασμᾶται, ἐλπὶς ταύτην κυῆσαι μᾶλλον ἢ ἥ τις ἂν τουτέων μηδὲν πάσχῃ.

[21] Γυνὴ ἥτις παχέα παρὰ φύσιν ἐγένετο καὶ πίειρα καὶ φλέγματος ἐπλήσθη, οὐ κυΐσκεται τούτου τοῦ χρόνου· ἥτις δὲ φύσει τοιαύτη ἐστὶ, κυΐσκεται τουτέων ἕνεκεν, ἢν μή τι ἄλλο κωλύῃ αὐτήν.

[22] Τῶν γυναικῶν τῇσι πλείστῃσιν ὅταν τὰ ἐπιμήνια μέλλῃ φαίνεσθαι, ὁ στόμαχος αὐτὸς ἑωυτὸν ἀνέσπακε μᾶλλον ἢ ἄλλοτε.

[23] Γυνὴ ἥτις ἀρικύμων ἐοῦσα πέπαυται κυϊσκομένη, φλεβοτομείσθω δὶς τοῦ ἐνιαυτοῦ ἀπὸ τῶν χειρέων καὶ τῶν σκελέων.

[24] ᾟ τινι ὀδύναι ἐν ἰσχίῳ ἢ ἐν κεφαλῇ ἢ ἐν χερσὶν, ἢ ἄλλοθί που τοῦ σώματος, ὅταν δὲ κύῃ, ἐκλείπουσιν, ὁκόταν δ᾿ ἀπολυθῇ ἀπὸ τῶν μητρέων, ἔνεισι, ξυμφέρει τὰ εὐώδεα καὶ πίνειν καὶ προστίθεσθαι πρὸς τὸ στόμα τῆς μήτρης.

[25] Ὅταν τινὰ ἰητρεύῃς γυναῖκα κυήσιος ἕνεκεν, ὁκόταν δοκέῃ κεκαθάρθαι, καὶ τὸ στόμα καλῶς ἔχῃ τῆς μήτρης, λουσάσθω, καὶ σμηξάσθω τὴν κεφαλήν· μὴ ἀλειψάσθω δὲ μηδενί· ἔπειτα ὀθόνιον ἄνοδμον περιθεῖσα περὶ αὐτὰς τὰς τρίχας πεπλυμένον, κεκρυφάλῳ πεπλυμένῳ ἢ μηδενὸς ὄζοντι καταδησάσθω τὸ ὀθόνιον ἐπιθεῖσα πρῶτον· ἔπειτα ἀναπαυέσθω προσθεμένη χαλβάνην πρὸς τὸν στόμαχον, ἑψήσασα καὶ μαλθάξασα πρὸς πῦρ καὶ μὴ ἥλιον· ἔπειτα πρωῒ ἀπολυσαμένη τὸν κεκρύφαλον μετὰ τοῦ ὀθονίου, ὀσφρανθῆναι παρεχέτω τινὶ τὴν αὐτῆς κορυφήν· καὶ ἢν μὲν ὀζέσῃ, καλῶς ἔχει τῆς καθάρσιος· ἢν δὲ μὴ, κακῶς· ἄσιτος δὲ ταῦτα ποιείτω. Καὶ ἢν μὴ τεκνοῦσα ἦ, οὐδέποτε ὀζέσει, οὔτε καθαιρομένη οὔτ᾿ ἄλλως· οὐδ᾿ ἢν κυέουσα προσθῇ, οὐδ᾿ οὕτως ὀζέσει· ἥτις δὲ κυΐσκεται θαμέως καὶ ἀρικύμων ἐστὶ καὶ ὑγιαίνει, ἢν προσθῇς μηδὲ καθῆρας, ὀζέσει αὐτῆς ἡ κορυφὴ, ἄλλο δὲ οὐδέν.

[26] Ὅταν δὲ δοκέῃ καλῶς ἔχειν καὶ δέῃ παρὰ τὸν ἄνδρα ἐλθεῖν, ἡ μὲν γυνὴ ἄσιτος ἔστω, ὁ δὲ ἀνὴρ ἀθώρηκτος, ψυχρῷ λελουμένος καὶ σιτηθεὶς τὰ ξύμφορα· καὶ ἢν γνῷ ξυλλαβοῦσα τὴν γονὴν, μὴ ἔλθῃ τοῦ πρώτου χρόνου πρὸς τὸν ἄνδρα, ἀλλ᾿ ἡσυχαζέτω· γνώσεται δὲ ἢν μὲν ὁ ἀνὴρ φῇ ἀφιέναι, ἡ δὲ γυνὴ ἀγνοῇ ὑπὸ ξηρότητος· ἢν δὲ ἀποδῷ πάλιν ἡ μήτρη τὴν γονὴν ἐς τὰ αἰδοῖα καὶ γένηται ὑγρὴ, πάλιν ξυμμιγέσθω μέχρις ἂν συλλάβῃ.

[27] Γυνὴ ἢν κυΐσκηται μὲν, διαφθείρῃ δὲ δίμηνα τὰ παιδία ἀκριβῶς ἐς τὸν αὐτὸν χρόνον καὶ μήτε πρότερον μήθ᾿ ὕστερον, καὶ τοῦτο πάθῃ δὶς ἢ τρὶς κατὰ ταὐτὰ, καὶ πλέονα ἤν τε τρίμηνα ἤν τε τετράμηνα ἤν τε πλέονα χρόνον γεγονότα διαφθείρῃ κατὰ τὸν αὐτὸν τοῦτον τρόπον, ταύτῃσιν αἱ μῆτραι οὐκ ἐπιδιδόασιν ἐπὶ τὸ μέζον, τοῦ παιδίου αὐξανομένου καὶ ὑπερβάλλοντος ἐκ τοῦ διμήνου ἢ τριμήνου ἢ ὁπηλίκου δήποτ᾿ οὖν· ἀλλὰ τὸ μὲν αὐξάνεται, αἱ δὲ μῆτραι οὐκέτι εἰσὶν ἱκαναὶ, ἀλλὰ κατὰ τοῦτο διαφθείρεται ἐς τὸν αὐτὸν χρόνον. Ταύτῃ χρὴ κλύσαι τὴν μήτρην, καὶ φυσῆσαι ὡς μάλιστα προσθέτοισι φαρμάκοις τοῖσιδε· τῆς σικύης τὴν ἐντεριώνην κόψαντα διασῆσαι· ἔπειτα ἐν μέλιτι ἑφθῷ μῖξαι ὀλίγην πλείονι ὄντι τῷ μέλιτι καὶ σιλφίου ὀλίγον· τὸ δὲ μέλι κάθεφθον ἔστω· τοῦτο περιπλάσαι περὶ μήλην, τὸ πάχος ποιέοντα ὁκόσον παραδέξεται ὁ στόμαχος· προστιθέναι δὲ πρὸς τὸ στόμα τῆς μήτρης καὶ ὦσαι ὅκως ἂν περήσῃ ἐς τὸ εἴσω τῆς μήτρης· ὅταν δὲ ἀποτακῇ τὸ φάρμακον, ἐξελεῖν τὴν μήλην. Καὶ τὸ ἐλατήριον ὧδε ποιέων προστιθέναι, καὶ τῆς κολοκυνθίδος τῆς ἀγρίης ὡσαύτως. Καὶ ἐσθιέτω τοῦτον τὸν χρόνον σκόροδα ὡς πλεῖστα καὶ καυλὸν σιλφίου καὶ ὅ τι φῦσαν ἐμποιέει ἐν τῇ κοιλίῃ. Προστιθέσθω δὲ τὸ προσθετὸν διὰ τρίτης ἡμέρης, ἕως ἂν δοκέῃ καλῶς ἔχειν, καὶ πλῆθος ὁκόσον προσίεται· τὰς δὲ μεταξὺ μαλθακτηρίοισι χρῆσθαι. Ἐπειδὰν δὲ καταστῇ τοῖσι μαλθακτηρίοισι τὸ στόμα τῆς μήτρης, μετὰ τὸ ἐπιφανῆναι ἐπιμείνασαν, ὁκόταν ἤδη ξηρὴ ᾖ, μίγνυσθαι.

[28] ᾟ τινι ἂν ἡ μήτρη ἔμπυος γένηται ἢ μετὰ τόκον ἢ ἐκ διαφθορῆς ἢ ἄλλως πως, καὶ μὴ ἐν τεύχει ἑτέρῳ καὶ χιτῶνι τὸ πῦον ὥσπερ ἐπὶ φύματος ᾖ, ξυμφέρει ταύτῃ μήλην ὑπαλειπτρίδα καθιέναι ἐς τὸ στόμα τῆς μήτρης· ἧσσον γὰρ δεήσεται κλύσιος, εἰ χωρήσειε πρὸς τὴν μήλην· ἔπειτα κάμπας τὰς ἀπὸ τῆς τιθυμαλίδος ξυλλέξας, αἳ δὴ κέντρα ἔχουσιν, αὐτὰς ἀποτάμνειν ἡσυχῇ, ὅκως ἂν ἡ φορβὴ μὴ ἐκρυῇ· ἔπειτα ξηραίνειν αὐτὰς ἐν ἡλίῳ καὶ τρίβειν· καὶ τοὺς σκώληκας δὲ τοὺς κοπρίνους ὡσαύτως ξηραίνειν ἐν τῷ ἡλίῳ, ἔπειτα τρίβειν· καὶ τῆς μὲν κάμπης δύο ὀβολοὺς σταθμῷ αἰγιναίους, τῶν δὲ σκωλήκων διπλάσιον, καὶ ἀννήσου ὀλίγον παραμῖξαι, ἢ τῶν τοιουτοτρόπων τινός· κακῶδες γὰρ γίνεται· ταῦτα δὲ τρίψας λεῖα, δίες οἴνῳ λευκῷ εὐώδει· καὶ ἐπὴν πίῃ, βάρος ἐπιγίνεται καὶ νάρκη ἐμπίπτει ἐν τῇ γαστρί· ἢν οὖν ἐπιγένηται, μελίκρητον ἐπιπινέτω ὀλίγον.

[29] Κυήσιος δὲ καὶ παιδοποιΐης ἥτις δεῖται καὶ ἄτεκνος ἐοῦσα καὶ ἤδη κυήσασα, ἐοῦσα δὲ τεκνοῦσα, ὅταν ὁ στόμαχος σκληρὸς ᾖ, ἄκρος ἢ ὅλος, ἢ ξυμμεμύκῃ, καὶ μὴ ὀρθὸς ᾖ, ἀλλὰ πρὸς τὸ ἰσχίον ἀπεστραμμένος τὸ ἕτερον, ἢ ἐς τὸν ἀρχὸν κεκύφῃ ἢ ἀνεσπάκῃ ἑωυτὸν, ἢ τὸ χεῖλος ἐπιβάλλῃ τοῦ στομάχου ἐφ᾿ ἑωυτὸ, ὁκόθεν οὖν ἢ τρηχὺς καὶ πεπωρωμένος ᾖ, σκληρὸς δὲ γίνεται καὶ ἀπὸ συμμύσιος καὶ ἀπὸ πωρώσιος, ταύτῃσι τὰ ἐπιμήνια οὐ φαίνεται, ἢ ἐλάσσονα τοῦ δέοντος, καὶ διὰ πλέονος χρόνου ἐπιφαίνεται. Ἔστι δὲ ἐν ᾗσι τὰ ἐπιμήνια κατὰ ὑγιείην τοῦ σώματος καὶ τῶν μητρέων τὴν ἔξοδον εὑρίσκεται· καὶ κατά γε τὸ ξύμφυτον καὶ δίκαιον, καὶ ὑπὸ θερμότητος καὶ ὑγρότητος τῶν ἐπιμηνίων τοῦ στομάχου μὴ κάρτα βεβλαμμένου· τὴν δὲ γονὴν διὰ τοῦτο οὐ δέχεται κατὰ τὴν βλάβην, ἥτις ἂν κωλύῃ ἀπὸ τοῦ στομάχου μὴ καλῶς ἔχοντος τοῦ δέχεσθαι. Ταύτῃ χρὴ, πυριήσαντα τὸ σῶμα ὅλον, δοῦναι πιεῖν φάρμακον, καὶ καθαρὴν ποιήσασθαι τοῦ σώματος πρῶτον, ἤν τε ἄνω καὶ κάτω δέηται, ἤν τε ἄνω μοῦνον· καὶ ἢν μὲν ἄνω διδῷς τὸ φάρμακον, μὴ πυριῇν πρότερον τῆς καθάρσιος· πυριήσας δὲ μεταπῖσαι κάτω· ἢν δὲ μὴ δοκέῃ δεῖσθαι ἀνωτερικοῦ, προπυριήσας, κάτω πῖσαι. Ὅταν δὲ δοκέῃ καλῶς ἔχειν καθάρσιος τὸ σῶμα, μετὰ τοῦτο πυριῇν τὰς μήτρας, ἐγκαθίζοντα αὐτὰς πυκνὰ ἐν ὅτῳ ἂν δοκέῃ ξυμφέρειν· ἐπιβάλλειν δὲ ἐς τὸ πυρίημα κυπαρίσσου ῥινήματα καὶ δάφνης φύλλα κόψας· καὶ λούειν πολλῷ καὶ θερμῷ. Ὅταν δὲ νεόλουτος ᾖ καὶ νεοπυρίητος, ἀνευρύνειν τὸ στόμα τῆς μήτρης τῇ μήλῃ τῇ κασσιτερίνῃ, καὶ ἀνορθοῦν ὅπη ἂν δέηται, ἢ μολιβδίνῃ, ἀρξάμενος ἐκ λεπτῆς, εἶτα παχυτέρῃ, ἢν παραδέχηται, ἕως ἂν δοκέῃ καλῶς ἔχειν· βάπτειν δὲ τὰς μήλας ἐν ἑνὶ τῶν μαλθακτηρίων διειμένῳ ὅ τι ἂν δοκέῃ ξυμφέρειν, ὑγρὸν ποιήσας· τὰς δὲ μήλας ποιέειν ὄπισθεν κοίλας, εἶτα περὶ ξύλοισι μακροτέροισιν ἁρμόσαι, καὶ οὕτω χρῆσθαι. Τὸν δὲ χρόνον τοῦτον πινέτω, καθεψοῦσα ἐν οἴνῳ εὐώδει λευκῷ καὶ ὡς ἡδίστῳ γλυκεῖ, δαῖδα ὡς πιοτάτην κατασχίσασα λεπτὰ, καὶ σελίνου καρπὸν κόψασα καὶ κυμίνου αἰθιοπικοῦ καρπὸν καὶ λιβανωτὸν ὡς κάλλιστον· τουτέου πινέτω νῆστις ὁκόσον ἂν δοκέῃ μέτριον εἶναι πλῆθος, ἡμέρας ὁκόσας ἂν δοκέῃ ἅλις ἔχειν· καὶ ἐσθιέτω σκυλάκια ἑφθὰ καὶ πουλύποδα ἐν οἴνῳ ἑφθὸν ἢ γλυκεῖ· καὶ τοῦ ζωμοῦ πινέτω, καὶ κράμβην ἑφθὴν, καὶ οἶνον λευκὸν ἐπιπινέτω, καὶ μὴ διψήτω· καὶ λουέσθω θερμῷ δὶς τῆς ἡμέρης· σιτίων δὲ ἀπεχέσθω τοῦτον τὸν χρόνον. Μετὰ δὲ τοῦτο, ἢν μὲν χωρέῃ κατὰ τὸν στόμαχον καὶ φαίνηταί τι ἔξω καθάρσιος, πίνειν τε ἔτι τοῦ πόματος ἡμέρην μίην καὶ δύο, καὶ τῇσι μήλῃσι παύεσθαι χρεομένους, καὶ πειρῆσθαι καθαίρειν τὰς μήτρας προσθέτοισι φαρμάκοισιν. ᾟτινι δὲ τοῦ στομάχου ὀρθοῦ καὶ μαλθακοῦ καὶ ὑγιέος ἐόντος καὶ καλῶς ἔχοντος καὶ ἐν τῷ δέοντι κειμένου τὰ ἐπιμήνια μὴ φαίνεται πάμπαν ἢ ἐλάσσονα καὶ διὰ πλείονος χρόνου καὶ μὴ ὑγιεινὰ, τὴν νοῦσον ἀνευρὼν ἥν τινα ἔχουσιν αἱ μῆτραι, ἤν τε καὶ τὸ σῶμα ξυμβάλληταί τι, ἐξευρὼν τὸ αἴτιον ἀφ᾿ οὗπερ οὐ κυΐσκεται· καὶ ὅτε οὕτως ἔχει, τὴν ἴησιν ποιέεσθαι προσφέρων ἣν δέχεται θεραπηΐην, ἀρχόμενος ἐξ ἰσχυρῶν, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, τελευτᾷν δὲ ἐς μαλθακώτερα, ἕως ἂν δοκέῃ καλῶς ἔχειν καθάρσιος ἡ μήτρη καὶ ὁ στόμαχος καθεστηκέναι ὀρθῶς ἔχων καὶ ἐν τῷ ἐξαρκέοντι κείμενος. Ἢν δὲ ἀπὸ τοῦ ποτοῦ καὶ φαρμάκου μὴ προχωρήσῃ, μηδὲ πινούσης χρόνον τὸν μέτριον, τουτέου μὴ παύεσθαι τοῦ πόματος· ὅταν δὲ καλῶς ἔχῃ τοῦ ἀπὸ τῶν μηλέων ἔργου, μαλθάξαι τὸ στόμα τοῦ στομάχου, καὶ ποιῆσαι ὅκως ἀναχανεῖται ἐς ὁδὸν τῷ προσθέτῳ, ἀπὸ θυμιητῶν τε φαρμάκων καὶ μαλθακτηρίων. Ὅταν δὲ δοκέῃ καλῶς ἔχειν μαλθάξιος καὶ θυμιήσιος, προστιθεὶς φάρμακον, κάθαρσιν ποιέεσθαι τῆς μήτρης ὡς ἂν δοκέῃ καλῶς ἔχειν, ἀρχόμενος ἐκ μαλθακῶν ἐπὶ ἰσχυρότερα, τελευτῶν δὲ αὖθις ἐς μαλθακὰ εὐώδεα· τῶν γὰρ ἰσχυρῶν φαρμάκων τὰ πλεῖστα ἑλκοῖ τὸν στόμαχον καὶ δάκνει· ἔπειτα τόν τε στόμαχον καθιστᾷν ἐς ὀρθὸν καὶ ὑγιέα καὶ καλῶς ἔχοντα πρὸς τὴν δέξιν τῆς γονῆς, καὶ τὴν μήτρην ξηρὴν ποιέειν καὶ φῦσαν ἐμποιέειν. Ἢν γυνὴ δοκέῃ ὑπὸ πιμελῆς τὰς μήτρας βεβλάφθαι ἐς τὴν κύησιν, λεπτύνειν ὡς μάλιστα καὶ ἰσχναίνειν πρὸς τοῖσιν ἄλλοισιν.

[30] Ὥρη δὲ ἐαρινὴ ἀρίστη κυήσιος· ὁ δὲ ἀνὴρ μὴ μεθυσκέσθω, μηδὲ οἶνον λευκὸν πινέτω, ἀλλ᾿ ὅστις ἰσχυρότατος καὶ ἀκρητέστατος· καὶ σιτία ὡς ἰσχυρότατα· καὶ μὴ θερμολουτείτω· ἰσχυέτω δὲ καὶ ὑγιαινέτω· καὶ σιτίων ἀπεχέσθω τῶν μὴ ξυμφερόντων τῷ πρήγματι.

[31] Ὅταν βούληται ἄρσεν φυτεύειν, τῶν ἐπιμηνίων ἀποληγόντων ἢ ἐκλελοιπότων μίγνυσθαι· καὶ ὠθέειν ὡς μάλιστα ἕως ἂν ἐκμιαίνηται· ὅταν δὲ θῆλυ βούληται γενέσθαι, ὅταν πλεῖστα ἐπιμήνια ἔῃ τῇ γυναικὶ, καὶ ἔτι δ᾿ ἐόντων, τὸν δὲ ὄρχιν τὸν δεξιὸν ἀποδῆσαι ὡς ἂν μάλιστα καὶ ἀνέχεσθαι δύνηται· ἐπὴν δὲ ἄρσεν βούληται φυτεύειν, τὸν ἀριστερὸν ἀποδῆσαι.

[32] Στόμαχος μήτρης ἀπὸ μὲν θυμιημάτων ξυμμεμυκὼς ἀναχάσκει· ἀπὸ δὲ τῶν μαλθακτηρίων μαλθάσσεται. Θυμιῇν δὲ λωτοῦ φλοιὸν, σπέρμα δάφνης καὶ φύλλα χλωρὰ κεκομμένα, λιβανωτὸν, σμύρναν, ἀρτεμισίης καρπὸν ἢ φύλλα· καὶ ἄννησον κόψας ἢ στέαρ καὶ κηρὸν καὶ θεῖον καὶ κυπαρίσσου σπέρμα, πευκεδάνου ῥίζαν, μυρσίνης φύλλα χλωρὰ κεκομμένα, κάστορος ὄρχιν, ὀνίδας ἄρσενος ὄνου, σκόροδα, στύρακα, ὑὸς στέαρ· κἂν ἀπεστραμμένον ᾖ τὸ στόμα, τουτέοισι θυμιῇν· ἀναχάσκει μὲν οὖν οὕτως καὶ στρέφεται. Μαλθάσσειν δὲ ἀπὸ τουτέων τὸ στόμα τῆς μήτρης· σανδαράκην, στέαρ αἰγὸς, ὀπὸν συκέης, ὀπὸν σιλφίου, κυκλαμίνου χυλὸν, θαψίην, ὀπὸν τιθυμάλου, καρδάμου καρπὸν, ποίην ἣ καλεῖται πέπλος, κάστορος ὄρχιν, λίνου καρπὸν, λίτρον, ἄρου ῥίζαν, σταφίδα ἀγρίην, καλαμίνθης φύλλα χλωρὰ, στρουθίου καρπὸν, σκίλλης τὸ ἐκ τοῦ μέσου.

[33] Φάρμακα μαλθακτήρια, καὶ πρὸς τὸ ἰσχυρὴν κάθαρσιν γενέσθαι ἀνακινῆσαι· θαψίης ῥίζαν, μυελὸν βοὸς, χήνειον στέαρ, ῥόδινον· ταῦτα τρίψασα καὶ ἀναζέσασα προστιθέσθω ἡμέρας τέσσαρας· καὶ πινέτω πράσου χυλὸν, καὶ οἶνον γλυκὺν λευκόν· καὶ ῥητίνην, καὶ ἔλαιον χλιερὸν, καὶ κύμινον, λίτρον, μέλι ἐν ῥυπαρῷ εἰρίῳ χρήσθω ἡμέρας τέσσαρας, πίνουσα σελίνου καρπὸν, καὶ λιβανωτοῦ πυρίνας πέντε, καὶ κύμινον αἰθιοπικὸν ἐν οἴνῳ λευκῷ ἀκρήτῳ γλυκεῖ· καὶ λουέσθω δὶς τῆς ἡμέρης. Σμύρνα, λίβανος, βοὸς χολὴ, ῥητίνη τερεβινθίνη ἢ νέτωπον· τουτέων ἴσον ἑκάστου μίξασα προστιθέσθω ἐν εἰρίῳ καθαρῷ ἢ ῥάκει λεπτῷ· βάψασα δὲ τὸ ῥάκος ἐν μύρῳ λευκῷ αἰγυπτίῳ εὐώδει καὶ ἀποδήσασα λίνῳ, λουσαμένη, προστιθέσθω. Καὶ πώλυπον φλάσασα ἐσθιέτω, καὶ πινέτω σελίνου καρπὸν καὶ ἀσπαράγου, καὶ οἶνον λευκὸν τρὶς τῆς ἡμέρης νῆστις ἐοῦσα. Σμύρνα, κασίη, λιβανωτὸς, κιννάμωμον, νέτωπον· τουτέων ἑκάστου ἴσον ἐν εἰρίῳ ἢ βαλάνους ποιέουσα προστιθέσθω. Ἄλλο· κολοκύνθης ἀγρίης τὸ ἔνδον, κύμινον πεφρυγμένον, ἀνήθου καρπὸν, κυπαρίσσου ῥίζαν, ταῦτα τρίψας λεῖα, μέλιτι ἑφθῷ φυρήσας, βαλάνους ποιέων, δίδου προστιθέναι· καὶ πινέτω γλυκυσίδης ῥίζαν, σελίνου καρπὸν, ὀπὸν σιλφίου, οἶνον. Τὸ βόλβιον δὲ καὶ αὐτὸ καθαίρει προστιθέμενον. Καὶ σμύρναν πρώτην, ἄνθος ὀλίγον ἐν οἴνῳ λευκῷ εὐώδει προστίθει. Φάρμακα προσθετὰ εἰς τὸ μήτρην καθῆραι ἐπιτηδειότατα· λαβὼν ἄνθος χαλκοῦ καὶ λίτρου τρίτον μέρος, μέλιτι ἑφθῷ φυρήσας, βαλάνους ποιῆσαι, ὁκόσαι ἂν δοκέωσι μέτριαι εἶναι μέγεθος καὶ πάχος, οὕτω προστίθει πρὸς τὸ στόμα τῆς μήτρης· ἢν δὲ βούλῃ ἰσχυρότερον εἶναι, ἐλατήριον παραμῖξαι καὶ τὸ ἄνθος μοῦνον, καὶ οὕτω ποιέων δίδου προστίθεσθαι· καὶ κράδης παραμιγνύναι φλοιὸν ξύων καὶ τρίβων λεῖον, ὅταν τὸ στόμα δοκέῃ ξηρότερον εἶναι τῆς μήτρης, τὸ ἥμισυ ὡσαύτως. Ἄλλο· τρίψας ἐλατήριον καὶ ἄνθος χαλκοῦ λεῖα, δύο μοίρας ἄνθους, ἐλατηρίου δὲ μίαν, ταῦτα δίεσθαι· κυκλαμίνου τρίψας, ταύτῃ ἀναμῖξαι, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι· καὶ ποιησαμένην προσθετὰ προστίθεσθαι ἐν εἰρίῳ. Προσθετὸν λευκὰ καθαῖρον· ἀρτεμισίην τὴν ποίην, λίτρον, κυκλάμινον ἡμίξηρον, κύμινον. Ἕτερον, τὰ αὐτὰ καθαίρει· ἀρτεμισίην ποίην χλωρὴν τρίψας καὶ σμύρνης τρίτον μέρος, οἴνου ἀναμίξας εὐώδεος, εἰρίῳ λευκῷ περιελίξας αὐτὸ, ἐν οἴνῳ τε βρέξας, δὸς προστίθεσθαι. Ὅταν δὲ χαλῶσιν αἱ μῆτραι, λίτρον, σικύης ἐντεριώνην, κυκλάμινον ἡμίξηρον ἐν εἰρίῳ προστίθει. Προσθετὰ παντοῖα καθαίρειν δυνάμενα· σταφίδα ἀγρίην τρίψας χλωρὴν, περιπλάσας, ἀρτεμισίης ποίης τρίψας τὰ φύλλα, ἐν μέλιτι ἑφθῷ πλάσας, καὶ ξηρήνας ἐν σκιῇ, ἀπὸ τουτέου ποιέει προσθετὰ, καὶ δίδου τῇ γυναικὶ προστίθεσθαι. Ἄλλο· ἄνθος μιγνὺς χαλκοῦ ἢ στυπτηρίην αἰγυπτίην, διεὶς τῇ κυκλαμίνῳ, ὥσπερ τὰ πρότερα ἐν μέλιτι ἑφθῷ πλάσας, ἢ ἐν ἰσχάδι ποιήσας, καὶ σμύρνην ὀλίγην. Ἄλλο· τὴν κυκλάμινον τρίψας, λευκῷ οἴνῳ εὐώδει παραμίξας, ἐν ῥάκει δήσας ὡς λεπτοτάτῳ καθαρῷ, δίδου προστίθεσθαι. Ἄλλο· κυκλάμινον ἡμίξηρον, λίτρον, κανθαρίδας, στέαρ, σανδαράκην.

[34] Περὶ παρθένου· παρθένῳ ὁκόταν, τὰ ὡραῖα μὴ γένηται, χολᾷ καὶ πυρεταίνει καὶ ὀδυνᾶται, διψῇ καὶ πεινῇ, καὶ ἐξεμεῖ, καὶ μαίνεται καὶ πάλιν σωφρονέει, κινέονται αἱ μῆτραι, καὶ ὁκόταν μὲν πρὸς τὰ σπλάγχνα τράπωνται, ἐξεμεῖν καὶ πυρέσσειν καὶ παραφρονεῖν αὐτῇ ἔρχεται· ὅταν δὲ ἀπολίπωσιν, πεινῇ καὶ διψῇ, καὶ ἠπίαλος πυρετὸς ἔχει. Χρὴ ταύτῃσιν ἀρνακίδας προστιθέναι θερμὰς πρὸς τὴν γαστέρα, καὶ ὑποκαπνίζειν ἐς αὐτὰ τὰ αἰδοῖα ὅτι μάλιστα ἐπ᾿ ἀμφορέως αὐχένι καθίσας· σμύρνης ὅσον κύαμον, λιβανωτὸν δὶς ὅσον, τοῦτο μίξας καὶ ζέας ἐρηριγμένας, ὁμοῦ θυμιῇν, καὶ ἐπὶ τὸ πῦρ ἐπιβάλλων, νῆστις ὡς μάλιστα, καὶ λούειν πολλῷ θερμῷ.

[35] Προσθετόν· αἰγυπτίην στυπτηρίην μαλθακῷ εἰρίῳ περιειλήσασα προστιθέσθω. Ἄλλο· ἀρτεμισίην τρίψας ἐν οἴνῳ τε λευκῷ δεύσας δίδου προστιθέναι.

[36] Νεοτόκῳ γυναικί· ῥόδινον, σμύρναν, κηρὸν μίξαντα ἐν εἰρίῳ δοῦναι προστίθεσθαι· ὅταν δέ οἱ προσπέσωσιν αἱ μῆτραι, τὰ ξηρὰ καὶ στρυφνὰ προσφέρειν καὶ πίνειν καὶ προσέχειν.

[37] Σῦκον μέλαν, σκόροδον, λίτρον, κύμινον, ταῦτα πάντα τρίψας λεῖα, ἐν εἰρίῳ δοῦναι προστίθεσθαι. Ἕτερον· σηπίης ὄστρακον κόψας λεῖον, ἐς οἶνον δεύσας, ἐν λαγωοῦ θριξὶ καὶ εἰρίῳ προστίθεσθαι.

[38] Ἢν δὲ μετὰ τόκον τὰς ὑστέρας ἀλγέῃ, πτισάνην καὶ πράσα καὶ στέαρ αἴγειον ἑψήσασα, ῥοφείτω τούτου ὡς ὀλίγιστον.

[39] Προσθετόν· λίτρον, κύμινον, σύκου τὸ ἴσον. Καθαρτήριον προσθετὸν καὶ μαλθακτήριον· νέτωπον, ῥόδινον μύρον, χηνὸς ἄλειφαρ, ἐς ὀθόνια λεπτά.

[40] Ἢν τὰ ἐπιμήνια πολλὰ γένηται, γλυκυσίδης κόκκους τοὺς μέλανας δὶς ἑπτὰ πίνειν ἐν οἴνῳ δυσὶ κυάθοις.

[41] Ἢν δὲ ἐξέρχωνται αἱ μῆτραι πυκνὰ, βρέξας ὕδατι χλιερῷ τὰς μήτρας, ὑπτίην ἀνακλίνας, μίξας σίδιον, κηκίδα, ῥοῦν τὴν ἐρυθρὴν, ἐν οἴνῳ λευκῷ διατρίψας, τούτῳ χρίσας, ἐντιθέναι· ἔπειτα πῖσαι δάφνης φύλλα ἐν οἴνῳ αὐστηρῷ.

[42] Ὅταν γυνὴ κύουσα προσρέηται, ὀνίδα ξηρὴν καὶ μίλτον καὶ ὄστρακον σηπίης τρίψασα λεῖα, ἐν ῥάκει ἀποδήσασα, προστιθέναι.

[43] Ἢν δὲ μὴ καθαρθῇ, ἐλατήριον ἐν οἴνῳ λευκῷ ὅσον κυάθῳ τρίψας ὀβολὸν ἀττικὸν, διδόναι πίνειν, καὶ καθαριεῖται.


Περὶ Ἐγκατατομῆς Ἐμβρύου

ΠΕΡΙ ΕΓΚΑΤΑΤΟΜΗΣ ΕΜΒΡΥΟΥ.

[1] Περὶ δὲ τῶν μὴ κατὰ τρόπον κυϊσκομένων, ἀλλ᾿ ἐγκατατεμνομένων οὕτως· πρῶτον μὲν ἐπὶ τὴν γυναῖκα σινδόνα ἐπιβαλὼν, κατάζωσον ἀνωτέρω τῶν μαζῶν, καὶ τὴν κεφαλὴν κατακαλύψαι χρὴ τῇ σινδόνι, ὅκως μὴ ὁρῶσα φοβῆται ὅ τι ἂν ποιήσῃς. Ἢν οὖν ἐξίσχῃ τὴν χεῖρα τὸ ἔμβρυον πλάγιον παραπεσὸν, τῆς χειρὸς ἐπιλαβόμενος προάγειν ἔξω ἐπιχείρει ὡς μάλιστα, παραδεῖραι δὲ τὸν βραχίονα, καὶ ἀποψιλώσας τὸ ὀστέον, ἰχθύην περίδησον περὶ τοὺς δακτύλους τῆς χειρὸς τοὺς δύο, ὅκως μὴ ἀπολισθάνοι ἡ σάρξ· μετὰ δὲ ταῦτα τὸν ὦμον περισάρκισον καὶ ἄφελε κατὰ τὸ ἄρθρον· ἔπειτα τὴν κεφαλὴν κατὰ φύσιν παρώσας, ὑπεξάγειν ἔξω τὴν κεφαλὴν τοῦ ἐμβρύου· τῷ δὲ δακτύλῳ τὸ ἔμβρυον εἴσω ἀπῶσαι· ἢ μαχαιρίῳ διὰ τῶν πλευρέων ἢ διὰ τῆς κληῗδος, ὅκως τὴν φῦσαν ἀφῇ καὶ ξυμπέσῃ τὸ ἔμβρυον καὶ ἡ ἔξοδος αὐτέῳ εὐπετεστέρη ᾖ· τὴν δὲ κεφαλὴν, ἢν μὲν δύνησαι κατὰ φύσιν ἔξω ὦσαι· ἢν δὲ μὴ, ξυμφλάσαι, καὶ οὕτως ὑπεξαγαγεῖν ἔξω τὸ ἔμβρυον. Ἔπειτα θερμῷ πολλῷ καταχέας καὶ ἀλείψας ἐλαίῳ, κατακεῖσθαι κελεύειν ἐπαλλάξασαν τὼ πόδε, καὶ μεταπῖσαι οἶνον γλυκὺν καὶ λευκὸν κεράσας εὐζωρότερον, καὶ ῥητίνην, μέλιτι διατρίψας, μίξας τῷ οἴνῳ, διδόναι πιεῖν· τὰ δ᾿ ἄλλα θεραπεύειν ὥσπερ λεχὼ, κατὰ τὰ εἰρημένα.

[2] Ὅταν δὲ τῇ τικτούσῃ γυναικὶ πλάγιον παραπέσῃ τὸ ἔμβρυον, γίνεται δὲ ὁκόταν στρέφηται τοιόνδε, ὁ ὀμφαλὸς περὶ τὸν τράχηλον περιελίσσεται καὶ ἐπίσχει τὴν ἔξοδον τοῦ ἐμβρύου, καὶ ἐς τὸ ἰσχίον ἐπεμβάλλει τὴν κεφαλὴν, καὶ ἡ χεὶρ ὡς ἐπιτοπουλὺ ἔξω γίνεται. Ἢν μὲν οὖν ἤδη τεθνηκὸς ἔξω γένηται, τοῦτο προσημαίνει· ᾗσι δὲ μὴ ἔξω ἡ χεὶρ τοῦ ἐμβρύου, ὡς ἐπιτοπουλὺ ζῇ τὸ ἔμβρυον· κίνδυνος δὲ καὶ οὕτως.

[3] Ἔνιαι δὲ καὶ τὰ λόχια πρὸ τοῦ ἐμβρύου ἀφιᾶσιν, ὥστε ἀναγκαῖον τὴν ὠδῖνα ξηρὰν εἶναι καὶ ἐπίπονον· ὅσαι δὲ τὰ λόχια μὴ προκαθαίρονται, ῥᾷον ἀπαλλάττουσιν ἐν τῷ τόκῳ.

[4] Ἀνασείειν δὲ δεῖ ὧδε· σίνδονα ὑποστορέσαντα, ἀνακλῖναι τὴν γυναῖκα, καὶ ἑτέρην ἐπιβαλεῖν ὅκως ἂν τὸ αἰδοῖον κεκρυμμένον ᾖ, καὶ περικαλύψαι περὶ ἑκάτερον τὸ σκέλος τὴν σίνδονα καὶ περὶ ἑκάτερον τὸ γυῖον· γυναῖκας δὲ δύο λαβέσθαι τοῦ σκέλεος ἑκατέρου, καὶ τῆς χειρὸς ἑκατέρης ἑτέρας γυναῖκας δύο· ἔπειτα διασείειν λαβούσας ἐγκρατέως, μὴ ἔλασσον ἢ δεκάκις· ἔπειτα δὲ ἐς κλίνην ἀνακλῖναι τὴν γυναῖκα ἐπὶ κεφαλήν· τὰ δὲ σκέλεα ἄνω ἔχειν, καὶ τὰς γυναῖκας πάσας λαβέσθαι τοῖν σκελέοιν, ἀφείσας δὲ τὰς χεῖρας· ἔπειτα σείειν πολλάκις ποιεῖν τὰς γυναῖκας ἐπὶ τοὺς ὤμους, ἀναβολὰς ἐπὶ τὴν κλίνην, ὅκως ἐς τὴν εὐρυχωρίην ἐπανασεισθὲν τὸ ἔμβρυον στραφῇ καὶ δύνηται ἐπὶ φύσιν ἰέναι. Καὶ ἢν ἔχῃ δίκταμνον κρητικὸν, μεταπῖσαι δός· εἰ δὲ μὴ, κάστορος ἐνεψῆσαι τῷ οἴνῳ χίῳ.

[5] Ἢν δὲ αἱ ὑστέραι ἔξω χωρέωσι, ἤν τε ἐκ πόνου, ἤν τε ἐκ τόκου, ἢν μὲν οὖν παραλάβῃς νεωστὶ παθούσας, ἄξιον ἐπιχειρεῖν· εἰ δὲ μὴ, ἐῇν. Ποιέειν δὲ χρὴ ὧδε· ἐπιταμὼν τὸν ὑμένα τῆς ὑστέρης κατὰ φύσιν καὶ κατὰ πλάγιον, τρῖψαι ὀθονίῳ ὡς φλεγμαίνῃ, κᾆτα ἀλείψας φώκης ἐλαίῳ ἢ πίσσῃ, καταπλάσας ἅμα κυτίνοισι, καὶ μαλθακοὺς σπόγγους οἴνῳ ῥήνας, προσθεὶς, ἀναδῆσαι ἐκ τῶν ὤμων· καὶ ἀνακείσθω ὡς ἀνωτάτω τὰ σκέλεα ἔχουσα, ἐσθιέτω δὲ σιτία μέτρια.


Περὶ Ἀνατομῆς

ΠΕΡΙ ΑΝΑΤΟΜΗΣ.

[1] Ἀρτηρίη ἐξ ἑκατέρου φαρυγγέθρου τὴν ἔκφυσιν ποιευμένη ἐς ἄκρον πνεύμονος τελευτᾷ, κρίκοις ξυγκειμένη ὁμορυσμοῖς, τῶν περιηγέων ἁπτομένη κατ᾿ ἐπίπεδον ἀλλήλων. Αὐτὸς δὲ ὁ πνεύμων συνεξαναπληροῖ τὴν χέλυν, τετραμμένος ἐς τὰ ἀριστερὰ, πέντε ὑπερκορυφώσιας ἔχων, ἃς δὴ καλέουσι λοβοὺς, τεφρίνης χροιῆς τυχὼν, στίγμασιν ὀφρυόεσι κεκεντημένος, φύσει ἐὼν τενθρηνιώδης. Μέσῳ δ᾿ αὐτέῳ ἡ καρδίη ἐγκαθίδρυται, στρογγυλωτέρη καθεστεῶσα πάντων ζώων. Ἀπὸ δὲ τῆς καρδίης ἐς ἧπαρ βρογχίη πολλὴ καθήκει, καὶ μετὰ βρογχίης φλὲψ μεγάλη καλευμένη, δι᾿ ἧς οὖλον τὸ σκῆνος τρέφεται. Τὸ δὲ ἧπαρ ὁμορυσμίην μὲν ἔχει τοῖς ἄλλοις ἅπασιν, αἱμοῤῥωδέστερον δέ ἐστι τῶν ἄλλων, ὑπερκορυφώσιας ἔχον δύο, ἃς καλέουσι πύλας, ἐν δεξιοῖς τόποις κειμένας· ἀπὸ δὲ τουτέου σκαλήνη φλὲψ ἐπὶ τὰ κάτω νεφρῶν ἀποτείνουσα. Νεφροὶ δὲ ὁμοιορυσμοὶ, τὴν χροιὴν δὲ ἐναλίγκιοι μήλοισιν· ἀπὸ δὲ τουτέων ὀχετοὶ σκαληνοειδέες ἄκρην κορυφὴν κύστιος κεῖνται. Κύστις δὲ νευρώδης οὔλη καὶ μεγάλη· ἕκαθεν δὲ κύστιος μετοχὴ, εἰς ὃ πέφυκε. Καὶ τὰ μὲν ἓξ ἀνὰ μέσον ἐντὸς φύσις ἐκοσμήθη. Οἰσοφάγος δὲ ἀπὸ γλώσσης τὴν ἀρχὴν ποιεύμενος ἐς κοιλίην τελευτᾷ, ὃν δὴ καὶ ἐπὶ σηπτικῆς κοιλίης στόμαχον καλέουσιν. Πρὸς δὲ ἀκάνθης ὄπισθεν ἥπατος φρένες πεφύκασιν. Ἐκ δὲ πλευρῆς νόθης, λέγω δὲ ἀριστερῆς, σπλὴν ἀρξάμενος ἐκτέταται ὁμοιορυσμὸς ἴχνει ποδός. Κοιλίη δὲ ἥπατι παρακειμένη κατ᾿ εὐώνυμον μέρος οὐλομελής ἐστι νευρώδης. Ἀπὸ δὲ κοιλίης πέφυκεν ἔντερον ὁμοιορυσμὸν, μικρὸν, πηχέων οὐκ ἔλασσον δώδεκα, ἑλικηδὸν ἐν κόλποις ἐνειλούμενον, ὃ καλέουσιν ἔνιοι κῶλον, δι᾿ οὗ ἡ παραφορὰ τῆς τροφῆς γίνεται. Ἀπὸ δὲ κώλου πέφυκεν ἀρχὸς λοίσθιος, σάρκα περιπληθέα ἔχων, ἐς ἄκρον δακτυλίου τελευτῶν. Τὰ δὲ ἄλλα ἡ φύσις διετάξατο.


Περὶ Ὀδοντοφυΐης

ΠΕΡΙ ΟΔΟΝΤΟΦΥΙΗΣ.

[1] Τὰ φύσει εὔτροφα τῶν παιδίων οὐκ ἀνάλογον τῆς σαρκώσεως καὶ τὸ γάλα θηλάζει.

[2] Τὰ βορὰ καὶ πολὺ ἕλκοντα γάλα οὐ πρὸς λόγον σαρκοῦται.

[3] Τὰ πουλὺ διουρέοντα τῶν θηλαζόντων ἥκιστα ἐπιναύσια.

[4] Ὁκόσοισι πολλὴ φέρεται ἡ κοιλίη καὶ εὐπεπτοῦσιν, ὑγιεινότερα· ὁκόσοισιν ὀλίγη, βοροῖσιν ἐοῦσι καὶ μὴ ἀνάλογον τρεφομένοισιν, ἐπίνοσα.

[5] Ὁκόσοισι δὲ πουλὺ γαλακτῶδες ἀπεμεῖται, κοιλίη ξυνίσταται.

[6] Ὁκόσοισιν ἐν ὀδοντοφυίῃ ἡ κοιλίη πλείω ὑπάγει, ἧσσον σπᾶται ἢ ὅτῳ ὀλιγάκις.

[7] Ὁκόσοισιν ἐπὶ ὀδοντοφυίῃ πυρετὸς ὀξὺς ἐπιγίγνεται, ὀλιγάκις σπῶνται.

[8] Ὁκόσα ὀδοντοφυεῦντα εὔτροφα μένει καταφορικὰ ἐόντα, κίνδυνος σπασμὸν ἐπιλαβεῖν.

[9] Τὰ ἐν χειμῶνι ὀδοντοφυεῦντα, τῶν ἄλλων ὁμοίων ἐόντων, βέλτιον ἀπαλλάσσει.

[10] Οὐ πάντα τὰ ἐπὶ ὀδοῦσι σπασθέντα τελευτᾷ· πολλὰ δὲ καὶ διασώζεται.

[11] Τὰ μετὰ βηχὸς ὀδοντοφυεῦντα χρονίζει· ἐν δὲ τῇ διακεντήσει, ἰσχναίνεται μᾶλλον.

[12] Ὁκόσα ἐν τῷ ὀδοντοφυέειν χειμῶνας ἔχει, ταῦτα καὶ προσεχόντως ἠγμένα ῥᾷον φέρει ὀδοντοφυίαν.

[13] Τὰ διουρεῦντα πλέον ἢ διαχωρεῦντα πρὸς λόγον εὐτροφώτερα.

[14] Ὁκόσοισιν οὐρεῖται μὴ πρὸς λόγον, κοιλίη δὲ πυκνῶς ὠμὸν ἐκ παιδίων παρηθεῖ, ἐπίνοσα.

[15] Τὰ εὔυπνα καὶ εὔτροφα πουλὺ ἀναλαμβάνειν καὶ παράκειται οὐχ ἱκανῶς διῳκημένον.

[16] Τὰ παρεσθίοντα ἐν τῷ θηλάζειν ῥᾷον φέρει ἀπογαλακτισμόν.

[17] Τὰ πολλάκις παρηθεῦντα δίαιμον καὶ ἄπεπτον κατὰ κοιλίην, πλεῖστα τῶν ἐν πυρετῷ ὑπνώδεα.

[18] Τὰ ἐν παρισθμίοις ἕλκεα ἄνευ πυρετῶν γιγνόμενα ἀσφαλέστερα.

[19] Ὁκόσοισιν ἐν τῷ θηλάζειν τῶν νηπίων βὴξ προσίσταται, σταφυλὴν εἴωθε μείζονα ἔχειν.

[20] Ὁκόσοισι ταχέως ἐν παρισθμίοις νομαὶ ἐφίστανται, τῶν πυρετῶν μενόντων καὶ βηχίων, κίνδυνος πάλιν γενέσθαι ἕλκεα.

[21] Τὰ παλινδρομήσαντα ἐν ἰσθμίοις ἕλκεα τοῖσιν ὁμοίοισι κινδυνώδη.

[22] Τοῖσι παιδίοισιν ἀξιολόγοις ἕλκεσιν ἐν παρισθμίοισι, καταπινομένων, σωτηρίας ἐστὶν, ὁκόσα δὴ μᾶλλον τῶν πρότερον μὴ δυναμένων καταπίνειν.

[23] Ἐν παρισθμίοισιν ἕλκεσι, πουλὺ τὸ χολῶδες ἀνεμεῖσθαι ἢ κατὰ κοιλίαν ἔρχεσθαι, κινδυνῶδες.

[24] Ἐν τοῖσιν ἐν παρισθμίοισιν ἕλκεσιν, ἀραχνιῶδές τι ἐὸν οὐκ ἀγαθόν.

[25] Ἐν τοῖσιν ἐν παρισθμίοισιν ἕλκεσι μετὰ τοὺς πρώτους χρόνους διαῤῥεῖν φλέγμα διὰ τοῦ στόματος, πρότερον οὐκ ὂν, χρήσιμον, ὅμως ἀνακτέον· ἢν δὲ ἄρξηται ξυνδιδόναι, πάντως ἀσμενιστέον· τὸ δὲ μὴ οὕτως διαῤῥέον εὐλαβητέον.

[26] Ῥευματιζομένοις παρίσθμια κοιλίη κατενεχθεῖσα πλείω λύει τὰς ξηρὰς βῆχας· παιδίοισιν ἀνενεχθέν τι πεπεμμένον πλείω λύει.

[27] Τὰ πουλὺν χρόνον ἐν παρισθμίοις ἕλκεα ἀναυξῆ μένοντα ἀκίνδυνα πρὸ τῶν πέντε ἢ ἓξ ἡμερέων.

[28] Τὰ πουλὺ γάλα τῶν θηλαζόντων ἀναλαμβάνοντα, ὡς τὸ πουλὺ ὑπνώδη.

[29] Τὰ μὴ εὐτροφέα τῶν θηλαζόντων ἄτροφα καὶ δυσανάληπτα.

[30] Ἕλκεα ἐν θέρει γιγνόμενα ἐν παρισθμίοις, χείρονα τῶν ἐν τῇσιν ἄλλῃσιν ὥρῃσιν· τάχιον γὰρ νέμεται.

[31] Τὰ περὶ σταφυλὴν νεμόμενα ἕλκεα ἐν παρισθμίοισιν, σωζομένοισι τὴν φωνὴν ἀλλοιοῖ.

[32] Τὰ περὶ φάρυγγα νεμόμενα ἕλκεα χαλεπώτερα καὶ ὀξύτερα, ὡς ἐπιπολὺ δύσπνοιαν ἐπιφέρει.


Περὶ Ἀδένων

ΠΕΡΙ ΑΔΕΝΩΝ.

[1] Περὶ δὲ ἀδένων οὐλομελίης ὧδε ἔχει. Φύσις μὲν αὐτέῃσι σπογγώδης, ἀραιαὶ μὲν καὶ πίονες, καὶ ἔστιν οὔτε σαρκία ἴκελα τῷ ἄλλῳ σώματι, οὔτε ἄλλο τι ὅμοιον τῷ σώματι, ἀλλὰ ψαφαρὰ καὶ φλέβας ἔχει συχνάς· εἰ δὲ διατάμοις, αἱμοῤῥαγίη λάβρος· τὸ εἶδος λευκαὶ καὶ οἷον φλέγμα, ἐπαφομένῳ δὲ οἷον εἴρια· κἢν ἐργάσῃ τοῖς δακτύλοις ἐπιπουλὺ βιησάμενος, ἡ ἀδὴν ὑγρὸν ἀφίησιν ἐλαιῶδες, καὶ αὐτὴ θρύπτεται πολλὰ καὶ ἐξαπόλλυται.

[2] Πονέουσι δὲ οὐ κάρτα, ἀλλὰ τῷ ἄλλῳ σώματι, ἐπὴν πονέωσι δὲ, ἢ δι᾿ ἰδίην νοῦσον· παῦρα δὲ καὶ τῷ σώματι ξυμπονέουσιν. Αἱ νοῦσοι φύματα γίνονται, καὶ χοιράδες ἀναπηδῶσι, καὶ πῦρ ἔχει τὸ σῶμα· πάσχουσι δὲ ταῦτα, ἐπὴν ὑγρασίης πληρωθῶσι τῆς ἐπὶ τοῦ ἄλλου σώματος ἐπιῤῥεούσης εἰς αὐτάς· ἐπιῤῥέει δὲ ἐκ τοῦ ἄλλου σώματος διὰ τῶν φλεβῶν, αἳ δι᾿ αὐτῶν τέτανται πολλαὶ καὶ κοῖλαι, ὥστε ἀκολουθεῖν τὸ ὑγρὸν ὅ τι ἂν ἕλκωσιν εὐπετέως ἐς αὐτάς· κἢν πουλὺ ἔῃ καὶ νοσῶδες ἡ ῥοὴ, ξυντείνουσιν αἱ ἀδένες ἐπὶ σφᾶς τὸ ἄλλο σῶμα· οὕτω πυρετὸς ἐξάπτεται, καὶ ἀείρονται καὶ φλογῶσιν αἱ ἀδένες.

[3] Ἀδένες δὲ ὕπεισιν ἐν τῷ σώματι πλείους ἢ μείζους ἐν τοῖσι κοίλοισιν αὐτέου καὶ ἐν τοῖσιν ἄρθροισι, καὶ ὁκόσα ἐν τοῖσιν ἄλλοισιν ὑγρηδὸν, καὶ κατὰ τὰ αἱματώδεα χωρία· αἱ μὲν ὡς τὸ ἐπιῤῥέον ἄνωθεν ἐς τὰ κοῖλα ἐπιδεχόμεναι ἐπὶ σφέας ἕλκωσιν, αἱ δὲ ὥστε τὴν αὖθις γινομένην ὑπὸ τῶν πόνων ὑγρασίην ἐκδεχόμεναι, ἐξαρύωσι τὴν πληθὺν, ἥντινα μεθίησι τὰ ἄρθρα. Οὕτω πλάδος οὐκ ἔνι ἐν τῷ σώματι· εἰ γάρ τι καὶ γίνοιτο παραυτίκα, οὐκ ἂν ἐπιγίνοιτο πλάδος ὀπίσω· καταναισιμοῦται γὰρ καὶ τὸ πουλὺ καὶ τὸ ὀλίγον ἐς τὰς ἀδένας.

[4] Καὶ οὕτω τὴν πλεονεξίην τοῦ ἄλλου σώματος αἱ ἀδένες κέρδος ποιεύμεναι, τροφὴ ξύντροφος αὐτέῃσίν ἐστιν· ὥστε ὅκου τελματώδεα, ἐκεῖ καὶ ἀδένες σημεῖον, ὅκου ἀδὴν, ἐκεῖ καὶ τρίχες· ἡ γὰρ φύσις ποιέει ἀδένας καὶ τρίχας, ἄμφω χρέος τωὐτὸ λαμβάνουσιν, αἱ μὲν ἐς τὸ ἐπιῤῥέον, ὡς καὶ ἔμπροσθεν εἴρηται· αἱ δὲ τρίχες τὴν ἀπὸ τῶν ἀδένων ἐπικαιρίην ἔχουσαι φύονταί τε καὶ αὔξονται, ἀναλεγόμεναι τό τε περισσὸν καὶ ἐκβρασσόμενον ἐπὶ τὰς ἐσχατιάς. Ὅκου δὲ αὖον ἐὸν τὸ σῶμα, οὔτε ἀδὴν οὔτε θρίξ· τὰ δὲ ἁπαλὰ καὶ πονεύμενα καὶ κάθυγρα, ἀδὴν ὧδε καὶ τρίχες· ἀδένες δὲ καὶ κατὰ τοῖν οὐάτοιν ἔνθα καὶ ἔνθα ἑκατέρωθεν κατὰ τὰς σφαγὰς τοῦ τραχήλου, τρίχες τε ἐνταῦθα ἑκατέρωθεν· ἐπὶ ταῖς μασχάλῃσιν ἀδένες καὶ τρίχες· βουβῶνες καὶ ἐπίσειον ἰκέλως μασχάλῃσιν, ἀδὴν καὶ τρίχες. Ταῦτα μὲν κοῖλα τῶν ἐν τῷ σώματι καὶ ῥηΐδια ἐς περιουσίην ὑγροῦ· καὶ γὰρ πονέει ταῦτα καὶ κινέεται μάλιστα τῶν ἐν τῷ σώματι.

[5] Τὰ δ᾿ ἄλλα ὁκόσα ἀδένας ἔχει μοῦνον, οἷον ἔντερα, ἔχει γὰρ καὶ ταῦτα ἀδένας ἐς τὸ ἐπίπλοον μείζονας, τρίχας οὐκ ἔχει. Καὶ γὰρ ἐν τοῖσι τέλμασι τῆς γῆς καὶ καθύγροισιν οὐ φύεται τὸ σπέρμα οὔτ᾿ ἐθέλει ἀναβαίνειν τῆς γῆς ἄνω, ἀλλ᾿ ἀποσήπεται καὶ ἀποπνίγεται τῇ πλεονεξίῃ· βιῆται γὰρ τὸ σπέρμα. Βιῆται δὲ καὶ ἐν τοῖσιν ἐντέροισιν ἡ πληθὺς καὶ τὸ ὑγρὸν πουλὺ, καὶ οὐκ ἂν φύσαι τρίχας. Αἱ δὲ ἀδένες μείζονες ἤ κου ἄλλοθι τοῦ σώματος· καὶ νέμονται αἱ ἀδένες ἐν τοῖσιν ἐντέροισιν ἐκπιεζόμεναι τὸν πλάδον, τὰ δὲ ἔντερα ἐκ τῶν τευχέων ἐς τὰ ἐπίπλοα ἐκδέχεται καὶ καθίησι τὴν ὑγρασίην· τὸ δὲ ἐπίπλοον διαδιδοῖ τῇσιν ἀδένεσιν.

[6] Ἔχουσι δὲ καὶ οἱ νεφροὶ ἀδένας· καὶ γὰρ οὗτοι κορίσκονται πολλῆς ὑγρασίης· μείζους δὲ αἱ ἀδένες ταύτῃ ἢ αἱ ἄλλαι ἀδένες ἐοῦσαι· οὐ γὰρ ἐμπίνεται τοῖσι νεφροῖσι τὸ ὑγρὸν τὸ ἐπιῤῥέον, ἀλλὰ διαῤῥέει ἐπὶ κύστιν κάτω, ὥστε ὅ τι ἂν ἀποκερδάνωσιν ἀπὸ τῶν ὀχετῶν, τοῦτο ἕλκουσι πρὸς σφέας.

[7] Καὶ ἄλλαι δέ εἰσιν ἐν τῷ σώματι ἀδένες σμικραὶ καὶ πάνυ, ἀλλ᾿ οὐ βούλομαι ἀποπλανᾷν τὸν λόγον· ἐς γὰρ τὰς ἐπικαίρους ἡ γραφή. Νῦν δὲ ἀναβήσομαι τῷ λόγῳ, καὶ ἐρέω περὶ ἀδένων οὐλομελίης τραχήλου· τράχηλος τὰ μέρεα αὐτοῦ ἑκάτερα ἔνθα καὶ ἔνθα ἀδένας ἔχει, καὶ παρίσθμια καλέονται αἱ ἀδένες αὗται· χρείη τοιήδε· ἡ κεφαλὴ ὑπέρκειται ἄνω κοίλη ἐοῦσα καὶ περιφερὴς καὶ πλήρης τῆς περὶ αὐτὴν ἀπὸ τοῦ ἄλλου σώματος ὑγρασίης· καὶ ἅμα ἀναπέμπει τὸ σῶμα ἀτμοὺς ἐς τὴν κεφαλὴν παντοίους ἄνω, οὓς αὖθις ἡ κεφαλὴ ὀπίσω ἀφίησιν· οὐ γὰρ δύναται ἐμμένειν τὸ ἐπιῤῥέον οὐκ ἔχον ἔνθα ἕδρην, ἢν μὴ τὴν κεφαλὴν πονέῃ, τότε οὐκ ἀνίησιν, ἀλλ᾿ αὐτοῦ κρατέει· ἐπὴν δὲ ἀνῇ τὴν ἕλξιν ἐς τὰς ἀδένας, ἡ ῥοὴ γίνεται, καὶ οὐδὲν λυπέει τὸ ῥεῦμα, ἔστ᾿ ἂν ὀλίγον τε ᾖ καὶ ξύμμετρον καὶ ἐγκρατέες ἔωσιν αἱ ἀδένες· ἢν γὰρ πουλὺ ἐπιῤῥυῇ δριμὺ, ἢν μὲν ᾖ δριμὺ καὶ κολλῶδες, φλεγμαίνει καὶ ἀνοιδίσκεται καὶ ξυντείνει ὁ τράχηλος, καὶ οὕτω προΐει ἐς οὖς· κἢν μὲν ἐς ἑκάτερα τὰ μέρεα, ἑκάτερον· ἢν δὲ ἐς θάτερον, πονέει θάτερον· ἢν δὲ ᾖ φλεγματῶδες καὶ πουλὺ καὶ ἀργὸν ἡ ῥοὴ, φλεγμαίνει δὲ καὶ ὧδε· καὶ ἡ φλεγμονὴ, στάσιμον ἐὸν ὑγρὸν, χοιράδες ἐγγίνονται· αὗται χείρους αἱ νοῦσοι τραχήλου.

[8] Μασχάλῃσι δὲ ξυῤῥέει μὲν καὶ ἐνταῦθα, ἀλλ᾿ ὅταν πλῆθος ᾖ, δριμεῖς ἰχῶρες, καὶ ὧδε γίνονται φύματα. Κατὰ ταὐτὰ καὶ ἐν τοῖσι βουβῶσιν ἕλκει τὴν ἀπὸ τῶν ὑπερκειμένων ὑγρασίην ἡ ἀδήν· ἄλλως εἰ πλῆθος λάβοι, βουβωνοῦται καὶ διαπυΐσκεται καὶ φλεγμαίνει ἰκέλως μασχάλῃσί τε καὶ τραχήλῳ· τὰ δ᾿ αὐτά οἱ δοκέει παρέχειν ἀγαθὰ καὶ κακά. Καὶ ταῦτα μὲν ἀμφὶ τῶνδε.

[9] Τὰ δὲ ἔντερα ἔχει κόρον πουλὺν ἀπό τε σιτίων καὶ ποτῶν· ἔχει δὲ καὶ τὴν ὑπὸ τοῦ δέρματος ὑγρασίην· αὕτη πᾶσα ἀπαναισιμοῦται ἰκέλη τῆς πρόσθεν· νούσους δὲ οὐ ποιεῖ τὰ πολλὰ, ὅκως περ καὶ ἐν τοῖσιν ἄρθροισι γίνεται· συχναὶ γάρ τοι ἀδένες καὶ ἀναπετέες, καὶ οὐ κοῖλαι, καὶ οὐ πουλὺ πλῆθος ἐπαυρισκόμεναι ἡ ἑτέρη τῆς ἑτέρης, ἐπεὶ μᾶλλον πλεονεκτεῖν ἐθέλουσα οὐδὲ μίη τότε πλῆθος ἔχειν δύναται, ἀλλ᾿ ὀλίγον ἑκάστη ξυῤῥέον ἐς τὸ ἄρθρον ἐς πολλὰ διαιρεόμενον· ἰσότης ἐστὶν αὐτέῃσιν.

[10] Ἡ κεφαλὴ καὶ αὕτη τὰς ἀδένας ἔχει, τὸν ἐγκέφαλον ἴκελον ἀδένι· ἐγκέφαλος γὰρ καὶ λευκὸς καὶ ψαφαρὸς, ὅκως περ καὶ ἀδένες, καὶ ταὐτὰ ἀγαθὰ τῇσιν ἀδέσι ποιεῖ τὴν κεφαλὴν ἐοῦσαν, διὰ τὰ εἰρημένα μοι, τιμωρέων ὁ ἐγκέφαλος ἀποστερέει τὴν ὑγρασίην, καὶ ἐπὶ τὰς ἐσχατιὰς ἔξω ἀποστέλλει τὸ πλέον ἀπὸ τῶν ῥοῶν. Μείζων δ᾿ ὁ ἐγκέφαλος τῶν ἄλλων ἀδένων, καὶ αἱ τρίχες μείζους ἢ αἱ ἄλλαι τρίχες· μείζων τε γὰρ ὁ ἐγκέφαλος καὶ ἐν εὐρυχωρίῃ κέεται τῇ κεφαλῇ.

[11] Ποιέει δὲ νούσους καὶ ἥσσονας καὶ μείζονας ἢ αἱ ἄλλαι ἀδένες· ποιέει δὲ, ὁκόταν ἐς τὰ κάτω τοῦ σώματος τὴν σφετέρην πλεονεξίην ἀποστείλῃ. Ῥόοι δὲ ἀπὸ κεφαλῆς ἕως ἀποκρίσιος, δι᾿ ὤτων κατὰ φύσιν, δι᾿ ὀφθαλμῶν, διὰ ῥινῶν· τρεῖς οὗτοι· καὶ ἄλλοι δι᾿ ὑπερώης ἐς φάρυγγα, ἐς στόμαχον· ἄλλοι διὰ φλεβῶν ἐπὶ νωτιαῖον, ἐς τὰ ἰσχία, οἱ πάντες ἑπτά.

[12] Οὗτοι τοῦ τε ἐγκεφάλου λύματά εἰσιν ἀπιόντες· καὶ εἰ μὴ ἀπίοιεν, νοῦσος αὐτέῳ. Οὕτω δὲ καὶ τῷ ἄλλῳ σώματι, ἢν ἐς τὰ ἔνδον ἀπίωσι καὶ μὴ ἔξω, καὶ αὐτοῖς ὄχλος πουλὺς, κἀνδόθεν ἑλκοῖ, καὶ δριμὺ μὲν εἰ πρόοιτο ὁ ἐγκέφαλος ῥεῦμα, τὰς ἐπιῤῥοὰς ἐσθίει καὶ ἑλκοῖ· καὶ τὸ μὲν ἐπιὸν ἢν ᾖ πλῆθος κατιὸν ἅλις, οὐκ ἀνέχει ὁ ῥόος, ἔστ᾿ ἂν ἐσαρύηται τὴν πληθὺν τοῦ κατιόντος· καὶ τὸ μὲν ἐπιῤῥέον ἀποπέμπων ἔξω, ἕτερον δὲ ἐσδεχόμενος, ἐς τὸ ὅμοιον αἰεὶ καθιστάμενος· τά τε ὑγρὰ ἕλκει καὶ ποιέει νούσους. Ἄμφω δὲ ἐν ἀκηδίῃ καταγυιοῖ τὴν φύσιν· καὶ ἢν πάθῃ, δύ᾿ ἐστὸν κακία· τὰ μὲν γὰρ πάθη τῆς φύσεως, οἱ προειρημένοι ῥόοι δυσφορέουσι τὸ πλῆθος, καὶ ὀδάξονται τὸ ἄλογον καὶ οὐ ξύνηθες ὄν· ὁ δὲ ἐγκέφαλος πῆμα ἴσχει καὶ αὐτὸς οὐχ ὑγιαίνων· ἀλλ᾿ εἰ μὲν δάκνοιτο, τάραχον πουλὺν ἴσχει, καὶ ὁ νόος ἀφραίνει, καὶ ὁ ἐγκέφαλος σπᾶται καὶ ἕλκει τὸν ὅλον ἄνθρωπον, ἐνίοτε δ᾿ οὐ φωνέει καὶ πνίγεται, ἀποπληξίη τῷ πάθει τοὔνομα. Ἄλλοτε δὲ δριμὺ μὲν οὐ ποιέει αὐτὸ τὸ ῥεῦμα, πλῆθος δ᾿ ὂν τὸ ἐμπεσὸν, πονέει τοῦτο, καὶ ἡ γνώμη ταράττεται, καὶ περίεισιν ἀλλοῖα φρονῶν καὶ ἀλλοῖα ὁρέων· φέρων τὸ ἦθος τῆς νούσου σεσηρόσι μειδιήμασι καὶ ἀλλοκότοισι φαντάσμασιν.

[13] Ἄλλος ῥόος ἐπ᾿ ὀφθαλμοὺς, ὀφθαλμίαι, καὶ οἰδέουσιν αἱ ὄψεις. Εἰ δὲ ἐπὶ ῥῖνας ὁ κατάῤῥους, ὀδάξονται μυκτῆρας, καὶ ἄλλο οὐδὲν δεινόν· αἵ τε γὰρ ὁδοὶ τουτέων εὐρέες καὶ ἱκαναὶ τιμωρέειν σφίσιν· πρὸς δὲ καὶ ἀσύστροφον τὸ ἀπιὸν αὐτέῃσι. Τὰ δὲ οὔατα σκολιὸς μὲν πόρος καὶ στεινός· ὁ δ᾿ ἐγκέφαλος πλησίον αὐτέου αὐτοῖσιν ἐμπιέζεται· νοσέων δὲ τὴν νοῦσον ταύτην, τὰ πολλὰ ἀποκρίνει κατὰ τὸ οὖς ἀπὸ τῆς πυκινῆς ῥοῆς ἀνὰ χρόνον, ὤρισταί τε, καὶ ῥέει δυσῶδες πῦον. Οὕτως ἐς τὰ ἔξω δῆλοι τῷ ὀφθαλμῷ ῥόοι καὶ οὐ πάμπαν θανατώδεες.

[14] Ἢν δὲ ὀπίσῳ τὸ ῥεῦμα ᾖ δι᾿ ὑπερώης, τὸ ἀφικόμενον φλέγμα ἐς τὴν κοιλίην, ῥέουσι μὲν καὶ αἱ κοιλίαι τούτων, νοσέουσι δὲ οὔ· ἀναμένοντος κάτω τοῦ φλέγματος, εἰλεοί. Τὰ πάθη χρόνια, ἄλλοις δι᾿ ὑπερώης ἐπὶ φάρυγγα, ἢν πουλὺ ῥυῇ καὶ ἐπὶ πουλὺ, αἱ νοῦσοι φθινάδες· κορίσκονται γὰρ τοῦ φλέγματος οἱ πνεύμονες, καὶ γίνεται τὸ πῦον· τοῦτο διεσθίει τοὺς πνεύμονας, καὶ οἱ νοσέοντες οὐ ῥάϊον περιγίνονται· καὶ ἡ γνώμη τοῦ ἰητροῦ, καὶ ἢν ἀγαθὸς καὶ ἢν ἀγχίνοος, τὰ πόλλ᾿ ἀξυνετέει τῆς προφάσιος. Ἄλλη νοῦσος διὰ φλεβῶν ἐπὶ νωτιαῖον ἀπὸ κατάῤῥου κεφαλῆς· ἀΐσσει δὲ ἐνταῦθα ἐπὶ ἱερὸν ὀστέον, ἄγων τὴν ἐπιῤῥοὴν ὁ νωτιαῖος, καὶ ἐναπέθετο τῇσι κοτύλῃσι τῶν ἰσχίων· ἰσχία καὶ ἢν ποιέῃ φθίσιν, καὶ μαραίνεται ὁ ἄνθρωπος ὅδε καὶ ὧδε, καὶ ζώειν οὐκ ἐθέλει· ταχὺ γὰρ πονέει τὴν σπάθην, καὶ ἅμα τὼ πόδε καὶ μηρὼ παρέπονται, καὶ αἰεὶ τελέως ὄλλυνται χρόνῳ πολλῷ μελεδαινόμενοι, καὶ οὕτως ἀπηύδηκε καὶ θνήσκει. Ταῦτά μοι περὶ ῥόων ἀπὸ κεφαλῆς εἴρηται.

[15] Καὶ πάθεα ἐγκεφάλου καὶ ἄλλαι νοῦσοι, παραφροσύναι καὶ μανίαι, καὶ πάντα ἐπικίνδυνα, καὶ πονέει ὁ ἐγκέφαλος καὶ αἱ ἄλλαι ἀδένες· ἔχει γὰρ καὶ τόνον καὶ ἄλλη ξύνοδος ἐνταῦθα πάλιν τοῦ σώματος.

[16] Ἀλλὰ καὶ ἀδένες ἐν τοῖσι στήθεσι μαζοὶ καλέονται, καὶ διαίρονται γάλα ποιέουσιν· οἷς δὲ οὐ ποιέουσι γάλα, οὔ· ποιέουσι μὲν αἱ γυναῖκες, οἱ δὲ ἄνδρες οὐ ποιέουσι. Τῇσι μὲν γυναιξὶν ἀραιή τε ἡ φύσις κατὰ τῶν ἀδένων, ὥσπερ τὸ ἄλλο σῶμα, καὶ τὴν τροφὴν, ἥν τινα ἕλκουσιν ἐπὶ σφᾶς, ἀλλοιοῦσιν ἐς τὸ γάλα· καὶ ἀπὸ τῆς μήτρης παραγίνεται ἐπὶ τοὺς μαζοὺς ἐς τὴν μετὰ τὸν τόκον τῷ παιδίῳ τροφὴν, ἥν τινα ἀποπιέζει καὶ ὑπερβάλλει τὸ ἐπίπλοον ἐς τὰ ἄνω, στενοχωρούμενον ὑπὸ τοῦ ἐμβρύου. Τοῖσι δὲ ἄῤῥεσι καὶ ἡ στενοχωρίη καὶ ἡ πυκνότης τοῦ σώματος μέγα συμβάλλεται μὴ εἶναι μεγάλας τὰς ἀδένας· τὸ γὰρ ἄῤῥεν ναστόν ἐστι καὶ οἷον εἷμα πυκνὸν καὶ ὁρέοντι καὶ ἐπαφομένῳ· τὸ δὲ θῆλυ ἀραιὸν καὶ χαῦνον καὶ οἷον εἴριον ὁρέοντι καὶ ἐπαφομένῳ· ὥστε τὴν ὑγρασίην οὐ μεθίησι τὸ ἀραιὸν καὶ μαλθακόν· τὸ δὲ ἄρσεν οὐκ ἄν τι προσδέξαιτο, πυκνόν τε ἐὸν καὶ ἀστεργὲς, καὶ ὁ πόνος κρατύνει αὐτοῦ τὸ σῶμα, ὥστε οὐκ ἔχει δι᾿ οὗ λήψεται τὸ τῶν περισσῶν. Οὕτως ἀναγκάζει ὅδε ὁ λόγος καὶ στήθεα καὶ μαζοὺς καὶ τὸ ἄλλο σῶμα τῇσι γυναιξὶ χαῦνα καὶ μαλακὰ εἶναι καὶ διὰ τὴν ἀργίην καὶ διὰ τὰ προειρημένα· τοῖσι δὲ ἀνδράσι τὰ ἐναντία.

[17] Ποιέουσι καὶ μαζοὶ φύματα, φλεγμονὰς, τὸ γάλα ἀποσήποντες· ἀγαθὰ δὲ ἔχουσι τοῖσιν ἔμπροσθεν ὅμοια· ἀποστερίζουσι τὴν πλεονεξίην τοῦ ἄλλου σώματος. Μαρτύριον τῇσι γυναιξὶν, ᾗσιν ἀφαιρεῖται νούσῳ ἢ ἄλλῃ τινὶ ξυμφορᾷ μαζός· καὶ ἡ φωνὴ θρασεῖα, καὶ ὑγρὰ εἰς στόμαχον, καὶ πτυελίζουσι, καὶ τὴν κεφαλὴν ἀλγέουσι, καὶ ἀπὸ τῶνδε νοσέουσιν· ἰὸν γὰρ ἀπὸ τῆς μήτρης καὶ ἐπιῤῥέον τὸ γάλα, ὥσπερ μεθίει καὶ ἔμπροσθεν ἐς τὰ ἄνω τεύχεα, τὰ οἰκεῖα οὐκ ἔχον τεύχεα, συντυγχάνει τοῖσι κυρίοις τοῦ σώματος, καρδίῃ, πνεύμονι, καὶ ἀποπνίγονται.


Περὶ Σαρκῶν

ΠΕΡΙ ΣΑΡΚΩΝ.

[1] Ἐγὼ τὰ μέχρι τοῦ λόγου τούτου κοινῇσι γνώμῃσι χρέομαι ἑτέρων τε τῶν ἔμπροσθεν, ἀτὰρ καὶ ἐμεωυτοῦ· ἀναγκαίως γὰρ ἔχει κοινὴν ἀρχὴν ὑποθέσθαι τῇσι γνώμῃσι βουλόμενον ξυνθεῖναι τὸν λόγον τόνδε περὶ τῆς τέχνης τῆς ἰητρικῆς. Περὶ δὲ τῶν μετεώρων οὐδὲ δέομαι λέγειν, ἢν μὴ τοσοῦτον ἐς ἄνθρωπον ἀποδείξω καὶ τὰ ἄλλα ζῶα, ὁκόσα ἔφυ καὶ ἐγένετο, καὶ ὅ τι ψυχή ἐστιν, καὶ ὅ τι τὸ ὑγιαίνειν, καὶ ὅ τι τὸ κάμνειν, καὶ ὅ τι τὸ ἐν ἀνθρώπῳ κακὸν καὶ ἀγαθὸν, καὶ ὅθεν ἀποθνήσκει. Νῦν δὲ ἀποφαίνομαι αὐτὸς ἐμεωυτοῦ γνώμας.

[2] Δοκέει δέ μοι ὃ καλέομεν θερμὸν, ἀθάνατόν τε εἶναι καὶ νοέειν πάντα καὶ ὁρῇν καὶ ἀκούειν καὶ εἰδέναι πάντα ἐόντα τε καὶ ἐσόμενα· τοῦτο οὖν τὸ πλεῖστον, ὅτε ἐταράχθη πάντα, ἐξεχώρησεν εἰς τὴν ἀνωτάτω περιφορήν· καὶ ὀνομῆναί μοι αὐτὸ δοκέουσιν οἱ παλαιοὶ αἰθέρα. Ἡ δευτέρα μοῖρα κάτωθεν, αὐτὴ καλέεται μὲν γῆ, ψυχρὸν καὶ ξηρὸν καὶ πουλὺ κινοῦν· καὶ ἐν τουτέῳ ἔνι δὴ πουλὺ τοῦ θερμοῦ. Ἡ δὲ τρίτη μοῖρα ἡ τοῦ ἠέρος μέσον χωρίον εἴληφε θερμόν τι ὂν καὶ ὑγρόν. Ἡ δὲ τετάρτη ἡ τοῦ ἐγγυτάτω πρὸς τῇ γῇ ὑγρότατόν τε καὶ παχύτατον.

[3] Κυκλεομένων δὲ τουτέων, ὅτε συνεταράχθη, ἀπελείφθη τοῦ θερμοῦ πουλὺ ἐν τῇ γῇ ἄλλοθι καὶ ἄλλοθι, τὰ μὲν μεγάλα, τὰ δὲ ἐλάσσω, τὰ δὲ καὶ πάνυ σμικρὰ, πλῆθος πολλά. Καὶ τῷ χρόνῳ ὑπὸ τοῦ θερμοῦ ξηραινομένης τῆς γῆς, ταῦτα καταληφθέντα περὶ αὐτὰ σηπεδόνας ποιέει οἷόν περ χιτῶνας. Καὶ πολλῷ χρόνῳ θερμαινόμενον, ὁκόσον μὲν ἐτύγχανεν ἐκ τῆς γαίης σηπεδόνος λιπαρόν τε ἐὸν καὶ ὀλίγιστον τοῦ ὑγροῦ ἔχον, τάχιστα ἐξεκαύθη καὶ ἐγένετο ὀστέα. Ὁκόσα δὲ ἐτύγχανε κολλωδέστερα ἐόντα καὶ τοῦ ψυχροῦ μετέχοντα, ταῦτα δὲ θερμαινόμενα οὐκ ἠδύνατο ἐκκαυθῆναι, οὐδὲ μὴν τοῦ ὑγροῦ γενέσθαι· διὰ τοῦτο εἰδέην ἀλλοιοτέρην ἔλαβε τῶν ἄλλων καὶ ἐγένετο νεῦρα στερεά· οὐδὲ γὰρ ἐνῆν πολὺ τοῦ ψυχροῦ αὐτῷ. Αἱ δὲ φλέβες τοῦ ψυχροῦ εἶχον πουλύ· καὶ τούτου τοῦ ψυχροῦ τὸ μὲν πέριξ ὅσον κολλωδέστατον ἦν, ὑπὸ τοῦ θερμοῦ ἐξοπτηθὲν, μήνιγξ ἐγένετο, τὸ δὲ ψυχρὸν ἐὸν κρατηθὲν ὑπὸ τοῦ θερμοῦ διελύθη καὶ ἐγένετο ὑγρὸν διὰ τοῦτο. Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ἡ φάρυγξ καὶ ὁ στόμαχος καὶ ἡ γαστὴρ καὶ τὰ ἔντερα ἐς τὸν ἀρχὸν κοῖλα ἐγένοντο· τοῦ γὰρ ψυχροῦ αἰεὶ θερμαινομένου τὸ μὲν πέριξ ἐξωπτήθη ὅσον αὐτὸ κολλῶδες ἦν, καὶ ἐγένετο χιτὼν ὁ περὶ αὐτὸν μήνιγξ, τὸ δὲ ἐντὸς τοῦ ψυχροῦ, οὐ γὰρ ἔην ἐν αὐτῷ οὔτε λιπαρὸν οὔτε κολλῶδες πουλὺ, διετάκη καὶ ἐγένετο ὑγρόν. Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ἡ κύστις, πουλὺ ψυχρὸν ἀπολειφθὲν, τὸ πέριξ αὐτοῦ ὑπὸ τοῦ θερμοῦ θερμαινόμενον διελύθη καὶ ἐγένετο ὑγρόν· οὐ γὰρ ἔην ἐν αὐτῷ οὔτε τοῦ λιπαροῦ οὔτε τοῦ κολλώδεος· ὅσον δὲ περιῆν χιτὼν ἐγένετο. Ἀτὰρ καὶ περὶ τῶν ἄλλων, ὅσα κοῖλα, τὸν αὐτὸν ἔχει τρόπον· ὅκου μὲν ἦν τοῦ κολλώδεος πλέον ἢ τοῦ λιπαροῦ, χιτὼν μήνιγξ ἐγένετο· ὅκου δὲ τοῦ λιπαροῦ πλέον ἢ τοῦ κολλώδεος, ὀστέα ἐγένετο. Ωὐτὸς δὲ λόγος καὶ τῶν ὀστέων· ὅκου μὲν μὴ ἐνῆν τοῦ κολλώδεος, τοῦ δὲ λιπαροῦ καὶ τοῦ ψυχροῦ, ἐξεκαίετο θᾶσσον διὰ τὸ λιπαρὸν, καὶ ταῦτα τῶν ὀστέων καὶ σκληρότατα καὶ στριφνότατα· ὅκου δὲ λιπαρὸν καὶ κολλῶδες παραπλήσια, ταῦτα δὲ τῶν ὀστέων σηραγγώδεα. Περὶ μὲν τουτέων οὕτως· τὸ μὲν ψυχρὸν πήγνυσιν· τὸ δὲ θερμὸν διαχέει, ἐν δὲ τῷ πολλῷ καὶ ξηραίνει χρόνῳ· ὅκου δὲ ἂν τοῦ λιπαροῦ ξυνίῃ τι, τουτέοισι θᾶσσον ἐκκαίει καὶ ξηραίνει· ὅκου δὲ ἂν τὸ κολλῶδες ξυνίῃ τῷ ψυχρῷ ἄνευ τοῦ λιπαροῦ, οὐκ ἐθέλει ἐκκαίεσθαι, ἀλλὰ τῷ χρόνῳ θερμαινόμενον πήγνυται.

[4] Ὁ δὲ ἐγκέφαλός ἐστι μητρόπολις τοῦ ψυχροῦ καὶ τοῦ κολλώδεος, τὸ δὲ θερμὸν τοῦ λιπαροῦ μητρόπολις· θερμαινόμενον γὰρ, τὸ πρῶτον πάντων διαχεόμενον λιπαρὸν γίνεται, καὶ διὰ τοῦτο ἐγκέφαλος ὅτι ὀλίγιστον ἔχει τοῦ λιπαροῦ, τοῦ δὲ κολλώδεος πλεῖστον, οὐ δύναται ἐκκαυθῆναι ὑπὸ τοῦ θερμοῦ, ἀλλ᾿ ἐν τῷ χρόνῳ χιτῶνα μήνιγγα παχείην ἔλαβε· περὶ δὲ τὴν μήνιγγα ὀστέα ὁκόσον τὸ θερμὸν ἐκράτησε, καὶ ἐν ὅσοισι τοῦ λιπαροῦ ἐνῆν. Καὶ ὁ μυελὸς ὁ καλεόμενος νωτιαῖος καθήκει ἀπὸ τοῦ ἐγκεφάλου· καὶ οὐκ ἐστὶν ἐν αὐτῷ τοῦ λιπαροῦ ἢ τοῦ κολλώδεος πουλὺ, ὥσπερ καὶ τῷ ἐγκεφάλῳ· διὰ τοῦτο οὐκ ἂν δικαίως καὶ αὐτῷ εἴη μυελὸς οὔνομα· οὐ γὰρ ὅμοιος τῷ ἄλλῳ μυελῷ, ὡς ἐν τοῖσιν ἄλλοισιν ὀστοῖσιν ἔνι· μοῦνος γὰρ μήνιγγας ἔχει, ὁ δὲ ἄλλος οὐκ ἔχει. Τεκμήρια δὲ τουτέων σαφέα, εἴ τις ἐθέλοι ὀπτᾷν νευρώδεά τε καὶ κολλώδεα, καὶ τὰ ἄλλα δέ· τὰ μὲν ἄλλα ταχὺ ὀπτᾶται, τὰ δὲ νευρώδεά τε καὶ κολλώδεα οὐκ ἐθέλει ὀπτᾶσθαι· ἐλάχιστον γὰρ ἔχει τοῦ λιπαροῦ· τὸ δὲ πιότατον καὶ λιπαρὸν τάχιστα ὀπτᾶται.

[5] Τὰ δὲ σπλάγχνα ὧδέ μοι δοκέει ξυστῆναι· περὶ μὲν οὖν τῶν φλεβῶν εἴρηταί μοι πρότερον· ἡ δὲ καρδίη πουλὺ τοῦ κολλώδεος καὶ τοῦ ψυχροῦ ἔχει· καὶ ὑπὸ τοῦ θερμοῦ θερμαινόμενον, κρέας ἐγένετο σκληρὸν καὶ γλίσχρον, καὶ μήνιγξ περὶ αὐτὴν, καὶ ἐκοιλώθη οὐχ ὥσπερ φλέβες, καί ἐστιν ἐπὶ τῆς κεφαλῆς τῆς φλεβὸς τῆς κοιλοτάτης. Δύο γάρ εἰσι κοῖλαι φλέβες ἀπὸ τῆς καρδίης· τῇ μὲν οὔνομα ἀρτηρίη· τῇ δὲ κοίλη φλὲψ, πρὸς ᾗ ἡ καρδίη ἐστίν· καὶ πλεῖστον ἔχει τοῦ θερμοῦ ἡ καρδίη, ᾗ ἡ κοίλη φλέψ, καὶ ταμιεύει τὸ πνεῦμα. Πρὸς δὲ τούτοιν τοῖν φλεβοῖν ἄλλαι κατὰ τὸ σῶμα· ἡ δὲ κοιλοτάτη φλὲψ, πρὸς ᾗ ἡ καρδίη, διὰ τῆς κοιλίης ἁπάσης διήκει καὶ διὰ τῶν φρενῶν, καὶ σχίζεται ἐς ἑκάτερον τῶν νεφρῶν· καὶ ἐπὶ τῇ ὀσφυὶ σχίζεται, καὶ ἀΐσσει ἐπί τε τὰ ἄλλα καὶ ἐς ἑκάτερον σκέλος, ἀτὰρ καὶ ἄνωθεν τῆς καρδίης πρὸς τῷ αὐχένι, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ᾿ ἐπ᾿ ἀριστερά· καὶ τότε ἐπὶ τὴν κεφαλὴν ἄγει καὶ ἐν τοῖς κροτάφοισι σχίζεται ἑκατέρη. Ἔστι δὲ καὶ ἀριθμῷ εἰπεῖν τὰς φλέβας τὰς μεγίστας· ἑνὶ δὲ λόγῳ ἀπὸ τῆς κοίλης φλεβὸς καὶ ἀπὸ τῆς ἀρτηρίης αἱ ἄλλαι φλέβες ἐσχισμέναι εἰσὶ κατὰ πᾶν τὸ σῶμα· κοιλόταται δὲ αἱ πρὸς τῇ καρδίῃ καὶ τῷ αὐχένι καὶ ἐν τῇ κεφαλῇ καὶ κάτωθεν τῆς καρδίης μέχρι τῶν ἰσχίων.

[6] Καὶ τὸ θερμὸν πλεῖστον ἔνι τῇσι φλεψὶ καὶ τῇ καρδίῃ, καὶ διὰ τοῦτο πνεῦμα ἡ καρδίη ἔχει θερμὴ ἐοῦσα μάλιστα τῶν ἐν τῷ ἀνθρώπῳ. Ῥηΐδιον δὲ τοῦτο καταμαθεῖν, ὅτι τρέφον ἐστὶ τὸ πνεῦμα· ἡ καρδίη καὶ αἱ κοῖλαι φλέβες κινέονται αἰεὶ, καὶ τὸ θερμότατον πλεῖστον ἐν τῇσι φλεψίν· καὶ διὰ τοῦτο πνεῦμα ἡ καρδίη ἕλκει θερμὴ ἐοῦσα μάλιστα τῶν ἐν τῷ ἀνθρώπῳ. Ἔστι δὲ καὶ ἄλλως γνῶναι· πῦρ εἴ τις θέλει καίειν ἐν οἰκήματι ὁκόταν ἄνεμος μὴ εἰσπνέῃ, φλὸξ κινέεται τοτὲ μὲν μᾶλλον, τοτὲ δὲ ἧσσον· καὶ λυχνὸς καιόμενος τὸν αὐτὸν τρόπον κινέεται, τοτὲ μὲν μᾶλλον, τοτὲ δὲ ἧσσον, ἀνέμου οὐδενὸς κινέοντος, ὅν τινα καὶ ἡμεῖς οἷοί τέ ἐσμεν γινώσκειν πνέοντα· καὶ τροφή ἐστι τῷ θερμῷ τὸ ψυχρόν. Τὸ δὲ παιδίον ἐν τῇ γαστρὶ συνέχον τὰ χείλεα μύζει ἐκ τῶν μητρέων τῆς μητρὸς καὶ ἕλκει τήν τε τροφὴν καὶ τὸ πνεῦμα τῇ καρδίῃ εἴσω· τοῦτο γὰρ θερμότατόν ἐστιν ἐν τῷ παιδίῳ, ὅταν περ ἡ μήτηρ ἀναπνέῃ· τούτῳ δὲ καὶ τῷ ἄλλῳ σώματι τὴν κίνησιν παρέχει τὸ θερμὸν καὶ τοῖς ἄλλοις πᾶσιν. Εἰ δέ τις ἐρωτοίη πῶς τοῦτο οἶδέ τις, ὅτι ἐν τῇ μήτρῃ τὸ παιδίον ἕλκει καὶ μύζει, τάδε αὐτῷ ἔστιν ἀποκρίνασθαι· κόπρον ἔχον ἐν τοῖσιν ἐντέροισι γίνεται, καὶ ἀποπατέει ἐπειδὰν γένηται τάχιστα, καὶ οἱ ἄνθρωποι καὶ τὰ πρόβατα· καίτοι οὐκ ἂν εἶχε κόπρον, εἰ μὴ ἐν τῇσι μήτρῃσιν ἔμυζεν, οὐδ᾿ ἂν θηλάζειν τὸν μασθὸν ἠπίστατο γεννώμενον αὐτίκα, εἰ μὴ καὶ ἐν τῇ μήτρῃ ἔμυζε. Καὶ περὶ μὲν τῆς κινήσιος τῆς καρδίης καὶ τῶν φλεβῶν οὕτως ἔχει.

[7] Ὁ δὲ πνεύμων πρὸς τῇ καρδίῃ ἐγένετο ὧδε· τοῦ ὑγροῦ ὁκόσον ἦν κολλωδέστατον, ἡ καρδίη θερμαίνουσα ταχὺ ἐξήρανεν ὅκως περ ἀφρὸν, καὶ ἐποίησε σηραγγῶδες, καὶ φλέβια πολλὰ ἐν αὐτέῳ. Διὰ δὲ τοῦτο ἐποίησε τὰ φλέβια· ὁκόσον ἐν τῷ κολλώδει ἐνῆν ψυχρὸν, τοῦτο μὲν ὑπὸ τοῦ θερμοῦ διετάκη καὶ ἐγένετο ὑγρόν· τὸ δὲ ἀπὸ τοῦ κολλώδεος αὐτὸς ὁ χιτών.

[8] Τὸ δὲ ἧπαρ ὧδε ξυνέστη· ξὺν τῷ θερμῷ πουλὺ τοῦ ὑγροῦ ἀποληφθὲν ἄνευ τοῦ κολλώδεος καὶ τοῦ λιπαροῦ, ἐκράτησε τὸ ψυχρὸν τοῦ θερμοῦ, καὶ ἐπάγη. Τεκμήριον δέ μοι τόδε· ὁκόταν σφάξῃ τις ἱερεῖον, τέως μὲν ἂν θερμὸν ᾖ, ὑγρόν ἐστι τὸ αἷμα· ἐπειδὰν δὲ ψυχθῇ, ἐπάγη· ἢν δέ τις αὐτὸ τινάσσῃ, οὐ πήγνυται· αἱ γὰρ ἶνές εἰσι ψυχραὶ καὶ κολλώδεες.

[9] Ὁ δὲ σπλὴν συνέστη ὧδε· σὺν τῷ θερμῷ καὶ κολλώδει καὶ τοῦ θερμοῦ πλεῖστον, τοῦ δὲ ψυχροῦ ἐλάχιστον, τοσοῦτον μόνον ὁκόσον πῆξαι τὸ κολλῶδες αὐτὸ, ὅ εἰσιν αἱ ἶνες αἱ ἐνοῦσαι ἐν τῷ σπληνί· καὶ διὰ τὰς ἶνας ταύτας μαλακός ἐστιν ὁ σπλὴν καὶ ἰνώδης. Οἱ δὲ νεφροὶ ξυνέστησαν ὧδε· ὀλίγον τοῦ κολλώδεος, τοῦ θερμοῦ ὀλίγον, τοῦ ψυχροῦ πλεῖστον, καὶ ἐπάγη ὑπὸ τούτου, καὶ ἐγένετο σκληρότατον τὸ σπλάγχνον καὶ ἥκιστα ἐρυθρὸν, ὅτι οὐ πουλὺ τοῦ θερμοῦ ξυνέστη. Ὁ δὲ αὐτὸς λόγος καὶ περὶ τῶν σαρκῶν· τὸ μὲν ψυχρὸν ἔστησε καὶ ξυνέπηξε καὶ ἐποίησε σάρκα, τὸ δὲ κολλῶδες τρῶγλαι ἐγένοντο· ἐν δὲ τῇσι τρώγλῃσι ταύτῃσι τὸ ὑγρὸν, ὥσπερ καὶ ἐν τῇσι φλεψὶ τῇσι μεγάλῃσιν. Τὸ δὲ θερμὸν ἐν παντὶ τῷ σώματι, πλεῖστον δὲ τοῦ ὑγροῦ ἐν τῷ σώματι, καὶ τοῦ ψυχροῦ πουλὺ ἐν τῷ ὑγρῷ· τοσοῦτο δέ ἐστι τοῦ ψυχροῦ ὁκόσον δύναται πῆξαι τὸ ὑγρόν· ἀλλὰ νενίκηται, ὥστε διακέχυται ὑπὸ τοῦ θερμοῦ. Ἡ δὲ ἀπόδειξις τοῦ ὑγροῦ ὅτι θερμόν ἐστιν, εἴ τις ἐθέλοι τάμνειν τοῦ ἀνθρώπου τοῦ σώματος, ὅκου ἐθέλοι· ῥεύσει τε αἷμα θερμὸν, καὶ τέως μὲν ἂν θερμὸν ᾖ, ὑγρὸν ἔσται· ἐπειδὰν δὲ ψυχθῇ ὑπό τε τοῦ ἐνεόντος ψυχροῦ καὶ τοῦ ἐκτὸς, ἐγένετο δέρμα καὶ ὑμὴν, καὶ εἴ τις ἀφελὼν τοῦτο τὸ δέρμα ἐάσειεν ὀλίγου χρόνου, ὄψεται ἄλλο δέρμα γινόμενον· εἰ δέ τις τοῦτο αἰεὶ ἀφαιρεῖ, ἄλλο δέρμα γίνοιτ᾿ ἂν πρὸς τοῦ ψυχροῦ. Τούτου δὲ εἵνεκα πλείω ἔλεξα, τέως ἀποδείξω ὅτι τὸ ἔσχατον τοῦ σώματος πρὸς τοῦ ἠέρος ἀναγκαίως ἔχει δέρμα γενέσθαι ὑπὸ τοῦ ψυχροῦ καὶ τῶν πνευμάτων προσβαλλόντων.

[10] Τὰ δὲ ἄρθρα ὧδε ἐγένετο· ὅτε τὰ ὀστέα ξυνίστατο, ὁκόσα μὲν αὐτέων λιπαρὰ ἦν, τάχιστα ἐξεκαύθη, ὥσπερ πρόσθεν λέλεκται ἐν τῷ προτέρῳ λόγῳ· ὁκόσον δ᾿ αὐτέων κολλῶδες ἦν, τοῦτο δὲ οὐκ ἠδύνατο ἐκκαυθῆναι, ἀλλὰ μεταξὺ ἀποληφθὲν τοῦ καιομένου καὶ ξηραινομένου ὑπὸ τοῦ θερμοῦ νεῦρα καὶ σίαλον ἐγένετο· τὸ δὲ σίαλον, ὁκόσον τοῦ κολλώδεος ὑγρότατον ἦν, τόδε θερμαινόμενον παχύτερον ἐγένετο ὑγρὸν ἐόν· καὶ ἀπὸ τούτου σίαλον ἐγένετο.

[11] Οἱ δὲ ὄνυχες ἀπὸ τουτέου ἐγένοντο τοῦ κολλώδεος· ἀπὸ γὰρ τῶν ὀστέων καὶ τῶν ἄρθρων αἰεὶ τὸ ὑγρότατον αὐτέου ἀπιὸν κολλῶδες γίνεται, ἀπὸ τοῦ θερμοῦ ξηραινόμενον καὶ ἐξαυαινόμενον, θύραζε ὄνυχες.

[12] Οἱ δὲ ὀδόντες ὕστερον γίνονται διὰ τόδε· ἀπὸ τῶν ὀστέων τῶν ἐν τῇ κεφαλῇ καὶ τοῖν γνάθοιν ἡ αὔξησις γίνεται· τοῦ κολλώδεος καὶ τοῦ λιπαροῦ τὸ ἐνεὸν ὑπὸ τοῦ θερμοῦ ξηραινόμενον ἐκκαίεται, καὶ γίνονται ὀδόντες σκληρότεροι τῶν ἄλλων ὀστέων, ὅτι οὐκ ἔνεστι τοῦ ψυχροῦ. Καὶ οἱ μὲν πρῶτοι ὀδόντες φύονται ἀπὸ τῆς διαίτης τῆς ἐν τῇ μήτρῃ, καὶ, ἐπὴν γένηται, ἀπὸ τοῦ γάλακτος θηλάζοντι τῷ παιδίῳ· ἐπειδὰν δὲ οὗτοι ἐκπέσωσιν ἀπὸ τῶν σιτίων καὶ τῶν ποτῶν, ἐκπίπτουσι δὲ ἐπειδὰν ἑπτὰ ἔτεα ἔῃ τῆς πρώτης τροφῆς, ἔστι δὲ καὶ οἷς πρότερον, ἢν ἀπὸ νοσερῆς τροφῆς φυῶσιν· τοῖσι δὲ πλείστοισιν, ἐπειδὰν ἑπτὰ ἔτεα γένηται· οἱ δὲ μεταφυέοντες συγκαταγηράσκουσιν, ἢν μὴ ὑπὸ νόσου διαφθαρῶσι.

[13] Διὰ δὲ τοῦτο φύονται οἱ ὀδόντες ὕστερον τῶν ἄλλων· ἐν τῇ γνάθῳ φλέβες εἰσὶ τῇ κάτω κοῖλαι, καὶ μούνοισι τῶν ὀστέων αὗται τὴν τροφὴν παρέχουσι τῷ ὀστέῳ· τὰ δὲ ὀστέα τοιαύτην αὔξησιν ὁποῖά πέρ ἐστι, καὶ τὰ ἄλλα δὲ πάντα τοιαύτην ἀποδίδωσιν αὔξησιν, ὁποῖα αὐτά ἐστιν· καὶ γὰρ αἱ φλέβες αἱ ἐκ τῆς νηδύος καὶ τῶν ἐντέρων, εἰς ἃ συλλέγεται τὰ σιτία καὶ τὰ ποτὰ, ἐπειδὰν θερμανθῇ ταῦτα, ἕλκουσι τὸ λεπτότατον καὶ τὸ ὑγρότατον· τὸ δὲ παχύτατον αὐτέου καταλείπεται, καὶ γίνεται κόπρος ἐν τοῖσιν ἐντέροισι τοῖσι κάτω· τὸ δὲ λεπτότατον αἱ φλέβες ἕλκουσιν ἐκ τῆς νηδύος καὶ τῶν ἐντέρων τῶν ἄνωθεν τῆς νήστιος, θερμαινομένων τῶν σιτίων· ἐπὴν δὲ περήσῃ τὴν νῆστιν, ἐς τὰ κάτω ἔντερα ξυνεστράφη, καὶ κόπρος ἐγένετο· ἡ δὲ τροφὴ ἐπειδὰν ἀφίκηται ἐς ἕκαστον, τοιαύτην ἀπέδωκε τὴν εἰδέην ἑκάστου ὁκοία περ ἦν· ἀρδόμενα γὰρ ὑπὸ τῆς τροφῆς αὔξεται ἕκαστα, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ κολλῶδες καὶ τὸ λιπαρὸν καὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν καὶ τὰ ὀστέα καὶ τὰ ἄλλα ξύμπαντα ὁκόσα ἐν τῷ ἀνθρώπῳ ἔνι. Διὰ τοῦτο ὕστερον οἱ ὀδόντες φύονται· εἴρηται δέ μοι καὶ πρότερον ὅτι μοῦναι τῶν ὀστέων αἱ γνάθοι φλέβας ἔχουσιν αὐταὶ ἐν ἑωυταῖσι· καὶ διὰ τοῦτο τροφὴ ἕλκεται πλέον ἢ ἐς τὰ ἄλλα ὀστέα. Καὶ πλέονα τὴν τροφὴν ἔχοντα καὶ ἀθροωτέρην τὴν ἐπιῤῥοὴν, ἀποτίκτει αὔξησιν αὐτὰ ἀφ᾿ ἑαυτέων τοιαύτην οἷά πέρ ἐστιν αὐτὰ, τέως ἄν περ καὶ ἄνθρωπος οὖλος αὐξάνηται. Αὐξάνεται δὲ ἐπὴν γένηται ἐπίδηλος· ἐπίδηλος δὲ μάλιστα γίνεται ἀπὸ ἑπταετέος μέχρι τεσσαρεσκαιδεκαετέος, καὶ ἐν τουτέῳ τῷ χρόνῳ οἵ τε μέγιστοι τῶν ὀδόντων φύονται καὶ ἄλλοι πάντες, ἐπὴν ἐκπέσωσιν οἳ ἐγένοντο ἀπὸ τῆς τροφῆς τῆς ἐν τῇ μήτρῃ. Αὐξάνεται δὲ καὶ ἐς τὴν τρίτην ἑβδομάδα, ἐν ᾗ νεηνίσκος γίνεται, μέχρι τεσσάρων καὶ πέντε ἑβδομάδων· καὶ ἐν τῇ τετάρτῃ δὲ ἑβδομάδι ὀδόντες φύονται δύο τοῖσι πολλοῖσι τῶν ἀνθρώπων, οὗτοι καλέονται σωφρονιστῆρες.

[14] Αἱ δὲ τρίχες φύονται ὧδε· ὀστέα εἰσὶ καὶ ἐγκέφαλος, ἀφ᾿ ὧν ἡ τοιαύτη αὔξησις, ὅτι τοῦ πέριξ κολλώδεος, ὅπως περ τοῖσι νεύροισι, καὶ τοῦ λιπαροῦ οὐκ ἔνεστιν· εἰ γὰρ ἐνῆν τοῦ λιπαροῦ, ἐξεκαίετο ἂν ἐκ τοῦ θερμοῦ. Τάχα δὲ θαυμάσειεν ἄν τις ὅτι καὶ ἐν τῇσι μασχάλῃσι καὶ ἐν τῷ ἐπισείῳ τρίχες πολλαὶ καὶ ἐν τῷ σώματι παντί εἰσιν· ωὐτὸς λόγος περὶ τουτέου· ὅπου τυγχάνει τοῦ σώματος τὸ κολλῶδες ὂν, ἐνταῦθα αἱ τρίχες γίνονται ὑπὸ τοῦ θερμοῦ.

[15] Ἀκούει δὲ διὰ τόδε· τὰ τρήματα τῶν οὐάτων προσήκει πρὸς ὀστέον σκληρόν τε καὶ ξηρὸν ὅμοιον λίθῳ· τοῦτο δὲ, πέφυκε πρὸς ὀστέον κοίλωσις σηραγγώδης· οἱ δὲ ψόφοι ἀπερείδονται πρὸς τὸ σκληρόν· τὸ δὲ ὀστέον τὸ κοῖλον ἐπηχεῖ διὰ τοῦ σκληροῦ· τὸ δὲ δέρμα τὸ πρὸς τῇ ἀκοῇ πρὸς τῷ ὀστέῳ τῷ σκληρῷ λεπτόν ἐστιν ὥσπερ ἀράχνιον, ξηρότατον τοῦ ἄλλου δέρματος. Τεκμήρια δὲ πολλὰ ὅτι ξηρότατον ἠχεῖ μάλιστα· ὅταν δὲ μέγιστον ἠχήσῃ, τότε μάλιστα ἀκούομεν. Καί εἰσί τινες οἳ ἔλεξαν φύσιν ξυγγράφοντες ὅτι ὁ ἐγκέφαλός ἐστιν ὁ ἠχέων· τοῦτο δὲ οὐκ ἂν γένηται· αὐτός τε γὰρ ὁ ἐγκέφαλος ὑγρός ἐστι, καὶ μῆνιγξ περὶ αὐτόν ἐστιν ὑγρὴ καὶ παχείη, καὶ περὶ τὴν μήνιγγα ὀστέα· οὐδὲν οὖν τῶν ὑγρῶν ἠχεῖ, ἀλλὰ ξηρά· τὰ δὲ ἠχέοντα ἀκοὴν ποιεῖ.

[16] Ὀσφραίνεται δ᾿ ὁ ἐγκέφαλος ὑγρὸς ἐὼν αὐτὸς τῶν ξηρῶν, ἕλκων τὴν ὀδμὴν ξὺν τῷ ἠέρι διὰ τῶν βρογχίων ξηρῶν ἐόντων· προήκει γὰρ ὁ ἐγκέφαλος τῆς ῥινὸς ἐς τὰ κοῖλα· καὶ ταύτῃ αὐτῷ οὐκ ἔστιν ἐπίπροσθεν ὀστέον οὐδὲν, ἀλλὰ χόνδριον μαλακὸν ὅκως περ σπόγγος, οὔτε κρέας οὔτε ὀστέον. Καὶ ὅταν μὲν ξηρὰ ᾖ τὰ κοῖλα τῆς ῥινὸς, ὀσμᾶσθαι τῶν ξηροτέρων αὐτὸς ἑωυτοῦ ἀκριβέστερός ἐστιν· ὕδατος γὰρ οὐκ ὀδμᾶται· ὑγρότερον γάρ ἐστι τοῦ ἐγκεφάλου, ἐὰν μὴ σαπῇ· σηπόμενον γὰρ τὸ ὕδωρ παχύτερον γίνεται καὶ τὰ ἄλλα πάντα· ὁκόταν δὲ ὑγρανθέωσιν αἱ ῥῖνες, οὐ δύναται ὀσφραίνεσθαι· οὐ γὰρ τὸν ἠέρα ἕλκει αὐτὸς πρὸς ἑωυτόν. Ταύτῃ δὲ καὶ ὅταν ἀποτήκῃ ὁ ἐγκέφαλος πλεῖστον αὐτὸς ἀφ᾿ ἑωυτοῦ ἐς τὴν ὑπερώην καὶ τὴν φάρυγγα καὶ τὸν πνεύμονα καὶ ἐς τὴν ἄλλην κοιλίην, γινώσκουσιν οἱ ἄνθρωποι καὶ φασὶ καταῤῥέειν ἐκ τῆς κεφαλῆς· καταῤῥέει δὲ καὶ ἐς τὸ ἄλλο σῶμα· καί ἐστι τροπὴ τῷ θερμῷ.

[17] Ὁρῇ δὲ διὰ τοῦτο· ἀπὸ τοῦ ἐγκεφάλου τῆς μήνιγγος φλὲψ καθήκει ἐς τὸν ὀφθαλμὸν διὰ τοῦ ὀστέου ἑκάτερον· διὰ ταύταιν ταῖν φλεβοῖν ἀπὸ τοῦ ἐγκεφάλου διηθέεται τὸ λεπτότατον τοῦ κολλωδεστάτου· καὶ διὰ τοῦτο αὐτὸ περὶ αὐτὸν δέρμα ποιέει τοιοῦτον οἷόν περ αὐτό ἐστι τὸ διαφανὲς τοῦ ὀφθαλμοῦ τὸ πρὸς τοῦ ἠέρος, πρὸς ὃ προσβάλλει τὰ πνεύματα, κατὰ τὸν αὐτὸν λόγον ὥσπερ περὶ τοῦ ἄλλου δέρματος ἔλεξα. Πολλὰ δὲ ταῦτ᾿ ἐστὶ τὰ δέρματα πρὸ τοῦ ὁρέοντος διαφανέα, ὁκοῖόν περ αὐτό ἐστιν· τούτῳ γὰρ τῷ διαφανεῖ ἀνταυγέει τὸ φῶς καὶ τὰ λαμπρὰ πάντα· τουτέῳ οὖν ὁρῇ τῷ ἀνταυγέοντι· ὅ τι δὲ μὴ λαμπρόν ἐστι μηδὲ ἀνταυγεῖ, τουτέῳ οὐχ ὁρῇ· τὸ δὲ ἄλλο τὸ περὶ τοὺς ὀφθαλμοὺς λευκὸν κρέας ἐστίν. Ἡ δὲ κόρη καλεομένη τοῦ ὀφθαλμοῦ μέλαν φαίνεται διὰ τοῦτο, ὅτι ἐν βάθει ἐστὶ καὶ χιτῶνες περὶ αὐτὸ εἰσὶ μέλανες· χιτῶνα δὲ καλέομεν τὸ ἐνεὸν ὥσπερ δέρμα· ἔστι δὲ οὐ μέλαν ὄψει, ἀλλὰ λευκὸν διαφανές. Τὸ δὲ ὑγρὸν κολλῶδες· πολλάκις γὰρ ὀπώπαμεν ἐπὶ συῤῥαγέντος ὀφθαλμοῦ ἐξιὸν ὑγρὸν κολλῶδες· κἢν μὲν ᾖ ἔτι θερμὸν, ὑγρόν ἐστιν· ἐπειδὰν δὲ ψυχθῇ, ἐγένετο ξηρὸν ὥσπερ λιβανωτὸς διαφανὴς, καὶ τῶν ἀνθρώπων καὶ τῶν θηρίων ὅμοιόν ἐστι. Τὸν δὲ ὀφθαλμὸν ἀνιᾷ πᾶν ὅ τι ἂν ἐμπέσῃ, καὶ τὰ πνεύματα προσβάλλοντα, καὶ τὰ ἄλλα ὅσα λαμπρότερα ἢ κατ᾿ αὐτόν ἐστι, καὶ εἴ τις ἐγχρίσει, διὰ τόδε, ὅτι ὁμόχροια ἔνυγρός ἐστιν, ὥσπερ τὸ στόμα καὶ ἡ γλῶσσα καὶ ἡ ἄλλη κοιλίη ἔνυγρά ἐστιν.

[18] Διαλέγεται δὲ διὰ τὸ πνεῦμα ἕλκων ἔσω ἐς πᾶν τὸ σῶμα, τὸ πλεῖστον δὲ ἐς τὰ κοῖλα αὐτὸς ἑωυτῷ· αὐτὸ δὲ θύραζε ὠθεόμενον διὰ τὸ κενὸν ψόφον ποιέει· ἡ κεφαλὴ γὰρ ἐπηχεῖ. Ἡ δὲ γλῶσσα ἀρθροῖ προσβάλλουσα· ἐν τῷ φάρυγγι ἀποφράσσουσα καὶ προσβάλλουσα πρὸς τὴν ὑπερώην καὶ πρὸς τοὺς ὀδόντας ποιέει σαφηνίζειν· ἢν δὲ μὴ ἡ γλώσση ἀρθροῖ προσβάλλουσα ἑκάστοτε, οὐκ ἂν σαφέως διαλέγοιτο, ἀλλ᾿ ᾗ ἕκαστα φύσει τὰ μονόφωνα. Τεκμήριον δέ ἐστι τουτέῳ, οἱ κωφοὶ οἱ ἐκ γενεῆς οὐκ ἐπίστανται διαλέγεσθαι, ἀλλὰ τὰ μονόφωνα μοῦνον φωνέουσιν, οὐδ᾿ εἴ τις τὸ πνεῦμα ἐκπνεύσας πειρῷτο διαλέγεσθαι. Δῆλον δὲ τόδε· οἱ ἄνθρωποι ὁκόταν βούλωνται μέγα φωνῆσαι, ἕλκοντες τὸ πνεῦμα τὸ ἔξω ὠθέουσι θύραζε καὶ φθέγγονται μέγα ὡς ἀντηχῇ τὸ πνεῦμα, ἔπειτα δὲ καταμαραίνεται τὸ φθέγμα· καὶ οἱ κιθαρωδοὶ, ὁκόταν δέῃ αὐτοῖς μακροφωνέειν, ἐπ᾿ ἄκρον ἑλκύσαντες τὸ πνεῦμα ἔσω πουλὺ ἐκτείνουσι τὴν ἐκφορὰν καὶ φωνοῦσι καὶ φθέγγονται μέγα ὡς ἀντηχῶσι τῷ πνεύματι, ἐπὴν δὲ τὸ πνεῦμα ἐπιλίπῃ, καταπαύονται· τουτέοισι δῆλον ὅτι τὸ πνεῦμά ἐστι τὸ φθεγγόμενον. Εἶδον δὲ ἤδη οἳ, σφάξαντες ἑωυτοὺς, ἀπέταμον τὸν φάρυγγα παντάπασιν· οὗτοι ζῶσι μὲν, φθέγγονται δὲ οὐδὲν, εἰ μή τις συλλάβῃ τὸν φάρυγγα· οὗτοι δὲ φθέγγονται· δῆλον δὲ καὶ τούτῳ, ὅτι τὸ πνεῦμα οὐ δύναται, διατετμημένου τοῦ λάρυγγος, ἕλκειν ἔσω ἐς τὰ κοῖλα, ἀλλὰ κατὰ τὸ διατετμημένον ἐκπνέει. Οὕτως ἔχει περὶ φωνῆς ἴσως καὶ διαλέξιος.

[19] Ὁ δὲ αἰών ἐστι τοῦ ἀνθρώπου ἑπταήμερος. Πρῶτον μὲν ἐπὴν ἐς τὰς μήτρας ἔλθῃ ὁ γόνος, ἐν ἑπτὰ ἡμέρῃσιν ἔχει ὁκόσα περ ἐστὶν ἔχειν τοῦ σώματος· τοῦτο δέ τις ἂν θαυμάσειεν ὅκως ἐγὼ οἶδα· πολλὰ δὲ εἶδον τρόπῳ τοιῷδε· αἱ ἑταῖραι αἱ δημόσιαι, αἵτινες αὐτέων πεπείρηνται πολλάκις, ὁκόταν παρὰ ἄνδρα ἔλθῃ, γινώσκουσιν ὁκόταν λάβωσιν ἐν γαστρί· κἄπειτ᾿ ἐνδιαφθείρουσιν· ἐπειδὰν δὲ ἤδη διαφθαρῇ, ἐκπίπτει ὥσπερ σάρξ· ταύτην τὴν σάρκα ἐς ὕδωρ ἐμβαλὼν, σκεπτόμενος ἐν τῷ ὕδατι, εὑρήσεις ἔχειν πάντα μέλεα καὶ τῶν ὀφθαλμῶν τὰς χώρας καὶ τὰ οὔατα καὶ τὰ γυῖα· καὶ τῶν χειρῶν οἱ δάκτυλοι καὶ τὰ σκέλεα καὶ οἱ πόδες καὶ οἱ δάκτυλοι τῶν ποδῶν, καὶ τὸ αἰδοῖον καὶ τὸ ἄλλο πᾶν σῶμα δῆλον. Εὔδηλον δὲ καὶ ὅταν λάβῃ ἐς γαστέρα τῇσιν ἐπισταμένῃσιν, αὐτίκα ἔφριξε, καὶ θέρμη καὶ βρυγμὸς καὶ σπασμὸς ἔχει, καὶ τὸ ἄρθρον καὶ τὸ σῶμα πᾶν καὶ τὴν ὑστέρην ὄκνος· καὶ ὁκόσαι καθαραί εἰσι καὶ μὴ ὑγραὶ, τοῦτο πάσχουσιν· ὁκόσαι δὲ παχεῖαι καὶ βλεννώδεις, οὐ γινώσκουσι τουτέων τῶν γυναικῶν πολλαί· ᾗ δέ μοι ἔδειξαν, κατὰ τοῦτο δὴ καὶ ἐπίσταμαι εἰδέναι. Δῆλον δὲ καὶ τῷδε, ὅτι ἑπτήμερος ὁ αἰὼν, εἴ τις ἐθέλει ἑπτὰ ἡμέρας φαγέειν ἢ πιέειν μηδὲν, οἱ μὲν πολλοὶ ἀποθνήσκουσιν ἐν αὐτῇσιν· εἰσὶ δέ τινες καὶ οἳ ὑπερβάλλουσιν, ἀποθνήσκουσι δ᾿ ὅμως· εἰσὶ δέ τινες οἳ καὶ ἐπείσθησαν ὥστε μὴ ἀποκαρτερῆσαι, ἀλλὰ φαγέειν τε καὶ πιέειν· ἀλλ᾿ ἡ κοιλίη οὐκέτι καταδέχεται· ἡ γὰρ νῆστις συνεφύη ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν· ἀλλὰ θνήσκουσι καὶ οὗτοι. Ἔστι δὲ καὶ τῷδε τεκμήρασθαι· τὸ παιδίον ἑπτάμηνος γόνος γενόμενον, λόγῳ γεγένηται, καὶ ζῇ, καὶ λόγον ἔχει τοιοῦτον καὶ ἀριθμὸν ἀτρεκέα ἐς τὰς ἑβδομάδας· ὀκτάμηνον δὲ γενόμενον, οὐδὲν βιοῖ πώποτε· ἐννέα δὲ μηνῶν καὶ δέκα ἡμερέων γόνος γίγνεται, καὶ ζῇ, καὶ ἔχει τὸν ἀριθμὸν ἀτρεκέα ἐς τὰς ἑβδομάδας· τέσσαρες δεκάδες ἑβδομάδων ἡμέραι εἰσὶ διηκόσιαι ὀγδοήκοντα· ἐς δὲ τὴν δεκάδα τῶν ἑβδομάδων ἑβδομήκοντα ἡμέραι. Ἔχει δὲ καὶ τὸ ἑπτάμηνον γενόμενον τρεῖς δεκάδας ἑβδομάδων, ἐς δὲ τὴν δεκάδα ἑκάστην ἑβδομήκοντα ἡμέραι, τρεῖς δεκάδες δὲ ἑβδομάδων αἱ σύμπασαι δέκα καὶ διηκόσιαι. Καὶ αἱ νοῦσοι οὕτω τοῖς ἀνθρώποις ὀξύταται γίνονται, ἡμερέων παρελθουσέων ἐν τῇσιν ἀνακρίνονται καὶ ἀπέθανον ἢ ὑγιέες ἐγένοντο, [τεσσάρων, ἥμισυ ἑβδομάδος· καὶ δευτεραῖαι ἐν μιᾷ ἑβδομάδι]· καὶ τριταῖαι ἕνδεκα ἡμέρῃσιν, ἐν μιᾷ ἑβδομάδι καὶ ἥμισυ ἑβδομάδος· καὶ τεταρταῖαι ἐν δυσὶν ἑβδομάσιν· καὶ αἱ πεμπταῖαι ἐν δυοῖν δεούσῃσιν εἴκοσιν ἡμέρῃσι, δυοῖν τε ἑβδομάδοιν καὶ ἥμισυ ἑβδομάδος. Αἱ δὲ ἄλλαι νοῦσοι οὐκ ἔχουσι διὰ γνώμην ἐν ὁκόσῳ ὑγιέες ἔσονται ἀποφαίνεσθαι. Οὕτω δὲ ἔχουσι καὶ τὰ ἕλκεα τὰ μεγάλα τὰ ἐν τῇ κεφαλῇ καὶ τὰ ἐν τῷ ἄλλῳ σώματι, τεταρταῖα φλεγμαίνειν ἄρχεται, ἐν ἑπτὰ δὲ καθίστανται φλεγμήναντα καὶ ἐν τεσσαρεσκαίδεκα [καὶ ἐν εἴκοσι] δυοῖν δεούσῃσιν. Ἢν δέ τις ἀνακῶς θεραπεύῃ καὶ μὴ καταστῇ ἐν τουτέῳ τῷ χρόνῳ τὰ ἐν τῇσι κεφαλῇσι μεγάλα ἕλκεα, ἀποθνήσκουσιν οἱ ἄνθρωποι. Θαυμάσειε δ᾿ ἄν τις καὶ τοῦτο ὅστις ἄπειρος ᾖ, εἰ ἑπτάμηνον γίνεται παιδίον· ἐγὼ μὲν οὖν αὐτὸς ὄπωπα καὶ συχνά· εἰ δέ τις βούλεται καὶ τοῦτο ἐλέγξαι, ῥηΐδιον· πρὸς τὰς ἀκεστρίδας αἳ πάρεισι τῇσι τικτούσῃσιν ἐλθὼν πυθέσθω. Ἔστι δὲ καὶ ἄλλο τεκμήριον· τοὺς ὀδόντας οἱ παῖδες ἑπτὰ ἐτέων διελθόντων πληροῦσι· καὶ ἐν ἑπτὰ ἔτεσίν ἐστι δὲ λόγῳ καὶ ἀριθμῷ ἀτρεκέως δεκάδες ἑβδομάδων [ἓξ καὶ τριήκοντα καὶ ἥμισυ δεκάδος, ἑβδομάδες πέντε καὶ] ἑξήκοντα καὶ τριηκόσιαι. Τῆς δὲ φύσιος τὴν ἀνάγκην, διότι ἐν ἑπτὰ τούτεων ἕκαστα διοικεῖται, ἐγὼ φράσω ἐν ἄλλοισιν.


Περὶ Ἑβδομάδων

καὶ τἄλλα πάντα οὕτως K. u. I. ἔχει ἑπταμερέα ἔχων [K.]. ἑκάστου τῶν μερέων ἑπταμερέα [K.]. Μίαν μὲν ἐν K. πᾶσι [K.] τάξιν τὴν τοῦ ἀκρίτου [ἀκρήτου R.] κόσμου ἔξοδον K. ἔχοντα [ ‑ ος Diels] θέρεος καὶ χειμῶνος. Δευτέραν δὲ τάξιν τὴν τῶν ἄστρων ἀνταυγίαν καὶ μάνωσιν ἐοῦσαν θερμοτάτην [K.] καὶ ἀραιωτάτην τῆς φύσιος λαμπηδόνα. Τρίτην ἡλίου δίοδον θερμασίαν ἔχοντος. Τετάρτην σελήνης ἀνιούσης καὶ τελειούσης προσθέσει καὶ μειούσης ἀφαιρέσει. Πέμπτη μοῖρα ἡ τοῦ ἠέρος σύστασις καὶ κόσμος [Hs. ‑ ου], παρέχουσα ὑετοὺς καὶ ἀστραπὰς, βροντὰς . . . . . καὶ χίονας . . . . . Ἕκτον τὸ τῆς θαλάττης ὑγρὸν μέρος καὶ ποταμῶν καὶ κρηνέων [ ‑ αίων] καὶ πηγέων καὶ λιμνέων [ ‑ αίων] καὶ ἐνεὸν K. oder τὸ ἐν R. τούτοισι θερμὸν, ὃ ἀγωγὴ καὶ ἄρδευσίς ἐστι τῆς ἰκμάδος. Ἕβδομον αὐτὴ ἡ γῆ, ἐφ᾿ ᾗ τά τε ζῶα καὶ τὸ π. φ . . ε· καὶ ἐστὶ πάντροφος ἐξ ὕδατος ἐοῦσα. οὕτως οἱ τῶν ξυμπάντων κόσμοι ἑπταμερέα ἔχουσι τὴν τάξιν.

[2] Ἴσοι δὲ τὸν ἀριθμὸν ὅμοιοί τε τὴν ἰδέην οἱ ὑπὸ τῆ γῆ κόσμοι τοῖσιν ὑπὲρ γῆς καὶ αὐτόδρομον κύκλωσιν περιέχουσι τῆς τε περιόδου καὶ μεθόδου τὴν γῆν περιπολέειν ποιεύμενοι.

Διὰ τόδε ἡ γῆ καὶ ὁ ὀλύμπιος κόσμος ἔχει τὴν φύσιν στάσιμον· τὰ δ᾿ ἄλλα ὁδὸν ἔχει περιπολίης.

Κατὰ μέσον δὲ τὸν κόσμον ἡ γῆ κειμένη καὶ ἔχουσα ἐν ἑωυτῇ καὶ ὑφ᾿ ἑωυτῇ τὰ ὑγρὰ ἐν τῷ ἠέρι ὀχέεται, ὥστε τοῖσι κάτω τὰ δὲ μέντοι ἄνω κάτω εἶναι τὰ δὲ κάτω ἄνω· οὕτω τὲ διέχειν τά τε ἐκ δεξιῆς καὶ τὰ ἐξ ἀριστερῆς· καὶ περὶ πᾶσαν τὴν γῆν οὕτως ἔχει· ἡ μὲν γῆ οὖσα K. μέση K. καὶ ὁ ὀλύμπιος κόσμος ὑπὸ τοσῶνδε ἀκίνητά ἐστιν· ἡ δὲ σελήνη μέση οὖσα συναρμόζει αὐτὴ ταλλα πάντα ἐν [K.] ἀλλήλοισι ζῷντα καὶ δι᾿ ἀλλήλων διιόντα αὐτὰ [K.] τὰ ὑφ᾿ ἑωυτῶν καὶ ὑπὸ τῶν ἀεὶ ὄντων ῥηιδϊ(ως) αϊδϊων κινεῖται.

Τὰ τοίνυν ἄστρα τὰ οὐράνια ἑπτὰ ἐόντα τάξιν ἔχει τῆς τῶν ὡραίων ἐνδοχῆς μεμεριςK.μένης μεν μίης μὲν ὁ ἥλιος· ἡλίω δὲ σελήνη· ἀκολουθέει δὲ ἄρκτος τῶ ἀρκτούρω· ἀκολουθίην ισην K. ὥσπερ (καὶ) ἡλίω σελήνη· αἱ δὲ πλειάδες τῆσιν ὑάσιν ἀκολουθέουσι· τῶ δὲ ὠρίωνι ὁ κύων· ταῦτα δὲ τὰ ἄστρα ἀκολουθίην ἔχει ἀλλήλοισι καὶ ἐναντίωσιν· καὶ γὰρ ἐκ δεξιῆς τῆς τῶν ὡραίων ἐστερίσιος ὁδεύουσιν ωστε μη τὴν αὐτὴν στάσιν ἔχειν ὁδοῦ τὰ ἄστρα [I. u. K.].

[3] [Περὶ ἀνέμων:] ἀνέμων αὖ ἑπτὰ ἅμα πνέουσιν περιόδους ποιεύμενοι καὶ κίνησιν ἀόρατον πλανῆσιν ἀπνευματί τοῦ πνεύματος ἰσχὺν ποιεύμενοι· ἀρχὴ μὲν οὖν ἀνέμων ὅθεν οὗτοι πεφύκασιν· ἀπὸ τοῦ θερμοῦ ἀπηλιώτης· ἐχόμενος βορέης· ἔπειτα ἄρκτος εἶτα ζέφυρος· μετ᾿ αὐτὸν δ᾿ ὁ λίψ· ἔπειτα νότος ἐχόμενος εὖρος· οὗτοι οἱ ἑπτὰ ἀνὰ πνεύμασιν ἔχουσιν ὡραίη[. . .

[4] [Περὶ ὡρῶν] ὧραι δ᾿ ἐνιαύσιοι ἑπτὰ· εἰσὶ δὲ αὗται· σποράτος· χειμὼν· φυταλία[ι]· ἔαρ· θέρος· ὀπώρη· μετόπωρον· αὗται ἀλληλέων διαφέρουσι διὰ τάδε· σποράτος ἐν θέρει οὐ γόνιμος· οὐδὲ φύτευσις ἐν μετοπωρω· οὐδὲ ἄνθησις ἐν χειμῶνι· οὐδὲ βλάστησις ἐν θέρει· οὐδὲ πέπανσις ἐν χειμῶνι.

[5] Οὕτω δὲ καὶ ἐπ᾿ ἀνθρώπου φύσιος ἑπτὰ ὧραι εἰσὶν ἃς ἡλικίας καλέομεν· παιδίον· παῖς· μειράκιον· νεηνίσκος· ἀνὴρ· πρεσβύτης· γέρων

Καὶ παιδίον μέν ἐστιν ἄχρις ἑπτὰ ἐτῶν, ὀδόντων ἐκβολῆς· παῖς δ᾿ ἄχρι γονῆς ἐκφύσεως, ἐς τὰ δὶς ἑπτά· μειράκιον δ᾿ ἄχρι γενείου λαχνώσεως, ἐς τὰ τρὶς ἑπτά· νεανίσκος δ᾿ ἄχρις αὐξήσιος ὅλου τοῦ σώματος, ἐς τὰ τετράκις ἑπτά· ἀνὴρ δ᾿ ἄχρις ἑνὸς δέοντος πεντήκοντα, ἐς τὰ ἑπτάκις ἑπτά· πρεσβύτης δ᾿ ἄχρι πεντήκοντα ἕξ, ἐς τὰ ἑπτάκις ὀκτώ· τὸ δ᾿ ἐντεῦθεν γέρων.

[14] Ὁκόταν εἰς τὰ σπλάγχνα καὶ τὴν καρδίην καὶ τὰς ἀρτηρίας καὶ τὰς κοίλας φλέβας παρὰ τὴν τοῦ ἀνθρώπου συγγενῆ φύσιν πλεῖον ἔλθῃ ὑγρόν, ἀνάγκη τῶν προειρημένων περιπεσεῖν τινα, κινηθέντος τοῦ τῆς φύσεως θερμοῦ καὶ ἀθροισθέντος εἰς τὰς εἴσω κοιλίας καὶ πρὸς τὰ σπλάγχνα τοῦ θερμοῦ αὐτοῦ καὶ ὑγροῦ ἅμα [Helmr.; Hs.: μᾶλα] τῷ θερμῷ ἕλκοντος ἐφ᾿ ἑωυτὸ τοῦ θερμοῦ εἰς τὴν τροφὴν [ἐν] ἑωυτοῦ.

ἔστιν δὲ τοῦτο ὑγρὸν χολῶδες διακεκαυμένον, καὶ ἔχον χυμῶν παντοίων ἰκμάδας. ἀρχὴ μὲν οὖν ἐστιν τοιαύτη τῶν καυσωδῶν πυρετῶν, ἀκμὴ δὲ καὶ μέσον [ὑπ᾿ αὐτοῦ] ἡ διὰ τοῦ καύσου τῆξις [πῆξις Hs.], καὶ ὁκόταν τήξῃ [πήξῃ Hs.] τὸ ἐν τῷ σώματι ὑγρὸν ὁ καῦσος καὶ ἡ τοῦ θερμοῦ ἐφ᾿ ἑωυτὸ ὁλκή, πάντων ὑπ᾿ αὐτοῦ τοῦ θερμοῦ τακέντων τῶν ὑγρῶν ἐν τῷ σώματι. τότε γὰρ ἰσχύει μάλιστα τὸ θερμόν, ὁκόταν οὕτως ἔχῃ τε [ἔχηται Hs.] καὶ ποιέῃ. μέσον οὖν ἐστιν τοῦτο [τὸ ὑπό Hs.] τῶν καυσωδέων πυρετῶν, τελευτὴ [ ‑ αῖα Hs.] δ᾿ ἐστὶν τῶν πυρετῶν ἥπερ καὶ τοῦ ζῆν κελευομένου [καλεομένου . . . . Helmr.] ἐκ τῶν σωμάτων εἰς θανάτους καὶ τῶν νούσων ἄνεσιν εἰς ὑγίειαν. ἔστιν δὲ ἡ αὐτὴ καὶ γίγνεται ὧδε· ὁκόταν τὸ τῆς ψυχῆς θερμὸν ἀφῇ τὴν ἐφ᾿ ἑωυτὸ ὁλκὴν τῆς τοῦ ὑγροῦ ἰκμάδος καὶ τοῦ ψυχροῦ, τότε [τοῦ ζῆν] διάλυσις τῆς ψυχῆς γίγνεται [ ‑ σθαι Hs.] τῶν τε ζῴων καὶ τῶν φυτῶν καὶ Diels νούσων ἄνεσις ὁμοίως, ἢν Diels ἔν [τε] τῇσι [τοῖσι Hs.] νούσοισι τὴν ὁλκὴν τὴν ἐφ᾿ ἑωυτὸ τὸ θερμὸν ἀφῇ [so Diels: ἔφηHs.], ἐὰν [σαν Hs.] μὲν τελείως, θάνατος, ἒαν δὲ μετρίως, ἄνεσις.

[19] Ὅταν τὸ τῆς ψυχῆς θερμὸν κινῆται ἐκ τοῦ ἤθεος ὑπὸ πόνων ἢ θερμασίης ἢ ὑπὸ τοῦ ἡλίου ἢ τροφῆς ἢ θερμασίης ἢ φύσιος σκευασίης, ἀνάγκη ὁλκὴν χολῆς ἢ φλέγματος ποιεῖσθαι τὸ θερμὸν τῆς ψυχῆς ἐφ᾿ ἑωυτό [ ‑ τοῦ Hs.], ἐξ ὧν ἑλκυσθέντων [δὲ] ἕλκεται αὐτὸ τὸ θερμὸν εἰς πυρετούς. τὸ γὰρ τῆς τοῦ ἀνθρώπου φύσιος θερμὸν ξύμμαχον ἑωυτῷ ἔλαβεν τὸ παρὰ τοῦ ἡλίου θερμὸν ἢ τὸ ἐκ τῶν προσφερομένων, ὥστε εἰς πυρετοὺς τὰ σώματα καθίστησιν. ἢν μὲν οὖν τι ἐν τοῖσι πυρετοῖσι καὶ ἄλλο ἁμάρτημα προσγίγνηται ἀκαθάρτου τοῦ σώματος ὄντος, ταύτῃ μὲν ἡ ἔκκαυσις τοῦ θερμοῦ ἔγερσιν ἰσχυρὴν πυρετῶν ἐν τῷ σώματι ποιέει, ἢν μὴ αὐτοὶ οἱ πυρετοὶ τὰς ἀκαθαρσίας πεπήναντες [man. II] διὰ τῶν ἀναπνοῶν ἢ τῶν ἄνω ἢ κάτω ὀχετῶν τῶν ἀπὸ τῶν κοιλιῶν ῥήξωσιν ἢ φαρμάκοισι ἐυαγώγοισι ἐξαγάγῃ τις τὰς ἀκαθαρσίας. ἀπὸ γὰρ θερμῶν ἢ πικρῶν ἐουσῶν τῶν ἀκαθαρσιῶν τρεφόμενον τὸ θερμὸν ἰσχυροτέρως ἐκκαίει τὸν πυρετὸν ῥηϊδίως κρατέον τοῦ ἐν τῷ σώματι ψυχροῦ, καὶ ἀποκτείνει τὸ θερμὸν τοίνυν [τοίνυν τ. θ. Diels], ὅπερ ἔφυσεν τὰ σώματα [ Galen. VII 675], ὁκόταν ἐκκαύσῃ τὸ ἐν τῷ σώματι ὑγρὸν καὶ μηδεὶς τὸ θερμὸν κατασβέσῃ, ὡς δεῖ man. II. καίτοι τοῦτό τε αὔξει τὰ σώματα τὸ θερμόν, ἢν εὐαρμόστως ἔχῃ πρὸς τὰ ἐν τῷ σώματι μέρη, καὶ ἰᾶται τὸ θερμὸν τὰς νόσους, ἢν ἐπάγηται τὸ θερμὸν ἐφ᾿ ἑωυτὸ ὑγρὸν διάψυχρον καὶ ὑγιηρὸν γενόμενον καὶ μὴ διάθερμον μηδὲ διάχολον.

[20] Οὕτω μὲν οὖν τὸ θερμὸν αὔξει τε τὰ σώματα καὶ φθίνειν ποιέει καὶ ἰῆται τὰς νόσους καὶ πυρετοὺς ποιέει καὶ τοῦ σώματος θανάτου αἴτιόν ἐστιν.

[23] Οἱ δὲ καῦσοι γίνονται ἀπὸ ἡλίου τροπέων θερινῶν . . . ., ὅτι ἡ ἀκαθαρσίη τοῦ ὑγροῦ τοῦ ἐν τῷ ἀνθρώπῳ θερμή ἐστιν ἤδη σφόδρα διακεκαυμένη.

Οἱ δὲ καῦσοι διὰ τόδε μάλιστα γίγνονται· ἀπὸ ἡλίου τροπέων τῶν θερινῶν, ὅτι τὸ ἔνδον ἐν τῷ σώματι τοῦ ἀνθρώπου ὑγρὸν ἐὸν ἐπὶ τῆς ἀκαθαρσίης διακαυθὲν καὶ ζέον ἐν τῇσι φλεψὶ καὶ τοῖσι σπλάγχνοισι καυσώδεα τροφὴν παρέχει τῷ θερμῷ τῆς ψυχῆς.

[24] Ἢν δὲ τὴν τροφὴν ἀφέλῃ τοῦ πυρετοῦ τὴν ἀπὸ τοῦ πόματος καὶ τῶν ῥοφημάτων, ἢ διὰ τὸν πυρετὸν [ἥδεα τ. πυρετῶν Hs.] μὴ προσίξεται [] αὐτοῖς ὁ κάμνων, ἤδη ἀνάγκη [ἡδεῖαν ὅλην cod.] ὅλην ἕλκειν ἐφ᾿ ἑωυτὸ τὴν Diels τῆς σαρκὸς λιπαρὴν ἰκμάδα. ὁκόταν δὲ τοῦτο γένηται, πυρετός ἐστι καυσώδης, ἅτε ἔχων τροφὴν ἀπὸ τοῦ λιπαροῦ [παραυτὸ ἐν Hs.] τοῦ ἐν τῷ ἀνθρώπῳ, καὶ τὸ σῶμα ἀνέλκεται ἀφαιρούμενον τὸ ὑγρὸν τοῦ ἀνθρώπου καὶ τῷ πυρετῷ ἀποκτείνει.

[26] Ὅταν δὲ τούτους τοὺς ἀριθμοὺς ὑπερβάλλῃ, χρονίη ἤδη γίνεται ἡ κατάστασις τῶν πυρετῶν.

[28] Πρῶτον μὲν τῷ τεταρταίῳ πυρετῷ δὶς ωὑτὸς ἄνθρωπος οὔτε ἁλίσκεται, οὔτε ἑάλωκέ που, οὔτε ἁλώσεται τοῦ λοιποῦ, ἢν ἅπαξ ὑγιὴς γίνηται· διὰ τοῦτο δὲ κατὰ τὴν ἰδίαν ἑκάστου τῶν ἀνθρώπων φύσιν καὶ τὴν ἡλικίαν τὴν ἀκμαστικὴν γίνεται. ἀνάγκη γὰρ ἀκμάζουσαν τὴν φύσιν τοῦ ἀνθρώπου ἐν τούτῳ τῷ χρόνῳ τεταρταίῳ ἁλίσκεσθαι πυρετῷ, παρελθούσης δὲ τῆς ἀκμῆς ἀπολελύσθαι καὶ τοῦ τεταρταίου τῆς λήψιος.

Ὁκόταν τὸ τῆς ψυχῆς θερμὸν τῆς τοῦ ἀνθρώπου ἐν τοῖσι σπλάγχνοισι καὶ τῇσι φλεψὶ γένηται πλέον τοῦ ἐν τούτοισι τοῖσι χωρίοισιν συγγενέος θερμοῦ τὸν ἰχῶρα τὸν ἔξω τοῦ σώματος τὸν ὑγρὸν καὶ ψυχρὸν συνάγον ἐφ᾿ ἑωυτὸ εἴσω, ἠπίαλον ποιεῖ τότε ἔξω τοῦ σώματος ἅτε ἐκκενουμένου τοῦ θερμοῦ μετὰ τοῦ ἰχῶρος εἴσω ἰόντος. ἐν τουτέοισι τοῖσι καιροῖσι καὶ χολὰς πλείους ἕλκει ἐκ τῶν πιμελῶν, ἀφ᾿ ὧν οἵ τε πυρετοὶ καὶ αἱ δίψαι αἴρονται. γίγνονται μὲν οὖν διὰ ταῦτα. ἐν δὲ ταῖς μεταβολαῖς παύονται διὰ τόδε· ὑπὸ τῆς τοῦ θερμοῦ βίης τε καὶ ἀκμῆς ἔνδον αὐτὸ τὸ θερμὸν διὰ τῆς ἀναπνοῆς ἐξατμίζον ἀναπνέει καὶ ἐξωθέεται τὸ ὑγρόν, ὃ προσήγαγεν τὸ θερμόν. ἀναπνέει δὲ καὶ διὰ τῶν ῥινῶν ὥσπερ καὶ τοῦ στόματος πλέον ἢ ὁκόσον ὑγιαίνων ἑκάστοτε· οὕτως ἀποψύχεται πᾶν τὸ σῶμα. ἐν δὲ τοῖς διαιτήμασι πάλιν ὁμοίως συλλέγει τοὺς ἰχῶρας. γίγνονται μὲν οὖν οὕτως οἱ τεταρταῖοι καὶ ἄλλοι πυρετοί.

[46] Μέγιστον τοίνυν σημεῖον τοῖσι μέλλουσι τῶν καμνόντων βιώσασθαι, ἐὰν μὴ παρὰ φύσιν ᾖ ὁ καῦσος· καὶ τἄλλα δὲ νουσήματα ὡσαύτως· οὐδὲν γὰρ δεινὸν τῶν κατὰ φύσιν γίνεται οὐδὲ θανατῶδες· δεύτερον δὲ, ἐὰν μὴ αὐτή γε ἡ ὥρη τῷ νουσήματι ξυμμαχήσῃ· ὡς γὰρ ἐπὶ τὸ πουλὺ οὐ νικᾷ ἡ τοῦ ἀνθρώπου φύσις τὴν τοῦ ὅλου δύναμιν. Ἔπειτα δὲ, ἢν τὰ περὶ τὸ πρόσωπον ἰσχναίνηται, καὶ αἱ φλέβες αἱ ἐν τῇσι χερσὶ καὶ ἐν τοῖσι κανθοῖσι καὶ ἐπὶ τῇσιν ὀφρύῃσιν ἡσυχίην ἔχωσι, πρότερον μὴ ἡσυχάζουσαι. Τοῦτο δὲ, ἢν ἡ φωνὴ ᾖ ἀσθενεστέρη καὶ λειοτέρη γίνηται, καὶ τὸ πνεῦμα μανότερον καὶ λεπτότερον, ἐς τὴν ἐπιοῦσαν ἡμέρην ἄνεσις τῆς νούσου. Ταῦτα οὖν χρὴ σκοπεῖν πρὸς τὰς κρίσιας, καὶ εἰ τὸ παρὰ δικροῦν τῆς γλώσσης ὥσπερ σιάλῳ λευκῷ ἐπαλείφεται· καὶ ἐν ἄκρῃ τῇ γλώσσῃ ταὐτὸ τοῦτο γεγένηται, ἧσσον δὲ· εἰ μὲν οὖν σμικρὰ ταῦτα εἴη, ἐς τὴν τρίτην ἄνεσις τῆς νούσου· ἢν δ᾿ ἔτι παχύτερον, αὔριον· ἤν δ᾿ ἔτι παχύτερον, αὐθημερόν. Τοῦτο δὲ, τῶν ὀφθαλμῶν τὰ λευκὰ ἐν ἀρχῇ μὲν τῆς νούσου ἀνάγκη μελαίνεσθαι, ἐὰν ἰσχύῃ ἡ νοῦσος· ταῦτα οὖν καθαρὰ γινόμενα τελείην ὑγείην δηλοῖ· ἀτρέμα μὲν, βραδύτερον· σφόδρα δὲ γινόμενον, θᾶσσον. [50] τὰ δὲ παρὰ φύσιν γιγνόμενα κατὰ καῦσον πάντα μὲν ἰσχυρὰ, τὰ δὲ καὶ θανατώδεα· δεύτερον δὲ, ἢν αὐτὴ ἡ ὥρη ξυμμαχῇ τῇ νούσῳ, οἷον καύσῳ θέρος, ὑδρωπικῷ χειμών· ὑπερνικᾷ γὰρ τὸ φυσικόν· φοβερώτερον δὲ σπληνί.

[51] Γλῶσσα κατ᾿ ἀρχὰς μὲν πεφρικυῖα, τῷ δὲ χρώματι διαμένουσα, προιόντος δὲ τοῦ χρόνου τρηχυνομένη καὶ πελαινομένη καὶ ῥηγνυμένη θανάσιμον· σφόδρα δὲ μελαινομένη ἐν τῇ τεσσαρεσκαιδεκάτῃ κρίσιν γενέσθαι δηλοῖ· χαλεπωτάτη δέ ἐστιν ἡ μέλαινα καὶ χλωρή· ὅτι ἄν τουτέων ἀπῇ τῶν σημείων καὶ τὸ πάθος ἀσθενέστερον δηλοῖ. ταῦτα μὲν οὖν ἐν τοῖσι πυρετοῖσι τοῖσιν ὀξέσι σημειοῦσθαι χρή, ὁπότε μέλλει ἀποθνήσκειν καὶ ὁπότε σωθήσεσθαι. Ὄρχις δεξιὸς ψυχρὸς καὶ ἀνασπώμενος θανατῶδες. Ὄνυχες μελαινόμενοι καὶ δάκτυλοι ποδῶν ψυχροὶ καὶ μέλανες καὶ ἐγκύπτοντες ἐγγὺς τὸν θάνατον δηλοῦσιν· καὶ τὰ ἄκρα τῶν δακτύλων πελιδνὰ καὶ χείλη πελιδνά, ἀπολελυμένα καὶ ἐξεστραμμένα καὶ ψυχρὰ θανατώδεα. Καὶ σκοτοδινιῶν καὶ ἀνθρώπους ἀποστρεφόμενος τῇ τε ἠρεμίᾳ ἡδόμενος καὶ ὕπνῳ καὶ καύματι πολλῷ κατεχόμενος ἀνέλπιστος. Καὶ ὑπολυσσέων ἄτρεμα καὶ ἀγνοέων καὶ μὴ ἀκούων μηδὲ ξυνιεὶς θανατῶδες. Ἐν τοῖσι τετάνοισι καὶ ὀπισθοτόνοισι γένυες λυόμεναι θανάσιμον· θανάσιμον δὲ καὶ ἱδροῦν ἐν ὀπισθοτόνῳ καὶ τὸ σῶμα διαλύεσθαι καὶ ἀνεμεῖν ὀπισθοτόνῳ διὰ ῥινῶν ἤ ἐξ ἀρχῆς ἄφωνον ἐόντα βοᾶν ἠ φλυηρεῖν· ἐς γὰρ τὴν ὑστεραίην θάνατον σημαίνει. Μέλλουσι δὲ ἀποθνήσκειν ταῦτα σαφέστερα γίγνεται, καὶ αἱ κοιλίαι ἐπαίρονται καὶ φυσῶνται. Ἀναφέρουσιν ὥσπερ τὰ παιδία τὰ πεπαυμένα κλαίοντά τε καὶ εἰς τὰς ῥῖνας ἀνέλκοντα τὸ πνεῦμα.

[52] Ὅρος δὲ θανάτου, ἐὰν τὸ τῆς ψυχῆς θερμὸν ἐπανέλθῃ ὑπὲρ τοῦ ὀμφαλοῦ εἰς τὸν ἄνω τῶν φρενῶν τόπον καὶ συγκαυθῇ τὸ ὑγρὸν ἅπαν· ἐπειδὰν ὁ πλεύμων καὶ ἡ καρδία τὴν ἰκμάδα ἀποβάλωσι, τοῦ θερμοῦ ἀθροοῦντος ἐν τοῖσι θανατώδεσι τόποις, ἀποπνέει ἀθρόον τὸ πνεῦμα τοῦ θερμοῦ, ὅθεν περ ξυνέστη τὸ ὅλον, εἰς τὸ ὅλον πάλιν, τὸ μὲν διὰ τῶν σαρκῶν, τὸ δὲ διὰ τῶν ἐν κεφαλῇ ἀναπνοῶν, ὅθεν τὸ ζῆν καλοῦμεν· ἀπολείπουσα δὲ ἡ ψυχὴ τὸ τοῦ σώματος σκῆνος, τὸ ψυχρὸν καὶ τὸ θνητὸν εἴδωλον ἅμα [αἷμα C.] καὶ χολῇ [ ‑ ὴν C.] καὶ αἵματι [om. C.] καὶ φλέγματι [ ‑ μα C.] καὶ σαρκὶ [ ‑ ας C.] παρέδωκεν [om. C.]


Περὶ Καρδίης

ΠΕΡΙ ΚΑΡΔΙΗΣ.

[1] Καρδίη σχῆμα μὲν ὁκοίη πυραμὶς, χροιὴν δὲ κατακορὴς φοινικέα. Καὶ περιβεβλέαται χιτῶνα λεῖον· καὶ ἔστιν ἐν αὐτέῳ ὑγρὸν σμικρὸν ὁποῖον οὖρον, ὥστε δόξεις ἐν κύστει τὴν καρδίην ἀναστρέφεσθαι· γεγένηται δὲ τούτου ἕνεκα, ὅκως ἅλληται ῥωσκομένως ἐν φυλακῇ· ἔχει δὲ τὸ ὕγρασμα ὁκόσον μάλιστα καὶ πυρευμένῃ ἄκος. Τοῦτο δὲ τὸ ὑγρὸν διοῤῥοῖ ἡ καρδίη πίνουσα, ἀναλαμβανομένη καὶ ἀναλίσκουσα, λάπτουσα τοῦ πνεύμονος τὸ ποτόν.

[2] Πίνει γὰρ ὥνθρωπος τὸ μὲν πολλὸν ἐς νηδύν· ὁ γὰρ στόμαχος ὁκοῖον χῶνος, καὶ ἐκδέχεται τὸ πλῆθος καὶ ἅσσα προσαιρόμεθα· πίνει δὲ καὶ ἐς φάρυγγα, τυτθὸν δὲ οἷον καὶ ὁκόσον ἂν λάθοι διὰ ῥύμης ἐσρυέν· πῶμα γὰρ ἀτρεκὲς ἡ ἐπιγλωσσὶς, κἂν διήσῃ μεῖζον ποτοῦ οὐδέν. Σημήϊον τοῦτο· ἢν γάρ τις κυάνῳ ἢ μίλτῳ φορύξας ὕδωρ δοίη δεδιψηκότι πάνυ πιεῖν, μάλιστα δὲ συῒ, τὸ γὰρ κτῆνος οὐκ ἔστιν ἐπιμελὲς οὐδὲ φιλόκαλον, ἔπειτα δὲ εἰ ἔτι πίνοντος ἀνατέμνοις τὸν λαιμὸν, εὕροις ἂν τοῦτον κεχρωσμένον τῷ ποτῷ· ἀλλ᾿ οὐ παντὸς ἀνδρὸς ἡ χειρουργία. Οὔκουν ἀπιστητέον ἡμῖν περὶ τοῦ ποτοῦ, εἰ εὐτρεπίζει τὴν σύριγγα τῷ ἀνθρώπῳ. Ἀλλὰ πῶς ὕδωρ ἀνέδην ἐνοροῦον ὄχλον καὶ βῆχα παρέχει πουλλήν; οὕνεκα, φημὶ, ἀπάντικρυ τῆς ἀναπνοῆς φέρεται. Τὸ γὰρ διὰ τῆς ῥύμης ἐσρέον, ἅτε παρὰ τυτθὸν ἰὸν, οὐκ ἐνίσταται τῇ ἀναφορῇ τοῦ ἠέρος, ἀλλά τινα καὶ λείην ὁδόν οἱ παρέχει ἡ ἐπίτεγξις· τοῦτο δὲ τὸ ὑγρὸν ἀπάγει τοῦ πνεύμονος ἅμα τῷ ἠέρι.

[3] Τὸν μὲν οὖν ἠέρα χρὴ, γενόμενον θεραπείην, ἀνάγκῃ ὀπίσω τὴν αὐτὴν ὁδὸν ἐκβάλλειν ἔνθεν ἤγαγεν· τὸ δ᾿ ὑγρὸν, τὸ μὲν εἰς τὸν κουλεὸν αὐτέης ἀποπτύει, τὸ δ᾿ αὖ ξὺν τῷ ἠέρι θύραζε χωρέειν ἐῇ. Ταύτῃ καὶ διαίρει τὸν οὐρανὸν, ὁκόταν παλινδρομέῃ τὸ πνεῦμα· παλινδρομέει δὲ κατὰ δίκην· οὐ γὰρ ἔστιν ἀνθρώπου φύσιος τροφὴ ταῦτα· κῶς γὰρ ἀνθρώπου τροφὴ ἄνεμος καὶ ὕδωρ τὰ ὠμά; ἀλλὰ μᾶλλον τιμωρίη ξυγγενέος πάθης.

[4] Περὶ δὲ οὗ ὁ λόγος, ἡ καρδίη μῦς ἐστι κάρτα ἰσχυρὸς, οὐ τῷ νεύρῳ, ἀλλὰ πιλήματι σαρκός. Καὶ δύο γαστέρας ἔχει διακεκριμένας ἐν ἑνὶ περιβόλῳ, τὴν μὲν ἔνθα, τὴν δὲ ἔνθα· οὐδὲν δὲ ἐοίκασιν ἀλλήλῃσιν· ἡ μὲν γὰρ ἐν τοῖσι δεξιοῖσιν ἐπὶ στόμα κέεται ὁμιλέουσα τῇ ἑτέρῃ [φλεβὶ], ἡ δὲ δεξιὴ φημὶ τῶν ἐν λαιοῖς· ἡ γὰρ πᾶσα καρδίη τουτέοισι τὴν ἕδρην ἐμπεποίηται· ἀτὰρ ἥδε καὶ πάμπαν εὐρυκοίλιος καὶ λαγαρωτέρη πολλῷ τῆς ἑτέρης, οὐδὲ τῆς καρδίης νέμεται τὴν ἐσχατιὴν, ἀλλ᾿ ἐγκαταλείπει τὸν οὐραχὸν στερεὸν, καί ἐστιν ὥσπερ ἔξωθεν προσεῤῥαμμένη. Ἡ δὲ ἑτέρη κέεται ὑπένερθεν μὲν μάλιστα, καὶ κατ᾿ ἰθυωρίην μάλιστα μὲν μαζῷ ἀριστερῷ, ὅπη καὶ διασημαίνει τὸ ἅλμα.

[5] Περίβολον δὲ ἔχει παχὺν, καὶ βόθρον ἐμβεβόθρωται τὸ εἶδος εἴκελον ὅλμῳ. Ἀλλὰ γὰρ ἤδη καὶ τοῦ πνεύμονος ἐνδύεται μετὰ προσηνίης, καὶ κολάζει τὴν ἀκρασίην τοῦ θερμοῦ περιβαλλομένη· ὁ γὰρ πνεύμων φύσει ψυχρός· ἀτὰρ καὶ ψυχόμενος τῇ εἰσπνοῇ.

[6] Ἄμφω γε μὴν δασεῖαι τὰ ἔνδον καὶ ὥσπερ ὑποδιαβεβρωμέναι, καὶ μᾶλλον τῆς δεξιῆς ἡ λαιή· τὸ γὰρ ἔμφυτον πῦρ οὐκ ἐν τῇ δεξιῇ, ὥστε οὐ θαῦμα τρηχυτέρην γενέσθαι τὴν λαιὴν ἐσπνέουσαν ἀκρήτου· ταύτῃ καὶ παχετὸν ἐνδεδόμηται φυλακῆς εἵνεκα τῆς ἰσχύος τοῦ θερμοῦ.

[7] Στόματα δ᾿ αὐτέῃσιν οὐκ ἀνεώγασιν, εἰ μή τις ἀποκείρει τῶν οὐάτων τὴν κορυφὴν καὶ τῆς καρδίης τὴν κεφαλήν· ἢν δ᾿ ἀποκείρῃ, φανήσεται καὶ δισσὰ στόματα ἐπὶ δυσὶ γαστέροιν· ἡ γὰρ παχείη φλὲψ ἐκ μιῆς ἀναθέουσα, πλανᾷ τὴν ὄψιν, ἢν ἀνατμηθῇ. Αὗται πηγαὶ φύσιος ἀνθρώπου, καὶ οἱ ποταμοὶ ἐνταῦθα ἀνὰ τὸ σῶμα, τοῖσιν ἄρδεται τὸ σκῆνος, οὗτοι δὲ καὶ τὴν ζωὴν φέρουσι τῷ ἀνθρώπῳ, κἢν αὐανθέωσιν, ἀπέθανεν ὥνθρωπος.

[8] Ἀγχοῦ δὲ τῆς ἐκφύσιος τῶν φλεβῶν σώματα τῇσι κοιλίῃσιν ἀμφιβεβήκασι, μαλθακὰ, σηραγγώδεα, ἃ κληΐσκεται μὲν οὔατα, τρήματα δὲ οὐκ ἔστιν οὐάτων· ταῦτα γὰρ οὐκ ἐνακούουσιν ἰαχῆς· ἔστι δὲ ὄργανα τοῖσιν ἡ φύσις ἁρπάζει τὸν ἠέρα. Καίτοι δοκέω τὸ ποίημα χειρώνακτος ἀγαθοῦ· κατασκεψάμενος γὰρ σχῆμα στερεὸν ἐσόμενον τὸ σπλάγχνον διὰ τὸ πιλητικὸν τοῦ ἐγχύματος, ἔπειτα πᾶν ἐὸν ἑλκτικὸν, παρέθηκεν αὐτέῳ φύσας, καθάπερ τοῖσι χοάνοισιν οἱ χαλκέες, ὥστε διὰ τουτέων χειροῦται τὴν πνοήν. Τεκμήριον δὲ τοῦ λόγου· τὴν μὲν γὰρ καρδίην ἴδοις ἂν ῥιπταζομένην οὐλομελῆ, τὰ δὲ οὔατα κατ᾿ ἰδίην ἀναφυσώμενά τε καὶ ξυμπίπτοντα.

[9] Διὰ τοῦτο δέ φημι καὶ φλεβία μὲν ἐργάζεται τὴν ἀναπνοὴν ἐς τὴν ἀριστερὴν κοιλίην, ἀρτηρίη δ᾿ ἐς τὴν ἄλλην· τὸ γὰρ μαλακὸν ἑλκτικώτερον καὶ ἐπιδόσιας ἔχον. Ἔχρη δὲ ἡμῖν μᾶλλον τὰ ἐπικείμενα τῆς καρδίης διαψύχεσθαι· βέβλαπται ἔς τι γὰρ τὸ θερμὸν ἐν τοῖσι δεξιοῖσιν, ὥστε διὰ τὴν πάθην οὐκ ἔλαβεν εὐπετὲς ὄργανον, ἵνα μὴ πάμπαν κρατηθῇ ὑπὸ τοῦ ἐσιόντος.

[10] Λοιπός ἐστιν ὁ λόγος ὁ τῆς καρδίης ὑμένες ἀφανέες, ἔργον ἀξιαπηγητότατον. Ὑμένες γὰρ καὶ ἄλλοι τινὲς ἐν τῇσι κοιλίῃσιν ὁκοῖον ἀράχναι διαπετέες ζώσαντες πάντη τὰ στόματα, κτηδόνας ἐμβάλλουσιν ἐς τὴν στερεὴν καρδίην. Οὗτοί μοι δοκέουσιν οἱ τόνοι τοῦ σπλάγχνου καὶ τῶν ἀγγείων, ἀρχαὶ τῇσιν ἀορτῇσιν. Ἔστι δὲ αὐτέων ζεῦγος, ᾧ θύραισι μεμηχάνηνται τρεῖς ὑμένες ἑκάστῃ, περιφερέες ἐξ ἄκρου περ ὁκόσον ἡμίτομα κύκλου, οἵ τε ξυνιόντες θαυμάσιον ὡς κλείουσι τὰ στόματα, τῶν ἀορτέων πέρας· καὶ τὴν καρδίην ἀποθανόντος ἤν τις ἐξεπιστάμενος τὸν ἀρχαῖον κόσμον ἀφελὼν, τῶνδε τὸν μὲν ἀποστήσῃ, τὸν δὲ ἐπανακλίνῃ, οὔτε ὕδωρ ἂν διέλθοι εἰς τὴν καρδίην οὔτε φῦσα ἐμβαλλομένη· καὶ μᾶλλον τῶν τῆς ἀριστερῆς· τοιγὰρ ἐμηχανήθησαν ἀτρεκέστερον κατὰ δίκην· γνώμη γὰρ ἡ τοῦ ἀνθρώπου πέφυκεν ἐν τῇ λαιῇ κοιλίῃ, καὶ ἄρχει τῆς ἄλλης ψυχῆς.

[11] Τρέφεται δὲ οὔτε σιτίοισιν οὔτε ποτοῖσι τοῖσιν ἀπὸ τῆς νηδύος, ἀλλὰ καθαρῇ καὶ φωτοειδεῖ περιουσίῃ γεγονυίῃ ἐκ τῆς διακρίσιος τοῦ αἵματος. Εὐπορέει δὲ τὴν τροφὴν ἐκ τῆς ἔγγιστα δεξαμένης τοῦ αἵματος, διαβάλλουσα τὰς ἀκτῖνας, καὶ νεμομένη ὥσπερ ἐκ νηδύος καὶ ἐντέρων τὴν τροφὴν, καὶ τοῦτο κατὰ φύσιν· ὅκως δὲ μὴ ἀνακωχῇ τὸ σιτίον τὰ ἐνεόντα ἐν τῇ ἀρτηρίῃ ἐν ζάλῃ ἐὸν, ἀποκλείει τὴν ἐπ᾿ αὐτὴν κέλευθον· ἡ γὰρ μεγάλη ἀρτηρίη βόσκεται τὴν γαστέρα καὶ τὰ ἔντερα, καὶ γέμει τροφῆς οὐχ ἡγεμονικῆς. Ὅτι δὲ οὐ τρέφεται βλεπομένῳ αἵματι δῆλον ὧδε· ἀποσφαγέντος τοῦ ζώου, σχισθείσης τῆς ἀριστερῆς κοιλίης, ἐρημίη φαίνεται πᾶσα, πλὴν ἰχῶρός τινος καὶ χολῆς ξανθῆς καὶ τῶν ὑμενέων, περὶ ὧν ἤδη μοι πέφανται· ἡ δὲ ἀρτηρίη οὐ λειφαιμοῦσα, οὐδὲ ἡ δεξιὴ κοιλίη. Τουτέῳ μὲν οὖν τῷ ἀγγείῳ κατ᾿ ἐμὸν νόον ἥδε ἡ πρόφασις τῶν ὑμένων.

[12] Τὸ δ᾿ αὖ φερόμενον ἐκ τῆς δεξιῆς, ζυγοῦται μὲν καὶ τοῦτο τῇ ξυμβολῇ τῶν ὑμένων, πλὴν οὐ κάρτα ἔθρωσκεν ὑπὸ ἀσθενείης· ἀλλ᾿ ἀνοίγεται μὲν ἐς πνεύμονα, ὡς αἷμα παρασχεῖν αὐτῷ εἰς τὴν τροφὴν, κλείεται δὲ ἐς τὴν καρδίην οὐχ ἁρμῷ, ὅκως ἐσίῃ μὲν ὁ ἠὴρ, οὐ πάνυ δὲ πουλύς· ἀσθενὲς γὰρ ἐνταῦθα τὸ θερμὸν, δυναστευόμενον κρήματι ψυχροῦ· τὸ αἷμα γὰρ οὐκ ἐστὶ τῇ φύσει θερμὸν, οὐδὲ γὰρ ἄλλο τι ὕδωρ, ἀλλὰ θερμαίνεται· δοκέει δὲ τοῖσι πολλοῖσι φύσει θερμόν. Περὶ δὲ καρδίης τοιαῦτα εἰρήσθω.


Περὶ Τροφῆς

ΠΕΡΙ ΤΡΟΦΗΣ.

[1] Τροφὴ καὶ τροφῆς εἶδος, μία καὶ πολλαί· μία μὲν ᾗ γένος ἓν, εἶδος δὲ ὑγρότητι καὶ ξηρότητι· καὶ ἐν τουτέοισιν ἰδέαι καὶ πόσον ἐστὶ καὶ ἐς τίνα καὶ ἐς τοσαῦτα.

[2] Αὔξει δὲ καὶ ῥώννυσι καὶ σαρκοῖ καὶ ὁμοιοῖ καὶ ἀνομοιοῖ τὰ ἐν ἑκάστοισι κατὰ φύσιν τὴν ἑκάστου καὶ τὴν ἐξ ἀρχῆς δύναμιν.

[3] Ὁμοιοῖ δὲ ἐς [φύσιν καὶ] δύναμιν, ὁκόταν κρατέῃ μὲν ἡ ἐπεισιοῦσα, ἐπικρατέῃ δὲ ἡ προϋπάρχουσα.

[4] Γίνεται δὲ καὶ ἐξίτηλος, ὁτὲ μὲν ἡ προτέρη ἐν χρόνῳ ἀπολυθεῖσα ἢ ἐπιπροστεθεῖσα, ὁτὲ δὲ ἡ ὑστέρη ἐν χρόνῳ ἀπολυθεῖσα ἢ ἐπιπροστεθεῖσα.

[5] Ἀμαυροῖ δὲ ἑκατέρας ἐν χρόνῳ καὶ μετὰ χρόνον ἡ ἔξωθεν συνεχὴς ἐπεισκριθεῖσα καὶ ἐπὶ πολλὸν χρόνον στερεμνίως πᾶσι τοῖσι μέλεσι διαπλεκεῖσα.

[6] Καὶ τὴν μὲν ἰδίην ἰδέην ἐξεβλάστησε· μεταβάλλει τε τὴν ἀρχαίαν, καὶ καταφέρεται· τρέφει δὲ πεττομένη· τὴν δὲ προτέρην ἰδέην ἐξαλλάττει ἔστιν ὅτε καὶ τὰς προτέρας ἐξημαύρωσεν.

[7] Δύναμις δὲ τροφῆς ἀφικνέεται καὶ ἐς ὀστέον καὶ πάντα τὰ μέρεα αὐτοῦ, καὶ ἐς νεῦρον καὶ ἐς φλέβα καὶ ἐς ἀρτηρίην καὶ ἐς μῦν καὶ ἐς ὑμένα καὶ σάρκα καὶ πιμελὴν καὶ αἷμα καὶ φλέγμα καὶ μυελὸν καὶ ἐγκέφαλον καὶ νωτιαῖον καὶ τὰ ἐντοσθίδια καὶ πάντα τὰ μέρεα αὐτῶν, καὶ δὴ καὶ ἐς θερμασίην καὶ πνεῦμα καὶ ὑγρασίην.

[8] Τροφὴ δὲ τὸ τρέφον, τροφὴ δὲ τὸ οἷον, τροφὴ δὲ τὸ μέλλον.

[9] Ἀρχὴ δὲ πάντων μία καὶ τελευτὴ πάντων μία καὶ ἡ αὐτὴ τελευτὴ καὶ ἀρχή.

[10] Καὶ ὅσα κατὰ μέρος ἐν τροφῇ καλῶς καὶ κακῶς διοικέεται, καλῶς μὲν ὅσα προείρηται, κακῶς δὲ ὅσα τούτοισι τὴν ἐναντίην ἔχει τάξιν.

[11] Χυλοὶ ποικίλοι καὶ χρώμασι καὶ δυνάμεσι καὶ ἐς βλάβην καὶ ἐς ὠφελείην, καὶ οὔτε βλάπτειν οὔτε ὠφελέειν, καὶ πλήθει καὶ ὑπερβολῇ καὶ ἐλλείψει καὶ διαπλοκῇ ὧν μὲν, ὧν δ᾿ οὔ.

[12] Καὶ πάντων ἐς θερμασίην βλάπτει καὶ ὠφελέει· ἐς ψύξιν βλάπτει καὶ ὠφελέει· ἐς δύναμιν βλάπτει καὶ ὠφελέει.

[13] Δυνάμιος δὲ ποικίλαι φύσιες.

[14] Χυλοὶ φθείροντες καὶ ὅλον καὶ μέρος καὶ ἔξωθεν καὶ ἔνδοθεν, αὐτόματοι καὶ οὐκ αὐτόματοι, ἡμῖν μὲν αὐτόματοι, αἰτίῃ δ᾿ οὐκ αὐτόματοι· αἰτίης δὲ τὰ μὲν δῆλα, τὰ δ᾿ ἄδηλα, καὶ τὰ μὲν δυνατὰ, τὰ δ᾿ ἀδύνατα.

[15] Φύσις ἐξαρκέει πάντα πᾶσιν.

[16] Ἐς δὲ ταύτην, ἔξωθεν μὲν, κατάπλασμα, κατάχρισμα, ἄλειμμα, γυμνότης ὅλου καὶ μέρεος, καὶ σκέπη ὅλου καὶ μέρεος, θερμασίη καὶ ψύξις κατὰ τὸν αὐτὸν λόγον καὶ στύψις καὶ ἕλκωσις καὶ δηγμὸς καὶ λίπασμα· ἔνδοθεν δὲ, τινά τε τῶν εἰρημένων, καὶ ἐπὶ τούτοισιν αἰτίη ἄδηλος καὶ μέρει καὶ ὅλῳ, τινί τε καὶ οὐτινί.

[17] Ἀποκρίσιες κατὰ φύσιν, κοιλίης, οὔρων, ἱδρῶτος, πτυάλου, μύξης, ὑστέρης, καθ᾿ αἱμοῤῥοΐδα, θύμον, λέπρην, φῦμα, καρκίνωμα, ἐκ ῥινῶν, ἐκ πλεύμονος, ἐκ κοιλίης, ἐξ ἕδρης, ἐκ καυλοῦ, κατὰ φύσιν καὶ παρὰ φύσιν· αἱ διακρίσιες τούτων ἄλλοισι πρὸς ἄλλον λόγον ἄλλοτε καὶ ἀλλοίως. Μία φύσις ἐστὶ ταῦτα πάντα καὶ οὐ μία· πολλαὶ φύσιές εἰσι ταῦτα πάντα καὶ μία.

[18] Φαρμακείη ἄνω καὶ κάτω, καὶ οὔτε ἄνω οὔτε κάτω.

[19] Ἐν τροφῇ φαρμακείη ἄριστον, ἐν τροφῇ φαρμακείη φλαῦρον, φλαῦρον καὶ ἄριστον πρὸς τί.

[20] Ἕλκος, ἐσχάρη, αἷμα, πῦον, ἰχὼρ, λέπρη, πίτυρον, ἀχὼρ, λειχὴν, ἀλφὸς, ἔφηλις, ὁτὲ μὲν βλάπτει, ὁτὲ δὲ ὠφελέει, ὁτὲ δὲ οὔτε βλάπτει οὔτε ὠφελέει.

[21] Τροφὴ οὐ τροφὴ, ἢν μὴ δύνηται· μὴ τροφὴ τροφὴ, ἢν οἷόν τε ᾖ τρέφεσθαι· οὔνομα τροφὴ, ἔργον δὲ οὐχί· ἔργον τροφὴ, οὔνομα δὲ οὐχί.

[22] Ἐς τρίχας τροφὴ καὶ ἐς ὄνυχας καὶ ἐς τὴν ἐσχάτην ἐπιφανείην ἔνδοθεν ἀφικνέεται· ἔξωθεν τροφὴ ἐκ τῆς ἐσχάτης ἐπιφανείης ἐνδοτάτω ἀφικνέεται.

[23] Ξύῤῥοια μία, ξύμπνοια μία, ξυμπαθέα πάντα· κατὰ μὲν οὐλομελίην πάντα, κατὰ μέρος δὲ τὰ ἐν ἑκάστῳ μέρει μέρεα πρὸς τὸ ἔργον.

[24] Ἀρχὴ μεγάλη εἰς ἔσχατον μέρος ἀφικνέεται· ἐξ ἐσχάτου μέρεος ἐς ἀρχὴν μεγάλην ἀφικνέεται· μία φύσις εἶναι καὶ μὴ εἶναι.

[25] Νούσων διαφοραὶ ἐν τροφῇ, ἐν πνεύματι, ἐν θερμασίῃ, ἐν αἵματι, ἐν φλέγματι, ἐν χολῇ, ἐν χυμοῖσιν, ἐν σαρκὶ, ἐν πιμελῇ, ἐν φλεβὶ, ἐν ἀρτηρίῃ, ἐν νεύρῳ, μυὶ, ὑμένι, ὀστέῳ, ἐγκεφάλῳ, νωτιαίῳ μυελῷ, στόματι, γλώσσῃ, στομάχῳ, κοιλίῃ, ἐντέροισι, φρεσὶ, περιτοναίῳ, ἥπατι, σπληνὶ, νεφροῖσι, κύστεϊ, μήτρῃ, δέρματι· ταῦτα πάντα καὶ καθ᾿ ἓν καὶ κατὰ μέρος· μέγεθος αὐτῶν μέγα καὶ οὐ μέγα.

[26] Τεκμήρια, γαργαλισμὸς, ὀδύνη, ῥῆξις, γνώμη, ἱδρὼς, οὔρων ὑπόστασις, ἡσυχίη, ῥιπτασμὸς, ὄψιος στάσιες, φαντασίαι, ἴκτερος, λυγμὸς, ἐπιληψίη, αἷμα ὁλοσχερὲς, ὕπνος, καὶ ἐκ τούτων καὶ ἐκ τῶν ἄλλων τῶν κατὰ φύσιν, καὶ ὅσα ἄλλα τοιουτότροπα ἐς βλάβην καὶ ἐς ὠφελίην ὁρμᾷ· πόνοι ὅλου καὶ μέρεος· μεγέθους σημήϊα, τοῦ μὲν ἐς τὸ μᾶλλον, τοῦ δὲ ἐς τὸ ἧσσον, καὶ ἀπ᾿ ἀμφοτέρων ἐς τὸ μᾶλλον καὶ ἀπ᾿ ἀμφοτέρων ἐς τὸ ἧσσον.

[27] Γλυκὺ οὐ γλυκὺ, γλυκὺ ἐς δύναμιν οἷον ὕδωρ, γλυκὺ ἐς γεῦσιν οἷον μέλι· σημήϊα ἑκατέρων, ἕλκεα, ὀφθαλμοὶ καὶ γεύσιες, καὶ ἐν τούτοισι τὸ μᾶλλον καὶ τὸ ἧσσον· γλυκὺ ἐς τὴν ὄψιν καὶ ἐν χρώμασι καὶ ἐν ἄλλῃσι μίξεσι, γλυκὺ μᾶλλον καὶ ἧσσον.

[28] Ἀραιότης σώματος ἐς διαπνοὴν, οἷσι πλέον ἀφαιρέεται ὑγιεινόν· πυκνότης σώματος ἐς διαπνοὴν, οἷσιν ἔλασσον ἀφαιρέεται νοσερόν· οἱ διαπνεόμενοι καλῶς ἀσθενέστεροι καὶ ὑγιεινότεροι καὶ εὐανάσφαλτοι, οἱ διαπνεόμενοι κακῶς πρὶν ἢ νοσέειν ἰσχυρότεροι, νοσήσαντες δὲ δυσανάσφαλτοι· ταῦτα δὲ καὶ ὅλῳ καὶ μέρει.

[29] Πλεύμων ἐναντίην σώματι τροφὴν ἕλκει, τὰ δ᾿ ἄλλα πάντα τὴν αὐτήν.

[30] Ἀρχὴ τροφῆς πνεύματος, ῥῖνες, στόμα, βρόγχος, πλεύμων, καὶ ἡ ἄλλη διαπνοή· ἀρχὴ τροφῆς καὶ ὑγρῆς καὶ ξηρῆς, στόμα, στόμαχος, κοιλίη· ἡ δὲ ἀρχαιοτέρη τροφὴ, διὰ τοῦ ἐπιγαστρίου, ᾗ ὀμφαλός.

[31] Ῥίζωσις φλεβῶν ἧπαρ, ῥίζωσις ἀρτηριῶν καρδίη· ἐκ τουτέων ἀποπλανᾶται ἐς πάντα αἷμα καὶ πνεῦμα, καὶ θερμασίη διὰ τούτων φοιτᾷ.

[32] Δύναμις μίη καὶ οὐ μίη, ᾗ πάντα ταῦτα καὶ τὰ ἑτεροῖα διοικέεται, ἡ μὲν ἐς ζωὴν ὅλου καὶ μέρεος, ἡ δὲ ἐς αἴσθησιν ὅλου καὶ μέρεος.

[33] Γάλα τροφὴ, οἷσι γάλα τροφὴ κατὰ φύσιν, ἄλλοισι δὲ οὐχὶ, ἄλλοισι δὲ οἶνος τροφὴ, καὶ ἄλλοισιν οὐχὶ, καὶ σάρκες καὶ ἄλλαι ἰδέαι τροφῆς πολλαὶ, καὶ κατὰ χώρην καὶ ἐθισμόν.

[34] Τρέφεται δὲ τὰ μὲν ἐς αὔξησιν καὶ ἐς τὸ εἶναι, τὰ δὲ ἐς τὸ εἶναι μοῦνον, οἷον γέροντες, τὰ δὲ πρὸς τούτων καὶ ἐς ῥώμην. Διάθεσις ἀθλητικὴ οὐ φύσει· ἕξις ὑγιεινὴ κρείσσων ἐν πᾶσιν.

[35] Μέγα τὸ ποσὸν εὐστόχως ἐς δύναμιν ξυναρμοσθέν.

[36] Γάλα καὶ αἷμα τροφῆς πλεονασμός.

[37] Περίοδοι ἐς πολλὰ σύμφωνοι, ἐς ἔμβρυον καὶ ἐς τὴν τούτου τροφήν· αὖτις δὲ ἄνω ῥέπει ἐς γάλα καὶ ἐς τροφὴν βρέφεος.

[38] Ζωοῦται τὰ μὴ ζῶα, ζωοῦται τὰ ζῶα, ζωοῦται τὰ μέρεα τῶν ζώων.

[39] Φύσιες πάντων ἀδίδακτοι.

[40] Αἷμα ἀλλότριον ὠφέλιμον, αἷμα ἴδιον ὠφέλιμον, αἷμα ἀλλότριον βλαβερὸν, αἷμα ἴδιον βλαβερὸν, χυμοὶ ἴδιοι βλαβεροὶ, χυμοὶ ἀλλότριοι βλαβεροὶ, χυμοὶ ἀλλότριοι ξυμφέροντες, χυμοὶ ἴδιοι ξυμφέροντες, τὸ ξύμφωνον διάφωνον, τὸ διάφωνον ξύμφωνον, γάλα ἀλλότριον ἀστεῖον, γάλα ἴδιον βλαβερὸν, γάλα ἀλλότριον βλαβερὸν, γάλα ἴδιον ὠφέλιμον.

[41] Σιτίον νέοισιν ἀκροσαπὲς, γέρουσιν ἐς τέλος μεταβεβλημένον, ἀκμάζουσιν ἀμετάβλητον.

[42] Ἐς τύπωσιν λε΄ ἠέλιοι, ἐς κίνησιν ο΄, ἐς τελειότητα σι΄· ἄλλοι, ἐς ἰδέην με΄, ἐς κίνησιν ΄, ἐς ἔξοδον σο΄· ἄλλοι, ν΄ ἐς ἰδέην, ἐς πρῶτον ἅλμα ρ΄, ἐς τελειότητα τ΄· ἐς διάκρισιν μ΄, ἐς μετάβασιν π΄, ἐς ἔκπτωσιν σμ΄· οὐκ ἔστι καὶ ἔστι· γίνεται δὲ ἐν τούτοισι καὶ πλείω καὶ ἐλάσσω, καὶ ὅλον καὶ κατὰ μέρος, οὐ πολλὸν δὲ καὶ πλείω πλείω καὶ ἐλάσσω ἐλάσσω, τοσαῦτα καὶ ὅσα ἄλλα τούτοισιν ὅμοια.

[43] Ὀστέων τροφὴ ἐκ κατήξιος, ῥινὶ δὶς πέντε, γνάθῳ καὶ κληῗδι καὶ πλευρῇσι διπλάσιαι, πήχει τριπλάσιαι, κνήμῃ καὶ βραχίονι τετραπλάσιαι, μηρῷ πενταπλάσιαι, καὶ εἴ τι ἐν τούτοισι δύναται πλέον ἢ ἔλασσον.

[44] Αἷμα ὑγρὸν καὶ αἷμα στερεόν· αἷμα ὑγρὸν ἀστεῖον, αἷμα ὑγρὸν φλαῦρον· αἷμα στερεὸν ἀστεῖον, αἷμα στερεὸν φλαῦρον· πρός τι πάντα φλαῦρα καὶ πάντα ἀστεῖα.

[45] Ὁδὸς ἄνω κάτω, μία.

[46] Δύναμις τροφῆς κρέσσων ἢ ὄγκος, ὄγκος τροφῆς κρέσσων ἢ δύναμις, καὶ ἐν ὑγροῖσι καὶ ἐν ξηροῖσιν.

[47] Ἀφαιρέει καὶ προστίθησιν οὐ τωὐτὸ, τῷ μὲν ἀφαιρέει, τῷ δὲ προστίθησι τωὐτό.

[48] Φλεβῶν διασφύξιες καὶ ἀναπνοὴ πνεύματος καθ᾿ ἡλικίην, καὶ ξύμφωνα καὶ διάφωνα, καὶ νούσου καὶ ὑγιείης σημήϊα, καὶ ὑγιείης μᾶλλον ἢ νούσου, καὶ νούσου μᾶλλον ἢ ὑγιείης· τροφὴ γὰρ καὶ πνεῦμα.

[49] Ὑγρὴ τροφὴ εὐμετάβλητος μᾶλλον ἢ ξηρή· ξηρὴ τροφὴ εὐμετάβλητος μᾶλλον ἢ ὑγρή· ἡ δυσαλλοίωτος δυσεξανάλωτος, ἡ εὐπρόσθετος εὐεξανάλωτος.

[50] Καὶ ὁκόσοι ταχείης προσθέσιος δέονται, ὑγρὸν ἴημα ἐς ἀνάληψιν δυνάμιος κράτιστον· ὁκόσοι δὲ ἔτι ταχυτέρης, δι᾿ ὀσφρήσιος· ὁκόσοι δὲ βραδυτέρης προσθέσιος δέονται, στερεῇ τροφῇ.

[51] Μῦες στερεώτεροι δυσέκτηκτοι [μᾶλλον] τῶν ἄλλων, παρὲξ ὀστέου καὶ νεύρου· δυσμετάβλητα τὰ γεγυμνασμένα, κατὰ γένος αὐτὰ ἑωυτῶν ἰσχυρότερα ἐόντα, διὰ τοῦτο αὐτὰ ἑωυτῶν δυστηκτότερα.

[52] Πῦον τὸ ἐκ σαρκός· πυῶδες τὸ ἐξ αἵματος καὶ ἐξ ἄλλης ὑγρασίης· πῦον τροφὴ ἕλκεος· πυῶδες τροφὴ φλεβὸς, ἀρτηρίης.

[53] Μυελὸς τροφὴ ὀστέου, διὰ τοῦτο ἐπιπωροῦται.

[54] Δύναμις πάντα αὔξει καὶ τρέφει καὶ βλαστάνει.

[55] Ὑγρασίη τροφῆς ὄχημα.


Περὶ Ὄψιος

ΠΕΡΙ ΟΨΙΟΣ.

[1] Αἱ ὄψιες αἱ διεφθαρμέναι, αὐτόματοι μὲν κυανίτιδες γιγνόμεναι, ἐξαπίνης γίνονται, καὶ ἐπειδὰν γένωνται, οὐκ ἔστιν ἴησις τοιαύτη. Αἱ δὲ θαλασσοειδέες γιγνόμεναι, κατὰ μικρὸν ἐν πολλῷ χρόνῳ διαφθείρονται, καὶ πολλάκις ὁ ἕτερος ὀφθαλμὸς ἐν πολλῷ χρόνῳ ὕστερον διεφθάρη. Τουτέου δὲ χρὴ καθαίρειν τὴν κεφαλὴν καὶ καίειν τὰς φλέβας· κἢν ἀρχόμενος θεραπευθῇ ταῦτα, ἵσταται τὸ κακὸν καὶ οὐ χωρέει ἐπὶ τὸ φαυλότερον. Αἱ δὲ μεταξὺ τῆς τε κυανίτιδος καὶ τῆς θαλασσοειδοῦς, ἢν μὲν νέῳ ἐόντι γένωνται, πρεσβυτέρῳ γενομένῳ καθίστανται· ἢν δὲ πρεσβυτέρῳ ἐόντι γίγνωνται ἐτέων ἑπτὰ, .... βέλτιον ὁρῇ· τὰ μεγάλα δὲ πάνυ καὶ λαμπρὰ, καὶ ἀπὸ πρόσθεν, ὁρῇ μὲν, σαφῶς δὲ οὐ, καὶ ὅτι ἂν πάνυ πρὸς ἑωυτὸν τὸν ὀφθαλμὸν προσθῇ, καὶ τοῦτο, ἄλλο δὲ οὐδέν. Ξυμφέρει δὲ τουτέῳ κάθαρσίς τε καὶ καῦσις τῆς κεφαλῆς· αἷμα δὲ τουτέοισιν οὐ ξυμφέρει ἀφιέναι, οὔτε τῇ κυανίτιδι, οὔτε τῇ θαλασσοειδεῖ.

[2] Καὶ τὸ ὄμμα ἐν τοῖσιν ὀφθαλμοῖσι, τῆς ὄψιος ὑγιέος οὔσης τῶν νεωτέρων ἀνθρώπων, ἤν τε θήλεια ᾖ ἤν τ᾿ ἄρσην, οὐκ ἂν ὠφελείης ποιέων οὐθὲν, ἕως ἂν αὔξηται τὸ σῶμα ἔτι. Ὅταν δὲ μηκέτι αὐξάνηται, αὐτέῳ τῷ ὀφθαλμῷ σκεψάμενος τὰ βλέφαρα λεπτύνειν, ξύων, ἢν δοκέῃ προσδέεσθαι, καὶ ἐπικαίων ἔνδοθεν μὴ διαφανέσιν.

[3] .... Ἔπειτα ἀναδήσας, τὰ σκέλεα ἐκτείνας, δίφρον ὑποθεὶς ἀφ᾿ οὗ στηρίζηται τῇσι χερσί· μέσον δέ τις ἐχέτω. Ἔπειτα διασημήνασθαι τὰς νωτιαίας φλέβας, σκοπεῖν δὲ ὄπισθεν. Ἔπειτα καίειν παχέσι σιδηρίοισι καὶ ἡσυχίῃ διαθερμαίνειν, ὅκως ἂν μὴ ῥαγῇ αἷμα καίοντι· προαφιέναι δὲ τοῦ αἵματος, ἢν δοκέῃ καιρὸς εἶναι. Καίειν δὲ πρὸς τὸ ὀστέον ὄπισθεν. Ἔπειτα ἐνθεὶς σπόγγον ἠλαιωμένον ἐγκατακαίειν, πλὴν τοῦ πάνυ πρὸς αὐτῷ τῷ ὀστέῳ· ἢν δὲ προσδέχηται τῷ καυστηρίῳ τὸ σπόγγιον, ἕτερον λιπαρώτερον ἐνθεὶς ἐγκατακαίειν. Ἔπειτα τοῦ ἄρου ἐν μέλιτι δεύων, ἐντιθέναι τῇσιν ἐσχάρῃσιν. Ὅταν δὲ φλέβα παρακαύσῃς ἢ διακαύσῃς, ἐπειδὰν ἐκπέσῃ ἐσχάρη, ὁμοίως τέταται ἡ φλὲψ καὶ πεφύσηται καὶ πλήρης φαίνεται, καὶ σφύζει ὅτε κάτωθεν τὸ ἐπιῤῥέον· ἢν δὲ διακεκαυμένος ᾖ ὁ κάτωθεν, ταῦτα πάντα ἧσσον πάσχει. Διακαίειν δὲ χρὴ αὖθις, ἢν μὴ τὸ πρῶτον διακαύσῃς· τά τε σπόγγια χρὴ ἰσχυρῶς ἐγκατακαίειν, πρὸς τῆς ῥεούσης φλεβὸς μᾶλλον. Αἱ ἐσχάραι αἱ μᾶλλον ὀπτηθεῖσαι τάχει ἐκπίπτουσιν. Αἱ καιόμεναι οὖλαι πρὸς τὸ ὀστέον καλλίονες γίνονται. Ἐπειδὰν δὲ τὰ ἕλκεα ὑγιέα γίνονται, αὖθις ἀναφυσῶνται καὶ ἐπαίρονται, καὶ ἐρυθραί εἰσι παρὰ τὸ ἄλλο, καὶ ὥσπερ ἀναιρησόμεναι φαίνονται, ἕως ἂν χρόνος ἐπιγένηται· καὶ κεφαλῆς καυθείσης καὶ στήθεος, ὁμοίως δὲ καὶ παντὶ τῷ σώματι ὅκου ἂν καυθῇ.

[4] Ὅταν δὲ ξύῃς βλέφαρα ὀφθαλμοῦ, ξύειν [εἶτα καίειν] εἰρίῳ Μιλησίῳ, οὔλῳ, καθαρῷ, περὶ ἄτρακτον περιειλῶν, αὐτὴν τὴν στεφάνην τοῦ ὀφθαλμοῦ φυλασσόμενος, μὴ διακαύσῃς πρὸς τὸν χόνδρον. Σημεῖον δὲ ὅταν ἀπόχρῃ τῆς ξύσιος, οὐκ ἔτι λαμπρὸν αἷμα ἐξέρχεται, ἀλλὰ ἰχὼρ αἱματώδης ἢ ὑδατώδης. Τότε δὲ χρή τινι τῶν ὑγρῶν φαρμάκων, ὅκου ἄνθος ἐστὶ χαλκοῦ, τουτέῳ ἀνατρῖψαι. Ὕστερον δὲ τὸ τῆς ξύσιος καὶ τὸ τῆς καύσιος, ὅταν αἱ ἐσχάραι ἐκπέσωσι καὶ κεκαθαρμένα ᾖ τὰ ἕλκεα καὶ βλαστάνῃ, τάμνειν τομὴν διὰ τοῦ βρέγματος. Ὅταν δὲ τὸ αἷμα ἀποῤῥυῇ, χρὴ διαχρίειν τῳ ἐναίμῳ φαρμάκῳ. Ὕστερον δὲ τουτέου ἔργον καὶ πάντων τὴν κεφαλὴν καθῆραι.

[5] Τὰ βλέφαρα τὰ παχύτερα τῆς φύσιος, τὸ κάτω ἀποταμὼν τὴν σάρκα ὁκόσην εὐμαρέστατα δύνῃ, ὕστερον δὲ τὸ βλέφαρον ἐπικαῦσαι μὴ διαφανέσι, φυλασσόμενος τὴν φύσιν τῶν τριχῶν, ἢ τῷ ἄνθει ὀπτῷ λεπτῷ προστεῖλαι. Ὅταν δὲ ἀποπέσῃ ἡ ἐσχάρα, ἰητρεύειν τὰ λοιπά.

[6] Ὁκόταν δὲ βλέφαρα ψωριᾷ καὶ κνησμὸς ἔχῃ, ἄνθος χαλκοῦ βώλιον πρὸς ἀκόνην τρίψας, ἔπειτα τὸ βλέφαρον ἀποτρίψας αὐτέου, καὶ τότε τὴν φολίδα τοῦ χαλκοῦ τρίβειν ὡς λεπτοτάτην· ἔπειτα χυλὸν ὄμφακος διηθημένον παραχέας καὶ τρίψας λεῖον, τὸ δὲ λοιπὸν ἐν χαλκῷ ἐρυθρῷ παραχέων, κατ᾿ ὀλίγον ἀνατρίβειν, ἕως ἂν πάχος γένηται ὡς μυττωτός· ἔπειτα, ἐπειδὰν ξηρανθῇ, τρίψας λεῖον χρῆσθαι.

[7] Νυκτάλωπος φάρμακον· πινέτω ἐλατήριον, καὶ τὴν κεφαλὴν καθαιρέσθω, καὶ κατάξας τὸν αὐχένα ὡς μάλιστα, πιέσας πλεῖστον χρόνον. Ἐπανιεὶς δὲ διδόναι ἐν μέλιτι βάπτων ἧπαρ βοὸς ὠμὸν καταπιεῖν μέγιστον ὡς ἂν δύνηται, ἓν ἢ δύο.

[8] Ἤν τινι οἱ ὀφθαλμοὶ ὑγιέες ἐόντες διαφθείροιεν τὴν ὄψιν, τουτέῳ χρὴ ταμόντα κατὰ τὸ βρέγμα, ἐπαναδείραντα, ἐκπρίσαντα τὸ ὀστέον, ἀφελόντα τὸν ὕδρωπα, ἰῆσθαι· καὶ οὕτως ὑγιέες γίνονται.

[9] Ὀφθαλμίης τῆς ἐπετείου καὶ ἐπιδημίου ξυμφέρει κάθαρσις κεφαλῆς καὶ τῆς κάτω κοιλίης· καὶ εἰ ἔχοι τὸ σῶμα, αἵματος ἀφαίρεσις ξυμφέρει πρὸς ἔνια τῶν τοιούτων ἀλγημάτων, καὶ σικύαι κατὰ τὰς φλέβας. Σῖτος ὀλίγος ἄρτος, καὶ ὕδατος πόσις. Κατακεῖσθαι δὲ ἐν σκότῳ, ἀπό τε καπνοῦ καὶ πυρὸς καὶ τῶν ἄλλων λαμπρῶν, πλαγίων, ἄλλοτε ἐπὶ τὰ δεξιὰ, ἄλλοτε ἐπ᾿ ἀριστερά. Μὴ τέγγειν τὴν κεφαλὴν, ἐπειδὰν οὐ ξυμφέρει. Κατάπλασμα ὀδύνης μὴ ἐνεούσης, ἀλλ᾿ ὡς ῥεύματος ἐπέχοντος, οὐ συμφέρει. Οἰδημάτων ἀνωδύνων καὶ μετὰ τὰ δριμέα φάρμακα τῆς ὀδύνης ἐπαλειφόμενα, ἐπειδὰν ἥ τε ὀδύνη παύσηται καὶ διαχωρισθῇ μετὰ τὴν ἐσάλειψιν τοῦ φαρμάκου, τότε συμφέρει καταπλάσσειν τῶν καταπλασμάτων ὅ τι ἄν σοι δοκέῃ ξυμφέρειν. Οὐδὲ διαβλέπειν ξυμφέρει πουλὺν χρόνον, δάκρυον γὰρ προκαλέεται, οὐ δυνάμενος ὁ ὀφθαλμὸς πονέειν πρὸς τὰ λαμπρά· ἀλλ᾿ οὐδὲ ξυμμύειν πουλὺν χρόνον, ἢν ἔχῃ ῥεῦμα θερμὸν μάλιστα· θερμαίνει γὰρ τὸ δάκρυον ἰσχόμενον. Ῥεύματος δὲ μὴ ἔχοντος, μετά γέ του ξηροῦ τὴν ὑπάλειψιν ξυμφέρει ποιέεσθαι.


Περὶ Ὀστέων Φύσιος

ΠΕΡΙ ΟΣΤΕΩΝ ΦΥΣΙΟΣ.

[1] Ὀστέα χειρὸς εἰκοσιεπτά· ποδὸς εἰκοσιτέσσαρα· τραχήλου ἐς τὸν μέγαν ἑπτά· ὀσφύος πέντε· ῥάχιος εἴκοσι· κεφαλῆς ξὺν ὀπωπίοις ὀκτώ· ξύμπαντα ἐννενήκοντα ἓν, ξὺν ὄνυξιν ἑκατὸν ἕνδεκα. Ἃ δ᾿ ἡμεῖς αὐτοὶ ἐξ ἀνθρώπου ὀστέων κατεμάθομεν, σπόνδυλοι οἱ ἄνω τῆς κληῗδος σὺν τῷ μεγάλῳ ἑπτά· οἱ δὲ κατὰ τὰς πλευρὰς ὅσαι περ αἱ πλευραὶ δώδεκα· οἱ δὲ κατὰ κενεῶνας ἐκτὸς, ἐν ᾧ τὰ ἰσχία, ἐν τῇ ὀσφύϊ πέντε. Τὸ δὲ σπέρμα οἷον κηρίον ἑκατέρωθεν τῆς κύστιος· ἐκ δ᾿ αὐτῶν φλέβες ἑκατέρωθεν τοῦ οὐρητῆρος ἐς τὸ αἰδοῖον τείνουσι. Ποτὸν διὰ φάρυγγος καὶ στομάχου· λάρυγξ ἐς πλεύμονα καὶ ἀρτηρίην· ἀπὸ δὲ τούτων ἐς ἄκρην κύστιν. Ἥπατος πέντε λοβοί· ἐπὶ δὲ τοῦ τετάρτου λοβοῦ ἐπίκειται ἡ χολὴ, ἣ τὸ στόμα ἐπὶ φρένας καὶ καρδίην καὶ πλεύμονα φέρει· καρδίην ὑμὴν περίεστι. Τὰ κῶλα ἔχει κυνὸς μείζω· ἤρτηται δὲ ἐκ τῶν μεσοκώλων· ταῦτα δὲ ἐκ νεύρων ἀπὸ τῆς ῥάχιος ὑπὸ τὴν γαστέρα. Νεφροὶ, ἐκ νεύρων ἀπὸ ῥάχιος καὶ ἀρτηρίης.

[2] Καρδίης πηγή· ξυγγενὴς φλὲψ τείνει διὰ φρενῶν, ἥπατος, σπληνὸς, νεφρῶν ἐς ἰσχίον· περὶ γαστροκνημίην ἐπὶ τὸν ταρσόν· ἑτέρη δὲ ἐκ καρδίης ὑπὸ μασχάλας, κληῗδας, σφαγὰς, κεφαλὴν, ῥῖνα, μέτωπον, παρὰ τὰ ὦτα, ὤμους, μετάφρενον, στήθεα, γαστέρα, διὰ πήχεος· ἡ δὲ διὰ μασχαλέων ἐπὶ πῆχυν, ἐπὶ ταρσόν.

[3] Νεύρων ἔκφυσις ἀπὸ τοῦ ἰνίου ἄχρι παρὰ ῥάχιν, παρὰ ἰσχίον, ἐς αἰδοῖα, ἐς μηροὺς, πόδας, κνήμας, ἐς χεῖρας· ἄλλ᾿ ἐς βραχίονας, τὰ μὲν ἐς σάρκας, τὰ δὲ παρὰ τὴν περόνην ἐς τὸν μέγαν δάκτυλον· τὰ δ᾿ ἐκ τῶν σαρκῶν ἐπὶ τοὺς ἄλλους δακτύλους· ἄλλ᾿ ἐς ὠμοπλάτην, στῆθος, γαστέρα, ὀστέοισι, συνδέσμοισιν· ἀπὸ δὲ αἰδοίου παρ᾿ ἀρχὸν, κοτυληδόνα· τὸ μὲν ἄνωθεν μηροῦ, τὸ δὲ κάτωθεν ἐπὶ τὰ γούνατα, ἐντεῦθεν γούνατι ξυνταθὲν, ἐπὶ τένοντα, πτέρναν, πόδας· τὸ δὲ ἐς περόνην· ἄλλα δ᾿ ἐς τοὺς νεφρούς.

[4] Αὗται δὲ αἱ φλέβες ἐφ᾿ ἑκάτερα διχῇ τὰ μέγιστα σχίζονται, τὰ μὲν ἔνθεν τοῦ νεφροῦ ἑκατέρου, τὰ δὲ ἔνθεν, καὶ διατέτρηνται ἐς τοὺς νεφρούς. Καὶ εἶδος καρδίης οἱ νεφροὶ ἔχουσι· καὶ οὗτοι κοιλιώδεες· ὁ δὲ νεφρὸς τὰ κοῖλα ἑωυτοῦ πρὸς τὰς φλέβας ἔχων κεῖται τὰς μεγάλας· ὅθεν ἐκπεφύκασιν ἐξ αὐτέου αἱ φλέβες αἱ ἐς κύστιν, ᾗ εἵλκετο τὸ ποτὸν διὰ τῶν φλεβῶν ἐς τοὺς νεφρούς· ἔπειθ᾿ ὥσπερ καὶ διὰ τῶν νεφρῶν διηθεῖται τὸ ὕδωρ καὶ δι᾿ αὐτέων τουτέων τῶν ἐντέρων, ὧν ξυνεπακολουθεῖ. Σπογγοειδὲς γάρ ἐστι τὸ ἀπ᾿ αὐτέων ἐς τὴν κύστιν, καὶ ἐνταῦθα διηθούμενον καὶ ἀποκρινόμενον ἀπὸ τοῦ αἵματος τὸ οὖρον, διὸ δὴ ἐρυθρόν ἐστιν· οὐδὲ γὰρ ἐς τοὺς νεφροὺς ἦσαν ἄλλαι φλέβες ἢ αἳ εἴρηνται, οὐδ᾿ ὅποι ἂν τὸ ποτὸν ξυντήκοιτο, ὅσον ἐγὼ οἶδα.

[5] Αἱ περὶ τὰς πλευρὰς κατατείνουσαι κάτωθέν εἰσιν ἑκάστης τῶν πλευρέων, οὐ πρὸς κεφαλῆς, κατωτέρω δὲ καὶ ἀπὸ ἀρτηρίης. Ἀρτηρίη μὲν οὖν εἶθ᾿ ὑποῤῥεύσασα διαδιδοῖ τῇσι πλευρῇσι· ἀπὸ δὲ τῆς παχείης ἀπὸ καρδίης παλινδρομέει μία ἐς τὰ ἀριστερὰ ἐγκεκλιμένη. Ἔπειτα ἡ μὲν διὰ μέσων σπονδύλων μέχρις ἄκρων πλευρέων πορεύεται, πλευρῇσιν οὐκ ἐξ ἴσου διαδιδοῦσα τῇσι δεξιῇσι [καὶ] τῇσιν ἀριστερῇσι διασχίδας· ἄλλη ἴσας μὲν, ἀνωτέρωθεν δὲ ἐν τοῖσι δεξιοῖσιν ἀποσχίζεται.

[6] Παρὰ δὲ κληῗδος ἑκατέρης τῶν φλεβῶν δύο μὲν ἄνω, δύο δὲ ὑπὸ τὸ στῆθος, αἱ μὲν ἐς δεξιὰ, αἱ δὲ ἐς ἀριστερὰ ἀπεσχίσθησαν ἀποσχίδες, πρὸς αὐχένος μὲν μᾶλλον αὗται· δύο δὲ πρὸς καρδίην μᾶλλον, αἱ μὲν ἐπὶ δεξιὰ, αἱ δὲ ἐπ᾿ ἀριστερά· ἀφ᾿ ἑκατέρης παρὰ τὰς πλευράς· καὶ ἀπ᾿ αὐτέων ὥσπερ αἱ κάτω ἐσχίζοντο, μέχρις ὅτου ξυνέμιξαν τῇ κάτω παλινδρομησάσῃ ἀπὸ καρδίης.

[7] Ἡ δὲ αἱμόῤῥους ἀπὸ τῆς ἀρτηρίης ταύτης διὰ τοῦτο ἐσχίσθη, ὅτι μετέωρος ἐνταῦθά ἐστι διὰ καρδίης πορευομένη. Τὰ δὲ κάτω πλευρέων, ἡ αἱμόῤῥους ἡ παχείη καλεομένη φλὲψ τοῖσι σφονδύλοισιν αὖθις ἐφ᾿ ἑωυτῆς διαδιδοῖ, καὶ ἐνταῦθα προσέχεται, καὶ οὐκ ἔτι κρέμαται ὥσπερ ἄνω δι᾿ ἥπατος ἰοῦσα. Ἔστι δὲ κατὰ μὲν ὀσφὺν ἄνω ἡ ἀρτηρίη, ὑποκάτω δὲ ἡ αἱμόῤῥους ἡ ἀπὸ τοῦ ἥπατος διὰ φρενῶν ἐλθοῦσα μετέωρος, παρὰ τὰ ἐπὶ δεξιὰ τῆς καρδίης φέρεται ἄχρι κληΐδων, ἁπλῆ, πλὴν ὅσον αὐτῇ τῇ καρδίῃ κοινωνέει. Τὰ μὲν κατ᾿ αὐτὴν σχιζόμενα ἐπιπολαιότερα, τὰ δὲ τὴν κοιλίην τῆς καρδίης διέχοντα, ἔπειτα ἀπὸ τῆς καρδίης τὸ ἐπ᾿ ἀριστερὰ κάθηται ἁπλῆ πρὸς ῥάχιν, ἣ παλινδρομέει ἐς μὲν τὸ ἄνω τοῦ σώματος ἄχρι τῶν ἀνωτάτω πλευρέων· καὶ ἀποσχίδας ἀφ᾿ ἑαυτῆς ἔχει παρ᾿ ἑκάστην πλευρὴν παρατεταμένας κατὰ φύσιν ἄχρι στήθεος συνοκωχῆς καὶ ἐπ᾿ ἀριστερὰ καὶ ἐπὶ δεξιά· καὶ τὸ ἰθὺ αὐτέης πρὸς σφονδύλων μᾶλλόν ἐστιν ἢ ὁ τῆς ἀρτηρίης τόνος καὶ ὁ τῆς ἀπὸ τοῦ ἥπατος φλεβός. Πρὸς δὲ τὸ κάτω μέρος τῆς καρδίης ὁ μὲν ἰθὺς τόνος ἀπ᾿ αὐτέης πρὸς σφονδύλων μᾶλλόν ἐστιν ἢ ὁ τῆς ἀρτηρίης, ὁ δεύτερος ὁ παρὰ καρδίην, καὶ ἐς τὰ κάτω μέρη φρενῶν ἐτράπετο, τὰ πρὸς ῥάχιος ἠρτημένα· ἐντεῦθεν δὲ ἀπόσχιδες ἐς ἰθὺ ἕκασται ἐπιφέρονται, δι᾿ ὀστέων καὶ σαρκῶν περαιωθεῖσαι ἀλλήλαις.

[8] Αἱ φλέβες δὲ αἱ παχεῖαι ὧδε πεφύκασιν· ἐκ τοῦ ὀφθαλμοῦ παρὰ τὴν ὀφρὺν, διὰ τοῦ νώτου παρὰ τὸν πλεύμονα ὑπὸ τοῦ στήθεος· ἡ μὲν ἐκ τοῦ δεξιοῦ ἐς τὸ ἀριστερὸν, ἡ δὲ ἐκ τοῦ ἀριστεροῦ ἐς τὸ δεξιόν. Ἡ μὲν οὖν ἐκ τοῦ ἀριστεροῦ διὰ τοῦ ἥπατος ἐς τὸν νεφρὸν καὶ τὸν ὄρχιν, ἡ δὲ ἐκ τοῦ δεξιοῦ ἐς τὸν σπλῆνα καὶ νεφρὸν καὶ ὄρχιν· ταύτῃσι δὲ τὸ στόμα αἰδοῖον. Ἀπὸ δὲ τοῦ δεξιοῦ τιτθοῦ ἐς τὸ ἀριστερὸν ἰσχίον καὶ ἐς τὸ σκέλος· καὶ ἀπὸ τοῦ ἀριστεροῦ ἐς τὰ δεξιά. Ὁ δὲ ὀφθαλμὸς ὁ δεξιὸς ἐκ τοῦ ἀριστεροῦ καὶ ὁ ὄρχις, κατὰ τὸν αὐτὸν τρόπον ἐκ τοῦ δεξιοῦ ὁ ἀριστερός.

[9] Αἱ παχύταται τῶν φλεβῶν ὧδε πεφύκασι· τέσσαρα ζεύγεά εἰσιν ἐν τῷ σώματι. Καὶ αἱ μὲν αὐτέων ἀπὸ τῆς κεφαλῆς ὄπισθεν διὰ τοῦ αὐχένος, ἔξωθεν παρὰ τὴν ῥάχιν ἔνθεν καὶ ἔνθεν εἰς τὰ ἰσχία ἀφικνέεται καὶ ἐς τὰ σκέλεα· ἔπειτα διὰ τῶν κνημέων ἐπὶ τῶν σφυρῶν τὰ ἔξω καὶ ἐς τοὺς πόδας ἀφήκει. Δεῖ οὖν τὰς φλεβοτομίας ἐπὶ τῶν ἀλγημάτων τῶν ἐν τῷ νώτῳ καὶ ἐν τοῖσιν ἰσχίοισιν ἀπὸ τῶν ἰγνύων ποιέεσθαι καὶ ἀπὸ τῶν σφυρῶν ἔξωθεν. Αἱ δὲ δεύτεραι φλέβες ἐκ τῆς κεφαλῆς παρὰ τὰ ὦτα διὰ τοῦ αὐχένος, σφαγίτιδες καλεόμεναι, ἔσωθεν παρὰ τὴν ῥάχιν ἑκατέρωθεν φέρουσι παρὰ τὰς ψόας ἐς τοὺς ὄρχιας καὶ ἐς τοὺς μηροὺς, καὶ [διὰ] ἰγνύων ἐκ τοῦ ἔσωθεν μέρεος· ἔπειτα διὰ τῶν κνημέων ἐπὶ τὰ σφυρὰ τὰ ἔσωθεν καὶ τοὺς πόδας. Δεῖ οὖν τὰς φλεβοτομίας ποιέεσθαι πρὸς τὰς ὀδύνας τὰς ἀπὸ τῶν ψοῶν καὶ τῶν ὀρχίων, ἀπὸ τῶν ἰγνύων καὶ ἀπὸ τῶν σφυρῶν ἔσωθεν. Αἱ δὲ τρίται φλέβες ἐκ τῶν κροτάφων διὰ τοῦ αὐχένος ἐπὶ τὰς ὠμοπλάτας, ἔπειτα ξυμφέρονται ἐς τὸν πλεύμονα, καὶ ἀφικνέονται ἡ μὲν ἀπὸ τῶν δεξιῶν ἐς τὰ ἀριστερὰ ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸν σπλῆνα καὶ ἐς τὸν νεφρὸν, ἡ δὲ ἀπὸ τῶν ἀριστερῶν ἐς τὰ δεξιὰ ἐκ τοῦ πνεύμονος ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸ ἧπαρ καὶ ἐς τὸν νεφρόν· τελευτῶσι δὲ ἐς τὸν ἀρχὸν αὗται ἀμφότεραι. Αἱ δὲ τέταρται ἀπὸ τοῦ ἔμπροσθεν τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν ὑπὸ τὸν αὐχένα καὶ ὑπὸ τὰς κληῗδας· ἔπειτα ἀπὸ τῶν βραχιόνων ἄνωθεν ὑπὸ τὰς ξυγκαμπάς· ἔπειτα διὰ τῶν πήχεων ἐς τοὺς καρποὺς καὶ τοὺς δακτύλους· ἔπειτα πάλιν ἀπὸ τῶν δακτύλων διὰ τῶν στηθέων τῶν χειρῶν καὶ τῶν πήχεων ἐς τὰς ξυγκαμπάς· διὰ δὲ τῶν βραχιόνων καὶ τοῦ κάτωθεν μέρεος ἐς τὰς μασχάλας· καὶ ἐκ τῶν πλευρέων ἄνωθεν ἡ μὲν ἐς τὸν σπλῆνα ἀφικνέεται, ἡ δὲ ἐς τὸ ἧπαρ· ἔπειτα ὑπὲρ τῆς γαστρὸς ἐς τὸ αἰδοῖον τελευτῶσιν ἀμφότεραι. Καὶ αἱ μὲν παχεῖαι τῶν φλεβῶν οὕτω πεφύκασιν. Εἰσὶ δὲ καὶ ἀπὸ τῆς κοιλίης φλέβες ἀνὰ τὸ σῶμα πολλαί τε καὶ παντοῖαι, δι᾿ ὧν ἡ τροφὴ τῷ σώματι ἔρχεται. Φέρουσι δὲ καὶ ἀπὸ τῶν παχειῶν φλεβῶν ἐς τὴν κοιλίην καὶ τὸ ἄλλο σῶμα καὶ ἀπὸ τῶν ἐξωτάτω καὶ ἀπὸ τῶν ἐσωτάτω, καὶ ἐς ἀλλήλας διαδιδόασιν αἵ τε ἔσωθεν ἔξω καὶ αἱ ἔξωθεν ἔσω. Τὰς οὖν φλεβοτομίας ποιέεσθαι χρὴ κατὰ τούσδε τοὺς τρόπους· ἐπιτηδεύειν δὲ δεῖ τὰς τομὰς, ὡς προσωτάτω ταμεῖν ἀπὸ χωρίων, ἔνθα ἂν αἱ ὀδύναι μεμαθήκωσι γίνεσθαι καὶ τὸ αἷμα ξυλλέγεσθαι· οὕτω γὰρ ἂν ἥκιστα ἥ τε μεταβολὴ γίνοιτο μεγάλη ἐξαπίνης, καὶ τὸ ἔθος μεταστήσειας ἂν, ὥστε μηκέτι ἐς τωὐτὸ χωρίον ξυλλέγεσθαι.

[10] Ἡ δὲ ἡπατῖτις ἐν ὀσφύϊ μέχρι τοῦ μεγάλου σπονδύλου κάτωθεν, καὶ σπονδύλοισι προσδιδοῖ, ἐντεῦθεν μετέωρος δι᾿ ἥπατος καὶ διὰ φρενῶν ἐς καρδίην. Καὶ ᾔει μὲν εὐθεῖα ἐς κληῗδας· ἐντεῦθεν δὲ αἱ μὲν ἐς τράχηλον, αἱ δ᾿ ἐπ᾿ ὠμοπλάτας, αἱ δὲ ἀποκαμφθεῖσαι κάτω, παρὰ σπονδύλους καὶ πλευρὰς ἀποκλίνουσιν. Ἐξ ἀριστερῶν μὲν μία ἐγγὺς κληΐδων, ἐκ δεξιῶν δὲ ἐπί τι αὐτὴ χωρίον. Ἄλλη δὲ ἑκατέρωθεν ἀποκαμφθεῖσα, ἄλλη δὲ σμικρὸν κατωτέρω ἀποκαμφθεῖσα, ὅθεν μὲν ἐκείνη ἀπέλιπε, προσέδωκε τῇσι πλευρῇσιν, ἔστ᾿ ἂν τῇ ἐπ᾿ αὐτέης τῆς καρδίης προστύχῃ ἐπικαμπτομένη ἐς τὰ ἀριστερά· ἀποκαμφθεῖσα δὲ κάτω ἐπὶ σφονδύλους καταβαίνει, ἔστ᾿ ἂν ἀφίκηται ὅθεν ἤρξατο μετεωρίζεσθαι, ἀποδιδοῦσα τῇσι πλευρῇσι τῇσιν ἐπιλοίποις ἁπάσαις, καὶ ἔνθεν καὶ ἔνθεν ἀποσχίδας παρ᾿ ἑκάστην διδοῦσα μία ἐοῦσα, ἀπὸ μὲν τῆς καρδίης ἐπί τι χωρίον ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον ἐοῦσα, ἔπειτα ὑποκάτω τῆς ἀρτηρίης, ἔστ᾿ ἂν καταναλωθῇ καὶ ἔλθῃ ὅθεν ἡ ἡπατῖτις ἐμετεωρίσθη. Πρότερον δὲ πρὶν ἐνταῦθ᾿ ἐλθεῖν, παρὰ τὰς ἐσχάτας δύο πλευρὰς ἐδιχώθη· καὶ ἡ μὲν ἔνθα, ἡ δ᾿ ἔνθα τῶν σφονδύλων ἐλθοῦσα κατηναλώθη· ἡ δὲ εὐθεῖα ἀπὸ καρδίης πρὸς κληῗδας τείνουσα ἄνωθεν τῆς ἀρτηρίης ἐστὶν, ὥσπερ καὶ παρ᾿ ὀσφὺν κάτωθεν τῆς ἀρτηρίης, καὶ ἀπὸ ταύτης ἀΐσσει ἐς τὸ ἧπαρ ἡ μὲν ἐπὶ πύλας καὶ λοβὸν, ἡ δὲ ἐς τὸ ἄλλο ἑξῆς ἀφωρμήκει σμικρὸν κάτωθεν φρενῶν. Φρένες δὲ προσπεφύκασι τῷ ἥπατι, ἃς οὐ ῥᾴδιον χωρίσαι. Δισσαὶ δ᾿ ἀπὸ κληΐδων, αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν ὑπὸ στῆθος ἐς ἦτρον· ὅποι δὲ ἐντεῦθεν, οὔπω οἶδα. Φρένες δὲ κατὰ τὸν σπόνδυλον τὸν κάτω τῶν πλευρέων, ᾗ νεφρὸς ἐξ ἀρτηρίης, ταύτῃ ἀμφιβεβηκυῖαι. Ἀρτηρίαι δὲ ἐκ τουτέου ἐκπεφύκασιν ἔνθεν καὶ ἔνθεν, ἀρτηρίης τρόπον ἔχουσαι. Ταύτῃ πη παλινδρομήσασα ἀπὸ καρδίης ἡ ἡπατῖτις ἔληγεν. Ἀπὸ δὲ τῆς ἡπατίτιδος διὰ τῶν φρενῶν αἱ μέγισται δύο, ἡ μὲν ἔνθεν, ἡ δὲ ἔνθεν φέρονται μετέωροι, πολυσχιδεῖς δὲ διὰ τῶν φρενῶν εἰσιν ἀμφὶ ταύτας, καὶ πεφύκασιν ἄνωθεν δὲ φρενῶν, αὗται δὲ μᾶλλόν τι ἐμφανέες. Δύο δὲ παχεῖς τόνοι ἀπ᾿ ἐγκεφάλου ὑπὸ τὸ ὀστέον τοῦ μεγάλου σφονδύλου ἄνωθεν, καὶ πρὸς τοῦ στομάχου μᾶλλον ἑκατέρωθεν τῆς ἀρτηρίης παρελθὼν ἑκάτερος εἰς ἑαυτὸν ἦλθεν ἴκελος ἑνί· ἔπειτα ᾗ σφόνδυλοι καὶ φρένες πεφύκασιν, ἐνταῦθ᾿ ἐτελεύτων· καί τινες ἐνδοιαστοὶ πρὸς ἧπαρ καὶ σπλῆνα ἀπὸ τούτου τοῦ κοινωνήματος ἐδόκεον τείνειν. Ἄλλος τόνος ἑκατέρωθεν ἐκ τῶν κατὰ κληῗδα σφονδύλων παρὰ ῥάχιν παρέτεινεν, ἐκ πλαγίου σφονδύλου, καὶ τῇσι πλευρῇσιν ἀπένεμεν· ὥσπερ αἱ φλέβες, οὗτοι διὰ φρενῶν ἐς μεσεντέριόν μοι δοκέουσι τείνειν, ἐν δὲ τουτέοισιν ἐξέλιπον, αὖθις δ᾿ ὅθεν φρένες ἐξεπεφύκεσαν ἀπὸ τούτου ξυνεχέες ἐόντες, κατὰ μέσον κάτωθεν ἀρτηρίης· τὸ ἐπίλοιπον παρὰ σπονδύλους ἀπεδίδουν, ὥσπερ αἱ φλέβες, μέχρι κατηναλώθησαν πᾶν διελθόντες τὸ ἱερὸν ὀστέον.

[11] Τὰ ὀστέα τῷ σώματι στάσιν καὶ ὀρθότητα καὶ εἶδος παρέχονται· τὰ δὲ νεῦρα κάμψιν καὶ ξύντασιν καὶ ἔκτασιν· αἱ δὲ σάρκες καὶ τὸ δέρμα πάντων ξύνδεσιν καὶ ξύνταξιν. Αἱ φλέβες διὰ τοῦ σώματος κεχυμέναι πνεῦμα καὶ ῥεῦμα καὶ κίνησιν παρέχονται, ἀπὸ μιῆς πολλαὶ διαβλαστάνουσαι, καὶ αὕτη μὲν ἡ μία ὅθεν ἦρκται καὶ ᾗ τετελεύτηκεν οὐκ οἶδα· κύκλου γὰρ γεγενημένου ἀρχὴ οὐχ εὑρέθη. Τὰς δ᾿ ἀποφυάδας αὐτῆς, ὅθεν ἤρτηνται καὶ ᾗ παύονται τοῦ σώματος, καὶ ὡς ἡ μίη ταύτῃσιν ὁμολογέει, καὶ ἐν ὁποίοις τόποις τέτανται τοῦ σώματος, ἐγὼ δηλώσω.

[12] Περὶ μὲν γὰρ τὴν κεφαλὴν κατὰ τὸ μέσον ἐκ πλαγίου περίκειται ἡ φλὲψ, αὐτὴ πλατεῖα καὶ λεπτὴ, οὐ πολύαιμος· τῷ γὰρ ἐγκεφάλῳ κατὰ τὰς ἁρμονίας ἐνεῤῥίζωκε πολλὰ καὶ λεπτὰ φλέβια, καὶ περὶ τὴν ὅλην κεφαλὴν ἐκτετάρσωται μέχρι τοῦ μετώπου καὶ τῶν κροτάφων. Αὐτὴ δὲ ἀπιθύνεται ἐς τοὔπισθεν τῆς κεφαλῆς ἐκτὸς παρὰ τῆς ἀκάνθης τὸ δέρμα· ἐντεῦθεν δὲ καθίεται παρὰ τὴν ἔξωθεν καὶ τὴν εἴσωθεν φλέβα τῶν ἐν τῇσι σφαγῇσι. Πέρην δὲ τῆς ἀκοῆς ὑποσχισθεῖσα ἀπὸ τῆς γένυος ἔξωθεν τείνει παχείη· ἀπὸ δὲ ταύτης ἐς τὴν γλῶσσαν πολλαὶ καὶ λεπταί· πλὴν ἢ ὑπὸ τὴν γλῶσσαν ἢ ὑπὸ τοὺς γομφίους. Αὐτὴ δὲ παχείη διὰ τῆς κληῗδος καθήκει ὑπὸ τὴν ὠμοπλάτην· καὶ ταύτῃ ἀπ᾿ αὐτῆς βεβλάστηκε φλὲψ διὰ τοῦ νεύρου τοῦ ὑπὸ τὴν ἐπωμίδα ἡ ἐπωμιδίη ὀνομαζομένη. Αὐτὴ δὲ αἱμόῤῥους καὶ αἱματώδης καὶ δυσίητος, ἢν ῥαγῇ ἢ σπασθῇ· τῇ μὲν γὰρ αὐτὴν νεῦρον περιέχει πλατὺ, τῇ δὲ χόνδρος· τὸ δὲ μεταξὺ αὐτῶν αὐτή τε ξυνέχει καὶ ὑμὴν ἀφρώδης· ἀσάρκου οὖν ἐόντος τοῦ τόπου, ῥηϊδίως ῥήγνυται, οὐκ ἔχουσα περιφύεσθαι σάρκας· ἤν τε ὑποδράμῃ τὸ αἷμα ἐς τοῦτο τὸ μέρος, ἐπιτυχὸν εὐρυχωρίης, οὐκ ἔχει ἀπαλλαγὴν, ἀλλὰ σκληροῦται· σκληρυνθὲν δὲ νοῦσον παρέχει. Καὶ αὐτὴ μὲν περαίνει ᾗ πρότερον εἶπον. Ἡ δὲ ὑπὸ τὴν ὠμοπλάτην ἀποβεβλάστηκεν ὑπὸ τοῖσι μαζοῖσι πυκνῇσι καὶ λεπτῇσι καὶ ἐπηλλαγμένῃσι φλεψί· καὶ διὰ τῆς ἐπωμίδος παραλλάσσουσα τὸν χόνδρον, αὐτὴ νέρθεν ὑπονεμομένη ἐς τὸν βραχίονα τείνει, τὸν μῦν ἐν ἀριστερᾷ ἔχουσα. Ἡ δὲ ἑξῆς σχίζεται αὐτὴ περὶ τὸν ὦμον καὶ τοῦ ἀγκῶνος τὴν ἄνω μοῖραν· τὸ δ᾿ ἐντεῦθεν διαπέφυκε τοῦ ἀγκῶνος ἑκατέρωθεν· ἔπειτα αὖθις παρὰ τὸν καρπὸν τῆς χειρός· ἐντεῦθεν δὲ ἤδη ἀποῤῥέουσα δι᾿ ὅλου ἀνὰ τὴν χεῖρα πολυπλανῶς ἐῤῥίζωται.

[13] Ἡ δ᾿ ἀρχαίη φλὲψ, ἡ νεμομένη παρὰ τὴν ἄκανθαν, διὰ δὲ τοῦ μεταφρένου, τῆς σφαγῆς καὶ τοῦ βρόγχου, ἐμπέφυκεν ἐς τὴν καρδίην ἀφ᾿ ἑωυτῆς φλέβα εὐμεγέθεα πολύστομον κατὰ τὴν καρδίην· ἐντεῦθεν δὲ ἐς τὸ στόμα ἐσυρίγγωκεν, ἥπερ ἀρτηρίη διὰ τοῦ πλεύμονος ὀνομάζεται, ὀλίγαιμός τε καὶ πνευματώδης. Ἐν γὰρ εὐρυχωρίῃ καὶ ἀραιώσει σπλάγχνου πολλαχῇ μὲν τοῦ πλεύμονος ὀχετεύεται, χονδρώδεις δὲ τοὺς ἄλλους πεποίηται. Διὸ δὴ καί τι ἐς ταύτας κατηνέχθη τὰς διόδους τοῦ πλεύμονος τῶν ἀήθων, ἢ ἐν τῷ ποτῷ ἢ ἐν τῇ τοῦ πνεύματός τε καὶ αἵματος διόδῳ, ἅτε τῶν φλεβῶν τοιουτέων ἐουσέων, καὶ τοῦ σπλάγχνου σπογγοειδέος πολύ τε ὑγρὸν δυναμένου δέξασθαι ἄνω τε πεφυκότος· τῶν γὰρ ἐσιόντων ὑγρῶν νόμος καθέστηκεν. Ἔτι τε τὸ αἷμα διὰ τῶν φλεβῶν τούτων οὐ πολὺ περισφίγγεται· καὶ οὐ ταχέως χωρέον οὐκ ἐξάγει τὰ ἐμπίπτοντα· οὐχ ὑπεξαγομένων δὲ αὐτῶν, ἀλλ᾿ ἐμμενόντων, γίνεται πῶρος. Οὕτως δὲ ἀπολλύεται τὸ πλησιάζον τῆς τροφῆς, ταύτῃ ἐούσης τῆς προσαγωγῆς τοῦ λάρυγγος καὶ πρὸς τὰ ἔξω. Ἐγκαταλαμβανομένων δὲ τῶν διόδων ὑπὸ τοῦ πώρου, ταχύπνοιά τε καὶ δύσπνοια ἴσχει, τῇδε μὴ δυναμένων τὴν φύσην ἐξιέναι, τῇδε οὐκ εὐπόρως ἐχόντων κατασπᾷν. Ἐκ δὴ τοιουτέων αἱ τοιαῦται νοῦσοι γίνονται, οἷον ἄσθματα καὶ ξηραὶ φθινάδες. Ἢν δὲ ἐν αὐτοῖσι ξυνιστάμενον πλέον τὸ ὑγρὸν κρατήσῃ, ὥστε μὴ δύνασθαι παχυνθὲν παγῆναι, καὶ σαπρὸν τὸν πλεύμονα ποιέει καὶ τὰ πλησιάζοντα, καὶ γίνονται ἔμπυοί τε καὶ φθινώδεες· γίνεται δὲ τὰ νουσήματα ταῦτα καὶ δι᾿ ἄλλας αἰτίας.

[14] Ἐντεῦθέν τε ἡ φλὲψ αὕτη κατέχει τὸν πλεύμονα, καὶ διὰ τῶν λοβῶν τῶν δύο τῶν μεγάλων τῶν ἔσω τετραμμένων ὑπὸ τὰς φρένας ἐπιτέταται τῇ ἀκάνθῃ λευκὴ καὶ νευρώδης, διαπέμπουσα φλέβια διὰ τοῦ ἄλλου σώματος πεπυκνωμένου, ἔντονα δὲ, διά τε τῶν σφονδύλων πυκνοῖσι φλεβίοισιν ἐς τὸν νωτιαῖον μυελὸν ἐγκισσεύεται. Καὶ αἱ μὲν ἄλλαι φλέβες ἐν τῷ σώματι τεταμέναι, ἐκ πάντων τῶν μερῶν συντείνουσαι ἐς τὴν ἄκανθαν, τὸ λεπτότατον καὶ εἰλικρινέστατον ἑκάστη ξυνάγουσα, ἐνταῦθ᾿ ἐξερεύγεται. Αὕτη δὲ ἡ ἐπιτεταμένη διὰ τῶν καθειμένων πλεκτανέων ἐς ταὐτὸ ξυνάγει· ἐντεῦθεν δὲ καὶ ἐς τοὺς νεφροὺς ἀπεῤῥίζωται παρὰ τὴν νόθον πλευρὴν λεπτῇσι καὶ ἰνώδεσι φλεψὶ, καὶ τὸ ἐντεῦθεν συντείνουσα ξυμπεπύκνωται, ἔπειτα καὶ νενεύρωται πρὸς τὸν ἀρχὸν, πιέσασά τε τοὺς ξυναγωγέας ἐμπέφυκεν αὐτῷ· τήν τε κύστιν καὶ τοὺς ὄρχιας καὶ τοὺς παραστάτας ἐῤῥίζωκε πολυπλόκοισι λεπτῇσι τε καὶ στερεῇσι καὶ ἰνώδεσι φλεψίν.

[15] Ἐντεῦθεν αὐτῆς τὸ παχύτατον καὶ ἰθύτατον ἀνάπαλιν τραπὲν, προσκεκαύληκεν ὅπερ ἐστὶν αἰδοῖον· ἐν δὲ τῇ ἀνακάμψει ἐνῆρται ἐς τὰ αὐτὰ ταῦτα, καὶ διὰ τοῦ κτενὸς ἄνω ὑπὸ τὸ δέρμα τῆς γαστρὸς ἐκ τῆς φλεβὸς αὐτέης ὡρμήκασι πρὸς τὰς κάτω φερούσας, αἳ ἐς ἀλλήλας ἐποχετεύονται· διαπεφύκασι δὲ καὶ διὰ τοῦ αἰδοίου φλέβες παχεῖαι καὶ λεπταὶ καὶ πυκναὶ καὶ καμπύλαι. Τῇσι δὲ θηλείῃσιν αὐτὴ ξυντείνει ἐς τὰς μήτρας, ἐς τὴν κύστιν καὶ ἐς τὴν οὐρήθρην· ἐντεῦθεν δὲ ἰθυπόρηκε, καὶ τῇσι γυναιξὶ μὲν περὶ τὰς μήτρας ἤρτηται, τοῖσι δὲ ἄῤῥεσι περὶ τοὺς ὄρχιας ἐσπείρωται. Διὰ ταύτην τὴν φύσιν αὐτὴ ἡ φλὲψ καὶ τὰ γόνιμα πλεῖστα ξυλλαμβάνει· ἀπὸ γὰρ τῶν πλείστων καὶ εἰλικρινεστάτων μερῶν τρεφομένη, ὀλίγαιμός τε οὖσα καὶ κοίλη καὶ νευρόπαχυς καὶ πνευματώδης, ἐντεινομένη τε ὑπὸ τοῦ αἰδοίου, τὰ καθειμένα ἐς τὴν ἄκανθαν φλέβια βιάζεται, τὰ δὲ βιαζόμενα ὥσπερ σικύη ἐς ἑωυτὰ πάντα ἐκδιδοῖ ἐς τὴν ἄνω φλέβα· συλλείβεται δὲ καὶ ἐκ τῶν ἄλλων μελῶν τοῦ σώματος ἐς ταύτην· τὸ δὲ πλεῖστον, ὥσπερ εἴρηται, ἀπὸ τοῦ μυελοῦ συναλίζεται. Ἡ δὲ ἡδονὴ τουτέῳ παραγίνεται τῆς φλεβὸς ταύτης πληρευμένης τῆς γονῆς· εἰωθυίης οὖν τὸν ἄλλον χρόνον ὑφαίμου τε εἶναι καὶ πνευματώδεος πληρευμένης τε καὶ θερμαινομένης, καὶ ξυῤῥέοντος κάτω τοῦ σπέρματος, περισφίγγει τὰ ἐν ἑωυτῇ. Τὸ δὲ πνεῦμα τὸ ἐνεὸν καὶ ἡ παροῦσα βίη καὶ ἡ θερμότης καὶ τῶν φλεβίων πανταχόθεν ἡ ξυντονίη γαργαλισμὸν ἐμποιέει.

[16] Ἐκείνη δὲ ἀφ᾿ ἑωυτῆς διέβλαστε, διά τε τοῦ μεταφρένου καὶ τῆς σφαγῆς παρὰ τὴν ἄκανθαν νεμομένη, πολλοῖσι φλεβίοισι τὰς πλευρὰς διαπέπλοχε· καὶ τοὺς σφονδύλους διὰ τῶν σαρκῶν ἐπηλλαγμένως ξυμπεπύκνωκεν, ὥστε τρόφιμός τε καὶ ἔναιμος εἶναι. Αὐτὴ δὲ παρὰ τὸν γλουτὸν ἴεται, διὰ τοῦ μυὸς, ὑπὸ τῷ μηρῷ ὑποβρυχίη· πρὸς δὲ τοῦ γλουτοῦ τῇ κοτυλίδι τοῦ μηροῦ παρὰ τὴν κεφαλὴν ἐστετρύπηκε φλεβὶ, ἥπερ ἀναπνοὴν τῷ μηρῷ παρέχει· καὶ περᾷ τὸν μηρὸν παρὰ τὴν πρὸς τὸ γόνυ καμπήν· ἑτέρην δὲ παρὰ τὸν βουβῶνα καθῆκε πυκινόῤῥιζον καὶ δυστράπελον. Ἡ δὲ διὰ τοῦ μυὸς τείνουσα περί τε τὸ γόνυ ἐσπείρωται, καὶ διὰ τοῦ ὀστέου τοῦ κνημιαίου ἄκρου σεσυρίγγωκε φλέβα, ἣ τρέφει τὸν μυελὸν, καὶ ἐξοχετεύεται διὰ τοῦ νερτάτου τοῦ κνημιαίου, παρὰ τὴν ἔνδεσιν τοῦ ποδός. Αὐτὴ δὲ διὰ τῆς ἐπιγουνίδος ἐς τὸ ἐντὸς διὰ τῆς κνήμης τοῦ μυὸς βρυχίη τέταται, καὶ ἐμπέπλοχε διὰ τοῦ σφυροῦ ἐντὸς παχέη καὶ ἔναιμος, καὶ ἐνταῦθα περὶ τὸ σφυρὸν καὶ τὸν τένοντα δυσκρίτους φλέβας μεμήρυκεν.

[17] Αὐτὴ δὲ ὑποδεδράμηκε κάτωθεν τοῦ ποδὸς ὑπὸ τὸν ταρσόν. Καὶ ἐνταῦθα διαπλέξασα καὶ ἐς τὸν μέγαν δάκτυλον ἐνερείσασα διπλῆν ἔναιμον φλέβα, ἄνωθεν ὑπὸ τὸ δέρμα ἐκ τοῦ ταρσοῦ ἀνακέκαμπται, καὶ πέφανται παχυνθεῖσα παρὰ τὸ ἐκτὸς τοῦ σφυροῦ, καὶ νέμεται ἄνω παρὰ τοῦ ἀντικνημίου τὴν ἀντιβεβλημένην κερκίδα· παρὰ δὲ τὴν γαστροκνημίην οἷον σφενδόνην πεποίηται· τὸ δ᾿ ἐντεῦθεν τέταται παρὰ τοῦ γούνατος τὸ ἐντός· ἐπιβέβληκε δὲ καὶ τῇ ἐπιγουνατίδι φλέβας, καὶ κατὰ τὸ ἐντὸς τῆς ἐπιγουνατίδος ἐπίκοιλον ἐμπέπλεχε φλέβα· ἥν τις εἰ πονήσῃ, τάχιστα ξυνάγει χολώδεα ἰχῶρα. Διώρμηκε δὲ αὐτὴ κατὰ τὸ ἐντὸς καὶ κοῖλον τοῦ γούνατος· ἀποκεκάρπωκε δὲ καὶ εἰς τὰς ἰγνύας πολυπλόκους φλέβας, αἳ ἐντεῦθεν παρατείνουσαι κατὰ τὰ ὑποκάτω νεῦρα τοῦ μηροῦ κατεῤῥίζωνται ἐς τοὺς ὄρχιας καὶ ἐς τὸν ἀρχὸν, καὶ περὶ τὸ ἱερὸν δὲ ὀστέον λελεπτυσμέναι ἡνωμέναι περιτέτανται.

[18] Ἡ δὲ ἀφιγμένη παρὰ τοῦ γούνατος τὸ ἐντὸς ἄνω παρὰ τοῦ μηροῦ τὸ ἐντὸς ἀνίεται ἐς τὸν βουβῶνα, καὶ διὰ τοῦ ἰσχίου πέρην πρὸς τὴν ἄκανθαν καὶ τὴν ψύαν ἐκτὸς ἔχουσα, παχεῖα καὶ πλατεῖα καὶ ἔναιμος, ἄνω ὤρεκται πρὸς τὸ ἧπαρ· καὶ διακραίην ἐκφύσασα ἔναιμον, κατέχει ἐς τὸν νεφρὸν [καὶ] τὸν δεξιὸν λοβὸν τὸν ἡπατιαῖον. Αὕτη δὲ ὑποκάτω τοῦ ἥπατος ὑπονησαμένη, ἀπέσχισται ἐς φλέβα παχέην· ἡ δ᾿ ἀποκαμφθεῖσα ἐσπέφυκεν ἐς τὸ παχὺ τοῦ ἥπατος· καὶ τὸ μὲν αὐτῆς ἐπιπολάζον ἐπὶ τοῦ σπλάγχνου πέφυκεν, ἐν ᾧπερ ἡ χολή ἐστι, καὶ πολύῤῥιζος καὶ διὰ τοῦ ἥπατος πεπλεκτανωμένη· τὸ δὲ διὰ τῶν ἐντὸς αὐτοῦ ὠχέτευται. Δύο δὲ ἐκπεπλώκασι φλέβες μεταξὺ δύο λοβῶν τῶν πλατέων· καὶ μία μὲν διὰ τῶν κορυφῶν καὶ τοῦ δέρματος διασχοῦσα ἐκ τοῦ ὀμφαλοῦ ἀνῆκται· ἡ δὲ ἑτέρη πιέσασα ἐς τὴν ἄκανθαν καὶ ἐς τὸν νεφρὸν ἠγκυροβόληται ἐς τὴν κύστιν τε καὶ τὸ αἰδοῖον. Ἐκ δὲ τοῦ ἰσχίου ἀρχομένη ἀνιέναι ἐπὶ τὸ ἦτρον, πολλὰς ἀπεπλάνησε φλέβας· καὶ τάς τε πλευρὰς καὶ τοὺς σφονδύλους ἐνεκρίκωσε πρὸς τὴν ἄκανθαν, καὶ ταύτας παραφυάδας ἐνεφλεβοτόμησε, καὶ τὰ ἔντερα καὶ τὴν νηδὺν ἐνειλίξατο. Καὶ αἱ μὲν ἀπὸ τοῦ ἤτρου ἔς τε τοὺς μαζοὺς καὶ ὑπὲρ ἀνθερεῶνα καὶ τὰς ἀκρωμίας ἐπορεξάμεναι κατεπλάκησαν· ἡ δ᾿ ἀφιγμένη παρὰ τὸ παχὺ τοῦ ἥπατος καὶ ἀποσυριγγώσασα τὴν χολὴν ἄνω ὑπὸ τὴν ἄκανθαν νέμεται διὰ τῶν φρενῶν ὁδὸν ποιησαμένη. Ἡ δὲ ἐκ τῶν ἀριστερῶν φλὲψ τὰ μὲν ἄλλα τὴν αὐτὴν φύσιν ἐῤῥίζωται τῇ ἐν τοῖσι δεξιοῖσιν, ἐκ τῶν ἀριστερῶν ἐς τὸ ἧπαρ ἀνιοῦσα οὐκ ἐκβάλλει, ἀλλ᾿ ἐς τὸν σπλῆνα ἐμπέφυκε κατὰ τὴν κεφαλὴν τὴν ἐν τῷ πάχει αὐτέου· ἐντεῦθεν δὲ κατεδύσατο ἐς τὸ ἐντὸς, καὶ ἠραχνίωκε τοῦ σπληνὸς ἐναίμοισι φλεβίοισιν· ὁ δὲ ὅλος ἐκ τοῦ ἐπιπλόου αἰωρεῖται τοῖσιν ἐξ ἑωυτέου φλεβίοισιν ἐναιματώσας αὐτό. Αἱ δὲ ἀπὸ τῆς κεφαλῆς τοῦ σπληνὸς πρὸς τὴν ἄκανθαν ἐγχρίπτουσαι διὰ τῶν φρενῶν διωρμήκασιν.

[19] Ἐντεῦθεν δὲ κάτω καὶ ἡ δεξιὴ καὶ ἡ ἀριστερὴ ὑπὸ τὸν πνεύμονα ἐλήλαται· αἱ δὲ ἐναίμονες ἐοῦσαι ὑπ᾿ αὐτὸν ἐξοχετεύονται ἐς αὐτόν. Ὀλίγαιμοι δὲ καὶ λεπταὶ αἱ ἀπὸ τοῦ πνεύμονος ἔσωθεν γενόμεναι τῇ φύσει ἀραιοῦ ἐόντος, ἐς τὴν καρδίην, ἅτε ὑπ᾿ αὐτέου ἐξαθελγόμεναι, ἐγκεχαλίνωνται περὶ τὰ ὦτα αὐτέης, καὶ ἐς τὰ κοῖλα τὰ ἐντὸς διεῤῥυήκασιν. Ἐμβάλλουσι δὲ καὶ αἱ πρότεραι καὶ αὗται ἐς αὐτήν· ἐν γὰρ στενοχωρίῃ τῆς διόδου ἐνίδρυται ὡς ἐκ παντὸς τοῦ σώματος τὰς ἡνίας ἔχουσα· διὸ καὶ παντὸς τοῦ σώματος περὶ τὸν θώρηκα μάλιστά ἐστιν ἡ αἴσθησις. Καὶ τῶν χρωμάτων αἱ μεταβολαὶ γίνονται, ταύτης ἀποσφιγγούσης τὰς φλέβας καὶ χαλώσης· χαλώσης μὲν οὖν, ἐρυθρὰ τὰ χρώματα γίνεται καὶ εὔχροα καὶ διαφανέα· συναγούσης δὲ, χλωρὰ καὶ πελιδνά· τὰ τοιαῦτα δὲ παραλλάσσει ἐκ τῶν παρεόντων ἑκάστῳ χρωμάτων.


Περὶ Ἰητροῦ

ΠΕΡΙ ΙΗΤΡΟΥ.

[1] Ἰητροῦ μέν ἐστι προστασίη, ὁρῇν εὔχρως τε καὶ εὔσαρκος πρὸς τὴν ὑπάρχουσαν αὐτῷ φύσιν· ἀξιοῦνται γὰρ ὑπὸ τῶν πολλῶν οἱ μὴ εὖ διακείμενοι τὸ σῶμα οὕτως, οὐδ᾿ ἂν ἑτέρων ἐπιμεληθῆναι καλῶς· ἔπειτα τὰ περὶ αὐτὸν καθαρίως ἔχειν, ἐσθῆτι χρηστῇ καὶ χρίσμασιν εὐόδμοις, ὀδμὴν ἔχουσιν ἀνυπόπτως· πρὸς ἅπαντα ταῦτα γὰρ ἡδέως ἔχειν ξυμβαίνει τοὺς νοσέοντας. Δεῖ δὲ σκοπέειν τάδε περὶ τὴν ψυχὴν τὸν σώφρονα, μὴ μόνον τὸ σιγᾷν, ἀλλὰ καὶ περὶ τὸν βίον [τὸ] πάνυ εὔτακτον, μέγιστα γὰρ ἔχει πρὸς δόξαν ἀγαθὰ, τὸ δὲ ἦθος εἶναι καλὸν καὶ ἀγαθὸν, τοιοῦτον δ᾿ ὄντα πᾶσι καὶ σεμνὸν καὶ φιλάνθρωπον· τὸ γὰρ προπετὲς καὶ τὸ πρόχειρον καταφρονεῖται, κἂν πάνυ χρήσιμον ᾖ· σκεπτέον δὲ ἐπὶ τῆς ἐξουσίης· τὰ γὰρ αὐτὰ παρὰ τοῖς αὐτέοις σπανίως ἔχοντα ἀγαπᾶται. Σχήμασι δὲ, ἀπὸ μὲν προσώπου σύννουν μὴ πικρῶς· αὐθάδης γὰρ δοκέει εἶναι καὶ μισάνθρωπος, ὁ δὲ εἰς γέλωτα ἀνιέμενος καὶ λίην ἱλαρὸς φορτικὸς ὑπολαμβάνεται· φυλακτέον δὲ τὸ τοιοῦτον οὐχ ἥκιστα. Δίκαιον δὲ πρὸς πᾶσαν ὁμιλίην εἶναι· χρὴ γὰρ πολλὰ ἐπικουρέειν δικαιοσύνην· πρὸς δὲ ἰητρὸν οὐ μικρὰ συναλλάγματα τοῖσι νοσοῦσίν ἐστιν· καὶ γὰρ αὐτοὺς ὑποχειρίους ποιέουσι τοῖς ἰητροῖς, καὶ πᾶσαν ὥρην ἐντυγχάνουσι γυναιξὶν, παρθένοις, καὶ τοῖς ἀξίοις πλείστου κτήμασιν· ἐγκρατέως οὖν δεῖ πρὸς ἅπαντα ἔχειν ταῦτα. Τὴν μὲν οὖν ψυχὴν καὶ τὸ σῶμα οὕτω διακεῖσθαι.

[2] Τὰ δὲ ἐς τὴν ἰητρικὴν τέχνην παραγγέλματα, δι᾿ ὧν ἔστιν εἶναι τεχνικὸν, ἀπ᾿ ἀρχῆς συνοπτέον, ἀφ᾿ ὧν καὶ μανθάνειν ἄνθρωπος ἄρξαιτο· τὰ τοίνυν ἐν ἰητρείῳ θεραπευόμενα σχεδὸν μανθανόντων ἐστίν. Δεῖ δὲ πρῶτον μὲν τόπον ἔχειν οἰκεῖον, ἔσται δὲ τοῦτο ἐὰν μήτε πνεῦμα ἐς αὐτὸν παραγινόμενον ἐνοχλῇ μήθ᾿ ἥλιος ἢ αὐγὴ λυπέῃ. Φῶς δὲ τηλαυγὲς τοῖς μὲν θεραπεύουσιν ἄλυπον, οὐχ ὁμοίως δὲ τοῖς θεραπευομένοις ὑπάρχει· πάντως μὲν οὖν τοιαύτην τὴν αὐγὴν μάλιστα φευκτέον, δι᾿ ἣν ξυμβαίνει τοὺς ὀφθαλμοὺς νοσέειν· τὸ μὲν οὖν φῶς τοιοῦτον εἶναι παρήγγελται· τοῦτο δὲ, ὅπως μηδαμῶς ἐναντίως ἕξει τῷ προσώπῳ τὰς αὐγάς· προσενοχλεῖ γὰρ τὴν ὄψιν ἀσθενέως ἔχουσαν· πᾶσα δ᾿ ἱκανὴ πρόφασις ἀσθενέοντας ὀφθαλμοὺς ἐπιταράξαι· τῷ μὲν οὖν φωτὶ τοῦτον τὸν τρόπον χρηστέον ἐστίν. Τοὺς δὲ δίφρους ὁμαλοὺς εἶναι τοῖς ὕψεσιν ὅτι μάλιστα, ὅπως κατ᾿ αὐτοὺς ὦσιν. Χαλκώματι δὲ πλὴν τῶν ὀργάνων μηδενὶ χρήσθω· καλλωπισμὸς γάρ τις εἶναί μοι δοκεῖ φορτικὸς σκεύεσι τοιουτέοισι χρῆσθαι. Τὸ δ᾿ ὕδωρ παρέχειν δεῖ πότιμον τοῖς θεραπευομένοις καὶ καθαρόν. Τοῖς δὲ ἀπομάγμασιν καθαροῖς καὶ μαλθακοῖς χρῆσθαι, πρὸς μὲν τοὺς ὀφθαλμοὺς ὀθονίοις, πρὸς δὲ τὰ τραύματα σπόγγοις· αὐτόματα γὰρ ταῦτα βοηθεῖν δοκεῖ καλῶς. Τὰ δ᾿ ὄργανα πάντα εὐήρη πρὸς τὴν χρείαν ὑπάρχειν δεῖ τῷ μεγέθει καὶ βάρει καὶ λεπτότητι.

[3] Τὰ δὲ προσφερόμενα ἅπαντα μὲν χρὴ συνορῇν ὅπως συνοίσει· μάλιστα δὲ πλεῖστον, εἰ ὁμιλεῖν μέλλει τῷ νοσοῦντι μέρει· ταῦτα δέ ἐστιν ἐπιδέσματα καὶ φάρμακα καὶ τὰ περὶ τὸ ἕλκος ὀθόνια καὶ τὰ καταπλάσματα· πλεῖστον γὰρ χρόνον ταῦτα περὶ τοὺς νοσέοντάς ἐστι τόπους. Ἡ δὲ μετὰ ταῦτα ἀφαίρεσις τούτων, ἀνάψυξίς τε καὶ περικάθαρσις, καὶ τῶν ὑδάτων κατάντλησις, ὀλίγου τινός ἐστι χρόνου· καὶ ὅπου χρὴ μᾶλλόν τε καὶ ἧσσον ἐσκέφθαι δεῖ· τούτων γὰρ ἀμφοτέρων ἡ χρῆσις εὔκαιρός τε καὶ μὴ γενομένων μεγάλην ἔχει διαφορήν.

[4] Ἔστι δὲ οἰκείη ἐπίδεσις τῆς ἰητρικῆς, ἀφ᾿ ἧς ὠφελεῖσθαι τὸν θεραπευόμενον [δεῖ]· μέγιστα δὲ ὠφελεῖ δύο ταῦτα, οἷς ἐστι χρηστέον, πιέσαι ὅκου δεῖ καὶ ἀνειμένως ἐπιδῆσαι· πρὸς δὲ τοὺς χρονοὺς τῆς ὥρης, πότε δεῖ σκεπαστικῶς καὶ μὴ, συνορῇν, ὅκως μηδὲ [τὸν] ἀσθενῆ λελήθῃ, ὡς ποτέρῳ τούτων ἐνιαχοῦ χρηστέον· εὐρύθμους δὲ ἐπιδεσίας καὶ θεητρικὰς μηδὲν ὠφελούσας ἀπογινώσκειν· φορτικὸν γὰρ τὸ τοιοῦτον καὶ παντελῶς ἀλαζονικὸν, πολλάκις τε βλάβην οἶσον τῷ θεραπευομένῳ· ζητεῖ δὲ ὁ νοσέων οὐ καλλωπισμὸν, ἀλλὰ τὸ συμφέρον.

[5] Ἐπὶ δὲ τῶν χειρουργιῶν, ὅσαι διὰ τομῆς εἰσιν ἢ καύσιος, τὸ ταχέως ἢ βραδέως ὁμοίως ἐπαινεῖται· χρῆσις γάρ ἐστιν ἀμφοτέρων αὐτῶν. Ἐν οἷς μὲν γάρ ἐστι διὰ μιῆς τομῆς ἡ χειρουργία, χρὴ ποιέεσθαι ταχεῖαν τὴν διαίρεσιν· ἐπεὶ γὰρ συμβαίνει τοὺς τεμνομένους πονέειν, τὸ λυπέον μὲν ὡς ἐλάχιστον χρόνον δεῖ παρεῖναι· τοῦτο δὲ ἔσται ταχείης τῆς τομῆς γενομένης. Ὅπου δὲ πολλὰς ἀναγκαῖον γενέσθαι τὰς τομὰς, βραδείῃ χρηστέον τῇ χειρουργίᾳ· τὸ μὲν γὰρ ταχὺ ξυνεχῆ ποιέει τὸν πόνον καὶ πουλύν· τὸ δὲ διαλιπὸν ἀνάπαυσιν ἔχει τινὰ τοῦ πόνου τοῖς θεραπευομένοις.

[6] Τὸ δ᾿ αὐτὸ ἐπὶ τῶν ὀργάνων λέγοιτ᾿ ἄν· τοῖς δὲ μαχαιρίοις ὀξέσι τε χρῆσθαι καὶ πλατέσιν οὐκ ἐπὶ πάντων ὁμοίως παραγγέλλομεν· μέρη γάρ τινά ἐστι τοῦ σώματος, ἃ ἐν τάχει μὲν ἔχει τὴν ῥύμην τοῦ αἵματος, καὶ κατασχεῖν ἐστιν οὐ ῥηΐδιον· ταῦτα δέ ἐστιν οἵ τε κίρσοι καί τινες ἄλλαι φλέβες· τὰς μὲν τομὰς χρὴ εἶναι τῶν τοιουτέων στενάς· οὐ γὰρ οἷόν τε τὴν ῥύσιν γενέσθαι κατακορῆ· ξυμφέρει δέ ποτε ἀπὸ τῶν τοιουτέων αἵματος ἀφαίρεσιν ποιέεσθαι. Πρὸς δὲ τοὺς ἀκινδύνους τόπους καὶ περὶ οὓς μὴ λεπτόν ἐστι τὸ αἷμα, πλατυτέροις χρῆσθαι τοῖς μαχαιρίοισι· τὸ γὰρ αἷμα πορεύοιτ᾿ ἂν, ἄλλως δὲ οὐδαμῶς· πάνυ δ᾿ ἔστιν αἰσχρὸν μὴ ξυμβαίνειν ἀπὸ τῆς χειρουργίης ὅ τι θέλει.

[7] Δύο δὲ τρόπους φαμὲν χρησίμους εἶναι σικυῶν· ὅτε μὲν γὰρ ῥεῦμα ξυνεστηκὸς πόῤῥω τῆς ἐπιφαινομένης σαρκός [ἐστι], τὸν μὲν κύκλον αὐτῆς εἶναι δεῖ βραχὺν, αὐτὴν δὲ γαστρώδη, μὴ προμήκη τὸ πρὸς τὴν χεῖρα μέρος, μὴ βαρεῖαν· τοιαύτην γὰρ οὖσαν ἕλκειν ἐς ἰθὺ ξυμβαίνει, καὶ τοὺς ἀφεστῶτας ἰχῶρας καλῶς ἀνεσπάσθαι πρὸς τὴν σάρκα· τοῦ δὲ πόνου [διὰ] πλείονος κατεσκεδασμένου τῆς σαρκὸς, τὰ μὲν ἄλλα παραπλησίην, τὸν δὲ κύκλον μέγαν· οὕτω γὰρ ἐκ πλείστων μερῶν εὑρήσεις ἄγουσαν ἐς ὃν δεῖ τὸ λυποῦν τόπον· οὐ γὰρ οἷόν τε μέγαν εἶναι τὸν κύκλον, μὴ συναγομένης τῆς σαρκὸς ἐκ πλείονος τόπου. Βαρεῖα δ᾿ οὖσα ῥέπει καὶ ἐς τοὺς ἄνω τόπους· κάτω δὲ μᾶλλον τὴν ἀφαίρεσιν [ποιέειν δεῖ], καὶ πολλάκις ὑπολείπεσθαι τὰς νούσους [ξυμβαίνει]. Τοῖσι μὲν οὖν ἐφεστῶσι ῥεύμασι καὶ μακρὰν ἀπέχουσιν ἀπὸ τῶν ἄνω τόπων οἱ πλατεῖς κύκλοι πολλὰ ξυνεπισπῶνται παρὰ τῆς ἄλλης σαρκός· ἐπιπροσθεῖν οὖν ξυμβαίνει τὴν ἐντεῦθεν ἑλκομένην νοτίδα τῷ ξυναγομένῳ κάτωθεν ἰχῶρι, καὶ τὰ μὲν ἐνοχλεῦντα ὑπολείπεσθαι, τὰ δ᾿ οὐδὲν λυπέοντα ἀφαιρεῖσθαι. Μέγεθος δὲ σικύης τί χρήσιμον στοχάζεσθαι χρὴ πρὸς τὰ μέρη τοῦ σώματος, οἷς ἂν δέῃ προσβάλλειν. Ὅταν δὲ κατακρούῃ, κάτωθεν ἕλκεσθαι· τὸ γὰρ αἷμα φανερὸν εἶναι δεῖ τῶν χειρουργουμένων τόπων· ἄλλως δὲ οὐδὲ τὸν κύκλον τὸν ἑλκυσθέντα χρὴ κατακρούειν· εὐτονωτέρη γάρ ἐστιν ἡ σὰρξ τοῦ πονήσαντος· μαχαιρίοις δὲ τοῖς καμπύλοις ἐξ ἄκρου μὴ λίην στενοῖς· ἐνίοτε γὰρ ἰχῶρες ἔρχονται γλίσχροι καὶ παχεῖς, κίνδυνος οὖν ἐστιν ὑποστῆναι τῇσι τομῇσιν, ὅταν στεναὶ τμηθέωσιν.

[8] Τὰς δὲ ἐπὶ τῶν βραχιόνων φλέβας τῇσι καταλήψεσι χρὴ φυλάσσειν· ἡ γὰρ καλύπτουσα σὰρξ πολλοῖς οὐ καλῶς συνήρμοσται τῇ φλεβί· τῆς γὰρ σαρκὸς ὀλισθηρῆς οὔσης, οὐ καθ᾿ ἑαυτὰς ξυμβαίνει τὰς τομὰς ἀμφοτέρων γίνεσθαι· τὴν γὰρ φλέβα ἐκφυσᾶσθαι ξυμβαίνει καλυφθεῖσαν, καὶ τὴν ῥύσιν τοῦ αἵματος κωλύεσθαι, πολλοῖσι δὲ καὶ πῦος διὰ τοῦτο ξυνίστασθαι· δοκεῖ δὴ δύο βλάβας φέρειν ἡ τοιαύτη χειρουργίη, τῷ μὲν τμηθέντι πόνον, τῷ δὲ τέμνοντι πολλὴν ἀδοξίην· τὸ δ᾿ αὐτὸ κατὰ πασῶν παρήγγελται γίνεσθαι.

[9] Τὰ μὲν οὖν κατ᾿ ἰητρεῖον ἀναγκαῖα ὄργανα, καὶ περὶ ἃ δεῖ τεχνικὸν εἶναι τὸν μανθάνοντα, ταῦτ᾿ ἐστίν· ὀδοντάγρῃσι γὰρ καὶ σταφυλάγρῃσι χρῆσθαι τὸν τυχόντα ἐστίν· ἁπλῆ γὰρ ἡ χρῆσις αὐτῶν εἶναι δοκεῖ.

[10] Περὶ δὲ φυμάτων καὶ ἑλκέων, ὁκόσα μειζόνων ἐστι νοσημάτων, τὰ μὲν φύματα τεχνικώτατον ὑπειληφέναι δεῖ δύνασθαι διαλύειν, καὶ τὰς συστάσεις αὐτῶν κωλύειν· ἐχόμενον δὲ τουτέων, στέλλειν εἰς τὸν ἐπιφανῆ τόπον ὡς εἰς βραχύτατον, καὶ τὴν σύστασιν ὁμαλῶς διὰ παντὸς ποιεῖσθαι τοῦ φύματος· ἀνωμάλως γὰρ ἔχοντος αὐτοῦ, ῥαγῆναί τε καὶ δυσθεράπευτον τὸ ἕλκος κίνδυνός ἐστι γενέσθαι· ἐξομαλίζειν τε χρὴ πέσσοντα πανομοίως, καὶ μήτε διαιρεῖν πρότερον μήτε αὐτόματον ἐῇν ῥαγῆναι· τὰ δὲ ἐκπέψαι δυνάμενα ὁμαλῶς ἐν ἑτέροις εἴρηται.

[11] Τὰ δὲ ἕλκεα δοκεῖ πορείας ἔχειν τέσσαρας, μίαν μὲν ἐς βάθος· ταῦτα δ᾿ ἔστι τὰ συριγγώδη καὶ ὅσα ὕπουλά ἐστι, καὶ ἔνδοθεν κεκοιλασμένα· ἡ δ᾿ ἑτέρη εἰς ὕψος, τὰ ὑπερσαρκεῦντα· τρίτη δέ ἐστιν εἰς πλάτος· ταῦτα δέ ἐστι τὰ καλεόμενα ἑρπηστικά· τετάρτη ὁδός ἐστιν [ἐς ξύμφυσιν]· αὕτη δὲ μόνη κατὰ φύσιν εἶναι δοκέει κίνησις. Αὗται μὲν οὖν ξυμφοραὶ τοιαῦται σαρκός εἰσι· πᾶσαι δὲ κοιναὶ τοῦ ξυμφύοντος· καὶ τὰ μὲν τούτων ἐν ἑτέροις σημεῖα δεδήλωται, καὶ ᾗ χρηστέον ἐστὶν ἐπιμελείᾳ· δι᾿ ὧν δὲ τὸ ξυμφυόμενον διελεύσεται, καὶ τὸ πληρεύμενον, ἢ κοῖλον γενόμενον, ἢ τὴν εἰς πλάτος πορείαν ποιούμενον, προσηκόντως περὶ τουτέων ἐν ἄλλοις εἴρηται.

[12] Περὶ δὲ καταπλασμάτων ὧδε· τῶν ἐπιτιθεμένων ὀθονίων ὅκου ἂν ἡ χρῆσις κατὰ τοῦ νοσεύματος ἀκριβὴς εἶναι δοκέῃ, [καὶ] τῷ ἕλκει ἁρμόζου τὸ ἐπιτιθέμενον ὀθόνιον, τῷ δὲ καταπλάσματι πρὸς τὸν κύκλῳ τόπον τοῦ ἕλκεος χρῶ· χρῆσις γὰρ αὕτη καταπλάσματός ἐστιν ἔντεχνός τε καὶ πλεῖστα ὠφελεῖν δυναμένη· ἐδόκει γὰρ τῷ μὲν ἕλκει βοηθεῖν ἡ τῶν περιτιθεμένων δύναμις, τὸ δ᾿ ὀθόνιον φυλάσσειν· τὰ δ᾿ ἔξω μὲν τοῦ ἕλκεος τὸ κατάπλασμα ὠφελέει. Τὴν μὲν οὖν χρῆσιν αὐτέων εἶναι δεῖ τοιαύτην.

[13] Περὶ δὲ καιρῶν, ὁκότε τούτοις ἑκάστοις χρηστέον ἐστὶ, καὶ τὰς δυνάμιας ὡς χρὴ τῶν γεγραμμένων καταμανθάνειν, παραλέλειπται δὲ τὰ τοιαῦτα, ἐπεὶ πλεῖον προῆκται τῆς κατ᾿ ἰητρικὴν ἐπιμελείας καὶ πόῤῥω τοῦ τῆς τέχνης ἤδη προεληλυθότος ἐστίν.

[14] Ἐχόμενον δὲ τούτων ἐστὶ καὶ κατὰ στρατιὴν γινομένων τρωμάτων χειρουργίη περὶ τὴν ἐξαίρεσιν τῶν βελέων. Ἐν τῇσι κατὰ πτόλιν διατριβῇσι βραχεῖά τίς ἐστι τουτέων ἡ χρῆσις· ὀλιγάκις γὰρ ἐν παντὶ τῷ χρόνῳ γίνονται πολιτικαὶ στρατιαὶ καὶ πολεμικαί· ξυμβαίνει δὲ τὰ τοιαῦτα πλειστάκις καὶ ξυνεχέστατα περὶ τὰς ξενικὰς στρατιὰς γίνεσθαι. Τὸν μὲν οὖν μέλλοντα χειρουργεῖν στρατεύεσθαι δεῖ καὶ παρηκολουθηκέναι στρατεύμασι ξενικοῖς· οὕτω γὰρ ἂν εἴη γεγυμνασμένος πρὸς ταύτην τὴν χρείαν. Ὃ δὲ εἶναι δοκεῖ περὶ ταῦτα τεχνικώτερον, εἰρήσεται· τῶν γὰρ ὅπλων ἐνόντων καὶ σημεῖα πεπορίσθαι τέχνης ἐστὶ πλεῖστον μέρος καὶ τῆς πρὸς ταῦτα χειρουργίης· τούτου γὰρ ὑπάρξαντος, οὐκ ἂν παραλίποιτο τρωματίας ἀγνοηθεὶς ὅταν χειρουργῆται μὴ προσηκόντως· μόνος δ᾿ ἂν ὁ τῶν σημείων ἔμπειρος εἰκότως ἐπιχειροίη. Περὶ δὲ τουτέων ἁπάντων ἐν ἑτέροις γεγραμμένον ἐστίν.


Περὶ Εὐσχημοσύνης

ΠΕΡΙ ΕΥΣΧΗΜΟΣΥΝΗΣ.

[1] Οὐκ ἀλόγως οἱ προβαλλόμενοι τὴν σοφίην πρὸς πολλὰ εἶναι χρησίμην, ταύτην δὴ τὴν ἐν τῷ βίῳ. Αἱ γὰρ πολλαὶ πρὸς περιεργίην φαίνονται γεγενημέναι· λέγω δὲ, αὗται αἱ μηδὲν ἐς χρέος τῶν πρὸς ἃ διαλέγονται· ληφθείη δ᾿ ἂν τουτέων μέρεα ἐς ἐκεῖνο, ὅτι ὅπη οὐκ ἀργίη, οὐδὲ μὴν κακίη· τὸ γὰρ σχολάζον καὶ ἄπρηκτον ζητέει ἐς κακίην καὶ ἀφέλκεσθαι· τὸ δ᾿ ἐγρηγορὸς καὶ πρός τι τὴν διάνοιαν ἐντετακὸς ἐφειλκύσατό τι τῶν πρὸς καλλονὴν βίου τεινόντων. Ἐῶ δὲ τουτέων τὰς μηδὲν ἐς χρέος πιπτούσας διαλέξιας· χαριεστέρη γὰρ ἡ πρὸς ἕτερον μέν τι ἐς τέχνην πεποιημένη, τέχνην δὲ τὴν πρὸς εὐσχημοσύνην καὶ δόξαν.

[2] Πᾶσαι γὰρ αἱ μὴ μετ᾿ αἰσχροκερδείης καὶ ἀσχημοσύνης καλαὶ, ᾗσι μέθοδός τις ἐοῦσα τεχνικὴ ἐργάζεται· ἀλλ᾿ εἴ γε μὴ, μὴ πρὸς ἀναιτίην δημευτέαι. Νέοι τε γὰρ αὐτέοισιν ἐμπίπτουσιν· ἀκμάζοντες δὲ δι᾿ ἐντροπίην ἱδρῶτας τίθενται βλέποντες· πρεσβῦται δὲ διὰ πικρίην νομοθεσίην τίθενται ἀναίρεσιν ἐκ τῶν πόλεων. Καὶ γὰρ ἀγορὴν ἐργαζόμενοι, οὔτοι μετὰ βαναυσίης ἀπατέοντες, καὶ ἐν πόλεσιν ἀνακυκλέοντες οἱ αὐτοί. Ἴδοι δέ τις ἂν καὶ ἐπ᾿ ἐσθῆτος καὶ ἐν τῇσιν ἄλλῃσι περιγραφῇσι· κἢν γὰρ ἔωσιν ὑπερηφανέως κεκοσμημένοι, πουλὺ μᾶλλον φευκτέοι καὶ μισητέοι τοῖσι θεωμένοισίν εἰσιν.

[3] Τὴν δὲ ἐναντίην χρὴ ὧδε σκοπέειν· οἷς οὐ διδακτὴ κατασκευὴ, οὐδὲ περιεργίη· ἔκ τε γὰρ περιβολῆς καὶ τῆς ἐν ταύτῃ εὐσχημοσύνης καὶ ἀφελείης, οὐ πρὸς περιεργίην πεφυκυίης, ἀλλὰ μᾶλλον πρὸς εὐδοξίην, τό τε σύννουν, καὶ τὸ ἐν νῷ πρὸς ἑωυτοὺς διακεῖσθαι, πρός τε τὴν πορείην. Οἷοι ἕκαστοι σχήματι, τοιοῦτοι· ἀδιάχυτοι, ἀπερίεργοι, πικροὶ πρὸς τὰς συναντήσιας, εὔθετοι πρὸς τὰς ἀποκρίσιας, χαλεποὶ πρὸς τὰς ἀντιπτώσιας, πρὸς τὰς ὁμοιότητας εὔστοχοι καὶ ὁμιλητικοὶ, εὔκρητοι πρὸς ἅπαντας, πρὸς τὰς ἀναστάσιας σιγητικοὶ, πρὸς τὰς ἀποσιγήσιας ἐνθυμηματικοὶ καὶ καρτερικοὶ, πρὸς τὸν καιρὸν εὔθετοι καὶ λημματικοὶ, πρὸς τὰς τροφὰς εὔχρηστοι καὶ αὐτάρκεες, ὑπομονητικοὶ πρὸς καιροῦ τὴν ὑπομονὴν, πρὸς λόγους ἀνυστοὺς πᾶν τὸ ὑποδειχθὲν ἐκφέροντες, εὐεπίῃ χρώμενοι, χάριτι διατιθέμενοι, δόξῃ τῇ ἐκ τουτέων διισχυριζόμενοι, ἐς ἀληθείην πρὸς τὸ ὑποδειχθὲν ἀποτερματιζόμενοι.

[4] Ἡγεμονικώτατον μὲν οὖν τουτέων ἁπάντων τῶν προειρημένων ἡ φύσις· καὶ γὰρ οἱ ἐν τέχναισιν, ἢν προσῇ αὐτέοισι τοῦτο, διὰ πάντων τουτέων πεπόρευνται τῶν προειρημένων. Ἀδίδακτον γὰρ τὸ χρέος ἔν τε τῇ σοφίῃ καὶ ἐν τῇ τέχνῃ· πρόσθε μὲν ἢ διδαχθῇ, ἐς τὸ ἀρχὴν λαβεῖν ἡ φύσις κατεῤῥύη καὶ κέχυται, ἡ δὲ σοφίη ἐς τὸ εἰδῆσαι τὰ ἀπ᾿ αὐτέης τῆς φύσιος ποιεύμενα. Καὶ γὰρ ἐν ἀμφοτέροισι τοῖσι λόγοισι πολλοὶ κρατηθέντες οὐδαμῆ συναμφοτέροισιν ἐχρήσαντο τοῖσι πρήγμασιν ἐς δεῖξιν· ἐπὴν οὖν τις αὐτέων ἐξετάζῃ τι πρὸς ἀληθείην τῶν ἐν ῥήσει τιθεμένων, οὐδαμῆ τὰ πρὸς φύσιν αὐτέοισι χωρήσει. Εὑρίσκονται γοῦν οὗτοι παραπλησίην ὁδὸν ἐκείνοισι πεπορευμένοι. Διόπερ ἀπογυμνούμενοι τὴν πᾶσαν ἀμφιέννυνται κακίην καὶ ἀτιμίην. Καλὸν γὰρ ἐκ τοῦ διδαχθέντος ἔργου λόγος· πᾶν γὰρ τὸ ποιηθὲν τεχνικῶς ἐκ λόγου ἀνηνέχθη· τὸ δὲ ῥηθὲν τεχνικῶς, μὴ ποιηθὲν δὲ, μεθόδου ἀτέχνου δεικτικὸν ἐγενήθη· τὸ γὰρ οἴεσθαι μὲν, μὴ πρήσσειν δὲ, ἀμαθίης καὶ ἀτεχνίης σημεῖόν ἐστιν· οἴησις γὰρ μάλιστα ἐν ἰητρικῇ αἰτίην μὲν τοῖσι κεχρημένοισιν, ὄλεθρον δὲ τοῖσι χρεομένοισιν ἐπιφέρει· καὶ γὰρ ἢν ἑωυτοὺς ἐν λόγοισι πείσαντες οἰηθῶσιν εἰδέναι ἔργον τὸ ἐκ μαθήσιος, καθάπερ χρυσὸς φαῦλος ἐν πυρὶ κριθεὶς τοιούτους αὐτοὺς ἀπέδειξεν. Καίτοι γε τοιαύτη ἡ πρόῤῥησις ἀπαρηγόρητος. ᾟ σύνεσις ὁμογενής ἐστιν, εὐθὺ τὸ πέρας ἐδήλωσε γνῶσις· τῶν δ᾿ ὁ χρόνος τὴν τέχνην εὐοδέα κατέστησεν, ἢ τοῖσιν ἐς τὴν παραπλησίην οἶμον ἐμπίπτουσι τὰς ἀφορμὰς δήλους ἐποίησε.

[5] Διὸ δεῖ ἀναλαμβάνοντα τουτέων τῶν προειρημένων ἕκαστα, μετάγειν τὴν σοφίην ἐς τὴν ἰητρικὴν καὶ τὴν ἰητρικὴν ἐς τὴν σοφίην. Ἰητρὸς γὰρ φιλόσοφος ἰσόθεος· οὐ πολλὴ γὰρ διαφορὴ ἐπὶ τὰ ἕτερα· καὶ γὰρ ἔνι τὰ πρὸς σοφίην ἐν ἰητρικῇ πάντα, ἀφιλαργυρίη, ἐντροπὴ, ἐρυθρίησις, καταστολὴ, δόξα, κρίσις, ἡσυχίη, ἀπάντησις, καθαριότης, γνωμολογίη, εἴδησις τῶν πρὸς βίου χρηστῶν καὶ ἀναγκαίων, ἀκαθαρσίης ἀπεμπόλησις, ἀδεισιδαιμονίη, ὑπεροχὴ θεία. Ἔχουσι γὰρ ἃ ἔχουσι πρὸς ἀκολασίην, πρὸς βαναυσίην, πρὸς ἀπληστίην, πρὸς ἐπιθυμίην, πρὸς ἀφαίρεσιν, πρὸς ἀναιδείην. Αὕτη γὰρ ἡ γνῶσις τῶν προσιόντων καὶ χρῆσις τῶν πρὸς φιλίην, καὶ ὡς καὶ ὁκοίως τὰ πρὸς τέκνα, πρὸς χρήματα. Ταύτῃ μὲν οὖν ἐπικοινωνὸς σοφίη τις, ὅτι καὶ ταῦτα τὰ πλεῖστα ὁ ἰητρὸς ἔχει.

[6] Καὶ γὰρ μάλιστα ἡ περὶ θεῶν εἴδησις ἐν νόῳ αὐτὴ ἐμπλέκεται· ἐν γὰρ τοῖσιν ἄλλοισι πάθεσι καὶ ἐν συμπτώμασιν εὑρίσκεται τὰ πολλὰ πρὸς θεῶν ἐντίμως κειμένη ἡ ἰητρική. Οἱ δὲ ἰητροὶ θεοῖσι παρακεχωρήκασιν· οὐ γὰρ ἔνι περιττὸν ἐν αὐτέῃ τὸ δυναστεῦον. Καὶ γὰρ οὗτοι πολλὰ μὲν μεταχειρέονται, πολλὰ δὲ καὶ κεκράτηται αὐτέοισι δι᾿ ἑωυτέων. Ἃ δὲ καταπλεονεκτεῖ νῦν ἡ ἰητρικὴ, ἐντεῦθεν παρέξει. Ἔστι γὰρ ὁδός τις ἐν σοφίῃ ὧδε καὶ αὐτέοισιν ἐκείνοισιν· οὕτω δ᾿ οὐκ οἴονται, ὁμολογέουσι δὲ τὰ περὶ σώματα παραγενόμενα, ἃ δὴ διὰ πάσης αὐτῆς πεπόρευται, μετασχηματιζόμενα ἢ μεταποιούμενα, ἃ δὲ μετὰ χειρουργίης ἰώμενα, ἃ δὲ βοηθούμενα, θεραπευόμενα ἢ διαιτώμενα. Τὸ δὲ κεφαλαιωδέστατον ἔστω ἐς τὴν τουτέων εἴδησιν.

[7] Ὄντων οὖν τοιουτέων τῶν προειρημένων ἁπάντων, χρὴ τὸν ἰητρὸν ἔχειν τινὰ εὐτραπελίην παρακειμένην· τὸ γὰρ αὐστηρὸν δυσπρόσιτον καὶ τοῖσιν ὑγιαίνουσι καὶ τοῖσι νοσέουσιν. Τηρεῖν δὲ χρὴ ἑωυτὸν ὅτι μάλιστα, μὴ πολλὰ φαίνοντα τῶν τοῦ σώματος μερέων, μηδὲ πολλὰ λεσχηνευόμενον τοῖσιν ἰδιώτῃσιν, ἀλλὰ τἀναγκαῖα· νομίζειν γὰρ τωὐτὸ βίῃ εἶναι ἐς πρόκλησιν θεραπηΐης. Ποιέειν δὲ κάρτα μηδὲν περιέργως αὐτέων, μηδὲ μετὰ φαντασίης· ἐσκέφθω δὲ ταῦτα πάντα, ὅκως ᾖ σοι προκατηρτισμένα ἐς τὴν εὐπορίην, ὡς δέοι· εἰ δὲ μὴ, ἐπὶ τοῦ χρέους ἀπορίη ἀηδής.

[8] Μελετᾷν δὲ χρὴ ἐν ἰητρικῇ ταῦτα μετὰ πάσης καταστολῆς, περὶ ψηλαφίης, καὶ ἐγχρίσιος, καὶ ἐγκαταντλήσιος, πρὸς τὴν εὐρυθμίην τῶν χειρέων, περὶ τιλμάτων, περὶ σπληνῶν, περὶ ἐπιδέσμων, περὶ τῶν ἐκ καταστάσιος, περὶ φαρμάκων, ἐς τραύματα καὶ ὀφθαλμικὰ, καὶ τουτέων τὰ πρὸς τὰ γένεα, ἵν᾿ ᾖ σοι προκατηρτισμένα ὄργανά τε καὶ μηχαναὶ καὶ σίδηρος καὶ τὰ ἑξῆς· ἡ γὰρ ἐν τουτέοισιν ἀπορίη ἀμηχανίη καὶ βλάβη ἐστίν. Ἔστω δέ σοι ἑτέρη παρέξοδος ἡ λιτοτέρη πρὸς τὰς ἀποδημίας ἡ διὰ χειρέων· ἡ δ᾿ εὐχερεστάτη διὰ μεθόδων· οὐ γὰρ οἷόν τε διέρχεσθαι πάντα τὸν ἰητρόν.

[9] Ἔστω δέ σοι εὐμνημόνευτα φάρμακά τε καὶ δυνάμιες ἁπλαῖ καὶ ἀναγεγραμμέναι, εἴπερ ἄρα ἐστὶν ἐν νόῳ καὶ τὰ περὶ νούσων ἰήσιος, καὶ οἱ τουτέων τρόποι, καὶ ὁσαχῶς καὶ ὃν τρόπον περὶ ἑκάστων ἔχουσιν· αὕτη γὰρ ἡ ἀρχὴ ἐν ἰητρικῇ καὶ μέσα καὶ τέλος.

[10] Προκατασκευάσθω δέ σοι καὶ μαλαγμάτων γένεα πρὸς τὰς ἑκάστων χρήσιας, ποτήματα τέμνειν δυνάμενα ἐξ ἀναγραφῆς ἐσκευασμένα πρὸς τὰ γένεα. Προητοιμάσθω δὲ καὶ τὰ πρὸς φαρμακίην [ἐς τὰς καθάρσιας], εἰλημμένα ἀπὸ τόπων τῶν καθηκόντων, ἐσκευασμένα εἰς ὃν δεῖ τρόπον, πρὸς τὰ γένεα καὶ τὰ μεγέθεα ἐς παλαίωσιν μεμελετημένα, τὰ δὲ πρόσφατα ὑπὸ τὸν καιρὸν, καὶ τἄλλα κατὰ λόγον.

[11] Ἐπὴν δὲ ἐσίῃς πρὸς τὸν νοσέοντα, τουτέων σοι ἀπηρτισμένων, ἵνα μὴ ἀπορῇς, εὐθέτως ἔχων ἕκαστα πρὸς τὸ ποιησόμενον, ἴσθι γινώσκων, ὃ χρὴ ποιέειν πρὶν ἐσελθεῖν· πολλὰ γὰρ οὐδὲ συλλογισμοῦ, ἀλλὰ βοηθείης δεῖται τῶν πραγμάτων. Προδιαστέλλεσθαι οὖν χρὴ τὸ ἐκβησόμενον ἐκ τῆς ἐμπειρίης· ἔνδοξον γὰρ καὶ εὐμαθές.

[12] Ἐν δὲ τῇ εἰσόδῳ μεμνῆσθαι καὶ καθέδρης, καὶ καταστολῆς, περιστολῆς, ἀνακυριώσιος, βραχυλογίης, ἀταρακτοποιησίης, προσεδρίης, ἐπιμελείης, ἀντιλέξιος πρὸς τὰ ἀπαντώμενα, πρὸς τοὺς ὄχλους τοὺς ἐπιγινομένους εὐσταθείης τῆς ἐν ἑωυτῷ, πρὸς τοὺς θορύβους ἐπιπλήξιος, πρὸς τὰς ὑπουργίας ἑτοιμασίης. Ἐπὶ τουτέοισι μέμνησο παρασκευῆς τῆς πρώτης· εἰ δὲ μὴ, τὰ κατ᾿ ἄλλα ἀδιάπτωτον, ἐξ ὧν παραγγέλλεται εἰς ἑτοιμασίην.

[13] Ἐσόδῳ χρέο πυκνῶς, ἐπισκέπτεο ἐπιμελέστερον, τοῖσιν ἀπατεωμένοισιν ἐπὶ τὰς μεταβολὰς ἀπαντῶν· ῥᾷον γὰρ εἴσῃ, ἅμα δὲ καὶ εὐμαρέστερος ἔσῃ· ἄστατα γὰρ τὰ ἐν ὑγροῖσι· διὸ καὶ εὐμεταποίητα ὑπὸ φύσιος καὶ ὑπὸ τύχης· ἀβλεπτηθέντα γὰρ τὰ κατὰ τὸν καιρὸν τῆς ὑπουργίης ἔφθασαν ὁρμήσαντα καὶ ἀνελόντα· οὐ γὰρ ἦν τὸ ἐπικουρῆσον. Πολλὰ γὰρ ἅμα τὰ προσιόντα τι χαλεπόν· τὸ γὰρ καθ᾿ ἓν κατ᾿ ἐπακολούθησιν εὐθετώτερον καὶ ἐμπειρότερον.

[14] Ἐπιτηρεῖν δὲ δεῖ καὶ τὰς ἁμαρτίας τῶν καμνόντων, δι᾿ ὧν πολλοὶ πολλάκις διεψεύσαντο ἐν τοῖσι προσάρμασι τῶν προσφερομένων· ἐπεὶ τὰ μισητὰ ποτήματα οὐ λαμβάνοντες, ἢ φαρμακευόμενοι ἢ θεραπευόμενοι, ἀνῃρέθησαν· καὶ αὐτῶν μὲν οὐχ ὡς ὁμολογίην τρέπεται τὸ ποιηθὲν, τῷ δὲ ἰητρῷ τὴν αἰτίην προσῆψαν.

[15] Ἐσκέφθαι δὲ χρὴ καὶ τὰ περὶ ἀνακλίσεων, ἃ μὲν αὐτέων πρὸς τὴν ὥρην, ἃ δὲ καὶ πρὸς τὰ γένεα· οἱ μὲν γὰρ αὐτέων ἐς ὑψηλοὺς, οἱ δὲ ἐς μὴ ὑψηλοὺς, οἱ δὲ ἐς καταγείους καὶ σκοτεινοὺς τόπους· τά τε ἀπὸ ψόφων καὶ ὀσμῶν, μάλιστα δ᾿ ἀπὸ οἴνου, χειροτέρη γὰρ αὕτη, φυγεῖν δὲ καὶ μετατιθέναι.

[16] Πρήσσειν δ᾿ ἅπαντα ταῦτα ἡσύχως, εὐσταλέως, μεθ᾿ ὑπουργίης τὰ πολλὰ τὸν νοσέοντα ὑποκρυπτόμενον· ἃ δὲ χρὴ, παρακελεύοντα ἱλαρῶς καὶ εὐδιεινῶς, σφέτερα δὲ ἀποτρεπόμενον, ἅμα μὲν ἐπιπλήσσειν μετὰ πικρίης καὶ ἐντάσεων, ἅμα δὲ παραμυθέεσθαι μετ᾿ ἐπιστροφῆς καὶ ὑποδέξιος, μηδὲν ὑποδεικνύντα τῶν ἐσομένων ἢ ἐνεστώτων αὐτέοισι· πολλοὶ γὰρ δι᾿ αἰτίην ταύτην ἐφ᾿ ἑκάτερα ἀπεώσθησαν, διὰ τὴν πρόῤῥησιν τὴν προειρημένην τῶν ἐνεστώτων ἢ ἐπεσομένων.

[17] Τῶν δὲ μανθανόντων ἔστω τὶς ὁ ἐφεστὼς, ὅκως τοῖσι παραγγέλμασιν οὐκ ἀκαίρως χρήσεται, ποιήσει δὲ ὑπουργίην τὸ προσταχθέν· ἐκλέγεσθαι δὲ αὐτέων ἤδη τοὺς ἐς τὰ τῆς τέχνης εἰλημμένους, προσδοῦναί τι τῶν ἐς τὸ χρέος, ἢ ἀσφαλέως προσενεγκεῖν· ὅκως τε ἐν διαστήμασι μηδὲν λανθάνῃ σε· ἐπιτροπὴν δὲ τοῖσιν ἰδιώτῃσι μηδέποτε διδοὺς περὶ μηδενός· εἰ δὲ μὴ, τὸ κακῶς πρηχθὲν εἰς σὲ χωρῆσαι τὸν ψόγον ἐᾷ· μήποτ᾿ ἀμφιβόλως ἔχῃ, ἐξ ὧν τὸ μεθοδευθὲν χωρήσει, καὶ οὐ σοὶ τὸν ψόγον περιάψει, καὶ τευχθὲν δὲ πρὸς τὸ κλέος ἔσται· πρόλεγε οὖν ταῦτα πάντα ἐπὶ τῶν ποιευμένων, οἷς καὶ τὸ ἐπεγνῶσθαι πρόκειται.

[18] Τοιουτέων οὖν ἐόντων τῶν πρὸς εὐδοξίην καὶ εὐσχημοσύνην τῶν ἐν τῇ σοφίῃ καὶ ἰητρικῇ καὶ ἐν τῇσιν ἄλλῃσι τέχνῃσι, χρὴ τὸν ἰητρὸν διειληφότα τὰ μέρεα περὶ ὧν εἰρήκαμεν, περιεννύμενον πάντοτε τὴν ἑτέρην διατηρέοντα φυλάσσειν, καὶ παραδιδόντα ποιέεσθαι· εὐκλεᾶ γὰρ ἐόντα πᾶσιν ἀνθρώποισι διαφυλάσσεται· οἵ τε δι᾿ αὐτέων ὁδεύσαντες δοξασταὶ πρὸς γονέων καὶ τέκνων· κἤν τινες αὐτέων μὴ πολλὰ γινώσκωσιν, ὑπ᾿ αὐτέων τῶν πρηγμάτων ἐς σύνεσιν καθίστανται.


Παραγγελίαι

ΠΑΡΑΓΓΕΛΙΑΙ.

[1] Χρόνος ἐστὶν ἐν ᾧ καιρὸς, καὶ καιρὸς ἐν ᾧ χρόνος οὐ πολύς· ἄκεσις χρόνῳ, ἔστι δὲ ἡνίκα καὶ καιρῷ. Δεῖ γε μὴν ταῦτα εἰδότα μὴ λογισμῷ πρότερον πιθανῷ προσέχοντα ἰητρεύειν, ἀλλὰ τριβῇ μετὰ λόγου. Ὁ γὰρ λογισμὸς μνήμη τίς ἐστι ξυνθετικὴ τῶν μετ᾿ αἰσθήσιος ληφθέντων· ἐφαντασιώθη γὰρ ἐναργέως ἡ αἴσθησις προπαθὴς καὶ ἀναπομπὸς ἐοῦσα εἰς διάνοιαν τῶν ὑποκειμένων· ἡ δὲ παραδεξαμένη πολλάκις, οἷς, ὅτε, ὁκοίως τηρήσασα, καὶ ἐς ἑωυτὴν καταθεμένη, ἐμνημόνευσεν. Ξυγκαταινέω μὲν οὖν καὶ τὸν λογισμὸν, ἤνπερ ἐκ περιπτώσιος ποιῆται τὴν ἀρχὴν, καὶ τὴν καταφορὴν ἐκ τῶν φαινομένων μεθοδεύῃ· ἐκ γὰρ τῶν ἐναργέως ἐπιτελεομένων ἢν τὴν ἀρχὴν ποιήσηται ὁ λογισμὸς, ἐν διανοίης δυνάμει ὑπάρχων εὑρίσκεται, παραδεχομένης αὐτῆς ἕκαστα παρ᾿ ἄλλων. Ὑποληπτέον οὖν τὴν φύσιν ὑπὸ τῶν πολλῶν καὶ παντοίων πρηγμάτων κινηθῆναί τε καὶ διδαχθῆναι, βίης ὑπεούσης· ἡ δὲ διάνοια παρ᾿ αὐτῆς λαβοῦσα, ὡς προεῖπον, ὕστερον εἰς ἀληθείην ἤγαγεν· εἰ δὲ μὴ ἐξ ἐναργέος ἐφόδου, ἐκ δὲ πιθανῆς ἀναπλάσιος λόγου, πολλάκις βαρείην καὶ ἀνιηρὴν ἐπήνεγκε διάθεσιν. Οὗτοι δὲ ἀνοδίην χειρίζουσι· τί γὰρ ἂν ἦν κακὸν, ἢν τὰ ἐπίχειρα ἐκομίζοντο οἱ τὰ τῆς ἰητρικῆς ἔργα κακῶς δημιουργέοντες; νῦν δὲ τοῖσιν ἀναιτίοισιν ἐοῦσι τῶν καμνόντων, ὁκόσοισιν οὐχ ἱκανὴ ἐφαίνετο ἐοῦσα τοῦ νοσέειν βίη, εἰ μὴ ξυνέλθοι τῇ τοῦ ἰητροῦ ἀπειρίῃ. Περὶ μὲν οὖν τουτέων ἅλις ἔστω διειλεγμένα.

[2] Τῶν δ᾿ ὡς λόγου μόνου ξυμπεραινομένων μὴ εἴη ἐπαύρασθαι, τῶν δὲ ὡς ἔργου ἐνδείξιος· σφαλερὴ γὰρ καὶ εὔπταιστος ἡ μετ᾿ ἀδολεσχίης ἰσχύρισις. Διὸ καὶ καθόλου δεῖ ἔχεσθαι τῶν γινομένων, καὶ περὶ ταῦτα μὴ ἐλαχίστως γίγνεσθαι, ἢν μέλλῃ ἕξειν ῥηϊδίην καὶ ἀναμάρτητον ἕξιν, ἣν δὴ ἰητρικὴν προσαγορεύομεν. Κάρτα γὰρ μεγάλην ὠφελίην περιποιήσει τοῖσί γε νοσέουσι καὶ τοῖσι τουτέων δημιουργοῖσιν. Μὴ ὀκνέειν δὲ καὶ παρὰ ἰδιωτέων ἱστορέειν, ἤν τι δοκέῃ συνοίσειν εἰς καιρὸν θεραπείης. Οὕτω γὰρ δοκέω τὴν ξύμπασαν τέχνην ἀναδειχθῆναι, διὰ τὸ ἐξ ἑκάστου τοῦ τέλους τηρηθῆναι καὶ εἰς ταὐτὸ ξυναλισθῆναι. Προσέχειν οὖν δεῖ περιπτώσει τῇ ὡς ἐπιτοπολὺ, καὶ μετ᾿ ὠφελίης καὶ ἠρεμαιότητος μᾶλλον ἢ ἐπαγγελίης καὶ ἀπολογίης τῆς μετὰ πρήξιας.

[3] Χρήσιμος δὲ καὶ ποικίλος τῶν προσφερομένων τῷ νοσέοντι καὶ ὁ προορισμὸς, ὅτι μόνον τι προσενεχθὲν ὠφελήσει· οὐ γὰρ ἰσχυρίσιος δεῖ· πάντα γὰρ τὰ πάθη διὰ πολλὰς περιστάσιας καὶ μεταβολὰς μονῇ τινὶ προσκαθίζει.

[4] Παραινέσιος δ᾿ ἂν καὶ τοῦτο ἐπιδεηθείη τῆς θεωρίης· εἰ γὰρ ἄρξαιο παρὰ μισθαρίων, ξυμβάλλει γάρ τι καὶ τῷ ξύμπαντι, τῷ μὲν ἀλγέοντι τοιαύτην διανόησιν ἐμποιήσεις τὴν ὅτι ἀπολιπὼν αὐτὸν πορεύσῃ μὴ ξυνθέμενος, ἢ ὅτι ἀμελήσεις, καὶ οὐχ ὑποθήσεις τινὰ τῷ παρεόντι. Ἐπιμελεῖσθαι οὖν οὐ δεῖ περὶ στάσιος μισθοῦ· ἄχρηστον γὰρ ἡγεύμεθα ἐνθύμησιν ὀχλεομένῳ τὴν τοιαύτην, πουλὺ δὲ μᾶλλον ἐν ὀξεῖ νοσήματι· νόσου γὰρ ταχύτης καιρὸν μὴ διδοῦσα ἐς ἀναστροφὴν οὐκ ἐποτρύνει τὸν καλῶς ἰητρεύοντα ζητεῖν τὸ λυσιτελὲς, ἔχεσθαι δὲ δόξης μᾶλλον· κρέσσον οὖν σωζομένοισιν ὀνειδίζειν ἢ ὀλεθρίως ἔχοντας προμύσσειν.

[5] Καί τοι ἔνιοι νοσέοντες ἀλλάσσουσι, τὸ ξενοπρεπὲς καὶ τὸ ἄδηλον προκρίνοντες, ἄξιοι μὲν ἀμελίης, οὐ μέντοι γε κολάσιος· διὸ τουτέοισιν ἀντιτάξῃ εἰκότως μεταβολῆς ἐπὶ σάλου πορευομένοισιν. Τίς γὰρ ὦ πρὸς Διὸς ἠδελφισμένος ἰητρὸς ἰητρεύειν πεισθείη ἀτεραμνίῃ; ὥστ᾿ ἐν ἀρχῇ ἀνακρίνοντα πᾶν πάθος μὴ οὐχ ὑποθέσθαι τινὰ ξυμφέροντα ἐς θεραπηΐην, ἀποθεραπεῦσαί τε τὸν νοσέοντα καὶ μὴ παριδεῖν.

[6] Τῆς δ᾿ ἐπικαρπίης, μὴ ἄνευ τῆς ἐπισκευαζούσης πρὸς μάθησιν ἐπιθυμίης. Παρακελεύομαι δὲ μὴ λίην ἀπανθρωπίην εἰσάγειν, ἀλλ᾿ ἀποβλέπειν ἔς γε περιουσίην καὶ οὐσίην· ὁτὲ δὲ προῖκα, ἀναφέρων μνήνην εὐχαριστίης προτέρην ἢ παρεοῦσαν εὐδοκίην. Ἢν δὲ καιρὸς εἴη χορηγίης ξένῳ τε ἐόντι καὶ ἀπορέοντι, μάλιστα ἐπαρκέειν τοῖσι τοιουτέοισιν· ἢν γὰρ παρῇ φιλανθρωπίη, πάρεστι καὶ φιλοτεχνίη. Ἔνιοι γὰρ νοσέοντες ᾐσθημένοι τὸ περὶ ἑωυτοὺς πάθος μὴ ἐὸν ἐν ἀσφαλείῃ, καὶ τῇ τοῦ ἰητροῦ ἐπιεικείῃ εὐδοκέοντες, μεταλλάσσονται ἐς ὑγιείην. Εὖ δ᾿ ἔχει νοσεόντων μὲν ἐπιστατέειν, ἕνεκεν ὑγιείης· ὑγιαινόντων δὲ φροντίζειν, ἕνεκεν ἀνοσίης· φροντίζειν καὶ ὑγιαινόντων, ἕνεκεν εὐσχημοσύνης.

[7] Οἱ μὲν οὖν ἐόντες ἐν βυθῷ ἀτεχνίης τῶν προλελεγμένων οὐκ ἂν αἰσθάνοιντο. Καὶ γὰρ οὗτοι ἀνίητροι ἐόντες, ἐλέγχη, ἐκ ποδὸς ὑψεύμενοι, τύχης γε μὴν δεόμενοι, ὑπό τινων εὐπόρων καὶ ἀσθενῶν ἔνδοσιν ἀναλαμβανόντων ἑκατέρῃ ἐπιτυχίῃ εὐδοκιμέουσι, καὶ διαπιπτόντων ἐπὶ τὸ χεῖρον, καταχλιδεῦσι καταμεμεληκότες τὰ τῆς τέχνης ἀνυπεύθυνα· ἐφ᾿ οἷς ἂν ἰητρὸς ἀγαθὸς ἀκμάζοι ὁμότεχνος καλεόμενος· ὁ δὲ τὰς ἀκέσιας ἀναμαρτήτους ῥηϊδίως ἐπιτελέων οὐθὲν ἂν τουτέων παραβαίη, οὐ πάντη σπάνει τοῦ δύνασθαι· οὐ γὰρ ἄπιστός ἐστιν ὡς ἐν ἀδικίῃ. Πρὸς γὰρ θεραπηΐην οὐ γίνονται, σκοπέοντες διάθεσιν φθινώδεα, φυλασσόμενοι ἑτέρων ἰητρῶν ἐπεισαγωγὴν, ἐνόντες ἐν μισοπονηρίῃ βοηθήσιος. Οἵ τε νοσέοντες ἀνιέμενοι νήχονται ἐπὶ ἑκατέρῃ μοχθηρίῃ μὴ ἐγκεχειρικότες ἑωυτοὺς ἕως τέλους τῇ ἐν τῇ τέχνῃ πλείονι θεραπηΐῃ· ἄνεσις γὰρ νούσου τινὸς κάμνοντι παρέχει μεγάλην ἀλεωρήν· διὸ δεόμενοι τὴν ὑγιεινὴν διάθεσιν, οὐκ ἐθέλουσι τὴν αὐτὴν χρῆσιν αἰεὶ προσδέχεσθαι, μὴ νοέοντες ἰητροῦ ποικιλίην. Πολυτελεῖς γὰρ ἀπορέουσιν ἐόντες, κακοτροπίῃ προσκυρεῦντες καὶ ἀχαριστέοντες ξυντυχεῖν, δυνατοὶ ἐόντες εὐπορέειν, διαντλίζονται περὶ μισθαρίων, ἀτρεκέως ἐθέλοντες ὑγιέες εἶναι εἵνεκεν ἐργασίης τόκων ἢ γεωργίης, ἀφροντιστέοντες μὴ ὑπὲρ αὐτέων λαμβάνειν.

[8] Περὶ σημασίης τοιαύτης ἅλις ἔστω· ἄνεσις γὰρ καὶ ἐπίτασις νοσέοντος ἐπινέμησιν ἰητρικὴν κέχρηνται. Οὐκ ἄσχημον δὲ, οὐδ᾿ ἤν τις ἰητρὸς στενοχωρέων τῷ παρεόντι ἐπί τινι νοσέοντι καὶ ἐπισκοτεόμενος τῇ ἀπειρίῃ κελεύῃ καὶ ἑτέρους εἰσάγειν εἵνεκα τοῦ ἐκ κοινολογίης ἱστορῆσαι τὰ περὶ τὸν νοσέοντα, καὶ συνεργοὺς γενέσθαι ἐς εὐπορίην βοηθήσιος. Ἐν γὰρ κακοπαθείης παρεδρίῃ, ἐπιτείνοντος τοῦ πάθεος, δι᾿ ἀπορίην τὰ πλεῖστα ἐκκλίνουσι τῷ παρεόντι· θαῤῥητέον οὖν ἐν καιρῷ τοιουτέῳ· οὐδέποτε γὰρ ἐγὼ τὸ τοιοῦτο ὁριεῦμαι, ὅτι ἡ τέχνη κέκριται περὶ τουτέου. Μηδέποτε φιλονεικέειν προσκυρέοντας ἀλλήλοισι καὶ κατασιλλαίνειν· ὃ γὰρ ἂν μεθ᾿ ὅρκου ἐρέω, οὐδέποτε ἰητροῦ λογισμὸς φθονήσειεν ἂν ἑτέρῳ, ἀκιδνὸς γὰρ ἂν φανείη· ἀλλὰ μᾶλλον οἱ ἀγχιστεύοντες ἀγοραίης ἐργασίης πρήσσουσι ταῦτα εὐμαρέως. Καίτοι γε οὐδὲ ψευδέως κατανενόηται· πάσῃ γὰρ εὐπορίῃ ἀπορίη ἔνεστι.

[9] Μετὰ τουτέων δὲ πάντων μέγα ἂν τεκμήριον φανείη ξὺν τῇ οὐσίῃ τῆς τέχνης, εἴ τις καλῶς ἰητρεύων προσαγορεύσιος τοιαύτης μὴ ἀποσταίη, κελεύων τοῖσι νοσέουσι μηδὲν ὀχλεῖσθαι κατὰ διάνοιαν, ἐν τῷ σπεύδειν ἀφικέσθαι ἐς καιρὸν σωτηρίης. Ἡγεύμεθα γὰρ ἃ χρὴ ἐς τὴν ὑγιείην, καὶ προστασσόμενος γε οὐ διαμαρτήσει. Αὐτοὶ μὲν γὰρ οἱ νοσέοντες διὰ τὴν ἀλγεινὴν διάθεσιν ἀπαυδέοντες ἑωυτούς τε [ἀποῤῥίπτοντες] μεταλλάσσουσι τῆς ζωῆς· ὁ δ᾿ ἐγκεχειρισμένος τὸν νοσέοντα, ἐὰν ἀποδείξῃ τὰ τῆς τέχνης ἐξευρήματα, σώζων οὐκ ἀλλοιῶν φύσιν, ἀποίσει τὴν παρεοῦσαν πικρίην ἢ τὴν παραυτίκα ἀπιστίην. Ἡ γὰρ τοῦ ἀνθρώπου εὐεξίη φύσις τίς ἐστι φύσει περιπεποιημένη κίνησιν οὐκ ἀλλοτρίην, ἀλλὰ λίην γε εὐαρμοστεῦσαν, πνεύματί τε καὶ θερμασίῃ καὶ χυμῶν κατεργασίῃ, πάντη τε καὶ πάσῃ διαίτῃ καὶ τοῖσι ξύμπασι δεδημιουργημένη, ἢν μή τι ἐκ γενετῆς ἢ ἀπ᾿ ἀρχῆς ἔλλειμμα ᾖ· ἢν δὲ γένηταί τι, ἐξιτήλου ἐόντος, πειρᾶσθαι ἐξομοιοῦν τῇ ὑποκειμένῃ· παρὰ γὰρ φύσιν τὸ μινύθημα καὶ διὰ χρόνου.

[10] Φευκτέη δὲ καὶ θρύψις ἐπικρατίδων διὰ προσκύρησιν ἀκέσιος, ὀδμή τε περίεργος· διὰ γὰρ ἱκανὴν ἀξυνηθείην διαβολὴν κέκτησαι, διὰ δὲ τὴν ὀλίγην, εὐσχημοσύνην· ἐν γὰρ μέρει πόνος ὀλίγος, ἐν πᾶσι ἱκανός. Εὐχαριστίην δὲ οὐ περιαιρέω· ἀξίη γὰρ ἰητρικῆς προστασίης.

[11] Προσθέσιος δὲ δι᾿ ὀργάνων καὶ σημαντικῶν ἐπιδείξιος, καὶ τῶν τοιουτοτρόπων μνήμην παρεῖναι.

[12] Ἢν δὲ καὶ εἵνεκα ὁμίλου θέλῃς ἀκρόασιν ποιήσασθαι, οὐκ ἀγακλεῶς ἐπιθυμέεις, μὴ μέντοι γε μετὰ μαρτυρίης ποιητικῆς· ἀδυναμίην γὰρ ἐμφαίνει φιλοπονίη· ἀπαρνέομαι γὰρ εἰς χρῆσιν ἑτέρην φιλοπονίην μετὰ πόνου ἱστοριευμένην, διὸ ἐν ἑωυτῇ μούνῃ αἵρεσιν ἔχουσαν χαρίεσσαν· περιποιήσῃ γὰρ κηφῆνος μετὰ παραπομπῆς ματαιοκοπίην.

[13] Εὐκτέη δὲ καὶ διάθεσις ἐκτὸς ἐοῦσα ὀψιμαθίης· παρεόντων μὲν οὐδὲν ἐπιτελέει· ἀπεόντων δὲ μνήμη ἀνεκτή. Γίνεται τοίνυν πάμμαχος ἀτυχίη, μετὰ λύμης νεαρῆς, ἀφροντιστεῦσα εὐπρεπίης, ὁρισμοῖς τε καὶ ἐπαγγελίῃσιν ὅρκοις τε παμμεγέθεσι, θεῶν εἵνεκεν, ἰητροῦ προστατέοντος νόσου, ἀναγνώσιος ξυνεχείης, κατηχήσιός τε ἰδιωτέων φιλαλυστέων λόγους ἐκ μεταφορῆς διαζηλευομένου, καὶ πρινὴ νούσῳ καταπορέωσιν ἠθροισμένοι. Τῶν μὲν οὖν τοιουτέων ὅποι ἂν καὶ ἐπιστατήσαιμι, οὐκ ἂν ἐπὶ θεραπηΐης ξυλλόγου αἰτήσαιμι ἂν θαρσαλέως βοηθεῖν· ἱστορίης γὰρ εὐσχήμονος σύνεσις ἐν τουτέοισι διεφθαρμένη. Τουτέων οὖν δι᾿ ἀνάγκην ἀξυνέτων ἐόντων, παρακελεύομαι χρησίμην εἶναι τὴν τριβὴν, μὴ τὴν τήρησιν δογμάτων ἱστορίης. Τίς γὰρ ἐπιθυμεῖ δογμάτων πολυσχιδίην ἀτρεκέως ἱστορέειν, μή γε χειροτριβίης ἀτρεμεότητι; διὸ παραινέω τουτέοισι λέγουσι μὲν προσέχειν, ποιέουσι δὲ ἐγκόπτειν.

[14] Ξυνεσταλμένης διαίτης, μὴ μακρὴν ἐγχειρέειν· τοῦ κάμνοντος χρονίη ἡ ἐπιθυμίη· ἀνίστησι καὶ ξυγχωρίη ἐν χρονίῃ νούσῳ, ἤν τις προσέχῃ τυφλῷ τὸ δέον. Ὡς μέγας φόβος φυλακτέος, καὶ χάρας δεινότης. Ἠέρος αἰφνιδίη ταραχὴ φυλακτέη. Ἀκμὴ ἡλικίης πάντα ἔχει χαρίεντα, ἀπόληξις δὲ τοὐναντίον. Ἀσαφίη δὲ γλώττης γίνεται ἢ διὰ πάθος, ἢ διὰ τὰ οὔατα, πρίν τε πρότερα ἐξαγγεῖλαι, ἕτερα ἐπιλαλεῖν, ἢ πρὶν τὸ διανενοημένον εἰπεῖν, ἕτερα ἐπιδιανοεῖσθαι· τὸ μὲν ἄνευ πάθους ὁρατοῦ λελεγμένου μάλιστα ξυμβαίνει φιλοτεχνοῦσιν. Ἡλικίης, σμικροῦ ἐόντος τοῦ ὑποκειμένου, δύναμις ἐνίοτε πάμπουλυς. Νούσου ἀταξίη μῆκος σημαίνει· κρίσις δὲ ἀπόλυσις νούσου. Μικρὴ αἰτίη ἄκεσι λύεται, ἢν μή τι περὶ τόπον καίριον πάθῃ. Διότι ξυμπάθησις ὑπὸ λύπης ἐοῦσα ὀχλέει, ἐξ ἑτέρου συμπαθείης τινὲς ὀχλεῦνται. Καταύδησις λυπέει. Φιλοπονίης κρατερῆς ὕπο, παραίνεσις, ἀλέα, ᾠδὴ, τόπος ὀνησιφόρος.


Περὶ Κρίσεων

ΠΕΡΙ ΚΡΙΣΙΩΝ.

[1] Περὶ κρισίων ξυντόμων ἐπὶ τὸ ἄμεινον τὰ μὲν πλεῖστα ταὐτὰ ἐστὶν, ἅπερ ἐς ὑγίην σημεῖα. Ἱδρῶτες γὰρ ἄριστοί εἰσιν καὶ τάχιστα πυρετὸν παύοντες οἱ ἐν τῇσι κρισίμῃσιν ἡμέρῃσι γινόμενοι καὶ τελέως τὸν πυρετὸν ἀπαλλάσσοντες· ἀγαθοὶ δὲ καὶ ὅσοι διὰ παντὸς τοῦ σώματος γενόμενοι εὐπετεστέρως τὸ νόσημα φέρειν ποιήσουσιν· οἳ δ᾿ ἂν τουτέων τι μὴ ἐργάσωνται, οὐ λυσιτελέσουσι γινόμενοι.

[2] Παχύνεσθαι δὲ χρὴ τὸ διαχώρημα πρὸς τὴν κρίσιν ἰούσης τῆς νόσου· ἔστω δὲ ὑπόπυῤῥον καὶ μὴ σφόδρα δυσῶδες· ἐπιτήδειον δὲ καὶ ἕλμινθας ἐξιέναι πρὸς τὴν κρίσιν.

[3] Οὖρον δὲ ἄριστόν ἐστιν, ὃ ἂν ἔχῃ λευκότατον ὑπόστημα καὶ λεῖον καὶ ὁμαλὸν παρὰ πάντα τὸν χρόνον ἕως ἂν κριθῇ τὸ νόσημα· σημαίνει γὰρ ἀσφαλέα καὶ ὀλιγοχρονίην τὴν νοῦσον ἔσεσθαι. Ἢν ἱδρῶτος ἐγγενομένου ἡ νοῦσος ἐκλίπῃ, καὶ τὸ οὖρον πυῤῥὸν θεωρηθῇ λευκὴν ὑπόστασιν ἔχον, τουτέοισιν αὐθημερὸν ὑποστροφὴ τοῦ πυρετοῦ γίνεται, οὗτος καὶ ἐν πέντε ἀκινδύνως κρίνεται.

[4] Τοῖσιν ἐλαχίστῳ χρόνῳ μέλλουσιν ὑγιάζεσθαι μέγιστα σημεῖα ἅπαξ γίνεται· ἀπονώτεροι γὰρ διατελοῦσιν καὶ ἀκίνδυνοι, καὶ τὰς νύκτας κοιμέονται, καὶ τὰ ἄλλα σημεῖα προφαίνουσιν ἀσφαλέα.

[5] Οἷς ἐν πυρετῷ μὴ θανατώδει κεφαλῆς ἄλγημα καὶ τὰ ἄλλα περιεστικὰ σημεῖα, χολὴ τουτέων κρατεῖ.

[6] Οἷς ἂν ἄρξηται ὁ πόνος τῇσι πρώτῃσιν ἡμέρῃσιν, τεταρταῖοί τε μᾶλλον καὶ πεμπταῖοι πιέζονται· ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται τοῦ πυρετοῦ.

[7] Οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν ἀπόλλυνται οἱ ἄνθρωποι καὶ ἐξ ὧν περιγίνονται· οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων τεταρταῖοι παύονται ἢ πρόσθεν· οἵ τε φονικώτατοι καὶ ἐπὶ σημείων δεινοτάτων γινόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν· ἡ μὲν οὖν πρώτη ἔφοδος οὕτως τελευτᾷ. Ἡ δ᾿ ἑτέρη ἐς ἑπτὰ περιάγει, ἡ δὲ τρίτη ἐς τὴν ἑνδεκάτην, ἡ δὲ τετάρτη ἐς τὴν τεσσαρεσκαιδεκάτην, ἡ δὲ πέμπτη ἐς τὴν ἑπτακαιδεκάτην, ἡ δὲ ἕκτη ἐς τὴν εἰκοστήν· αὗται μὲν οὖν ἐπὶ τῶν ὀξυτάτων διὰ τεσσάρων ἐς τὰς εἴκοσι προσθέσεις. Οὐ δύναται δὲ ὅλαις ἡμέραις οὐθὲν τουτέων ἀριθμεῖσθαι ἀτρεκέως· οὐδὲ γὰρ οἱ ἐνιαυτοί τε καὶ μῆνες ὅλαις ἡμέραις πεφύκασιν.

[8] Ἐν τοῖσι καύσοισι τὰ ἀγαθὰ σημεῖα γινόμενα, οἷα ἐν τοῖσιν ὑγιεινοῖσι γέγραπται, μείονα μὲν ἐόντα ἐς τρίτην ἄνεσιν δηλοῖ, παχύτερα δὲ αὔριον, πάνυ παχέα δὲ αὐθημερόν.

[9] Ἐν τοῖσι καύσοισιν ἢν ἑβδομαίῳ ὕστερον ἐπιγένηται ἴκτερος, δῆλον ἀνίδρωτος· τὸ γὰρ νόσημα οὐ φιλέει ἔτι ἱδροῦν, οὐδὲ ἄλλῃ ἀφίστασθαι οὐδαμῇ, ἀλλὰ ὑγιὴς γίνεται.

[10] Ἀνάγκη τοῦ θερμοῦ ἀπιόντος [καὶ] ἐφ᾿ ἑωυτὸ τὸ ὑγρὸν ἑλκύσαντος, τῷ πυρετῷ κρίσιν γενέσθαι διὰ τὰ οὖρα τὰ ἀποχωρέοντα ἢ καὶ τὰ διαχωρήματα κοιλίης, ἢ αἵματος ἐκ τῶν ῥινέων ῥύσιν, ἢ οὔρησιν πολλὴν, ἢ διαῤῥοίην ἰσχυρὴν, ἢ ἱδρῶτα, ἢ ἔμετον, γυναικὶ δὲ καὶ ἐπιμηνίων ὁδόν· μάλιστα μὲν οὖν ταῦτα ποιέει κρίσιν, ἢ ὅ τι ἂν τουτέων ἐγγὺς γίνηται· ποιέει δὲ καὶ ἕτερα κρίσεις, ἧττον μὲν τουτέων.

[11] Ἴκτερος δὲ ἢν ἑβδομαίῳ ἐπιγένηται, ἢ ὕστερον ἐν καύσῳ καὶ δυσχέρεια, σιάλου πολλοῦ ἀποχώρησις· ἔν τε τοῖς καυσώδεσι πυρετοῖς καὶ τοῖς ἄλλοις, ἢν, μηδενὸς τουτέων τῶν σημείων γενομένου, ἀφίῃ ὁ πυρετὸς, ἀνάγκη τοιάσδε κρίσιας ἀντὶ τουτέων γενέσθαι, ἢ φυμάτων μεγάλων ἀπόστασιν, ἢ ὀδύνας ἰσχυρὰς ἀπὸ τῆς ἀποστάσιος, ἢ τηκεδόνας τῶν ὑγρῶν ἐκ τοῦ θερμοῦ. Κρίσιες δὲ καὶ ἀφέσιες τῶν καῦσον σημαινόντων, μακροτέρα ἡ νοῦσος· τῶν δὲ ἰσχυρῶν, θάνατος ὡς ἐπὶ τὸ πουλύ· οἱ δὲ λοιποὶ ἀσφαλέες παύονται καῦσοι ἑβδομαῖοι ἢ τεσσαρεσκαιδεκαταῖοι. Φιλέει δὲ καὶ ἐς λιπυρίην περιίστασθαι, καὶ λαμβάνει μάλιστα τεσσαράκοντα ἡμέρας καὶ ἐξηπιαλοῦται· καὶ ἡ λιπυρίη τῆς αὐτῆς ἡμέρης λαμβάνει τε καὶ μεθίησι· γίνεται δὲ καὶ τῆς κεφαλῆς ὀδύνη· ἐὰν δὲ μὴ μεθίῃ αὐτὸν ἡ λιπυρίη ἐν ταῖς τεσσαράκοντα ἡμέραις, ἀλλ᾿ ἀχθῇ καὶ ὀδύνη ἔχῃ τὴν κεφαλὴν, καὶ φλυηρέῃ, ἐπικάθηρον αὐτόν. Λήγοντος δὲ καύσου, ἂν ἐπιγένηται ἴκτερος, οὐ φιλέει ἔτι ἱδροῦν, οὐδ᾿ ἄλλῃ ἀφίστασθαι οὐδαμῇ, ἀλλ᾿ ὑγιὴς γίνεται.

[12] Τριταῖος κρίνεται ἐν ἑπτὰ περιόδοισιν ὡς ἐπὶ τὸ πουλύ.

[13] Ὁκόσοις ἐν ἀφορήτοις πυρετοῖς τῇ ἑβδόμῃ, ἢ τῇ ἐνάτῃ, ἢ τεσσαρεσκαιδεκάτῃ ἴκτεροι γίνονται, ἀγαθὸν, ἐὰν μὴ τὸ δεξιὸν ὑποχόνδριον σκληρὸν γένηται· εἰ δὲ μὴ, ἐνδοιαστόν.

[14] Τὰ ὀξεὰ νοσήματα κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν ὡς ἐπὶ τὸ πουλύ.

[15] Ἱδρῶτες πυρεταίνουσιν ἢν γίνωνται τριταίοις καὶ πεμπταίοις καὶ ἑβδομαίοις καὶ ἐναταίοις καὶ ἑνδεκαταίοις καὶ τεσσαρεσκαιδεκαταίοις καὶ μίῃ καὶ εἰκοσταίοις καὶ τριηκοσταίοις, οὗτοι οἱ ἱδρῶτες νούσους κρίνουσιν· οἱ δὲ μὴ οὕτως γινόμενοι πόνους σημαίνουσιν.

[16] Αἱ πεπάνσιες τῶν οὔρων κατὰ μικρὸν ἐκπεπαινόμεναι, ἐν τῇσι κρισίμοις ἐὰν πεπανθῶσι, λύουσι τὴν νοῦσον. Παράδειγμα δεῖ τῶν οὔρων τὰ ἕλκεα ποιέεσθαι· τά τε γὰρ ἕλκεα, ἢν μὲν ἀνακαθαίρηται πύῳ λευκῷ, ταχείην θεραπείην δηλοῖ· ἐὰν δὲ μεταβάλλῃ ἐς τοὺς ἰχῶρας, κακοήθη γίνεται· τὸν αὐτὸν δὲ τρόπον καὶ τὰ οὖρα σημαίνει. Ἐὰν ἐκ πόνου λεπτὰ γένηται, ἀπὸ τῆς προφάσιος δεῖ λογίζεσθαι, ᾖ τὸ νόσημα παρεγένετο, καὶ ταύτην ὁρᾷν ἐπεὶ παύεται· ὡς ταύτης ὑπολειπομένης, τῶν ἄλλων σημείων ἐπιγινομένων οἵων δεῖ, οὐκ εἶναι ἀπαλλαγὴν τῇ νούσῳ οἰητέον. Ἐὰν ἀλγέῃ ἡ κεφαλὴ, καὶ ἀπὸ τουτέου πυρετὸς ἐπιγένηται, [καὶ] τουτέου μὴ καταπαύσηται, μηδὲ τῆς ὀδύνης παυομένης, οὐ κρίσιμος ὁ πυρετός. Κρίσεως μακρῆς ἔτι ἐπὶ τὸ ἄμεινον, πλεῖστα ταὐτ᾿ ἐστὶ καὶ ἐπὶ τουτέων ἅπερ ἐς ὑγίην ἰόντα.

[17] Ἐν τοῖσιν ὑποχονδρίοισιν οἰδήματα μαλθακὰ καὶ ἀνώδυνα καὶ ὑπείκοντα ἐπεὶ θιγγάνῃς αὐτέου, χρονιωτέρας μὲν τὰς κρίσιας ποιέει, ἧσσον δὲ φοβερὰς τῶν ἐναντίων τουτέοις φυμάτων· ὡσαύτως δὲ ἔχει καὶ περὶ τῶν ἐν τῇ ἄλλῃ κοιλίῃ φυμάτων.

[18] Οὔρων δὲ ἢν τὸ μὲν οὐρηθὲν καθαρὸν ᾖ, τὸ δ᾿ ὑπόστημα λευκόν τε καὶ λεῖον ἔχῃ, χρονιωτέρη ἡ κρίσις, ἢ καὶ ἧσσον ἀσφαλὲς τοῦ βελτίστου οὔρου· ἢν δέ ποτε ὑπέρυθρον [τὸ] οὖρον καὶ τὸ ὑπόστημα ὑπέρυθρον καὶ λεῖον, πουλυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου, σωτήριον δὲ κάρτα.

[19] Ὁκόσα δὲ ποδαγρικὰ νοσήματα γίνεται, ταῦτα ἐν τεσσαράκονθ᾿ ἡμέραις ἀφλέγμαντα καθίστανται.

[20] Ἅπερ ἐς θάνατον ἐν ἡμέρῃ καὶ νυκτὶ κρίνεται, ἅπερ ἀσθενεώσεως σημεῖα, οἷον φαρμακοποσίης, κοιλίης ἐκταράξεως καὶ ἄνω καὶ κάτω, ἄσης, καὶ τῶν ἄλλων τῶν τοιουτέων· ἢν μὲν οὖν ἀπαλλάσσηται τούτων τὰ σημεῖα ἐν ἡμέρῃ καὶ νυκτί· εἰ δὲ μὴ, θανατώδη νομίζειν εἶναι.

[21] Τῶν ἱδρώτων κάκιστοί εἰσιν οἱ ψυχροί τε καὶ περὶ τὸν αὐχένα γενόμενοι· οὗτοι γὰρ θανάτους καὶ μῆκος νούσων προσημαίνουσιν.

[22] Τὰ ποικίλα ὑποχωρήματα χρονιώτερα μὲν τῶν μελάνων καὶ τῶν ἄλλων θανασίμων ὑποχωρημάτων, οὐδὲν δὲ ἧσσον ὀλέθρια· ἔστι δὲ τοιάδε, ξυσματώδεα, χολώδεα, αἱματώδεα, πρασοειδέα, μέλανα, καὶ τοτὲ μὲν ὁμοῦ πάντα διαχωρέει, τοτὲ δὲ κατὰ μέρος ἕκαστον.

[23] Οὖρον δὲ ἐὰν τοτὲ μὲν καθαρὸν οὐρηθῇ, τοτὲ δὲ ὑπόστημα ἔχον λευκόν τε καὶ λεῖον, χρονιώτερα καὶ ἧσσον ἀσφαλῆ ταῦτ᾿ ἐστὶ τοῦ βελτίστου οὔρου. Ἐὰν πυῤῥὸν καὶ λεπτὸν ᾖ τὸ οὖρον πολὺν χρόνον, κίνδυνος μὴ οὐ δύνηται διαρκέσαι ὁ ἄνθρωπος, ἕως ἂν πεπανθῇ τὸ οὖρον· καὶ ἢν ἄλλως περιεσομένου σημεῖα ᾖ, προσδέχου τουτέοις ἀπόστασιν προσεσομένην ἐς τὰ κάτω τῶν φρενῶν χωρία.

[24] Ἐν τοῖσι πυρετοῖσιν ἐὰν μεταβολὰς ἔχῃ τὸ οὖρον, χρόνον τε σημαίνει, καὶ ἀνάγκη τῷ ἀσθενέοντι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ θάτερα.

[25] Ἢν ἀρχόμενα οὖρα μὴ ὅμοια ᾖ, ἀλλὰ γένηται παχέα ἐκ λεπτῶν καὶ παντελῶς λεπτὰ, δύσκριτα καὶ ἀβέβαια τὰ τοιαῦτα.

[26] Ψυχροὶ ἱδρῶτες ξὺν μὲν ὀξεῖ πυρετῷ θανάσιμοι, ξὺν δὲ πρηυτέρῳ μῆκος σημαίνουσι τῆς νούσου.

[27] Καὶ ὅκου τοῦ σώματος θερμὸν, ἢ ψυχρὸν, ὅπου τοῦτο ἔνι, ἐνταῦθα ἡ νοῦσος.

[28] Καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ ὀξεῖαι γίνονται, καὶ ἢν τὸ σῶμα ψύχηται, ἢ αὖθις θερμαίνηται, ἢ τὸ χρῶμα ἕτερον ἐξ ἑτέρου μεταβάλληται, μῆκος νούσου σημαίνουσιν.

[29] Κἢν πυρέσσοντι ἱδρὼς ἐπιγένηται μὴ ἐκλείποντος τοῦ πυρετοῦ, κακόν· μηκύνει γὰρ ἡ νοῦσος καὶ ὑγρασίην σημαίνει.

[30] Πυρέσσοντι ψυχροὶ ἱδρῶτες ἐπιγενόμενοι μακρὸν τὸν πυρετὸν σημαίνουσιν.

[31] Ἱδρὼς πουλὺς ἀκρήτως γινόμενος ὑγιαίνοντι νόσον σημαίνει, θέρεος μὲν μείω, ψύξεως δὲ πλείω.

[32] Οἷσι τὰ ὑποχωρήματα, ἐὰν ἐάσῃς ξυστῆναι, ὑφίσταται ὁκοῖον ξύσματα, ἢν ὀλίγα, ὀλίγη ἡ νοῦσος, ἢν πολλὰ, πολλή· τουτέοισι ξυμφέρει τὴν κοιλίην ἐπικλύζειν. Ὁκόσοις δὲ ἐν τῇ κάτω ὑποχωρήσει χολῆς μελαίνης ὕπεστιν, ἢν πλεῖον, πλείων ἡ νοῦσος, ἢν ἐλάσσω, ἐλάσσων.

[33] Ἐὰν αἱ φλέβες σφύζωσι, καὶ τὸ πρόσωπον ἐῤῥωμένον ᾖ, καὶ τὰ ὑποχόνδρια μὴ λαπαρὰ, ἀλλὰ ἐπηρμένα, χρονίη ἡ νοῦσος, καὶ ἄνευ σπασμοῦ οὐ λύεται, ἢ αἵματος πολλοῦ ἐκ τῶν ῥινέων ῥύσιος, ἢ ὀδύνης ἰσχυρῆς.

[34] Καὶ οἱ παλμοὶ ἐν τῇσι χερσὶ πουλυχρονίου πυρετοῦ σημεῖον, ἢ κρίσεως ξυντόμου ἐπὶ τὸ κάκιον· καὶ ἐπὶ τούτων τὰ πλεῖστα ἅπερ ἐς θάνατον.

[35] Τοῖσιν ἐλαχίστῳ χρόνῳ μέλλουσιν ἀπόλλυσθαι μέγιστα σημεῖα ἀπ᾿ ἀρχῆς γίνεται· δυσπνόητοι γάρ εἰσιν καὶ οὐ κοιμέονται τὰς νύκτας καὶ τὰ σημεῖα προφαίνουσιν ἐπικίνδυνα.

[36] Ξυνεχοῦς δὲ πυρετοῦ ἐὰν τεταρταῖος πονῆται καὶ ἑβδομαῖος, καὶ μὴ κριθῇ ἑνδεκαταῖος, ὀλέθριος ὡς τὰ πολλά.

[37] Ὅσοι ὑπὸ τετάνου ἁλίσκονται, ἐν ταῖς τέσσαρσιν ἡμέραις ἀπόλλυνται· ἢν δὲ ταύτας ἀποφύγωσιν, ὑγιέες γίνονται.

[38] Ἐν τοῖσι καύσοισιν, ἐὰν ἐπιγένηται ἴκτερος καὶ λὺγξ πεμπταίῳ ἐόντι, θανατῶδες.

[39] Ὑποστροφαὶ λαμβάνονται οἷς ἂν ἀπυρέτοισι γενομένοισιν ἀγρυπνίαι ἐῤῥωμέναι προσγίνωνται, ἢ ὕπνοι ταραχώδεες, ἢ ἀῤῥωστίη τοῦ σώματος, ἢ ἀλγήματα ἑνὸς ἑκάστου τῶν μελέων, καὶ ὅσοις ἂν οἱ πυρετοὶ παύσωνται, μήτε σημείων γενομένων λυτηρίων μήτ᾿ ἐν ἡμέρῃσι κρισίμῃσι· καὶ ἐὰν, ἐκλελοιπότος τοῦ πυρετοῦ καὶ ἱδρῶτος ἐπιγενομένου, πυῤῥὸν οὖρον οὐρήσῃ, λευκὴν ὑπόστασιν ἔχον, προσδέχου τούτοις ὑποστροφὴν πυρετοῦ αὐθημερόν· αὗται δὲ αἱ ὑποστροφαὶ πεμπταῖαι κρίνονται ἀκίνδυνοι. Καὶ ἢν, κρίσιος ἐκγενομένης, οὖρον ἐρυθρὸν οὐρήσῃ ὑπόστασιν ἔχον ἐρυθρὴν, καὶ τουτέοις ὑποστροφὴ γίνεται τοῦ πυρετοῦ αὐθημερὸν, καὶ ὀλίγοι ἐκ ταύτης σώζονται. Ὅταν ὑποστρέφῃ ὁ καῦσος, τὰ πολλὰ καὶ ἐξιδροῖ καὶ ἢν ἡμέρας λάβῃ ὑποστρέψας ὅσας τὸ πρῶτον· ὑποτροπιάζει δὲ καὶ τρὶς [ὁ] πυρετὸς, ἢν μὴ περισσῇ ἡμέρῃ ἀφῇ ὑποτροπιάσας. Τὰ πολλὰ ἐὰν, ἀπέπτων ἐόντον τῶν οὔρων, καὶ τῶν ἄλλων σημείων μὴ κατὰ λόγον ἐόντων, ἡ νοῦσος [μὴ] κρισίμῃ ἡμέρῃ [ἀφῇ,] ὑποτροπιάζει· ὁτὲ δὲ καὶ ὑποστρέφει ἐν κρισίμῃ ἡμέρῃ, τουτέων καταλειπομένων τοιούτων.

[40] Τὰ παρ᾿ οὖς οἷς ἀμφὶ κρίσιν γενόμενα μὴ ἐκπυήσει, τουτέων ἀπαλλασσομένων, ὑποστροφὴ γίνεται κατὰ λόγον τῶν ὑποστροφῶν, ὁμοίᾳ περιόδῳ· ἐπὶ τουτέοις ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι, ἢ οὖρον παχὺ, οἷον τὸ λευκὸν ἐπὶ τοῖς κοπιώδεσι τεταρταίοισι, ῥύεται τῆς ἀποστάσιος· ἐνίοις δὲ τουτέων καὶ αἱμοῤῥαγίαι γίνονται ἐκ τῶν ῥινέων, καὶ πάνυ ταχὺ λύεται· καὶ τούτοις πῦα ἀποχωρέουσιν ὑγιάζεται ἡ νοῦσος.

[41] Τοῖς μελαγχολικοῖς μετὰ φρενιτικῶν ἐχομένοις αἱμοῤῥοΐδες ἐγγενόμεναι ἀγαθόν.

[42] Ὅσοι μαίνονται, αὐτόματοι ἢ ἀπαλλασσόμενοι ἐκ τῶν νούσων, τουτέοις τὴν μανίην ὀδύνη ἐς τοὺς πόδας εἰσελθοῦσα ἢ ἐς [τὸ] στῆθος, ἢ βὴξ ἰσχυρὴ γενομένη λύει· ἐὰν τουτέων μηδὲν γένηται, λυομένης τῆς μανίης, στέρησις τοῦ ὀφθαλμοῦ γίνεται.

[43] Ὁκόσοι τῇ γλώσσῃ παφλάζουσι τῶν χειλέων μὴ κρατέοντες, ἐὰν ταῦτα παύσηται, ἔμπυοι γίνονται, ἢ ὀδύνη ἰσχυρὴ ἐν τοῖς κάτω χωρίοις λύει, ἢ κυφότης, ἢ αἷμα πολὺ ἐκ τῶν ῥινῶν ῥυὲν, ἢ μανίη.

[44] Τοῦ μεγάλου νοσήματος ἐν ἔθει γενομένου λύσις, ἰσχίων ὀδύνη, ἢ ὀφθαλμῶν διαστροφὴ, ἢ τύφλωσις, ἢ ὀρχίων οἰδήσεις, ἢ τιτθῶν ἄρσις.

[45] Καῦσον λύει αἵματος ἐκ ῥινῶν ῥύσις.

[46] Ἐν καύσῳ ἐὰν ἐπιλάβῃ ῥῖγος, φιλέει ἐξιδροῦν.

[47] Ὑπὸ καύσου ἐχομένῳ, ῥίγεος ἐπιγενομένου, λύσις.

[48] Ὅσοις ἐν τοῖσι καύσοισι τρόμοι ἐγγίνονται, παρακοπὴ λύει.

[49] Ὅσοις ἂν ἐν τοῖς πυρετοῖς τὰ ὦτα κωφωθῇ, τουτέοισι μὴ λυθέντος τοῦ πυρετοῦ μανῆναι ἀνάγκη· λύει δὲ ἐκ τῶν ῥινῶν αἷμα ῥυὲν, ἢ κοιλίη ἐκταραχθεῖσα χολώδεα, ἢ δυσεντερίη ἐπιγενομένη, ἢ ὀδύνη ἰσχίων ἢ γονάτων.

[50] Ὅσοισι πυρετοῖσι ῥῖγος ἐπιγίνεται, ὁ πυρετὸς λύεται.

[51] Ὅσοισιν ὀδύναι γίνονται ἐξαπίνης, τὸ ὑποχόνδριον ἐπῆρται ἄνω· καὶ ἐὰν περὶ τὴν νόθον πλευρὴν καὶ περὶ σκέλεα αἱ ὀδύναι γίνωνται, τουτέοισι λύσις φλεβοτομίη καὶ κάθαρσις κάτω· οὐ γὰρ λαμβάνει πυρετὸς ἰσχυρὸς ἀδυνατούντων τῶν χωρίων.

[52] Ὑπὸ ὕδρωπος ἐχομένῳ, κατὰ τὰς φλέβας ἐς τὴν κύστιν ἢ κοιλίην ὑδατώδους ῥυέντος, λύσις.

[53] Ἢν ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάῤῥοια ἐπιγίνηται ἰσχυρὴ, λύσις.

[54] Ὑπὸ διαῤῥοίης ἐχομένῳ ἰσχυρῆς ἔμετος ἐπιγενόμενος ἀπὸ τοῦ αὐτομάτου λύσις.

[55] Ὅσοι ὑπὸ διαῤῥοίης πουλὺν χρόνον λαμβάνονται ξὺν βηχὶ, οὐκ ἀπαλλάσσονται, ἐὰν μὴ ὀδύναι ἰσχυραὶ ἐν τοῖς ποσὶν ἐμπέσωσιν· ἢ βούλεται διαστροφὴ γίνεσθαι φύσιος, ἐπειδὰν μὴ διάῤῥοια ἴῃ, ἢ κενὴ διαχώρησις πρὸς πᾶσαν λάβῃ· ἐπιγίνονται γὰρ φῦσαι ἔσωθεν οὖσαι· δῆλον τοίνυν οὐκ ἔχουσιν οὐδὲν ὑγρὸν, ὥστε προσφέρειν, εἰ δεῖ, σῖτα ἀσφαλῶς τῷ οὕτως ἔχοντι.

[56] Εἰλεοῦ ἐπιγενομένου, οἶνον ψυχρὸν δίδου πίνειν πουλὺν ἄκρατον κατ᾿ ὀλίγον, ἕως ὕπνος, ἢ σκελέων ὀδύνη γίνηται· λύει δὲ καὶ πυρετὸς ἢ δυσεντερίη.

[57] Κεφαλὴν περιωδυνοῦντι καὶ νοσέοντι, πύου ῥέοντος ἢ κατὰ τὰ ὦτα ἢ κατὰ τὰς ῥῖνας, λύεται τὸ νόσημα.

[58] Ὁκόσοισιν ὑγιαίνουσιν ἐξαπίνης ὀδύναι ἐγγίνονται ἐν ταῖς κεφαλαῖς, καὶ παραχρῆμα ἄφωνοι γίνονται, καὶ ῥέγκουσιν, ἀπόλλυνται ἐν ἑπτὰ ἡμέραις, ἐὰν μὴ πυρετὸς ἐπιλάβῃ.

[59] Κεφαλὴν περιωδυνέοντι σικύην πρόσβαλε, ὅ τι ἂν τῶν ἄνω χωρίων πονήσῃ· λύει ὀδύνη ἐς ἰσχία καὶ γούνατα καὶ ἆσθμα, ὅ τι ἂν τουτέων γίνηται.

[60] Ὀφθαλμιῶντι ὑπὸ διαῤῥοίης ἁλῶναι ἀγαθόν.

[61] Ὑπὸ σπασμοῦ ἢ τετάνου ἐχομένῳ πυρετὸς ἐπιγενόμενος λύει τὸ νόσημα.

[62] Ὑπὸ πυρετοῦ ἐχομένῳ σπασμὸς ἢν λάβῃ, παύεται ὁ πυρετὸς αὐθημερὸν, ἢ τῇ ὑστεραίῃ, ἢ τῇ τρίτῃ.

[63] Ὁπόταν ξυντεταμένος τὰς χεῖρας καὶ τοὺς πόδας [ᾖ], μανίην ἐμποιέει.

[64] Ἢν αἱ φλέβες σφύζωσιν αἱ ἐν ταῖς χερσὶ καὶ τὸ πρόσωπον ἐῤῥωμένον ᾖ, καὶ τὰ ὑποχόνδρια μὴ μαλακὰ, ἀλλὰ ἐπηρμένα ᾖ, χρονίη ἡ νοῦσος· ἄνευ σπασμοῦ [οὐ λύεται, ἢ αἵματος πολλοῦ ἐκ τῶν ῥινῶν, ἢ ὀδύνης ἐς τὰ ἰσχία].


Περὶ Κρισίμων

ΠΕΡΙ ΚΡΙΣΙΜΩΝ.

[1] Μέγα μέρος ἡγέομαι τῆς τέχνης εἶναι τὸ δύνασθαι κατασκοπέεσθαι περὶ τῶν γεγραμμένων ὀρθῶς· ὁ γὰρ γνοὺς καὶ χρεόμενος τούτοισιν οὐκ ἄν μοι δοκέῃ μέγα σφάλλεσθαι κατὰ τὴν τέχνην. Δεῖ δὴ καταμανθάνειν τὴν κατάστασιν τῶν ὡρῶν ἀκριβῶς καὶ τῶν νούσων ἑκάστης· ὅ τι ἀγαθὸν, καὶ ὅ τι κινδυνῶδες, ἢ ἐν τῇ καταστάσει, ἢ ἐν τῇ νούσῳ· μακρὸν ὅ τι νούσημα καὶ θανάσιμον· μακρὸν, ὅ τι περιεστικόν· ὀξὺ, ὅ τι θανάσιμον· ὀξὺ, ὅ τι περιεστικόν. Τάξιν τῶν κρισίμων ἐκ τουτέων σκοπεῖσθαι, καὶ τὸ προλέγειν ἐκ τούτων εὐπορέεται· ἔτι δὲ ἀπὸ τούτων ἔστιν οὓς, ὅτε καὶ ὡς δεῖ διαιτῇν.

[2] Μέγιστον τοίνυν σημεῖον τοῖσι μέλλουσι τῶν καμνόντων βιώσασθαι, ἐὰν μὴ παρὰ φύσιν ᾖ ὁ καῦσος· καὶ τἄλλα δὲ νουσήματα ὡσαύτως· οὐδὲν γὰρ δεινὸν τῶν κατὰ φύσιν γίνεται, οὐδὲ θανατῶδες· δεύτερον δὲ, ἐὰν μὴ αὐτή γε ἡ ὥρη τῷ νουσήματι ξυμμαχήσῃ· ὡς γὰρ ἐπὶ τὸ πουλὺ οὐ νικᾷ ἡ τοῦ ἀνθρώπου φύσις τὴν τοῦ ὅλου δύναμιν. Ἔπειτα δὲ, ἢν τὰ περὶ τὸ πρόσωπον ἰσχναίνηται, καὶ αἱ φλέβες αἱ ἐν τῇσι χερσὶ καὶ ἐν τοῖσι κανθοῖσι καὶ ἐπὶ τῇσιν ὀφρύῃσιν ἡσυχίην ἔχωσι, πρότερον μὴ ἡσυχάζουσαι. Τοῦτο δὲ, ἢν ἡ φωνὴ ᾖ ἀσθενεστέρη καὶ λειοτέρη γίνηται, καὶ τὸ πνεῦμα μανότερον καὶ λεπτότερον, ἐς τὴν ἐπιοῦσαν ἡμέρην ἄνεσις τῆς νούσου· ταῦτα οὖν χρὴ σκοπεῖν πρὸς τὰς κρίσιας, καὶ εἰ τὸ παρὰ δικροῦν τῆς γλώσσης ὥσπερ σιάλῳ λευκῷ ἐπαλείφεται· καὶ ἐν ἄκρῃ τῇ γλώσσῃ ταὐτὸ τοῦτο γεγένηται, ἧσσον δέ· εἰ μὲν οὖν σμικρὰ ταῦτα εἴη, ἐς τὴν τρίτην ἄνεσις τῆς νούσου· ἢν δ᾿ ἔτι παχύτερον, αὔριον· ἢν δ᾿ ἔτι παχύτερον, αὐθημερόν. Τοῦτο δὲ, τῶν ὀφθαλμῶν τὰ λευκὰ ἐν ἀρχῇ μὲν τῆς νούσου ἀνάγκη μελαίνεσθαι, ἐὰν ἰσχύῃ ἡ νοῦσος· ταῦτα οὖν καθαρὰ γινόμενα τελείην ὑγείην δηλοῖ· ἀτρέμα μὲν βραδύτερον, σφόδρα δὲ γινόμενον, θᾶσσον.

[3] Τὰ δὲ ὀξέα τῶν νοσημάτων γίνεται ἀπὸ χολῆς ὁκόταν ἐπὶ τὸ ἧπαρ ἐπιῤῥυῇ, καὶ ἐς τὴν κεφαλὴν καταστῇ. Τάδε οὖν πάσχει· τὸ ἧπαρ οἰδέει καὶ ἀναπτύσσεται πρὸς τὰς φρένας ὑπὸ τοῦ οἰδήματος, καὶ εὐθὺς ἐς τὴν κεφαλὴν ὀδύνη ἐμπίπτει, μάλιστα δὲ ἐς τοὺς κροτάφους· καὶ τοῖσιν ὠσὶν οὐκ ὀξὺ ἀκούει, πολλάκις δὲ καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐχ ὁρῇ· καὶ φρίκη καὶ πυρετὸς ἐπιλαμβάνει. Ταῦτα μὲν οὖν κατ᾿ ἀρχὰς τοῦ νοσήματος αὐτέῳ γίνεται διαλιμπάνοντα, τοτὲ μὲν σφόδρα, τοτὲ δὲ ἧσσον· ὁκόσῳ δὲ ἂν ὁ χρόνος τῆς νούσου προΐῃ, ὅ τε πόνος πλείων ἐν τῷ σώματι, καὶ αἱ κόραι σκίδνανται τῶν ὀφθαλμῶν, καὶ σκιαυγεῖ, καὶ ἢν προσφέρῃς τὸν δάκτυλον πρὸς τοὺς ὀφθαλμοὺς, οὐκ αἰσθήσεται διὰ τὸ μὴ ὁρῇν· τούτῳ δ᾿ ἂν γνοίης ὅτι οὐχ ὁρῇ, οὐ γὰρ σκαρδαμύσσει προσφερομένου τοῦ δακτύλου. Καὶ τὰς κροκίδας ἀφαιρέει ἀπὸ τῶν ἱματίων, ἤν περ ἴδῃ, δοκέων φθεῖρας εἶναι. Καὶ ὁκόταν τὸ ἧπαρ μᾶλλον ἀναπτυχθῇ πρὸς τὰς φρένας, παραφρονέει· καὶ προφαίνεσθαί οἱ δοκέει πρὸ τῶν ὀφθαλμῶν ἑρπετὰ καὶ ἄλλα παντοδαπὰ θηρία, καὶ ὁπλίτας μαχομένους, καὶ αὐτὸς αὐτοῖς δοκέει μάχεσθαι, καὶ τοιαῦτα λέγει ὡς ὁρέων, καὶ ἐξέρχεται, καὶ ἀπειλεῖ, ἢν μή τις αὐτὸν ἐῴη διεξιέναι, καὶ ἢν ἀναστῇ, οὐ δύναται αἴρειν τὰ σκέλεα, ἀλλὰ πίπτει. Οἱ πόδες δὲ γίνονται αἰεὶ ψυχροί· καὶ ὁκόταν καθεύδῃ, ἀναΐσσει ἀπὸ τοῦ ὕπνου, καὶ ἐνύπνια ὁρῇ φοβερά. Τοῦτο δὲ γινώσκομεν ὅτι ἀπὸ ἐνυπνίων ἀναΐσσει καὶ φοβέεται, ὅταν ἔννοος γένηται· ἀφηγεῖται γὰρ τὰ ἐνύπνια τοιαῦτα ὁκοῖα καὶ τῷ σώματι ἐποίεέ τε καὶ τῇ γλώσσῃ ἔλεγεν. Ταῦτα μὲν οὖν ὧδε πάσχει. Ἔστι δ᾿ ὅτε καὶ ἄφωνος γίνεται ὅλην τὴν ἡμέρην καὶ τὴν νύκτα, ἀναπνέων πουλὺ ἀθρόον πνεῦμα. Ὅταν δὲ παύσηται παραφρονέων, εὐθὺς ἔννοος γίνεται, καὶ ἢν ἐρωτᾷ τις αὐτὸν, ὀρθῶς ἀποκρίνεται, καὶ γινώσκει πάντα τὰ λεγόμενα· εἶτα πάλιν ὀλίγῳ ὕστερον ἐν τοῖσιν αὐτοῖσιν ἄλγεσι κεῖται. Αὕτη ἡ νοῦσος προσπίπτει μάλιστα ἐν ἀποδημίῃ, καὶ ἤν πη ἐρήμην ὁδὸν βαδίσῃ· λαμβάνει δὲ καὶ ἄλλως.

[4] Τέτανοι δύο ἢ τρεῖς· ἢν μὲν ἐπὶ τρώματι γένηται, πάσχει τάδε. Αἱ γνάθοι πήγνυνται ὥσπερ ξύλα, καὶ τὸ στόμα ἀνοίγειν οὐ δύνανται, καὶ οἱ ὀφθαλμοὶ δακρύουσι θαμινὰ καὶ ἕλκονται, καὶ τὸ μετάφρενον πέπηγε, καὶ τὰ σκέλεα οὐ δύνανται ξυγκάμπτειν, οὐδὲ τὰς χεῖρας καὶ τὴν ῥάχιν· ὁκόταν δὲ θανατώδης ᾖ, τὸ ποτὸν καὶ τὰ βρώματα, ἃ πρότερον ἐβεβρώκεεν, ἀνὰ τὰς ῥῖνας ἐνίοτε ἔρχεται.

[5] Ὁ δὲ ὀπισθότονος τὰ μὲν ἄλλα πάσχει διὰ πλῆθος τὰ αὐτὰ, γίνεται δὲ ὁκόταν τοὺς ἐν τῷ αὐχένι τένοντας τοὺς ὄπισθεν νοσήσῃ· νοσέει δὲ ἢ ἀπὸ συνάγχης, ἢ ἀπὸ σταφυλῆς, ἢ τῶν ἀμφιβραγχίων ἐμπύων γινομένων· ἐνίοισι δὲ καὶ ἀπὸ τῆς κεφαλῆς πυρετῶν ἐπιγεγενημένων σπασμὸς ἐπιγίνεται· ἤδη δὲ καὶ ὑπὸ τρωμάτων. Οὗτος ἕλκεται εἰς τοὔπισθεν, καὶ ὑπὸ τῆς ὀδύνης τὸ μετάφρενον πέπηγε καὶ τὰ στήθεα, [καὶ] οἰμώζει. Οὗτος σπᾶται σφόδρα, ὥστε μόλις κατέχεται ὑπὸ τῶν παρεόντων, μὴ ἐκ τῆς κλίνης ἐκπίπτειν.

[6] Ὁ δὲ τέτανος ἧσσον θανατώδης τῶν πρόσθεν. Γίνεται δὲ ἀπὸ τῶν αὐτέων, καὶ σπᾶται πᾶν τὸ σῶμα ὁμοίως.

[7] Καῦσος δὲ τοῖσι προειρημένοισιν οὐχ ὁμοίως γίνεται· φύσει γὰρ ἅπας ὡς ἠνάγκασθαι πυρέξαι. Δίψα μὲν οὖν πολλὴ ἔχει τὸν ἄνθρωπον καὶ πυρετὸς σφοδρός. Γλῶσσα δὲ ῥήγνυται τρηχυνομένη, καὶ ξηρὴ γίνεται, καὶ τὸ χρῶμα αὐτῆς τὸ μὲν πρῶτον ὠχρόν ἐστι, οἷόν περ εἴωθε, προϊόντος δὲ τοῦ χρόνου μελαίνεται, καὶ ἢν μὲν ἐν ἀρχῇσι μελαίνοιτο, θάσσους αἱ κρίσιες εἰσὶν, ἢν δὲ ὕστερον, χρονιώτεραι.

[8] Ἰσχιάδες δὲ ἀπὸ τῶνδε μάλιστα γίνονται τοῖσι πολλοῖσιν, ἢν εἱληθῇ ἐν ἡλίῳ πουλὺν χρόνον, καὶ τὰ ἰσχία διαθερμανθῇ, καὶ τὸ ὑγρὸν ἀναξηρανθῇ τὸ ἐνεὸν τοῖς ἄρθροισιν ὑπὸ τοῦ καύματος. Ὡς δ᾿ ἀναξηραίνεται καὶ πήγνυται, τόδε μέγα τεκμήριον· ὁ γὰρ νοσέων ἐνστρέφεσθαι καὶ κινέειν τὰ ἄρθρα οὐ δύναται ὑπὸ τῆς ἀλγηδόνος τῶν ἄρθρων καὶ τοῦ ξυμπεπηγέναι τοὺς σπονδύλους. Ἀλγέει δὲ μᾶλλον τὴν ὀσφῦν καὶ τοὺς σπονδύλους τοὺς ἐκ τοῦ πλαγίου τῶν ἰσχίων καὶ τὰ γούνατα· ἵσταται δὲ ἡ ὀδύνη πλεῖστον χρόνον ἐν τοῖσι βουβῶσιν, ἅμα καὶ ἐν τοῖσιν ἰσχίοισιν, ὀξείη καὶ καυματώδης· καὶ ἤν τις αὐτὸν ἀνιστῇ ἢ μετακινέῃ, οἰμώζει ὑπὸ τῆς ἀλγηδόνος, ὅσον ἂν μέγιστον δύνηται· ἐνίοτε δὲ καὶ σπασμὸς ἐπιγίνεται καὶ ῥῖγος καὶ πυρετός. Γίνεται δὲ ἀπὸ χολῆς· γίνεται δὲ καὶ ἀπὸ αἵματος· καὶ ὀδύναι παραπλήσιοι ἀπὸ πάντων τῶν νουσημάτων, καὶ ῥῖγος καὶ πυρετὸς ἐνίοτε ἐπιλαμβάνει βληχρός· ἀλλὰ χρὴ ὧδε μελετῇν.

[9] Ἴκτερος δέ ἐστιν ὀξὺς καὶ ταχέως ἀποκτείνων· ἡ χροιὴ δὲ ὅλη σιδιοειδὴς σφόδρα ἐστὶν ἢ χλωροτέρη, καθὰ καὶ οἱ σαῦροι οἱ χλωρότεροι· παρόμοιος δέ οἱ ὁ χρὼς, καὶ ἐν τῷ οὔρῳ ὑφίσταται οἷον ὀρόβιον πυῤῥὸν, καὶ πυρετὸς καὶ φρίκη βληχρὴ ἔχει· ἐνίοτε δὲ καὶ τὸ ἱμάτιον οὐκ ἀνέχεται ἔχων, ἀλλὰ δάκνεται καὶ ξύεται, τὰ ἑωθινὰ ἄσιτος ἐὼν, τὰ ἔνδοθεν· ἔπειτα μύζει τὰ σπλάγχνα ὡς ἐπιτοπολύ. Καὶ ὁκόταν ἀνιστῇ τις αὐτὸν ἢ προσδιαλέγηται, οὐκ ἀνέχεται. Οὗτος ὡς ἐπιτοπολὺ θνήσκει ἐντὸς τεσσαρεσκαίδεκα ἡμερέων· ταύτας δὲ διαφυγὼν ὑγιαίνει.

[10] Ἡ δὲ περιπλευμονίη τοιάδε ποιέει· πυρετός τε ἰσχυρὸς ἴσχει, καὶ πνεῦμα πυκνὸν, καὶ θερμὸν ἀναπνέει· καὶ ἀπορίη καὶ ἀδυναμίη ἔχει, καὶ ῥιπτασμὸς, καὶ ὀδύναι περὶ τὴν ὠμοπλάτην καὶ τὴν κληῗδα καὶ τὸν τιτθὸν, καὶ βάρος ἐν τοῖσι στήθεσι, καὶ παραφροσύναι. Ἔστι δ᾿ ὅτε καὶ ἀνώδυνός ἐστιν, ἕως ἂν ἄρξηται βήσσειν, πολυχρονιωτέρη δὲ ἐκείνης καὶ χαλεπωτέρη. Τὸ δὲ σίαλον λευκὸν καὶ ἀφρῶδες πτύει τὸ πρῶτον. Ἡ δὲ γλῶσσα ξανθὴ, προϊόντος δὲ τοῦ χρόνου μελαίνεται· ἢν μὲν οὖν ἐν ἀρχῇ μελαίνοιτο, θάσσους αἱ ἀπαλλαγαί· ἢν δὲ ὕστερον, σχολαίτεραι· τελευτῶσι δὲ καὶ ῥήγνυται ἡ γλῶσσα· κἢν προσθῇς τὸν δάκτυλον, ἔχεται· τὴν δὲ ἀπαλλαγὴν τῆς νούσου σημαίνει ἡ γλῶσσα, ἅπερ καὶ ἐν τῇ πλευρίτιδι ὁμοίως. Ταῦτα δὲ πάσχει ἡμέρας τεσσαρεσκαίδεκα τὸ ἐλάχιστον, τὸ πλεῖστον δὲ εἴκοσι καὶ μίαν, καὶ βήσσει τοῦτον τὸν χρόνον σφόδρα, καὶ καθαίρεται ἅμα τῇ βηχὶ τὸ μὲν πρῶτον πουλὺ καὶ ἀφρῶδες σίαλον, ἑβδόμῃ δὲ καὶ ὀγδόῃ, ὅταν ὁ πυρετὸς ἀκμάζῃ καὶ ὑγρὰ ᾖ ἡ περιπλευμονίη, παχύτερον· ἢν δὲ μὴ, οὔ· ἐνάτῃ δὲ καὶ δεκάτῃ ὑπόχλωρον καὶ ὕφαιμον· δωδεκάτῃ δὲ μέχρι τῆς τεσσαρεσκαιδεκάτης πουλὺ καὶ πυῶδες. Ὧν ὑγραί εἰσιν αἱ φύσεις καὶ διαθέσεις τοῦ σώματος, καὶ ἡ νοῦσος ἰσχυρή· ὧν δὲ ἥ τε φύσις καὶ ἡ στάσις τῆς νόσου ξηρὴ, ἧσσον οὗτοι.

[11] Περὶ δὲ κρισίμων ἡμερέων ἤδη μέν μοι καὶ πρόσθεν λέλεκται· κρίνονται δὲ οἱ πυρετοὶ τεταρταῖοι, ἑβδομαῖοι, ἑνδεκαταῖοι, τεσσαρεσκαιδεκαταῖοι, ἑπτακαιδεκαταῖοι, εἰκοστῇ πρὸς τῇ μίᾳ· ἐκ δὲ τούτων τῶν ὀξέων τριακοσταῖοι, εἶτα τεσσαρακοσταῖοι, εἶτα ἑξηκοσταῖοι· ὅταν δὲ τούτους τοὺς ἀριθμοὺς ὑπερβάλλῃ, χρονίη ἤδη γίνεται ἡ κατάστασις τῶν πυρετῶν.


Ἐκ τοῦ περὶ φαρμάκων

Ἐκ τοῦ περὶ φαρμάκων Τὰ δὲ περὶ φαρμάκων πρήγματα οὐχ οἷα νομίζεται ἔστι. τῷ γὰρ αὐτῷ φαρμάκῳ καθαίρονται καὶ οὐ καθαίρονται· ἔσθ᾿ ὅτε δὲ ἄλλα καθαίρει ἢ οἷα εἴωθε καθαίρειν· ἐσοκότε δὲ ὑπερεκάθηρεν· ἔστι δὲ ὅτε καὶ τὰ δέοντα ἐποίησεν· ὥστε οὐχ οἷόν τε πεποιθότα τοῖσι φαρμάκοισιν εἰκῇ διδόναι. ὑπολαμβάνειν γὰρ χρὴ καὶ τὰ σιτία τὰ τρέφοντα ἡμᾶς φάρμακα εἶναι, ἧσσον δ᾿ ἐκείνων· οἱ γὰρ ἄνθρωποι ταῦτα ὀρθῶς μὲν σιτευόμενοι ὑγιαίνουσι, μὴ ὀρθῶς δέ, κάμνουσιν, ὑπερβαλλόντως δέ, καθαίρονται ὥσπερ ἀπὸ τῶν εἰλικρινέων φαρμάκων. δῆλον οὖν ὅτι ἔστι τε καὶ ταῦτα φάρμακα, ἧσσον δὲ καὶ βραδύτερον τῶν εἰλικρινέων φαρμάκων. ὅμως δὲ ταῦτα βραδύτερα καὶ ξυνήθη ἐόντα ἡμῖν ἑκάστην ἡμέρην ἐσιόντα ἐς τὸ σῶμα εἰκῇ καὶ ἀμελῶς διδόμενα ἐκεῖ ταράσσει τοὺς ἀνθρώπους καὶ νοσοποιεῖ πως. καὶ τὰ εἰλικρινέα καὶ τὰ ὀξέα ἢν ἀπαθῶς καὶ ἀπερισκέπτως διδῷ τις, οὐ μέλλει διαπράξασθαί τι σύμφορον. χρὴ οὖν πρῶτον διδόναι τοῖσι μὲν χολώδεσιν ὅ τι χολὴν καθαίρει, τοῖσι δὲ φλεγματώδεσιν ὅ τι φλέγμα, τοῖσι δὲ ὑδρωποειδέσι ὅ τι ὕδωρ, τοῖσι δὲ μελαγχολώδεσιν ὅ τι μέλαιναν χολήν. ἢν δὲ τούτων ἔξω καθαίρῃς, τὰ μὲν δέοντα οὐ καθαίρεις, τὰ δὲ μὴ δέοντα κενώσεις, ὥστ᾿ ἐς ἀμφότερα ἁμαρτάνειν. Ὅταν οὖν μέλλῃς τινὶ φάρμακον διδόναι ἤν τε κάτω ἤν τε ἄνω, ἐπερωτᾶν αὐτὸν χρή, εἰ δή τι ἔπιε φάρμακον καὶ πότερον ἡ κοιλίη ἐν τοῖσι κατωτερικοῖσι φαρμάκοισι ὀξεῖα καὶ ὑπακούει ταχέως ἢ σκληρή. καὶ ἢν φῇ ὀξεῖαν καὶ εὔλυτον εἶναι, μαλακωτέρων τε καὶ ἐλασσόνων τῶν φαρμάκων δεῖται· ἢν δὲ σκληρὴ εἴη, ἰσχυροτέρων δεῖται. ὁ αὐτὸς δὲ τρόπος καὶ πρὸς τὰ ἀνωτερικά. ἢν δὲ μηδέποτι φῇ μήτε ἄνω μήτε κάτω κεκαθάρθαι ἢ πεπωκέναι φαρμάκων, ἐγνωκέναι χρὴ εἰ πρὸς τὰ ἐσιόνται ὑγιαίνοντι εὔλυτος ἡ κοιλίη πρὸς τὰ κάτω ἢ εὐήμετος πρὸς τὰ ἄνω καὶ εἰ, πρὸς πλησμονήν τινα γινόμενος, ἡ διάρροια ἐπιγίνεται αὐτῷ· ταῦτα πάντα ἀνερέσθαι χρή, ὅπως δυνηθῇς ὀρθῶς βουλεύεσθαι. αἰσχρὰ γὰρ ἡ ξυμφορὰ φάρμακον δόντα ἀνθρώπῳ ἀποκτεῖναι. Ὁκόσοι μὲν οὖν ὑπὸ πυρετῶν ἰσχυρῶν λαμβάνονται, οὐ χρὴ τούτοισι φάρμακα διδόναι καθαρτήρια, ἔστ᾿ ἂν μεθῇ ὁ πυρετός· εἰ δὲ μή, μὴ ἐντὸς τεσσαρεσκαίδεκα ἡμερῶν. θερμαὶ γὰρ αἵ τε σάρκες ἐοῦσαι αὐτέων καὶ αἱ κοιλίαι ἀναλαμβάνουσι τὸ φάρμακον καὶ ἀποκαθαίρονται οὐδέν, καὶ ὅ τε πυρετὸς γίνεται πλείων καὶ τὸ χρῶμα ἐκτρέπεται καὶ ἰκτερώδεις γίγνονται· κινηθείσης γὰρ τῆς χολῆς καὶ μὴ καθαρθείσης οὔτε ῥυφέειν θέλει οὔτε πίνειν, ἀλλὰ πάντα βδελύσσεται καὶ ὡς τὰ πολλὰ ἀπόλλυται· ἢν δὲ κατάσχῃ τὸ φάρμακον, τὸ μὲν πρὸ μέσου ἡμέρης οὐθὲν καθαίρεται, ἐκ μέσου δὲ ἡμέρης καθαιρόμενος ὑπέρινος γίνεται καὶ ἀπόλλυται· ἢν δὲ ταύτην τὴν ἡμέρην περιγένηται καὶ ἅμα τῇ καθάρσει μεθῇ ὁ πυρετός, ὑγιὴς γίνεται· ἢν δὲ ὁ πυρετὸς πάλιν ἐπιλάβηται αὐτοῦ, ἀπόλλυται. οὐκοῦν οὐ χρὴ τοῖς ἰσχυροῖσι τῶν πυρετῶν φάρμακα καθαρτήρια προσφέρειν, ἀλλ᾿ ἤν τινα δέῃ, ὑποκλύζειν χρή, ὁποσάκις ἂν βούλῃ, ἀκινδυνότερον γάρ. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ἐν τῇ θερινῇ ὥρῃ ἀπὸ κυνὸς ἀνατολῆς ἡμέρας πεντήκοντα φυλάσσεσθαι χρὴ μὴ διδόναι φάρμακον, ἀλλὰ κλυσμοῖσι χρέεσθαι. ὁ γὰρ αὐτὸς κίνδυνος.


ΕΠΙΣΤΟΛΑΙ. ΔΟΓΜΑ. ΕΠΙΒΩΜΙΟΣ. ΠΡΕΣΒΕΥΤΙΚΟΣ.

ΕΠΙΣΤΟΛΑΙ. ΔΟΓΜΑ. ΕΠΙΒΩΜΙΟΣ. ΠΡΕΣΒΕΥΤΙΚΟΣ.


[1] Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Παίτῳ χαίρειν.

Νοῦσος προσεπέλασεν ἡ καλεομένη λοιμικὴ τοῖς στρατεύμασιν ἡμῶν, καὶ πολλὰ ποιησάντων ἡμῶν, ἔνδοσιν οὐκ ἔδωκεν. Ὅθεν ἀξιῶ παντοίως καὶ πάσαις ταῖς παρ᾿ ἐμοῦ διδομέναις δωρεαῖς, ἤ τι τῶν ἐκ φύσεώς σου ἐπινοημάτων, ἤ τι τῶν ἐκ τῆς τέχνης πρήξεων, ἤ τινος ἑτέρου ἀνδρὸς ἑρμηνείην δυναμένου ἰήσασθαι, πέμπε τάχος· μάστιξον, ἀξιῶ, τὸ πάθος· ἀλύκη γὰρ κατὰ τὸν ὄχλον καὶ πολὺς ἄλυς πνεῦμα μέγα καὶ πυκνὸν ἔχων. Οὐ πολεμοῦντες πολεμούμεθα, ἐχθρὸν ἔχοντες τὸν θῆρα λυμαινόμενον τὰ ποίμνια· τέτρωκε πολλοὺς, δυσιάτους ἐποίησε, πικρὰ βέλη βελῶν καταπέμπει· οὐ φέρω· γνώμην οὐκ ἔτι ἔχω μετ᾿ ἀνδρῶν γονίμων βουλεύσασθαι. Λῦε ταῦτα πάντα μὴ διαλείψας ἀγαθῇ συνειδήσει. Ἔῤῥωσο.


[2] Παῖτος βασιλεῖ βασιλέων τῷ μεγάλῳ Ἀρταξέρξῃ χαίρειν.

Τὰ φυσικὰ βοηθήματα οὐ λύει τὴν ἐπιδημίην λοιμικοῦ πάθους· ἃ δὲ ἐκ φύσιος γίγνεται νοσήματα, αὐτὴ ἡ φύσις ἰᾶται κρίνουσα· ὅσα δὲ ἐξ ἐπιδημίης, τέχνη τεχνικῶς κρίνουσα τὴν τροπὴν τῶν σωμάτων. Ἱπποκράτης δὲ ἰητρὸς ἰῆται τοῦτο τὸ πάθος· τῷ γένει μὲν οὖν ἐστὶ Δωριεὺς, πόλιος δὲ Κῶ, πατρὸς δὲ Ἡρακλείδα τοῦ Ἱπποκράτους τοῦ Γνωσιδίκου τοῦ Νέβρου τοῦ Σωστράτου τοῦ Θεοδώρου τοῦ Κλεομυττάδα τοῦ Κρισάμιδος. Οὗτος θείᾳ φύσει κέχρηται, καὶ ἐκ μικρῶν καὶ ἰδιωτικῶν ἐς μεγάλα καὶ τεχνικὰ προήγαγε τὴν ἰητρικήν. Γίνεται μὲν οὖν ὁ θεῖος Ἱπποκράτης, ἔνατος μὲν ἀπὸ Κρισάμιδος τοῦ βασιλέως, ὀκτωκαιδέκατος δὲ ἀπὸ Ἀσκληπιοῦ, εἰκοστὸς δὲ ἀπὸ Διὸς, μητρὸς δὲ Πραξιθέας τῆς Φαιναρέτης ἐκ τῆς οἰκίας τῶν Ἡρακλειδῶν· ὥστε κατ᾿ ἀμφότερα τὰ σπέρματα θεῶν ἀπόγονός ἐστιν ὁ θεῖος Ἱπποκράτης, πρὸς μὲν πατρὸς Ἀσκληπιάδης ὢν, πρὸς δὲ μητρὸς Ἡρακλείδης. Ἔμαθε δὲ τὴν τέχνην παρά τε τῷ πατρὶ Ἡρακλείδῃ καὶ παρὰ τῷ πάππῳ Ἱπποκράτει. Ἀλλὰ παρὰ μὲν τούτοις, ὡς εἰκὸς, τὰ πρῶτα ἐμυήθη τῆς ἰητρικῆς ὅσα πιθανὸν ἦν καὶ τούτους εἰδέναι, τὴν δὲ σύμπασαν τέχνην αὐτὸς ἑωυτὸν ἐδιδάξατο, θείᾳ φύσει κεχρημένος, καὶ τοσοῦτον ὑπερβεβηκὼς τῇ τῆς ψυχῆς εὐφυΐᾳ τοὺς προγόνους, ὅσον διενήνοχεν αὐτῶν καὶ τῇ τῆς τέχνης ἀρετῇ. Καθαίρει δὲ οὐ θηρίων μὲν γένος, θηριωδῶν δὲ νοσημάτων καὶ ἀγρίων πολλὴν γῆν καὶ θάλασσαν, διασπείρων πανταχόθεν, ὥσπερ ὁ Τριπτόλεμος τὰ τῆς Δήμητρος σπέρματα, τὰ τοῦ Ἀσκληπιοῦ βοηθήματα. Τοιγαροῦν ἐνδικώτατα καὶ αὐτὸς ἀνιέρωται πολλαχοῦ τῆς γῆς, ἠξίωταί τε τῶν αὐτῶν Ἡρακλεῖ τε καὶ Ἀσκληπιῷ ὑπὸ Ἀθηναίων δωρεῶν. Αὐτὸν μετάπεμψαι κελεύων ἀργύριον καὶ χρυσίον ὅσον ἂν βούληται δώσειν αὐτῷ. Οὗτος γὰρ ἐπίσταται οὐχ ἕνα τρόπον τῆς ἰήσιος τοῦ πάθεος, οὗτος πατὴρ ὑγιείης, οὗτος σωτὴρ, οὗτος ἀκεσώδυνος, οὗτος ἁπλῶς ἡγεμὼν τῆς θεοπρεποῦς ἐπιστήμης. Ἔῤῥωσο.


[3] Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Ὑστάνει Ἑλλησπόντου ὑπάρχῳ χαίρειν.

Ἱπποκράτους ἰητροῦ Κῴου ἀπὸ Ἀσκληπιοῦ γεγονότος καὶ ἐς ἐμὲ κλέος ἀφῖκται τῆς τέχνης. Δὸς οὖν αὐτῷ χρυσὸν ὁκόσον ἂν βούληται, καὶ τὰ ἄλλα χύδην ὧν σπανίζει, καὶ πέμπε ἐς ἡμέας. Ἔσται γὰρ ἰσότιμος Περσέων τοῖς ἀρίστοις· καὶ εἴ τις ἐστὶν ἄλλος ἀνὴρ κατ᾿ Εὐρώπην ἀγαθὸς, φίλον οἴκῳ βασιλέως τίθεσο μὴ φειδόμενος ὄλβου· ἄνδρας γὰρ εὑρεῖν δυναμένους τι κατὰ συμβουλίην οὐ ῥηΐδιον. Ἔῤῥωσο.


[4] Ὑστάνης ὕπαρχος Ἑλλησπόντου Ἱπποκράτει Ἀσκληπιαδῶν ὄντι ἀπογόνῳ χαίρειν.

Βασιλεὺς μέγας Ἀρταξέρξης σοῦ χρῄζων ἔπεμψε πρὸς ἡμέας ὑπάρχους, κελεύων σοι ἀργύριον καὶ χρυσὸν καὶ τὰ ἄλλα χύδην ὧν σπανίζεις καὶ ὅσα βούλει διδόναι, καὶ πέμπειν πρὸς ἑωυτὸν ἐν τάχει· ἔσεσθαι γὰρ Περσέων τοῖς ἀρίστοις ἰσότιμον. Σὺ οὖν παραγίνου ξυντόμως. Ἔῤῥωσο.


[5] Ἱπποκράτης ἰητρὸς Ὑστάνει Ἑλλησπόντου ὑπάρχῳ χαίρειν.

Πρὸς τὴν ἐπιστολὴν, ἣν ἔπεμψας φάμενος παρὰ βασιλέως ἀφῖχθαι, πέμπε βασιλεῖ ἃ λέγω γράφων ὅτι τάχος, ὅτι καὶ προσφορῇ καὶ ἐσθῆτι καὶ οἰκήσει καὶ πάσῃ τῇ ἐς βίον ἀρκεούσῃ οὐσίῃ χρεόμεθα. Περσέων δὲ ὄλβου οὔ μοι θέμις ἐπαύρασθαι, οὐδὲ βαρβάρους ἄνδρας νούσων παύειν, ἐχθροὺς ὑπάρχοντας Ἑλλήνων. Ἔῤῥωσο.


[6] Ἱπποκράτης Δημητρίῳ ὑγιαίνειν.

Βασιλεὺς Περσέων ἡμέας μεταπέμπεται, οὐκ εἰδὼς ὅτι λόγος ἐμοὶ σοφίης χρυσοῦ πλέον δύναται. Ἔῤῥωσο.


[7] Βασιλεῖ βασιλέων τῷ ἐμῷ μεγάλῳ δεσπότῃ Ἀρταξέρξῃ Ὑστάνης Ἑλλησπόντου ὕπαρχος χαίρειν.

Ἣν ἔπεμψας ἐπιστολὴν, λέγων πέμψαι Ἱπποκράτει ἰητρῷ Κῴῳ ἀπὸ Ἀσκληπιαδῶν γεγονότι, ἔπεμψα, καὶ παρ᾿ αὐτοῦ δὲ ἐκομισάμην ἀπόκρισιν, ἣν γράψας ἔδωκε καὶ ἐκέλευσεν ἐς σὸν οἶκον πέμπειν. Φέροντα οὖν ἀπέστειλά σοι φάναι Γυμνάσβην Διευτύχη. Ἔῤῥωσο.


[8] Βασιλεὺς βασιλέων μέγας Ἀρταξέρξης Κῴοις τάδε λέγει.

Δότε ἐμοῖς ἀγγέλοις Ἱπποκράτην ἰητρὸν κακοὺς τρόπους ἔχοντα καὶ εἰς ἐμὲ καὶ εἰς Πέρσας ἀσελγαίνοντα. Εἰ δὲ μὴ, γνώσεσθε καὶ τῆς πρώτης ἁμαρτίας τιμωρίην τίσοντες· δηϊώσας γὰρ τὴν ὑμετέρην πόλιν καὶ νῆσον κατασπάσας εἰς πέλαγος, ποιήσω μηδὲ ἐς τὸν ἐπίλοιπον χρόνον γνῶναι, εἰ ἦν ἐπὶ τούτῳ τῷ τόπῳ νῆσος ἢ πόλις Κῶ.


[9] Ἀπόκρισις Κῴων.

Ἔδοξε τῷ δάμῳ ἀποκρίνασθαι τοῖς παρὰ Ἀρταξέρξου ἀγγέλοις, ὅτι Κῷοι οὐδὲν ἀνάξιον πράξουσιν οὔτε Μέροπος οὔτε Ἡρακλέους οὔτε Ἀσκληπιοῦ, ὧν ἕνεκεν πάντες οἱ πολῖται οὐ δώσουσιν Ἱπποκράτεα, οὐδὲ εἰ μέλλοιεν ὀλέθρῳ τῷ κακίστῳ ἀπολεῖσθαι. Καὶ γὰρ Δαρείου καὶ Ξέρξου ἀπὸ πατέρων ἐπιστολὰς γραψάντων γαῖαν καὶ ὕδωρ αἰτεόντων, οὐκ ἔδωκεν ὁ δᾶμος, ὁρέων αὐτοὺς ὁμοίως τοῖς ἄλλοις ἀνθρώποις θνητοὺς ἐόντας· καὶ νῦν τὰν αὐτὰν ἀπόκρισιν διδοῖ. Ἀπὸ Κῴων ἀναχωρεῖτε, ὅτι Ἱπποκράτην οὐ δίδοντι ἔκδοτον. Ἀπαγγέλλετε οὖν αὐτῷ οἱ ἄγγελοι ὅτι οὐδ᾿ οἱ θεοὶ ἀμελήσουσιν ἁμέων.


[10] Ἀβδηριτῶν ἡ βουλὴ καὶ ὁ δῆμος Ἱπποκράτει χαίρειν.

Κινδυνεύεται τὰ μέγιστα τῇ πόλει νῦν, Ἱππόκρατες, ἀνὴρ τῶν ἡμετέρων, ὃς καὶ τῷ παρόντι χρόνῳ καὶ τῷ μέλλοντι αἰεὶ κλέος ἠλπίζετο τῇ πόλει· μηδὲ νῦν ὅδε, πάντες θεοὶ, φθονηθείη· οὕτως ὑπὸ πολλῆς τῆς κατεχούσης αὐτὸν σοφίης νενόσηκεν, ὥστε φόβος οὐχ ὁ τυχὼν, ἂν φθαρῇ τὸν λογισμὸν Δημόκριτος, ὄντως δὴ τὴν πόλιν ἡμῶν Ἀβδηριτῶν καταλειφθήσεσθαι. Ἐκλαθόμενος γὰρ ἁπάντων καὶ ἑωυτοῦ πρότερον, ἐγρηγορὼς καὶ νύκτα καὶ ἡμέρην, γελῶν ἕκαστα μικρὰ καὶ μεγάλα, καὶ μηδὲν οἰόμενος εἶναι τὸν βίον ὅλον διατελεῖ. Γαμεῖ τις, ὁ δὲ ἐμπορεύεται, ὁ δὲ δημηγορεῖ, ἄλλος ἄρχει, πρεσβεύει, χειροτονεῖται, ἀποχειροτονεῖται, νοσεῖ, τιτρώσκεται, τέθνηκεν, ὁ δὲ γελᾷ πάντα, τοὺς μὲν κατηφεῖς τε καὶ σκυθρωποὺς, τοὺς δὲ χαίροντας ὁρῶν. Ζητεῖ δὲ ὁ ἀνὴρ καὶ περὶ τῶν ἐν ᾍδου, καὶ γράφει ταῦτα, καὶ εἰδώλων φησὶ πλήρη τὸν ἠέρα εἶναι, καὶ ὀρνέων φωνὰς ὠτακουστεῖ, καὶ πολλάκις νύκτωρ ἐξαναστὰς μοῦνος ἡσυχῇ ᾠδὰς ᾄδοντι ἔοικε, καὶ ἀποδημεῖν ἐνίοτε λέγει ἐς τὴν ἀπειρίην, καὶ Δημοκρίτους εἶναι ὁμοίους ἑωυτῷ ἀναριθμήτους, καὶ συνδιεφθορὼς τῇ γνώμῃ τὸ χρῶμα ζῇ. Ταῦτα φοβούμεθα, Ἱππόκρατες, ταῦτα ταραττόμεθα, ἀλλὰ σῶζε, καὶ ταχὺς ἐλθὼν νουθέτησον τὴν ἡμῶν πατρίδα, μηδὲ ἡμᾶς ἀποβάλῃς· καὶ γὰρ οὐδὲ ἀπόβλητοί ἐσμεν, καὶ ἐν ἡμῖν μαρτυρία κεῖται. Οὐκ ἂν ἁμάρτοις οὔτε δόξης τῆς ἐπ᾿ αὐτῷ περισωθέντι οὔτε χρημάτων οὔτε παιδείας, καίτοι τὰ παιδείης πολλῷ σοι βελτίω τῶν τῆς τύχης. Ἀλλ᾿ οὖν καὶ ταῦτα συχνὰ παρ᾿ ἡμῶν καὶ ἄφθονα γενήσεται. Τῆς γὰρ Δημοκρίτεω ψυχῆς, ἀλλ᾿ οὐδ᾿ εἰ χρυσὸς ἦν, ἡ πόλις ἀνταξία σου ἐλεύσιος, οὐδ᾿ ὁτιοῦν ἀφυστερήσαντος. Τοὺς νόμους ἡμῶν δοκοῦμεν νοσεῖν, Ἱππόκρατες, τοὺς νόμους παρακόπτειν. Ἴθι θεραπεύσων, ἀνδρῶν φέριστε, ἄνδρα ἀρίσημον, οὐκ ἰητρὸς, ἀλλὰ κτίστης ἐὼν ὅλης τῆς Ἰωνίης, περιβάλλων ἡμῖν ἱερώτερον τεῖχος. Πόλιν, οὐκ ἄνδρα θεραπεύσεις, βουλὴν δὲ νοσοῦσαν καὶ κινδυνεύουσαν ἀποκλεισθῆναι, μέλλεις ἀνοιγνύναι, αὐτὸς νομοθέτης, αὐτὸς δικαστὴς, αὐτὸς ἄρχων, αὐτὸς σωτὴρ, καὶ τούτων τεχνίτης ἀφίξῃ. Ταῦτά σε προσδοκῶμεν, Ἱππόκρατες, ταῦτα καὶ γένοιο ἐλθών. Μία πόλεων οὐκ ἄσημος, μᾶλλον δὲ ἡ Ἑλλὰς ὅλη δεῖται σου φυλάξαι σῶμα σοφίης. Αὐτὴν δὲ δόκει παιδείαν πρεσβεύειν πρὸς σὲ τῆς παρακοπῆς ταύτης ἀπαλλαγῆναι δεομένην. Ξυγγενὲς μὲν οὖν, ὡς ἔοικε, πᾶσι σοφίη, τοῖς δ᾿ ἐγγυτέρω κεχωρηκόσιν αὐτῆς ὥσπερ ἡμῖν καὶ μάλα πλέον. Εὖ ἴσθι, χαριεῖ καὶ τῷ μέλλοντι αἰῶνι μὴ προεκλιπὼν Δημόκριτον ἧς ἐλπίζει προτερήσειν ἀληθείης. Σὺ γὰρ Ἀσκληπιῷ προσπέπλεξαι γένος καὶ τέχνην, ὁ δὲ Ἡρακλέους ἔστιν ἀδελφιδοῦς, ἀφ᾿ οὗ Ἄβδηρος, ὥς που πυνθάνῃ πάντως, ᾧ ἐπώνυμος ἡ πόλις, ὥστε κᾀκείνῳ χάρις ἡ Δημοκρίτου γένοιτ᾿ ἂν ἴησις. Ὁρῶν οὖν, ὦ Ἱππόκρατες, εἰς ἀναισθησίαν ἀποῤῥέοντα καὶ δῆμον καὶ ἄνδρα ἀρίσημον, σπεῦδε πρὸς ἡμέας, δεόμεθα. Φεῦ, ὡς καὶ τὰ ἀγαθὰ περιττεύσαντα νοῦσοι τυγχάνουσιν· ὁ Δημόκριτος γὰρ ὅσον ἐῤῥώσθη πρὸς ἄκρα σοφίης, ἴσα κινδυνεύει νῦν ἀποπληξίᾳ διανοίας καὶ ἠλιθιότητι κεκακῶσθαι. Οἱ δ᾿ ἄλλοι ὅσοι πολλοὶ εἰσὶν Ἀβδηριτῶν, μείναντες ἐν ἀπαιδευσίῃ, τόν γε κοινὸν κατέχουσι νοῦν, ἀλλὰ νῦν γε φρονιμώτεροι νοῦσον σοφοῦ κρίνειν, οἱ πρὶν ἄφρονες. Ἴθι οὖν μετὰ Ἀσκληπιοῦ πατρὸς, ἴθι μετὰ Ἡρακλέους θυγατρὸς Ἠπιόνης, ἴθι μετὰ παίδων τῶν ἐπὶ Ἴλιον στρατευσαμένων, ἴθι νῦν παιώνια νούσου φέρων ἄκη. Εὐκαρπήσει δὲ γῆ ῥίζας καὶ βοτάνας, ἀλεξιφάρμακα μανίης ἄνθη· σχεδὸν οὐδέποτε γονιμώτερον εὐφορήσουσιν οὔτε γῆ οὔτε ὀρέων ἀκρώρειαι ἢ νῦν Δημοκρίτῳ τὰ πρὸς τὴν ὑγείην. Ἔῤῥωσο.


[11] Ἱπποκράτης Ἀβδηριτῶν τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν.

Ὁ πολίτης ὑμέων Ἀμελησαγόρης ἦλθεν ἐς Κῶ, καὶ ἔτυχε τότ᾿ ἐοῦσα τῆς ῥάβδου ἡ ἀνάληψις ἐν ἐκείνῃ τῇ ἡμέρῃ καὶ ἐτήσιος ἑορτὴ, ὡς ἴστε, πανήγυρις ἡμῖν καὶ πομπὴ πολυτελὴς ἐς κυπάρισσον, ἣν ἔθος ἀνάγειν τοῖς τῷ θεῷ προσήκουσιν. Ἐπεὶ δὲ σπουδάζειν ἐῴκει καὶ ἐκ τῶν λόγων καὶ ἐκ τῆς προσόψιος ὁ Ἀμελησαγόρης, πεισθεὶς, ὅπερ ἦν, ἐπείγειν τὸ πρῆγμα, ἀνέγνων τε ὑμέων τὴν ἐπιστολὴν, καὶ ἐθαύμασα ὅτι περὶ ἑνὸς ἀνθρώπου ὡς εἷς ἄνθρωπος ἡ πόλις θορυβεῖσθε. Μακάριοί γε δῆμοι ὁκόσοι ἴσασι τοὺς ἀγαθοὺς ἄνδρας ἐρύματα ἑωυτῶν, καὶ οὐ τοὺς πύργους οὐδὲ τὰ τείχεα, ἀλλὰ σοφῶν ἀνδρῶν σοφὰς γνώμας. Ἐγὼ δὲ πειθόμενος τέχνας μὲν εἶναι θεῶν χάριτας, ἀνθρώπους δὲ ἔργα φύσιος, καὶ μὴ νεμεσήσητε, ἄνδρες Ἀβδηρῖται, οὐχ ὑμᾶς δοκέω, ἀλλὰ φύσιν αὐτὴν καλέειν με ἀνασώσασθαι ποίημα ἑωυτῆς, κινδυνεῦον ὑπὸ νόσου διαπεσεῖν. Ὥστε πρὸ ὑμέων ἐγὼ νῦν φύσει καὶ θεοῖς ὑπακούων σπεύδω νοσέοντα Δημόκριτον ἰήσασθαι, εἴπερ δὴ καὶ τοῦτο νοῦσος ἐστὶν, ἀλλὰ μὴ ἀπάτῃ συσκιάζεσθε, ὅπερ εὔχομαι· καὶ γένοιτο πλέον τῆς ἐν ὑμῖν εὐνοίας τεκμήριον καὶ πρὸς ὑπόνοιαν ταραχθῆναι. Ἀργύριον δέ μοι ἐρχομένῳ οὔτ᾿ ἂν φύσις οὔτ᾿ ἂν θεὸς ὑπόσχοιτο, ὥστε μηδ᾿ ὑμεῖς, ἀνέρες Ἀβδηρῖται, βιάζεσθε, ἀλλ᾿ ἐᾶτε ἐλευθέρης τέχνης ἐλεύθερα καὶ τὰ ἔργα. Οἱ δὲ μισθαρνεῦντες δουλεύειν ἀναγκάζουσι τὰς ἐπιστήμας, ὥσπερ ἐξανδραποδίζοντες αὐτὰς ἐκ τῆς προτέρης παῤῥησίης· εἶθ᾿ ὡς εἰκὸς καὶ ψεύσαιντο ἂν ὡς περὶ μεγάλης νούσου, καὶ ἀρνηθεῖεν ἂν ὡς περὶ σμικρῆς, καὶ οὐκ ἂν ἔλθοιεν ὑποσχόμενοι, καὶ πάλιν ἔλθοιεν μὴ κληθέντες. Οἰκτρός γε ὁ τῶν ἀνθρώπων βίος, ὅτι δι᾿ ὅλου αὐτοῦ ὡς πνεῦμα χειμέριον ἡ ἀφόρητος φιλαργυρίη διαδέδυκεν, ἐφ᾿ ἣν εἴθε μᾶλλον ἅπαντες ἰητροὶ ξυνῄεσαν ἐλθόντες ἀποθεραπεῦσαι χαλεπωτέρην μανίης νοῦσον, ὅτι καὶ μακαρίζεται νοῦσος ἐοῦσα καὶ κακοῦσα. Οἶμαι δὲ ἔγωγε καὶ τὰ τῆς ψυχῆς νουσήματα πάντα μανίας εἶναι σφοδρὰς ἐμποιούσας δόξας τινὰς καὶ φαντασίας τῷ λογισμῷ, ὧν ὁ δι᾿ ἀρετῆς ἀποκαθαρθεὶς ὑγιάζεται. Ἐγὼ δὲ εἰ πλουτέειν ἐξ ἅπαντος ἐβουλόμην, ὦ ἄνδρες Ἀβδηρῖται, οὐκ ἂν εἵνεκα δέκα ταλάντων διέβαινον πρὸς ὑμέας, ἀλλ᾿ ἐπὶ τὸν μέγαν ἂν ἠρχόμην Περσέων βασιλέα, ἔνθα πόλιες ὅλαι προσῄεσαν τῆς ἐξ ἀνθρώπων εὐδαιμονίης γεγεμισμέναι· ἰῴμην δ᾿ ἂν τὸν ἐκεῖ λοιμὸν ἀνιὼν, ἀλλ᾿ ἀπηρνησάμην ἐχθρὴν Ἑλλάδι χώρην ἐλευθερῶσαι κακῆς νούσου, κᾀγὼ τό γε ἐπ᾿ ἐμοὶ καταναυμαχῶν τοὺς βαρβάρους· εἶχον δ᾿ ἂν αἰσχύνην τὸν παρὰ βασιλέως πλοῦτον καὶ πατρίδος ἐχθρὴν περιουσίην, περιεκείμην δ᾿ ἂν αὐτὰ, ὡς ἑλέπολις τῆς Ἑλλάδος ὑπάρχων. Οὐκ ἔστι πλοῦτος τὸ πανταχόθεν χρηματίζεσθαι· μεγάλα γὰρ ἱερὰ τῆς ἀρετῆς ἐστὶν ὑπὸ δικαιοσύνης οὐ κρυπτόμενα, ἀλλ᾿ ἐμφανέα ἐόντα· ἢ οὐκ οἴεσθε ἴσον ἁμάρτημα εἶναι σώζειν πολεμίους καὶ φίλους ἰᾶσθαι μισθοῦ; ἀλλ᾿ οὐχ ὧδε ἔχει τὰ ἡμέτερα, ὦ δῆμε, οὐ καρποῦμαι νούσους, οὐδὲ δι᾿ εὐχῆς ἤκουσα τὴν Δημοκρίτεω παράκρουσιν, ὃς, εἴτε ὑγιαίνει, φίλος ἔσται, εἴτε νοσέει, θεραπευθεὶς, πλέον ὑπάρξει. Πυνθάνομαι δὲ αὐτὸν ἐμβριθέα καὶ στεῤῥὸν τὰ ἤθεα, καὶ τῆς ὑμετέρης πόλιος ἐόντα κόσμον. Ἔῤῥωσθε.


[12] Ἱπποκράτης Φιλοποίμενι χαίρειν.

Οἱ τὴν τῆς πόλιος ἐπιστολὴν ἀποδόντες μοι πρέσβεις καὶ τεὴν ἀπέδοσαν, ἥσθην τε κάρτα καὶ ξενίην ὑπισχνεομένου σέο καὶ τὴν ἑτέρην διαίτην. Ἔλθοιμεν δ᾿ ἂν αἰσίῃ τύχῃ, καὶ ἀφιξόμεθα ὡς ὑπολαμβάνομεν χρηστοτέρῃσιν ἐλπίσιν [ἢ] ὡς ἐν τῇ γραφῇ παραδεδήλωται, οὐ μανίην ἀλλὰ ψυχῆς τινὰ ῥῶσιν ὑπερβάλλουσαν διασαφηνέοντος τοῦ ἀνδρὸς, μήτε παίδων μήτε γυναικὸς μήτε ξυγγενέων μήτε οὐσίης μήτε τινὸς ὅλως ἐν φροντίδι ἐόντος, ἡμέρην δὲ καὶ εὐφρόνην πρὸς ἑωυτῷ καθεστεῶτος καὶ ἰδιάζοντος, τὰ μὲν πολλὰ ἐν ἄντροισι καὶ ἐρημίῃσιν ἢ ἐν ὑποσκιάσεσι δενδρέων, ἢ ἐν μαλθακῇσι ποίῃσιν, ἢ παρὰ συχνοῖσιν ὑδάτων ῥείθροισιν. Συμβαίνει μὲν οὖν τὰ πολλὰ τοῖσι μελαγχολῶσι τὰ τοιαῦτα· σιγηροί τε γὰρ ἐνίοτε εἰσὶ καὶ μονήρεες, καὶ φιλέρημοι τυγχάνουσιν· ἀπανθρωπέονταί τε ξύμφυλον ὄψιν ἀλλοτρίην νομίζοντες· οὐκ ἀπεοικὸς δὲ καὶ τοῖσι περὶ παιδείην ἐσπουδακόσι τὰς ἄλλας φροντίδας ὑπὸ μιῆς τῆς ἐν σοφίῃ διαθέσιος σεσοβῆσθαι. Ὥσπερ γὰρ δμῶές τε καὶ δμωΐδες ἐν τῇσιν οἰκίῃσι θορυβέοντες καὶ στασιάζοντες, ὁκόταν ἐξαπιναίως αὐτοῖσιν ἡ δέσποινα ἐπιστῇ, πτοηθέντες ἀφησυχάζουσι, παραπλησίως καὶ αἱ λοιπαὶ κατὰ ψυχὴν ἐπιθυμίαι ἀνθρώποισι κακῶν ὑπηρέτιδες· ἐπὴν δὲ σοφίης ὄψις ἑωυτέην ἐπιστήσῃ, ὡς δοῦλα τὰ λοιπὰ πάθεα ἐκκεχώρηκεν. Ποθέουσι δ᾿ ἄντρα καὶ ἡσυχίην οὐ πάντως οἱ μανέντες, ἀλλὰ καὶ οἱ τῶν ἀνθρωπίνων πρηγμάτων ὑπερφρονήσαντες ἀταραξίης ἐπιθυμίῃ· ὁκόταν γὰρ ὁ νοῦς ὑπὸ τῶν ἔξω φροντίδων κοπτόμενος ἀναπαῦσαι θελήσῃ τὸ σῶμα, τότε ταχέως ἐς ἡσυχίην μετήλλαξεν, εἶτα ἀναστὰς ὄρθριος ἐν ἑωυτῷ περιεσκόπει κύκλῳ χωρίον ἀληθείης, ἐν ᾧ οὐ πατὴρ, οὐ μήτηρ, οὐ γυνὴ, οὐ τέκνα, οὐ κασίγνητος, οὐ ξυγγενέες, οὐ δμῶες, οὐ τύχη, οὐχ ὅλως οὐδὲν τῶν θόρυβον ἐμποιησάντων· πάντα δ᾿ ἀποκεκλεισμένα τὰ ταράσσοντα ἕστηκεν ὑπὸ φόβου, οὐδὲ πλησιάσαι τολμέοντα ὑπ᾿ εὐλαβείης τῶν αὐτόθι ἐνοικεόντων· οἰκέουσι δὲ τὸ χωρίον ἐκεῖνο καὶ τέχναι καὶ ἀρεταὶ παντοῖαι καὶ θεοὶ καὶ δαίμονες καὶ βουλαὶ καὶ γνῶμαι. Καὶ ὁ μέγας πόλος ἐν ἐκείνῳ τῷ χωρίῳ τοὺς πολυκινήτους ἀστέρας κατέστεπται, εἰς ὃ τάχα καὶ Δημόκριτος ὑπὸ σοφίης μετῴκισται· εἶτ᾿ οὐκ ἔτι ὁρέων τοὺς ἐν τῇ πόλει, ἅτε τηλοῦ ἐκδεδημηκὼς, δοξάζεται μανίης νοῦσον διὰ τὸ φιλέρημον· σπεύδουσι δὲ Ἀβδηρῖται ἀργυρίου ἐξελεγχθῆναι, ὅτι οὐ ξυνιᾶσι Δημόκριτον. Ἀλλὰ σύ γε ἡμῖν κατάρτυε τὴν ξενίην, ὦ ἑταῖρε Φιλοποίμην· οὐ γὰρ ἐθέλω τεταραγμένῃ τῇ πόλι παρασχεῖν ὄχλησιν, ἐκ παλαιοῦ ἴδιον ἔχων ξένον σε, ὡς οἶσθα. Ἔῤῥωσο.


[13] Ἱπποκράτης Διονυσίῳ χαίρειν.

Ἢ περίμεινόν με ἐν Ἁλικαρνασσῷ, ἢ φθάσον αὐτὸς ἐλθεῖν, ὦ ἑταῖρε· κατὰ πᾶσαν γὰρ ἀνάγκην ἀπιτέον εἰς Ἄβδηράν μοι Δημοκρίτεω χάριν, ἐφ᾿ ὃν νοσέοντα μετεπέμψατό με ἡ πόλις. Ἄλεκτος γάρ τις ἡ συμπαθείη τῶν ἀνθρώπων, Διονύσιε· ὡς μία ψυχὴ ξυννοσέει τῷ πολίτῃ· ὥστε μοι δοκέουσι καὶ αὐτοὶ θεραπείης δέεσθαι. Ἐγὼ δὲ οἶμαι οὐδὲ νοῦσον αὐτὴν εἶναι, ἀλλ᾿ ἀμετρίην παιδείης, οὐκ οὖσάν γε τῷ ὄντι ἀμετρίην, ἀλλὰ νομιζομένην τοῖσιν ἰδιώτῃσιν, ἐπεὶ οὐδέποτε βλαβερὸν τῆς ἀρετῆς τὸ ἄμετρον. Δόξα δὲ νούσου γίνεται τὸ ὑπερβάλλον διὰ τὴν τῶν κρινόντων ἀπαιδευσίην· δοκιμάζει δὲ ἕκαστος ἐξ ὧν αὐτὸς οὐκ ἔχει, τὸ ἐν ἄλλῳ πλεονάζον περισσεύειν· ὥς που καὶ ὁ δειλὸς ἀμετρίην τὴν ἀνδρείην ὑπείληφε, καὶ ὁ φιλάργυρος τὴν μεγαλοψυχίην, καὶ πᾶσα ἔλλειψις ὑπερβάλλειν δοκέει τὸ ἀρετῆς ξύμμετρον. Ἐκεῖνον μὲν οὖν αὐτὸν ἰδόντες μετὰ τῆς ἐνθένδε προγνώσιος, καὶ ἀκούσαντες τῶν λόγων αὐτοῦ, ἄμεινον εἰσόμεθα. Σὺ δὲ ἔπειξον, ὦ Διονύσιε, αὐτὸς παραγενέσθαι· βούλομαι γὰρ ἐνδιατρῖψαί σε τῇ πατρίδι μου, μέχρις ἂν ἐπανέλθω, ὅκως τῶν ἡμετέρων φροντιεῖς καὶ πρῶτον ἡμέων τῆς πόλιος· ἐπειδὴ οὐκ οἶδ᾿ ὅκως ἐκ συντυχίης ὑγιεινὸν τὸ ἔτος ἐστὶ καὶ τὴν ἀρχαίην φύσιν ἔχον· ὥστε οὐδὲ πολλαὶ παρενοχλήσουσι νοῦσοι· πλὴν ὅμως πάριθι. Οἰκήσεις δὲ τὴν ἐμὴν οἰκίην ὑπερευκαιρέουσαν, ἅτε καὶ τοῦ γυναίου μένοντος πρὸς τοὺς γονέας διὰ τὴν ἐμὴν ἐκδημίην. Ἐπισκόπει δὲ ὅμως καὶ τὰ ἐκείνης, ὅκως διάγῃ σωφρόνως καὶ μὴ τῇ τοῦ ἀνδρὸς ἀπουσίῃ ἄλλους ἄνδρας νομίσῃ· κόσμιον μὲν γὰρ ἐξ ἀρχῆς ἦν, καὶ γονέας ἀστείους εἶχεν, τὸν δὲ πατέρα ἐκτόπως ἀνδρικόν τε καὶ μάλα μισοπόνηρον ὑπερφυῶς γερόντιον. Ἀλλ᾿ ὅμως αἰεὶ χρῄζει γυνὴ σωφρονίζοντος, ἔχει γὰρ φύσει τὸ ἀκόλαστον ἐν ἑωυτέῃ, ὅπερ, εἰ μὴ καθ᾿ ἡμέρην ἐπικόπτοιτο, ὡς τὰ δένδρᾳ καθυλομανέει. Ἐγὼ δὲ φίλον οἴομαι ἀκριβέστερον γονέων ἐς φυλακὴν γυναικός· οὐ γὰρ ὡς ἐκείνοισι καὶ τουτέῳ ξυνοικέει πάθος εὐνοίης, δι᾿ οὗ πολλάκις ἐπισκιάζονται τὴν νουθεσίην· φρονιμώτερον δὲ ἐν παντὶ τὸ ἀπαθέστερον, ἅτε μὴ ἐπικλώμενον ὑπ᾿ εὐνοίης. Ἔῤῥωσο.


[14] Ἱπποκράτης Δαμαγήτῳ χαίρειν.

Οἶδα παρὰ σοὶ γενόμενος ἐν Ῥόδῳ, Δαμάγητε, τὴν ναῦν ἐκείνην, ἅλιος ἐπιγραφὴ ἦν αὐτῇ, πάγκαλόν τινα καὶ εὔπρυμνον, ἱκανῶς τε τετροπισμένην, καὶ διάβασιν εἶχε πολλήν· ἐπῄνεις δὲ καὶ τὸ ναυτικὸν αὐτῆς ὡς ὀξὺ καὶ ἀσφαλὲς καὶ εὔτεχνον ὑπουργῆσαι, καὶ τοῦ πλοῦ τὴν εὐδρομίην. Ταύτην ἔκπεμψον ἡμῖν, ἀλλ᾿ εἰ οἷόν τε, μὴ κώπαις, ἀλλὰ πτεροῖς ἐρετμώσας αὐτήν· ἐπείγει γὰρ τὸ πρῆγμα, φιλότης, καὶ μάλα εἰς Ἄβδηρα διαπλεῦσαι πάνυ ταχέως· βούλομαι γὰρ νοσέουσαν ἰήσασθαι πόλιν διὰ νοσέοντα ἕνα Δημόκριτον. Ἀκούεις που τἀνδρὸς τὸ κλέος, τοῦτον ἡ πατρὶς ᾐτίηται μανίῃ κεκακῶσθαι· ἐγὼ δὲ βούλομαι, μᾶλλον δὲ εὔχομαι, μὴ ὄντως αὐτὸν παρακόπτειν, ἀλλ᾿ ἐκείνοισι δόξαν εἶναι. Γελῇ, φασὶν, αἰεὶ καὶ οὐ παύεται γελῶν ἐπὶ παντὶ πρήγματι, καὶ σημεῖον αὐτοῖσι μανίης τοῦτο δοκέει· ὅθεν λέγε τοῖσιν ἐν Ῥόδῳ φίλοισι μετριάζειν αἰεὶ, καὶ μὴ πολλὰ γελῇν, μηδὲ πολλὰ σκυθρωπάζειν, ἀλλὰ τουτέων ἀμφοῖν τὸ μέτριον κτήσασθαι, ἵνα τοῖς μὲν χαριέστατος εἶναι δόξειας, τοῖς δὲ φροντιστὴς περὶ ἀρετῆς μερμηρίζων. Ἔνι μέντοι τι, Δαμάγητε, κακὸν, παρ᾿ ἕκαστον αὐτοῦ γελῶντος· εἰ γὰρ ἡ ἀμετρίη φλαῦρον, τὸ διὰ παντὸς φλαυρότερον. Καὶ εἴποιμ᾿ ἂν αὐτῷ· Δημόκριτε, καὶ νοσέοντος καὶ κτεινομένου καὶ τεθνεῶτος καὶ πολιορκουμένου καὶ παντὸς ἐμπίπτοντος κακοῦ, ἕκαστον τῶν πρησσομένων ὕλη σοι γέλωτος ὑπόκειται. Οὐ θεομαχεῖς δὲ, εἰ δύο ἐόντων ἐν κόσμῳ, χαρᾶς καὶ λύπης, σὺ θάτερον αὐτῶν ἐκβέβληκας; μακάριός τ᾿ ἂν ᾖς, ἀλλ᾿ ἀδύνατον, εἰ μήτε μήτηρ σοι νενόσηκε, μήτε πατὴρ, μήτε τὰ ὕστερον τέκνα ἢ γυνὴ ἢ φίλος, ἀλλὰ διὰ τὸν σὸν γέλωτα ἕνα διασώζεται εὐτυχῶς πάντα. Ἀλλὰ νοσεόντων γελᾷς, ἀποθνησκόντων χαίρεις, εἴ τί που πύθοιο κακὸν, εὐφραίνῃ· ὡς πονηρότατος εἶ, ὦ Δημόκριτε, καὶ πόῤῥω γε σοφίης, εἰ νομίζεις αὐτὰ μηδὲ κακὰ εἶναι· μελαγχολᾷς οὖν, Δημόκριτε, κινδυνεύων καὶ αὐτὸς Ἀβδηρίτης εἶναι, φρονιμωτέρη δὲ ἡ πόλις. Ἀλλὰ περὶ μὲν δὴ τουτέων ἀκριβέστερον ἐκεῖ λέξομεν, Δαμάγητε· ἡ δὲ ναῦς καὶ τὸν χρόνον τοῦτον ὃν ἐπιστέλλω σοι χρονίζει. Ἔῤῥωσο.


[15] Ἱπποκράτης Φιλοποίμενι χαίρειν.

Σύννους καὶ πεφροντικὼς ὑπὲρ Δημοκρίτεω, αὐτέῃ ἐκείνῃ τῇ νυκτὶ καταδαρθὼν, πρὸς ἀρχομένην τὴν ἕω ὄναρ ἐφαντάσθην· ἐξ οὗ νομίζω κάρτα μηδὲν ἐπισφαλὲς γεγενῆσθαι· ἐκπλαγὴς γὰρ διηγέρθην. Ἐδόκεον γὰρ αὐτὸν τὸν Ἀσκληπιὸν ὁρῇν, φαίνεσθαί τε αὐτὸν πλησίον· ἤδη δὲ πρὸς τῇσι τῶν Ἀβδηριτέων πύλῃσιν ἐτυγχάνομεν. Ὁ δὲ Ἀσκληπιὸς, οὐχ ὡς εἰώθεσαν αὐτέου αἱ εἰκόνες, μείλιχός τε καὶ πρᾶος ἰδέσθαι κατεφαίνετο, ἀλλὰ διεγηγερμένος τῇ σχέσει καὶ ἰδέσθαι φοβερώτερος· εἵποντο δὲ αὐτῷ δράκοντες, χρῆμά τι ἑρπετῶν ὑπερφυὲς, ἐπειγόμενοι δὲ καὶ αὐτοὶ μακρῷ τῷ ἐπισύρματι, καί τι φρικῶδες ὡς ἐν ἐρημίῃσι καὶ νάπῃσι κοίλῃσιν ὑποσυρίζοντες· οἱ δὲ κατόπιν ἑταῖροι κίστας φαρμάκων εὖ μάλα περιεσφηκωμένας ἔχοντες ᾔεσαν. Ἔπειτα ὤρεξέ μοι τὴν χεῖρα ὁ θεός· κᾀγὼ λαβόμενος ἀσμένως ἐλιπάρεον ξυνέρχεσθαι, καὶ μὴ καθυστερέειν μου τῆς θεραπείης· ὁ δὲ, οὐδέν τι, ἔφη, ἐν τῷ παρεόντι ἐμεῦ χρῄζεις, ἀλλά σε αὕτη τὰ νῦν ξεναγήσει θεὸς κοινὴ ἀθανάτων τε καὶ θνητῶν. Ἐγὼ δὲ ἐπιστραφεὶς ὁρέω γυναῖκα καλήν τε καὶ μεγάλην ἀφελὲς πεπλοκισμένην, λαμπρείμονα· διέλαμπον δ᾿ αὐτέης οἱ τῶν ὀμμάτων κύκλοι καθαρόν τι φῶς, οἷον ἀστέρων μαρμαρυγὰς δοκέειν. Καὶ ὁ μὲν δαίμων ἐχωρίσθη· κείνη δὲ ἡ γυνὴ πιέσασά με τοῦ καρποῦ μαλθακῇ τινι εὐτονίῃ, διὰ τοῦ ἄστεος ἦγε φιλοφρονεομένη· ὡς δὲ πλησίον τῆς οἰκίης ἦμεν, ἵνα τὴν ξενίην ἐδόκεον εὐτρεπίσθαι, ἀπῄει ὡς φάσμα, οἶον εἰποῦσα· αὔριόν σε παρὰ Δημοκρίτεω καταλήψομαι. Ἤδη δὲ αὐτῆς μεταστρεφομένης, δέομαι, φημὶ, ἀρίστη, τίς εἶ καὶ τίνα σε καλέομεν; ἡ δὲ, Ἀλήθεια, ἔφη· αὕτη δὲ ἣν προσιεῦσαν ὁρῇς, καὶ ἐξαίφνης ἑτέρη τις κατεφαίνετό μοι, οὐκ ἀκαλλὴς μὲν οὐδ᾿ αὐτὴ, θρασυτέρη δὲ ἰδέσθαι καὶ σεσοβημένη, Δόξα, ἔφη, καλέεται· κατοικέει δὲ παρὰ τοῖσιν Ἀβδηρίταισιν. Ἐγὼ μὲν οὖν ἀναστὰς ὑπεκρινάμην ἐμαυτῷ τὸ ὄναρ, ὅτι οὐ δέοιτο ἰητροῦ Δημόκριτος, ὅπου γε αὐτὸς ὁ θεραπεύων θεὸς ἀπέστη, ὡς οὐκ ἔχων ὕλην θεραπείης· ἀλλὰ ἡ μὲν ἀλήθεια τοῦ ὑγιαίνειν παρὰ Δημοκρίτεω μένει, ἡ δὲ τοῦ νοσέειν αὐτὸν δόξα παρὰ Ἀβδηρίταις ὄντως κατῴκηκε. Ταῦτα πιστεύω ἀληθέα εἶναι, Φιλοποίμην, καὶ ἔστι, καὶ οὐκ ἀπογινώσκω τὰ ὀνείρατα, μάλιστα δὲ ὁκόταν καὶ τάξιν διαφυλάττῃ. Ἰητρικὴ δὲ καὶ μαντικὴ καὶ πάνυ ξυγγενέες εἰσὶν, ἐπειδὴ καὶ τῶν δύο τεχνέων πατὴρ εἷς Ἀπόλλων, ὁ καὶ πρόγονος ἡμέων, ἐούσας καὶ ἐσομένας νούσους προαγορεύων καὶ νοσέοντας καὶ νοσήσοντας ἰώμενος. Ἔῤῥωσο.


[16] Ἱπποκράτης Κρατεύᾳ χαίρειν.

Ἐπίσταμαί σε ῥιζοτόμον ἄριστον, ὦ ἑταῖρε, καὶ διὰ τεὴν ἄσκησιν καὶ διὰ προγόνων κλέος, ὡς μηδὲν ἀποδεῖν σε δυνάμει τοῦ προπάτορος Κρατεύα. Νῦν οὖν, εἰ καί ποτε ἄλλοτε, βοτανολόγησον ὁκόσα τε καὶ ὁκοῖα δύνασαι, ἀναγκαίη γὰρ ἐπείγει, καὶ διάπεμψαί μοι ταῦτα, ἐπ᾿ ἄνδρα ὅλῃ πόλει ἰσοστάσιον, Ἀβδηρίτην μὲν, ἀλλὰ Δημόκριτον· νοσέειν γάρ φασιν αὐτὸν καὶ καθάρσιος μάλα χρῄζειν ἐντὸς μανίης ἐόντα. Μὴ χρησαίμεθα μέντοι τοῖσι φαρμάκοισιν, ὥσπερ καὶ πέπεισμαι· ἀλλ᾿ ὅμως εὐτρεπίσασθαι χρὴ πανταχόθεν. Τὸ δὲ χρῆμα τῶν βοτανῶν παρὰ σοὶ πολλάκις ἐθαύμασα, ὡς καὶ τὴν τῶν ὅλων φύσιν τε καὶ διάταξιν καὶ τὸ ἱερώτατον γῆς ἵδρυμα, ἐξ ἧς ζῶα καὶ φυτὰ καὶ τροφαὶ καὶ φάρμακα καὶ τύχη καὶ ὁ πλοῦτος αὐτὸς ἀναφύεται· οὐδὲ γὰρ ἂν εἶχεν οἷ ἐπιβῇ ἡ φιλαργυρίη, οὐδ᾿ ἂν Ἀβδηρῖταί με νῦν δέκα ταλάντοις ἐδελέαζον, ἀντὶ ἰητροῦ μισθωτὸν ἐλέγχοντες. Εἴθε δὲ ἠδύνασο, Κράτευα, τῆς φιλαργυρίης τὴν πικρὴν ῥίζην ἐκκόψαι, ὡς μηδὲν λείψανον αὐτῆς ἀφεῖναι, εὖ ἴσθι ὡς ἐκαθήραμεν ἂν τῶν ἀνθρώπων μετὰ τῶν σωμάτων καὶ τὰς ψυχὰς νοσεούσας. Ἀλλὰ ταῦτα μὲν εὐχαὶ, σὺ δ᾿ ἡμῖν τὸ παρεὸν μάλιστα τὰς ὀρεινὰς καὶ ὑψηλολόφους βοτάνας ῥιζοτόμει· στερεώτεραι γὰρ τῶν ὑδρηλοτέρων εἰσὶν καὶ δριμύτεραι μᾶλλον διὰ τὴν τῆς γῆς πυκνότητα καὶ τὴν λεπτότητα τοῦ ἠέρος· ὅ τι γὰρ ἕλκουσιν ἐμψυχότερόν ἐστι. Πειρήθητι δ᾿ ὅμως καὶ τὰς παρὰ λίμναις ἑλείους πεφυκυίας ἀνθολογῆσαι, καὶ τὰς παραποταμίους ἢ κρηνίτιδας ἢ πιδακίτιδας παρ᾿ ἡμῖν καλεομένας, ἃς δὴ ἀσθενέας καὶ ἀτόνους καὶ γλυκυχύλους εἶναι πέπεισμαι. Πάντα δὲ ὁκόσα χυλοί τε καὶ ὀποὶ ῥέοντες, ἐν ὑαλίνοισιν ἀγγείοισι φερέσθωσαν· ὁκόσα δ᾿ αὖ φύλλα ἢ ἄνθεα ἢ ῥίζαι, ἐν κώθωσι καινοῖσι περιεσφηκωμένοισιν, ὅκως μὴ διαῤῥιπιζόμενα τῇσι πνοῇσιν ἐκλίπῃ τὸν τόνον τῆς φαρμακείης, ὥσπερ λειποψυχήσαντα· ἀλλ᾿ εὐθὺς ἡμῖν ταῦτα πέμψον. Καὶ γὰρ ἡ ὥρη τοῦ ἔτεος ἁρμόδιος, καὶ ἡ ἀνάγκη τῆς λεγομένης μανίης ἐπείγει· τέχνης δὲ πάσης μὲν ἀλλότριον ἀναβολὴ, ἰητρικῆς δὲ καὶ πάνυ, ἐν ᾗ ψυχῆς κίνδυνος ἡ ὑπέρθεσις· ψυχαὶ δὲ τῶν θεραπειῶν οἱ καιροὶ, ὧν ἡ παραφυλακὴ τὸ τέλος. Ἔλπομαι μὲν οὖν ὑγιέα εἶναι τὸν Δημόκριτον καὶ δίχα ἰήσιος· εἰ δ᾿ ἄρα τι σφάλμα φύσιος ἢ καιροῦ ἢ ἄλλη τις αἰτίη γένοιτο, πολλὰ γὰρ ἡμέας θνητοὺς ἐόντας λάθοι, ἅτε μὴ πάγχυ δι᾿ ἀτρεκίης εὐτονέοντας, ἐπὶ τὸ ἄδηλον πᾶσαν χρεὼν δύναμιν ἠθροῖσθαι. Οὐ γὰρ ἀρκέεται ὁ κινδυνεύων οἷς δυνάμεθα, ἀλλ᾿ ἐπιθυμεῖ καὶ ἃ μὴ δυνάμεθα· καὶ σχεδὸν ἀεὶ πρὸς δύο στρατευόμεθα τέλεα, τὸ μὲν ἀνθρώπου, τὸ δὲ τέχνης, ὧν τὸ μὲν ἄδηλον, τὸ δὲ τῆς ἐπιστήμης ὥρισται. Δεῖ δὲ ἐν ἀμφοτέροισι τουτέοισι καὶ τύχης· τὸ γὰρ ἀτέκμαρτον ἐν τῇσι καθάρσεσι δι᾿ εὐλαβείης ἰατέον· καὶ γὰρ καὶ στομάχου κάκωσιν ὑφορώμεθα, καὶ ξυμμετρίην φαρμακείης πρὸς ἀγνοουμένην φύσιν στοχαζόμεθα· οὐ γὰρ ἡ αὐτὴ καὶ μία φύσις ἁπάντων, ἕτερον δ᾿ αἰεὶ πρὸς ἑωυτὴν ὁρίζουσα οἰκειοῖ, ἐνίοτε δὲ τὸ πᾶν ἀπώλεσεν. Καὶ ταῖσι βοτάναισι πολλὰ τῶν ἑρπετῶν ἐνιοβόλησε, καὶ περιχανόντα τῇ ἐντὸς αὔρῃ κάκωσιν ἀντ᾿ ἀλεξήσιος αὐτῇσι προσέπνευσεν, καὶ τούτου ἄγνοια ἔσται, εἰ μή τις ἄρα κηλὶς ἢ σπίλος ἢ ὀδμὴ θηριώδης καὶ ἀπηνὴς τοῦ γενομένου ξύμβολον φανείη· εἶθ᾿ ἡ τέχνη διὰ τὸ ξύμπτωμα τῆς τύχης τῆς κατορθώσιος ἀφήμαρτε. Βεβαιότεραι δ᾿ αἰεὶ αἱ δι᾿ ἐλλεβόρων διὰ τοῦτο καθάρσιές εἰσιν, αἷς καὶ Μελάμπους ἐπὶ τῶν Προίτου θυγατέρων καὶ Ἀντικυρεὺς ἐφ᾿ Ἡρακλέους ἱστορέονται κεχρῆσθαι. Μὴ χρησαίμεθα δὲ ἡμεῖς ἐπὶ Δημοκρίτεω μηδενὶ τουτέων, ἀλλὰ γένοιτο ἐκείνῳ τῶν δραστικωτάτων καὶ ἰητρικωτάτων φαρμάκων σοφίη τέλος. Ἔῤῥωσο.


[17] Ἱπποκράτης Δαμαγήτῳ χαίρειν.

Τοῦτ᾿ ἐκεῖνο, Δαμάγητε, ὅπερ εἰκάζομεν, οὐ παρέκοπτε Δημόκριτος, ἀλλὰ πάντα ὑπερεφρόνεε, καὶ ἡμᾶς ἐσωφρόνιζε καὶ δι᾿ ἡμέων πάντας ἀνθρώπους.
Ἐξέπεμψα δέ σοι, φιλότης, ὡς ἀληθέως τὴν Ἀσκληπιάδα νῆα, ᾗ πρόσθες μετὰ τοῦ ἁλίου ἐπίσημον καὶ ὑγιείην, ἐπεὶ κατὰ δαίμονα τῷ ὄντι ἱστιοδρόμηκε, καὶ ἐκείνῃ τῇ ἡμέρῃ κατέπλευσεν ἐς Ἄβδηρα, ᾗπερ αὐτέοισιν ἐπεστάλκειν ἀφίξεσθαι· πάντας οὖν ἀολλέας πρὸ τῶν πυλέων εὕρομεν, ὡς εἰκὸς, ἡμέας περιμένοντας, οὐκ ἄνδρας μόνους, ἀλλὰ καὶ γυναῖκας, ἔτι δὲ καὶ πρεσβύτας καὶ παιδία νὴ τοὺς θεοὺς κατηφέα καὶ τὰ νήπια· καὶ οὗτοι μέντοι ὧδε εἶχον ὡς ἐπὶ μαινομένῳ τῷ Δημοκρίτῳ, ὁ δὲ μετ᾿ ἀκριβείης τότε ὑπερεφιλοσόφεεν.
Ἐπεὶ δέ με εἶδον, ἔδοξάν που σμικρὸν ἐφ᾿ ἑωυτῶν γεγονέναι, καὶ χρηστὰς ἐλπίδας ἐποιεῦντο· ὁ δὲ Φιλοποίμην ἄγειν ἐπὶ τὴν ξενίην με ὥρμητο, κᾀκείνοισι ξυνεδόκεε τοῦτο.
Ἐγὼ δὲ, ὦ ἄνδρες, ἔφην, Ἀβδηρῖται, οὐδὲν ἔστι μοι προὔργου ἢ Δημόκριτον θεήσασθαι.
Οἱ δ᾿ ἐπῄνεον ἀκούσαντες, καὶ ἥσθησαν, ἦγόν τέ με ξυντόμως διὰ τῆς ἀγορῆς, οἱ μὲν ἑπόμενοι, οἱ δὲ προθέοντες ἑτέρωθεν ἕτεροι, σῶζε λέγοντες, βοήθει, θεράπευσον.
Κᾀγὼ παρῄνεον θαῤῥεῖν, ὡς τάχα μὲν οὐδενὸς ἐόντος κακοῦ πίσυνος ἐτησίῃσιν ὥρῃσιν, εἰ δ᾿ ἄρα καί τινος βραχέος, εὐδιορθώτου, καὶ ἅμα ταῦτα λέγων ᾔειν, οὐδὲ γὰρ πόῤῥω ἦν ἡ οἰκίη, μᾶλλον δ᾿ οὐδ᾿ ἡ πόλις ὅλη.
Παρῆμεν οὖν, πλησίον γὰρ τοῦ τείχεος ἐτύγχανεν, καὶ ἀνάγουσί με ἡσυχῇ, ἔπειτα κατόπιν τοῦ πύργου βουνὸς ἦν τις ὑψηλὸς, μακρῇσι καὶ δασείῃσιν αἰγείροισιν ἐπίσκιος· ἔνθεν τε ἐθεωρεῖτο τὰ τοῦ Δημοκρίτου καταγώγια, καὶ αὐτὸς ὁ Δημόκριτος καθῆστο ὑπό τινι ἀμφιλαφεῖ καὶ χθαμαλωτάτῃ πλατανίστῳ, ἐν ἐξωμίδι παχείῃ, μοῦνος, ἀνήλιφος, ἐπὶ λιθίνῳ θώκῳ, ὠχριηκὼς πάνυ καὶ λειπόσαρκος, κουριῶν τὰ γένεια.
Παρ᾿ αὐτὸν δ᾿ ἐπὶ δεξιῆς λεπτόῤῥυτον ὕδωρ κατὰ πρηνέος τοῦ λόφου θέον ἠρεμαίως ἐκελάρυζεν· ἦν δέ τι τέμενος ὑπὲρ ἐκεῖνον τὸν λόφον, ὡς ἐν ὑπονοίῃ κατεικάζοντι, νυμφέων ἱδρυμένον, αὐτοφύτοισιν ἐπηρεφὲς ἀμπέλοισιν.
Ὁ δ᾿ εἶχεν ἐν εὐκοσμίῃ πολλῇ ἐπὶ τοῖν γουνάτοιν βιβλίον, καὶ ἕτερα δέ τινα ἐξ ἀμφοῖν τοῖν μεροῖν αὐτέῳ παρεβέβλητο, σεσώρευτο δὲ καὶ ζῶα συχνὰ ἀνατετμημένα δι᾿ ὅλων.
Ὁ δὲ ὁτὲ μὲν ξυντόνως ἔγραφεν ἐγκείμενος, ὁτὲ δὲ ἠρέμει πάμπολύ τε ἐπέχων καὶ ἐν ἑωυτῷ μερμηρίζων· εἶτα μετ᾿ οὐ πολὺ, τουτέων ἑρδομένων, ἐξαναστὰς περιεπάτεε, καὶ τὰ σπλάγχνα τῶν ζώων ἐπεσκόπεε, καὶ καταθεὶς αὐτὰ μετελθὼν πάλιν ἐκαθέζετο.
Οἱ δὲ Ἀβδηρῖται περιεστῶτές με κατηφέες καὶ οὐ πόῤῥω τὰς ὄψιας δακρυόντων ἔχοντες φασὶν, ὁρῇς μέντοι τὸν Δημοκρίτου βίον, ὦ Ἱππόκρατες, ὡς μέμηνε, καὶ οὔτε ὅ τι θέλει οἶδεν οὔτε ὅ τι ἕρδει.
Καί τις αὐτέων ἔτι μᾶλλον ἐνδείξασθαι βουλόμενος τὴν μανίην αὐτοῦ, ὀξὺ ἀνεκώκυσεν εἴκελον γυναικὶ ἐπὶ θανάτῳ τέκνου ὀδυρομένῃ, εἶτ᾿ ἀνῴμωξε πάλιν ἄλλος ὑποκρινόμενος παροδίτην ἀπολέσαντά τι ὧν διεκόμιζε· καὶ ὁ Δημόκριτος ὑπακούων τὰ μὲν ἐμειδία, τὰ δὲ ἐξεγέλα, καὶ οὐκ ἔτι οὐδὲν ἔγραφεν, τὴν δὲ κεφαλὴν θαμινὰ ἐπέσειεν.
Ἐγὼ δὲ, ὑμεῖς μὲν, ἔφην, ὦ Ἀβδηρῖται, αὐτόθι μίμνετε, ἐγγυτέρω δ᾿ αὐτὸς καὶ λόγων καὶ σώματος τἀνδρὸς γενηθεὶς, ἰδών τε καὶ ἀκούσας εἴσομαι τοῦ πάθεος τὴν ἀλήθειαν· καὶ ταῦτ᾿ εἰπὼν κατέβαινον ἡσυχῇ.
Ἦν δὲ ὀξὺ καὶ ἐπίφορον ἐκεῖνο τὸ χωρίον· μόλις οὖν διαστηριζόμενος διῆλθον· ἐπεὶ δὲ ἐπλησίαζον, ἔτυχεν, ὅτε ἐπῆλθον αὐτέῳ, τι δή ποτε γράφων ἐνθουσιωδῶς καὶ μεθ᾿ ὁρμῆς.
Εἱστήκειν οὖν αὐτόθι περιμένων αὐτέου τὸν καιρὸν τῆς ἀναπαύσιος· ὁ δὲ μετὰ σμικρὸν τῆς φορῆς λήξας τοῦ γραφίου ἀνέβλεψέ τε ἐς ἐμὲ προσιόντα καὶ φησὶ, χαῖρε, ξένε.
Κᾀγὼ, πολλά γε καὶ σὺ, Δημόκριτε, ἀνδρῶν σοφώτατε.
Ὁ δὲ αἰδεσθεὶς, οἶμαι, ὅτι οὐκ ὀνομαστὶ προσεῖπέ με, σὲ δὲ, ἔφη, τί καλέομεν; ἄγνοια γὰρ τοῦ σοῦ ὀνόματος ἦν πρόφασις τῆς τοῦ ξένου προσηγορίας.
Ἱπποκράτης, ἔφην, ἔμοιγε τοὔνομα ὁ ἰητρός.
Ὁ δὲ εἶπεν, ἡ τῶν Ἀσκληπιαδῶν εὐγένεια πολύ τέ σου τὸ κλέος τῆς ἐν ἰητρικῇ σοφίης πεφοίτηκε καὶ ἐς ἡμέας ἀφῖκται.
Τί δὲ χρέος, ἑταῖρε, δεῦρό σε ἤγαγε; μᾶλλον δὲ πρὸ πάντων κάθησο· ὁρῇς δὲ ὡς ἔστιν οὗτος οὐκ ἀηδὴς φύλλων θῶκος ἔτι χλωρὸς καὶ μαλθακὸς, ἐγκαθίσαι προσηνέστερος τῶν τῆς τύχης ἐπιφθόνων θώκων.
Καθίσαντος δέ μου, πάλιν φησὶν, ἴδιον οὖν ἢ ἐπιδήμιον πρῆγμα διζήμενος δεῦρο ἀφῖξαι, φράζεο σαφέως· καὶ γὰρ ἡμεῖς ὅ τι δυναίμεθα συνεργοῖμεν ἄν.
Κᾀγὼ, τὸ μὲν κατ᾿ ἀλήθειαν, ἔφην, αἴτιον, δεῦρο σέο χάριν ἥκω ξυντυχεῖν σοφῷ ἀνδρί· ἔχει δὲ πρόφασιν ἡ πατρὶς, ἧς πρεσβείην τελέω.
Ὁ δὲ, ξενίῃ τοίνυν, φησὶ, τὰ πρῶτα κέχρησο ἡμετέρῃ.
Πειρεύμενος δὲ κᾀγὼ κατὰ πάντα τἀνδρὸς, καίπερ ἤδη μοι δήλου μὴ παρακόπτειν ἐόντος, Φιλοποίμενα οἶσθα, ἔφην, πολίτην ἐόντα ὑμέτερον; ὁ δὲ, καὶ μάλα, εἶπεν, τὸν Δάμωνος λέγεις υἱὸν, τὸν οἰκεῦντα παρὰ τὴν Ἑρμαΐδα κρήνην.
Τοῦτον, εἶπον, οὗ καὶ τυγχάνω ἐκ πατέρων ἴδιος ξένος· ἀλλὰ σὺ, Δημόκριτε, τῇ κρείσσονί με ξενίῃ δέχου, καὶ πρῶτόν γε τί τοῦτο τυγχάνεις γράφων φράζε.
Ὁ δ᾿ ἐπισχὼν ὀλίγον, περὶ μανίης, ἔφη.
Κᾀγώ, ὦ Ζεῦ βασιλεῦ, φημὶ, εὐκαίρως γε ἀντιγράφεις πρὸς τὴν πόλιν.
Ὁ δὲ, ποίην, φησὶ, πόλιν, Ἱππόκρατες; ἐγὼ δὲ, οὐδὲν, ἔφην, ὦ Δημόκριτε, ἀλλ᾿ οὐκ οἶδ᾿ ὅπως προὔπεσον· ἀλλὰ τί περὶ μανίης γράφεις; Τί γὰρ, εἶπεν, ἄλλο, πλὴν ἥτις τε εἴη, καὶ ὅκως ἀνθρώποισιν ἐγγίνεται, καὶ τίνα τρόπον ἀπολωφέοιτο· τά τε γὰρ ζῶα ταῦτα ὁκόσα, ἔφη, ὁρῇς, τουτέου μέντοι γε ἀνατέμνω εἵνεκα, οὐ μισέων θεοῦ ἔργα, χολῆς δὲ διζήμενος φύσιν καὶ θέσιν· οἶσθα γὰρ ἀνθρώπων παρακοπῆς ὡς αἰτίη ἐπιτοπολὺ αὕτη πλεονάσασα, ἐπεὶ πᾶσι μὲν φύσει ἐνυπάρχει, ἀλλὰ παρ᾿ οἷς μὲν ἔλαττον, παρ᾿ οἷς δέ τι πλέον· ἡ δ᾿ ἀμετρίη αὐτέης νοῦσοι τυγχάνουσιν, ὡς ὕλης ὁτὲ μὲν ἀγαθῆς, ὁτὲ δὲ φαύλης ὑποκειμένης.
Κᾀγὼ, νὴ Δία, ἔφην, ὦ Δημόκριτε, ἀληθέως γε καὶ φρονίμως λέγεις, ὅθεν εὐδαίμονά σε κρίνω τοσαύτης ἀπολαύοντα ἡσυχίης· ἡμῖν δὲ μετέχειν ταύτης οὐκ ἐπιτέτραπται.
Ἐρεομένου δὲ διὰ τί, ὦ Ἱππόκρατες, οὐκ ἐπιτέτραπται; ὅτι, ἔφην, ἢ ἀγροὶ ἢ οἰκίη ἢ τέκνα ἢ δάνεια ἢ νοῦσοι ἢ θάνατοι ἢ δμῶες ἢ γάμοι ἢ τοιαῦτά τινα τὴν εὐκαιρίην ὑποτάμνεται.
Ἐνταῦθα δὴ ὁ ἀνὴρ εἰς τὸ εἰωθὸς πάθος κατηνέχθη, καὶ μάλα ἀθρόον τι ἀνεκάγχασε, καὶ ἐπετώθασε, καὶ τὸ λοιπὸν ἡσυχίην ἦγεν.
Κᾀγὼ, τί μέντοι, Δημόκριτε, ἔφην, γελᾷς; πότερον τὰ ἀγαθὰ ὧν εἶπον, ἢ τὰ κακά; ὁ δὲ ἔτι μᾶλλον ἐγέλα, καὶ ἄποθεν ὁρεῦντες οἱ Ἀβδηρῖται, οἱ μὲν τὰς κεφαλὰς αὐτέων ἔπαιον, οἱ δὲ τὰ μέτωπα, οἱ δὲ τὰς τρίχας ἔτιλλον· καὶ γὰρ, ὡς ὕστερον ἔφησαν, πλεονάζοντι παρὰ τὸ εἰωθὸς τῷ γέλωτι ἐχρήσατο.
Ὑποτυχὼν δ᾿ ἐγὼ, ἀλλὰ μὴν, ἔφην, σοφῶν ἄριστε, Δημόκριτε, ποθέω γὰρ αἰτίην τοῦ περὶ σὲ πάθεος καταλαβέσθαι, τίνος ἄξιος ἐφάνην ἐγὼ γέλωτος, ἢ τὰ λεχθέντα, ὅκως μαθὼν παύσομαι τῆς αἰτίης, ἢ σὺ ἐλεγχθεὶς διακρούσῃ τοὺς ἀκαίρους γέλωτας.
Ὁ δὲ, Ἡράκλεις, ἔφη, εἰ γὰρ δυνήσῃ με ἐλέγξαι, θεραπείην θεραπεύσεις, οἵην οὐδένα οὐδεπώποτε, ὦ Ἱππόκρατες.
Καὶ πῶς οὐκ ἐλεγχθείης, ἔφην, ὦ ἄριστε; ἢ οὐκ οἴῃ ἄτοπός γε εἶναι γελῶν ἀνθρώπου θάνατον ἢ νοῦσον ἢ παρακοπὴν ἢ μανίην ἢ μελαγχολίην ἢ σφαγὴν ἢ ἄλλο τι χεῖρον; ἢ τοὔμπαλιν γάμους ἢ πανηγύριας ἢ τεκνογονίην ἢ μυστήρια ἢ ἀρχὰς καὶ τιμὰς ἢ ἄλλο τι ὅλως ἀγαθόν; καὶ γὰρ ἃ δέον οἰκτείρειν γελᾷς, καὶ ἐφ᾿ οἷσιν ἥδεσθαι χρὴ, καταγελᾷς τουτέων, ὥστε μήτε ἀγαθὸν μήτε κακὸν παρὰ σοὶ διακεκρίσθαι.
Ὁ δὲ, ταῦτα μὲν, ἔφη, εὖ λέγεις, ὦ Ἱππόκρατες, ἀλλ᾿ οὐκ οἶσθά πω τοῦ ἡμετέρου γέλωτος αἰτίην, μαθὼν δ᾿ εὖ οἶδ᾿ ὅτι κρέσσονα τῆς πρεσβείης ἀντιφορτισάμενος ἀποίσεις θεραπείην τὸν ἐμὸν γέλωτα τῇ πατρίδι καὶ ἑωυτέῳ, καὶ τοὺς ἄλλους δυνήσῃ σωφρονίζειν· ἀνθ᾿ ὧν ἴσως κᾀμὲ διδάξεις ἰητρικὴν ἀμοιβηδὸν, γνοὺς ὅσῃ σπουδῇ περὶ τὰ ἀσπούδαστα, φιλοτιμεύμενοι πρήσσειν τὰ μηδενὸς ἄξια, πάντες ἄνθρωποι τὸν βίον ἀναλίσκουσι, γελώτων ἄξια διοικεῦντες.
Ἐγὼ δέ φημι, λέγε πρὸς θεῶν, μήποτε γὰρ διαλανθάνῃ ἅπας ὁ κόσμος νοσέων, καὶ οὐκ ἔχει ὅκου διαπέμψηται πρεσβείην πρὸς θεραπείην· τί γὰρ ἂν εἴη ἔξω αὐτέου; ὁ δ᾿ ὑπολαβὼν, πολλαί γε, φησὶν, ἀπειρίαι κόσμων εἰσὶν, Ἱππόκρατες, καὶ μηδαμῶς, ἑταῖρε, κατασμικρολόγει πλουσίην τὴν φύσιν ἐοῦσαν.
Ἀλλὰ ταῦτα μὲν, ἔφην, Δημόκριτε, διδάξεις ἐν ἰδίῳ καιρῷ, εὐλαβέομαι γὰρ μή πως καὶ τὴν ἀπειρίην διεξιὼν γελᾷν ἄρξῃ· ἴσθι δὲ νῦν περὶ τοῦ σέο γέλωτος τῷ βίῳ λόγον δώσων.
Ὁ δὲ μάλα τρανὸν ἐπιδών μοι, δύο, φησὶ, τοῦ ἐμοῦ γέλωτος αἰτίας δοκέεις, ἀγαθὰ καὶ φαῦλα· ἐγὼ δὲ ἕνα γελῶ τὸν ἄνθρωπον, ἀνοίης μὲν γέμοντα, κενεὸν δὲ πρηγμάτων ὀρθῶν, πάσῃσιν ἐπιβουλῇσι νηπιάζοντα, καὶ μηδεμιῆς ἕνεκεν ὠφελείης ἀλγέοντα τοὺς ἀνηνύτους μόχθους, πείρατα γῆς καὶ ἀορίστους μυχοὺς ἀμέτροισιν ἐπιθυμίῃσιν ὁδεύοντα, ἄργυρον τήκοντα καὶ χρυσὸν, καὶ μὴ παυόμενον τῆς κτήσιος ταύτης, αἰεὶ δὲ θορυβεύμενον περὶ τὸ πλέον, ὅκως αὐτοῦ ἐλάσσων μὴ γένηται· καὶ οὐδὲν αἰσχύνεται λεγόμενος εὐδαίμων, ὅτι χάσματα γῆς ὀρύσσει δεσμίων χερσὶν, ὧν οἱ μὲν ὑπὸ σομφῆς ἐπιπεσούσης τῆς γῆς ἐφθάρησαν, οἱ δὲ πολλῷ χρόνῳ ταύτην ἔχοντες τὴν ἀνάγκην ὡς ἐν πατρίδι τῇ κολάσει παραμένουσιν, ἀργύριον καὶ χρυσίον μαστεύοντες, ἴχνη κόνιος καὶ ψήγματα ἐρευνῶντες, ψάμμον ἄλλην ἀλλαχόθεν ἀγείροντες, καὶ τῆς γῆς φλέβας ἐκτέμνοντες, ἐς περιουσίην αἰεὶ βωλοκοπέοντες, ποιέοντες ἐκ γῆς τῆς μητρὸς πολεμίην γῆν, καὶ τὴν αὐτὴν ἐοῦσαν καὶ θαυμάζουσι καὶ πατέουσιν· ὅσος γέλως, ἐπιμόχθου καὶ κρυφίης γῆς ἐρῶσι τὴν φανερὴν ὑβρίζοντες.
Κύνας ὠνεῦνται, οἱ δ᾿ ἵππους, οἱ δὲ χώρην πολλὴν περιορίζοντες ἰδίην ἐπιγράφουσιν, καὶ πολλῆς ἐθέλοντες δεσπόζειν οὐδὲ αὐτέων δύνανται· γαμεῖν σπεύδουσιν, ἃς μετ᾿ ὀλίγον ἐκβάλλουσιν, ἐρῶσιν, εἶτα μισέουσι, μετ᾿ ἐπιθυμίης γεννῶσιν, εἶτ᾿ ἐκβάλλουσι τελείους.
Τίς ἡ κενὴ σπουδὴ καὶ ἀλόγιστος, μηδὲν μανίης διαφέρουσα; πολεμοῦσιν ἔμφυλον, ἠρεμίην οὐχ αἱρετίζοντες· ἀντενεδρεύουσι βασιλέας, ἀνδροφονέουσι, γῆν ὀρύσσοντες ἀργύριον ζητοῦσιν, ἀργύριον εὑρόντες γῆν ἐθέλουσι πρίασθαι, ὠνησάμενοι γῆν καρποὺς πιπράσκουσι, καρποὺς ἀποδόμενοι πάλιν ἀργύριον λαμβάνουσιν.
Ἐν ὅσῃσι μεταβολῇσιν εἰσὶν, ἐν ὅσῃ κακίῃ· οὐσίην μὴ ἔχοντες οὐσίην ποθέουσιν, ἔχοντες κρύπτουσιν, ἀφανίζουσιν.
Καταγελῶ ἐφ᾿ οἷσι κακοπραγέουσιν, ἐπιτείνω τὸν γέλωτα ἐφ᾿ οἷς δυστυχέουσι, θεσμοὺς γὰρ ἀληθείης παραβεβήκασι, φιλονεικέοντες ἔχθρῃ πρὸς ἀλλήλους, δῆριν ἔχουσι μετὰ ἀδελφεῶν καὶ τοκήων καὶ πολιτέων, καὶ ταῦτα ὑπὲρ τοιουτέων κτημάτων ὧν οὐδεὶς θανὼν δεσπότης ἐστὶν, ἀλληλοκτονέουσιν, ἀθεσμόβια φρονεῦντες φίλων καὶ πατρίδων ἀπορίην ὑπερορῶσι, πλουτίζουσι τὰ ἀνάξια καὶ τὰ ἄψυχα, ὅλης τῆς οὐσίης ἀνδριάντας ὠνέονται, ὅτι δοκέει λαλεῖν τὸ ἄγαλμα, τοὺς δὲ ἀληθέως λαλέοντας μισεῦσιν.
Τῶν μὴ ῥηϊδίων ἐφίενται· καὶ γὰρ ἤπειρον οἰκεῦντες θάλασσαν ποθέουσι, καὶ πάλιν ἐν νήσοισιν ἐόντες ἠπείρων γλίχονται, καὶ πάντα διαστρέφουσιν ἐς ἰδίην ἐπιθυμίην.
Καὶ δοκέουσι μὲν ἐν πολέμῳ ἀνδρείην ἐπαινέεσθαι, νικῶνται δὲ καθ᾿ ἡμέρην ὑπὸ τῆς ἀσελγείης, ὑπὸ τῆς φιλαργυρίης, ὑπὸ τῶν παθέων πάντων, ἃ νοσέουσι.
Θερσῖται δ᾿ εἰσὶ τοῦ βίου πάντες.
Τί δὲ τὸν ἐμὸν, Ἱππόκρατες, ἐμέμψω γέλωτα; οὐ γὰρ αὐτός τις τῆς ἰδίης ἀνοίης, ἀλλὰ ἄλλος ἄλλου καταγελᾷ, οἱ μὲν τῶν μεθυόντων, ὅταν αὐτοὶ δοκέωσι νήφειν, οἱ δὲ τῶν ἐρώντων, χαλεπωτέρην νοῦσον νοσεῦντες αὐτοὶ, οἱ δὲ τῶν πλεόντων, ἄλλοι δὲ τῶν περὶ γεωργίην ἀσχοληθέντων· οὐ συμφωνέουσι γὰρ οὔτε ταῖς τέχναις οὔτε τοῖς ἔργοις.
Ἐγὼ δὲ, ταῦτα μὲν, ἔφην, κρήγυα, Δημόκριτε, οὐδ᾿ ἄλλος τις ἂν εἴη λόγος ἁρμοδιώτερος ἐξαγγέλλων ταλαιπωρίην θνητῶν· ἀλλ᾿ αἱ πρήξιες νομοθετέουσι τὴν ἀναγκαίην, οἰκονομίης τε εἵνεκα καὶ ναυπηγίης καὶ τῆς ἑτέρης πολιτείης, ἐν ᾗ χρεὼν εἶναι τὸν ἄνθρωπον· οὐ γὰρ εἰς ἀργίην αὐτὸν ἡ φύσις ἐγέννησεν· ἐκ τουτέων δὲ πάλιν φιλοδοξίη χυθεῖσα ἔσφηλε πολλῶν ὀρθογνώμονα ψυχὴν, σπουδαζόντων μὲν ἅπαντα ὡς ἐπὶ ἀδιαπτωσίῃ, μὴ κατευτονεόντων δὲ τὴν ἀδηλότητα προορῆσθαι.
Ἤ που γάρ τις, ὦ Δημόκριτε, γαμέων ἢ χωρισμὸν ἢ θάνατον προσεδόκησεν; τίς δ᾿ ὁμοίως παιδοτροφέων ἀπώλειαν; ἀλλ᾿ οὐδ᾿ ἐν γεωργίῃ καὶ πλόῳ καὶ βασιλείῃ καὶ ἡγεμονίῃ καὶ πάνθ᾿ ὅσ᾿ ὑπάρχει κατὰ τὸν αἰῶνα· οὐδεὶς γὰρ προϋπέλαβε πταῖσαι, ἀλλ᾿ ἀγαθῇσιν ἕκαστος τουτέων ἐλπίσι φέρβεται, τῶν δὲ χερειόνων οὐ μέμνηται· μή ποτ᾿ οὖν ὁ σὸς γέλως τουτέοισιν ἀνάρμοστος; Ὁ δὲ Δημόκριτος, μάλα, ἔφη, νωθὴς τὸν νόον ὑπάρχεις, καὶ μακρήν γε τῆς ἐμῆς γνώμης ἀπόδημος, Ἱππόκρατες, ἀταραξίης καὶ ταραχῆς μέτρα μὴ ἐπισκοπέων, δι᾿ ἄγνοιαν.
Ταῦτα γὰρ αὐτὰ διανοίῃ φρενήρει διοικέοντες, αὐτοί τε ῥηϊδίως ἀπηλλάσσοντο, καὶ τὸν ἐμὸν ἐλώφεον γέλωτα.
Νῦν δ᾿ ὡς ἐπαρηρόσι τοῖσιν ἐν τῷ βίῳ φρενοβλαβέες τετύφωνται ἀσυλλογίστῳ διανοίῃ τῆς ἀτάκτου φορῆς, δυσδίδακτοι· νουθεσίη γὰρ αὐτάρκης ὑπῆρχεν ἡ τῶν ξυμπάντων μεταβολὴ, ὀξείῃσι τροπῇσιν ἐμπίπτουσα, αἰφνίδιον τροχηλασίην παντοίην ἐννοέουσα.
Οἱ δ᾿ ὡς ἐπ᾿ ἀρηρυίῃ καὶ βεβαίῃ ἐκλελησμένοι παθέων κατὰ τὸ ξυνεχὲς ἐμπιπτόντων ἄλλοτε ἄλλως ποθεῦντες τὰ λυπέοντα, διζήμενοι τὰ μὴ ξυμφέροντα, ἐγκαλινδεῦνται πολλῇσι ξυμφορῇσιν.
Εἰ δέ τις ἐμερμήριζεν κατὰ δύναμιν ἰδίην τὰ ξύμπαντα ἕρδειν, ἀδιάπτωτον ἐφρούρεε ζωὴν, ἑωυτὸν ἐξεπιστάμενος, καὶ ξύγκρισιν ἰδίην σαφέως κατανοήσας, καὶ μὴ τῆς ἐπιθυμίης τὴν σπουδὴν ἀόριστον ἐκτείνων, τὴν δὲ πλουσίην φύσιν καὶ πάντων τιθηνὸν δι᾿ αὐταρκείης ὁρέων.
Καθάπερ δ᾿ ἡ τῶν παχέων εὐεξίη κίνδυνος πρόδηλος, οὕτω τὸ μέγεθος τῶν εὐτυχημάτων σφαλερόν ἐστιν· ἀρίσημοι δ᾿ ἐν τῇσι κακοδαιμονίῃσι ξυνθεωρεῦνται.
Ἄλλοι δὲ τὰ τῶν παλαιῶν μὴ ἱστορέοντες ὑπὸ τῆς ἰδίης κακοπραγίης ἀπώλοντο, τὰ δῆλα καθάπερ ἄδηλα μὴ προθεωρεῦντες, ὑπόδειγμα τὸν μακρὸν βίον ἔχοντες γενομένων καὶ μὴ γενομένων, ἐξ ὧν καὶ τὸ ἐσόμενον ἐχρῆν κατανοῆσαι.
Ταῦθ᾿ ὁ ἐμὸς γέλως, ἄφρονες ἄνθρωποι, πονηρίης δίκας ἐκτίνοντες, φιλαργυρίης, ἀπληστίης, ἔχθρης, ἐνέδρης, ἐπιβουλίης, βασκανίης, ἀργαλέον ἐξειπεῖν πολυμηχανίην κακῶν, ἀπειρίη γάρ τίς ἐστι κᾀν τουτέοισι, δολοπλοκίῃσιν ἀνθαμιλλεῦντες, σκολιόφρονες· ἀρετῆς δὲ παρ᾿ αὐτοῖσι τρόπος ἐστὶ τὸ χέρειον, φιλοψευδίην γὰρ ἀσκέουσι, φιληδονίην κοσμέουσι, νόμοισιν ἀπιθεῦντες· ὁ δὲ αὐτέων κατακρίνει τὴν ἀπροαιρεσίην, μήτε ὁρήσιος μήτε ἀκοῆς μετέχοντας· μούνη δ᾿ αἴσθησις ἀνθρώπου ἀτρεκείῃ διανοίης τηλαυγὴς, τό τε ἐὸν καὶ τὸ ἐσόμενον προορεομένη.
Δυσαρεστεῦνται πᾶσι, καὶ πάλιν τοῖσιν αὐτέοισιν ἐμπελάζονται, ἀρνησάμενοι πλόον πλέουσι, γεωργίην ἀπειπάμενοι αὖθις γεωργεῦσιν, ἐκβάλλοντες γαμετὴν ἑτέρην εἰσάγονται, γεννήσαντες ἔθαψαν, θάψαντες ἐγέννησαν, πάλιν τρέφουσι, γῆρας ηὔξαντο, ἐς αὐτὸ δ᾿ ἀφικόμενοι στενάζουσιν, ἐν οὐδεμιῇ καταστάσει βέβαιον ἔχοντες τὴν γνώμην· ἡγεμόνες καὶ βασιλέες μακαρίζουσι τὸν ἰδιώτην, ὁ δὲ ἰδιώτης ὀρέγεται βασιλείης, ὁ πολιτευόμενος τὸν χειροτεχνεῦντα ὡς ἀκίνδυνον, ὁ δὲ χειροτέχνης ἐκεῖνον ὡς εὐτονεῦντα· κατὰ πάντων.
Τὴν γὰρ ὀρθὴν κέλευθον τῆς ἀρετῆς οὐ θεωρεῦσι καθαρὴν καὶ λείην καὶ ἀπρόσπταιστον, εἰς ἣν οὐδεὶς τετόλμηκεν ἐμβαίνειν· φέρονται δὲ ἐπὶ τὴν ἀπειθῆ καὶ σκολιὴν, τρηχυβατέοντες, καταφερόμενοι καὶ προσκόπτοντες, οἱ δὲ πλεῖστοι ἐκπίπτοντες, ἀσθμαίνοντες ὡς διωκόμενοι, ἐρίζοντες, ὑστερέοντες, προηγεύμενοι.
Καὶ οὓς μὲν αὐτέων ἔρωτες ἀτάσθαλοι ὑποπεπρήκασιν ἀλλοτρίης φῶρας εὐνῆς, ἀναιδείῃ πισύνους· οὓς δὲ τήκει φιλαργυρίη νοῦσος ἀόριστος· οἱ δ᾿ ἀλλήλοισιν ἀντεπιτίθενται· οἱ δ᾿ ὑπὸ φιλοδοξίης ἐς ἠέρα ἀνενεχθέντες βρίθει κακίης ἐς βυθὸν ἀπωλείης καταφέρονται.
Κατασκάπτουσιν, εἶτα ἐποικοδομέουσι, χαρίζονται, εἶτα μετανοοῦσι, καὶ ἀφαιρεῦνται τὰ φιλίης δίκαια, κακοπραγεῦντες ἐς ἔχθρην, τὰ ξυγγενείης πολεμοποιεῦντες, καὶ τουτέων πάντων αἰτίη ἡ φιλαργυρίη.
Τί νηπίων ἀθυρόντων διαφέρουσι, παρ᾿ οἷσιν ἄκριτος μὲν ἡ γνώμη, τὸ δὲ προσπεσὸν τερπνόν; Ἐν δὲ τοῖσι θυμοῖσι τί περισσὸν ζώοισιν ἀλόγοισι παραλελοίπασιν; πλὴν ὅτι ἐν αὐταρκείῃ μένουσιν οἱ θῆρες.
Τίς γὰρ λέων ἐς γῆν κατέκρυψε χρυσόν; τίς ταῦρος πλεονεξίην ἐκορύσατο; τίς πάρδαλις ἀπληστίην κεχώρηκε; διψῇ μὲν ἄργιος σῦς, ὅσον ὕδατος ὠρέχθη· λύκος δὲ δαρδάψας τὸ προσπεσὸν τῆς ἀναγκαίης τροφῆς ἀναπέπαυται· ἡμέρῃσι δὲ καὶ νυξὶ ξυναπτομένῃσιν οὐκ ἔχει θοίνης κόρον ὤνθρωπος.
Καὶ χρόνων μὲν ἐνιαυσίων τάξις ὀχείης ἀλόγων τέρμα ἐστὶν, ὁ δὲ τὸ διηνεκὲς οἰστρομανίην ἔχει τῆς ἀσελγείης.
Ἱππόκρατες, μὴ γελάσω τὸν κλαίοντα δι᾿ ἔρωτα, ὅτι ξυμφερόντως ἀποκέκλεισται, μάλιστα δ᾿ ἢν ῥιψοκίνδυνος ᾖ, καὶ φέρηται κατὰ κρημνῶν ἢ βυθῶν πελάγους, ἐπιτενῶ τὸν γέλωτα; μὴ γελάσω τὸν τὴν νῆα πολλοῖσι φορτίοισι βαπτίσαντα, εἶτα μεμφόμενον τῇ θαλάσσῃ ὅτι κατεβύθισεν αὐτὴν πλήρεα; ἐγὼ μὲν οὐδ᾿ ἀξίως δοκέω γελῇν, ἐξευρεῖν δὲ κατ᾿ αὐτέων ἤθελόν τι λυπηρόν· ἀλλ᾿ οὐδὲ ἰητρικὴν ὑπὲρ τουτέων ἐχρῆν εἶναι, μήτε τεχνώμενον παιήονα φάρμακα· ὁ σὸς πρόγονος Ἀσκληπιὸς νουθεσίη σοι γινέσθω, σώζων ἀνθρώπους κεραυνοῖσιν ηὐχαρίστηται.
Οὐχ ὁρῇς ὅτι κᾀγὼ τῆς κακίης μοῖρα εἰμὶ, μανίης διζήμενος αἰτίην, ζῶα κατακτείνω καὶ ἀνατέμνω; ἐχρῆν δὲ ἐξ ἀνθρώπων τὴν αἰτίην ἐρευνῆσαι.
Οὐχ ὁρῇς ὅτι καὶ ὁ κόσμος μισανθρωπίης πεπλήρωται; ἄπειρα κατ᾿ αὐτέων πάθεα ξυνήθροικεν· ὅλος ὁ ἄνθρωπος ἐκ γενετῆς νοῦσος ἐστὶ, τρεφόμενος, ἄχρηστος, ἱκέτης βοηθείης· αὐξανόμενος, ἀτάσθαλος, ἄφρων, διὰ χειρὸς παιδαγωγίης· ἀκμάζων, θρασύς· παρακμάζων, οἰκτρὸς, τοὺς ἰδίους πόνους ἀλογιστίῃ γεωργήσας· ἐκ μητρῴων γὰρ λύθρων ἐξέθορε τοιοῦτος.
Διὰ τοῦτο οἱ μὲν θυμικοὶ καὶ ὀργῆς ἀμέτρου γέμοντες, ἐν ξυμφορῇσι καὶ μάχῃσι, οἱ δ᾿ ἐν φθορῇσι καὶ μοιχείῃσι διὰ παντὸς, οἱ δ᾿ ἐν μέθῃσιν, οἱ δ᾿ ἐν ἐπιθυμίῃσι τῶν ἀλλοτρίων, οἱ δ᾿ ἐν ἀπωλείῃσι τῶν σφετέρων.
Ὄφελον δύναμις ὑπῆρχε τὰς ἁπάντων οἰκήσιας ἀνακαλύψαντα μηδὲν ἀφεῖναι τῶν ἐντὸς παρακάλυμμα, εἶθ᾿ οὕτως ὁρῇν τὰ πρησσόμενα ἔνδον· ἴδωμεν ἂν οὓς μὲν ἐσθίοντας, οὓς δὲ ἐμέοντας, ἑτέρους δ᾿ αἰκίῃσι στρεβλέοντας, τοὺς δὲ φάρμακα κυκῶντας, τοὺς δὲ ξυννοέοντας ἐπιβουλίην, τοὺς δὲ ψηφίζοντας, ἄλλους χαίροντας, τοὺς δὲ κλαίοντας, τοὺς δὲ ἐπὶ κατηγορίην φίλων ξυγγράφοντας, τοὺς δὲ διὰ φιλοδοξίην ἔκφρονας.
Καὶ τά γε ἔτι βαθύτερα, αἱ πρήξιες τῶν κατὰ ψυχὴν κευθομένων, καὶ τουτέων ὁκόσοι μὲν νέοι, ὁκόσοι δὲ πρεσβῦται, αἰτεῦντες, ἀρνεόμενοι, πενόμενοι, περιουσιάζοντες, λιμῷ θλιβόμενοι, οἱ δὲ ἀσωτίῃ βεβαρυμένοι, ῥυπῶντες, δέσμιοι, οἱ δὲ τρυφῇσι γαυριῶντες, τρέφοντες, ἄλλοι σφάζοντες, ἄλλοι θάπτοντες, ὑπερορέοντες ἃ ἔχουσι, πρὸς τὰς ἐλπιζομένας κτήσιας ὡρμημένοι, οἱ μὲν ἀναίσχυντοι, οἱ δὲ φειδωλοὶ, οἱ δὲ ἄπληστοι, οἱ μὲν φονεῦντες, οἱ δὲ τυπτόμενοι, οἱ δὲ ὑπερηφανεῦντες, οἱ δὲ ἐπτοημένοι κενοδοξίῃ· καὶ οἱ μὲν ἵπποισι παρεστεῶτες, οἱ δὲ ἀνδράσιν, οἱ δὲ κυσὶν, οἱ δὲ λίθοισιν ἢ ξύλοισιν, οἱ δὲ χαλκῷ, οἱ δὲ γραφῇσι· καὶ οἱ μὲν ἐν πρεσβείαις, οἱ δὲ ἐν στρατηγίῃσιν, οἱ δὲ ἐν ἱερωσύνῃσιν, οἱ δὲ στεφανηφορέοντες, οἱ δὲ ἔνοπλοι, οἱ δ᾿ ἀποκτεινόμενοι.
Φέρονται δὲ τουτέων ἕκαστοι, οἱ μὲν ἐπὶ ναυμαχίην, οἱ δὲ ἐπὶ στρατείην, οἱ δὲ ἐπ᾿ ἀγροικίην, ἕτεροι δὲ ἐπὶ φορτίδας ναῦς, οἱ δὲ ἐς ἀγορὴν, ἕτεροι δ᾿ ἐπ᾿ ἐκκλησίην, οἱ δὲ ἐπὶ θέητρον, οἱ δὲ ἐς φυγὴν, ἄλλοι δὲ ἀλλαχόσε· καὶ οἱ μὲν ἐς φιληδονίην καὶ ἡδυπαθείην καὶ ἀκρασίην, οἱ δὲ ἐς ἀργίην καὶ ῥᾳθυμίην.
Τὰς ἀναξίους οὖν καὶ δυστήνους ψυχὰς ὁρεῦντες καὶ τοσαύτας, πῶς μὴ χλευάσωμεν τὸν τοιήνδε ἀκρασίην ἔχοντα βίον αὐτέων; κάρτα γὰρ ἔλπομαι μηδὲ τὴν σὴν ἰητρικὴν ἁνδάνειν αὐτέοισιν· δυσαρεστέονται γὰρ ὑπ᾿ ἀκρασίης ἅπασι, καὶ μανίην τὴν σοφίην νομίζουσιν.
Ἤπου γὰρ ὑπονοέω σαφέως λωβᾶσθαί σου τὰ πολλὰ τῆς ἐπιστήμης ἢ διὰ φθόνον ἢ δι᾿ ἀχαριστίην· οἵ τε γὰρ νοσέοντες ἅμα τῷ σώζεσθαι τὴν αἰτίην θεοῖσιν ἢ τύχῃ προσνέμουσι· πολλοὶ δὲ τῇ φύσει προσάψαντες, ἐχθαίρουσι τὸν εὐεργετήσαντα, μικροῦ δεῖν προσαγανακτεῦντες, εἰ νομίζονται χρεωφειλέται· οἵ τε πολλοὶ τὸ τῆς ἀτεχνίης ἐφ᾿ ἑωυτέοισιν ἔχοντες, ἀΐδριες ἐόντες, καθαιροῦσι τὸ κρέσσον· ἐν ἀναισθήτοισι γάρ εἰσιν αἱ ψῆφοι· οὔτε δ᾿ οἱ πάσχοντες συνομολογέειν ἐθέλουσιν, οὔτε οἱ ὁμοτεχνεῦντες μαρτυρέειν· φθόνος γὰρ ἐνίσταται.
Οὐκ ἀπείρῳ σοὶ τῶν τοιαυτέων λεσχέων ταῦτα σαφέω, εἰδὼς ἐν ἀναξιοπαθείῃσι σὲ πολλάκις γενηθέντα καὶ οὐ δι᾿ οὐσίην ἢ βασκανίην φιλοτωθάσσοντα· ἀτρεκίης γὰρ οὐδεμία οὔτε γνῶσις οὔτε μαρτυρίη.
Ἐπεμειδία δὲ λέγων ταῦτα, καί μοι, Δαμάγητε, θεοειδής τις κατεφαίνετο, καὶ τὴν προτέρην αὐτέου μορφὴν ἐξελελήσμην· καὶ φημὶ, ὦ Δημόκριτε μεγαλόδοξε, μεγάλας γε τῶν σῶν ξενίων δωρεὰς εἰς Κῶ ἀποίσομαι· πολλοῦ γάρ με τῆς σῆς σοφίης θαυμασμοῦ πεπλήρωκας· ἀπονοστέω δέ σου κῆρυξ ἀληθείην ἀνθρωπίνης φύσιος ἐξιχνεύσαντος καὶ νοήσαντος.
Θεραπείην δὲ λαβὼν παρὰ σεῦ τῆς ἐμῆς διανοίης, ἀπαλλάσσομαι, τῆς ὥρης τοῦτο ἀπαιτεούσης καὶ τῆς τοῦ σώματος τημελείης· αὔριον δὲ καὶ κατὰ τὸ ἑξῆς ἐν ταὐτῷ γενησόμεθα.
Ἀνιστάμην ταῦτα εἰπὼν, καὶ ὃς ἦν ἕτοιμος ἐπακολουθεῖν, προσελθόντι δέ τινι, οὐκ οἶδ᾿ ὁκόθεν, ἀπεδίδου τὰ βιβλία.
Κᾀγὼ ξυντονώτερον ἤπειξα, καὶ πρὸς τοὺς ὄντως Ἀβδηρίτας ἐπὶ τῇ σκοπιῇ ἀναμένοντάς με, ἄνδρες, ἔφην, τῆς πρὸς ἐμὲ πρεσβείης χάρις ὑμῖν πολλή· Δημόκριτον γὰρ εἶδον, ἄνδρα σοφώτατον, σωφρονίζειν ἀνθρώπους μοῦνον δυνατώτατον.
Ταῦτ᾿ ἔχω σοι περὶ Δημοκρίτεω, Δαμάγητε, φράζειν γηθοσύνως πάνυ.
Ἔῤῥωσο.


[18] Δημόκριτος Ἱπποκράτει εὖ πράττειν.

Ἐπῆλθες ἡμῖν ὡς μεμηνόσιν, ὦ Ἱππόκρατες, ἐλλέβορον δώσων, πεισθεὶς ἀνοήτοις ἀνδράσι, παρ᾿ οἷσιν ὁ πόνος τῆς ἀρετῆς μανίη κρίνεται. Ἐτυγχάνομεν δὲ περὶ κόσμου διαθέσιος καὶ πολογραφίης, ἔτι τε ἄστρων οὐρανίων ξυγγράφοντες. Γνοὺς δὲ τὴν ἐπὶ τούτοις φύσιν, ὡς ἀκεραίως κάρτα εἴη ἐπιδεδημιουργημένα καὶ ὡς τηλοῦ μανίης καὶ παραφρονήσιος καθεστήκοι, ἐμοῖο μὲν φύσιν ἐπῄνεσας, ἀπηνέας δὲ καὶ μεμηνότας κείνους ἔκρινας. Ὁκόσα γὰρ ἰνδαλμοῖσι διαλλάττοντα ἀνὰ τὸν ἠέρα πλάζει ἡμέας, ἃ δὴ κόσμῳ ξυνεώραται καὶ ἀμειψιρυσμέοντα τέτευχε, ταῦτα νόος ἐμὸς φύσιν ἐρευνήσας ἀτρεκέως ἐς φάος ἤγαγεν· μάρτυρες δὲ τουτέων βίβλοι ὑπ᾿ ἐμοῖο γραφεῖσαι. Χρὴ οὖν καὶ σὲ, ὦ Ἱππόκρατες, μὴ τοιουτοτρόποισιν ἀνδράσιν ξυνέρχεσθαι καὶ ξυνομιλέειν, ὧν νόος ἀκρόπλοος καὶ ἀβέβαιος καθέστηκεν. Εἰ γάρ τοι πεισθεὶς ὡς μεμηνότα με ἐπότισας ἐν ἐλλεβόρῳ, ἡ πινυτὴ μανίη ἂν ἐγεγόνει, καὶ σέο τέχνην ἂν κατεμέμψαντο, ὡς παραιτίην παρακοπῆς γεγενημένην· ἐλλέβορος γὰρ ὑγιαίνουσι μὲν δοθεὶς ἐπισκοτεῖ διάνοιαν, μεμηνόσι δὲ κάρτα ὠφελέειν εἴωθεν. Γνῶθι γὰρ εἰ μὴ κατειλήφεις με γράφοντα, ἀνακείμενον δὲ ἢ σχέδην περιπατεῦντα καὶ προσομιλεῦντα ἐμαυτῷ, ὁτὲ μὲν δυσχεραίνοντα, ὁτὲ δὲ μειδιῶντα ἐπὶ τοῖσιν ἐννοουμένοισιν ὑπ᾿ ἐμοῖο, καὶ τοῖσι μὲν προσομιλέουσι τῶν γνωρίμων οὐ προσέχοντα, ἐφιστάντα δὲ τὴν διάνοιαν καὶ σκεπτόμενον ἐκπάγλως, ᾠήθης ἂν Δημόκριτον, κατά γε ὄψιος κρίσιν ἐκ τῶν ὁρεομένων, μανίης εἰκόνι ἐοικέναι. Χρὴ οὖν τὸν ἰητρὸν μὴ μοῦνον ὄψει τὰ πάθεα κρίνειν, ἀλλὰ καὶ πρήγματι· τούς τε ῥυθμοὺς ἀνακρίνειν ὡς ἐπιτοπλεῖστον, καὶ πότερον ἄρχοιτο τὸ πάθος ἢ μεσάζοι ἢ λήγοι, καὶ διαφορὴν καὶ ὥρην καὶ ἡλικίην παρατηροῦντα ἰητρεύειν τὸ πάθος οὐλομελίην τε τοῦ σκήνεος· ἐκ γὰρ τουτέων ἁπάντων εὐχερῶς τὴν νοῦσον εὑρήσεις. Ἀπέσταλκα δέ σοι τὸν περὶ μανίης λόγον. Ἔῤῥωσο.


[19] Ὁ περὶ μανίης λόγος.

Μαινόμεθα, ὡς ἔφην ἐν τῷ περὶ ἱερῆς νούσου, ὑπὸ ὑγρότητος τοῦ ἐγκεφάλου, ἐν ᾧ ἐστὶ τὰ τῆς ψυχῆς ἔργα. Ὅταν ὑγρότερος τῆς φύσιος ᾖ, ἀνάγκη κινεῖσθαι, κινουμένου δὲ μήτε τὴν ὄψιν ἀτρεμίζειν μήτε τὴν ἀκοὴν, ἀλλὰ ἄλλοτε ἀλλοῖα ὁρᾷν τε καὶ ἀκούειν, τήν τε γλῶσσαν τοιαῦτα διαλέγεσθαι, οἷα ἂν βλέπῃ τε καὶ ἀκούῃ ἑκάστοτε· ὅσον δὲ ἂν ἀτρεμίσῃ ὁ ἐγκέφαλος, τοσοῦτον καὶ φρονεῖ χρόνον ὁ ἄνθρωπος. Γίνεται δὲ ἡ διαφθορὰ τοῦ ἐγκεφάλου ὑπὸ φλέγματος καὶ χολῆς, γνώσῃ δὲ ἑκάτερα ὧδε· οἱ μὲν γὰρ ὑπὸ φλέγματος μαινόμενοι ἥσυχοί τέ εἰσι καὶ οὐ βοηταὶ οὐδὲ θορυβώδεες· οἱ δὲ ὑπὸ χολῆς, πλῆκται καὶ κακοῦργοι καὶ οὐκ ἠρεμαῖοι. Ἢν μὲν ξυνεχῶς μαίνωνται, αὗται αἱ προφάσιες εἰσίν· ἢν δὲ δείματα καὶ φόβοι, ὑπὸ μεταστάσιος γίνεται τοῦ ἐγκεφάλου θερμαινομένου ὑπὸ χολῆς ὁρμώσης ἐπ᾿ αὐτὸν κατὰ τὰς φλέβας τὰς αἱματίτιδας· ὅταν δὲ ἀπέλθῃ ἡ χολὴ πάλιν ἐς τὰς φλέβας καὶ τὸ σῶμα, πέπαυται. Ἀνιῆται δὲ καὶ ἀσῆται καὶ ἐπιλήθεται, παρὰ καιρὸν ψυχομένου τοῦ ἐγκεφάλου ὑπὸ φλέγματος καὶ ξυνισταμένου παρὰ τὸ ἔθος. Ὅταν δὲ ἐξαπίνης ὁ ἐγκέφαλος διαθερμαίνηται ὑπὸ χολῆς κατὰ τὰς φλέβας τὰς εἰρημένας, ἐπιζέσαντος τοῦ αἵματος, ἐνύπνια ὁρεῦσι φοβερὰ, καὶ ὡς ἐγρηγορότος τὸ πρόσωπον φλογιᾷ, καὶ οἱ ὀφθαλμοὶ ἐρυθραίνονται, καὶ ἡ γνώμη ἐπινοεῖ τι κακὸν ἐργάζεσθαι· τοῦτο καὶ ἐν τῷ ὕπνῳ πάσχει· ὅταν δὲ τὸ αἷμα σκεδασθῇ πάλιν ἐς τὰς φλέβας, πέπαυται. Ἐν δὲ τῷ πέμπτῳ τῶν ἐπιδημιῶν ἱστόρησα ὡς ἐγίνετο ἀφωνίη, ἄγνοια, παραληρήσεις συχναὶ καὶ ὑποστροφαί· ἡ δὲ γλῶσσα σκληρὴ, καὶ εἰ μὴ διακλύσαιτο, λαλεῖν οὐχ οἷός τε ἦν, καὶ σφόδρα πικρὴ τὰ πολλά· φλεβοτομίη ἔλυσεν, ὑδροποσίη, μελίκρητον, ἐλλεβόρων πόσιες· οὗτος ὀλίγον ἐπιζήσας χρόνον ἐτελεύτησεν. Ἄλλος ἦν ὃν, ὅτε εἰς ποτὸν ὁρμῴη, φόβος τῆς αὐλητρίδος ἐλάμβανεν, εἰ ἀκούσειεν αὐλούσης, ἡμέρης δὲ ἀκούων οὐδὲν ἔπασχεν.


[20] Ἱπποκράτης Δημοκρίτῳ εὖ πράττειν.

Ἰητρικῆς τέχνης, ὦ Δημόκριτε, κατορθώματα μὲν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐ παντάπασιν ἐπαινέουσι, θεοῖσι δὲ πολλάκις προσαρτῶσιν· ἢν δέ τι ἡ φύσις ἀντιπρήξασα ἀπολέσῃ τὸν θεραπευόμενον, ἰητροὺς καταμέμφονται παρέντες τὸ θεῖον. Καὶ ἔγωγε δοκέω πλείονα μεμψιμοιρίην ἢ τιμὴν κεκληρῶσθαι τὴν τέχνην. Ἐγὼ μὲν γὰρ ἰητρικῆς ἐς τέλος οὐκ ἀφῖγμαι, καί περ ἤδη γηραλέος καθεστώς· οὐδὲ γὰρ ὁ τῆσδε εὑρέτης Ἀσκληπιὸς, ἀλλὰ καὶ αὐτὸς ἐν πολλοῖς διεφώνησε, καθάπερ ἡμῖν αἱ τῶν ξυγγραφέων βίβλοι παραδεδώκασιν. Ἡ μὲν οὖν ὑπὸ σέο ἐπισταλεῖσα ἡμῖν ἐπιστολὴ κατεμέμφετο περὶ τῆς φαρμακείης τοῦ ἐλλεβόρου. Εἰσήχθην μὲν οὖν, ὦ Δημόκριτε, ὡς μεμηνότα ἐλλεβοριῶν, οὐ καταμαντευσάμενος ὅστις ποτ᾿ εἴης· ὡς δ᾿ ἐντυχὼν ἔγνων, οὐ μὰ Δία παραφρονήσιος ἔργον, ἀλλὰ σχεδὸν ἀποδοχῆς πάσης, κάρτα σὴν φύσιν ἐπῄνεσα, ἄριστόν τε φύσιος ἑρμηνευτὴν καὶ κόσμου ἔκρινα· τοὺς δὲ εἰσαγαγόντας με ἐμεμψάμην ὡς μεμηνότας, φαρμακείης γὰρ αὐτοὶ ἔχρῃζον. Ἐπειδὴ τοίνυν τὸ αὐτόματον ἡμέας εἰς τὸ αὐτὸ ξυνήγαγεν, ὀρθῶς ποιήσεις ἐπιστέλλων ἡμῖν πυκνότερον καὶ μεταδιδοὺς τῶν ὑπὸ σέο γραφομένων ξυνταγμάτων· ἀπέσταλκα δέ σοι καὶ αὐτὸς τὸν περὶ τοῦ ἐλλεβορισμοῦ λόγον. Ἔῤῥωσο.


[21] Ἱπποκράτης Δημοκρίτῳ περὶ ἐλλεβορισμοῦ.

Τοῖς μὴ ῥηϊδίως ἄνω καθαιρομένοις πρὸ τῆς πόσιος προϋγραίνειν τὰ σώματα πλέονι τροφῇ καὶ ἀναπαύσει. Ἐπὴν δὲ πίῃ ἐλλέβορον, πρὸς τὰς κινήσιας τῶν σωμάτων μᾶλλον ἄγειν, μὴ πρὸς ὕπνους· δηλοῖ δὲ ἡ ναυτιλίη ὅτι κίνησις τὰ σώματα ταράσσει. Ἐπὴν βούλῃ μᾶλλον ἄγειν ἐλλέβορον, κίνει τὰ σώματα. Ἐλλέβορος ἐπικίνδυνος τοῖσι σάρκας ὑγιέας ἔχουσι. Ὅσοι ἐν ταῖς φαρμακοποσίαις μὴ διψῶσι, καθαιρόμενοι οὐ παύονται πρὶν ἢ διψήσωσι. Σπασμὸς ἐξ ἐλλεβόρου θανάσιμον. Ἐπὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος κακόν. Ἐν ταῖς ταραχαῖς τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοις τοῖς αὐτομάτως γινομένοισιν, ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν· εἰ δὲ μὴ, τοὐναντίον. Ὡς δὲ ἔφην ἐν τῷ προγνωστικῷ, κάθαρσις εὐθετεῖ ἡ ἄνω, ἐφ᾿ ᾧ ἀπυρέτῳ ἀσιτίη ἢ καρδιωγμὸς ἢ σκοτόδινος ἢ στόμα ἐπιπικρούμενον, καθόλου ταῖς ὑπὲρ τῶν φρενῶν ὀδύναις· ἡ δὲ κάτω, ὅπου χωρὶς πυρετοῦ στρόφος, ὀσφύος ὀδύνη, γουνάτων βάρος, καταμήνια δυσεργοῦντα, ὀδύναι ἐν τοῖς ὑπὸ τὸ διάφραγμα. Φυλάσσεσθαι δὲ ἐν ταῖς φαρμακοποσίαις τοὺς ἀστείους τὰ σώματα, μάλιστα δὲ τοὺς μέλανας καὶ ὑγροσάρκους, καὶ τοὺς ὑποξήρους δὲ καὶ ψελλοὺς καὶ τραυλούς. Ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῆς νούσου, ὡς ἔφην ἐν τῷ περὶ πτισάνης, εὐθέως ἐπιχειροῦσι λύειν φαρμακείῃ, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντος οὐδὲν ὠφελέουσιν, οὐδὲ γὰρ διαδίδωσιν ὠμὸν ἐὸν τὸ πάθος, τὰ δὲ ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ ξυντήκουσιν· ἀσθενέος δὲ τοῦ σώματος γινομένου, τὸ νόσημα ἐπικρατεῖ, καὶ ἀνιήτως ἔχουσιν. Ἐλλεβορίζειν δὲ χρὴ οἷς ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα· μὴ διδόναι δὲ ἐπὶ ἐμπύων, μήτε φαρμακεύειν τοὺς ἀχρόους, τοὺς βραγχώδεας, τοὺς σπληνώδεας, τοὺς ἀφαίμους, τοὺς πνευματώδεας καὶ ξηρὰ βήσσοντας, διψώδεας, φυσώδεας, ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰς καὶ μετάφρενα, τοὺς ἀπονεναρκωμένους καὶ ἀμαυρὰ βλέποντας καὶ οἷς ἦχοι τῶν ὤτων, καὶ τῆς οὐρήθρης ἀκρατεῖς, μηδὲ τοὺς ἰκτερώδεας ἢ κοιλίης ἀσθενέας, ἢ αἱμοῤῥώδεας, ἢ ἐν φύμασιν· ἢν δὲ φαρμακεῦσαι δοκέῃ, ἐλλεβόρῳ ἀσφαλῶς ἄνω κάθαιρε, κάτω δὲ μή· κράτιστον δὲ τούτοις διαιτᾷν. Ὡς δὲ ἔφην ἐν τῷ προῤῥητικῷ, μὴ φαρμακεύειν μηδὲ τοὺς ἐπανεμοῦντας μέλανα, ἀποσίτους καὶ παραφόρους, καθ᾿ ἥβην μικρὰ ὀδυνώδεας, ὄμμα θρασὺ κεκλιμένον ἔχοντας, ἐποιδοῦντας, σκοτώδεας, ἀχρόους, μηδὲ τοὺς ἐν πυρετῷ καυματώδεας κατακεκλασμένους. Ὡς δὲ ἔφην ἐν τῷ περὶ πτισάνης, σησαμοειδὲς ἄνω καθαίρει· ἡ πόσις ἥμισυ δραχμῆς ἐν ὀξυμέλιτι τετριμμένον· ξυμμίσγεται δὲ καὶ τοῖς ἐλλεβόροις τὸ τρίτον μέρος τῆς πόσιος, καὶ ἧσσον πνίγει. Καθαίρειν δὲ καὶ τοὺς ἐν χρονίοις τεταρταίοις καὶ τοὺς ἐν λιπυριώδει πυρετῷ χρονίους, καὶ ὧν οὐκ ἔστι δίψος μηδὲ ἀπόκρισις, τούτους δὲ μὴ πρότερον τῶν τριῶν ἑβδομάδων, ποτὲ δὲ καὶ πλευριτικοὺς καὶ εἰλεώδεις· ὡς δὲ ἔφην ἐν τῷ περὶ γυναικείων, καὶ ἢν αἱ μῆτραι καθάρσεως δέωνται.


[22] Ἱπποκράτους πρὸς τὸν υἱὸν Θεσσαλόν.

Ἱστορίης δὲ μελέτω σοι, ὦ παῖ, γεωμετρικῆς, καὶ ἀριθμήσιος· οὐ γὰρ μόνον σέο καὶ τὸν βίον εὐκλέα καὶ ἐπὶ πολλὰ χρήσιμον ἐς ἀνθρωπίνην μοίρην ἐπιτελέσει, ἀλλὰ καὶ τὴν ψυχὴν ὀξυτέρην τε καὶ τηλαυγεστέρην κατὰ τὸ ἐν ἰητρικῇ ὀνῆσθαι πᾶν ὅ τι χρῄζει. Καίτοι ἡ μὲν τῆς γεωμετρίης ἱστορίη ἐοῦσα πολύσχημός τε καὶ πολυειδὴς, καὶ πᾶν μετ᾿ ἀποδείξιος περαινομένη, ἔσται χρησίμη πρός τε τὰς τῶν ὀστέων θέσεις καὶ ἐξαρθρήσεις καὶ τὴν λοιπὴν τῶν μελέων τάξιν· ἐς τὴν γὰρ τουτέων πολυτροπίην εὐεπιγνωστότερος ἐὼν, ἐμβολῇ τε ἄρθρων καὶ τῇ τῶν ὀστέων τῶν συντριβομένων ἀναπρίσει τε καὶ ἐκτρυπήσει καὶ συνθέσει καὶ ἐξαιρέσει καὶ τῇ λοιπῇ θεραπείῃ χρήσῃ, εἰδὼς ὁκοῖόν τε χωρίον ἔστι καὶ τὸ ἐκ τούτου ἐξαιρεύμενον ὀστέον. Ἡ δὲ τῆς ἀριθμήσιος τάξις πρός τε τὰς περιόδους καὶ εὐλόγους τῶν πυρετῶν μεταστάσιας καὶ τὰς κρίσιας τῶν νοσεόντων καὶ τὰς ἐν νούσοις ἀσφαλείας ἀρκέουσα ἔστω· μάλα γὰρ σεμνὸν ὑπηρεσίην ἔχειν ἐν ἰητρικῇ τοιήνδε, ἥτις σοι τὰ μέρεα τῆς ἐπιτάσιος καὶ τῆς ἀνέσιος ἄνισα ὄντα τὴν μοῖραν εὔγνωστα παρέχεται χωρὶς ἀμπλακίης· διὸ δὴ κάρτα ἐς δύναμιν ἀφικνέο τῆς τοιῆσδε ἐμπειρίης. Ἔῤῥωσο.


[23] Δημόκριτος Ἱπποκράτει περὶ φύσιος ἀνθρώπου.

Χρὴ πάντας ἀνθρώπους ἰητρικὴν τέχνην ἐπίστασθαι, ὦ Ἱππόκρατες, καλὸν γὰρ ἅμα καὶ ξυμφέρον ἐς τὸν βίον, τουτέων δὲ μάλιστα τοὺς παιδείας καὶ λόγων ἴδριας γεγενημένους. Ἱστορίην σοφίης γὰρ δοκέω ἰητρικῆς ἀδελφὴν καὶ ξύνοικον· σοφίη μὲν γὰρ ψυχὴν ἀναρύεται παθέων, ἰητρικὴ δὲ νούσους σωμάτων ἀφαιρέεται. Αὔξεται δὲ νόος παρεούσης ὑγείης, ἣν καλὸν προνοέειν τοὺς ἐσθλὰ φρονέοντας· ἕξεως δὲ σωματικῆς ἀλγεούσης, οὐδὲ προθυμίην ἄγει νόος ἐς μελέτην ἀρετῆς· νοῦσος γὰρ παρεοῦσα δεινῶς ψυχὴν ἀμαυροῖ, φρόνησιν ἐς συμπαθείην ἄγουσα. Φύσιος δὲ ἀνθρωπίνης ὑπογραφὴ θεωρίην ἔχει τοιήνδε· ὁ μὲν ἐγκέφαλος φρουρέει τὴν ἄκρην τοῦ σώματος, ἀσφάλειαν ἐμπεπιστευμένος, ὑμέσι νευρώδεσι συνεισκατοικέων, ὑπὲρ ὧν ὀστέων διπλῶν φύσιες ἀναγκαίῃ ἀρηρυῖαι δεσπότην φύλακα διανοίης καλύπτουσιν ἐγκέφαλον. Τριχῶν εὐκοσμία χρῶτα κοσμεῦσα· τὸ δὲ τῶν ὀμμάτων ὁρητικὸν ἐν πολυχίτωνι φωλεῦον ὑγροῦ εὐσταθείᾳ, ὑπὸ μέτωπον κολασίῃ συνίδρυται, θεωρίης δὲ αἴτιον· ἀκριβὴς δὲ κόρη φύλακα ταρσὸν εὐκαιρίης ὑπομένει. Διπλοῖ δὲ ῥώθωνες, ὀσφρήσιος ἐπιγνώμονες, διορίζουσιν ὀφθαλμῶν γειτνίην. Μαλακὴ δὲ χειλέων ἁφὴ στόματι περιπτυσσομένη, ῥημάτων αἴσθησιν ἀκριβῆ τε διάρθρωσιν παρέσχηκε κυβερνωμένη. Γένειον δὲ ἀκροτελὲς καὶ χελύνειον γόμφοις συνηρμοσμένον. Ἐνδοχεῖα δὲ μύθων ὦτα δημιουργὸς ἀνέῳγεν, οἷς ἐπεὼν ὁ μῦθος οὐκ ἀσφαλὴς διήκονος ἀλογιστίης γίνεται. Λαλιῆς μήτηρ γλῶσσα, ψυχῆς ἄγγελος, πυλωρεῦσα τὴν γεῦσιν, ὀχυροῖς ὀδόντων θριγκοῖσι πεφρούρηται. Βρόγχος δὲ καὶ φάρυγξ ἡρμοσμένοι ἀλλήλοις γειτνιῶσιν· ὁ μὲν γὰρ ἐς κέλευθον πνεύματος, ὁ δὲ ἐς βυθὸν κοιλίης τροφὴν προπέμπει λάβρον ὠθεύμενος. Κωνοειδὴς δὲ καρδίη βασιλὶς, ὀργῆς τιθηνὸς, πρὸς πᾶσαν ἐπιβουλὴν ἐνδέδυκε θώρακα. Θαμιναὶ δὲ πνευμόνων σήραγγες ἠέρι διαδύμεναι, φωνῆς αἴτιον πνεῦμα τίκτουσιν. Τὸ δὲ χορηγὸν αἵματος καὶ μεταβάλλον εἰς τροφὴν, σὺν λοβοῖς πολλάκις κοίλῃ περίπλοοις, ἔσται ἧπαρ ἐπιθυμίης αἴτιον· χλωρὴ δὲ χολὴ, πρὸς ἥπατι μένουσα, καὶ διαφθορὴ σώματος ἀνθρωπηΐου ὑπερβλύσασα γίνεται. Βλαβερὸς δὲ σώματος ἀνθρωπίνου καὶ ἀνωφελὴς ἔνοικος, σπλὴν ἀπέναντι εὕδει πρᾶγμα μηδὲν αἰτούμενος. Μέση δὲ τουτέων χορηγεῖ πανδέκτειρα κοιλίη, καὶ εὐνάζεται διοικέουσα τὴν πέψιν. Ἔνοχα δὲ κοιλίης, συνθέσιος δημιουργίῃ συνδονεύμενα, εἱλεῖται περὶ κοιλίην ἔντερα, λήψιος καὶ ἀποκρίσεως αἴτια. Δίδυμοι δὲ νεφροὶ ἰσχίοισιν ἐνιδρυσμένοι καὶ ἠμφιεσμένοι δημῷ, οὔρων ἐκκρίσιος οὐκ ἀλλότριοι πεφύκασιν. Κύριος δὲ ἁπάσης κοιλίης ὁ καλούμενος ἐπίπλους γαστέρα πᾶσαν ἐμπεριείληφε, μόνου σπληνὸς ἄτερ. Ἑξῆς νευρώδης κύστις ἰσχίῳ στόμα ἐνιδρυσμένη, συμπεπλεγμένων ἀγγείων, οὔρων ἐκκρίσιος αἰτίη γίνεται. Ἡ δὲ γειτνιῶσα ταύτῃ μήτηρ βρεφέων, ἡ δεινὸν ἄλγος, τῶν ἐν γυναικὶ μόχθων μυρίων παραιτίη, μήτρη πεφώλευκεν· ἡ πυλωρὸς μυχοῖς ἰσχίων βράσασα σὰρξ σφίγγεται νεύροισιν, ἐκ δὲ πλήθους ἐκχέουσα γαστρὸς φύσιος, ἐκ τόκου προνοίης. Ἐκ δὲ σώματος κρεμαστοὶ ἐκτὸς οἰκίην νέμονται ἔκγονοι κτίσται ὄρχεις, πουλυχίτωνες ἐόντες· εὔνοον ἥβῃ, ἀπὸ φλεβέων τε καὶ νεύρων πλέγμα, οὔρων ἔκχυσιν ποιεύμενον, συνουσίης ὑπουργὸν, φύσιος ὕπο δεδημιούργηται, ὄρεξιν ἥβης πυκαζομένης. Σκέλη δὲ καὶ βραχίονες καὶ τὰ προσηρτημένα τουτέοισιν ἄκρα, διηκονίης πᾶσαν ἀρχὴν συνηθροισμένα ἔχοντα, νεύρων ἀσφαλῆ λειτουργίην τελέουσιν. Ἡ δὲ ἀσώματος ἐν μυχοῖς φύσις ἐξέτευξε παντάμορφα σπλάγχνων γένη, ἃ δὴ θάνατος ἐπισταθεὶς ὠκέως ἔπαυσε λειτουργίης.


[24] Ἱπποκράτους ὑγιεινὸν πρὸς Δημήτριον βασιλέα.

Ἱπποκράτης Κῷος βασιλεῖ Δημητρίῳ χαίρειν.
Ἡμεῖς καὶ πρότερον σπουδάζοντες, ὦ βασιλεῦ, περὶ τῆς ἀνθρωπίνης φύσιος ἐν κεφαλαίῳ θεωρῆσαι τὰ μέρη, ταῦτα ξυγγράψαντες καθάπερ ἠξίωσας, ἀπεστείλαμεν. Νῦν δὲ περὶ ὧν δεῖ μάλιστα σπουδάζειν τοὺς ἔμφρονας, ἡμεῖς τὰ μὲν καὶ παρὰ τῶν πρότερον παρειληφότες, τὰ δὲ καὶ νῦν αὐτοὶ προσεξευρίσκοντες, γεγράφαμέν σοι· οἷς σὺ [καὶ] τῶν προτέρων ἀῤῥωστημάτων σημείοις γινομένοις ἐπακολουθῶν καὶ χρώμενος πλειστάκις, ἄνουσος ἂν εἴης τὸν ἅπαντα χρόνον. Ἔστι δὲ δύο γένη ἀῤῥωστιῶν ἁπάντων ζώων, ἡ μὲν κατὰ γένος, ἡ δὲ κατὰ πάθος ἀνόμοιαι. Τὰς δ᾿ ἐπιθυμίας τὰς κατὰ τὴν τροφὴν ἐκ τῶν ὑπεναντίων ὄψει, ξηραινόντων ὑγρὰ, ὑγραινόντων ξηρὰ, κενούντων πλήρη, πληρούντων δὲ κενά· τὰς δὲ νούσους ἁπάσας ἐξ ὑπεναντίων ὄψει καθεστηκυίας καὶ νούσους ὑπὸ νούσων γινομένας. Ὑπὸ σπασμῶν, πυρετὸς ἐπιγινόμενος ἵστησι τὸ νόσημα· κεφαλῆς δὲ περιωδυνίας αἷμα κατὰ τὰ ὦτα ῥαγὲν ἢ κατὰ τὰς ῥῖνας· σπασμοὶ πᾶσι τοῖς μελαγχολικοῖς ἐπιγιγνόμενοι παύουσι τὰς μελαγχολίας. Καὶ καθόλου μέν ἐστι καὶ ῥίζα τῶν ἀνθρωπίνων νοσημάτων ἡ κεφαλὴ, καὶ τὰ ἀῤῥωστήματα τὰ μέγιστα ἐκ ταύτης παραγίνεται· ἐπικειμένην γὰρ αὐτὴν τῷ σώματι, ὥσπερ σικύαν τῶν εἰσφερομένων ἁπάντων συμβαίνει αὐτὴν ἕλκειν περιττώματα καὶ τοὺς λεπτομερεῖς χυμούς. Δεῖ δὲ προσέχειν τὸν νοῦν, ἰδίως [τε] ζῇν αὐτὸν παρασκευάσαντα εἰς ταῦτα τὰ μέρη, ὅπως μηδεμίαν αὔξησιν λαμβάνῃ τὰ προσπίπτοντα τῶν ἀῤῥωστημάτων διά γε τῆς ἐπιμελείης καὶ τῆς εὐταξίης τῆς παρὰ σοὶ γινομένης, καὶ μήτε ταῖς τῶν ἀφροδισίων ἀκρασίαις μήτε ταῖς τῶν διαφόρων ἐδεσμάτων μήτε τοῖς ὕπνοις τοῖς ὑπερχαλαστικοῖς, ἀγυμνάστου ὄντος τοῦ σώματος, χρώμενον, ἀλλ᾿ ἐπακολουθοῦντα τοῖς σημείοις τοῖς γινομένοις ἐν τῷ σώματι, διατηρεῖν τὸν καιρὸν ἑκάστου, ὅκως ἂν φυλαξάμενος τὸ ἀῤῥώστημα τὸ μέλλον ἐπιφέρεσθαι, ταῖς θεραπηΐαις αἷς ἂν ἐγὼ γράφω χρώμενος, διατελῇς ἄνουσος ἐών.


[25] Δόγμα Ἀθηναίων.

Ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ τῶν Ἀθηναίων. Ἐπειδὴ Ἱπποκράτης Κῷος, ἰατρὸς ὑπάρχων καὶ γεγονὼς ἀπὸ Ἀσκληπιοῦ, μεγάλην εὔνοιαν μετὰ σωτηρίας ἐνδέδεικται τοῖς Ἕλλησι, ὅτε καὶ λοιμοῦ ἰόντος ἀπὸ τῆς βαρβάρων ἐπὶ τὴν Ἑλλάδα, κατὰ τόπους ἀποστείλας τοὺς ἑαυτοῦ μαθητὰς, παρήγγειλε τίσι χρὴ θεραπείαις χρωμένους ἀσφαλῶς διαφεύξασθαι τὸν ἐπιόντα λοιμὸν, ὅπως τε ἰητρικὴ τέχνη Ἀπόλλωνος διαδοθεῖσα τοῖς Ἕλλησιν ἀσφαλῶς σώζει τοὺς κάμνοντας αὐτῶν· ἐξέδωκε δὲ καὶ ξυγγράψας ἀφθόνως τὰ περὶ τῆς ἰητρικῆς τέχνης, πολλοὺς βουλόμενος τοὺς σώζοντας ὑπάρχειν ἰητρούς· τοῦ τε Περσῶν βασιλέως μεταπεμπομένου αὐτὸν ἐπὶ τιμαῖς ταῖς κατ᾿ αὐτὸν ἴσαις καὶ δώροις ἐφ᾿ οἷς ἂν αὐτὸς Ἱπποκράτης αἱρῆται, ὑπερεῖδε τὰς ὑποσχέσεις τοῦ βαρβάρου, ὅτι πολέμιος καὶ κοινὸς ἐχθρὸς ὑπῆρχε τοῖς Ἕλλησιν. Ὅπως οὖν ὁ δῆμος Ἀθηναίων φαίνηται προαιρούμενος τὰ χρήσιμα διὰ παντὸς ὑπὲρ τῶν Ἑλλήνων καὶ ἵνα χάριν ἀποδῷ πρέπουσαν Ἱπποκράτει ὑπὲρ τῶν εὐεργετημάτων, δεδόκηται τῷ δήμῳ μυῆσαι αὐτὸν τὰ μυστήρια τὰ μεγάλα δημοσίᾳ καθάπερ Ἡρακλέα τὸν Διὸς, καὶ στεφανῶσαι αὐτὸν στεφάνῳ χρυσῷ ἀπὸ χρυσῶν χιλίων· ἀναγορεῦσαί τε τὸν στέφανον Παναθηναίοις τοῖς μεγάλοις ἐν τῷ ἀγῶνι τῷ γυμνικῷ· καὶ ἐξεῖναι πᾶσι Κώων παισὶν ἐφηβεύειν ἐν Ἀθήναις καθάπερ παισὶν Ἀθηναίων, ἐπειδή περ ἡ πατρὶς αὐτῶν ἄνδρα τοιοῦτον ἐγέννησεν· εἶναι δὲ Ἱπποκράτει καὶ πολιτείαν καὶ σίτισιν ἐν Πρυτανείῳ διὰ βίου.


[26] Ἐπιβώμιος.

πολλοὶ καὶ πολλῶν πολίων οἰκηταὶ, ἐν ἀξίῃ μεγάλῃ γεγονότες, κοινὸν οὔνομα Θεσσαλοὶ, πᾶσιν ἀνθρώποισι πικρὴ ἀνάγκη τὰ μεμοιραμένα φέρειν· καρτερεῖν γὰρ βιάζεται ἃ βούλεται, ᾗ καὶ νῦν ἐγὼ εἴκων, ξὺν ἐμῇ γενεᾷ θαλλοὺς στέψας, ἐπ᾿ Ἀθηναίης βωμοῦ ἱκέτης ἵδρυμαι, τίς ἐὼν χρὴ λέγειν τοῖς ἀγνοέουσιν. Ἱπποκράτης, ὦ ἄνδρες, ὁ ἰητρὸς ὁ Κῶος διὰ σεμνῆς καὶ καλῆς αἰτίης ἐμὲ ἑωυτὸν καὶ παῖδας ὑμῖν ξυνίστημι. Γινώσκεσθε, ὦ πλῆθος· καὶ γὰρ δὴ, ὦ ἄνδρες, οἰκεῖοι ἐόντες ὡς εἰπεῖν, ἀληθῶς πολλοῖσιν ὑμέων καὶ πολίων ὑμετέρων γινώσκομαι ὡς τύπῳ εἰπεῖν. Οὔνομα δ᾿ ἰδέης καὶ προσωτέρω κεχώρηκε· δοκέω δὲ τοῦτο ἐκ τέχνης ἐμῆς ὑγιείης τε καὶ ζωῆς αἴτιον ἀνθρώποισιν, οὐ μόνον τοῖσι τὴν ἡμετέρην οἰκέουσιν, ἀλλὰ καὶ πολλοῖσιν Ἑλλήνων ἐγγὺς ἡμέων γινώσκομαι. Ἤδη δὲ ὁτέῳ ὑπέμεινα τὸ τηλικοῦτον πρῆγμα ἔργῳ πρᾶξαι, ἐρέω. Ἀθηναῖοι, ὦ ἄνδρες Θεσσαλοὶ, κακῶς ἐξουσίῃ χρεώμενοι, μητρόπολιν ἡμετέρην Κῶ ἐν δούλης μέρει διατίθενται, τὰ ἐλεύθερα διὰ προγόνων κτήσιος δορίκτητα ποιεύμενοι, οὔτε ξυγγενείην αἰδεσθέντες, ἥ ἐστιν αὐτέοις ἀπὸ Ἀπόλλωνός τε καὶ Ἡρακλέους, ἥτις ἐς Αἴνιόν τε καὶ Σούνιον τοὺς κείνων παῖδας ἱκνέεται, οὔθ᾿ Ἡρακλέους εὐεργεσίας ἐνὶ φρεσὶ βαλόμενοι, ἃς ὁ κοινὸς ὑμῖν τε καὶ ἡμῖν ὀρθῶς ποιέων θεὸς ἐς ἐκείνους κατέθετο. Ὑμεῖς τε ἀλλὰ πρὸς Διὸς ἱκεσίου καὶ θεῶν ὁμογνίων ἐξέλθετε, ἀμύνατε, ἐλευθερώσατε, τῆς ἰδίης φιλοτιμίης μηδὲν ἐλλείποντες.


[27] Πρεσβευτικὸς Θεσσαλοῦ Ἱπποκράτους υἱοῦ.

Προσήκειν ἡγέομαι, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν καθιστάμενον ἐς ὑμέας καὶ μὴ γινωσκόμενον παντὶ τῷ πλήθει, πρῶτον δηλῶσαι μὲν ὅστις καὶ ὅθεν ἐστὶ, μετὰ δὲ ταῦτα τῶν ἄλλων λόγων ἅπτεσθαι.
Ἐμοὶ μὲν πατὴρ Ἱπποκράτης, ὃν ὑμεῖς γινώσκετε ἐν ἰητρικῇ ἡλίκην δύναμιν ἔχει.
Οὔνομα δὲ Θεσσαλός· γινώσκομαι δὲ κᾀγὼ οὐκ ἐν δευτέροις ὑμέων, οὐδ᾿ ὀλίγοις, πατρὶς δέ μοι Κῶς, ἣν ὅπως ὑμῖν οἰκείη ἐστὶν ἐξ ἀρχαίων, ἕτεροι ἐροῦσιν οἵ τινες ἱστορίην ἐξηγήσασθαι δυνατώτεροι.
Ἦλθον δὲ πεμφθεὶς ὑπὸ τοῦ πατρὸς, τέσσαρας ἔχων εὐεργεσίας εἰπεῖν παρ᾿ ἡμῶν εἰς ὑμᾶς γεγενημένας· τὴν μέν τινα παλαιὰν ἐπὶ τῶν προγόνων, κοινὴν ἐς ἅπαντας τοὺς Ἀμφικτύονας, ὧν ὑμέες οὐκ ἐλαχίστη μοῖρα· τὴν δὲ ἑτέρην ἔτι μείζω ταύτης καὶ διικνουμένην ἐς Ἑλλήνων τοὺς πλείστους· καὶ αὗται μὲν φανήσονται τῆς πόλιος καὶ τῶν προγόνων τῶν ἐμῶν ἐοῦσαι· ἡ δὲ τρίτη τοῦ πατρὸς ἰδίη, καὶ τηλικαύτη ὅσην εἷς ἀνὴρ οὐδεὶς ὑμῖν τε καὶ πολλοῖς Ἑλλήνων κατέθετο· ἡ δ᾿ ὑστάτη τῶν τεσσάρων κοινὴ τοῦ πατρὸς καὶ ἐμὴ, καὶ οὐκ ἔτι ἐς πλείονας, ἀλλ᾿ ἐς ὑμᾶς αὐτοὺς διικνεομένη, ἣ πρὸς μὲν τὰς προτέρας εὐεργεσίας μικρὴ ἂν φανείη, πρὸς δὲ ἑτέρων χάριτας μετρεομένη μεγάλη.
Αἱ μὲν δὴ εὐεργεσίαι τοιαῦται οὕτως ἔχουσιν ἃς ἔφην εἶναι, ὡς συνελόντι εἰπεῖν, δεῖ δὲ μὴ μοῦνον φάναι, ἀλλὰ καὶ ἀποδεῖξαι ὡς εἰσὶν ἀληθέες.
Ἀρχὴν οὖν τῷ λόγῳ τὴν ἀρχὴν τῶν ὑπουργιῶν ποιήσομαι, τὰ δὲ ἀρχαιότατα πρῶτα λέξω, ἐν οἷς τάχ᾿ ἄν με καταλάβοιτε μακρότερα καὶ μυθωδέστερα εἰπεῖν· ποθεῖ δέ πως ἀρχαίως λέγεσθαι.
Ἦν γὰρ χρόνος ὅτ᾿ ἦν Κρίσαιον ἔθνος, ἐῴκεον μὲν περὶ τὸ Πυθικὸν ἱερὸν, γῆν δ᾿ εἶχον ἥ γε νῦν τῷ Ἀπόλλωνι καθιέρωται· καλέεται δὲ τὸ μὲν Κρίσαιον πεδίον ᾧ Λοκροὶ παροικέουσι καὶ ᾧ Μέλαινα πρόσεισι· τὸ δὲ Κίρφιον ὅρος, ᾧ Φωκέες παράκεινται.
Οὗτοι δὲ οἱ Κρίσαιοι γενόμενοι τότε πολλοὶ καὶ ἰσχυροὶ καὶ πλούσιοι, τουτέοις τοῖς ἀγαθοῖς ἐπὶ κακῷ ἐχρήσαντο· ἐξυβρίσαντες γὰρ πολλὰ δεινὰ καὶ παράνομα εἰργάσαντο, ἐς τὸν θεὸν ἀσεβοῦντες, Δελφοὺς καταδουλούμενοι, προσοίκους ληϊζόμενοι, θεωροὺς συλέοντες, γυναῖκάς τε καὶ παῖδας ἀγινέοντες, καὶ εἰς τὰ σώματα ἐξυβρίζοντες.
Ἀνθ᾿ ὧν Ἀμφικτύονες ὀργισθέντες, καὶ στράτευμα ἐς τὴν γῆν ἐμβαλόντες αὐτέων, καὶ μάχῃ νικήσαντες, τὴν χώρην ἐδῄουν καὶ τὰς πόλιας ἐπόρθουν.
Ἔνθα πολλὰ καὶ ἀνόσια ποιήσαντες σχετλίως ἀπήντησαν, καὶ οὐ μείω ὧν ἔπραξαν τίνοντες· μακαριστοὶ δ᾿ ἦσαν αὐτέων οἱ ἐν χερσὶ τελευτήσαντες, δεύτεροι δὲ οἱ δορυάλωτοι γενόμενοι, οἵ τε ἐς ἑτέρην χώρην καὶ πόλιας ἐπεραιώθησαν· τὰ γὰρ σφέτερα κακὰ οὐκ εἶχον ἐν ὀφθαλμοῖς· οἱ δὲ αὐτοῦ μείναντες τῶν αἰχμαλώτων ἀτυχέστατοι ἦσαν, ὅσοι ᾐκίζοντο ἐν χώρῃ τῇ ἑωυτῶν ξὺν γυναιξὶ καὶ τέκνοις, ἀγρούς τε καὶ ἄστεα πυρὶ παραδιδόμενα ἐθεώρουν· ἔτι δὲ τουτέων κάκιον διῆγον οἱ ἐν τοῖς τείχεσι διαρκέοντες, ὁκότε τῶν εἰρημένων κακῶν ἃ μὲν ἔβλεπον, ἃ δ᾿ ἐπυνθάνοντο, πλέον ἀκούοντες τῶν ἀληθέων· οὕτω γάρ που ἔθος γίνεσθαι· καὶ δὴ κακὰς ἐλπίδας σωτηρίης εἶχον.
Ἦν δέ σφι πόλις ἐγγὺς τούτου τοῦ τόπου μεγίστη, ὅκου νῦν ὁ ἱππικὸς ἀγὼν τίθεται, ἧς τὰ τείχη ἐπεσκευάζοντο, καὶ τοὺς ἐκ τῶν ἄλλων πόλεων διαφεύγοντας ἐδέχοντο, τὰ δὲ ἀχρεῖα ἐξέβαλον καὶ τὰ ἀναγκαῖα ἐσεκομίζοντο, καὶ διενοοῦντο ὑπομένειν, ἐλπίσαντες μήτε ἐχθρῶν μάχῃ τὴν πόλιν αἱρεθῆναι μήτε κατὰ μῆκος χρόνου.
Οἱ δ᾿ Ἀμφικτύονες τὰ ἄλλα τε καθεῖλον, καὶ ἐπὶ ταύτῃ τῇ πόλει φρούριον ποιησάμενοι καὶ ἐς πολιορκίην σκευάσαντες, τὸ ἄλλο στράτευμα κατὰ πόλιας ἀφῆκαν.
Προϊόντος δὲ τοῦ χρόνου καὶ λοιμοῦ ἐς τὸ στρατόπεδον ἐμπεσόντος καὶ τῶν στρατιωτῶν νοσεόντων, τινῶν δὲ καὶ ἀποθνησκόντων, τῶν δὲ καὶ ἐκλειπόντων τὸ φρούριον διὰ τὴν νοῦσον, οἱ Ἀμφικτύονες ἐταράσσοντο, καὶ ἄλλοι ἄλλα ἐβουλεύοντο· φιλεῖ δὲ τὰ κοινὰ οὕτω πως γίνεσθαι· τέλος δὲ ἀγανακτέοντες τῷ πάθει καὶ αὑτοὺς γνωσιμαχήσαντες, τῷ θεῷ ἐπέτρεψαν καὶ ἤροντο ὅ τι χρὴ ποιεῖν.
Ὁ δ᾿ ἐκέλευσε πολεμεῖν, καὶ ὑπισχνεῖτο κρατήσειν, ἢν ἐς Κῶ ἐλθόντες ἐλάφου παῖδα ἐς ἐπικουρίην ἀγάγωνται ξὺν χρυσῷ σπεύσαντες, ὡς μὴ πρότερον οἱ Κρισαῖοι ἐν τῷ ἀδύτῳ τὸν τρίποδα συλήσωσιν· εἰ δὲ μὴ, τὴν πόλιν οὐχ ἁλώσεσθαι.
Οἱ δὲ ταῦτα ἀκούσαντες καὶ ἐλθόντες ἐς Κῶ, τὰ μαντευθέντα ἀπήγγειλαν· ἀπορεύντων δὲ τῶν Κώων καὶ ἀγνοεύντων τὸ μάντευμα, ἀνέστη ἀνὴρ, γένος μὲν Ἀσκληπιάδης, πρόγονος δὲ ἡμέτερος, ἰητρὸς δὲ Ἑλλήνων κράτιστος ὁμολογούμενος τῶν τότε, ὄνομά οἱ ἦν Νεβρὸς, ὅστις ὀνομαστὶ ἔφη τὸ θέσφατον ἥκειν πρὸς ἑωυτόν· εἴπερ ὁ θεὸς οὕτω παρῄνεσεν ὑμῖν, ἐλθόντας ἐς Κῶ ἐλάφου παῖδα ἐς ἐπικουρίην ἀγαγεῖν· Κὼς μὲν γὰρ αὐτὴ, τὰ δὲ ἐλάφων ἔκγονα νεβροὶ καλέονται, Νεβρὸς δέ μοι οὔνομα, ἐπικουρίη δ᾿ ἂν ἄλλη τίς προτέρα γένοιτο στρατοπέδῳ νοσέοντι ἰητροῦ; καὶ μὴν τόδε εὐθὺ ἐχόμενον, οὐ δοκέω, ὅτι τοὺς τοσοῦτον Ἑλλήνων ὑπερέχοντας ὄλβῳ ἐς Κῶ προελθόντας ἔταξεν ὁ θεὸς, νόμισμα χρυσοῦν αἰτεῖν· ἀλλὰ τοῦτο τὸ θέσφατον ἐς τὴν ἐμὴν οἰκίην ἔρχεται· Χρύσος γάρ μοι κεκλέαται ἀῤῥένων παίδων ὁ νεώτατος· ἔστι δὲ πάντῃ καὶ ἰδέῃ καὶ ἐς ψυχὴν ἀρετῇ, ὡς πατέρα λέγειν, διάκριτος τῶν πολιτῶν.
Ἐγὼ μὲν οὖν, εἰ μὴ ὑμῖν ἄλλο δοκέει, αὐτός τε εἶμι καὶ τὸν παῖδα ἄξω, πεντηκόντορον πληρώσας τοῖς ἐμοῖς τέλεσιν, ὑπηρεσίας τε ἰητρικὰς καὶ πολεμικὰς, ἵνα εἰς ἀμφότερα βοηθῶμεν.
Ὁ μὲν εἶπε, τοῖς δὲ ἔδοξεν, οἱ δὲ ἀπεστάλησαν.
Συνενέβησε δὲ ὁ Νεβρὸς οὗτος καὶ Καλυδώνιον ἄνδρα παρ᾿ ἑωυτέῳ τρεφόμενον, ὑπὲρ οὗ τὸ αὐτίκα ὁ λόγος δηλώσει, ὅταν ἡ χρῆσις ἔλθῃ.
Ὅτε δ᾿ οὖν ἀφίκοντο οὗτοι οἱ ἄνδρες οὗ τὸ στρατόπεδον ἐπετελεῖτο, ὁ θεὸς ἔχαιρεν· οἵ τε γὰρ θάνατοι τῶν στρατιωτῶν ἔληξαν, καὶ θείῃ τύχῃ ἵππου τοῦ Εὐρυλόχου, ὃς ἡγεῖτο τοῦ πολέμου Θεσσαλὸς ἐὼν καὶ ἄνωθεν ἐξ Ἡρακλειδῶν, κρούσαντος τὸν σωλῆνα τῇ ὁπλῇ, δι᾿ οὗ τὸ ὕδωρ ἤγετο ἐς τὸ τεῖχος, ὁκότε διακονίεσθαι ἤθελεν, Νεβρὸς φαρμάκοισιν ἐμίηνε τὸ ὕδωρ· ἔνθεν αἱ κοιλίαι τῶν Κρισαίων ἐφθάρησαν, καὶ μεγάλα δή τι ξυνεβάλετο πρὸς τὸ ἁλῶναι τὴν πόλιν· καὶ ἐντεῦθεν αἱ γνῶμαι ἐπήρθησαν τῶν πολιορκεόντων, ὡς τοῦ θεοῦ ἐπικουρέοντος ἤδη σαφῶς.
Προσβολὰς δὲ ποιευμένων καὶ ἆθλα προτιθέντων τοῖς πρώτοις ἐπὶ τὸ τεῖχος ἀναβήσασιν, ὁ ἀγὼν ἦν καρτερώτατος, καὶ ἡ πόλις ᾑρεῖτο· ἀνέβη γὰρ πρῶτος ἐπὶ τὸ τεῖχος Χρύσος καὶ κατέλαβε τὸν πύργον, ξυνείπετο δὲ αὐτέῳ ἐκ ποδὸς ξυνασπίζων ὁ ἀνὴρ ὁ Καλυδώνιος, περὶ οὗ προέλεξα.
Ὁ μὲν Χρύσος δόρατι πληγεὶς ἔπεσε κατ᾿ ἄκρης ἐκ τοῦ πύργου ὑπὸ Μερμοδέω, τοῦ Λύκου δὲ ἀδελφεοῦ, ὃς ἀπέθανε λευσθεὶς, ὅτε ἦλθεν εἰς τὸ ἄδυτον τὸν τρίποδα συλήσων.
Ἡ δ᾿ οὖν πόλις οὕτως ἥλω· ἥ τε τοῦ Νεβροῦ ἐπικουρίη σὺν Χρύσῳ ὀρθῶς ἀπήντησε καὶ κατὰ τὰ ἰατρικὰ καὶ κατὰ τὰ πολεμικὰ, ὅ τε θεὸς ἠλήθευσε, καὶ ἃ ὑπέσχετο ἐποίησεν.
Ἐφ᾿ οἷς οἱ Ἀμφικτύονες τῷ μὲν Ἀπόλλωνι νηὸν ἀνέθεσαν, τὸν νῦν ἐόντα ἐν Δελφοῖς, ἀγῶνά τε γυμνικὸν καὶ ἱππικὸν πρότερον οὐ τιθέντες νῦν τιθέασι, τήν τε τῶν Κρισαίων χώρην ἅπασαν καθιέρωσαν, τῷ δόντι ἃ ἔδωκε διδόντες καθ᾿ ὅ τι ἔχρησε, τόν τε τοῦ Νεβροῦ παῖδα Χρύσον ἔθαψαν ἐν τῷ ἱπποδρόμῳ, καὶ ξυνέταξαν δημοσίῃ Δελφοὺς ἐναγίζειν· Ἀσκληπιάδαις δὲ τοῖς ἐν Κῷ ἐδόθη Νεβροῦ χάριτι προμυθίη πρὸς μαντείην, καθάπερ τοῖσιν ἱερομνήμοσι, Καλυδωνίοις δὲ ἀπ᾿ ἐκείνου τοῦ ἀνδρὸς καὶ ἐκείνης τῆς ὑπουργίης καὶ νῦν ἐν Δελφοῖς προμαντείη καὶ αἰεισιτίη δέδοται.
Ἀλλ᾿ ἐπάνειμι ἐπὶ τὰ ἡμέτερα· ὅτι γὰρ ἀληθέα λέγω, τοῦ πατρὸς καὶ ἐμεῦ ἐπελθόντων, Ἀμφικτύονες ἀνενεώσαντο ταῦτα καὶ ἀπέδοσαν, καὶ ἐν στήλῃ ἀναγράψαντες ἐν Δελφοῖς ἀνέθεσαν.
Καὶ τούτου μέν μοι τοῦ λόγου τέλος· ἐνταῦθα καθαρῶς δείκνυσιν τοὺς ἡμετέρους προγόνους ὑμέων εὐεργέτας.
Τοῦτον δὲ καθέμενος, ἄλλον αἱρήσομαι περὶ τῶν αὐτῶν, οὐ τὸν αὐτόν· ὅτε γὰρ βασιλεὺς ὁ μέγας ξὺν Πέρσαισι καὶ τοῖς ἄλλοις βαρβάροις ἐστράτευσεν ἐπὶ τοὺς μὴ διδόντας ὕδωρ καὶ γῆν Ἑλλήνων, ἡ πατρὶς ἡ ἡμετέρη εἵλετο μᾶλλον πανδημεὶ ἀπολέσθαι, ὡς μὴ καθ᾿ ὑμέων τε καὶ τῶν ταὐτὰ ὑμῖν γινωσκόντων ὅπλα πολέμια λάβῃ καὶ ἐν νεῦσι στρατείην ἀποστείλῃ, ἀλλ᾿ ἀνένευσε καλόν τι καὶ ἄξιον τῶν πατέρων μεγαλοφρονευμένη, οἳ λέγονται γηγενέες τε εἶναι καὶ Ἡρακλεῖδαι.
Ἔδοξεν οὖν σφιν, τεσσάρων ἐόντων τειχέων ἐν τῇ νήσῳ, πάντ᾿ ἐκλείπειν καὶ ἐς τὰ ὄρεα καταφυγοῦσιν ἀντέχεσθαι σωτηρίης.
Ὅθεν δὴ τί κακὸν οὐκ ἀπήντησε, χώρης λεηλατευομένης καὶ σωμάτων ἐλευθέρων ἀνδραποδιζομένων καὶ κτεινομένων ἐχθρῷ νόμῳ, τῆς δὲ πόλιος καὶ τῶν ἄλλων ἐρυμάτων καὶ ἱερῶν καταιθαλουμένων, ἔτι δὲ καὶ τῇ θυγατρὶ τοῦ Λυγδάμιος Ἀρτεμισίῃ κατὰ πατρῶον νεῖκος δοθέντων ἐκσαγηνεῦσαι πάντα ὅσα λοιπὰ ἦν; ἀλλὰ γὰρ, ὡς ἔοικε, θεοῖς οὐκ ἠμελεύμεθα· χειμώνων δὲ γενομένων ἐξαισίων, αἵ τε νῆες τῆς Ἀρτεμισίης ἐκινδύνευσαν ἅπασαι ἀπολέσθαι, πολλαὶ δὲ καὶ ἀπώλοντο, ἔς τε τὸ στράτευμα αὐτέης πολλοὶ κεραυνοὶ ἐνέπεσον, σπάνιόν τι τῆς νήσου κεραυνουμένης· λέγεται δὲ καὶ φάσματα ἡρώων τῇ γυναικὶ ὀφθῆναι· ἃ δὴ πάντα φοβηθεῖσα ἀπέστη ἔργων ἀνηκέστων, ὁμολογίην πικρὴν ποιησαμένη, καὶ λίην πικρὴν λέγεσθαι, ὥστε ἀφείσθω.
Ἀποδώσω δὲ καὶ ἐνταῦθα προγόνοις τοῖς ἐμοῖς κυριότητα οὐ ψευδέα τοῦ μήτ᾿ ἐφ᾿ ὑμέας μήτ᾿ ἐπὶ Λακεδαιμονίους ἢ ἑτέρους ἄλλους Ἑλλήνων Κώους ἑκούσια ὅπλα λαβεῖν, καίπερ πολλῶν τῶν ὁμοῦ νήσους τε καὶ Ἀσίην οἰκεόντων συναψαμένων τοῖς βαρβάροις τοῦ πολέμου οὐ βίῃ· οἱ γὰρ προεστῶτες τότε τῆς πόλεως ἦσαν Κάδμος τε καὶ Ἱππόλοχος· ἐπ᾿ ἀληθεῖ δὲ κεῖται προγόνους ἐμοὺς εἶναι τόν τε Κάδμον καὶ τὸν Ἱππόλοχον· ὁ μὲν γὰρ Κάδμος, ὃς τὴν βουλὴν αὐτὴν ἤρτυσεν, ἔστι τῆς ἐμῆς μητρὸς, ὁ δ᾿ Ἱππόλοχος ἐξ Ἀσκληπιαδέων τέταρτος ἀπὸ Νέβρου τοῦ Κρισαίους συγκαθελόντος, ἡμεῖς δ᾿ Ἀσκληπιάδαι κατ᾿ ἀνδρογένειαν· ὥστε καὶ τοῦτο τὸ καλὸν τῶν ἡμετέρων προγόνων προελέσθαι.
Ἐπάνειμι δ᾿ ἐπὶ τὸν Κάδμον· οὗτος γὰρ δὴ ὁ ἀνὴρ οὕτως ἔσπευδε τὰ τῶν Ἑλλήνων καλὰ, ὥστε, ὁκότε ἔληξεν ἡ χώρη πολιορκεομένη ὑπὸ Ἀρτεμισίης, αὐτοῦ καταλιπὼν τὴν γυναῖκα καὶ γενεὴν, ᾤχετο ξὺν τοῖς τὰ αὐτὰ αἱρεομένοις ἐπὶ Σικελίης, ὅπως Γέλωνα καὶ τοὺς ἀδελφοὺς κωλύσει φιλίην ξυνθέσθαι κατὰ Ἑλλήνων πρὸς τοὺς βαρβάρους· διεπρήξατο δὲ καὶ ἄλλα πολλὰ καλὰ ἔργα, ἃ μηκύνειν οὐ πρόσκαιρον.
Αἱ μὲν δὴ δημόσιαι καὶ ἡμέων προγόνων ὑπουργίαι ἐς ὑμέας καὶ τοὺς ἄλλους Ἕλληνας, αὗται καὶ τοιαῦται πολλαί· καὶ γὰρ ἐκλείπει ἡ δύναμις τοῦ λόγου.
Ἔρχομαι δ᾿ ἤδη οὐκ εἰδόσιν εὐεργεσίην Ἱπποκράτους πατρὸς ἐμέο προσέχεσθαι· λέγων δ᾿ ἂν ἀληθεύοιμι οὕτως· ὁκότε λοιμοῦ ῥέοντος διὰ τῆς βαρβάρου, ἣ ὑπέρκειται Ἰλλυριῶν καὶ Παιόνων, ὁκότε δὴ ἐπὶ ταύτην τὴν χώρην ἧκε τὸ κακὸν, οἱ τούτων τῶν ἐθνέων βασιλῆες κατὰ δόξαν ἰητρικὴν, ἣ ἀληθὴς ἐοῦσα πανταχόθι ἴσχυεν ἔρχεσθαι, κατὰ πατρὸς τοῦ ἐμέο πέμπουσιν ἐπὶ Θεσσαλίης (ἐκεῖ γὰρ δὴ ὁ ἐμὸς πατὴρ καὶ πρότερον καὶ νῦν οἴκησιν εἶχε), καλέοντες αὐτὸν ἐς ἐπικουρίην, χρυσοῦ τε καὶ ἀργύρου καὶ ἄλλων κτεάνων οὐ μόνον ἔφασαν πέμψειν ἔχειν, ἀλλὰ καὶ ἀποίσασθαι ὁκόσα ἂν αὐτὸς ἐθέλῃ ἐπαμύναντα.
Ὁ δὲ ἐρώτησιν ποιησάμενος ὁκοῖαί τινες ἐν μέρει κινήσιες γίνονται κατά τε καύματα καὶ ἀνέμους καὶ ἀχλύας καὶ τἄλλα ἃ πέφυκε τὰς ἕξιας κινεῖν παρὰ τὸ καθεστηκός· ὁκότε δὴ πάντων μαθήσιας ἀνείλετο, τοὺς μὲν χωρεῖν ἐκέλευσεν ὀπίσω, ἀποφηνάμενος μὴ οἷός τε εἶναι ἐς χώρην τὴν ἐκείνων ἰέναι· ὅκως δὲ εἶχε ταχέως, αὐτὸς μὲν Θεσσαλοῖς ἠρτύετο παραγγέλλειν ὁκοίοις χρὴ τρόποις κακοῦ τοῦ προσιόντος εὐλαβείην ποιέεσθαι, καὶ ξυγγράφων θεραπείην ἐξετίθει περὶ τὰς πόλιας· ἐμὲ δὲ ἐπὶ Μακεδονίης ἐξαπέστειλε, βασιλεῦσι γὰρ Ἡρακλειδέων, οἳ ἐκεῖ κατέχουσι, πατρικὴ ξενίη ὑπῆρχεν ἡμῖν.
Κᾀγὼ μὲν ᾔειν ἵνα με ὁ πατὴρ ἐκέλευσεν, ἀπὸ Θεσσαλίας, ἀρήξων τοῖς ἐκεῖ· συνετέτακτο δέ μοι ξυμβαλεῖν ἐς πόλιν τὴν ὑμετέρην.
Ἀδελφεὸν δὲ τὸν ἐμὸν Δράκοντα ἐκ Παγασέων ὁρμηθέντα πλοῦν ποιέεσθαι ἐφ᾿ Ἑλλησπόντου ἐκέλευσε, [οὐ] παραπλησίην δοὺς ὑποθήκην ᾗ αὐτὸς ἔπρησσεν· οὐ γὰρ πάντες τόποι τὰ αὐτὰ φέρουσι βοηθήματα, διὰ τὸ μὴ πάντῃ τὰ περιέχοντα ἐξ ἀέρος ὅμοια εἶναι.
Πολύβιον δὲ τὸν τὴν θυγατέρα ἔχοντα, ἐμὴν δὲ ἀδελφεὴν, καὶ ἄλλους τῶν μαθητέων διέπεμπεν ἐς ἑτέρας ἑτέρων καὶ ἀγορὰς καὶ ὁδοὺς πορευσομένους, ὅπως ὅτι πλείστοις ἐπαρῆξαι.
Ὡς δὲ δὴ τὰ κατὰ Θεσσαλίην ἠνύσατο, ἐπορεύετο τοῖς ἐχομένοις ἔθνεσι βοηθέων· ἐπὶ Πύλας δὲ ἐλθὼν, Δωριεῦσι καὶ τοῖς ἄλλοις ὁμοῦ Φωκέων ἐπήρκεσε· καὶ ὁκότε δὴ ἐς Δελφοὺς ἀφίκετο, ὑπὲρ Ἑλλήνων ἱκεσίην ἔθετο τῷ θεῷ, καὶ θύσας ἤνυε τὴν ἐπὶ Βοιωτῶν, τοῖς δ᾿ ἐκεῖ ἐπαμύνας ἀναλόγως, ἐν τῇ ὑμετέρῃ ᾔει, καὶ ἱκανὰ ἃ νῦν ἐγὼ ἐπαγορεύω τὰ ὑμῖν σωτήρια ἐκ θυμοῦ πάντως εἶπε.
Δοκέω δ᾿ ὑμῶν ὅτι ἀληθεύω πολλοὺς γινώσκειν· οὐ γὰρ πάλαι, ἀλλ᾿ ἔτος ἐστὶ τοῦτο ἔνατον, ἐξ οὗ διελήλυθα καὶ ἐπὶ Πελοπόννησον ἐστελλόμην, καὶ τοῖς ἐκείνην οἰκέουσι βοηθήσων.
Πάντοθεν δ᾿ ἡμῖν καὶ λόγῳ καὶ ἔργῳ ἀξίη τιμὴ ἀπήντα, ὥστε μὴ μεταμελέεσθαι ὅτι οὐκ ἠλλαξάμεθα χρηματισμοῦ τοῦ ἐξ Ἰλλυριῶν καὶ Παιόνων.
Παρὰ δὲ τὰς ἄλλας πόλιας τὰ παρ᾿ ὑμέων δοθέντα μεγάλα ἦν· ἥ τε γὰρ πολιτείη ἡ ὑμετέρη ὑπερῆγε τὰς ἑτέρων· αἱ γὰρ Ἀθῆναι ὑψηλότερόν τι τῶν ἄλλων πόλεων ἐς δόξαν, καὶ ὁ ἐν τῷ ὑμετέρῳ θεάτρῳ χρύσεος στέφανος ἐπιτεθεὶς ζήλου πρὸς τὸ ἄκρον ἦγεν.
Ἀλλὰ καὶ τοῦτο τὸ καλὸν ὑπερεβάλεσθε, μυήσαντες τὰ Δήμητρος καὶ κόρης μυστήρια καὶ ὄργια καὶ τὸν πατέρα καὶ ἐμὲ δημοσίᾳ.
Τρεῖς μὲν αὗταί μοι οἷον ἀνύοντι ἐξέλκειν τε τοὺς λόγους καὶ σχοινίων προέχεσθαι [αἱ] πόλιός τε καὶ προγόνων καὶ πατρὸς τοῦ ἐμέο χάριτες ξὺν πολλοῖς Ἑλλήνων· τετάρτην δ᾿ ἀναλήψομαι λέγειν ὑπουργίην, ἣν, ὡς ὑπεθέμην, εἰς ὑμᾶς ἐγὼ καὶ ὁ πατὴρ ὁ ἐμὸς κατεθέμεθα.
Ὅτε γὰρ Ἀλκιβιάδην [ἡ πόλις] ἐξέπεμπεν ἐπὶ Σικελίης πολλῇ μὲν δυνάμει, οὐχ οὕτω δὲ πολλῇ ὡς θαυμαστῇ (ἦν γὰρ ὅσ᾿ ἔργα), λόγου ἐν ἐκκλησίῃ ὑπὲρ ἰητροῦ προσπεσόντος ὃν δέοι ἀκολουθεῖν τῷ στρατεύματι, προελθὼν ὁ πατὴρ ὑπέσχετο ἐμὲ ἐπὶ τὰ ὑμέτερα σώματα δώσειν, τοῖς ἰδίοις δαπανήμασι κατεσκευασμένον καὶ ἄτερ μισθῶν αἰτήσιος ἕως ἂν ὁ στόλος ἀποδημῇ, ἐν ἐλάσσονι τιθέμενος τὸ λυσιτελὲς ἀξιόχρεων ἐὸν τῆς ὑμῖν χρείης ἐσομένης.
Ἐγὼ γὰρ οὐχ ὅπως ἂν τὰ ὑπάρχοντα κατεδαπάνων, ὃ ἐποίεον ὑμῖν ὑπουργέων, ἀλλὰ καὶ ἐν ἄλλοισι μεγάλοισιν ἔργοισιν ἐτετάγμην.
Καὶ τοῦτο ἐλάχιστον τῶν μελλόντων ῥηθήσεσθαι· προείλετο γὰρ μᾶλλον ὁ πατὴρ ἐν ἐμοὶ τῷ ὑιεῖ καὶ ἐν γῇ ὀθνείᾳ σαλεύειν καὶ κατὰ θάλασσαν καὶ κατὰ κινδύνους πολεμικοὺς, καὶ κατὰ ἀῤῥωστίας, αἳ τοῖς ἐν πλανώδεσι βίοις εἰθισμέναι εἰσὶ μᾶλλον προσκαθίζειν ἢ τοῖς ἐν τεταγμένῃ ζωῇ· ἠπίστατο γὰρ χάριτα χάριτι μετρεῖσθαι, καὶ μὴ οἷόν πέρ τι ὠνεύμενος ἐκ χειρὸς εἰς χεῖρας συναλλάξας ἅπαξ ἀπιέναι.
Ὁ μὲν δὴ τοιούτων ὑπῆρξεν· ἐγὼ δὲ, ἅτε παῖς ἐὼν ἐκείνου, οὐδὲν ἐλλείπω φιλοτιμίης καὶ τέχνης, βοηθέων καὶ κινδυνεύων σὺν ὑμῖν ὁκότε που καιρὸς εἴη· καὶ ἐς ταῦτά με ἀμφότερα οὔτε νοῦσος οὔτε κακοπαθείη οὔτε φόβος ὁ ἐν θαλάσσῃ καὶ ὁ ἐν χερσὶ πολεμίων εἴργει· μαρτυρίη δὲ οὐκ ἐν ἄλλοις τισὶν, ἐν δ᾿ ὑμῖν αὐτοῖς κεῖται· ὥστε, εἴ τῳ ἀντιλεκτέον, ἀναστήτω μηδὲν ὀκνήσας, ἀλλ᾿ οὐ δοκέω ψεύδεσθαι.
Ταῦτα δὲ πρήξας ἐπὶ τρία ἔτεα, στεφανωθείς τε χρυσέῳ στεφάνῳ, καὶ ἔτι κάλλιον εὐφημεύμενος, ἐς τὴν ἰδίην ἀπῆλθον ἐπὶ γάμον, ὡς διαδόχους καταστήσαιμι καὶ τέχνης καὶ γενεῆς ἡμετέρης.
Ἃ μὲν δὴ παρὰ πόλιος, προγόνων, πατρός τε καὶ ἐμέο ὑμῖν ὑπάρχει, ταῦτ᾿ ἐστίν· εἴρηται δὲ καὶ ὧν ἡμεῖς παρ᾿ ὑμέων ἐπαυράμεθα· δοκέω δὲ πολλοὺς ὑμέων θαυμάζειν, ὅτεων χάριν ταῦτα ἀναμεμέτρηται· ὡς οὖν καὶ ὑμέες εἰδῆτε καὶ ἐμοὶ γίνηται ἃ ἐγὼ ἐπιθυμέω, καιρὸς λέγειν.
Ὁ πατὴρ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἐγὼ αἰτεόμεθα ὑμέας (οὕτω γὰρ εἰπεῖν ἐλευθέρους καὶ φίλους [καὶ] παρὰ φίλων τυχεῖν ἐλευθέρων), ἐκ πατρίδος τῆς ὑμετέρης ὅπλα πολέμια μὴ ἄρασθαι· εἰ δὲ δεῖ, ὥσπερ ἴσως δεῖ τοὺς ὑπὲρ τῆς αὐτῶν προεληλυθότας, καὶ δεόμεθα μὴ ἡμέας ἐόντας [ἐν] ἀξιώματι μεγάλῳ καὶ τοιουτέων προϋπάρξαντας, ἐν δούλων μοίρῃ τιθήσεσθαι· ἔτι δὲ, καὶ γὰρ οὕτως ἁρμόσει λέγειν, ἱκετεύομεν μὴ ποιήσεσθαι τὰ ἡμέτερα ὑμῖν αὐτοῖς δουρίκτητα, πολλοὶ μειόνων ἢν ἐπάνω γενήσεσθε, ἀλλ᾿ ὑπιδέσθαι καὶ τοῦτο ὅτι ἑτέρως ἕτερα ἡ τύχη ταχύνει· καί ποτε μικρῶν μεγάλοι προσεδεήθησαν, καὶ οἱ καρτεροὶ δι᾿ ἀσθενέας σωτηρίης ἔτυχον.
Δοκέω δὲ σύνδηλον, ὡς μὴ ἐνδηλότερον εἴπω, ὅτι ἐφ᾿ ἑνὶ ἀνδρὶ οὐ πόλις, ἀλλὰ πολλὰ ἔθνεα ἤδη ποτὲ ὤφθη ὠφεληθέντα ἐν πολεμικοῖς, καὶ ἔνθα τέχνη ἰσχύει.
Μηδὲ ἡμέας ἀποβάλησθε· καὶ γὰρ οὐδὲ ἀπόβλητοι ἐσμὲν, ὡς ἐν ἡμῖν μαρτυρίη κεῖται· ἀλλ᾿ ἀρχὴν μὲν οὗτοι, ἔνθεν γένος εὐχόμεθ᾿ εἶναι, Ἀσκληπιὸς καὶ Ἡρακλῆς, ἐπ᾿ ὠφελείῃ ἀνθρώπων ἐγένοντο, καὶ τούτους δι᾿ ἀρετῆς τῆς ἐνταῦθα ἐν θεῶν χώρῃ ἔχουσι πάντες· πόλις δὲ ἐμὴ καὶ ἐγὼ ὁ λέγων ἐς τούτους ἀνερχόμεθα, ὡς ἀνθρώπων λόγοι κατέχουσιν· ὅθεν δὴ καὶ ὑπὲρ Ἑλλήνων φανεύμεθα ἀμφότεροι ταύτῃ προϊστάμενοι καὶ ἐπὶ παντὶ καλλίστῳ· οὐ γὰρ μῦθος τὰ Τρωϊκὰ ἀλλ᾿ ἔργα, ἐν οἷς ἡ Κῶς σὺν τῇσιν ἑωυτῆς νήσοισιν οὐ πολλοστὴ, μεγίστη δ᾿ ἐς συμμαχίην ἐστίν· οὕτως δὲ καὶ Ἀσκληπιοῦ παῖδες οὐ τέχνῃ μόνον, ἀλλὰ καὶ ὅπλοις ἐπήρκεσαν Ἕλλησι· Μαχάων γέ τοι ψυχὴν κατέθετο ἐν τῇ Τρωάδι, ὅτε, ὡς οἱ ταῦτα γράφοντες λέγουσιν, ἐξ ἵππου ἐς πόλιν τὴν Πριάμου εἰσῆλθε.
Μὴ δὴ μήτε καθότι ἔμφυλοι, μήτε καθότι ἐξ ἐπαρηγόντων ἐπαρήγοντες γεγόναμεν Ἕλλησιν, ἀδικήσητε ἡμέας.
Οὐ μηκυνέω δὲ οὐδὲ τὰ Κρισαῖα αὖθις οὔτε τὰ Περσικὰ λέγων, ὁκότε καὶ ἀκηκόατε καὶ ἐν χερσὶ μᾶλλον τῶν ἀρτίως εἰρημένων ἐστίν· ἐν θυμῷ δὲ λάβετε καὶ οὕτως εὐεργέτας μὴ ὅσιον ἀδικεῖν.
Ἡμέας δὲ εὐεργέτας ὡς τὰ ἔργα φησὶ, τίνες φανεῖσθε, οἱ πατέρων γεγῶτες οἵων οἱ μυθολόγοι εἶπον, ἂν τὸ ἀδικεῖν ἀντὶ τοῦ χρηστοὶ εἶναι αἱρῆσθε; οὐ γὰρ ἐθέλω πικρότερον λέγειν· κεῖνοι γὰρ, ὦ ἄνδρες Ἀθηναῖοι, Ἡρακλείδαις μὲν ἔτινον χάριτας, ἑτέροις δὲ πολλοῖς εὐεργετηθέντες ἐπήρκεσαν· ὑπολείποι δ᾿ ἄν με ἡ ἡμέρη μακρὰ λέγοντα, εἰ διεξίοιμι ὁκόσοις ὁκόσα ἀπήντηκεν ἀγαθὰ οὐδὲν ἐν χρείῃ ὑμῖν ἐγγεγονόσι.
Περιβλέψατε δὲ ἑωυτοὺς, καὶ μηδὲ ἐμεῦ εἰπόντος γνῶτε ὁκοῖα πρήσσετε· κακὸν ἐξουσίη, ὦ ἄνδρες Ἀθηναῖοι, οὐ γὰρ ἐπίσταται τὰ ἑωυτῆς μέτρῳ ταμιεύεσθαι, ἀλλὰ δή τινας καὶ πόλιας καὶ ἔθνεα ἐλυμήνατο.
Ἐς ἑτέρους δὲ οἷον ἐς κάτοπτρον βλέψαντες ἴδετε αὐτοὶ ἃ ποιέετε, καὶ ἐγὼ ἀληθέα λέγω.
Καὶ νέος δὲ νόμος ὅστις εὐτυχίῃ πεποιθὼς, μὴ καὶ ἐς τὰ δυσπετέα βλέπειν· οὐχ ὑμέτερον· πολλὰ γὰρ καὶ ὧδε δαίμονος πεπείρησθε.
Οὐδὲν ὑμέας ἀδικέομεν· εἰ δὲ καὶ ἀδικέομεν, μὴ ὅπλοις, ἀλλὰ λόγῳ κριθῶμεν.
Παραιτέομαι δὲ ὑμέας καὶ τοῦτο, μὴ ποιῆσαι χάριν ἑτέροις ὀφλῆσαι, ἐπικουρήσασιν ἡμῖν· ἐπικουρήσουσι γὰρ, ἢν ὀρθῶς ποιέωσιν, οἵ τε ἐντὸς Θεσσαλίης, Ἄργεος, Λακεδαίμονος, [καὶ] Μακεδονίης βασιλεῖς, [καὶ] εἴκου ἕτεροι Ἡρακλεῖδαι ἢ Ἡρακλειδέων συγγενέες οἰκέουσι.
Κρεῖσσον ἄτερ βίης τὰ δίκαια ποιέειν ἢ βιασθέντας· οὐκ εἶπον δ᾿ ἐπανάστασιν· τοῦτο δὲ φανερὸν ποιέω, ὅτι πολλοῖσι μελόμεθα ἢ μελησόμεθα, εἰ μὴ πανταχόθεν οἴχεται τὸ χρηστοὺς ἀνθρώπους ἔτι εἶναι.
Ἐγὼ μὲν οὖν, μικρὴ γάρ μοι δύναμις λόγου, ἅτε πρὸς ἑτέρων ἐπιμέλειαν ἡρμοσμένῳ, ἐνταῦθα καταπαύσω.
Ἀξιῶ δὲ πρὸς ξένους ὑμετέρους καὶ τοὺς ὑμῖν συμβούλους εἰθισμένους εἶναι, καὶ θεῶν καὶ ἡρώων ἕνεκα καὶ χαρίτων, αἳ ἀνθρώποις παρ᾿ ἀνθρώπων γίνονται, ἔχθρα μὲν εἴργειν τὰ ἀλλήλων ὑμέας, εἰς δὲ φίλα προτρέπεσθαι· εἰ γὰρ μὴ ἐν τῇ ὑμετέρῃ πόλει τουτέων ἐπιτευξόμεθα, οὐκ οἶδ᾿ ὅκου ἐλθόντες ὧν ἱμείρομεν εὐμοιρήσομεν.


Περὶ Ἑπταμήνου Νόθου

[122] Περὶ δὲ ἑπταμήνων ὁ λόγος ὑφ᾿ ὅτευ φησὶ γίνεσθαι. ἐγὼ μὲν οὐ περιτέτευχά πω τῷδε τῷ πρήγματι ὀφθαλμοῖσιν, ἀκροήσει δὲ μοῦνον. ὅκως δή μοι φαίνεται δηλώσω. πολλαὶ φύσιός εἰσι παρατροπαὶ καὶ παραφοραὶ ἐν ζῴοισί τε καὶ ἐν φυτοῖσι καὶ ἐν τῷ ἀιδίῳ αἰῶνι. καὶ ἤδη που τὸ θῆλυ καὶ ἄρρεν ἐρυσμώθη καὶ πολύχειρα καὶ πολυόφθαλμα καὶ πολύωτα καὶ παντοίους ῥυσμοὺς παλιμπηγεῖς ἔχοντα[ς] ὥς τινα θαυμαστὴν παρατροπὴν φύσιος. πάντα γὰρ κατ᾿ ἴδιά ἐστι καιρὸς ὁ κραίνων καὶ σύγκρισις. κατὰ γὰρ τὴν ἀρχαίην γέννησιν, ὁκότε ἔκτιστο πάντα, τὰ ζῷα ἐρυσμοῦτο, καὶ νῦν γνῶθι διὰ ταῦτα κατὰ νόμους ῥυσμοῦσθαι. ἐμοί γ᾿ οὖν δοκέει ὡς κατὰ ἄνθρωπον ὁρ[γ]ιζομένῳ περὶ τὰ ἑπτάμηνα τοῖσιν εἴδεσι γίγνεσθαι καθάπερ ὁρῶμεν κατὰ τὸ περιέχον καὶ κατὰ τὴν γῆν προώρους καρποὺς ῥυσμοῦσθαι, ὅκωσπερ ἐν Αἰγύπτῳ πάντα πρόωρα γίνεται, πολλά τε καὶ διὰ παντὸς ὥρου διὰ πολυφιλίην τῆς γῆς καὶ τὴν θέρμην τῆς περιοκωχήσιος. ὡσαύτως οὖν καὶ περὶ τὰ σκήνεα φιλέει γίνεσθαι τὰ ἑπτάμηνα. καὶ ὅταν ἡ ἔχουσα ἐς κύησιν εὖ ἥκῃ εἰς ὑποδοχὴν τὴν ὑπὸ τοῦ ἄρρενος καὶ τὸ ἄρρεν ὠργημένον ᾖ καλῶς πρὸς τὸ καταβάλλειν γένεσιν ῥυθμοῦ, τότε δὴ σκῆνος συγκρίνεται καὶ τελεόμενον γίνεται. συμφορὴ γὰρ ἀνάγκῃ κρατερῇ μὴν κατέχεται τελεωθῆναι ὥσπερ τὸ τελεόμενον κατὰ τὸν ῥυθμόν, ἄλλως τε οὐκ ἀνυστόν· οὔτε γάρ [124] κως τὸν ῥυσμὸν ὑπερβάλλοντα δεῖ εἶναι οὔτ᾿ αὖ[τα] πάλιν ἐλλιπέα, ἀλλ᾿ εἶναι μέσον ῥυσμὸν ἐν πρήγματι μεγάλῳ. εἰ μὲν οὖν μέλλει ἐς ἀνθρώπου[ς] ῥυσμοὺς ἐσαφίξεσθαί τι[ς], ἀεί οἱ παρεῖναι δεῖ ἃ κατ᾿ ἄνθρωπον ἐπιτήδεια. καὶ προηβῶσι καὶ προγηρῶσί τινες ὅκως καὶ οἱ προϋγιανθέντες κατὰ νόμον, οἷα ῥυσμὸς κα[τα]τήκει καὶ ἐς τὰ ἐπιτήδεια ὀστέων τε καὶ ἰνέων καὶ φλεβῶν καὶ νεύρων καὶ σπλάγχνων καὶ νηδύος καὶ τῶν λοιπῶν καὶ ἐς συντελείην. ἀλλὰ ἴσως ἐρέουσί τινες διὰ τί ὀκτάμηνα οὐ ζῇ, οὐ μὴν οὐδὲ τρίμηνα, φλέδονες ἐόντες καὶ νήπιοι· ἅττα γὰρ τὸν αἰῶνα οὕτω μεμοίρηται, καὶ φιλέει κατὰ τὰ ὅμοια ῥυσμοῦσθαι καὶ συγκρίνεσθαι ὅκωσπερ καὶ τῶν ἐς οὖδας ἐσσπειρομένων ἢ φυτευομένων τὰ μὲν ἐν πλείοσιν ἡμέρῃσι, τὰ δὲ ἐν ἐλαχίστῃσιν, οὐ κατὰ χρόνον ‑ χρόνος γὰρ ἕπεται κατὰ ἡλίου περίοδον καὶ σελήνης ὁριζόμενος ‑ . οὐδὲ μὲν γὰρ καὶ ἑνδεκάμηνον καὶ δωδεκάμηνον κατὰ τὸν τούτων λόγον ἔστ᾿ ὃ ἂν ζῇ παιδίον, οὔτ᾿ οὐδὲν ὑπὲρ τὸ ἱκνεύμενον γίγνεται καταρρυθμιζόμενον, ἀλλὰ ἑκάστου ῥυσμὸς ὁ κραίνων κατὰ νόμον· πάντα γὰρ ἡ μηχάνευσις μηχανᾶται ἐπί τε τοὺς ὀφθαλμοὺς ἢ τὰ ὦτα ἢ τὴν ῥῖνα ἢ τὸ στόμα, ἐν τοῖσι ῥυσμοῖς συνεχομένη, ἢ κατὰ τὰς ἄλλας συγκρίσιας. ὅκωσπερ νῦν ἀίδριες ἐόντες κατὰ πάσας τὰς ῥυθμῶν προλήμψιας ... [ταῦτα οὖν πρότερον ἐννοούμενος ...]


ὄμνυμι

[124]

Αὐτὸν ἐν ἀχράντοισι μέγαν θεὸν αἰὲν ἐόντα (ὄμνυμι)·
οὔτε τινὰ ξείνων δηλήσομαι ἀνέρα νούσῳ
οὔτε τιν᾿ ἐνδήμων ὀλοφώια ἔργα τελείων,
οὔτε τις ἂν δώροις με παραιβασίην ἀλεγεινὴν
ἐκτελέειν πείσειε καὶ ἀνέρι φάρμακα δοῦναι
λυργά, τάπερ κακότητα θυμοφθόρον οἶδεν ὀπάζειν, [οὔτε χάριν φιλίης ἑτέρῳ κατανεῖμαι ὑποστῶ]
ἀλλ᾿ ὁσίας μὲν χεῖρας ἐς αἰθέρα λαμπρὸν ἀείρων
καὶ κακίης ἀμόλυντον ἔχων κατὰ πάντα λογισμὸν
μήσομαι ἔρδειν κεῖνα, τάπερ σόον ἀνέρα θήσει,
πορσύνων πάντεσσι φίλην βιόδωρον ὑγείην.


Ἱπποκράτους γένος καὶ βίος
κατὰ Σωρανόν

Ἱπποκράτης γένει μὲν ἦν Κῷος, υἱὸς Ἡρακλείδα καὶ Φαιναρέτης, εἰς Ἡρακλέα καὶ Ἀσκληπιὸν τὸ γένος ἀναφέρων, ἀφ᾿ οὗ μὲν εἰκοστός, ἀφ᾿ οὗ δὲ ἐννεακαιδέκατος.

μνημονεύει δὲ τῆς γενεαλογίας αὐτοῦ Ἐρατοσθένης καὶ Φερεκύδης καὶ Ἀπολλόδωρος καὶ Ἄρειος ὁ Ταρσεύς.

μαθητὴς δὲ γέγονεν Ἡρακλείδα τοῦ ἰδίου πατρός, εἶτα Ἡροδίκου, κατὰ δέ τινας καὶ Γοργίου τοῦ Λεοντίνου ῥήτορος, φιλοσόφου δὲ Δημοκρίτου Ἀβδηρίτου.

κατὰ δὲ τοὺς Πελοποννησιακοὺς ἤκμασε χρόνους γεννηθείς, ὥς φησιν Ἰσχόμαχος ἐν τῷ πρώτῳ Περὶ τῆς Ἱπποκράτους αἱρέσεως, κατὰ τὸ πρῶτον ἔτος τῆς ὀγδοηκοστῆς ὀλυμπιάδος, ὡς δὲ Σωρανὸς ὁ Κῷος ἐρευνήσας τὰ ἐν Κῷ γραμματοφυλακεῖα προστίθησι, μοναρχοῦντος Ἀβριάδα, μηνὸς Ἀγριανίου ἑβδόμῃ καὶ εἰκοστῇ, παρ᾿ ὃ καὶ ἐναγίζειν ἐν αὐτῇ μέχρι νῦν Ἱπποκράτει φησὶ τοὺς Κῴους.

συνασκηθεὶς δὲ ἐν τῇ ἰατρικῇ καὶ τοῖς ἐγκυκλίοις μαθήμασι τῶν γονέων αὐτοῦ τελευτησάντων μετέστη τῆς ἰδίας πατρίδος, ὡς μὲν κακοήθως Ἀνδρέας φησὶν ἐν τῷ Περὶ τῆς ἰατρικῆς γενεαλογίας, διὰ τὸ ἐμπρῆσαι τὸ ἐν Κνίδῳ γραμματοφυλακεῖον· ἄλλοι δέ φασιν, ὅτι προθέσει τοῦ κατὰ τόπους τὰ ἀποτελούμενα θεάσασθαι καὶ συγγυμνασθῆναι ποικιλώτερον· ὡς δὲ Σωρανὸς ὁ Κῷος ἱστορεῖ, ὄνειρος αὐτῷ παρέστη κελεύων τὴν Θεσσαλῶν γῆν κατοικεῖν.

τὴν δὲ σύμπασαν Ἑλλάδα θεραπεύων ἐθαυμάσθη, ὥστε καὶ ὑπὸ Περδίκκα τοῦ Μακεδόνων βασιλέως φθισικοῦ νομισθέντος παρακληθέντα δημοσίᾳ πρὸς αὐτὸν ἐλθεῖν μετ᾿ Εὐρυφῶντος, ὃς καθ᾿ ἡλικίαν πρεσβύτερος ἦν αὐτοῦ, καὶ σημειώσασθαι ψυχῆς εἶναι τὸ πάθος.

ἤρα γὰρ μετὰ τὸν τοῦ πατρὸς Ἀλεξάνδρου θάνατον Φίλας τῆς παλλακίδος αὐτοῦ, πρὸς ἣν δηλώσαντα τὸ γεγονός, ἐπειδὴ παρεφύλαξεν ταύτης βλεπομένης παντελῶς ἐκεῖνον τρέπεσθαι, λῦσαι μὲν τὴν νόσον, ἀνακτήσασθαι δὲ τὸν βασιλέα.

παρεκλήθη δὲ ὑπὸ τῶν Ἀβδηριτῶν πρὸς αὐτοὺς ἀπελθεῖν καὶ Δημόκριτον μὲν ὡς ἐν μανίᾳ θεραπεῦσαι, ῥύσασθαι δὲ λοιμοῦ τὴν πόλιν ὅλην.

ἀλλὰ καὶ εἰς τὴν Ἰλλυριῶν καὶ Παιόνων βαρβάρων γῆν λοιμοῦ κατασκήψαντος καὶ δεομένων τῶν ἐκεῖ βασιλέων πρὸς αὐτοὺς ἐλθεῖν, παρὰ τῶν πρέσβεων τίνα ἦν ἐκεῖ τὰ πολλὰ τῶν πνευμάτων μαθὼν ἐκείνους μὲν ἀπράκτους ἀπέπεμψε, συλλογισάμενος δὲ τὴν νόσον ἐπὶ τὴν Ἀττικὴν ἥξειν, προειπὼν τὸ γενησόμενον καὶ τῶν πόλεων καὶ τῶν μαθητῶν ἐπεμελήθη.

τοσοῦτον δὲ φιλέλλην ὑπῆρξεν, ὥστε τῆς δόξης αὐτοῦ μέχρι Περσῶν διαπύστου γενομένης καὶ διὰ τοῦτο καὶ τοῦ Ἀρταξέρξου διὰ Ὑστάνους τοῦ Ἑλλησποντίων ὑπάρχου ἐπὶ μεγάλαις δωρεαῖς δεομένου πρὸς αὐτὸν ἐλθεῖν, διὰ τὸ σεμνὸν καὶ ἀφιλάργυρον καὶ φιλοίκειον ἀρνήσασθαι, ὡς καὶ τοῦτο διὰ τῆς πρὸς αὐτὸν ἐπιστολῆς δηλοῦται.

ἐρρύσατο δὲ τὴν ἑαυτοῦ πατρίδα πολεμεῖσθαι μέλλουσαν ὑπὸ Ἀθηναίων, Θεσσαλῶν δεηθεὶς ἐπιβοηθῆσαι.

διὸ καὶ λαμπρῶν ἔτυχε τιμῶν παρὰ Κῴοις, ἀλλὰ καὶ Θεσσαλοῖς καὶ Ἀργείοις καὶ Ἀθηναίοις, οἵτινες καὶ δεύτερον αὐτὸν ἀφ᾿ Ἡρακλέους δημοσίᾳ τοῖς Ἐλευσινίοις ἐμύησαν καὶ πολίτην ἔγραψαν καὶ τὴν ἐν πρυτανείῳ σίτησιν ἔδοσαν εἰς ἐκγόνους.

ἀφθόνως δὲ τοὺς ἐπιτηδείους ἐδίδασκε τὴν τέχνην μετὰ τοῦ προσήκοντος Ὅρκου.

ἐτελεύτα δὲ παρὰ Λαρισσαίοις, ὅτε καὶ Δημόκριτος φέρεται τελευτήσας, καὶ οἱ μὲν ἐνενήκοντα ἐτῶν, οἱ δὲ ὀγδοήκοντα πέντε φασίν, ἄλλοι ἑκατὸν τεσσάρων, τινὲς ἑκατὸν ἐννέα.

τέθαπται δὲ μεταξὺ Γυρτῶνος καὶ Λαρίσσης, καὶ δείκνυται ἄχρι δεῦρο τὸ μνῆμα, ἐν ᾧ μέχρι πολλοῦ σμῆνος ἦν ἐργαζόμενον μέλι, ἀφ᾿ οὗ τὰ ἀφθῶντα παιδάρια χρίουσαι παρὰ τῷ τάφῳ ῥᾳδίως ἀπήλλαττον αἱ τιτθαί.

ἐν δὲ ταῖς πολλαῖς εἰκόσιν ἐσκεπασμένος τὴν κεφαλὴν γράφεται, ὡς μέν τινες λέγουσι πίλῳ, παράσημον εὐγενείας, καθάπερ Ὀδυσσεύς, ἄλλοι δὲ τῷ ἱματίῳ· καὶ τούτων οἱ μὲν δι᾿ εὐπρέπειαν, ἐπεὶ φαλακρὸς ἦν, οἱ δὲ διὰ τὸ ἀσθενὲς τῆς κεφαλῆς, οἱ δὲ δι᾿ ἔμφασιν τοῦ δεῖν τὸ τοῦ ἡγεμονικοῦ χωρίον φρουρεῖν, οἱ δὲ τοῦ φιλαποδήμου τεκμήριον, οἱ δὲ τῆς ἐν τοῖς συγγράμμασιν ἀσαφείας, οἱ δὲ πρὸς παράστασιν τοῦ δεῖν κἀν τῷ ὑγιαίνειν φυλάςσεσθαι τὰ βλάπτοντα, τινὲς δὲ ὅτι χειρίζων πρὸς τὸ τῶν χειρῶν ἀπαραπόδιστον συμπεριλαμβάνων τὸ τοῦ ἱματίου περικεχυμένον ἐπετίθει τῇ κεφαλῇ.

περὶ δὲ τῶν συγγραμμάτων αὐτοῦ πολλὴ γέγονε διαφωνία ἄλλων ἄλλα δοξασάντων.

ὅθεν οὐκ εὐμαρὲς τὸ περὶ αὐτῶν ἀποφήνασθαι, διὰ τὸ πολλὰς αἰτίας ἐπισκοτεῖν τῇ κρίσει, πρῶτον τὴν ἐπωνυμίαν, δεύτερον τὸ δύνασθαι τὸν χαρακτῆρα τῆς φράσεως τηρῆσαι, τρίτον διὰ τὸ ἕνα καὶ τὸν αὐτὸν ποτὲ μὲν ῥωμαλεώτερον, ἄλλοτε ἀσθενέστερον διὰ τὴν ἡλικίαν συγγράφειν.

καὶ ἄλλας δὲ μετὰ τούτων αἰτίας ἔστιν εἰπεῖν.

ἀφιλάργυρος δὲ καὶ τοῖς τρόποις σεμνὸς καὶ φιλέλλην ὑπῆρχεν, ὅτι καὶ τοὺς ὁμοεθνεῖς ἐθεράπευε συμπάσῃ σπουδῇ, ὡς καὶ λοιμῶν ὅλας ῥύσασθαι πόλεις, καθάπερ εἴρηται.

ὅθεν καὶ λαμπρῶν ἔτυχε τιμῶν οὐ παρὰ Κῴοις μόνον, ἀλλὰ καὶ Ἀργείοις καὶ Ἀθηναίοις.

παῖδας δὲ κατέλιπε θανὼν δύο, Θεσσαλὸν καὶ Δράκοντα, καὶ μαθητὰς παμπληθεῖς, ἐπιφανεστάτους δὲ τοὺς ἑαυτοῦ παῖδας λέγεται γενέσθαι


Περιεχόμενα

  1. Περὶ Ἀρχαίης Ἰατρικῆς (De prisca medicina)
  2. Περί Ἀέρων, Ὑδάτων, Τόπων (De aëre aquis et locis)
  3. Προγνωστικόν (Prognosticon)
  4. Περὶ Διαίτης Ὀξέων Νοσημάτων (De diaeta in morbis acutis)
  5. Περὶ Διαίτης Ὀξέων Νοσημάτων, Νόθα (De diaeta acutorum sp)
  6. Περὶ Ἐπιδημιῶν 1 (De morbis popularibus Liber I)
  7. Περὶ Ἐπιδημιῶν 2 (De morbis popularibus Liber II)
  8. Περὶ Ἐπιδημιῶν 3 (De morbis popularibus Liber III)
  9. Περὶ Ἐπιδημιῶν 4 (De morbis popularibus Liber IV)
  10. Περὶ Ἐπιδημιῶν 5 (De morbis popularibus Liber V)
  11. Περὶ Ἐπιδημιῶν 6 (De morbis popularibus Liber VI)
  12. Περὶ Ἐπιδημιῶν 7 (De morbis popularibus Liber VII)
  13. Περὶ τῶν ἐν τῇ Κεφαλῇ Τραυμάτων (De capitis vulneribus)
  14. Κατ᾿ Ἰατρεῖον (De officina medici)
  15. Περὶ Ἀγμῶν (καταγμάτων) (De fracturis)
  16. Περὶ Ἄρθρων (De articulis)
  17. Μοχλικός (Vectiarius)
  18. Ἀφορισμοί (Aphorismi)
  19. ὁ Ὄρκος (Jusjurandum)
  20. ὁ Νόμος (Lex)
  21. Περὶ Χυμῶν (De humoribus)
  22. Προρρητικός Α (περὶ τοῦ προλέγειν τὰς νόσους ἐκ τῶν συμπτωμάτων Α)(Prorrheticon Liber I)
  23. Προρρητικός Β (περὶ τοῦ προλέγειν τὰς νόσους ἐκ τῶν συμπτωμάτων Β) (Prorrheticon Liber II)
  24. Περὶ Τέχνης (De arte)
  25. Κῳακαὶ προγνώσεις (ἀπὸ τὴν Κῶ) (Coa praesagia)
  26. Περὶ φύσιος Ἀνθρώπου (De natura hominis)
  27. Περὶ Διαίτης Ὑγιεινῆς (De diaeta salubri)
  28. Περὶ Φυσῶν (De flatibus)
  29. Περὶ Ὑγρῶν Χρήσιος (De humidorum usu)
  30. Περὶ Νόσων I (De morbis IIII Liber I)
  31. Περὶ Νόσων II (De morbis IIII Liber II)
  32. Περὶ Νόσων III (De morbis IIII Liber III)
  33. Περὶ Γονῆς, Περὶ Φύσεως Παιδίου, Περὶ Νόσων IV (De semine, de natura pueri, morbis IV)
  34. Περὶ Παθῶν (De affectionibus)
  35. Περὶ Τόπων τῶν κατ᾿ Ἄνθρωπον (De locis in homine)
  36. Περὶ τῆς Ἱερῆς Νόσου (De morbo sacro)
  37. Περὶ Ἐλκῶν (De ulceribus)
  38. Περὶ Αἰμοροΐδων (De haemorrhoidibus)
  39. Περὶ Συρίγγων (De fistulis)
  40. Περὶ Διαίτης Α᾿ (De diaeta I)
  41. Περὶ Διαίτης Β᾿ (De diaeta II)
  42. Περὶ Διαίτης Γ᾿ (De diaeta III)
  43. Περὶ Διαίτης Δ᾿ (De diaeta IV)
  44. Περὶ τῶν Ἐντὸς Παθῶν (De affectionibus interioribus)
  45. Περὶ Γυναικείας Φύσεως (De natura muliebri)
  46. Περὶ Ἑπταμήνου (De septimestri partu)
  47. Περὶ Ἑπταμήνου (Νόθο) (De septimestri partu [sp.])
  48. Περὶ Ὀκταμήνου (De octimestri partu)
  49. Περὶ Γυναικείων Α᾿ (De mulierum affectibusI)
  50. Περὶ Γυναικείων Β᾿ (De mulierum affectibus II)
  51. Περὶ Γυναικείων Γ᾿ Περὶ Ἀφόρων (De mulierum affectibus III)
  52. Περὶ Παρθενίων (De virginum morbis)
  53. Περὶ Ἐπικυήσιος (De superfetatione)
  54. Περὶ Ἐγκατατομῆς Ἐμβρύου (De exsectione foetus)
  55. Περὶ Ἀνατομῆς (De anatome)
  56. Περὶ Ὀδοντοφυΐης (De dentitione)
  57. Περὶ Ἀδένων (De glandulis)
  58. Περὶ Σαρκῶν (De carnibus)
  59. Περὶ Ἑβδομάδων (De septimanis)
  60. Περὶ Καρδίης (De corde)
  61. Περὶ Τροφῆς (De alimento)
  62. Περὶ Ὄψιος (De visu)
  63. Περὶ Ὀστέων Φύσιος (De ossium natura)
  64. Περὶ Ἰητροῦ (De medico)
  65. Περὶ Εὐσχημοσύνης (De decente habitu)
  66. Παραγγελίαι (Praeceptiones)
  67. Περὶ Κρίσεων (De judicationibus)
  68. Περὶ Κρισίμων (De diebus judicatoriis)
  69. Ἐκ τοῦ περὶ φαρμάκων (De purgantibus)
  70. Ἐπιστολαί, Δόγμα, Ἐπιβώμιος, Πρεσβευτικός (Epistulae)
  71. ὄμνυμι (Jusjurandu mmetricum)
  72. Βιογραφία Ἱπποκράτους κατὰ Σωρανόν