Loading...

 

Πρὸς Ἑρμείαν, Ὕμνος εἰς τὴν Ἀρετήν

καὶ σὲ .pdf

Ἀρετά, πολύμοχθε γένει βροτείῳ,
θήραμα κάλλιστον βίῳ,
σᾶς πέρι, παρθένε, μορφᾶς
καὶ θανεῖν ζαλωτὸς ἐν Ἑλλάδι πότμος
καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας·
τοῖον ἐπὶ φρένα βάλλεις
καρπόν τ᾿ ἀθάνατον χρυσοῦ τε κρείσσω
καὶ γονέων μαλακαυγήτοιό θ᾿ ὕπνου·
σεῦ δ᾿ ἕνεχ᾿ οὑκ Διὸς Ἡρακλέης Λήδας τε κοῦροι
πόλλ᾿ ἀνέτλασαν ἔργοις σὰν ἀγρεύοντες δύναμιν.
σοῖς δὲ πόθοις Ἀχιλεὺς Αἴας τ᾿ Ἀίδαο δόμους ἦλθον·
σᾶς δ᾿ ἕνεκεν φιλίου μορφᾶς καὶ Ἀταρνέος ἔντροφος
ἀελίου χήρωσεν αὐγᾶς·
τοιγὰρ ἀοίδιμος ἔργοις, ἀθάνατόν τέ μιν αὐξήσουσι Μοῦσαι
Μναμοσύνας θύγατρες, Διὸς ξενίου σέβας αὔξουσαι
φιλίας τε γέρας βεβαίας.