Loading...

ΑΠΑΝΤΑ

ΑΡΙΣΤΟΤΕΛΟΥΣ

ΑΠΟΣΠΑΣΜΑΤΑ ΜΑΡΤΥΡΙΑΙ ΑΝΑΦΟΡΑΙ

 

Ἀποσπάσματα - Μαρτυρίαι - Ἀναφοραί

καὶ σὲ .pdf

Περιεχόμενα ἀποσπασμάτων

  1. Διάλογοι
  2. Περὶ φιλοσοφίας
  3. Περὶ τ᾿ ἀγαθοῦ
  4. Μαγικός
  5. Εὔδημος ἢ περὶ ψυχῆς
  6. Περὶ εὐχῆς
  7. Προτρεπτικός
  8. Περὶ παιδείας
  9. Νήρινθος
  10. Σοφιστής
  11. Περὶ ῥητορικῆς ἢ Γρῦλος
  12. Περὶ ποιητῶν
  13. Περὶ πολιτικοῦ
  14. Περὶ δικαιοσύνης
  15. Περὶ εὐγενείας
  16. Ἐρωτικός
  17. Συμπόσιον ἢ περὶ μέθης
  18. Περὶ προβλημάτων
  19. Λογικά
  20. Ὑπομνήματα λογικά
  21. Κατηγορίαι
  22. Περὶ ἐναντίων, περὶ ἀντικειμένων
  23. Τέχνης τῆς Θεοδέκτου συναγωγή
  24. Τεχνῶν συναγωγή
  25. Ὁμηρικὰ ζητήματα
  26. Τὰ ἐκ τῆς Πολιτείας Πλάτωνος
  27. Νόμος συσσιτικός
  28. Περὶ συμβιώσεως ἀνδρὸς καὶ γυναικός
  29. Περὶ ἰδεῶν
  30. Περὶ τῶν πυθαγορείων
  31. Περὶ τῆς Ἀρχυτείου φιλοσοφίας
  32. Περὶ Δημοκρίτου
  33. Προβλήματα φυσικά
  34. Περὶ τῆς τοῦ Νείλου ἀναβάσεως
  35. Περὶ τῆς ἡρακλείας λίθου
  36. Περὶ σημείων
  37. Περὶ μετάλλων
  38. Περὶ φυτῶν (γεωργικά)
  39. Ζωικά
  40. Περὶ ἰχθύων
  41. Περὶ μαλακίων
  42. Περὶ ὀστρακοδέρμων
  43. Περὶ ὀρνίθων ἢ περὶ τῶν πτητικῶν
  44. Περὶ ἐντόμων
  45. Ἐκλογὴ ἀνατομῶν
  46. Περὶ ζῴων
  47. Ἰατρικά
  48. Ὀπτικά
  49. Ἱστορικά
  50. Πολιτείαι
  51. Ἀθηναίων πολιτεία α'
  52. Αἰγινητῶν πολιτεία
  53. Αἰτωλῶν πολιτεία
  54. Ἀκαρνάνων πολιτεία
  55. Ἀκραγαντίνων πολιτεία
  56. Ἀμβρακιωτῶν πολιτεία
  57. Ἀντανδρίων πολιτεία
  58. Ἀργείων πολιτεία
  59. Ἀρκάδων πολιτεία
  60. Ἀτραμυτηνῶν πολιτεία
  61. Ἀχαιῶν πολιτεία
  62. Βοττιαίων πολιτεία
  63. Γελῴων πολιτεία
  64. Δελφῶν πολιτεία
  65. Δηλίων πολιτεία
  66. Ἐπιδαυρίων πολιτεία
  67. Ἠλείων πολιτεία
  68. Ἠπειρωτῶν πολιτεία
  69. Θετταλῶν πολιτεία
  70. Θηβαίων πολιτεία
  71. Ἰασέων πολιτεία
  72. Ἰθακησίων πολιτεία
  73. Κεφαλλῆνες πολιτεία
  74. Ἱμεραίων πολιτεία
  75. Κείων πολιτεία
  76. Κερκυραίων πολιτεία
  77. Κιανῶν πολιτεία
  78. Κολοφωνίων πολιτεία
  79. Κορινθίων πολιτεία
  80. Κρητῶν πολιτεία
  81. Κροτωνιατῶν πολιτεία
  82. Κυθηρίων πολιτεία
  83. Κυθνίων πολιτεία
  84. Κυμαίων πολιτεία
  85. Κυπρίων πολιτεία
  86. Κυρηναίων πολιτεία
  87. Λακεδαιμονίων πολιτεία
  88. Λευκαδίων πολιτεία
  89. Λοκρῶν πολιτεία
  90. Λυκίων πολιτεία
  91. Μασσαλιωτῶν πολιτεία
  92. Μεγαρέων πολιτεία
  93. Μεθωναίων πολιτεία
  94. Μηλιέων πολιτεία
  95. Μηλίων πολιτεία
  96. Μιλησίων πολιτεία
  97. Ναξίων πολιτεία
  98. Νεοπολιτῶν πολιτεία
  99. Ὀπουντίων πολιτεία
  100. Ὀρχομενίων πολιτεία
  101. Παρίων πολιτεία
  102. Πελληνέων πολιτεία
  103. Ῥηγίνων πολιτεία
  104. Ῥοδίων πολιτεία
  105. Σαμίων πολιτεία
  106. Σαμοθρᾴκων πολιτεία
  107. Σικυωνίων πολιτεία
  108. Σινωπέων πολιτεία
  109. Σολέων πολιτεία
  110. Συβαριτῶν πολιτεία
  111. Συρακοσίων πολιτεία
  112. Ταραντίνων πολιτεία
  113. Τεγεατῶν πολιτεία
  114. Τενεδίων πολιτεία
  115. Τηνίων πολιτεία
  116. Τροιζηνίων πολιτεία
  117. Φωκαιέων πολιτεία
  118. Χαλκηδονίων πολιτεία
  119. Χαλκιδέων πολιτεία
  120. Νόμιμα
  121. Ἐκ τῶν Ἡρακλείδου περὶ πολιτείας Ἀθηναίων
  122. Δικαιώματα
  123. Πυθιονῖκαι
  124. Διδασκαλίαι
  125. Ὑπομνήματα ἱστορικά
  126. Πέπλος
  127. Πέπλος (Θεοφράστου)
        –  Ποῦ ἕκαστος τῶν Ἑλλήνων τέθαπται καὶ τί ἐπιγέγραπται ἐπὶ τῷ τάφῳ
  128. Ἀπολογία ἀσεβείας πρὸς Εὐρυμέδοντα
  129. Περὶ βασιλείας
  130. Ἐγκώμιον Ἀλεξάνδρου
  131. Ἐγκώμιον Πλάτωνος
  132. Ἐπιστολαί
  133. Ἐπιστολαὶ πρὸς Φίλιππον
  134. Ἐπιστολαὶ πρὸς Ἀλέξανδρον
  135. Ἐπιστολαὶ πρὸς Ἀντίπατρον
  136. Ὕμνοι

Διάλογοι

...τὸ δὲ παντελῶς ἀλλότρια τὰ προοίμια τῶν ἑπομένων εἶναι, καθάπερ τὰ τῶν Ἡρακλείδου τοῦ Ποντικοῦ καὶ Θεοφράστου διαλόγων, πᾶσαν ἀνιᾷ κρίσεως μετέχουσαν ἀκοήν. ...

... ὅτι καὶ τῶν ἔξωθεν φιλοσόφων οἱ τοὺς διαλόγους συγγράψαντες Ἀριστοτέλης τε καὶ Θεόφραστος εὐθὺς αὐτῶν ἥψαντο τῶν πραγμάτων διὰ τὸ συνειδέναι ἑαυτοῖς τῶν Πλατωνικῶν χαρίτων τὴν ἔνδειαν. Πλάτων δὲ τῇ ἐξουσίᾳ τοῦ λόγου ὁμοῦ μὲν τοῖς δόγμασι μάχεται, ὁμοῦ δὲ καὶ παρακωμῳδεῖ τὰ πρόσωπα. ...

... ἐν δέ γε τοῖς διαλογικοῖς, ἃ πρὸς τοὺς πολλοὺς αὐτῷ γέγραπται, καὶ ὄγκου φροντίζει τινὸς καὶ περιεργίας λέξεων καὶ μεταφορᾶς, καὶ πρὸς τὰ τῶν λεγόντων πρόσωπα σχηματίζει τὸ εἶδος τῆς λέξεως καὶ ἁπλῶς ὅσα λόγου οἶδε καλλωπίζειν ἰδέαν. ...

... καὶ δῆτα αὐτῶν τῶν τοῦ Ἀριστοτέλους λόγων οἱ μὲν δημωφελεῖς καὶ πρὸς τὸ πλῆθος ἐσκευασμένοι φωτός τέ εἰσιν ἀνάπλεῳ καὶ διαυγεῖς, καὶ τὸ ὠφέλιμον αὐτῶν οὐ παντάπασιν ἀτερπὲς καὶ ἀνήδονον ἀλλ' ἐπικέχυται ἀφροδίτη καὶ χάριτες ἐπανθοῦσι ... ἐν μὲν τοῖς διαλογικοῖς ... ποικίλος ταῖς μιμήσεσιν Ἀφροδίτης ὄνομα τέμνων ἐννόμου γέμων καὶ χαρίτων ἀνάμεστος. ...

... ὁ δὲ Ἀλέξανδρος ἄλλην διαφορὰν λέγει τῶν ἀκροαματικῶν πρὸς τὰ διαλογικά, ὅτι ἐν μὲν τοῖς ἀκροαματικοῖς τὰ δοκοῦντα αὐτῷ λέγει καὶ τὰ ἀληθῆ, ἐν δὲ τοῖς διαλογικοῖς τὰ ἄλλοις δοκοῦντα τὰ ψευδῆ. ...

... καθάπερ Ἀριστοτέλης ἀεὶ διηγεῖτο, τοὺς πλείστους τῶν ἀκουσάντων παρὰ Πλάτωνος τὴν περὶ τἀγαθοῦ ἀκρόασιν παθεῖν. προσιέναι μὲν γὰρ ἕκαστον ὑπολαμβάνοντα λήψεσθαί τι τῶν νομιζομένων τούτων ἀνθρωπίνων ἀγαθῶν οἷον πλοῦτον ὑγίειαν ἰσχὺν τὸ ὅλον εὐδαιμονίαν τινὰ θαυμαστήν. ὅτε δὲ φανείησαν οἱ λόγοι περὶ μαθημάτων καὶ ἀριθμῶν καὶ γεωμετρίας καὶ ἀστρολογίας καὶ τὸ πέρας ὅτι ἀγαθόν ἐστιν ἕν, παντελῶς οἶμαι παράδοξόν τι ἐφαίνετο αὐτοῖς· εἶθ' οἱ μὲν κατεφρόνουν τοῦ πράγματος οἱ δὲ κατεμέμφοντο. ...

... καὶ δὴ καὶ αὐτὸς Ἀριστοτέλης, ἀφ' οὗ φασι τὴν κριτικήν τε καὶ γραμματικὴν ἀρχὴν λαβεῖν, ἐν πολλοῖς διαλόγοις. περὶ τοῦ ποιητοῦ διέξεισι θαυμάζων αὐτὸν ὡς τὸ πολὺ καὶ τιμῶν· ἔτι τε καὶ Ἡρακλείδης ὁ Ποντικός, τούτων δὲ πρότερος Πλάτων πανταχοῦ μέμνηται ...


Περὶ φιλοσοφίας

... καὶ τῶν ἐν Δελφοῖς γραμμάτων θειότατον ἐδόκει τὸ γνῶθι σαυτόν, ὃ δὴ καὶ Σωκράτει ἀπορίας καὶ ζητήσεως ταύτης ἀρχὴν ἐνέδωκεν, ὡς Ἀριστοτέλης ἐν τοῖς Πλατωνικοῖς εἴρηκε. ...

... καὶ Πυθώδε ἐλθεῖν τὸν Σωκράτην Ἀριστοτέλης φησίν· ἀλλὰ καὶ εἰς Ἰσθμόν, ὡς Φαβωρῖνος ἐν τῷ πρώτῳ τῶν ἀπομνημονευμάτων. ...

...ἐκ τοῦ περὶ τοῦ γνῶθι σεαυτόν...τί ποτε ἦν ἄρα καὶ τίνος τὸ ἱερὸν πρόσταγμα τὸ ἐν Πυθοῖ, ὃ γνῶναι ἑαυτὸν τοῖς τοῦ θεοῦ δεησομένοις προσαγορεύει; ... ἀλλ᾿ εἴτε Φημονόη ... εἴτε Φανοθέα ... εἴτε καὶ Βίαντος ἢ Θαλοῦ ἢ Χίλωνος ἦν ἀνάθημα ... εἴτε Κλεάρχῳ προσεκτέον μᾶλλον τοῦ μὲν Πυθίου φράζοντι εἶναι παράγγελμα, χρησθῆναι δὲ Χίλωνι τὸ ἄριστον ἀνθρώποις μαθεῖν πυνθανομένῳ· εἴτε καὶ πρὸ Χίλωνος ἦν ἔτι ἀνάγραπτον ἐν τῷ ἱδρυθέντι νεῷ μετὰ τὸν πτέρινόν τε καὶ χαλκοῦν, καθάπερ Ἀριστοτέλης ἐν τοῖς περὶ φιλοσοφίας εἴρηκε. ...

τὸ μὲν οὖν γνῶθι σαυτὸν οἱ μὲν Χίλωνος ὑπειλήφασι, Χαμαιλέων δὲ ἐν τῷ περὶ θεῶν Θαλοῦ, Ἀριστοτέλης δὲ τῆς Πυθίας.

πάλιν αὖ Χίλωνι τῷ Λακεδαιμονίῳ ἀναφέρουσι τὸ μηδὲν ἄγαν· Στράτων δὲ ... Δίδυμος δὲ ... τὸ δ᾿ ἐγγύα πάρα δ᾿ ἄτα Κλεομένης μὲν ἐν τῷ περὶ Ἡσιόδου ... οἱ δὲ περὶ Ἀριστοτέλην Χίλωνος αὐτὸ νομίζουσι, Δίδυμος δὲ Θαλοῦ φησὶν εἶναι τὴν παραίνεσιν. ...

... σοφιστής, κυρίως ὁ σοφιζόμενος· ὁ δὲ Ἀριστοτέλης σοφιστὰς λέγει τοὺς ἑπτὰ σοφούς. ...

Ἀριστοτέλης δ᾿ ἐν πρώτῳ περὶ φιλοσοφίας καὶ πρεσβυτέρους εἶναι τοὺς μάγους τῶν Αἰγυπτίων· καὶ δύο κατ᾿ αὐτοὺς εἶναι ἀρχάς, ἀγαθὸν δαίμονα καὶ κακὸν δαίμονα, καὶ τῷ μὲν ὄνομα εἶναι Ζεὺς καὶ Ὠρομάσδης, τῷ δὲ Ἅιδης καὶ Ἀρειμάνιος.

ἐν τοῖς Ὀρφικοῖς καλουμένοις ἔπεσι, λεγομένοις εἶπεν ἐπειδὴ μὴ δοκεῖ Ὀρφέως εἶναι τὰ ἔπη, ὡς καὶ αὐτὸς ἐν τοῖς περὶ φιλοσοφίας λέγει· αὐτοῦ μὲν γάρ εἰσι τὰ δόγματα, ταῦτα δέ φησιν Ὀνομάκριτον ἐν ἔπεσι κατατεῖναι.

... ἐν τῷ λόγῳ ὃν ἐπέγραψεν ἐπίσκεψις τῶν πρὸς τὸν Πλάτωνος Τίμαιον ὑπ᾿ Ἀριστοτέλους ἀντειρημένων. ... «καὶ κινδυνεύει μηδὲν οὕτως ὁ ἀνὴρ ἐκεῖνος ὁ Ἀριστοτέλης ἀποποιήσασθαι τῶν Πλάτωνος ὡς τὴν τῶν ἰδεῶν ὑπόθεσιν, οὐ μόνον ἐν λογικοῖς ... ἀλλὰ καὶ ἐν ἠθικοῖς ... καὶ ἐν φυσικοῖς ... καὶ ἐν τῇ μετὰ τὰ φυσικὰ πολλῷ πλέον ... καὶ ἐν τοῖς διαλόγοις σαφέστατα κεκραγὼς μὴ δύνασθαι τῷ δόγματι τούτῳ συμπαθεῖν κἄν τις αὐτὸν οἴηται διὰ φιλονεικίαν ἀντιλέγειν.» ...

... τάς γε μὴν ἰδέας περὶ ὧν ἐγκαλεῖ τῷ Πλάτωνι πανταχοῦ κινῶν ὁ Ἀριστοτέλης καὶ πᾶσαν ἐπάγων ἀπορίαν αὐταῖς ἐν τοῖς ἠθικοῖς ὑπομνήμασιν, ἐν τοῖς μετὰ τὰ φυσικά, ἐν τοῖς φυσικοῖς, διὰ τῶν ἐξωτερικῶν διαλόγων, φιλονεικότερον ἐνίοις ἔδοξεν ἢ φιλοσοφώτερον ἔχειν τῷ δόγματι τούτῳ, ὡς προθέμενος τὴν Πλάτωνος ὑπεριδεῖν φιλοσοφίαν· οὕτω μακρὰν ἦν τοῦ ἀκολουθεῖν. ...

... ἐπεὶ ὅτι καὶ Ἀριστοτέλης ὁμολογεῖ μηδὲν εἰρηκέναι πρὸς τὰς ἐκείνων ὑποθέσεις μηδ᾿ ὅλως παρακολουθεῖν τοῖς εἰδητικοῖς ἀριθμοῖς, εἴπερ ἕτεροι τῶν μαθηματικῶν εἶεν, μαρτυρεῖ τὰ ἐν τῷ β τῶν περὶ τῆς φιλοσοφίας ἔχοντα τοῦτον τὸν τρόπον «ὥστε εἰ ἄλλος ἀριθμὸς αἱ ἰδέαι, μὴ μαθηματικὸς δέ, οὐδεμίαν περὶ αὐτοῦ σύνεσιν ἔχοιμεν ἄν. τίς γὰρ τῶν γε πλείστων ἡμῶν συνίησιν ἄλλον ἀριθμόν;» ὥστε καὶ νῦν ὡς πρὸς τοὺς πολλοὺς τοὺς οὐκ εἰδότας ἄλλον ἢ τὸν μοναδικὸν ἀριθμὸν πεποίηται τοὺς ἐλέγχους, τῆς δὲ τῶν θείων ἀνδρῶν διανοίας οὐδὲ τὴν ἀρχὴν ἐφήψατο. ...

... Ἀριστοτέλης δὲ ἀπὸ δυοῖν ἀρχῶν ἔννοιαν θεῶν ἔλεγε γεγονέναι ἐν τοῖς ἀνθρώποις, ἀπό τε τῶν περὶ ψυχὴν συμβαινόντων καὶ ἀπὸ τῶν μετεώρων. ἀλλ᾿ ἀπὸ μὲν τῶν περὶ τὴν ψυχὴν συμβαινόντων διὰ τοὺς ἐν τοῖς ὕπνοις γινομένους ταύτης ἐνθουσιασμοὺς καὶ τὰς μαντείας. ὅταν γάρ, φησιν, ἐν τῷ ὑπνοῦν καθ᾿ ἑαυτὴν γένηται ἡ ψυχή, τότε τὴν ἴδιον ἀπολαβοῦσα φύσιν προμαντεύεταί τε καὶ προαγορεύει τὰ μέλλοντα. τοιαύτη δέ ἐστι καὶ ἐν τῷ κατὰ τὸν θάνατον χωρίζεσθαι τῶν σωμάτων. ἀποδέχεται γοῦν καὶ τὸν ποιητὴν Ὅμηρον ὡς τοῦτο παρατηρήσαντα· πεποίηκε γὰρ τὸν μὲν Πάτροκλον ἐν τῷ ἀναιρεῖσθαι προαγορεύοντα περὶ τῆς Ἕκτορος ἀναιρέσεως, τὸν δ᾿ Ἕκτορα περὶ τῆς Ἀχιλλέως τελευτῆς. ἐκ τούτων οὖν, φησίν, ὑπενόησαν οἱ ἄνθρωποι εἶναί τι θεόν, τὸ καθ᾿ ἑαυτὸ ἐοικὸς τῇ ψυχῇ καὶ πάντων ἐπιστημονικώτατον. ἀλλὰ δὴ καὶ ἀπὸ τῶν μετεώρων· θεασάμενοι γὰρ μεθ᾿ ἡμέραν μὲν ἥλιον περιπολοῦντα, νύκτωρ δὲ τὴν εὔτακτον τῶν ἄλλων ἀστέρων κίνησιν, ἐνόμισαν εἶναί τινα θεὸν τὸν τῆς τοιαύτης κινήσεως καὶ εὐταξίας αἴτιον. τοιοῦτος μὲν καὶ ὁ Ἀριστοτέλης. ...

... ἔνιοι δὲ ἐπὶ τὴν ἀπαράβατον καὶ εὔτακτον τῶν οὐρανίων κίνησιν παραγενόμενοι φασὶ τὴν ἀρχὴν ταῖς τῶν θεῶν ἐπινοίαις ἀπὸ ταύτης γεγονέναι πρῶτον· ὥσπερ γὰρ εἴ τις ἐπὶ τῆς Τρωικῆς καθεζόμενος Ἴδης ἑώρα τὴν τῶν Ἑλλήνων στρατείαν μετὰ πολλοῦ κόσμου καὶ τάξεως τοῖς πεδίοις προσιοῦσαν «ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφιν, πεζοὺς δ᾿ ἐξόπιθεν», πάντως ἂν ὁ τοιοῦτος εἰς ἔννοιαν ἦλθε τοῦ ὅτι ἔστι τις ὁ διατάσσων τὴν τοιαύτην τάξιν καὶ ἐγκελευόμενος τοῖς ὑπ᾿ αὐτὸν κοσμουμένοις στρατιώταις, οἷον Νέστωρ ἢ ἄλλος τις τῶν ἡρώων ὃς ᾔδει «κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας»· καὶ ὃν τρόπον ὁ ἔμπειρος νεὼς ἅμα τῷ θεάσασθαι πόῤῥωθεν ναῦν οὐρίῳ διωκομένην πνεύματι καὶ πᾶσι τοῖς ἱστίοις εὐτρεπιζομένην συνίησιν ὅτι ἔστι τις ὁ κατευθύνων ταύτην καὶ εἰς τοὺς προκειμένους λιμένας καταντῶν, οὕτως οἱ πρῶτον εἰς οὐρανὸν ἀναβλέψαντες καὶ θεασάμενοι ἥλιον μὲν τοὺς ἀπὸ ἀνατολῆς μέχρι δύσεως δρόμους σταδιεύοντα, ἀστέρων δὲ εὐτάκτους τινὰς χορείας, ἐπεζήτουν τὸν δημιουργὸν τῆς περικαλλοῦς ταύτης διακοσμήσεως, οὐκ ἐκ ταὐτομάτου στοχαζόμενοι συμβαίνειν αὐτὴν ἀλλ᾿ ὑπό τινος κρείττονος καὶ ἀφθάρτου φύσεως, ἥτις ἦν θεός. ...

... ἐζήτησαν οἱ πρῶτοι πῶς ἐνοήσαμεν τὸ θεῖον. εἶθ᾿ οἱ δοκοῦντες ἄριστα φιλοσοφεῖν ἔφασαν ὅτι ἀπὸ τοῦ κόσμου καὶ τῶν μερῶν αὐτοῦ καὶ τῶν ἐνυπαρχουσῶν τούτοις δυνάμεων ἀντίληψιν ἐποιησάμεθα τοῦ αἰτίου. ὥσπερ γὰρ εἴ τις ἴδοι δεδημιουργημένην οἰκίαν ἐπιμελῶς προπυλαίοις στοαῖς ἀνδρῶσι γυναικωνίτισι τοῖς ἄλλοις οἰκοδομήμασιν, ἔννοιαν λήψεται τοῦ τεχνίτου, οὐ γὰρ ἄνευ τέχνης καὶ δημιουργοῦ νομιεῖ τὴν οἰκίαν ἀποτελεσθῆναι, τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ πόλεως καὶ νεὼς καὶ παντὸς ἐλάττονος ἢ μείζονος κατασκευάσματος, οὕτω δὴ καὶ εἰσελθών τις ὥσπερ εἰς μεγίστην οἰκίαν ἢ πόλιν τόνδε τὸν κόσμον καὶ θεασάμενος οὐρανὸν ἐν κύκλῳ περιπολοῦντα καὶ πάντα ἐντὸς συνειληφότα, πλάνητας δὲ καὶ ἀπλανεῖς ἀστέρας κατὰ ταὐτὰ καὶ ὡσαύτως κινουμένους ἐμμελῶς τε καὶ ἐναρμονίως καὶ τῷ παντὶ ὠφελίμως, γῆν δὲ τὸν μεσαίτατον χῶρον λαχοῦσαν ὕδατός τε καὶ ἀέρος χύσεις ἐν μεθορίῳ τεταγμένας, ἔτι δὲ ζῷα θνητά τε αὖ καὶ ἀθάνατα καὶ φυτῶν καὶ καρπῶν διαφοράς, λογιεῖται δή που ὅτι ταῦτα οὐκ ἄνευ τέχνης παντελοῦς δεδημιούργηται, ἀλλὰ καὶ ἦν καὶ ἔστιν ὁ τοῦδε τοῦ παντὸς δημιουργὸς ὁ θεός. οἱ δὴ οὕτως ἐπιλογιζόμενοι διὰ σκιᾶς τὸν θεὸν καταλαμβάνουσι, διὰ τῶν ἔργων τὸν τεχνίτην κατανοοῦντες ...

... εἰ δὲ καὶ ἡ παροιμία σοφόν· πῶς δ᾿ οὐχὶ σοφὸν περὶ ὧν Ἀριστοτέλης φησὶν ὅτι παλαιᾶς εἰσι φιλοσοφίας ἐν ταῖς μεγίσταις ἀνθρώπων φθοραῖς ἀπολομένης ἐγκαταλείμματα περισωθέντα διὰ συντομίαν καὶ δεξιότητα ...

... καθάπερ Ἀριστοτέλης ἀξιοῖ τοὺς τελουμένους οὐ μαθεῖν τι δεῖν ἀλλὰ παθεῖν καὶ διατεθῆναι, δηλονότι γενομένους ἐπιτηδείους. ...

... καὶ γὰρ καθάπερ ἐν τοῖς ἐγκυκλίοις φιλοσοφήμασι περὶ τὰ θεῖα πολλάκις προφαίνεται τοῖς λόγοις ὅτι τὸ θεῖον ἀμετάβλητον ἀναγκαῖον εἶναι πᾶν τὸ πρῶτον καὶ ἀκρότατον· ὃ οὕτως ἔχον μαρτυρεῖ τοῖς εἰρημένοις. οὔτε γὰρ ἄλλο κρεῖττόν ἐστιν ὅ τι κινήσει, ἐκεῖνο γὰρ ἂν εἴη θειότερον, οὔτ᾿ ἔχει φαῦλον οὐθέν, οὔτ᾿ ἐνδεὲς τῶν αὑτοῦ καλῶν οὐδενός ἐστιν ... λέγει δὲ περὶ τούτου ἐν τοῖς περὶ φιλοσοφίας. καθόλου γὰρ ἐν οἷς ἐστί τι βέλτιον, ἐν τούτοις ἐστί τι καὶ ἄριστον. ἐπεὶ οὖν ἐστὶν ἐν τοῖς οὖσιν ἄλλο ἄλλου βέλτιον, ἔστιν ἄρα τι καὶ ἄριστον, ὅπερ εἴη ἂν τὸ θεῖον. εἰ οὖν τὸ μεταβάλλον ἢ ὑπ᾿ ἄλλου μεταβάλλει ἢ ὑφ᾿ ἑαυτοῦ, καὶ εἰ ὑπ᾿ ἄλλου ἢ κρείττονος ἢ χείρονος, εἰ δὲ ὑφ᾿ ἑαυτοῦ ἢ ὡς πρός τι χεῖρον ἢ ὡς καλλίονός τινος ἐφιέμενον, τὸ δὲ θεῖον οὐδὲ κρεῖττόν τι ἔχει ἑαυτοῦ ὑφ᾿ οὗ μεταβληθήσεται, ἐκεῖνο γὰρ ἂν ἦν θειότερον, οὔτε ὑπὸ χείρονος τὸ κρεῖττον πάσχειν θέμις ἐστί· καὶ μέντοι εἰ ὑπὸ χείρονος, φαῦλον ἄν τι προσελάμβανεν, οὐδὲν δὲ ἐν ἐκείνῳ φαῦλον. ἀλλ᾿ οὐδὲ ἑαυτὸ μεταβάλλει ὡς καλλίονός τινος ἐφιέμενον, οὐδὲ γὰρ ἐνδεές ἐστι τῶν αὑτοῦ καλῶν οὐδενός· οὐ μέντοι οὐδὲ πρὸς τὸ χεῖρον, ὅτε μηδὲ ἄνθρωπος ἑκὼν ἑαυτὸν χείρω ποιεῖ, μήτε δὲ ἔχει τι φαῦλον μηδὲν ὅπερ ἂν ἐκ τῆς πρὸς τὸ χεῖρον μεταβολῆς προσέλαβεν. καὶ ταύτην δὲ ἀπὸ τοῦ δευτέρου τῆς Πλάτωνος πολιτείας Ἀριστοτέλης μετέλαβε τὴν ἀπόδειξιν. ...

... Ἀριστοτέλους· ἡ ἀρχὴ ἢ μία ἢ πολλαί. καὶ εἰ μὲν μία, ἔχομεν τὸ ζητούμενον· εἰ δὲ πολλαί, ἢ τεταγμέναι ἢ ἄτακτοι. ἀλλ᾿ εἰ μὲν ἄτακτοι, ἀτακτότερα τὰ ἐξ αὐτῶν, καὶ οὐκ ἐστὶ κόσμος ὁ κόσμος ἀλλ᾿ ἀκοσμία, καὶ ἔστι τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν μὴ ὄντος. εἰ δὲ τεταγμέναι, ἢ ἐξ ἑαυτῶν ἐτάχθησαν ἢ ὑπὸ ἔξωθεν τινὸς αἰτίας. ἀλλ᾿ εἰ μὲν ὑφ᾿ ἑαυτῶν ἐτάχθησαν, ἔχουσί τι κοινὸν τὸ συνάπτον αὐτὰς κἀκεῖνο ἡ ἀρχή. ...

... Ἀριστοτέλης δὲ μήποτ᾿ εὐσεβῶς καὶ ὁσίως ἐνιστάμενος ἀγένητον καὶ ἄφθαρτον ἔφη τὸν κόσμον εἶναι, δεινὴν δὲ ἀθεότητα κατεγίνωσκε τῶν τὰ ἐναντία διεξιόντων, οἳ τῶν χειροκμήτων οὐδὲν ᾠήθησαν διαφέρειν τοσοῦτον ὁρατὸν θεὸν ἥλιον καὶ σελήνην καὶ τὸ ἄλλο τῶν πλανήτων καὶ ἀπλανῶν ὡς ἀληθῶς περιέχοντα πάνθειον· ἔλεγέ τε, ὡς ἔστιν ἀκούειν, κατακερτομῶν ὅτι πάλαι μὲν ἐδεδίει περὶ τῆς οἰκίας μὴ βιαίοις πνεύμασιν ἢ χειμῶσιν ἐξαισίοις ἢ χρόνῳ ἢ ῥᾳθυμίᾳ τῆς ἁρμοττούσης ἐπιμελείας ἀνατραπῇ, νυνὶ δὲ φόβον ἐπικεκρεμάσθαι μείζονα πρὸς τῶν τὸν ἅπαντα κόσμον τῷ λόγῳ καθαιρούντων. ...

... τοὺς δὲ ἀγένητον καὶ ἄφθαρτον κατασκευάζοντας λόγους τὸν κόσμον ἕνεκα τῆς πρὸς τὸν ὁρατὸν θεὸν αἰδοῦς προτέρους τακτέον οἰκείαν ἀρχὴν λαβόντας. ἅπασι τοῖς φθορὰν ἐνδεχομένοις αἰτίαι διτταὶ τῆς ἀπωλείας ἡ μὲν ἐντὸς ἡ δὲ ἐκτὸς προυπόκεινται. σίδηρον γοῦν καὶ χαλκὸν καὶ τὰς τοιουτοτρόπους οὐσίας εὕροις ἂν ἀφανιζομένας ἐξ ἑαυτῶν μὲν ὅταν ἑρπηνώδους νοσήματος τρόπον ἰὸς ἐπιδραμὼν διαφάγῃ, πρὸς δὲ τῶν ἐκτὸς ὅταν ἐμπιπραμένης οἰκίας ἢ πόλεως συναναφλεχθεῖσαι τῇ πυρὸς βιαίῳ ῥιπῇ διαλυθῶσιν· ὁμοιοτρόπως δὲ καὶ ζῴοις ἐπιγίνεται τελευτὴ νοσήσασι μὲν ἐξ ἑαυτῶν, ὑπὸ δὲ τῶν ἐκτὸς σφαττομένοις ἢ καταλευομένοις ἢ ἐμπιπραμένοις ἢ θάνατον οὐ καθαρὸν τὸν δι᾿ ἀγχόνης ὑπομένουσιν. εἰ δὲ φθείρεται καὶ κόσμος, ἐξ ἀνάγκης ἤτοι ὑπό τινος τῶν ἐκτὸς ἢ πρός τινος τῶν ἐν αὐτῷ διαφθαρήσεται δυνάμεων. ἀμήχανον δὲ ἑκάτερον. ἐκτὸς μὲν γὰρ οὐδέν ἐστι τοῦ κόσμου, πάντων εἰς τὴν συμπλήρωσιν αὐτοῦ συνερανισθέντων. οὕτως γὰρ εἷς τε ἔσται καὶ ὅλος καὶ ἀγήρως, εἷς μὲν διὰ τὸ ἀπολειφθέντων τινῶν ἕτερον ἂν τῷ νῦν ὄντι γενέσθαι ὅμοιον, ὅλος δὲ ἕνεκα τοῦ σύμπασαν τὴν οὐσίαν εἰς αὐτὸν ἐξανηλῶσθαι, ἀγήρως δὲ καὶ ἄνοσος ἐπειδὴ τὰ νόσοις καὶ γήρᾳ σώματα ἁλωτὰ θερμότησι καὶ ψύξεσι καὶ ταῖς ἄλλαις ἐναντιότησι προσεπιπιπτούσαις ἔξωθεν ἰσχυρῶς ἀνατρέπεται, ὧν οὐδεμία δύναμις ἀποδρᾶσα κυκλοῦται καὶ ἐπιτίθεται, πασῶν, μηδενὸς ἀποστατοῦντος μέρους, ὁλοκλήρων ἐγκατειλημμένων εἴσω. εἰ δ᾿ ἄρα τι ἔστιν ἐκτός, πάντως ἂν εἴη κενὸν ἢ ἀπαθὴς φύσις, ἣν ἀδύνατον παθεῖν τι ἢ δρᾶσαι. καὶ μὴν οὐδὲ ὑπό τινος αἰτίας διαλυθήσεται τῶν ἐντὸς αὐτοῦ. πρῶτον μὲν ἐπειδὴ τοῦ ὅλου τὸ μέρος καὶ μεῖζον ἔσται καὶ κραταιότερον, ὅπερ ἐστὶν ἀτοπώτατον· ὁ γὰρ κόσμος ἀνυπερβλήτῳ κράτει χρώμενος ἄγει τὰ πάντα μέρη πρὸς μηδενὸς αὐτῶν ἀγόμενος. ἔπειτα διότι διττῶν οὐσῶν φθορᾶς αἰτιῶν, τῆς μὲν ἐντὸς τῆς δὲ ἐκτός, ἃ τὴν ἑτέραν οἷά τε ὑπομένειν, δεκτικὰ καὶ τῆς ἑτέρας ἐστὶ πάντως. σημεῖον δέ· βοῦς καὶ ἵππος καὶ ἄνθρωπος καὶ τὰ παραπλήσια ζῷα διότι πέφυκεν ἀναιρεῖσθαι ὑπὸ σιδήρου, καὶ νόσῳ τελευτήσει. χαλεπὸν γὰρ μᾶλλον δὲ ἀδύνατον εὑρεῖν ὃ τὴν ἔξωθεν αἰτίαν πεφυκὸς ὑπομένειν τῆς φθορᾶς ἄδεκτον ἔσται κατὰ τὸ παντελὲς τῆς ἔνδοθεν. ἐπειδὴ τοίνυν ὑπ᾿ οὐδενὸς τῶν ἐκτὸς φθαρησόμενος ἐδείχθη ὁ κόσμος, τῷ μηδὲν ἔξω καταλελεῖφθαι πάντως, οὐδ᾿ ὑπό τινος τῶν ἐν αὐτῷ, διὰ τὴν προεπιλογισθεῖσαν ἀπόδειξιν καθ᾿ ἣν τὸ ἁλωτὸν τῇ ἑτέρᾳ τῶν αἰτιῶν καὶ τὴν ἑτέραν ἐπεφύκει δέχεσθαι. ...

... ἑτέρως δέ ἐστι τοιόνδε. πάνθ᾿ ὅσα τῶν συνθέτων φθείρεται, διάλυσιν εἰς τὰ ἐξ ὧν συνετέθη λαμβάνει· διάλυσις δ᾿ οὐδὲν ἦν ἄρα ἢ πρὸς τὰ κατὰ φύσιν ἑκάστων ἐπάνοδος, ὥστε κατὰ τοὐναντίον ᾗ σύνθεσις, εἰς τὸ παρὰ φύσιν τὰ συνελθόντα βεβίασται. καὶ δῆτα οὕτως ἔοικεν ἀψευδέστατα ἔχειν. ἄνθρωποι γὰρ ἀπὸ τῶν τεττάρων στοιχείων, ἃ δὴ ὅλα τοῦ παντός ἐστιν οὐρανοῦ, γῆς ὕδατος ἀέρος τε καὶ πυρός, βραχέα τὰ μέρη δανεισάμενοι συνεκράθημεν. τὰ δ᾿ ἀνακραθέντα τῆς κατὰ φύσιν θέσεως ἐστέρηται, θερμότητος μὲν τῆς ἀνωφοίτου κάτω βιασθείσης, τῆς δὲ γεώδους καὶ βάρος ἐχούσης οὐσίας ἐπελαφρισθείσης καὶ τὸν ἄνω τόπον ἀντιλαβούσης, ὃν τὸ γεωδέστατον τῶν ἐν ἡμῖν ἐπέσχηκεν κεφαλή. δεσμῶν δὲ φαυλότατος ὃν ἔσφιγξε βία, βίαιος καὶ ὀλιγοχρόνιος· ῥήγνυται γὰρ θᾶττον ὑπὸ τῶν δεθέντων ἅτε ἀπαυχενιζόντων διὰ πόθον τῆς κατὰ φύσιν κινήσεως, πρὸς ἣν σπεύδοντα μετανίσταται. κατὰ γὰρ τὸν τραγικὸν «χωρεῖ δ᾿ ὀπίσω τὰ μὲν ἐκ γαίας φύντ᾿ ἐς γαῖαν τὰ δ᾿ ἀπ᾿ αἰθερίου βλαστόντα γονῆς εἰς οὐράνιον πόλον ἦλθε πάλιν, θνήσκει δ᾿ οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δ᾿ ἄλλο πρὸς ἄλλῳ μορφὴν ἰδίαν ἀπέδειξεν». τοῖς μὲν δὴ φθειρομένοις ἅπασι νόμος ἀναγέγραπται καὶ θεσμὸς οὗτος, ὁπότε μὲν ὑφέστηκε τὰ συνεληλυθότα ἐν τῇ κράσει, πρὸ τῆς κατὰ φύσιν τάξεως ἀταξίας ἀντιμετειληφέναι καὶ πρὸς τοὺς ἐναντίους τόπους μετανίστασθαι, ὡς τρόπον τινὰ ξενιτεύειν δοκεῖν, ὁπότε δὲ διαλύοιτο, πρὸς τὴν οἰκείαν τῆς φύσεως λῆξιν ἀνακάμπτειν. ὁ δὲ κόσμος ἀμέτοχος τῆς ἐν τοῖς λεχθεῖσιν ἀταξίας ἐστίν. ἐπεὶ φέρε θεασώμεθα. φθειρομένου τὰ μέρη νυνὶ μὲν ἀνάγκη τετάχθαι τὴν παρὰ φύσιν ἕκαστα χώραν. τοῦτο δὲ ὑπονοεῖν οὐκ εὐαγές· ἀρίστην γὰρ θέσιν καὶ τάξιν ἐναρμόνιον τὰ τοῦ κόσμου μέρη εἴληχε πάντα, ὡς ἕκαστον καθάπερ πατρίδι φιλοχωροῦν μὴ ζητεῖν εἰς ἀμείνω μεταβολήν. διὰ τοῦτο γῇ μὲν ὁ μεσαίτατος ἀπενεμήθη τόπος, ἐφ᾿ ἣν πάντα τὰ γεώδη κἂν ἀναῤῥίψῃς καταφέρεται. τὸ δ᾿ ἐστὶ σημεῖον χώρας τῆς κατὰ φύσιν· ἔνθα γὰρ μὴ ὑπὸ βίας ὁτιοῦν ἐνεχθὲν ἵσταται καὶ ἠρεμεῖ, τὸν οἰκεῖον εἴληχε χῶρον. ὕδωρ δὲ ἐπὶ γῆν ἀνακέχυται δεύτερον, ἀὴρ δὲ καὶ πῦρ ἀπὸ τοῦ μέσου πρὸς τὸν ἄνω κεχώρηκεν, ἀὴρ μὲν τὸν μεθόριον ὕδατος καὶ πυρὸς κληρωσάμενος τόπον, πῦρ δὲ τὸν ἀνωτάτω. διὸ κἂν ἀναψάμενος δᾷδα πρὸς γῆν καταφέρῃς, ἡ φλὸξ οὐδὲν ἧττον ἀντιβιάσεται καὶ πρὸς τὴν φυσικὴν τοῦ πυρὸς κίνησιν ἐπικουφίσασα αὑτὴν ἀναδραμεῖται. εἰ δὴ φθορᾶς μὲν αἴτιον ἡ παρὰ φύσιν κατὰ τῶν ἄλλων ἔχει ζῴων, ἐν δὲ τῷ κόσμῳ κατὰ φύσιν ἕκαστα τῶν μερῶν διατέτακται τὰς οἰκείας διακληρωσάμενα χώρας, ἐνδίκως ἂν λέγοιτο ὁ κόσμος ἄφθαρτος. ...

... ἀποδεικτικώτατός γε μὴν κἀκεῖνος ὁ λόγος ἐστίν, ἐφ᾿ ᾧ μυρίους οἶδα σεμνυνομένους ὡς ἠκριβωμένῳ καὶ πάνυ ἀνεξελέγκτῳ. πυνθάνονται γάρ, τίνος ἕνεκα τὸν κόσμον φθείρει ὁ θεός; ἤτοι γὰρ ὑπὲρ τοῦ μηκέτι κοσμοποιῆσαι, ἢ ὑπὲρ τοῦ ἕτερον κατασκευάσαι. τὸ μὲν δὴ πρότερον ἀλλότριον θεοῦ· πρὸς τάξιν γὰρ ἀταξίαν μεταβάλλειν δέον, οὐ πρὸς ἀταξίαν τάξιν· εἶτα δ᾿ ὅτι καὶ μετάνοιαν, πάθος καὶ νόσημα δέξεται ψυχῆς. ἔδει γὰρ μὴ κοσμοποιῆσαι τὸ παράπαν ἢ κρίνοντα πρέπον αὐτῷ τὸ ἔργον χαίρειν τῷ γενομένῳ. τὸ δὲ δεύτερον ἄξιον οὐ βραχείας ἐρεύνης. εἰ γὰρ ἕτερον ἀντὶ τοῦ νῦν ὄντος κατασκευάσει, πάντως ὁ γενόμενος ἢ χείρων ἢ ὅμοιος ἢ κρείττων ἀποτελεσθήσεται, ὧν ἕκαστον ἐπίληπτον. εἰ μὲν γὰρ χείρων ὁ κόσμος, χείρων καὶ ὁ δημιουργός· ἀμώμητα δὲ καὶ ἀνεξέλεγκτα καὶ ἀνεπόρθωτα τὰ τοῦ θεοῦ, ἅτε τελειοτάτῃ τέχνῃ καὶ ἐπιστήμῃ δημιουργηθέντα. «οὐδὲ γὰρ γυνή» φασι «τοσσόνδε νόου ἐπιδεύεται ἐσθλοῦ, ὥστε χέρειον ἑλέσθαι ἀμεινοτέρων.» ἐμπρεπὲς δὲ θεῷ τὰ ἄμορφα μορφοῦν καὶ τοῖς αἰσχίστοις περιτιθέναι θαυμαστὰ κάλλη. εἰ δ᾿ ὅμοιος, ματαιοπόνος ὁ τεχνίτης, οὐδὲν κομιδῆ νηπίων παίδων διαφέρων, οἳ πολλάκις παρ᾿ αἰγιαλοῖς ἀθύροντες ψάμμου γεωλόγους ἀνιστᾶσι κἄπειθ᾿ ὑφαιροῦντες ταῖς χερσὶ πάλιν ἐρείπουσι. πολὺ γὰρ ἄμεινον τοῦ κατασκευάζειν ὅμοιον, μηδὲν μήτε ἀφαιροῦντα μήτε προστιθέντα μηδ᾿ αὖ πρὸς τὸ ἄμεινον ἢ χεῖρον μεταβάλλοντα, τὸν ἐξ ἀρχῆς ἅπαξ γενόμενον κατὰ χώραν ἐᾶν. εἰ δὲ κρείττονα δημιουργήσει, γενήσεται τότε κρείττων καὶ ὁ δημιουργός, ὥσθ᾿ ἡνίκα τὸν πρότερον κατεσκεύαζε καὶ τὴν τέχνην καὶ τὴν διάνοιαν ἦν ἀτελέστερος, ὅπερ οὐδὲ θέμις ὑπονοεῖν ἐστιν. ἴσος γὰρ αὐτὸς ἑαυτῷ καὶ ὅμοιος ὁ θεός, μήτε ἄνεσιν πρὸς τὸ χεῖρον μήτ᾿ ἐπίτασιν πρὸς τὸ βέλτιον δεχόμενος ...


Περὶ τ᾿ ἀγαθοῦ

... περὶ φιλοσοφίας νῦν λέγει τὰ περὶ τοῦ ἀγαθοῦ αὐτῷ ἐκ τῆς Πλάτωνος ἀναγεγραμμένα συνουσίας, ἐν οἷς ἱστορεῖ τάς τε Πυθαγορείους καὶ Πλατωνικὰς περὶ τῶν ὄντων δόξας. ...

... τὰ περὶ τἀγαθοῦ ἐπιγραφόμενα περὶ φιλοσοφίας λέγει. ἐν ἐκείνοις δὲ τὰς ἀγράφους συνουσίας τοῦ Πλάτωνος ἱστορεῖ ὁ Ἀριστοτέλης. ἔστι δὲ γνήσιον αὐτοῦ τὸ βιβλίον· ἱστορεῖ οὖν ἐκεῖ τὴν Πλάτωνος καὶ τῶν Πυθαγορείων περὶ τῶν ὄντων καὶ τῶν ἀρχῶν αὐτῶν δόξαν. ...

... καὶ μάλα δὲ ὁ Ἀριστοτέλης τὸ ἦθος μέτριος γέγονεν, εἰ ἐν μὲν ταῖς κατηγορίαις φησὶ μὴ δεῖν προχείρως ἀποφαίνεσθαι ἀλλὰ πολλάκις ἐπεσκεμμένον, καὶ μὴν οὐδὲ διαπορεῖν μόνον ἄχρηστον εἶναι· καὶ ἐν τοῖς περὶ τοῦ ἀγαθοῦ «δεῖ μεμνῆσθαι ἄνθρωπον ὄντα οὐ μόνον τὸν εὐτυχοῦντα ἀλλὰ καὶ τὸν ἀποδεικνύντα». ...

... καὶ διὰ τοιαῦτα μέν τινα ἀρχὰς τῶν τε ἀριθμῶν καὶ τῶν ὄντων ἁπάντων ἐτίθετο Πλάτων τό τε ἓν καὶ τὴν δυάδα, ὡς ἐν τοῖς περὶ τἀγαθοῦ Ἀριστοτέλης λέγει. ...

... ἀρχαὶ δέ εἰσι τό τε ἓν καὶ ἡ ἀόριστος δυάς, ὡς πρὸ ὀλίγου τε εἴρηκε καὶ ἱστόρηκεν αὐτὸς ἐν τοῖς περὶ τἀγαθοῦ. ...

... λέγει δὲ ὁ Ἀλέξανδρος ὅτι κατὰ Πλάτωνα πάντων ἀρχὴ καὶ αὐτῶν τῶν ἰδεῶν τό τε ἕν ἐστι καὶ ἡ ἀόριστος δυάς, ἣν μέγα καὶ μικρὸν ἔλεγεν, ὡς καὶ ἐν τοῖς περὶ τἀγαθοῦ Ἀριστοτέλης μνημονεύει. λάβοι δ᾿ ἄν τις καὶ παρὰ Σπευσίππου καὶ παρὰ Ξενοκράτους καὶ τῶν ἄλλων, οἳ παρεγένοντο ἐν τῇ περὶ τἀγαθοῦ τοῦ Πλάτωνος ἀκροάσει· πάντες γὰρ συνέγραψαν καὶ διεσώσαντο τὴν δόξαν αὐτοῦ καὶ ταύταις αὐτὸν ἀρχαῖς χρῆσθαι λέγουσι. ...

... τὸ μέντοι ἄπειρον καὶ ἐν τοῖς αἰσθητοῖς εἶναί φησικαὶ ἐν ταῖς ἰδέαις. ἀρχὰς γὰρ καὶ τῶν αἰσθητῶν τὸ ἓν καὶ τὴν ἀόριστόν φασι δυάδα λέγειν τὸν Πλάτωνα. τὴν δὲ ἀόριστον δυάδα καὶ ἐν τοῖς νοητοῖς τιθεὶς ἄπειρον εἶναι ἔλεγεν, καὶ τὸ μέγα δὲ καὶ τὸ μικρὸν ἀρχὰς τιθεὶς ἄπειρα εἶναι ἔλεγεν ἐν τοῖς περὶ τἀγαθοῦ λόγοις, οἷς ὁ Ἀριστοτέλης καὶ Ἡρακλείδης καὶ Ἑστιαῖος καὶ ἄλλοι τοῦ Πλάτωνος ἑταῖροι παραγενόμενοι ἀνεγράψαντο τὰ ῥηθέντα αἰνιγματωδῶς ὡς ἐῤῥήθη. Πορφύριος δὲ διαρθροῦν αὐτὰ ἐπαγγελλόμενος τάδε περὶ αὐτῶν γέγραφεν ἐν τῷ Φιλήβῳ ... ταῦτα ὁ Πορφύριος εἶπεν αὐτῇ σχεδὸν τῇ λέξει, διαρθροῦν ἐπαγγειλάμενος τὰ ἐν τῇ περὶ τἀγαθοῦ συνουσίᾳ αἰνιγματωδῶς ῥηθέντα. καὶ ἴσως ὅτι σύμφωνα ἦν τοῖς ἐν Φιλήβῳ γεγραμμένοις. καὶ ὁ Ἀλέξανδρος δὲ καὶ αὐτὸς ἐκ τῶν περὶ τἀγαθοῦ λόγων τοῦ Πλάτωνος ὁμολογῶν λέγειν οὓς ἱστόρησαν Ἀριστοτέλης τε καὶ οἱ ἄλλοι τοῦ Πλάτωνος ἑταῖροι, ταδὶ γέγραφεν ...

... ἀλλ᾿ ὅ γε Ἀριστοτέλης ... φησὶ μὴ ἀδιανόητον εἶναι τὸ ὑπὸ τούτων τῶν γεωμετρῶν λεγόμενον μῆκος ἀπλατές, ἀλλὰ δύνασθαι χωρὶς πάσης περισκελείας εἰς ἔννοιαν ἡμῖν ἐλθεῖν. ἵστησι δὲ τὸν λόγον ἐπί τινος ἐναργεστέρου ὑποδείγματος καὶ σαφοῦς. τὸ γοῦν τοῦ τοίχου μῆκος, φησί, λαμβάνομεν μὴ συνεπιβάλλοντες αὐτοῦ τῷ πλάτει, διόπερ ἐνέσται καὶ τὸ παρὰ τοῖς γεωμέτραις λεγόμενον μῆκος χωρὶς πλάτους τινὸς ἐπινοεῖν. ...

... ἀλλ᾿ ὅγε Ἀριστοτέλης οὐκ ἀδιανόητον ἔλεγεν εἶναι τὸ παρὰ τοῖς γεωμέτραις ἀπλατὲς μῆκος· τό γέ τοι τοῦ τοίχου μῆκος λαμβάνομεν χωρὶς τοῦ ἐπιβάλλειν τῷ πλάτει τοῦ τοίχου. ...

... ζητήσαι δ᾿ ἄν τις πῶς λέγοντος Πλάτωνος καὶ ποιητικὸν αἴτιον ἐν οἷς λέγει «τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦ παντὸς εὑρεῖν τε καὶ δεῖξαι ἔργον», ἀλλὰ καὶ τὸ οὗ ἕνεκεν καὶ τέλος δι᾿ ὧν πάλιν λέγει «περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ κἀκείνου ἕνεκα πάντα», οὐδετέρου τούτων τῶν αἰτίων ἐμνημόνευσεν ὁ Ἀριστοτέλης ἐν τῇ δόξῃ τῇ Πλάτωνος; ἢ ὅτι ἐν οἷς περὶ αἰτίων ἔλεγεν οὐδενὸς τούτων ἐμέμνητο, ὡς ἐν τοῖς περὶ τἀγαθοῦ δέδειχεν. ἢ ὅτι τῶν ἐν γενέσει καὶ φθορᾷ οὐ τίθεται ταῦτα αἴτια, ἀλλ᾿ οὐδὲ ἐξειργάσατό τι περὶ αὐτῶν. ...

... τεθεωρήσθω δ᾿ ἡμῖν ταῦτα ἐν τῇ ἐκλογῇ τῶν ἐναντίων, ἀναπέμπει δὲ ἡμᾶς περὶ τοῦ γνῶναι ὅτι σχεδὸν πάντα τὰ ἐναντία ὡς εἰς ἀρχὴν ἀνάγεται τό τε ἓν καὶ τὸ πλῆθος εἰς τὴν ἐκλογὴν τῶν ἐναντίων, ὡς ἰδίᾳ περὶ τούτων πραγματευσάμενος. εἴρηκε δὲ περὶ τῆς τοιαύτης ἐκλογῆς καὶ ἐν τῷ δευτέρῳ περὶ τἀγαθοῦ. ...

... πάντα δὲ καὶ τἆλλα ἀναγόμενα φαίνεται εἰς τὸ ἓν καὶ πλῆθος· εἰλήφθω γὰρ ἡ ἀναγωγὴ ἡμῖν, διὰ δὲ τοῦ «εἰλήφθω γὰρ ἡ ἀναγωγὴ ἡμῖν» ἀναπέμπει πάλιν ἡμᾶς εἰς τὰ ἐν τῷ β περὶ τἀγαθοῦ δεδειγμένα. «φανερὸν οὖν εἰπὼν ὅτι πως τὰ ἐναντία πάντα εἰς τὸ ἓν καὶ πλῆθος ἀνάγεται καὶ τοῦτο δι᾿ ἧς πεποίηται ἀναγωγῆς τῶν ἐναντίων ἐν τῷ β περὶ τἀγαθοῦ εἰς ταῦτα πιστωσάμενος ... δῆλόν φησι ...


Μαγικός

Ἀριστοτέλους ἢ Ἀντισθένους

... φησὶ δ᾿ Ἀριστοτέλης μάγον τινὰ ἐλθόντα ἐκ Συρίας εἰς Ἀθήνας τά τε ἄλλα καταγνῶναι τοῦ Σωκράτους καὶ δὴ καὶ βίαιον ἔσεσθαι τὴν τελευτὴν αὐτῷ. ...

... Ἀντισθένης, Ἀθηναῖος ... οὗτος συνέγραψε τόμους δέκα, πρῶτον μαγικόν· ἀφηγεῖται δὲ περὶ Ζωροάστρου τινὸς μάγου εὑρόντος τὴν σοφίαν. τοῦτο δέ τινες Ἀριστοτέλει, οἱ δὲ Ῥοδίῳ τινὶ ἀνατιθέασιν. ...

... Τὸ τῆς φιλοσοφίας ἔργον ἔνιοί φασιν ἀπὸ βαρβάρων ἄρξαι. γεγενῆσθαι γὰρ παρὰ μὲν Πέρσαις μάγους, παρὰ δὲ Βαβυλωνίοις ἢ Ἀσσυρίοις Χαλδαίους, καὶ γυμνοσοφιστὰς παρ᾿ Ἰνδοῖς, παρά τε Κελτοῖς καὶ Γαλάταις τοὺς καλουμένους δρυίδας καὶ σεμνοθέους, καθά φησιν Ἀριστοτέλης ἐν τῷ μαγικῷ καὶ Σωτίων ἐν εἰκοστῷ τρίτῳ τῆς διαδοχῆς. Φοίνικά τε γενέσθαι Ὦχον καὶ Θρᾷκα Ζάμολξιν καὶ Λίβυν Ἄτλαντα. ...

... τοὺς δὲ μάγους περί τε θεραπείας θεῶν διατρίβειν καὶ θυσίας καὶ εὐχάς, ὡς αὐτοὺς μόνους ἀκουομένους. ἀποφαίνεσθαί τε περί τε οὐσίας θεῶν καὶ γενέσεως, οὓς καὶ πῦρ εἶναι καὶ γῆν καὶ ὕδωρ· τῶν δὲ ξοάνων καταγινώσκειν καὶ μάλιστα τῶν λεγόντων ἄῤῥενας εἶναι θεοὺς καὶ θηλείας. περί τε δικαιοσύνης λόγους ποιεῖσθαι, καὶ ἀνόσιον ἡγεῖσθαι πυρὶ θάπτειν καὶ ὅσιον νομίζειν μητρὶ ἢ θυγατρὶ μίγνυσθαι, ὡς ἐν τῷ εἰκοστῷ τρίτῳ φησὶν ὁ Σωτίων· ἀσκεῖν τε μαντικὴν καὶ πρόῤῥησιν, καὶ θεοὺς αὑτοῖς ἐμφανίζεσθαι λέγοντας. ἀλλὰ καὶ εἰδώλων πλήρη εἶναι τὸν ἀέρα κατ᾿ ἀπόῤῥοιαν ὑπ᾿ ἀναθυμιάσεως εἰσκρινομένων ταῖς ὄψεσι τῶν ὀξυδερκῶν· προκοσμήματά τε καὶ χρυσοφορίας ἀπαγορεύειν. τούτων δὲ ἐσθὴς μὲν λευκή, στιβὰς δὲ εὐνή, καὶ λάχανον τροφὴ τυρός τε καὶ ἄρτος εὐτελής, καὶ κάλαμος ἡ βακτηρία, ᾧ κεντοῦντες, φασί, τοῦ τυροῦ ἀνῃροῦντο καὶ ἀπήσθιον. τὴν δὲ γοητικὴν μαγείαν οὐδ᾿ ἔγνωσαν, φησὶν ὁ Ἀριστοτέλης ἐν τῷ μαγικῷ καὶ Δείνων ἐν τῇ πέμπτῃ τῶν ἱστοριῶν· ὃς καὶ μεθερμηνευόμενόν φησι τὸν Ζωροάστρην ἀστροθύτην εἶναι· φησὶ δὲ τοῦτο καὶ ὁ Ἐρμόδωρος. ...


Εὔδημος ἢ περὶ ψυχῆς

... ὅτι δὲ τῶν ἐν φιλοσοφίᾳ λεγομένων οἱ σφόδρα νέοι τοῖς μὴ δοκοῦσι φιλοσόφως μηδὲ ἀπὸ σπουδῆς λέγεσθαι χαίρουσι μᾶλλον καὶ παρέχουσιν ὑπηκόους ἑαυτοὺς καὶ χειροήθεις, δῆλόν ἐστιν ἡμῖν· οὐ γὰρ μόνον τὰ Αἰσώπεια μυθάρια καὶ τὰς ποιητικὰς ὑποθέσεις καὶ τὸν Ἄβαριν τοῦ Ἡρακλείδου καὶ τὸν Λύκωνα τὸν Ἀρίστωνος διερχόμενοι ἀλλὰ καὶ τὰ περὶ τῶν ψυχῶν δόγματα μεμιγμένα μυθολογίᾳ μεθ᾿ ἡδονῆς ἐνθουσιῶσι. ...

... συνέπραττον δὲ τῷ Δίωνι καὶ τῶν πολιτικῶν πολλοὶ καὶ τῶν φιλοσόφων ὅ τε Κύπριος Εὔδημος, εἰς ὃν Ἀριστοτέλης ἀποθανόντα τὸν περὶ ψυχῆς διάλογον ἐποίησε, καὶ Τιμωνίδης ὁ Λευκάδιος. ...

... καὶ οἱ λόγοι δὲ οὓς ἠρώτησε περὶ ψυχῆς ἀθανασίας εἰς τὸν νοῦν ἀνάγονται σχεδόν τι οἱ πλεῖστοι καὶ ἐμβριθέστατοι, ὅ τε ἐκ τῆς αὐτοκινησίας· ἐδείχθη γὰρ ὡς αὐτοκίνητος μόνος ὁ νοῦς, εἰ τὴν κίνησιν ἀντὶ τῆς ἐνεργείας νοοίημεν· καὶ ὁ τὰς μαθήσεις ἀναμνήσεις εἶναι λαμβάνων καὶ ὁ τὴν πρὸς τὸν θεὸν ὁμοιότητα. καὶ τῶν ἄλλων δὲ τοὺς ἀξιοπιστοτέρους δοκοῦντας οὐ χαλεπῶς ἄν τις τῷ νῷ προσβιβάσειεν, ὥσπερ γε καὶ τῶν ὑπ᾿ αὐτοῦ Ἀριστοτέλους ἐξειργασμένων ἐν τῷ Εὐδήμῳ. ἐξ ὧν δῆλον ὅτι καὶ Πλάτων τὸν νοῦν ἀθάνατον μόνον ὑπολαμβάνει. ...

... κατασκευάζων δὲ τὴν ἀθανασίαν τῆς ψυχῆς κἀν τοῖς ἀκροαματικοῖς δι᾿ ἀναγκαστικῶν λόγων κατασκευάζει, ἐν δὲ τοῖς διαλογικοῖς διὰ πιθανῶν εἰκότως. φησὶ γὰρ ἐν τοῖς περὶ ψυχῆς ἀκροαματικοῖς ... ἐν δὲ τοῖς διαλογικοῖς φησὶν οὕτως, ὅτι ἡ ψυχὴ ἀθάνατος, ἐπειδὴ αὐτοφυῶς πάντες οἱ ἄνθρωποι καὶ σπένδομεν χοὰς τοῖς κατοιχομένοις καὶ ὄμνυμεν κατ᾿ αὐτῶν, οὐδεὶς δὲ τῷ μηδαμῇ μηδαμῶς ὄντι σπένδει ποτὲ ἢ ὄμνυσι κατ᾿ αὐτοῦ ... ὁ δὲ Ἀριστοτέλης ἐν τοῖς διαλογικοῖς μάλιστα δοκεῖ κηρύττειν τὴν ἀθανασίαν τῆς ψυχῆς. ...

... τὴν ψυχὴν τῷ σώματι συνῆψεν ἀμέσως πάντα τὰ περὶ καθόδου ψυχῆς ὑπεκτεμὼν προβλήματα ... ἀλλ᾿ οὐδὲ τὰ μετὰ τὴν ἔξοδον αὐτῆς ἐν τούτοις παραδώσει ... ὅτι φήσω τὸ πρέπον διασώζει τῇ τοῦ διαλόγου προθέσει καὶ τῆς περὶ ψυχῆς θεωρίας ὅσον φυσικὸν ἐν τούτοις παραλαμβάνει τὴν πρὸς τὸ σῶμα τῆς ψυχῆς ὁμιλίαν παραδιδούς. ὃ δὴ καὶ Ἀριστοτέλης ζηλώσας ἐν τῇ περὶ ψυχῆς πραγματείᾳ φυσικῶς αὐτὴν μεταχειριζόμενος οὔτε περὶ καθόδου ψυχῆς οὔτε περὶ λήξεων ἐμνημόνευσεν, ἀλλ᾿ ἐν τοῖς διαλόγοις χωρὶς ἐπραγματεύσατο περὶ αὐτῶν καὶ τὸν προηγούμενον κατεβάλλετο λόγον. ...

... λέγει δὲ καὶ ὁ δαιμόνιος Ἀριστοτέλης αἰτίαν δι᾿ ἣν ἐκεῖθεν μὲν ἰοῦσα ἡ ψυχὴ δεῦρο ἐπιλανθάνεται τῶν ἐκεῖ θεαμάτων, ἐντεῦθεν δὲ ἐξιοῦσα μέμνηται ἐκεῖ τῶν ἐνταῦθα παθημάτων. καὶ ἀποδεικτέον τοῦ λόγου· φησὶ γὰρ οὖν καὶ αὐτὸς ἐκ μὲν ὑγείας εἰς νόσον ὁδεύοντας λήθην ἴσχειν τινὰς καὶ αὐτῶν τῶν γραμμάτων ὧν ἐμεμαθήκεισαν, ἐκ νόσου δὲ εἰς ὑγείαν ἰόντα μηδένα πώποτε τοῦτο πάσχειν· ἐοικέναι δὲ τὴν μὲν ἄνευ σώματος ζωὴν ταῖς ψυχαῖς κατὰ φύσιν οὖσαν ὑγείᾳ, νόσῳ δὲ τὴν ἐν σώματι. ὅθεν σημαίνει τὰς μὲν ἐκεῖθεν ἰούσας ἐπιλανθάνεσθαι τῶν ἐκεῖ, τὰς δὲ ἐντεῦθεν ἐκεῖσε τῶν ἐνταῦθα διαμνημονεύειν. ...

... ὅτι δὲ δεῖ τι καὶ ὅλον γένος ἀνθρώπων εἶναι οὕτω τρεφόμενον, δηλοῖ καὶ ὁ τῇδε ταῖς ἡλιακαῖς ἀκτῖσι μόναις τρεφόμενος, ὃν ἱστόρησεν Ἀριστοτέλης ἰδὼν αὐτός. ...

... εἰ ἐνταῦθα ἱστόρησεν Ἀριστοτέλης ἄνθρωπον ἄυπνον καὶ μόνῳ τῷ ἡλιοειδεῖ τρεφόμενον ἀέρι, τί χρὴ περὶ τῶν ἐκεῖ οἴεσθαι; ...

... τὴν δὲ Τίμωνος ἐν Κιλικίᾳ τηθὴν Ἀριστοτέλης ἱστόρηκε φωλεύειν τοῦ ἔτους ἑκάστου δύο μῆνας, μηδενὶ πλὴν μόνῳ τῷ ἀναπνεῖν ὅτι ζῇ διάδηλον οὖσαν. ...

... πολλοῖς γὰρ καὶ σοφοῖς ἀνδράσιν, ὥς φησι Κράντωρ, οὐ νῦν ἀλλὰ πάλαι κέκλαυσται τἀνθρώπινα τιμωρίαν ἡγουμένοις εἶναι τὸν βίον καὶ ἀρχὴν τὸ γενέσθαι ἄνθρωπον συμφορὰν τὴν μεγίστην. τοῦτο δέ φησιν Ἀριστοτέλης καὶ τὸν Σειληνὸν συλληφθέντα τῷ Μίδᾳ ἀποφήνασθαι. βέλτιον δ᾿ αὐτὰς τὰς τοῦ φιλοσόφου λέξεις παραθέσθαι. φησὶ δὴ ἐν τῷ Εὐδήμῳ ἐπιγραφομένῳ ἢ περὶ ψυχῆς ταυτί· «διόπερ, ὦ κράτιστε πάντων καὶ μακαριστότατε, καὶ πρὸς τῷ μακαρίους καὶ εὐδαίμονας εἶναι τοὺς τετελευτηκότας νομίζειν καὶ τὸ ψεύσασθαί τι κατ᾿ αὐτῶν καὶ τὸ βλασφημεῖν οὐχ ὅσιον ἡγούμεθα ὡς κατὰ βελτιόνων καὶ κρειττόνων ἤδη γεγονότων. καὶ ταῦθ᾿ οὕτως ἀρχαῖα καὶ παλαιὰ διατελεῖ νενομισμένα παρ᾿ ἡμῖν, ὥστε τὸ παράπαν οὐδεὶς οἶδεν οὔτε τοῦ χρόνου τὴν ἀρχὴν οὔτε τὸν θέντα πρῶτον, ἀλλὰ τὸν ἄπειρον αἰῶνα τυγχάνει διὰ τέλους οὕτω νενομισμένα. πρὸς δὲ δὴ τούτοις διὰ στόματος ὂν τοῖς ἀνθρώποις ὁρᾷς ὃ ἐκ πάλαι περιφέρεται θρυλούμενον. Τί τοῦτ᾿; ἔφη. Κἀκεῖνος ὑπολαβών· ὡς ἄρα μὴ γίγνεσθαι μέν, ἔφη, ἄριστον πάντων, τὸ δὲ τεθνάναι τοῦ ζῆν ἐστι κρεῖττον. καὶ πολλοῖς οὕτω παρὰ τοῦ δαιμονίου μεμαρτύρηται. τοῦτο μὲν ἐκείνῳ τῷ Μίδᾳ λέγουσι δήπου μετὰ τὴν θήραν ὡς ἔλαβε τὸν Σειληνὸν διερωτῶντι καὶ πυνθανομένῳ τί ποτέ ἐστι τὸ βέλτιστον τοῖς ἀνθρώποις καὶ τί τὸ πάντων αἱρετώτατον, τὸ μὲν πρῶτον οὐδὲν ἐθέλειν εἰπεῖν ἀλλὰ σιωπᾶν ἀῤῥήκτως· ἐπειδὴ δέ ποτε μόλις πᾶσαν μηχανὴν μηχανώμενος προσηγάγετο φθέγξασθαί τι πρὸς αὐτόν, οὕτως ἀνακαγχάζοντα εἰπεῖν· δαίμονος ἐπιπόνου καὶ τύχης χαλεπῆς ἐφήμερον σπέρμα, τί με βιάζεσθε λέγειν ἃ ὑμῖν ἄρειον μὴ γνῶναι; μετ᾿ ἀγνοίας γὰρ τῶν οἰκείων κακῶν ἀλυπότατος ὁ βίος. ἀνθρώποις δὲ πάμπαν οὐκ ἔστι γενέσθαι τὸ πάντων ἄριστον οὐδὲ μετασχεῖν τῆς τοῦ βελτίστου φύσεως· ἄριστον γὰρ πᾶσι καὶ πάσαις τὸ μὴ γενέσθαι, τὸ μέντοι μετὰ τοῦτο καὶ τὸ πρῶτον τῶν ἀνθρώπῳ ἀνυστῶν τὸ γενομένους ἀποθανεῖν ὡς τάχιστα. δῆλον οὖν ὡς οὔσης κρείττονος τῆς ἐν τῷ τεθνάναι διαγωγῆς ἢ τῆς ἐν τῷ ζῆν, οὕτως ἀπεφήνατο.» ...

... μεμψάμενος ὁ Ἀριστοτέλης κοινῶς τοὺς περὶ ψυχῆς ἅπαντας εἰπόντας ὅτι μηδὲν περὶ τοῦ δεξομένου αὐτὴν σώματος διελέχθησαν ... οἰκείως ἀκόλουθον τούτοις περὶ ψυχῆς δόξαν συνάπτει. εἰς ταὐτὸ γάρ τινες ἀποβλέψαντες ὅτι οὐχ ὡς ἔτυχε τὸ σῶμα ψυχῆς μετέχει, ἀλλὰ δεῖ τοιᾶσδε κράσεως, ὥσπερ καὶ ἡ ἁρμονία οὐχ ὡς ἔτυχε τῶν χορδῶν ἐχουσῶν γίνεται, ἀλλὰ δεῖ τοσῆσδε τάσεως, ἐνόμισαν καὶ τὴν ψυχὴν ἁρμονίαν εἶναι τοῦ σώματος καὶ πρὸς τοὺς διαφόρους τοῦ σώματος ἁρμονίας τὰ διάφορα εἴδη τῶν ψυχῶν εἶναι. ταύτην οὖν ἐκτίθεται τὴν δόξαν καὶ διελέγχει. καὶ τέως μὲν αὐτὴν τὴν δόξαν μόνην ἐν τούτοις ἱστορεῖ, μετ᾿ ὀλίγα δὲ καὶ τοὺς λόγους δι᾿ ὧν εἰς ταύτην ἐκεῖνοι τὴν δόξαν ὑπήχθησαν τίθησιν. ἤδη δὲ καὶ ἐν ἄλλοις πρὸς ταύτην ἀντεῖπεν τὴν δόξαν, λέγω δὴ ἐν τῷ Εὐδήμῳ διαλόγῳ, καὶ πρὸ αὐτοῦ ὁ Πλάτων ἐν τῷ Φαίδωνι πέντε τισὶ κέχρηται ἐπιχειρήμασι πρὸς ταύτην ἐνιστάμενος τὴν δόξαν ... αὗται μὲν οὖν αἱ πέντε ἐπιχειρήσεις αἱ Πλάτωνος. κέχρηται δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης, ὡς ἤδη εἶπον, ἐν τῷ Εὐδήμῳ τῷ διαλόγῳ δύο ἐπιχειρήσεσι ταύταις, μιᾷ μὲν οὕτως· τῇ ἁρμονίᾳ, φησίν, ἔστι τι ἐναντίον, ἡ ἀναρμοστία· τῇ δὲ ψυχῇ οὐδὲν ἐναντίον. οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία ἐστίν. εἴποι δ᾿ ἄν τις πρὸς τοῦτο ὅτι τῇ ἁρμονίᾳ ἐναντίον οὐκ ἔστι κυρίως ἐναντίον ἀλλὰ στέρησις ἀόριστος· καὶ τῇ ψυχῇ δ᾿ ὡς εἴδει τινὶ οὔσῃ ἔστι τι ἀντικείμενον ἀόριστον, καὶ ὥσπερ ἐκεῖ φαμὲν τὴν τοιάνδε ἁρμονίαν μεταβάλλειν εἰς τὴν ἀναρμοστίαν, οὕτω καὶ τὴν τοιάνδε στέρησιν μεταβάλλειν εἰς ψυχήν. δευτέρᾳ δέ· τῇ ἁρμονίᾳ, φησί, τοῦ σώματος ἐναντίον ἐστὶν ἡ ἀναρμοστία τοῦ σώματος, ἀναρμοστία δὲ τοῦ ἐμψύχου σώματος νόσος καὶ ἀσθένεια καὶ αἶσχος· ὧν τὸ μὲν ἀσυμμετρία τῶν στοιχείων ἡ νόσος, τὸ δὲ τῶν ὁμοιομερῶν ἡ ἀσθένεια, τὸ δὲ τῶν ὀργανικῶν τὸ αἶσχος. εἰ τοίνυν ἡ ἀναρμοστία νόσος καὶ ἀσθένεια καὶ αἶσχος, ἡ ἁρμονία ἄρα ὑγίεια καὶ ἰσχὺς καὶ κάλλος· ψυχὴ δὲ οὐδέν ἐστι τούτων οὔτε ὑγίεια φημὶ οὔτε ἰσχὺς οὔτε κάλλος· ψυχὴν γὰρ εἶχε καὶ ὁ Θερσίτης αἴσχιστος ὤν. οὐκ ἄρα ἐστὶν ἡ ψυχὴ ἁρμονία. καὶ ταῦτα μὲν ἐν ἐκείνοις. ἐνταῦθα δὲ τέσσαρσι κέχρηται ἐπιχειρήσεσιν ἀνασκευαστικαῖς τῆς δόξης ταύτης, ὧν τὸ τρίτον ἐστὶ τὸ εἰρημένον ἐν τῷ Εὐδήμῳ δεύτερον ...«ἁρμόζει δὲ μᾶλλον καθ᾿ ὑγιείας λέγειν ἁρμονίαν καὶ ὅλως τῶν σωματικῶν ἀρετῶν ἢ κατὰ ψυχῆς» ...

... τοῦτο τρίτον ἐπιχείρημα· ἐστὶ δὲ τὸ δεύτερον τῶν ἐν τῷ Εὐδήμῳ. ὅτι δὲ ἁρμονία ἡ ὑγίεια ἔδειξεν ἐν ἐκείνοις ἐκ τοῦ ἐναντίου τῆς νόσου. εἴπομεν δὲ ἀνωτέρω τὴν ἀγωγὴν τοῦ συλλογισμοῦ. ...

... ἐν κοινῷ δὲ γινομένους λόγους τοὺς συμμέτρως καὶ τοῖς πολλοῖς ἠρωτημένους καλεῖ, αἰνιττόμενος μὲν ἴσως καὶ τοὺς ἐν Φαίδωνι, λέγων δὲ καὶ τοὺς ὑπ᾿ αὐτοῦ ἐν τῷ διαλόγῳ τῷ Εὐδήμῳ γραφέντας ἐλεγκτικοὺς τῆς ἁρμονίας. ...

... καὶ ἄλλη δέ τις δόξα παραδέδοται περὶ ψυχῆς πιθανὴ μὲν οὐδεμιᾶς ἧσσον τῶν λεγομένων, δεδωκυῖα δὲ εὐθύνας καὶ ἐξητασμένη καὶ ἐν τοῖς κοινοῖς λόγοις καὶ ἐν τοῖς ἰδίοις. λέγουσι γάρ τινες αὐτὴν ἁρμονίαν· καὶ γὰρ τὴν ἁρμονίαν κρᾶσιν καὶ σύνθεσιν τῶν ἐναντίων εἶναι καὶ τὸ σῶμα συγκεῖσθαι ἐξ ἐναντίων· τὴν οὖν τἀναντία ταῦτα εἰς συμφωνίαν ἄγουσαν καὶ ἁρμόζουσαν, θερμὰ λέγω καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ξηρὰ καὶ σκληρὰ καὶ μαλακὰ καὶ ὅσαι ἄλλαι ἐναντιώσεις τῶν πρώτων σωμάτων, οὐδὲν ἄλλο εἶναι ἢ τὴν ψυχήν, ὥσπερ καὶ ἡ τῶν φθόγγων ἁρμονία τὸ βαρὺ καὶ τὸ ὀξὺ συναρμόζει. πιθανότητα μὲν οὖν ὁ λόγος ἔχει, διελήλεγκται δὲ πολλαχῇ καὶ ὑπ᾿ Ἀριστοτέλους καὶ ὑπὸ Πλάτωνος. καὶ γὰρ ὅτι τὸ μὲν πρῶτον τοῦ σώματος, τουτέστιν ἡ ψυχή, ἁρμονία δὲ ὕστερον· καὶ ὅτι τὸ μὲν ἄρχει καὶ ἐπιστατεῖ τῷ σώματι καὶ μάχεται πολλάκις, ἁρμονία δὲ οὐ μάχεται τοῖς ἡρμοσμένοις· καὶ ὅτι τὸ μᾶλλον καὶ ἧττον ἁρμονία μὲν δέχεται, ψυχὴ δὲ οὔ· καὶ ὡς ἁρμονία μὲν σωζομένη οὐ προσίεται ἀναρμοστίαν, ψυχὴ δὲ κακίαν προσίεται· καὶ ὅτι εἴπερ τοῦ σώματος ἡ ἀναρμοστία νόσος ἐστὶν ἢ αἶσχος ἢ ἀσθένεια, ἡ ἁρμονία τοῦ σώματος κάλλος ἂν εἴη καὶ ὑγίεια καὶ δύναμις ἀλλ᾿ οὐ ψυχή, ταῦτα μὲν ἅπαντα εἴρηται ὑπὸ τῶν φιλοσόφων ἐν ἄλλοις· ἃ δὲ νῦν Ἀριστοτέλης φησί, τοιαῦτά ἐστιν ... ὅτι μὲν οὖν οἱ λέγοντες ἁρμονίαν τὴν ψυχὴν οὔτε ἐγγὺς ἄγαν οὔτε πόῤῥω τῆς ἀληθείας βάλλειν ἂν δόξειαν, καὶ ἐκ τῶν νῦν εἰρημένων καὶ ἐκ τῶν ἐν ἄλλοις δῆλόν ἐστιν. ...

... Ὅτι ὁ Ἀριστοτέλης ἐν τῷ Εὐδήμῳ οὕτως ἐπιχειρεῖ· τῇ ἁρμονίᾳ ἐναντίον ἐστὶν ἡ ἀναρμοστία, τῇ δὲ ψυχῇ οὐδὲν ἐναντίον· οὐσία γάρ· καὶ τὸ συμπέρασμα δῆλον. ἔτι, εἰ ἀναρμοστία τῶν στοιχείων τοῦ ζῴου νόσος, ἡ ἁρμονία εἴη ἂν ὑγίεια ἀλλ᾿ οὐχὶ ψυχή. ...

... τὸ τρίτον ταὐτὸν τῷ ἐν Εὐδήμῳ δευτέρῳ. ...

... ὁ μὲν οὖν Πλάτων καὶ ἐπὶ πάντων εἴωθεν ὁμωνύμως τά τε εἴδη καὶ τὰ κατ᾿ αὐτὰ εἰδοποιούμενα προσαγορεύειν. ὁ δὲ Ἀριστοτέλης ὅταν μὲν μεριστὸν τὸ εἰδοποιούμενον ᾖ, φυλάττεται τὴν ὁμωνυμίαν διὰ τὴν πολλὴν τοῦ μεριστοῦ πρὸς τὸ εἶδος ἀμέριστον ὂν ἀπόστασιν· τὴν δὲ λογικὴν ψυχὴν ὡς μὴ μόνον ὁριζομένην ἀλλὰ καὶ ὅρον οὖσαν· μεταξὺ γὰρ ὡς τοῦ ἀμερίστου καὶ μεριστοῦ ἄμφω πως οὖσα, οὕτω καὶ τοῦ ὅρου καὶ τοῦ ὁριζομένου ἀμφότερον ἐμφαίνουσα, τὸ μὲν ὡς ἀνελιττομένη, τὸ δὲ διὰ τὴν ἀεὶ κατὰ ὅρους μετάβασιν καὶ διὰ τὴν τῶν ἀνειλιγμένων πάντων εἰς ἓν συναγωγὴν ὡς παρισουμένη τῷ ὁρίζοντι νῷ. καὶ διὰ τοῦτο καὶ ἐν τῷ Εὐδήμῳ τῷ περὶ ψυχῆς αὐτῷ γεγραμμένῳ διαλόγῳ εἶδός τι ἀποφαίνεται τὴν ψυχὴν εἶναι, καὶ ἐν τούτοις ἐπαινεῖ τοὺς τῶν εἰδῶν δεκτικὴν λέγοντας τὴν ψυχήν, οὐχ ὅλην ἀλλὰ τὴν νοητικὴν ὡς τῶν ἀληθῶν δευτέρως εἰδῶν γνωστικήν· τῷ γὰρ τῆς ψυχῆς κρείττονι νῷ τὰ ἀληθῆ εἴδη σύστοιχα. ...

... δεδειγμένου δὲ ὅτι ὁ Πλάτων οὔτ᾿ ἀγνοίᾳ οὔτ᾿ ἀπειρίᾳ τὰ ἄλλα παρῃτήσατο ἀλλ᾿ ὡς οὐ πρέποντα τοιαύτῃ πολιτείᾳ, δείξομεν ἑξῆς ὅτι ἔμπειρος ἁρμονίας ἦν. ἐν γοῦν τῇ ψυχογονίᾳ τῇ ἐν τῷ Τιμαίῳ ... ὅτι δὲ σεμνὴ ἡ ἁρμονία καὶ θεῖόν τι καὶ μέγα, Ἀριστοτέλης ὁ Πλάτωνος ταυτὶ λέγει «ἡ δὲ ἁρμονία ἐστὶν οὐρανία τὴν φύσιν ἔχουσα θείαν καὶ καλὴν καὶ δαιμονίαν· τετραμερὴς δὲ τῇ δυνάμει πεφυκυῖα δύο μεσότητας ἔχει ἀριθμητικήν τε καὶ ἁρμονικήν, φαίνεταί τε τὰ μέρη αὐτῆς καὶ τὰ μεγέθη καὶ αἱ ὑπεροχαὶ κατ᾿ ἀριθμὸν καὶ ἰσομετρίαν· ἐν γὰρ δυσὶ τετραχόρδοις ῥυθμίζεται τὰ μέρη». ταῦτα μὲν τὰ ῥητά. συνεστάναι δ᾿ αὐτῆς τὸ σῶμα ἔλεγεν ἐκ μερῶν ἀνομοίων, συμφωνούντων μέντοι πρὸς ἄλληλα. ἀλλὰ μὴν καὶ τὰς μεσότητας αὐτῆς κατὰ τὸν ἀριθμητικὸν λόγον συμφωνεῖν. τὸν γὰρ νέατον πρὸς τὸν ὕπατον ἐκ διπλασίου λόγου ἡρμοσμένον τὴν διὰ πασῶν συμφωνίαν ἀποτελεῖν· ἔχει γάρ, ὡς προείπομεν,τὸν νέατον δώδεκα μονάδων, τὸν δ᾿ ὕπατον ἕξ. τὴν δὲ παραμέσην συμφωνοῦσαν πρὸς ὑπάτην καθ᾿ ἡμιόλιον λόγον ἐννέα μονάδων, τῆς δὲ μέσης ὀκτὼ εἶναι μονάδας ἐλέγομεν. συγκεῖσθαι δὲ διὰ τούτων τῆς μουσικῆς τὰ κυριώτατα διαστήματα συμβαίνει, τό τε διὰ τεσσάρων ὅ ἐστι κατὰ τὸν ἐπίτριτον λόγον, καὶ τὸ διὰ πέντε ὅ ἐστι κατὰ τὸν ἡμιόλιον λόγον, καὶ τὸ διὰ πασῶν ὅ ἐστι κατὰ τὸν διπλάσιον. ἀλλὰ γὰρ καὶ τὸν ἐπόγδοον σώζεσθαι, ὅς ἐστι κατὰ τὸν τονιαῖον λόγον. ταῖς αὐταῖς δ᾿ ὑπεροχαῖς ὑπερέχειν καὶ ὑπερέχεσθαι τῆς ἁρμονίας τὰ μέρη ὑπὸ τῶν μερῶν καὶ τὰς μεσότητας ὑπὸ τῶν μεσοτήτων κατά τε τὴν ἐν ἀριθμοῖς ὑπεροχὴν καὶ κατὰ τὴν γεωμετρικὴν δύναμιν συμβαίνει. ἀποφαίνει γοῦν αὐτὰς Ἀριστοτέλης τὰς δυνάμεις ἐχούσας τοιαύτας, τὴν μὲν νεάτην τῆς μέσης τῷ τρίτῳ μέρει τῷ αὐτῆς ὑπερέχουσαν, τὴν δὲ ὑπάτην ὑπὸ τῆς παραμέσης ὑπερεχομένην ὁμοίως, ὡς γίγνεσθαι τὰς ὑπεροχὰς τῶν πρός τι· τοῖς γὰρ αὐτοῖς μέρεσιν ὑπερέχουσι καὶ ὑπερέχονται. τοῖς γοῦν αὐτοῖς λόγοις οἱ ἄκροι τῆς μέσης καὶ παραμέσης ὑπερέχουσι καὶ ὑπερέχονται, ἐπιτρίτῳ καὶ ἡμιολίῳ. τοιαύτη δὴ ὑπεροχή ἐστιν ἡ ἁρμονική. ἡ δὲ τῆς νεάτης ὑπεροχὴ καὶ τῆς μέσης κατ᾿ ἀριθμητικὸν λόγον ἴσῳ μέρει τὰς ὑπεροχὰς ἐμφαίνουσιν· ὡσαύτως καὶ ἡ παραμέση τῆς ὑπάτης. τῆς γὰρ μέσης ἡ παραμέση κατὰ τὸν ἐπόγδοον λόγον ὑπερέχει, πάλιν ἡ νεάτη τῆς ὑπάτης διπλασία ἐστίν, ἡ δὲ παραμέση τῆς ὑπάτης ἡμιόλιος, ἡ δὲ μέση ἐπίτριτος πρὸς ὑπάτην ἥρμοσται. καὶ τοῖς μὲν μέρεσι καὶ τοῖς πλήθεσι κατ᾿ Ἀριστοτέλην ἡ ἁρμονία οὕτως ἔχουσα πέφυκε.συνέστηκε δὲ φυσικώτατα ἔκ τε τῆς ἀπείρου καὶ περαινούσης καὶ ἐκ τῆς ἀρτιοπερίσσου φύσεως καὶ αὐτὴ καὶ τὰ μέρη αὐτῆς πάντα. αὐτὴ μὲν γὰρ ὅλη ἀρτία ἐστὶ τετραμερὴς οὖσα τοῖς ὅροις, τὰ δὲ μέρη αὐτῆς καὶ οἱ λόγοι ἄρτιοι καὶ περισσοὶ καὶ ἀρτιοπέρισσοι· τὴν μὲν γὰρ νεάτην ἔχει ἀρτίαν ἐκ δώδεκα μονάδων, τὴν δὲ παραμέσην περισσὴν ἐξ ἐννέα μονάδων, τὴν δὲ μέσην ἀρτίαν ἐξ ὀκτὼ μονάδων, τὴν δ᾿ ὑπάτην ἀρτιοπέρισσον ἓξ μονάδων οὖσαν. οὕτω δὴ πεφυκυῖα αὐτή τε καὶ τὰ μέρη αὐτῆς πρὸς ἄλληλα ταῖς ὑπεροχαῖς τε καὶ τοῖς λόγοις ὅλη τε ὅλῃ καὶ τοῖς μέρεσι συμφωνεῖ.ἀλλὰ μὴν καὶ αἱ αἰσθήσεις αἱ τοῖς σώμασιν ἐγγιγνόμεναι διὰ τὴν ἁρμονίαν αἱ μὲν οὐράνιαι καὶ θεῖαι οὖσαι, μετὰ θεοῦ τὴν αἴσθησιν παρεχόμεναι τοῖς ἀνθρώποις, ὄψις τε καὶ ἀκοή, μετὰ φωνῆς καὶ φωτὸς τὴν ἁρμονίαν ἐπιφαίνουσι. καὶ αἱ ἄλλαι δ᾿ αὐταῖς ἀκόλουθοι ᾗ αἰσθήσεις καθ᾿ ἁρμονίαν συνεστᾶσι· πάντα γὰρ καὶ αὗται ἐπιτελοῦσιν οὐκ ἄνευ ἁρμονίας, ἐλάττους μὲν ἐκείνων οὖσαι, οὐκ ἄπο δ᾿ ἐκείνων. ἐκεῖναι γὰρ ἅμα θεοῦ παρουσίᾳ παραγιγνόμεναι τοῖς σώμασι κατὰ λογισμὸν ἰσχυράν τε καὶ καλὴν φύσιν ἔχουσι. φανερὸν οὖν ἐκ τούτων ὅτι τοῖς παλαιοῖς τῶν Ἑλλήνων εἰκότως μάλιστα πάντων ἐμέλησε πεπαιδεῦσθαι μουσικήν ...

... καὶ ὁ μὲν Πρόκλος βούλεται τὰ οὐράνια ὄψιν μόνον καὶ ἀκοὴν ἔχειν, καθάπερ καὶ Ἀριστοτέλης· μόνας γὰρ τῶν αἰσθήσεων ἐκείνας ἔχει τὰς πρὸς τὸ εὖ εἶναι συμβαλλομένας, οὐ μὴν τὰς πρὸς τὸ εἶναι, αἱ δὲ ἄλλαι αἰσθήσεις πρὸς τὸ εἶναι συμβάλλονται. καὶ ὁ ποιητὴς δὲ μαρτυρεῖ τούτοις λέγων «ἠέλιος, ὃς πάντ᾿ ἐφορᾷς καὶ πάντ᾿ ἐπακούεις», ὡς ἂν ὄψιν μόνην καὶ ἀκοὴν αὐτῶν ἐχόντων· καὶ ὅτι αὗται μάλιστα αἱ αἰσθήσεις ἐν τῷ ἐνεργεῖν μᾶλλον γινώσκουσιν ἤπερ ἐν τῷ πάσχειν καὶ οἰκειότεραι αὗται αὐτοῖς ὡς ἀναλλοιώτοις. ὁ δέ γε Δαμάσκιος καὶ τὰς ἄλλας αἰσθήσεις βούλεται αὐτὰ ἔχειν. ...


Περὶ εὐχῆς

... ὅτι γὰρ ἐννοεῖ τι καὶ ὑπὲρ τὸν νοῦν καὶ τὴν οὐσίαν ὁ Ἀριστοτέλης, δῆλός ἐστι πρὸς τοῖς πέρασι τοῦ περὶ εὐχῆς βιβλίου σαφῶς εἰπὼν ὅτι ὁ θεὸς ἢ νοῦς ἐστὶν ἢ ἐπέκεινά τι τοῦ νοῦ. ...


Προτρεπτικός

... Ζήνων ἔφη Κράτητα ἀναγινώσκειν ἐν σκυτείῳ καθήμενον τὸν Ἀριστοτέλους προτρεπτικόν, ὃν ἔγραψε πρὸς Θεμίσωνα τὸν Κυπρίων βασιλέα λέγων ὅτι οὐδενὶ πλείω ἀγαθὰ ὑπάρχει πρὸς τὸ φιλοσοφῆσαι· πλοῦτόν τε γὰρ πλεῖστον αὐτὸν ἔχειν ὥστε δαπανᾶν εἰς ταῦτα, ἔτι δὲ δόξαν ὑπάρχειν αὐτῷ. ἀναγινώσκοντος δὲ αὐτοῦ τὸν σκυτέα ἔφη προσέχειν ἅμα ῥάπτοντα καὶ τὸν Κράτητα εἰπεῖν· ἐγώ μοι δοκῶ, ὦ Φιλίσκε, γράψειν πρὸς σὲ προτρεπτικόν· πλείω γὰρ ὁρῶ σοι ὑπάρχοντα πρὸς τὸ φιλοσοφῆσαι ὧν ἔγραψεν Ἀριστοτέλης. ...

... ἔστι δὲ ἐφ᾿ ὧν καὶ πάντα τὰ σημαινόμενα λαμβάνοντας ἔστιν ἐπὶ πάντων αὐτῶν ἀνασκευάζειν τὸ κείμενον· οἷον εἰ λέγοι τις ὅτι μὴ χρὴ φιλοσοφεῖν, ἐπεὶ φιλοσοφεῖν λέγεται καὶ τὸ ζητεῖν αὐτὸ τοῦτο εἴτε χρὴ φιλοσοφεῖν εἴτε καὶ μή, ὡς εἶπεν αὐτὸς ἐν τῷ προτρεπτικῷ, ἀλλὰ καὶ τὸ τὴν φιλόσοφον θεωρίαν μετιέναι, ἑκάτερον αὐτῶν δείξαντες οἰκεῖον τῷ ἀνθρώπῳ πανταχόθεν ἀναιρήσομεν τὸ τιθέμενον. ἐπὶ μὲν οὖν τούτων κατ᾿ ἄμφω ἐνδέχεται δείκνυσθαι τὸ προκείμενον, ἐπὶ δὲ τῶν πρώτων παραδειγμάτων οὐκ ἐπὶ πάντων ἀλλ᾿ ἢ δι᾿ ἑκατέρου ἢ ἔκ τινων. περὶ τῶν εἰδῶν πάντων τοῦ συλλογισμοῦ ... τοιοῦτος δὲ παρασυνημμένος καὶ ὁ Ἀριστοτέλους λόγος ἐν τῷ προτρεπτικῷ· εἴτε φιλοσοφητέον εἴτε μὴ φιλοσοφητέον, φιλοσοφητέον. ἀλλὰ μὴν ἢ φιλοσοφητέον ἢ οὐ φιλοσοφητέον· πάντως ἄρα φιλοσοφητέον. ...

... καὶ Ἀριστοτέλης μὲν ἐν τῷ προτρεπτικῷ ἔλεγεν ὅτι εἴτε φιλοσοφητέον, φιλοσοφητέον εἴτε μὴ φιλοσοφητέον, φιλοσοφητέον, πάντως δὲ φιλοσοφητέον. ...

... ἢ καὶ ὡς φησὶν Ἀριστοτέλης ἐν τῷ προτρεπτικῷ ἐπιγεγραμμένῳ, ἐν ᾧ προτρέπει τοὺς νέους πρὸς φιλοσοφίαν. φησὶ γὰρ οὕτως· εἰ μὲν φιλοσοφητέον φιλοσοφητέον καὶ εἰ μὴ φιλοσοφητέον φιλοσοφητέον· πάντως ἄρα φιλοσοφητέον. τουτέστιν εἰ μὲν γὰρ ἔστι, πάντως ὀφείλομεν φιλοσοφεῖν οὔσης αὐτῆς· εἰ δὲ μή ἐστι, καὶ οὕτως ὀφείλομεν ζητεῖν πῶς οὐκ ἔστι φιλοσοφία, ζητοῦντες δὲ φιλοσοφοῦμεν, ἐπειδὴ τὸ ζητεῖν αἰτία τῆς φιλοσοφίας ἐστίν. ...

... καὶ ὁ Ἀριστοτέλης δὲ ἔν τινι προτρεπτικῷ αὐτοῦ συγγράμματι, ἐν ᾧ προτρέπεται τοὺς νέους ἐπὶ φιλοσοφίαν, λέγει ὅτι εἴτε μὴ φιλοσοφητέον φιλοσοφητέον, εἴτε φιλοσοφητέον φιλοσοφητέον, πάντως δὲ φιλοσοφητέον. τουτέστιν ὅτι εἴτε λέγει τις μὴ εἶναι φιλοσοφίαν, ἀποδείξεσι κέχρηται δι᾿ ὧν ἀναιρεῖ τὴν φιλοσοφίαν, εἰ δὲ ἀποδείξεσι κέχρηται δηλονότι φιλοσοφεῖ· μήτηρ γὰρ τῶν ἀποδείξεων ἡ φιλοσοφία. εἴτε λέγει εἶναι φιλοσοφίαν, πάλιν φιλοσοφεῖ· ἀποδείξεσι γὰρ κέχρηται δι᾿ ὧν δείκνυσιν οὖσαν αὐτήν. πάντως οὖν φιλοσοφεῖ καὶ ὁ ἀναιρῶν αὐτὴν καὶ ὁ μὴ ἀναιρῶν· ἑκάτερος γὰρ αὐτῶν ἀποδείξεσι κέχρηται δι᾿ ὧν πιστοῦται τὰ λεγόμενα· εἰ δὲ ἀποδείξεσι κέχρηται, δηλονότι φιλοσοφεῖ· μήτηρ γὰρ τῶν ἀποδείξεων ἡ φιλοσοφία. ...

... γεγόνασι δέ τινες οἱ μὲν παλαιοὶ οἱ δὲ νέοι, οἵτινες τὴν ἐναντίαν δόξαν περὶ τῶν μαθημάτων ἐξενηνόχασι ψέγοντες αὐτὰ ὡς παντελῶς ἄχρηστα καὶ πρὸς τὸν ἀνθρώπινον βίον οὐδὲν συμβαλλόμενα. ἔνιοι δὲ οὕτως ἐπιχειροῦσιν· εἰ ἀχρεῖον αὐτῶν τὸ τέλος διόπερ αὐτὰ μανθάνειν φασὶ δεῖν οἱ φιλόσοφοι, πολὺ πρότερον ἀνάγκη μάταιον εἶναι τὴν περὶ ταῦτα σπουδήν. περὶ δὲ τοῦ τέλους σχεδὸν ὁμολογοῦσι πάντες οἱ δοκοῦντες περὶ αὐτὴν μάλιστα ἠκριβωκέναι. φασὶ γὰρ οἱ μὲν εἶναι τὴν τῶν ἀδίκων καὶ δικαίων καὶ κακῶν καὶ ἀγαθῶν ἐπιστήμην, ὁμοίαν οὖσαν γεωμετρίᾳ καὶ ταῖς ἄλλαις ταῖς τοιαύταις, οἱ δὲ τὴν περὶ φύσεώς τε καὶ τῆς τοιαύτης ἀληθείας φρόνησιν οἵαν οἵ τε περὶ Ἀναξαγόραν καὶ Παρμενίδην εἰσηγήσαντο. δεῖ δὴ μὴ λεληθέναι τὸν μέλλοντα περὶ τούτων ἐξετάζειν ὅτι πάντα τὰ ἀγαθὰ καὶ τὰ πρὸς τὸν βίον ὠφέλιμα τοῖς ἀνθρώποις ἐν τῷ χρῆσθαι καὶ πράττειν ἐστὶν ἀλλ᾿ οὐκ ἐν τῷ γιγνώσκειν μόνον· οὔτε γὰρ ὑγιαίνομεν τῷ γνωρίζειν τὰ ποιητικὰ τῆς ὑγιείας ἀλλὰ τῷ προφέρεσθαι τοῖς σώμασιν οὔτε πλουτοῦμεν τῷ γιγνώσκειν πλοῦτον ἀλλὰ τῷ κεκτῆσθαι πολλὴν οὐσίαν, οὐδὲ τὸ πάντων μέγιστον εὖ ζῶμεν τῷ γιγνώσκειν ἄττα τῶν ὄντων ἀλλὰ τῷ πράττειν εὖ· τὸ γὰρ εὐδαιμονεῖν ἀληθῶς τοῦτ᾿ ἔστιν. ὥστε προσήκει καὶ τὴν φιλοσοφίαν εἴπερ ἐστὶν ὠφέλιμος ἤτοι πρᾶξιν εἶναι τῶν ἀγαθῶν ἢ χρήσιμον εἰς τὰς τοιαύτας πράξεις. ὅτι μὲν οὖν οὐκ ἔστιν οὔθ᾿ αὕτη πραγμάτων ἐργασία οὔτ᾿ ἄλλη τῶν προειρημένων ἐπιστημῶν οὐδεμία, φανερόν ἐστι πᾶσιν. ὅτι δ᾿ οὐδ᾿ ἐστὶ χρήσιμος εἰς τὰς πράξεις, ἐκεῖθεν ἄν τις καταμάθοι. μέγιστον γὰρ ἔχομεν παράδειγμα τὰς ὁμοίας ἐπιστήμας αὐτῇ καὶ τὰς ὑποκειμένας δόξας. ὧν γάρ εἰσιν οἱ γεωμέτραι δι᾿ ἀποδείξεως θεωρητικοί, τούτων οὐδενὸς ὁρῶμεν αὐτοὺς ὄντας πρακτικούς, ἀλλὰ καὶ διελεῖν χωρίον καὶ τὰ ἄλλα πάντα πάθη τῶν μεγεθῶν καὶ τῶν τόπων οἱ μὲν γεωδαῖται δύνανται δι᾿ ἐμπειρίαν, οἱ δὲ περὶ τὰ μαθήματα καὶ τοὺς τούτων λόγους ἴσασι μὲν ὡς δεῖ πράττειν, οὐ δύνανται δὲ πράττειν. ὁμοίως δ᾿ ἔχει καὶ περὶ μουσικὴν καὶ τὰς ἄλλας ἐπιστήμας ὅσαις διῄρηται τό τε τῆς γνώσεως καὶ τὸ τῆς ἐμπειρίας χωρίς. οἱ μὲν γὰρ τὰς ἀποδείξεις καὶ τοὺς συλλογισμοὺς διωρισμένοι περὶ συμφωνίας καὶ τῶν ἄλλων τῶν τοιούτων, ὥσπερ οἱ κατὰ φιλοσοφίαν, σκοπεῖν εἰώθασιν, οὐδενὸς δὲ κοινωνοῦσι τῶν ἔργων, ἀλλὰ κἂν τυγχάνωσιν αὐτῶν δυνάμενοί τι χειρουργεῖν, ὅταν μάθωσι τὰς ἀποδείξεις ὥσπερ ἐπίτηδες εὐθὺς αὐτὰ χεῖρον ποιοῦσιν. οἱ δὲ τοὺς μὲν λόγους ἀγνοοῦντες, γεγυμνασμένοι δὲ καὶ δοξάζοντες ὀρθῶς ὅλῳ καὶ παντὶ διαφέρουσι πρὸς τὰς χρείας. ὡσαύτως δὲ καὶ περὶ τῶν κατὰ τὴν ἀστρολογίαν, οἷον ἡλίου καὶ σελήνης πέρι καὶ τῶν ἄλλων ἀστέρων, οἱ μὲν τὰς αἰτίας καὶ τοὺς λόγους μεμελετηκότες οὐδὲν τῶν χρησίμων τοῖς ἀνθρώποις ἴσασιν, οἱ δὲ τὰς ὑπὸ τούτων ναυτικὰς καλουμένας ἐπιστήμας ἔχοντες χειμῶνας καὶ πνεύματα καὶ πολλὰ τῶν γιγνομένων δύνανται προλέγειν ἡμῖν. ὥστε πρὸς τὰς πράξεις ἀχρεῖοι παντελῶς ἔσονται αἱ τοιαῦται ἐπιστῆμαι, εἰ δὲ τῶν πράξεων τῶν ὀρθῶν ἀπολείπονται, τῶν μεγίστων ἀγαθῶν ἀπολείπεται ἡ φιλομάθεια. ...

... πρὸς δὴ ταῦτα ἀντιλέγοντες εἶναί τε φαμεν ἐπιστήμας τῶν μαθημάτων καὶ ταύτας δυνατὰς εἰς τὸ μεταλαβεῖν. ὅτι μὲν οὖν τὰς περὶ τῶν δικαίων καὶ τῶν συμφερόντων, ἔτι δὲ περὶ φύσεώς τε καὶ τῆς ἄλλης ἀληθείας ἐπιστήμας δυνατοὶ λαβεῖν ἐσμέν, ῥᾴδιον ἐπιδεῖξαι. ἀεὶ γὰρ γνωριμώτερα τὰ πρότερα τῶν ὑστέρων καὶ τὰ βελτίω τὴν φύσιν τῶν χειρόνων. τῶν γὰρ ὡρισμένων καὶ τεταγμένων ἐπιστήμη μᾶλλόν ἐστιν, ἔτι δὲ τῶν αἰτίων ἢ τῶν ἀποβαινόντων. ἔστι δὲ ὡρισμένα καὶ τεταγμένα τἀγαθὰ τῶν κακῶν μᾶλλον, ὥσπερ ἄνθρωπος ἐπιεικὴς ἀνθρώπου φαύλου· τὴν αὐτὴν γὰρ ἔχειν ἀναγκαῖον αὐτὰ πρὸς ἄλληλα διαφοράν. αἴτιά τε μᾶλλον τὰ πρότερα τῶν ὑστέρων· ἐκείνων γὰρ ἀναιρουμένων ἀναιρεῖται τὰ τὴν οὐσίαν ἐξ ἐκείνων ἔχοντα, μήκη μὲν ἀριθμῶν, ἐπίπεδα δὲ μηκῶν, στερεὰ δὲ ἐπιπέδων. ὥστε εἴπερ ψυχὴ μὲν σώματος ἄμεινον, ἀρχικώτερον γὰρ τὴν φύσιν ἐστί, περὶ δὲ σῶμα τέχναι καὶ φρονήσεις εἰσὶν ἰατρική τε καὶ γυμναστική, ταύτας γὰρ ἡμεῖς ἐπιστήμας τίθεμεν καὶ κεκτῆσθαί τινας αὐτάς φαμεν, δῆλον ὅτι καὶ περὶ ψυχὴν καὶ τὰς ψυχῆς ἀρετὰς ἔστι τις ἐπιμέλεια καὶ τέχνη καὶ δυνατοὶ λαβεῖν αὐτήν ἐσμεν, εἴπερ γε καὶ τῶν μετ᾿ ἀγνοίας πλείονος καὶ γνῶναι χαλεπωτέρων. ὁμοίως δὲ καὶ τῶν περὶ φύσεως· πολὺ γὰρ πρότερον ἀναγκαῖον τῶν αἰτίων καὶ τῶν στοιχείων εἶναι φρόνησιν ἢ τῶν ὑστέρων, οὐ γὰρ ταῦτα τῶν ἄκρων οὐδ᾿ ἐκ τούτων τὰ πρῶτα πέφυκεν ἀλλ᾿ ἐξ ἐκείνων καὶ δι᾿ ἐκείνων τἆλλα γίγνεται καὶ συνίσταται φανερῶς. εἴτε γὰρ πῦρ εἴτ᾿ ἀὴρ εἴτ᾿ ἀριθμὸς εἴτ᾿ ἄλλαι τινὲς φύσεις αἰτίαι καὶ πρῶται τῶν ἄλλων, ἀδύνατον τῶν ἄλλων τι γιγνώσκειν ἐκείνας ἀγνοοῦντας. πῶς γὰρ ἄν τις ἢ λόγον γνωρίζοι συλλαβὰς ἀγνοῶν ἢ ταύτας ἐπίσταιτο μηδὲν τῶν στοιχείων εἰδώς; ὅτι μὲν οὖν τῆς ἀληθείας καὶ τῆς περὶ ψυχὴν ἀρετῆς ἔστιν ἐπιστήμη καὶ διότι δυνατοὶ λαβεῖν αὐτάς ἐσμεν, ταῦτα ἡμῖν εἰρήσθω περὶ αὐτῶν. ὅτι δὲ μέγιστόν ἐστι τῶν ἀγαθῶν καὶ πάντων ὠφελιμώτατον τῶν ἄλλων, ἐκ τῶνδε δῆλον. πάντες γὰρ ὁμολογοῦμεν ὅτι δεῖ μὲν τὸν σπουδαιότατον ἄρχειν καὶ τὸν τὴν φύσιν κράτιστον, τὸν δὲ νόμον ἄρχοντα καὶ κύριον εἶναι μόνον· οὗτος δὲ φρόνησίς τις καὶ λόγος ἀπὸ φρονήσεώς ἐστιν. ἔτι δὲ τίς ἡμῖν κανὼν ἢ τίς ὅρος ἀκριβέστερος τῶν ἀγαθῶν πλὴν ὁ φρόνιμος; ὅσα γὰρ ἂν οὗτος ἕλοιτο κατὰ τὴν ἐπιστήμην αἱρούμενος, ταῦτ᾿ ἐστὶν ἀγαθά, καὶ κακὰ δὲ τὰ ἐναντία τούτοις. ἐπεὶ δὲ πάντες αἱροῦνται μάλιστα τὰ κατὰ τὰς οἰκείας ἕξεις, τὸ μὲν γὰρ δικαίως ζῆν ὁ δίκαιος, τὸ δὲ κατὰ τὴν ἀνδρείαν ὁ τὴν ἀνδρείαν ἔχων, ὁ δὲ σώφρων τὸ σωφρονεῖν, ὁμοίως δῆλον ὅτι καὶ τὸ φρονεῖν ὁ φρόνιμος αἱρήσεται πάντων μάλιστα· τοῦτο γὰρ ἔργον ταύτης τῆς δυνάμεως. ὥστε φανερὸν ὅτι κατὰ τὴν κυριωτάτην κρίσιν κράτιστόν ἐστι τῶν ἀγαθῶν ἡ φρόνησις. οὐ δὴ δεῖ φεύγειν φιλοσοφίαν, εὔπερ ἐστὶν ἡ μὲν φιλοσοφία καθάπερ οἰόμεθα κτῆσίς τε καὶ χρῆσις σοφίας, ἡ δὲ σοφία τῶν μεγίστων ἀγαθῶν, οὐ δὲ δεῖ χρημάτων μὲν ἕνεκα πλεῖν ἐφ᾿ Ἡρακλέους στήλας καὶ πολλάκις κινδυνεύειν, διὰ δὲ φρόνησιν μηδὲν πονεῖν μηδὲ δαπανᾶν. ἦ μὴν ἀνδραποδῶδές γε τοῦ ζῆν ἀλλὰ μὴ τοῦ ζῆν εὖ γλίχεσθαι, καὶ ταῖς τῶν πολλῶν αὐτὸν ἀκολουθεῖν δόξαις ἀλλὰ μὴ τοὺς πολλοὺς ἀξιοῦν ταῖς αὐτοῦ, καὶ τὰ μὲν χρήματα ζητεῖν τῶν δὲ καλῶν μηδεμίαν ἐπιμέλειαν ποιεῖσθαι τὸ παράπαν. ...

... καὶ περὶ μὲν ὠφελείας καὶ μεγέθους τοῦ πράγματος ἱκανῶς ἀποδεδεῖχθαι νομίζω. διότι δὲ πολλῷ ῥᾴστη τῶν ἄλλων ἀγαθῶν ἡ κτῆσις αὐτῆς, ἐκ τῶνδε πεισθείη τις ἄν. τὸ γὰρ μήτε μισθοῦ παρὰ τῶν ἀνθρώπων γινομένου τοῖς φιλοσοφοῦσι, δι᾿ ὃν συντόνως οὕτως ἂν διαπονήσειαν, πολύ τε προεμένους εἰς τὰς ἄλλας τέχνας ὅμως ἐξ ὀλίγου χρόνου θέοντας παρεληλυθέναι ταῖς ἀκριβείαις, σημεῖόν μοι δοκεῖ τῆς περὶ τὴν φιλοσοφίαν εἶναι ῥᾳστώνης. ἔτι δὲ τὸ πάντας φιλοχωρεῖν αὐτῇ καὶ βούλεσθαι σχολάζειν ἀφεμένους τῶν ἄλλων ἁπάντων, οὐ μικρὸν τεκμήριον ὅτι μεθ᾿ ἡδονῆς ἡ προεδρεία γίνεται· πονεῖν γὰρ οὐδεὶς ἐθέλει πολὺν χρόνον. πρὸς δὲ τούτοις ἡ χρῆσις πλεῖστον διαφέρει πάντων· οὐδὲ γὰρ δέονται πρὸς τὴν ἐργασίαν ὀργάνων οὐδὲ τόπων, ἀλλ᾿ ὅπη τις ἂν θῇ τῆς οἰκουμένης τὴν διάνοιαν ὁμοίως πανταχόθεν ὥσπερ παρούσης ἅπτεται τῆς ἀληθείας. οὐκοῦν ἀποδέδεικται καὶ ὅτι δυνατὸν καὶ διότι μέγιστον τῶν ἀγαθῶν καὶ κτήσασθαι ῥᾴδιον ἡ φιλοσοφία, ὥστε πάντων ἕνεκα προθύμως αὐτῆς ἀντιλαμβάνεσθαι ἄξιον. δηλοῖ δὲ τὸ δι᾿ ἑαυτὴν εἶναι τοῖς μετιοῦσιν αἱρετὴν τὴν μαθ. ἐπιστήμην, ὃ καὶ Ἀριστοτέλης πού φησιν, τὸ μηδενὸς μισθοῦ προκειμένου τοῖς ζητοῦσιν ὅμως ἐν ὀλίγῳ χρόνῳ τοσαύτην ἐπίδοσιν τὴν τῶν μαθημάτων θεωρίαν λαβεῖν, ἔτι δὲ τὸ πάντας αὐτῇ φιλοχωρεῖν καὶ βούλεσθαι σχολάζειν τῶν ἄλλων ἀφεμένους, ὅσοι καὶ κατὰ μικρὸν ἐφήψαντο τῆς ἀπ᾿ αὐτῆς ὠφελείας, ὥστε οἵ γε καταφρονητικῶς ἔχουσι τῆς τῶν μαθημάτων γεύσεως, ἄγευστοι τυγχάνουσιν ὄντες τῶν ἐν αὐτοῖς ἡδονῶν. ...

... νεώτατον οὖν ὁμολογουμένως ἐστὶ τῶν ἐπιτηδευμάτων ἡ περὶ τὴν ἀλήθειαν ἀκριβολογία. μετὰ γὰρ τὴν φθορὰν καὶ τὸν κατακλυσμὸν τὰ περὶ τὴν τροφὴν καὶ τὸ ζῆν πρῶτον ἠναγκάζοντο φιλοσοφεῖν, εὐπορώτεροι δὲ γενομένοι τὰς πρὸς ἡδονὴν ἐξειργάσαντο τέχνας, οἷον μουσικὴν καὶ τὰς τοιαύτας, πλεονάσαντες δὲ τῶν ἀναγκαίων οὕτως ἐπεχείρησαν φιλοσοφεῖν. τοσοῦτον δὲ νῦν προεληλύθασιν ἐκ μικρῶν ἀφορμῶν ἐν ἐλαχίστῳ χρόνῳ ζητοῦντες οἵ τε περὶ τὴν γεωμετρίαν καὶ τοὺς λόγους καὶ τὰς ἄλλας παιδείας, ὅσον οὐδὲν ἕτερον γένος ἐν οὐδεμιᾷ τῶν τεχνῶν. καίτοι καὶ τὰς μὲν ἄλλας πάντες συνεξορμῶσι τιμῶντες κοινῇ καὶ τοὺς μισθοὺς τοῖς ἔχουσι διδόντες, τοὺς δὲ ταῦτα πραγματευομένους οὐ μόνον οὐ προτρέπομεν ἀλλὰ καὶ διακωλύομεν πολλάκις, ἀλλ᾿ ὅμως ἐπιδίδωσι πλεῖον, διότι τῇ φύσει ἐστὶ πρεσβύτατα· τὸ γὰρ τῇ γενέσει ὕστερον οὐσίᾳ καὶ τελειότητι προηγεῖται. ...

... οὐ χεῖρον δ᾿ ἔτι καὶ ἀπὸ τῶν κοινῶν ἐννοιῶν ὑπομνῆσαι τὸ προκείμενον, ἀπὸ τῶν ἐναργῶς πᾶσι φαινομένων. παντὶ δὴ οὖν τοῦτό γε πρόδηλον ὡς οὐδεὶς ἂν ἕλοιτο ζῆν ἔχων τὴν μεγίστην ἀπ᾿ ἀνθρώπων οὐσίαν καὶ δύναμιν, ἐξεστηκὼς μέντοι τοῦ φρονεῖν καὶ μαινόμενος, οὐδ᾿ εἰ μέλλοι τὰς νεανικωτάτας ἡδονὰς ζώειν χαίρων, ὥσπερ ἔνιοι τῶν παραφρονούντων διάγουσιν. οὐκοῦν ἀφροσύνην, ὡς ἔοικε, μάλιστα πάντες φεύγουσιν. ἐναντίον δὲ φρόνησις ἀφροσύνῃ. τῶν δ᾿ ἐναντίων ἑκάτερον τὸ μὲν φευκτόν ἐστι τὸ δὲ αἱρετόν. ὥσπερ οὖν τὸ κάμνειν φευκτόν, οὕτως αἱρετὸν ἡμῖν τὸ ὑγιαίνειν. φρόνησις οὖν, ὡς ἔοικε, καὶ κατὰ τοῦτον τὸν λόγον φαίνεται τὸ πάντων αἱρετώτατον οὐδ᾿ ἕτερόν τι τῶν συμβαινόντων, ὡς μαρτυροῦσιν αἱ κοιναὶ ἔννοιαι. εἰ γὰρ καὶ πάντα τις ἔχοι, διεφθαρμένος δ᾿ εἴη καὶ νοσῶν τῷ φρονοῦντι, οὐχ αἱρετὸς ὁ βίος. οὐδὲν γὰρ ὄφελος οὐδὲ τῶν ἄλλων ἀγαθῶν. ὥστε πάντες καθ᾿ ὅσον αἰσθάνονται καὶ γεύεσθαι δύνανται τούτου τοῦ πράγματος τοῦ φρονεῖν, οὐδὲν οἴονται τἆλλα εἶναι, καὶ διὰ ταύτην τὴν αἰτίαν οὔτ᾿ ἂν μεθύων οὔτε παιδίον οὐδ᾿ ἂν εἷς ὑπομείνειεν εἶναι διὰ τέλους τὸν βίον. διὰ δὴ τοῦτο καὶ τὸ καθεύδειν ἥδιστον μέν, οὐχ αἱρετὸν δὲ κἂν ὑποθώμεθα πάσας τῷ καθεύδοντι παρούσας τὰς ἡδονάς, διότι τὰ μὲν καθ᾿ ὕπνον φαντάσματα ψευδῆ, τὰ δ᾿ ἐγρηγορόσιν ἀληθῆ. διαφέρει γὰρ οὐδενὶ τῶν ἄλλων τὸ καθεύδειν καὶ τὸ ἐγρηγορέναι πλὴν τῷ τὴν ψυχὴν τότε μὲν πολλάκις ἀληθεύειν, καθεύδοντος δὲ ἀεὶ διεψεῦσθαι· τὸ γὰρ τῶν ἐνυπνίων εἴδωλόν ἐστι καὶ ψεῦδος ἅπαν. καὶ τὸ φεύγειν δὲ τὸν θάνατον τοὺς πολλοὺς δείκνυσι τὴν φιλομάθειαν τῆς ψυχῆς. φεύγει γὰρ ἃ μὴ γιγνώσκει, τὸ σκοτῶδες καὶ τὸ μὴ δῆλον, φύσει δὲ διώκει τὸ φανερὸν καὶ τὸ γνωστόν. διὸ καὶ μάλιστα τοὺς αἰτίους ἡμῖν τοῦ τὸν ἥλιον ἰδεῖν καὶ τὸ φῶς αὐτούς φαμεν δεῖν τιμᾶν ὑπερβαλλόντως καὶ σέβεσθαι πατέρα καὶ μητέρα ὡς μεγίστων ἀγαθῶν αἰτίους, αἴτιοι δ᾿ εἰσίν, ὡς ἔοικε, τοῦ φρονῆσαί τι καὶ ἰδεῖν. διὰ τὸ αὐτὸ δὲ τοῦτο καὶ χαίρομεν τοῖς συνήθεσι καὶ πράγμασι καὶ ἀνθρώποις, καὶ φίλους τούτους καλοῦμεν τοὺς γνωρίμους. δηλοῖ οὖν ταῦτα σαφῶς ὅτι τὸ γνωστὸν καὶ τὸ φανερὸν ἀγαπητόν ἐστιν, εἰ δὲ τὸ γνωστόν, δῆλον ὅτι καὶ τὸ γιγνώσκειν ἀναγκαῖον καὶ τὸ φρονεῖν ὁμοίως. ...

... πρὸς δὴ τούτοις, ὥσπερ ἐπὶ τῆς οὐσίας οὐχ ἡ αὐτὴ κτῆσις ἕνεκα τοῦ ζῆν καὶ τοῦ ζῆν εὐδαιμόνως τοῖς ἀνθρώποις, οὕτω καὶ περὶ φρονήσεως οὐ τῆς αὐτῆς οἶμαι δεόμεθα πρός τε τὸ ζῆν μόνον καὶ πρὸς τὸ ζῆν καλῶς. τοῖς μὲν οὖν πολλοῖς πολλὴ συγγνώμη ταῦτα πράττειν· εὔχονται μὲν γὰρ εὐδαιμονεῖν, ἀγαπῶσι δὲ κἂν μόνον δύνωνται ζῆν. ὅστις δ᾿ οἴεται μὴ πάντα τρόπον ὑπομένειν αὐτὸ δεῖν, καταγέλαστον ἤδη τὸ μὴ πάντα πόνον πονεῖν καὶ πᾶσαν σπουδὴν σπουδάζειν ὅπως κτήσηται ταύτην τὴν φρόνησιν ἥτις γνώσεται τὴν ἀλήθειαν. ...

... τῶν γὰρ πολλῶν, ὡς Ἀριστοτέλης φησίν, οἱ μὲν οὐ χρῶνται τῷ πλούτῳ διὰ μικρολογίαν, οἱ δὲ παραχρῶνται δι᾿ ἀσωτίαν, καὶ δουλεύοντες οὗτοι μὲν ἀεὶ ταῖς ἡδοναῖς, ἐκεῖνοι δὲ ταῖς ἀσχολίαις διατελοῦσιν. ...

... Ἀριστοτέλους λέγοντος ὅτι οἱ μὲν οὐ χρῶνται, οἱ δὲ παραχρῶνται, καθάπερ οὐδετέρου προσήκοντος· ἀλλ᾿ ἐκείνους μὲν οὐκ ὠφελεῖ τὸ οἰκεῖον οὐδὲ κοσμεῖ, τούτους δὲ καὶ βλάπτει καὶ καταισχύνει. ιζ: νόμιζε δὴ τὴν εὐδαιμονίαν οὐκ ἐν τῷ πολλὰ κεκτῆσθαι γίγνεσθαι, ἀλλ᾿ ἐν τῷ τὴν ψυχὴν εὖ διακεῖσθαι. καὶ γὰρ οὐδὲ τὸ σῶμα οὐ τὸ λαμπρᾷ ἐσθῆτι κεκοσμημένον φαίη τις ἂν εἶναι μακάριον, ἀλλὰ τὸ τὴν ὑγίειαν ἔχον καὶ σπουδαίως διακείμενον, κἂν μηδὲν τῶν προειρημένων αὐτῷ παρῇ· τὸν αὐτὸν δὲ τρόπον καὶ ἡ ψυχὴ ἐὰν ᾖ πεπαιδευμένη, τὴν τοιαύτην καὶ τὸν τοιοῦτον ἄνθρωπον εὐδαίμονα προσαγορευτέον ἐστίν, οὐκ ἂν τοῖς ἐκτὸς ᾖ λαμπρῶς κεκοσμημένος αὐτὸς μηδενὸς ἄξιος ὤν. οὐδὲ γὰρ ἵππον κἂν ψέλια χρυσᾶ καὶ σκευὴν ἔχῃ πολυτελῆ αὐτὸς φαῦλος ὤν, τὸν τοιοῦτον ἄξιόν τινος νομίζομεν εἶναι, ἀλλ᾿ ὃς ἂν διακείμενος ᾖ σπουδαίως, τοῦτον μᾶλλον ἐπαινοῦμεν. ὥσπερ γὰρ εἴ τις τῶν οἰκετῶν αὑτοῦ χείρων εἴη, καταγέλαστος ἂν γένοιτο, τὸν αὐτὸν τρόπον οἷς πλείονος ἀξίαν τὴν κτῆσιν εἶναι συμβέβηκε τῆς ἰδίας φύσεως, ἀθλίους τούτους εἶναι δεῖ νομίζειν. καὶ τοῦτο κατ᾿ ἀλήθειαν οὕτως ἔχει· τίκτει γάρ, ὥσπερ φησὶν ἡ παροιμία, κόρος μὲν ὕβριν, ἀπαιδευσία δὲ μετ᾿ ἐξουσίας ἄνοιαν. τοῖς γὰρ διακειμένοις τὰ περὶ τὴν ψυχὴν κακῶς οὔτε πλοῦτος οὔτε ἰσχὺς οὔτε κάλλος τῶν ἀγαθῶν ἐστίν· ἀλλ᾿ ὅσῳ περ ἂν αὗται μᾶλλον αἱ διαθέσεις καθ᾿ ὑπερβολὴν ὑπάρξωσι, τοσούτῳ καὶ πλείω καὶ μείζω τὸν κεκτημένον βλάπτουσι χωρὶς φρονήσεως παραγενόμεναι. ...

... τὸ δὲ ζητεῖν ἀπὸ πάσης ἐπιστήμης ἕτερόν τι γενέσθαι καὶ δεῖν χρησίμην αὐτὴν εἶναι παντάπασιν ἀγνοοῦντός τινός ἐστιν· ὅσον διέστηκεν ἐξ ἀρχῆς τὰ ἀγαθὰ καὶ τὰ ἀναγκαῖα· διαφέρει γὰρ πλεῖστον. τὰ μὲν γὰρ δι᾿ ἕτερον ἀγαπώμενα τῶν πραγμάτων ὧν ἄνευ ζῆν ἀδύνατον, ἀναγκαῖα καὶ συναίτια λεκτέον, ὅσα δὲ δι᾿ αὑτά, κἂν ἀποβαίνῃ μηδὲν ἕτερον, ἀγαθὰ κυρίως. οὐ γὰρ δὴ τόδε μὲν αἱρετὸν διὰ τόδε, τόδε δὲ δι᾿ ἄλλο, τοῦτό τε εἰς ἄπειρον οἴχεται προιόν, ἀλλ᾿ ἵσταταί που. γελοῖον οὖν ἤδη παντελῶς τὸ ζητεῖν ἀπὸ παντὸς ὠφέλειαν ἑτέραν παρ᾿ αὐτὸ τὸ πρᾶγμα καὶ τί οὖν ἡμῖν ὄφελος καὶ τί χρήσιμον ἐρωτᾶν. ὡς ἀληθῶς γάρ, ὥσπερ λέγομεν, εἴ τις ἡμᾶς οἷον εἰς μακάρων νήσους τῇ διανοίᾳ κομίσειεν. ἐκεῖ γὰρ οὐδενὸς χρεία οὐδὲ τῶν ἄλλων τινὸς ὄφελος ἂν γένοιτο, μόνον δὲ καταλείπεται τὸ διανοεῖσθαι καὶ θεωρεῖν, ὅνπερ καὶ νῦν ἐλεύθερόν φαμεν βίον εἶναι. εἰ δὲ ταῦτ᾿ ἐστὶν ἀληθῆ, πῶς οὐκ ἂν αἰσχύνοιτο δικαίως ὅστις ἡμῶν ἐξουσίας γενομένης ἐν μακάρων οἰκῆσαι νήσοις, ἀδύνατος εἴη δι᾿ ἑαυτόν. οὐκοῦν οὐ μεμπτὸς ὁ μισθός ἐστι τῆς ἐπιστήμης τοῖς ἀνθρώποις οὐδὲ μικρὸν τὸ γιγνόμενον ἀπ᾿ αὐτῆς ἀγαθόν. ὥσπερ γὰρ τῆς δικαιοσύνης, ὥς φασιν οἱ σοφοὶ τῶν ποιητῶν, ἐν ᾅδου κομιζόμεθα τὰς δωρεάς, οὕτω τῆς φρονήσεως ἐν μακάρων νήσοις, ὡς ἔοικεν. οὐδὲν οὖν δεινόν, ἂν μὴ φαίνηται χρησίμη οὖσα μηδ᾿ ὠφέλιμος· οὐ γὰρ ὠφέλιμον ἀλλ᾿ ἀγαθὴν αὐτὴν εἶναί φαμεν, οὐδὲ δι᾿ ἕτερον ἀλλὰ δι᾿ ἑαυτὴν αἱρεῖσθαι αὐτὴν προσήκει. ὥσπερ γὰρ εἰς Ὀλυμπίαν αὐτῆς ἕνεκα τῆς θέας ἀποδημοῦμεν, καὶ εἰ μηδὲν μέλλοι πλεῖον ἀπ᾿ αὐτῆς ἔσεσθαι, αὐτὴ γὰρ ἡ θεωρία κρείττων πολλῶν ἐστι χρημάτων, καὶ τὰ Διονύσια δὲ θεωροῦμεν οὐχ ὡς ληψόμενοί τι παρὰ τῶν ὑποκριτῶν ἀλλὰ καὶ προσθέντες, πολλάς τε ἄλλας θέας ἑλοίμεθα ἂν ἀντὶ πολλῶν χρημάτων, οὕτω καὶ τὴν θεωρίαν τοῦ παντὸς προτιμητέον πάντων τῶν δοκούντων εἶναι χρησίμων. οὐ γὰρ δήπου ἐπὶ μὲν ἀνθρώπους τοὺς μὲν μιμουμένους γύναια καὶ δούλους τοὺς δὲ μαχομένους καὶ θέοντας δεῖ πορεύεσθαι μετὰ πολλῆς σπουδῆς ἕνεκα τοῦ θεάσασθαι αὐτούς, τὴν δὲ τῶν ὄντων φύσιν καὶ τὴν ἀλήθειαν οὐκ οἴεσθαι δεῖν θεωρεῖν ἀμισθί. ...

... γνοίη δ᾿ ἄν τις αὐτὸ καὶ ἀπὸ τούτων, εἰ θεωρήσειεν ὑπ᾿ αὐγὰς τὸν ἀνθρώπειον βίον. εὑρήσει γὰρ τὰ δοκοῦντα εἶναι μεγάλα τοῖς ἀνθρώποις πάντα ὄντα σκιαγραφίαν. ὅθεν καὶ λέγεται καλῶς τὸ μηδὲν εἶναι τὸν ἄνθρωπον καὶ τὸ μηδὲν εἶναι βέβαιον τῶν ἀνθρωπίνων. ἰσχύς τε γὰρ καὶ μέγεθος καὶ κάλλος γέλως ἐστὶ καὶ οὐδενὸς ἄξια. κάλλος γε παρὰ τὸ μηδὲν ὁρᾶν ἀκριβὲς δοκεῖ εἶναι τοιοῦτον. εἰ γάρ τις ἐδύνατο βλέπειν καθάπερ τὸν Λυγκέα φασίν, ὃς διὰ τῶν τοίχων ἑώρα καὶ τῶν δένδρων, πότ᾿ ἂν ἔδοξεν εἶναί τινα τὴν ὄψιν ἀνεκτὸν ὁρᾶν ἐξ οἵων συνέστηκε κακῶν; ...

... τιμαὶ δὲ καὶ δόξαι τὰ ζηλούμενα μᾶλλον τῶν λοιπῶν ἀδιηγήτου γέμει φλυαρίας. τῷ γὰρ καθορῶντι τῶν ἀιδίων τι ἠλίθιον περὶ ταῦτα σπουδάζειν. τί δ᾿ ἐστὶ μακρὸν ἢ τί πολυχρόνιον τῶν ἀνθρωπίνων; ἀλλὰ διὰ τὴν ἡμετέραν ἀσθένειαν οἶμαι καὶ βίου βραχύτητα καὶ τοῦτο φαίνεται πολύ. ...

... τίς ἂν οὖν εἰς ταῦτα βλέπων οἴοιτο εὐδαίμων εἶναι καὶ μακάριος, οἳ πρῶτον εὐθὺς φύσει συνίσταμεν, καθάπερ φασὶν οἱ τὰς τελετὰς λέγοντες, ὥσπερ ἂν ἐπὶ τιμωρίᾳ πάντες. τοῦτο γὰρ θεῖον οἱ ἀρχαιότεροι λέγουσι τὸ φάναι διδόναι τὴν ψυχὴν τιμωρίαν καὶ ζῆν ἡμᾶς ἐπὶ κολάσει μεγάλων τινῶν ἁμαρτημάτων. πάνυ γὰρ ἡ σύζευξις τοιούτῳ τινι ἔοικε πρὸς τὸ σῶμα τῆς ψυχῆς. ὥσπερ γὰρ τοὺς ἐν τῇ Τυῤῥηνίᾳ φασὶ βασανίζειν πολλάκις τοὺς ἁλισκομένους προσδεσμεύοντας πρὸς ἀντικρὺ τοῖς ζῶσι νεκροὺς ἀντιπροσώπους ἕκαστον πρὸς ἕκαστον μέρος προσαρμόττοντας, οὕτως ἔοικεν ἡ ψυχὴ διατετάσθαι καὶ προσκεκολλῆσθαι πᾶσι τοῖς αἰσθητικοῖς τοῦ σώματος μέλεσιν. ...

... οὐδὲν οὖν θεῖον ἢ μακάριον ὑπάρχει τοῖς ἀνθρώποις πλὴν ἐκεῖνό γε μόνον ἄξιον σπουδῆς ὅσον ἐστὶν ἐν ἡμῖν νοῦ καὶ φρονήσεως. τοῦτο γὰρ μόνον ἔοικεν εἶναι τῶν ἡμετέρων ἀθάνατον καὶ μόνον θεῖον. καὶ παρὰ τὸ τῆς τοιαύτης δυνάμεως δύνασθαι κοινωνεῖν, καίπερ ὢν ὁ βίος ἄθλιος φύσει καὶ χαλεπός, ὅμως οὕτως ᾠκονόμηται χαριέντως ὥστε δοκεῖν πρὸς τὰ ἄλλα θεὸν εἶναι τὸν ἄνθρωπον. ὁ νοῦς γὰρ ἡμῶν ὁ θεός, εἴτε Ἑρμότιμος εἴτε Ἀναξαγόρας εἶπε τοῦτο, καὶ ὅτι ὁ θνητὸς αἰὼν μέρος ἔχει θεοῦ τινός. ...

... ἢ φιλοσοφητέον οὖν ἢ χαίρειν εἰποῦσι τῷ ζῆν ἀπιτέον ἐντεῦθεν, ὡς τὰ ἄλλα γε πάντα φλυαρία τις ἔοικεν εἶναι πολλὴ καὶ λῆρος. ...


Περὶ παιδείας

... αὐτός τε πολλῶν ἀποριῶν ... ὑπεπίμπλατο καὶ τοῖς ἑταίροις μετεδίδου, μαρτυρῶν αὐτῷ τῷ Ἀριστοτέλει λέγοντι τὴν πολυμάθειαν πολλὰς ταραχὰς ποιεῖν. ...

... καὶ πρῶτος ὁ Πρωταγόρας τὴν καλουμένην τύλην ἐφ᾿ ἧς τὰ φορτία βαστάζουσιν εὗρεν, ὥς φησιν Ἀριστοτέλης ἐν τῷ περὶ παιδείας· φορμοφόρος γὰρ ἦν, ὡς καὶ Ἐπίκουρός που φησί. καὶ τοῦτον τὸν τρόπον ἤρθη πρὸς Δημόκριτον, ξύλα δεδεκὼς ὀφθείς. ...


Νήρινθος

... οὗτος ὁ ἀνὴρ μικρὰ ὁμιλήσας τῇ ἐμῇ εἴτε σπουδῇ εἴτε παιγνίᾳ ταὐτὸν μικροῦ ὑπέμεινε πάθος Ἀξιοθέᾳ τῇ φιλοσόφῳ καὶ Ζήνωνι τῷ Κιτιεῖ καὶ τῷ γεωργῷ τῷ Κορινθίῳ. Ἀξιοθέα μὲν γὰρ ἐπιλεξαμένη τι τῶν ξυγγραμμάτων ἃ Πλάτωνι πεποίηται ὑπὲρ πολιτείας, ᾤχετο ἀπιοῦσα Ἀθήναζε ἐξ Ἀρκαδίας καὶ Πλάτωνος ἠκροᾶτο λανθάνουσα ἄχρι πόῤῥω ὅτι γυνὴ εἴη, ὥσπερ ὁ Ἀχιλλεὺς τοῦ Λυκομήδους· ὁ δὲ γεωργὸς ὁ Κορίνθιος τῷ Γοργίᾳ ξυγγενόμενος, οὐκ αὐτῷ ἐκείνῳ Γοργίᾳ ἀλλὰ τῷ λόγῳ ὃν Πλάτων ἔγραψεν ἐπ᾿ ἐλέγχῳ τοῦ σοφιστοῦ, αὐτίκα ἀφεὶς τὸν ἀγρὸν καὶ τὰς ἀμπέλους Πλάτωνι ὑπέθηκε τὴν ψυχὴν καὶ τὰ ἐκείνου ἐσπείρετο καὶ ἐφυτεύετο. καὶ οὗτός ἐστιν ὃν τιμᾷ ὁ Ἀριστοτέλης τῷ διαλόγῳ τῷ Κορινθίῳ. τὰ δὲ ἀμφὶ Ζήνωνος ἀρίδηλά τε ἐστὶ καὶ ᾀδόμενα ὑπὸ πολλῶν ὅτι αὐτὸν ἡ Σωκράτους ἀπολογία ἐκ Φοινίκης ἤγαγεν εἰς τὴν ποικίλην. ...


Σοφιστής

... Ἀριστοτέλης δ᾿ ἐν τῷ σοφιστῇ φησὶ πρῶτον Ἐμπεδοκλέα ῥητορικὴν εὑρεῖν, Ζήνωνα δὲ διαλεκτικήν. ...

... φησὶ δ᾿ Ἀριστοτέλης ἐν τῷ σοφιστῇ εὑρετὴν αὐτὸν γενέσθαι διαλεκτικῆς, ὥσπερ Ἐμπεδοκλέα ῥητορικῆς. ...

... Ἐμπεδοκλέα μὲν γὰρ ὁ Ἀριστοτέλης φησὶ πρῶτον ῥητορικὴν κεκινηκέναι ... Παρμενίδης δὲ οὐκ ἂν δόξαι τῆς διαλεκτικῆς ἀπείρως ἔχειν, ἐπείπερ πάλιν Ἀριστοτέλης τὸν γνώριμον αὐτοῦ Ζήνωνα διαλεκτικῆς ἀρχηγὸν ὑπείληφεν. ...

... φησὶ δ᾿ αὐτὸν καὶ Ἀριστοτέλης ἐλεύθερον γεγονέναι καὶ πάσης ἀρχῆς ἀλλότριον, εἴ γε τὴν βασιλείαν αὐτῷ διδομένην παρῃτήσατο, καθάπερ Ξάνθος ἐν τοῖς περὶ αὐτοῦ λέγει, τὴν λιτότητα δηλονότι πλέον ἀγαπήσας. ...

... πρῶτον δὲ τῶν λόγων ἑαυτοῦ ἀνέγνω τὸν περὶ θεῶν ... ἀνέγνω δ᾿ Ἀθήνησιν ἐν τῇ Εὐριπίδου οἰκίᾳ ἢ ὥς τινες ἐν τῇ Μεγακλείδου, ἄλλοι δ᾿ ἐν Λυκείῳ, μαθητοῦ τὴν φωνὴν αὐτῷ χρήσαντος Ἀρχαγόρου τοῦ Θεοδότου. κατηγόρησε δ᾿ αὐτοῦ Πυθόδωρος Πολυζήλου, εἷς τῶν τετρακοσίων· Ἀριστοτέλης δ᾿ Εὔαθλόν φησιν. ...


Περὶ ῥητορικῆς ἢ Γρῦλος

... φησὶ δὲ Ἀριστοτέλης ὅτι ἐγκώμια καὶ ἐπιτάφιον Γρύλου μυρίοι ὅσοι συνέγραψαν, τὸ μέρος καὶ τῷ πατρὶ χαριζόμενοι. ...


Περὶ ποιητῶν

... ἕως μὲν οὖν ἔτι νέος ἦν, τὴν τῶν ἐλευθέρων ἐπαιδεύετο παιδείαν, ὡς δηλοῖ τὰ γεγραμμένα αὐτῷ Ὁμηρικὰ ζητήματα καὶ ἡ τῆς Ἰλιάδος ἔκδοσις ἣν δέδωκε τῷ Ἀλεξάνδρῳ καὶ ὁ περὶ ποιητῶν διάλογος καὶ τὸ περὶ ποιητικῆς σύγγραμμα καὶ αἱ ῥητορικαὶ τέχναι ...

... ὁ μὲν οὖν Ἀριστοτέλης ἔτι νέος ὢν τὴν τῶν ἐλευθέρων παιδείαν ἐπαιδεύετο, ὡς δηλοῖ τὰ γεγραμμένα αὐτῷ περὶ ποιητικῶν καὶ πρὸς ποιητάς, ἔτι μέντοι τὰ Ὁμήρου προβλήματα καὶ αἱ ῥητορικαὶ τέχναι. ...

... Ἀριστοτέλης δ᾿ ἐν τῷ σοφιστῇ ... ἐν δὲ τῷ περὶ ποιητῶν φησὶν ὅτι καὶ Ὁμηρικὸς ὁ Ἐμπεδοκλῆς καὶ δεινὸς περὶ τὴν φράσιν γέγονε, μεταφορικός τ᾿ ὢν καὶ τοῖς ἄλλοις τοῖς περὶ ποιητικὴν ἐπιτεύγμασι χρώμενος· καὶ δὴ ὅτι γράψαντος αὐτοῦ καὶ ἄλλα ποιήματα τήν τε τοῦ Ξέρξου διάβασιν καὶ προοίμιον εἰς Ἀπόλλωνα, ταῦθ᾿ ὕστερον κατέκαυσεν ἀδελφή τις αὐτοῦ ἢ θυγάτηρ, ὥς φησιν Ἱερώνυμοςτὸ μὲν προοίμιον ἄκουσα, τὰ δὲ Περσικὰ βουληθεῖσα διὰ τὸ ἀτελείωτα εἶναι. καθόλου δέ φησι καὶ τραγῳδίας αὐτὸν γράψαι καὶ πολιτικά. ...

... Ἐμπεδοκλῆς, ὥς φησιν Ἱππόβοτος, Μέτωνος ἦν υἱὸς τοῦ Ἐμπεδοκλέους, Ἀκραγαντῖνος ... λέγει δὲ καὶ Ἐρατοσθένης ἐν τοῖς Ὀλυμπιονίκαις τὴν πρώτην καὶ ἑβδομηκοστὴν ὀλυμπιάδα νενικηκέναι τὸν τοῦ Μέτωνος πατέρα, μάρτυρι χρώμενος Ἀριστοτέλει.Ἀπολλόδωρος δ᾿ ὁ γραμματικὸς ἐν τοῖς χρονικοῖς φησὶν ὡς «ἦν Μέτωνος μὲν υἱός, εἰς δὲ Θουρίους αὐτὸν νεωστὶ παντελῶς ἐκτισμένους Γλαῦκος ἐλθεῖν φησίν». εἶθ᾿ ὑποβάς «οἱ δ᾿ ἱστοροῦντες ὡς οἴκοθεν πεφευγὼς εἰς τὰς Συρακούσας μετ᾿ ἐκείνων ἐπολέμει πρὸς τοὺς Ἀθηναίους, τελέως ἀγνοεῖν μοι δοκοῦσιν. ἢ γὰρ οὐκέτ᾿ ἦν ἢ παντελῶς ὑπεργεγηρακώς, ὅπερ οὐ φαίνεται. Ἀριστοτέλης γὰρ αὐτόν, ἔτι τε Ἡρακλείδης, ἑξήκοντα ἐτῶν φησὶ τετελευτηκέναι». ὁ δὲ πρώτην καὶ ἑβδομηκοστὴν ὀλυμπιάδα νενικηκὼς κέλητι τούτου πάππος ἦν ὁμώνυμος, ὥσθ᾿ ἅμα καὶ τὸν χρόνον ὑπὸ τοῦ Ἀπολλοδώρου σημαίνεσθαι. ...

... περὶ δὲ τῶν ἐτῶν Ἀριστοτέλης διαφέρεται· φησὶ γὰρ ἐκεῖνος ἑξήκοντ᾿ ἐτῶν αὐτὸν τελευτῆσαι. ...

... διαλόγους τοίνυν φασὶ πρῶτον γράψαι Ζήνωνα τὸν Ἐλεάτην· Ἀριστοτέλης δ᾿ ἐν πρώτῳ περὶ ποιητῶν Ἀλεξαμενὸν τὸν Στυρέα ἢ Τήιον, ὡς καὶ Φαβωρῖνος ἐν ἀπομνημονεύμασιν. δοκεῖ δέ μοι Πλάτων ἀκριβώσας τὸ εἶδος καὶ τὰ πρωτεῖα δικαίως ἂν ὥσπερ τοῦ κάλλους οὕτω καὶ τῆς εὑρέσεως ἀποφέρεσθαι. ...

... ἐγκώμια αὐτοῦ τοῦ Μένωνος διεξέρχεται ὁ τοὺς ἄλλους ἁπαξαπλῶς κακολογήσας Πλάτων, ἐν μὲν τῇ πολιτείᾳ Ὅμηρον ἐκβάλλων καὶ τὴν μιμητικὴν ποίησιν, αὐτὸς δὲ τοὺς διαλόγους μιμητικῶς γράψας, ὧν τῆς ἰδέας οὐδ᾿ αὐτὸς εὑρετής ἐστι. πρὸ γὰρ αὐτοῦ τοῦθ᾿ εὗρε τὸ εἶδος τῶν λόγων ὁ Τήιος Ἀλεξαμενός, ὡς Νικίας ὁ Νικαεὺς ἱστορεῖ καὶ Σωτίων. Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ποιητῶν οὕτως γράφει «οὐκοῦν οὐδὲ ἐμμέτρους τοὺς καλουμένους Σώφρονος μίμους μὴ φῶμεν εἶναι λόγους καὶ μιμήσεις, ἢ τοὺς Ἀλεξαμενοῦ τοῦ Τηίου τοὺς προτέρους γραφέντας τῶν Σωκρατικῶν διαλόγων»; ἀντικρὺς φάσκων ὁ πολυμαθέστατος Ἀριστοτέλης πρὸ Πλάτωνος διαλόγους γεγραφέναι τὸν Ἀλεξαμενόν. ...

... φησὶ δ᾿ Ἀριστοτέλης τὴν τῶν λόγων ἰδέαν αὐτοῦ Πλάτωνος μεταξὺ ποιήματος εἶναι καὶ πεζοῦ λόγου. ...

... τοὺς δὲ Θεστίου κόρους τὸν μὲν ἀριστερὸν πόδα φησὶν Εὐριπίδης ἐλθεῖν ἔχοντας ἀνυπόδετον λέγει γοῦν ὅτι «τὸ λαιὸν ἴχνος ᾖσαν ἀνάρβυλοι ποδός, τὸ δ᾿ ἐν πεδίλοις, ὡς ἐλαφρίζον γόνυ ἔχοιεν». οἷς δὴ πᾶν τοὐναντίον ἔθος τοῖς Αἰτωλοῖς· τὸν μὲν γὰρ ἀριστερὸν ὑποδέδενται, τὸν δὲ δεξιὸν ἀνυποδετοῦσιν. δεῖ γὰρ οἶμαι τὸν ἡγούμενον ἔχειν ἐλαφρόν, ἀλλ᾿ οὐ τὸν ἐμμένοντα. ...

... τούτῳ τῷ Σωκράτει τίς, καθά φησιν Ἀριστοτέλης ἐν τρίτῳ περὶ ποιητικῆς, ἐφιλονείκει Ἀντίλοχος Λήμνιος καὶ Ἀντιφῶν ὁ τερατοσκόπος, ὡς Πυθαγόρᾳ Κύλων Κροτωνιάτης· καὶ Σύαγρος Ὁμήρῳ ζῶντι, ἀποθανόντι δὲ Ξενοφάνης ὁ Κολοφώνιος· καὶ Κέρκωψ Ἡσιόδῳ ζῶντι, τελευτήσαντι δὲ ὁ προειρημένος Ξενοφάνης· καὶ Πινδάρῳ Ἀντιμένης ὁ Κῶος, Θάλητι δὲ Φερεκύδης καὶ Βίαντι Σάλαρος Πριηνεύς, Πιττακῷ Ἀντιμενίδας καὶ Ἀλκαῖος, Ἀναξαγόρᾳ Σωσίβιος καὶ Σιμωνίδῃ Τιμοκρέων. ...

... Ἀριστοτέλης δὲ ἐν τῷ τρίτῳ περὶ ποιητικῆς ἐν Ἴῳ φησὶ τῇ νήσῳ, καθ᾿ ὃν καιρὸν Νηλεὺς ὁ Κόδρου τῆς Ἰωνικῆς ἀποικίας ἡγεῖτο, κόρην τινὰ τῶν ἐπιχωρίων γενομένην ὑπό τινος δαίμονος τῶν συγχορευτῶν ταῖς μούσαις ἐγκύμονα, αἰδεσθεῖσαν τὸ συμβὰν διὰ τὸν ὄγκον τῆς γαστρὸς ἐλθεῖν εἴς τι χωρίον τὸ καλούμενον Αἴγιναν· εἰς ὃ καταδραμόντας λῃστὰς ἀνδραποδίσαι τὴν προειρημένην καὶ ἀγαγόντας εἰς Σμύρναν οὖσαν ὑπὸ Λυδοῖς τότε, τῷ βασιλεῖ τῶν Λυδῶν ὄντι φίλῳ τοὔνομα Μαίονι χαρίσασθαι· τὸν δὲ ἀγαπήσαντα τὴν κόρην διὰ τὸ κάλλος γῆμαι. ἣν διατρίβουσαν παρὰ τῷ Μέλητι, συσχεθεῖσαν ὑπὸ τῆς ὠδῖνος ἀποκυῆσαι τὸν Ὅμηρον ἐπὶ τῷ ποταμῷ. ὃν ἀναλαβὼν ὁ Μαίων ὡς ἴδιον ἔτρεφε, τῆς Κριθηίδος μετὰ τὴν κύησιν εὐθέως τελευτησάσης. χρόνου δὲ οὐ πολλοῦ διελθόντος καὶ αὐτὸς ἐτελεύτησε. τῶν δὲ Λυδῶν καταπονουμένων ὑπὸ τῶν Αἰολέων καὶ κρινάντων καταλιπεῖν τὴν Σμύρναν, κηρυξάντων τῶν ἡγεμόνων τὸν βουλόμενον ἀκολουθεῖν ἐξιέναι τῆς πόλεως, ἔτι νήπιος ὢν Ὅμηρος ἔφη καὶ αὐτὸς βούλεσθαι ὁμηρεῖν· ὅθεν ἀντὶ Μελησιγενοῦς Ὅμηρος προσηγορεύθη. γενόμενος δ᾿ ἐν ἡλικίᾳ καὶ δόξαν ἐπὶ ποιητικῇ κεκτημένος ἤδη ἐπηρώτα τὸν θεόν, τίνων τε εἴη γονέων καὶ πόθεν· ὁ δὲ ἀνεῖλεν οὕτως· ἔστιν Ἴος νῆσος μητρὸς πατρίς, ἥ σε θανόντα δέξεται· ἀλλὰ νέων ἀνδρῶν αἴνιγμα φύλαξαι. φέρεται δὲ καὶ ἕτερος χρησμὸς τοιοῦτος ... μετ᾿ οὐ πολὺν δὲ χρόνον πλέων ἐς Θήβας ἐπὶ τὰ Κρόνια· ἀγὼν δὲ οὗτος ἄγεται παρ᾿ αὐτοῖς μουσικός· ἦλθεν εἰς Ἴον. ἔνθα ἐπὶ πέτρας καθεζόμενος ἐθεάσατο ἁλιεῖς προσπλέοντας, ὧν ἐπύθετο εἴ τι ἔχοιεν. οἱ δὲ ἐπὶ τῷ θηράσαι μὲν μηδέν, φθειρίσασθαι δέ, διὰ τὴν ἀπορίαν τῆς θήρας οὕτως ἀπεκρίναντο· ὅσσ᾿ ἕλομεν λιπόμεσθ᾿, ὅσσ᾿ οὐχ ἕλομεν φερόμεσθα, αἰνισσόμενοι ὡς ἄρα οὓς μὲν ἔλαβον τῶν φθειρῶν ἀποκτείναντες κατέλιπον, οὓς δ᾿ οὐκ ἔλαβον ἐν τῇ ἐσθῆτι φέροιεν, ὅπερ οὐ δυνηθεὶς συμβαλεῖν Ὅμηρος διὰ τὴν ἀθυμίαν ἐτελεύτησε. θάψαντες δὲ αὐτὸν οἱ Ἰῆται μεγαλοπρεπῶς τοιόνδε ἐπέγραψαν αὐτοῦ τῷ τάφῳ· ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει, ἀνδρῶν ἡρώων κοσμήτορα θεῖον Ὅμηρον. ...


Περὶ πολιτικοῦ

... γράφει γοῦν ὁ Ἀριστοτέλης ἐν β τοῦ πολιτικοῦ βιβλίῳ ... διαῤῥήδην οὕτω «πάντων γὰρ ἀκριβέστατον μέτρον τἀγαθόν ἐστιν». ...

... ἔνιοι γοῦν τῶν Περιπατητικῶν, ὥς που καὶ πρότερον παρεμνήσθημεν, διὰ προσώπων ἐκτέμνειν τὰ νεῦρα τῆς ψυχῆς φασι τοὺς τὴν ὀργὴν καὶ τὸν θυμὸν αὐτῆς ἐξαιροῦντας· ὧν χωρὶς οὔτε κόλασιν οὔτ᾿ ἄμυναν εἶναι. πολέμοις ... οὐκ εἶναι προσφέρεσθαι χωρὶς ὀργῆς, ἣ θαῤῥεῖν ποιεῖ καὶ πάντα ὄκνον ἀφαιρεῖται καὶ δειλίαν, καὶ ἀνικήτως ποιεῖ μέχρι καὶ θανάτου μένειν. ὡσαύτως δὲ τὸ τιμωρίαν δοκούντων ἐχθρῶν κατασκευάζειν, ὃ καλόν τε ὑπάρχειν καὶ δίκαιον καὶ σύμφορον ἰδίᾳ καὶ κοινῇ καὶ πρὸς τούτοις ἡδύ ...

... Πρῶτον εἰπεῖν χρὴ καὶ διαπορῆσαι περὶ τῆς αἰτίας δι᾿ ἣν οὐκ ἀποδέχεται τὴν ποιητικὴν ὁ Πλάτων ... δεύτερον τί δήποτε μάλιστα τὴν τραγῳδίαν καὶ τὴν κωμικὴν οὐ παραδέχεται καὶ ταῦτα συντελούσας πρὸς ἀφοσίωσιν τῶν παθῶν, ἃ μήτε παντάπασιν ἀποκλίνειν δυνατὸν μήτε ἐμπιπλάναι πάλιν ἀσφαλές, δεόμενα δέ τινος ἐν καιρῷ κινήσεως, ἣν ἐν ταῖς τούτων ἀκροάσεσιν ἐκπληρουμένην ἀνενοχλήτους ἡμᾶς ἀπ᾿ αὐτῶν ἐν τῷ λοιπῷ χρόνῳ ποιεῖν. ... τὸ δὲ δεύτερον, τοῦτο δ᾿ ἦν τὸ τὴν τραγῳδίαν ἐκβάλλεσθαι καὶ κωμῳδίαν ἀτόπως, εἴπερ διὰ τούτων δυνατὸν ἐμμέτρως ἀποπιμπλάναι τὰ πάθη καὶ ἀποπλήσαντας ἐνεργὰ πρὸς τὴν παιδείαν ἔχειν, τὸ πεπονηκὸς αὐτῶν θεραπεύσαντας. τοῦτο δ᾿ οὖν πολλὴν καὶ τῷ Ἀριστοτέλει παρασχὸν αἰτιάσεως ἀφορμὴν καὶ τοῖς ὑπὲρ τῶν ποιήσεων τούτων ἀγωνισταῖς τῶν πρὸς Πλάτωνα λόγων, οὑτωσί πως ἡμεῖς ἑπόμενοι τοῖς ἔμπροσθεν διαλύσομεν ... δεῖν μὲν οὖν τὸν πολιτικὸν διαμηχανᾶσθαί τινας τῶν παθῶν τούτων ἀπεράσεις καὶ ἡμεῖς φήσομεν, ἀλλ᾿ οὐχ ὥστε τὰς περὶ αὐτὰ προσπαθείας συντείνειν, τοὐναντίον μὲν οὖν ὥστε χαλινοῦν καὶ τὰς κινήσεις αὐτῶν ἐμμελῶς ἀναστέλλειν, ἐκείνας δὲ ἄρα τὰς ποιήσεις πρὸς τῇ ποικιλίᾳ καὶ τὸ ἄμετρον ἐχούσας ἐν ταῖς τῶν παθῶν τούτων προκλήσεσι πολλοῦ δεῖν εἰς ἀφοσίωσιν εἶναι χρησίμους· αἱ γὰρ ἀφοσιώσεις οὐκ ἐν ὑπερβολαῖς εἰσιν ἀλλ᾿ ἐν συνεσταλμέναις ἐνεργείαις, σμικρὰν ὁμοιότητα πρὸς ἐκεῖνα ἔχουσαι ὧν εἰσιν ἀφοσιώσεις. ...

... αἱ δυνάμεις τῶν ἀνθρωπίνων παθημάτων τῶν ἐν ἡμῖν πάντη μὲν εἰργόμεναι καθίστανται σφοδρότεραι, εἰς ἐνέργειαν δὲ βραχεῖαν καὶ ἄχρι τοῦ συμμέτρου προαγόμεναι χαίρουσι μετρίως καὶ ἀποπληροῦνται καὶ ἐντεῦθεν ἀποκαθαιρόμεναι πειθοῖ καὶ οὐ πρὸς βίαν ἀναπαύονται. διὰ τοῦτο ἔν τε κωμῳδίᾳ καὶ τραγῳδίᾳ ἀλλότρια πάθη θεωροῦντες ἵσταμεν τὰ οἰκεῖα πάθη καὶ μετριώτερα ἀπεργαζόμεθα καὶ ἀποκαθαίρομενκαὶ πᾶσιτοῖς ὅλως παθητικοῖςγίγνεσθαί τινα κάθαρσιν καὶ κουφίζεσθαι μεθ᾿ ἡδονῆς. ...

... ἀπέρασιν δὲ καὶ ἀποκάθαρσιν ἰατρείαν τε οὐδαμῶς αὐτὸ κλητέον. οὐδὲ γὰρ κατὰ νόσημά τι ἢ πλεονασμὸν ἢ περίττωμα πρώτως ἐν ἡμῖν ἐμφύεται, θεία δὲ ...


Περὶ δικαιοσύνης

... οὔτε δῆτα ἐν δεινότητι χρήσιμα τὰ τοιαῦτα ὁμοιοτέλευτα, ὡς ἔδειξα, οὔτε ἐν πάθεσι καὶ ἤθεσιν· ἁπλοῦν γὰρ εἶναι βούλεται καὶ ἀποίητον τὸ πάθος, ὁμοίως δὲ καὶ τὸ ἦθος. ἐν γοῦν τοῖς Ἀριστοτέλους περὶ δικαιοσύνης ὁ τὴν Ἀθηναίων πόλιν ὀδυρόμενος εἰ μὲν οὕτως εἴποι ὅτι «ποίαν τοιαύτην πόλιν εἷλον τῶν ἐχθρῶν, οἵαν τὴν ἰδίαν πόλιν ἀπώλεσαν», ἐμπαθῶς ἂν εἰρηκὼς εἴη καὶ ὀδυρτικῶς· εἰ δὲ παρόμοιον αὐτὸ ποιήσει «ποίαν γὰρ πόλιν τῶν ἐχθρῶν τοιαύτην ἀπέλαβον, ὁποίαν τὴν ἰδίαν ἀπέβαλον» οὐ μὰ τὸν Δία πάθος κινήσει ἀλλὰ τὸν καλούμενον κλαυσιγέλωτα. τὸ γὰρ ἐν πενθοῦσι παίζειν κατὰ τὴν παροιμίαν τὸ τὰ τοιαῦτα ἐν τοῖς πάθεσι κακοτεχνεῖν ἐστί. ...

... ἄλλοι δὲ φίλιχθυν τὸν Φιλόξενόν φασιν. Ἀριστοτέλης δὲ φιλόδειπνον ἁπλῶς, ὃς καὶ γράφει που ταῦτα· «δημηγοροῦντες ἐν τοῖς ὄχλοις κατατρίβουσιν ὅλην τὴν ἡμέραν ἐν τοῖς θαύμασι καὶ πρὸς τοὺς ἐκ τοῦ Φάσιδος ἢ Βορυσθένους καταπλέοντας, ἀνεγνωκότες οὐδὲν πλὴν εἰ τὸ Φιλοξένου δεῖπνον οὐδ᾿ ὅλον.» ...

... Εὐρύβατος, ὁ πανοῦργος καὶ Εὐρυβάτης ὁ αὐτός ... Ἀριστοτέλης δ᾿ ἐν πρώτῳ περὶ δικαιοσύνης κλέπτην αὐτὸν γεγονέναι φησίν, ἁλόντα καὶ δεθέντα καὶ δεῖξαι προτραπέντα παρὰ τῶν φυλάκων ὅπως διὰ τῶν τοίχων ἀνιὼν εἰς τὰς οἰκίας παρέρχοιτο. «λυθεὶς οὖν ἐγκεντρίδας ὑποδησάμενος καὶ τοὺς σπόγγους λαβὼν ἀνέβη τε ῥᾷστα καὶ τὸν ὄροφον ἐξελθὼν φυγὰς ᾤχετο.» ...

... Εὐρυβάτου πρᾶγμα, ὁ Εὐρυβάτης οὗτος παλίμβολος γέγονεν ἀνήρ. ὁ δὲ Ἀριστοτέλης κλέπτην μὲν αὐτὸν γενέσθαι, ἁλόντα δὲ ἐπ᾿ αὐτοφώρῳ δεθῆναι καὶ δημοσίᾳ φυλάττεσθαι, κἄπειτα τοὺς φυλάττοντας ἐπιθυμοῦντας θεάσασθαι ὅπως διὰ τῶν τοίχων ἀνιὼν εἰς τὰς οἰκίας παρίοι, λύσαντάς τε αὐτὸν ἐπιδείκνυσθαι παρακαλεῖν. τὸν δὲ τάς τε ἐγκεντρίδας ὑποδησάμενον καὶ τοὺς σπόγγους λαβόντα ἀναβῆναί τε ῥᾷστα καὶ τὸν ὄροφον τῆς οἰκίας ἐξελθεῖν, εἶτα ἐν ὅσῳ περιῄεσαν οἱ φύλακες ἑτέρωθεν ὅπως λάβοιεν κατιόντα, οἴχεσθαι φεύγοντα.

... Εὐρύβατος, πονηρὸς ... Νίκανδρος Αἰγιναῖον Εὐρύβατον πανουργότατον, οὗ μνημονεύει Ἀριστοτέλης ἐν α περὶ δικαιοσύνης ... λέγεται τὸν Εὐρύβατον κλέπτην ὄντα, εἰρχθέντα καὶ παραφυλαττόμενον, ἐπειδὴ συμπίνοντες ἔλυσαν αὐτὸν οἱ φυλάττοντες καὶ ἐκέλευσαν ἐπιδείξασθαι τὴν ἐπὶ τοὺς οἴκους ἀναῤῥίχησιν, τὸ μὲν πρῶτον διωθεῖσθαι, δεομένων δὲ ὡς οὐ βουλόμενον, ἐπεὶ μόλις ἀνέπεισαν, περιθέμενον τοὺς σπόγγους καὶ τὰς ἐγκεντρίδας ἀναδραμεῖν εἰς τοὺς τοίχους. ἀναβλέποντες δὲ ἐκεῖνοι καὶ θαυμάζοντες τὰς τέχνας, λαβεῖν αὐτὸν τὸν ὄροφον καὶ ὑπερβάλλοντα, πρὶν ἐκεῖνοι κύκλῳ περιέλθωσι, διὰ τοῦ τέγους καταπηδῆσαι. ...

... ὁ Χρύσιππος ἐν τῷ γ περὶ δικαιοσύνης ... Ἀριστοτέλει περὶ δικαιοσύνης ἀντιγράφων οὔ φησιν αὐτὸν ὀρθῶς λέγειν ὅτι τῆς ἡδονῆς οὔσης τέλους ἀναιρεῖται μὲν ἡ δικαιοσύνη, συναναιρεῖται δὲ τῇ δικαιοσύνῃ καὶ τῶν ἄλλων ἀρετῶν ἑκάστη. περὶ ἑρμηνείας ἔστι μὲν οὖν τὰ ἐν τῇ φωνῇ τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολα. ...

... ζηλοῦντες με τοῦ ἐπαίνου ... ἀλλὰ Ζήνων μὲν ὁ τῆς στοᾶς ἀρχηγέτης, καίπερ τὰ ἄλλα σεμνὸς ὢν καὶ ὑψηλολόγος, ὅμως ἐγανύσκετο καὶ ἐλαμπρύνετο, ἐπειδὴ αὐτὸν Ἀθηναῖοι ξένον τε ὄντα καὶ Φοίνικα ἐπὶ τοῖς λόγοις δημοποίητον ἐποιήσαντο, ἐγὼ δὲ οὕτως ἀγεννὴς καὶ ἀνήκοος Ἀριστοτέλους, ὃν προὐταξάμην τοῦ βίου τε καὶ τῆς σοφίας, ὥστε πᾶσαν οἴεσθαι τιμὴν καὶ παρ᾿ ὁτουοῦν καὶ ἐφ᾿ ὁτῳοῦν ἀχάριστον εἶναι ἀνδρὶ σπουδαίῳ, καὶ ἐν Καρὸς μοίρᾳ; καὶ οὐ μέμνημαι ἄρα τῶν λόγων οἷς διορίζει χαυνότητα μεγαλοψυχίας; διωρίζων δὲ ὧδε φησί που καὶ περὶ τιμὰς τὰς μεγάλας, ὥσπερ καὶ περὶ τὰ ἄλλα τὰ λεγόμενα ἀγαθά, εἶναι μὲν ἄμετρον σπουδὴν τοῖς ἀνθρώποις, εἶναι δὲ ἔμμετρον καὶ ξὺν λόγῳ. τὸν μὲν δὴ ἐπὶ δήμου θορύβοις καὶ κρότοις ἐξογκούμενόν τε καὶ ἐγείροντα τὴν ὀφρῦν ὅτι σφίσιν εἰς θέατρα ἢ ἱπποδρόμους πολλὰ χρήματα ἐξέχεε, χαῦνόν τε εἶναι καὶ ξυνέχεσθαι τῇ κακίᾳ ᾗ τοὔνομα τοῦτο τὴν χαυνότητα ἐπιτίθησι, τὸν δὲ τούτων μὲν τῶν θορύβων καταφρονοῦντα καὶ σμικρὸν οἰόμενον διαφέρειν ῥοθίου κυμάτων αἰγιαλοῖς προσηχούντων, ψῆφον δὲ ἀνδρῶν ἀγαθῶν ἀκολάκευτον ἐπ᾿ ἀρετῇ περὶ πλείστου πάντων ποιούμενον, τοῦτον εἶναι τῷ ὄντι μεγαλόψυχόν τε καὶ μεγαλογνώμονα. ...

... ζηλώσας τὸν Σαρδαναπάλλου τοῦ Ἀνακυνδαράξεω βίον, ὃν ἀδιανοητότερον εἶναι κατὰ τὴν προσηγορίαν τοῦ πατρὸς Ἀριστοτέλης ἔφη. ...

... καὶ δὴ καὶ περιφέρεται τὰ ἔπη ταυτί «ταῦτ᾿ ἔχω ὅσσ᾿ ἔφαγον καὶ ἐφύβρισα καὶ μετ᾿ ἔρωτος τέρπν᾿ ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλειπται». ...


Περὶ εὐγενείας

... ἐκ τοῦ Ἀριστοτέλους περὶ εὐγενείας. ὅλως περὶ εὐγενείας ἐγὼ ἀπορῶ τίνας χρὴ καλεῖν τοὺς εὐγενεῖς. Εἰκότως γε, ἔφην, τοῦτο σὺ διαπορῶν· καὶ γὰρ παρὰ τῶν πολλῶν καὶ μᾶλλον παρὰ τῶν σοφῶν τὰ μὲν ἀμφισβητεῖται τὰ δ᾿ οὐ λέγεται σαφῶς, εὐθὺς τὰ περὶ τῆς δυνάμεως. λέγω δὲ τοῦτο, πότερον τῶν τιμίων ἐστὶ καὶ σπουδαίων ἤ, καθάπερ Λυκόφρων ἔγραψε, κενόν τι πάμπαν. ἐκεῖνος γὰρ ἀντιπαραβάλλων ἑτέροις ἀγαθοῖς αὐτήν, εὐγενείας μὲν οὖν φησὶν ἀφανὲς τὸ κάλλος, ἐν λόγῳ δὲ τὸ σεμνόν· ὡς πρὸς δόξαν οὖσαν τὴν αἵρεσιν αὐτῆς, κατὰ δ᾿ ἀλήθειαν οὐθὲν διαφέροντας τοὺς ἀγεννεῖς τῶν εὐγενῶν. ...

... ἐν τῷ αὐτῷ. ἀμφισβητεῖται δὲ καθάπερ καὶ περὶ τοῦ πηλίκον ἀγαθόν ἐστι, οὕτω καὶ τίνας δεῖ καλεῖν εὐγενεῖς. οἱ μὲν γὰρ τοὺς ἐξ ἀγαθῶν γονέων εὐγενεῖς εἶναι νομίζουσι, καθάπερ καὶ Σωκράτης· διὰ γὰρ τὴν Ἀριστείδου ἀρετὴν καὶ τὴν θυγατέρα αὐτοῦ γενναίαν εἶναι. Σιμωνίδην δέ φασι διερωτώμενον τίνες εὐγενεῖς, τοὺς ἐκ πάλαι πλουσίων φάναι· καίτοι κατὰ τοῦτον τὸν λόγον οὐκ ὀρθῶς ἐπιτιμῶσιν ὁ Θεόγνις οὐδ᾿ ὁ ποιητὴς ὁ ποιήσας ὡς ὅτι «τὴν μὲν εὐγένειαν αἰνοῦσιν βροτοί, μᾶλλον δὲ κηδεύουσι τοῖσι πλουσίοις». ἢ πρὸς Διὸς οὐχ αἱρετώτερος ὁ πλουτῶν αὐτὸς ἢ οὗ ὁ πρόπαππος ἢ τῶν προγόνων τις πλούσιος ἦν, αὐτὸς δὲ πένης Πῶς γὰρ οὐκ, εἶπε. Καὶ δέοι δ᾿ ἂν κηδεύειν τοῖς πλουσίοις μᾶλλον ἢ τοῖς εὐγενέσιν· εὐγενεῖς γὰρ οἱ πάλαι, κρείττους δὲ οἱ νῦν. οὐκ οὖν ὁμοίως κἄν τις ὑπολαμβάνῃ οὐ τοὺς εὐγενεῖς εἶναι τοὺς ἐκ πάλαι πλουσίων ἀλλὰ τοὺς ἐξ ἀγαθῶν πάλαι; κρείττων γὰρ ἂν δόξειεν ἀρχαίας ἀρετῆς πρόσφατος καὶ μετέχειν μᾶλλον ἕκαστον πατρὸς ἢ προπάππου, αἱρετώτερον δ᾿ αὐτὸν εἶναι σπουδαῖον ἀλλ᾿ οὐ τὸν πρόπαππον ἤ τινα τῶν ἄλλων προγόνων. Ὀρθῶς, ἔφη, λέγεις. Ἆρ᾿ οὖν οὐκ ἐπεὶ ἐν μηδετέρῳ τούτων ὁρῶμεν τὴν εὐγένειαν, σκεπτέον ἄλλον τρόπον τίνι τοῦτο ἔνι ποτέ; Σκεπτέον δή, ἔφη. Τὸ εὖ σημαίνει τι δήπου τῶν ἐπαινετῶν καὶ σπουδαίων, οἷον τὸ εὐπρόσωπον καὶ τὸ εὐόφθαλμον· ἀγαθὸν γάρ τι ἢ καλὸν σημαίνει κατὰ τοῦτον τὸν λόγον. Πάνυ γε, εἶπεν. Οὐκ οὖν εὐπρόσωπον μέν ἐστι τὸ ἔχον ἀρετὴν προσώπου, εὐόφθαλμον δὲ τὸ ὀφθαλμοῦ ἀρετήν; Οὕτως, εἶπεν. Ἀλλὰ μήν ἐστι γένος τὸ μὲν σπουδαῖον, τὸ δὲ φαῦλον ἀλλ᾿ οὐ σπουδαῖον. Πάνυ γε, εἶπε. Σπουδαῖον δέ γε φαμὲν ἕκαστον κατὰ τὴν αὐτοῦ ἀρετὴν εἶναι, ὥστε καὶ γένος σπουδαῖον ὡσαύτως. Οὕτως, εἶπε. Δῆλον ἄρ᾿, ἔφην, ὅτι ἐστὶν ἡ εὐγένεια ἀρετὴ γένους. ...

... φησὶ δ᾿ Ἀριστοτέλης δύο γυναῖκας αὐτὸν τὸν Σωκράτην ἀγαγέσθαι, προτέραν μὲν Ξανθίππην, ἐξ ἧς αὐτῷ γενέσθαι Λαμπροκλέα· δευτέραν δὲ Μυρτὼ τὴν Ἀριστείδου τοῦ δικαίου θυγατέρα, ἣν καὶ ἄπροικον λαβεῖν, ἐξ ἧς γενέσθαι Σωφρονίσκον καὶ Μενέξενον. ...

... Δημήτριος δ᾿ ὁ Φαληρεὺς καὶ Ἱερώνυμος ὁ Ῥόδιος καὶ Ἀριστόξενος ὁ μουσικὸς καὶ Ἀριστοτέλης, εἰ δὴ τό γε περὶ εὐγενείας βιβλίον ἐν τοῖς γνησίοις Ἀριστοτέλους θετέον, ἱστοροῦσι Μυρτὼ θυγατριδῆν Ἀριστείδου Σωκράτει τῷ σοφῷ συνοικῆσαι, γυναῖκα μὲν ἑτέραν ἔχοντι, ταύτην δ᾿ ἀναλαβόντι χηρεύουσαν διὰ πενίαν καὶ τῶν ἀναγκαίων ἐνδεομένην. ...

... ἐκ τούτων οὖν τις ὁρμώμενος μέμψαιτ᾿ ἂν τοὺς περιτιθέντας Σωκράτει δύο γαμετὰς γυναῖκας Ξανθίππην καὶ τὴν Ἀριστείδου Μυρτώ, οὐ τοῦ δικαίου καλουμένου, οἱ χρόνοι γὰρ οὐ συγχωροῦσιν, ἀλλὰ τοῦ τρίτου ἀπ᾿ ἐκείνου. εἰσὶ δὲ Καλλισθένης, Δημήτριος ὁ Φαληρεύς, Σάτυρος ὁ περιπατητικός, Ἀριστόξενος, οἷς τὸ ἐνδόσιμον Ἀριστοτέλης ἔδωκεν ἱστορῶν τοῦτο ἐν τῷ περὶ εὐγενείας. ...

... ἐκ τοῦ Ἀριστοτέλους περὶ εὐγενείας. Φανερὸν τοίνυν, ἔφην ἐγώ, περὶ ὧν πάλαι διηπορήσαμεν, διὰ τί ποτε οἱ ἐκ πάλαι πλουσίων ἢ οἱ ἐκ πάλαι σπουδαίων εὐγενέστεροι δοκοῦσιν εἶναι μᾶλλον τῶν σύνεγγυς τἀγαθὰ κεκτημένων. αὐτὸς γὰρ ἐγγύτερος σπουδαῖος ὢν ἢ πάππου σπουδαίου τετυχηκώς, ὥστ᾿ εἴη ἂν εὐγενὴς ὁ ἀγαθὸς ἀνήρ. καί τινες εἰρήκασιν οὕτως, ἐκ τούτου διελέγχειν προσποιούμενοι τοῦ συλλογισμοῦ τὴν εὐγένειαν, ὥσπερ φησὶ καὶ Εὐριπίδης οὐχὶ τῶν ἐκ πάλαι σπουδαίων εὐγένειαν φάμενος εἶναι, ἀλλ᾿ ὅστις ἀνὴρ ἀγαθὸς ἁπλῶς. τὸ δ᾿ οὐκ ἔστιν· ἀλλ᾿ ὀρθῶς ζητοῦσιν οἱ τὴν ἀρχαίαν ἀρετὴν προτιθέντες. τὰ δ᾿ αἴτια εἴπωμεν τούτων ὅτι ἡ μὲν εὐγένειά ἐστιν ἀρετὴ γένους, ἡ δ᾿ ἀρετὴ σπουδαίων· σπουδαῖον δ᾿ ἐστὶ γένος ἐν ᾧ πολλοὶ σπουδαῖοι πεφύκασιν ἐγγίνεσθαι. συμβαίνει δὲ τὸ τοιοῦτον, ὅταν ἐγγένηται ἀρχὴ σπουδαία ἐν τῷ γένει· ἡ γὰρ ἀρχὴ τοιαύτην ἔχει τὴν δύναμιν, πολλὰ παρασκευάζειν οἷάπερ αὐτή. τοῦτο γάρ ἐστιν ἀρχῆς ἔργον, ποιῆσαι οἷον αὐτὴ ἕτερα πολλά. ὅταν οὖν ἐγγένηται τοιοῦτος εἷς τις ἐν τῷ γένει καὶ οὕτω σπουδαῖος ὥστ᾿ ἔχειν τὸ ἀπ᾿ ἐκείνου ἀγαθὸν πολλὰς γενεάς, τοῦτο σπουδαῖον ἀνάγκη εἶναι τὸ γένος. πολλοὶ γὰρ ἔσονται σπουδαῖοι ἄνθρωποι ἄν τε ἀνθρώπων ᾖ τὸ γένος, ἄν τε ἵππων ἵπποι, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ζῴων. ὥστ᾿ εὐλόγως οὐχ οἱ πλούσιοι οὐδ᾿ οἱ ἀγαθοὶ ἀλλ᾿ οἱ ἐκ πάλαι πλουσίων ἢ ἐκ πάλαι ἀγαθῶν εὐγενεῖς εἶεν ἄν. ζητεῖ γὰρ ὁ λόγος τἀληθῆ· ἀρχὴ γὰρ ἄνωθεν πάντων. οὐ μὴν ἀλλ᾿ οὐδ᾿ οἱ ἐκ προγόνων ἀγαθῶν εὐγενεῖς πάντως, ἀλλ᾿ ὅσοις τυγχάνουσιν ἀρχηγοὶ τῶν προγόνων ὄντες. ὅταν μὲν οὖν αὐτὸς ἀγαθὸς ᾖ, μὴ ἔχῃ δὲ τοιαύτην δύναμιν τῆς φύσεως ὡς τίκτειν πολλοὺς ὁμοίους, οὐκ ἔχει ἡ ἀρχὴ τοιαύτην δύναμιν ἐν τούτοις. ... ἀρετὴ τοῦ γένους καὶ εὐγενεῖς οἱ ἀπὸ τούτου τοῦ γένους ὄντες, οὐκ ἐὰν ὁ πατὴρ εὐγενὴς ᾖ, ἀλλ᾿ ἐὰν ὁ ἀρχηγὸς τοῦ γένους. οὐ γὰρ δι᾿ αὑτὸν ὁ πατὴρ ἐγέννησεν ἀγαθόν, ἀλλ᾿ ὅτι ἐκ τοιούτου γένους ἦν. ...


Ἐρωτικός

... Ἀριστοτέλης δ᾿ ἐν δευτέρῳ ἐρωτικῶν καὶ Ἀρίστων ὁ περιπατητικός, Κεῖος δὲ τὸ γένος, ἐν δευτέρῳ ἐρωτικῶν ὁμοίων φασὶν ὅτι οἱ ἀρχαῖοι διὰ τοὺς περὶ τὸν οἶνον πόνους τῶν κεφαλαλγιῶν δεσμοὺς εὕρισκον τοὺς τυχόντας, τῆς τῶν κροτάφων συνδέσεως ὠφελεῖν δοκούσης· οἱ δ᾿ ὕστερον ἅμα τῷ κροτάφους συνδεῖν προσέβαλόν τινα καὶ κόσμον οἰκεῖον τῇ παρὰ τὸν οἶνον διαγωγῇ, μηχανησάμενοι τὸν στέφανον. βέλτιον δὲ διὰ τὸ πάσας τὰς αἰσθήσεις ἐν τῇ κεφαλῇ εἶναι ταύτην στεφανοῦσθαι ἢ διὰ τὸ συμφέρειν ἐσκεπάσθαι καὶ συνδεδέσθαι τοὺς κροτάφους πρὸς τὸν οἶνον. ...

... καὶ ὁ Ἀριστοτέλης δὲ ἔφη τοὺς ἐραστὰς εἰς οὐδὲν ἄλλο τοῦ σώματος τῶν ἐρωμένων ἀποβλέπειν ἢ τοὺς ὀφθαλμούς, ἐν οἷς τὴν αἰδὼ κατοικεῖν. ...

... λέγεται δὲ καὶ τὸν Ἰόλεων τοῦ Ἡρακλέους ἐρώμενον ὄντα κοινωνεῖν τῶν ἄθλων καὶ παρασπίζειν. Ἀριστοτέλης δὲ καὶ καθ᾿ αὑτὸν ἔτι φησὶν ἐπὶ τοῦ τάφου τοῦ Ἰόλεω τὰς καταπιστώσεις ποιεῖσθαι τοὺς ἐρωμένους καὶ τοὺς ἐραστάς. ...

... Ἡρακλέους δὲ τοὺς μὲν ἄλλους ἔρωτας ἔργον ἐστὶν εἰπεῖν διὰ πλῆθος, Ἰόλαον δὲ νομίζοντες ἐρώμενον αὐτοῦ γεγονέναι μέχρι νῦν σέβονται καὶ τιμῶσιν ἔρωτος ὅρκους τε καὶ πίστεις ἐπὶ τοῦ τάφου παρὰ τῶν ἐρωμένων λαμβάνοντες. ...

... Κλεόμαχον δὲ τὸν Φαρσάλιον ἴστε δήπουθεν ἐξ ἧς αἰτίας ἐτελεύτησεν ἀγωνιζόμενος; ... ἧκεν ἐπίκουρος Χαλκιδεῦσι μετὰ τοῦ Θεσσαλικοῦ, πολέμου πρὸς Ἐρετριεῖς ἀκμάζοντος. καὶ τὸ μὲν πεζὸν ἐδόκει τοῖς Χαλκιδεῦσιν ἐῤῥῶσθαι, τοὺς δ᾿ ἱππέας μέγα ἔργον ἦν ὤσασθαι τῶν πολεμίων· παρεκάλουν δὴ τὸν Κλεόμαχον ἄνδρα λαμπρὸν ὄντα τὴν ψυχὴν οἱ σύμμαχοι πρῶτον ἐμβάλλειν εἰς τοὺς ἱππέας. ὁ δὲ ἠρώτησε παρόντα τὸν ἐρώμενον, εἰ μέλλοι θεᾶσθαι τὸν ἀγῶνα. φήσαντος δὲ τοῦ νεανίσκου καὶ φιλοφρόνως αὐτὸν ἀσπασαμένου καὶ τὸ κράνος ἐπιθέντος, ἐπιγαυρωθεὶς ὁ Κλεόμαχος καὶ τοὺς ἀρίστους τῶν Θεσσαλῶν συναγαγὼν περὶ αὑτὸν ἐξήλασε λαμπρῶς καὶ προσέπεσε τοῖς πολεμίοις ὥστε συνταράξαι καὶ τρέψασθαι τὸ ἱππικόν. ἐκ δὲ τούτου καὶ τῶν ὁπλιτῶν φυγόντων, ἐνίκησαν κατὰ κράτος οἱ Χαλκιδεῖς· τὸν μέντοι Κλεόμαχον ἀποθανεῖν συνέτυχε, τάφον δ᾿ αὐτοῦ δεικνύουσιν ἐν ἀγορᾷ Χαλκιδεῖς, ἐφ᾿ οὗ μέχρι νῦν ὁ μέγας ἐφέστηκε κίων· καὶ τὸ παιδεραστεῖν πρότερον ἐν ψόγῳ τιθέμενοι τότε μᾶλλον ἑτέρων ἠγάπησαν καὶ ἐτίμησαν. Ἀριστοτέλης δὲ τὸν μὲν Κλεόμαχον ἄλλως ἀποθανεῖν φησὶ κρατήσαντα τῶν Ἐρετριέων τῇ μάχῃ, τὸν δὲ ὑπὸ τοῦ ἐρωμένου φιληθέντα τῶν ἀπὸ Θρᾴκης Χαλκιδέων γενέσθαι πεμφθέντα τοῖς ἐν Εὐβοίᾳ Χαλκιδεῦσιν ἐπίκουρον· ὅθεν ᾄδεσθαι παρὰ τοῖς Χαλκιδεῦσιν «Ὦ παῖδες οἳ χαρίτων τε καὶ πατέρων λάχετ᾿ ἐσθλῶν, μὴ φθονεῖθ᾿ ὥρας ἀγαθοῖσιν ὁμιλίαν· σὺν γὰρ ἀνδρείᾳ καὶ ὁ λυσιμελὴς Ἔρως ἐπὶ Χαλκιδέων θάλλει πόλεσιν». ...


Συμπόσιον ἢ περὶ μέθης

... ἀλλὰ καὶ τῶν φιλοσόφων τοὺς ἐλλογιμωτάτους ἀντιμαρτυροῦντας ἔχειν Πλάτωνα καὶ Ξενοφῶντα καὶ Ἀριστοτέλην καὶ Σπεύσιππον Ἐπίκουρόν τε καὶ Πρύτανιν καὶ Ἱερώνυμον καὶ Δίωνα τὸν ἐξ ἀκαδημίας ὡς ἄξιόν τινος σπουδῆς πεποιημένους ἔργον ἀναγράψασθαι λόγους παρὰ πότον γενομένους. ...

... τί λέγεις, ὦ Ἐπίκουρε; κιθαρῳδῶν καὶ αὐλητῶν ἕωθεν ἀκροασόμενος εἰς τὸ θέατρον βαδίζεις, ἐν δὲ συμποσίῳ Θεοφράστου περὶ συμφωνιῶν διαλεγομένου καὶ Ἀριστοξένου περὶ μεταβολῶν καὶ Ἀριστοτέλους περὶ Ὁμήρου, τὰ ὦτα καταλήψῃ ταῖς χερσὶ δυσχεραίνων καὶ βδελυττόμενος. ...

... πάντα δ᾿ ὢν ἀκριβὴς Ὅμηρος καὶ τὸ μικρὸν τοῦτο οὐ παρέλιπε τὸ δεῖν θεραπεύσαντα τὸ σωμάτιον καὶ λουσάμενον ἰέναι πρὸς τὸ δεῖπνον. ἐπὶ γοῦν τοῦ Ὀδυσσέως εἶπε πρὸ τῆς παρὰ Φαίαξι θοίνης «αὐτόδιον δ᾿ ἄρα μιν ταμίη λούσασθαι ἄνωγεν» θ, ἐπὶ δὲ τῶν περὶ Τηλέμαχον «ἔς ῥ᾿ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο» ἀπρεπὲς γὰρ ἦν, φησὶν Ἀριστοτέλης, ἥκειν εἰς τὸ συμπόσιον σὺν ἱδρῶτι πολλῷ καὶ κονιορτῷ. δεῖ γὰρ τὸν χαρίεντα μήτε ῥυπᾶν μήτε αὐχμεῖν μήτε βορβόρῳ χαίρειν καθ᾿ Ἡράκλειτον. ...

... ὡς εὐανθέστερον γὰρ καὶ κεχαρισμένον μᾶλλον τοῖς θεοῖς παραγγέλλει ἡ Σαπφώ στεφανοῦσθαι τοὺς θύοντας. Ἀριστοτέλης δ᾿ ἐν τῷ συμποσίῳ φησὶν ὅτι οὐδὲν κολοβὸν προσφέρομεν πρὸς τοὺς θεοὺς ἀλλὰ τέλεια καὶ ὅλα· τὸ δὲ πλῆρες τέλειόν ἐστι, τὸ δὲ στέφειν πλήρωσίν τινα σημαίνει. Ὅμηρος «κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο» καὶ «ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει». τοὺς γὰρ αὖ τὴν ὄψιν ἀμόρφους, φησίν, ἀναπληροῖ ἡ τοῦ λέγειν πιθανότης. ἔοικεν οὖν ὁ στέφανος τοῦτο ποιεῖν βούλεσθαι. διὸ καὶ περὶ τὰ πένθη τοὐναντίον παρασκευάζομεν· ὁμοπαθείᾳ γὰρ τοῦ κεκμηκότος κολοβοῦμεν ἡμᾶς αὐτοὺς τῇ τε κουρᾷ τῶν τριχῶν καὶ τῇ τῶν στεφάνων ἀφαιρέσει. ...

... τὸν στέφανον τῖλαί με ... στεφάνοις ἐχρῶντο ἐν τοῖς συμποσίοις, ὥς φησιν Ἀριστοτέλης, εὐετηρίαν καὶ ἀφθονίαν αἰνιττόμενοι τροφῶν· στέψαι γὰρ τὸ πληρῶσαι, ὡς Ὅμηρος «κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο». ...

... Σέλευκος δὲ τὸ παλαιὸν οὐκ εἶναι ἔθος οὔτ᾿ οἶνον ἐπὶ πλεῖον οὔτ᾿ ἄλλην ἡδυπάθειαν προσφέρεσθαι μὴ θεῶν ἕνεκα τοῦτο δρῶντας. διὸ καὶ θοίνας καὶ θαλίας καὶ μέθας ὠνόμαζον, τὰς μὲν ὅτι διὰ θεοὺς οἰνοῦσθαι δεῖν ὑπελάμβανον, τὰς δ᾿ ὅτι θεῶν χάριν ἡλίζοντο καὶ συνῄεσαν· τοῦτο γάρ ἐστι τὸ δαῖτα θάλειαν. τὸ δὲ μεθύειν φησὶν Ἀριστοτέλης τὸ μετὰ τὸ θύειν αὐτῷ χρῆσθαι. ...

... τὰ μὲν οὖν εἰρημένα τῷ νομοθέτῃ περὶ μέθης εἰσόμεθα ἐπ᾿ ἀκριβείας αὖθις , νυνὶ δὲ ἐξερευνήσομεν ὅσα καὶ τοῖς ἄλλοις ἔδοξεν. ἐσπουδάσθη δὴ παρὰ πολλοῖς τῶν φιλοσόφων ἡ σκέψις οὐ μετρίως, προτείνεται δὲ οὕτως, εἰ μεθυσθήσεται ὁ σοφός; ἔστι τοίνυν τὸ μεθύειν διττόν, ἓν μὲν ἴσον τι τῷ οἰνοῦσθαι, ἕτερον δὲ ἴσον τῷ ληρεῖν ἐν οἴνῳ. τῶν δὲ ἐπιχειρησάντων τῇ προτάσει οἱ μὲν ἔφασαν μήτε ἀκράτῳ πλείονι χρήσεσθαι τὸν σοφὸν μήτε ληρήσειν ... οἱ δὲ τὸ μὲν οἰνοῦσθαι καὶ σπουδαίῳ προσῆκον ἀπεφήναντο, τὸ δὲ ληρεῖν ἀνοίκειον ... τὸν ἄκρατον ὥσπερ οἶνον οὕτω καὶ μέθυ οἱ παλαιοὶ ἐκάλουν. πολλαχοῦ γοῦν τῆς ποιήσεώς ἐστι τουτὶ τὸ ὄνομα ἐμφερόμενον ... τό τε οἰνοῦσθαι καὶ τὸ μεθύειν ἕν ... εἰ δὲ οἰνωθήσεται, καὶ μεθυσθήσεται ὁ σπουδαῖος ... μία μὲν ἀπόδειξις περὶ τοῦ τὸν σοφὸν μεθυσθήσεσθαι λέλεκται, δευτέρα δέ ἐστι τοιαύτη ... ὅτι καὶ τὸ ἄκρατον οὐχ ὁμοίως οἱ νῦν τοῖς πάλαι προσφέρονται ... πάσης γὰρ καλῆς πράξεως ἀφ᾿ ἱερῶν τελείων οἱ πρότεροι κατήρχοντο νομίζοντες μάλιστα οὕτως αἴσιον ἀποβήσεσθαι τὸ τέλος αὐτοῖς, τῷ πρὶν εὔξασθαί τε καὶ θῦσαι· καὶ εἰ σφόδρα τοῦ πράττειν ἔσπευδον οἱ καιροί, πάντως ἀνέμεινον, οὐκ ἀεὶ τὸ ταχὺ τοῦ βραδέος ἡγούμενοι κρεῖττον. οὐ προμηθὲς μὲν γὰρ τάχος βλαβερόν, βραβύτης δὲ μετ᾿ εὐελπιστίας ὠφέλιμον. εἰδότες οὖν ὅτι ἡ τοῦ οἴνου ἀπόλαυσίς τε καὶ χρῆσις δεῖται πολλῆς ἐπιμελείας, οὔτε ἄρδην οὔτε ἀεὶ προσεφέροντο τὸν ἄκρατον ἀλλ᾿ ἔν τε κόσμῳ καὶ καιρῷ προσήκοντι. πρότερον γὰρ εὐξάμενοι καὶ θυσίας ἀναγαγόντες καὶ ἱλασάμενοι τὸ θεῖον, σώματά τε καὶ ψυχὰς καθηράμενοι τὰ μὲν λουτροῖς τὰ δὲ νόμων καὶ παιδείας ὀρθῆς ῥεύμασι, φαιδροὶ καὶ γεγηθότες πρὸς ἀνειμένην δίαιταν ἐτρέποντο, μηδὲ οἴκαδε πολλάκις ἀφικόμενοι ἀλλ᾿ ἐν οἷς ἔθυσαν ἱεροῖς διαπατούμενοι, ἵνα καὶ τῶν θυσιῶν μεμνημένοι καὶ τὸν τόπον αἰδούμενοι ἱεροπρεπεστάτην ὡς ἀληθῶς ἄγωσιν εὐωχίαν μήτε λόγῳ μήτε ἔργῳ διαμαρτάνοντες. ἀπὸ τούτου γέ τοι φασὶ τὸ μεθύειν ὠνομάσθαι, ὅτι μετὰ τὸ θύειν ἔθος ἦν τοῖς πρότερον οἰνοῦσθαι. τίσι δὴ μᾶλλον οἰκεῖος ἂν εἴη τῆς τοῦ ἀκράτου χρήσεως ὁ λεχθεὶς τρόπος ἢ σοφοῖς ἀνδράσιν, οἷς νῦν καὶ τὸ πρὸ τῆς μέθης ἔργον ἁρμόττει τὸ θύειν; σχεδὸν γὰρ οὐδὲ εἷς τῶν φαύλων πρὸς ἀλήθειαν ἱερουργεῖ κἂν ἐνδελεχῶς μυρίους βόας ἀνὰ πᾶσαν ἡμέραν ἀνάγῃ. τὸ γὰρ ἀναγκαιότατον ἱερεῖον αὐτῷ λελώβηται ὁ νοῦς, λωβοὺς δὲ οὐ θέμις βωμοῦ προσψαύσασθαι. δεύτερος μὲν δὴ λόγος οὗτος ... τρίτον δέ ἐστιν ἀπὸ διαφερούσης τῆς πρὸς τὴν ἐτυμολογίαν πιθανότητος ἠρτημένον. τὴν γὰρ μέθην οὐ μόνον ἐπειδὴ μετὰ θυσίας ἐπιτελεῖται νομίζουσί τινες εἰρῆσθαι ἀλλ᾿ ὅτι καὶ μεθέσεως ψυχῆς αἰτία γίγνεται. μεθίεται δὲ ὁ μὲν τῶν ἀφρόνων λογισμὸς εἰς πλειόνων ἴσχυσιν ἁμαρτημάτων, ὁ δὲ τῶν ἐμφρόνων εἰς ἀνέσεως καὶ εὐθυμίας καὶ ἱλαρότητος ἀπόλαυσιν. ἡδίων γὰρ αὐτὸς ἑαυτοῦ νήφοντος οἰνωθεὶς ὁ σοφὸς γίγνεται, ὥστε οὐδὲν ταύτῃ διαμαρτάνοιμεν φάσκοντες ὅτι μεθυσθήσεται ...

... «καί τι ἔπος προέηκεν ὅπερ τ᾿ ἄῤῥητον ἄμεινον» ,... καὶ μήποτε τὸ ζητούμενον παρὰ τοῖς φιλοσόφοις λύων ὁ ποιητὴς οἰνώσεως καὶ μέθης διαφορὰν εἴρηκεν, οἰνώσεως μὲν ἄνεσιν, μέθης δὲ φλυαρίαν. τὸ γὰρ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐπὶ τῆς γλώττης ἐστὶ τοῦ μεθύοντος, ὡς οἱ παροιμιαζόμενοί φασιν ... οἱ δὲ φιλόσοφοι καὶ ὁριζόμενοι τὴν μέθην λέγουσιν εἶναι λήρησιν πάροινον. οὕτως οὐ ψέγεται τὸ πίνειν, εἰ προσείη τῷ πίνειν τὸ σιωπᾶν, ἀλλ᾿ ἡ μωρολογία μέθην ποιεῖ τὴν οἴνωσιν. ὁ μὲν οὖν μεθύων ληρεῖ παρ᾿ οἶνον ...

... Ἀριστοτέλης δ᾿ ἐν τῷ περὶ μέθης φησὶν ὅτι ἁλμυράς τινες προσφερόμενοι τροφὰς ἄδιψοι διέμειναν· ὧν ἦν Ἀρχωνίδης ὁ Ἀργεῖος. Μάγων δὲ ὁ Καρχηδόνιος τρὶς τὴν ἄνυδρον διῆλθεν ἄλφιτα ξηρὰ σιτούμενος καὶ μὴ πίνων. ...

... Ἀριστοτέλης ἐν τῷ περὶ μέθης Ἄνδρων, φησίν, Ἀργεῖος ἐσθίων πολλὰ καὶ ἁλμυρὰ καὶ ξηρὰ δι᾿ ὅλου τοῦ βίου ἄδιψος καὶ ἄποτος διετέλεσεν. ἔτι δὶς πορευθεὶς εἰς Ἅμμωνα διὰ τῆς ἀνύδρου ἄλφιτα ξηρὰ σιτούμενος οὐ προσηνέγκατο ὑγρόν. ...

... Ἄνδρων δὲ ὁ Ἀργεῖος, ὥς φησιν Ἀριστοτέλης, διὰ τῆς ἀνύδρου Λιβύης ὥδευεν ἄποτος. ...

... Ἄνδρων δὲ ὁ Ἀργεῖος οὕτως ἄδιψος ἦν ὡς καὶ διὰ τῆς ἀνύδρου Λιβύης ὁδεύειν αὐτὸν μὴ ἐπιζητοῦντα ποτόν. ...

... Ἀριστοτέλης δὲ ἐν τῷ περὶ μέθης παραπλησίως ἡμῖν δευτέρας τραπέζας ἀπαγορεύει διὰ τούτων «τὸ μὲν οὖν ὅλον διαφέρειν τράγημα βρώματος νομιστέον ὅσαν ἔδεσμα τρωγαλίου· τοῦτο γὰρ πάτριον τοὔνομα τοῖς Ἕλλησιν, ἐπεὶ ἐν τραγήμασι τὰ βρώματα παρατίθενται. διόπερ οὐ κακῶς ἔοικεν εἰπεῖν ὁ πρῶτος δευτέραν προσαγορεύσας τράπεζαν· ὄντως γὰρ ἐπιδορπισμός τις ὁ τραγηματισμός ἐστι καὶ δεῖπνον ἕτερον παρατίθεται τραγήματα». ...

... Ἀριστοτέλης δ᾿ ἐν τῷ περὶ μέθης τὰ τραγήματά φησι λέγεσθαι ὑπὸ τῶν ἀρχαίων τρωγάλια· ὡσεὶ γὰρ ἐπιδορπισμὸν εἶναι. ...

... τρωγαλίων δὲ ἀντὶ τοῦ τῶν τραγημάτων· οὕτω γὰρ ἐκάλουν τὰ τραγήματα οἱ παλαιοί. ...

... σῦκον δὲ οὐκ αἰσθήσει μόνον ἡδὺ ἀλλὰ καὶ ἀναδόσει κρεῖττόν ἐστι. οὕτω δέ ἐστιν ἀνθρώποις ὠφέλιμον ὥστε καὶ ἀλεξιφάρμακον αὐτὸ παντὸς ὀλεθρίου φαρμάκου φησὶν Ἀριστοτέλης εἶναι καὶ τοῖς δείπνοις οὐκ ἄλλου τινὸς ἢ τούτου χάριν τῶν ἐδεσμάτων προτίθεσθαί τε καὶ ἐπιτραγηματίζεσθαι, καθάπερ ἀντ᾿ ἄλλης τινὸς ἀλεξήσεως ἱερᾶς ταῖς τῶν βρωμάτων ἀδικίαις περιπτυσσόμενον. καὶ μὴν ὅτι θεοῖς τὸ σῦκον ἀνάκειται καὶ θυσίας ἐστὶν ἁπάσης ἐπιβώμιον καὶ ὅτι παντὸς λιβανωτοῦ κρεῖττον ἐς θυμιάματος σκευασίαν ἐστίν, οὐκ ἐμὸς ἴδιος οὗτος ὁ λόγος, ἀλλ᾿ ὅστις τὴν χρείαν αὐτοῦ ἔμαθεν οἶδεν ὡς ἀνδρὸς σοφοῦ καὶ ἱεροφάντου λόγος ἐστί. ...

... ἀλλ᾿ ὥς φησιν Ἀριστοτέλης ἐν τῷ περὶ μέθης, εἰς τὰ νῶτα καταπίπτουσιν οἱ τὸν κρίθινον πεπωκότες, ὃν πῖνον καλοῦσι, λέγων οὕτως «πλὴν ἴδιόν τι συμβαίνει περὶ τὰς τῶν κριθῶν, τὸ καλούμενον πῖνον· ὑπὸ μὲν γὰρ τῶν λοιπῶν τε καὶ μεθυστικῶν οἱ μεθυσθέντες ἐπὶ πάντα τὰ μέρη πίπτουσι· καὶ γὰρ ἐπὶ τὰ ἀριστερὰ καὶ δεξιὰ καὶ πρηνεῖς καὶ ὕπτιοι· μόνοι δὲ οἱ τῷ πίνῳ μεθυσθέντες εἰς τοὐπίσω καὶ ὕπτιοι κλίνονται.» ...

... Ἀριστοτέλης δέ φησιν ὅτι οἱ μὲν ἀπ᾿ οἴνου μεθυσθέντες ἐπὶ πρόσωπον φέρονται, οἱ δὲ τὸν κρίθινον πεπωκότες ἐξυπτιάζονται τὴν κεφαλήν· ὁ μὲν γὰρ οἶνος καρηβαρικός, ὁ δὲ κρίθινος καρωτικός. ...

... Ἀριστοτέλης δ᾿ ἐν τῷ περὶ μέθης φησίν «εἰ ὁ οἶνος μετρίως ἀφεψηθείη, πινόμενος ἧττον μεθύσκει». τὴν γὰρ δύναμιν ἀφεψηθέντος αὐτοῦ ἀσθενεστέραν γίνεσθαι. «μεθύσκονται δέ, φησιν, οἱ γεραίτεροι τάχιστα, δι᾿ ὀλιγότητα καὶ ἀσθένειαν τοῦ περὶ αὐτοὺς ἐνυπάρχοντος φύσει θερμοῦ. καὶ οἱ παντελῶς δὲ νέοι τάχιον μεθύσκονται διὰ τὸ πλῆθος τοῦ ἐνυπάρχοντος θερμοῦ· τῷ γὰρ ἐκ τοῦ οἴνου προσγινομένῳ κρατοῦνται ῥᾳδίως. μεθύσκονται δὲ κἂν τοῖς ἀλόγοις ζῴοις ὕες μὲν σταφυλῆς στεμφύλων χορτασθέντες καὶ τὸ τῶν κοράκων καὶ τῶν κυνῶν γένος τὴν οἰνοῦτταν καλουμένην φαγόντα βοτάνην, πίθηκος δὲ καὶ ἐλέφας πιόντες οἶνον. διὸ καὶ τὰς θήρας ποιοῦνται τῶν πιθήκων καὶ τῶν κοράκων μεθυσθέντων τῶν μὲν οἴνῳ τῶν δὲ τῇ οἰνούττῃ.» ...

ἐθαύμαζε δὲ Φλῶρος, εἰ γεγραφὼς Ἀριστοτέλης ἐν τῷ περὶ μέθης ὅτι μάλιστα μὲν οἱ γέροντες, ἥκιστα δὲ αἱ γυναῖκες ὑπὸ μέθης ἁλίσκονται, τὴν αἰτίαν οὐκ ἐξειργάσατο μηδὲν εἰωθὼς προίεσθαι τῶν τοιούτων.

τὸν δὲ σαμαγόρειον οἶνον καλούμενόν φησιν ὁ Ἀριστοτέλης ἀπὸ τριῶν κοτυλῶν κερασθεισῶν μεθύσκειν ὑπὲρ τεσσαράκοντα ἄνδρας.

καὶ Ἀριστοτέλης δὲ ἐν τῷ περὶ μέθης «αἱ ῥοδιακαί, φησι, προσαγορευόμεναι χυτρῖδες διά τε τὴν ἡδονὴν εἰς τὰς μέθας παρεισφέρονται καὶ διὰ τὸ θερμαινομένας τὸν οἶνον ἧττον ποιεῖν μεθύσκειν· σμύρνης γὰρ καὶ σχοίνου καὶ τῶν τοιούτων ἑτέρων εἰς τὸ ὕδωρ ἐμβληθέντων ἕψονται, καὶ παραχεόντων εἰς τὸν οἶνον ἧττον μεθύσκουσιν». κἂν ἄλλῳ δὲ μέρει φησίν «αἱ ῥοδιακαὶ χυτρῖδες γίνονται σμύρνης, σχοίνου ἄνθους, κρόκου, βαλσάμου, ἀμώμου, κινναμώμου συνεψηθέντων· ἀφ᾿ ὧν καὶ τὸ γινόμενον τῷ οἴνῳ παραχυθὲν οὕτω μέθας ίστησιν, ὥστε καὶ τῶν ἀφροδισίων παραλύειν τὰ πνεύματα πέττον.

μνημονεύει δ᾿ αὐτῶν τῶν ῥοδιακῶν ... καὶ Ἀριστοτέλης ἐν τῷ περὶ μέθης.


Λογικά

... περὶ δὲ τῆς οὕτω λεγομένης διαλεκτικῆς Ἀριστοτέλης μὲν καὶ ἐν ἄλλοις βιβλίοις πεπραγμάτευται, μάλιστα δὲ ἐν τούτοις ἃ ἐπιγράφεται τοπικά. ...

... ἢ γυμνασίαν λέγοι ἂν τὴν εἰς ἑκάτερον μέρος ἐπιχείρησιν. ἦν δὲ σύνηθες τὸ τοιοῦτον εἶδος τῶν λόγων τοῖς ἀρχαίοις ... ἀλλὰ θέσεώς τινος προτεθείσης εἰς ταύτην γυμνάζοντες αὐτῶν τὸ πρὸς τὰς ἐπιχειρήσεις εὑρετικὸν ἐπεχείρουν κατασκευάζοντες ἢ ἀνασκευάζοντες δι᾿ ἐνδόξων τὸ κείμενον. καὶ ἔστι δὲ βιβλία τοιαῦτα Ἀριστοτέλους τε καὶ Θεοφράστου γεγραμμένα ἔχοντα τὴν εἰς τὰ ἀντικείμενα δι᾿ ἐνδόξων ἐπιχείρησιν. ...

... παραδείγματα δὲ τῆς τῶν θέσεων γυμνασίας λαβεῖν ἔστι παρά τε Ἀριστοτέλους καὶ Θεοφράστου· πολλὰ γάρ ἐστιν αὐτῶν βιβλία θέσεων ἐπιγραφόμενα. ...

... ἀμέλει φασὶν ἐν τῇ μεγάλῃ βιβλιοθήκῃ εὑρῆσθαι ἀναλυτικῶν μὲν τεσσαράκοντα βίβλους, κατηγοριῶν δὲ δύο· ἐκρίθη δὲ ὑπὸ τῶν ἐξηγητῶν κατηγοριῶν μὲν τοῦτο εἶναι γνήσιον τοῦ Ἀριστοτέλους, ἀναλυτικῶν δὲ τέσσαρα. ἐκρίθη δὲ ἔκ τε τῶν νοημάτων καὶ τῆς φράσεως καὶ τῷ ἀεὶ ἐν ταῖς ἄλλαις πραγματείαις μεμνῆσθαι τούτου τοῦ βιβλίου τὸν φιλόσοφον. ...

... εἰδέναι δὲ δεῖ ὅτι ἐν ταῖς παλαιαῖς βιβλιοθήκαις τῶν μὲν ἀναλυτικῶν μ βιβλία εὕρηνται, τῶν δὲ κατηγοριῶν δύο. ...

... γνήσιον τοίνυν ... ἀπὸ τῆς φράσεως ... καὶ ἐκ τοῦ εὐθύνας δεδωκέναι αὐτὸ τοῖς Ἀττικοῖς ἐξηγηταῖς· τεσσαράκοντα γὰρ βιβλίων εὑρεθέντων ἐν παλαιαῖς βιβλιοθήκαις τῶν ἀναλυτικῶν καὶ δύο τῶν κατηγοριῶν, τέσσαρα μόνον τῶν ἀναλυτικῶν ἐγκρίνουσι καὶ ἓν τῶν κατηγοριῶν. ...

... τὸ δὲ γνήσιον οὕτως ἀποδέδεικται ... ἀπὸ τοῦ εὐθύνας δοῦναι πᾶσι τοῖς Ἀττικισταῖς καὶ πάντας τοῦτο ἐκ β βιβλίων εὑρεθέντων τῆς αὐτῆς ὑποθέσεως γνήσιον μόνον ἐπικρῖναι, ὥσπερ ἐκ μ τὰ δ ἀναλυτικά, ὡς Ἄδραστος ἱστορεῖ. ...


Περὶ προβλημάτων

... ἐπιζητήσαι δ᾿ ἄν τις ὑπὸ τί γένος τῶν προβλημάτων ὑπαχθήσεται τὰ τοιαῦτα προβλήματα, διὰ τί ἡ λίθος ἡ μαγνῆτις λεγομένη ἕλκει τὸν σίδηρον καὶ τίς φύσις μαντικῶν ὑδάτων; δοκεῖ γὰρ μηδενὶ τῶν κειμένων ὑπάγεσθαι ταῦτα. ἢ οὐδὲ διαλεκτικὰ προβλήματα ταῦτα, περὶ δὲ τούτων ὁ λόγος καὶ τούτων αἱ διαιρέσεις ... ἀλλ᾿ ἔστι τὰ οὕτω προβαλλόμενα φυσικὰ προβλήματα, ὡς ἐν τῷ περὶ προβλημάτων εἴρηκεν· ὧν γὰρ φυσικῶν ὄντων τὰ αἴτια ἀγνοεῖται, ταῦτα φυσικὰ προβλήματα. γίνεται μέντοι καὶ φυσικῶν πέρι διαλεκτικὰ προβλήματα, ὥσπερ οὖν καὶ περὶ ἠθικῶν τε καὶ λογικῶν, ἀλλὰ τὰ μὲν ἐκείνως ἔχοντα διαλεκτικά, τὰ δὲ οὕτως φυσικά. καὶ εἴη ἂν τὰ διαλεκτικὰ προβλήματα πάντα ἀναγόμενα εἰς τὴν ζήτησιν τοῦ τε ὅτι ἔστι καὶ τοῦ εἰ ἔστιν, ἅ ἐστι δύο τῶν τεσσάρων ἃ εἶπεν ἀρχόμενος τοῦ δευτέρου τῶν ὑστέρων ἀναλυτικῶν· τὸ γὰρ διότι ἐστὶ καὶ τί ἐστιν οὐ διαλεκτικὰ προβλήματα ...


Διαιρέσεις

... ὁ μὲν οὖν ἐξηγητὴς Ἀλέξανδρος λέγει τὰς φερομένας Πλάτωνος διαιρέσεις νοθεύεσθαι ... ἰστέον δὲ ὅτι πρῶτον μὲν διαιρέσεις Πλάτωνος ὅλως ἐπιγεγραμμέναι οὐ φέρονται ...

... ἔτι τὸ κάλλιον καθ᾿ αὑτὸ καὶ τιμιώτερον καὶ ἐπαινετώτερον, κοινότερον τοῖς ὀνόμασιν νῦν χρῆται τῷ τε καλλίονι καὶ τιμιωτέρῳ καὶ τῷ ἐπαινετωτέρῳ. ἐν μὲν γὰρ τῇ τῶν ἀγαθῶν διαιρέσει τίμια μὲν τῶν ἀγαθῶν εἶπεν εἶναι τὰ ἀρχικώτερα, ὡς θεοὺς γονεῖς εὐδαιμονίαν, καλὰ δὲ καὶ ἐπαινετὰ τὰς ἀρετὰς καὶ τὰς κατ᾿ αὐτὰς ἐνεργείας, δυνάμεις δὲ οἷς ἔνεστιν εὖ καὶ κακῶς χρῆσθαι, ὠφέλιμα δὲ τὰ τούτων ποιητικὰ τῶν αὐτῶν καὶ εἰς ταῦτα συντελοῦντα. νῦν δὲ καὶ τὸ καλὸν καὶ τὸ ἐπαινετὸν καὶ τὸ τίμιον ἔοικε καὶ κατὰ τῶν ὡς δυνάμεων ἀγαθῶν φέρειν ...

... διῄρει δὲ ὁ Πλάτων, φησὶν ὁ Ἀριστοτέλης, καὶ τὰ πράγματα τοῦτον τὸν τρόπον ... ὧδε καὶ τὰ πρῶτα διῄρει κατὰ τὸν Ἀριστοτέλην. Διαίρεσις Ἀριστοτέλους. διαιρεῖται ἡ ψυχὴ εἰς τρία ...


Ὑπομνήματα λογικά

... ἀλλὰ διὰ τί, φασιν οἱ περὶ τὸν Λούκιον, τοὺς συνδέσμους παρέλιπεν, εἰ λέξεις καὶ οὗτοι σημαντικαί ... ἐπιζητοῦσι δὲ καὶ τὰ ἄρθρα ποῦ ταχθήσεται; καὶ περὶ τούτων δὲ ὁ αὐτὸς λόγος. καὶ γὰρ ταῦτα οἷον σύνδεσμοί εἰσι τὰ γένη προσσημαίνοντες τό τε ἄῤῥεν καὶ τὸ θῆλυ ἀορίστως· οὐ γὰρ τί ἐστι δηλοῦσι· διὸ καὶ ἀόριστα καλεῖται παρά τινων. ἀλλ᾿ αἱ ἀποφάσεις καὶ αἱ στερήσεις αἵ τε διάφοροι τῶν ῥημάτων ἐγκλίσεις ἐν τίνι ταχθήσονται; ἢ πρὸς τοῦτο αὐτὸς Ἀριστοτέλης ἐν τοῖς ὑπομνήμασιν ἀπεκρίνατο· καὶ γὰρ ἐν τοῖς μεθοδικοῖς καὶ ἐν τοῖς ὑπομνήμασι καὶ ἐν ταῖς διαιρέσεσι καὶ ἐν ἑτέρῳ ὑπομνήματι οὗ ἐπιγράφεται παρὰ τὴν λέξιν, ὅπερ εἰ καί τισιν οὐ δοκεῖ γνήσιον Ἀριστοτέλους ἀλλά τινός ἐστι πάντως τῶν ἀπὸ σχολῆς, ἐν τούτοις προσθεὶς τὰς κατηγορίας ἐπάγει «λέγω δὲ ταύτας σὺν ταῖς πτώσεσιν αὐτῶν» ἤτοι ἐγκλίσεσι, ταῖς τε ἀποφάσεσι καὶ ταῖς στερήσεσι καὶ τοῖς ἀορίστοις συνέταξεν αὐτῶν τὴν διδασκαλίαν. ...

... ἀλλ᾿ αἱ ἀποφάσεις, φασί, καὶ αἱ στερήσεις τά τε ἀόριστα καὶ αἱ ἐγκλίσεις καθ᾿ ἑκάστην κατηγορίαν ἐν τίνι ταχθήσονται; περὶ δὴ τούτου βέλτιον αὐτὸς Ἀριστοτέλης ἐν τοῖς ὑπομνήμασιν ἀνεδίδαξε· προθεὶς γὰρ τὰς κατηγορίας σὺν ταῖς πτώσεσιν αὐτῶν καὶ ταῖς ἀποφάσεσι καὶ τοῖς ἀορίστοις ὁμοῦ συνέταξεν αὐτῶν τὴν διδασκαλίαν, πτώσεις τὰς ἐγκλίσεις ὀνομάζων. ...


Κατηγορίαι

... ἱστορεῖ δὲ ὁ Ἄδραστος ἐν τῷ περὶ τῆς τάξεως τῶν Ἀριστοτέλους συγγραμμάτων, ὅτι φέρεται καὶ ἄλλο τῶν κατηγοριῶν βιβλίον ὡς Ἀριστοτέλους, καὶ αὐτὸ ὂν βραχὺ καὶ σύντομον τὴν λέξιν καὶ διαιρέσεσιν ὀλίγαις διαφερόμενον, ἀρχὴν δὲ ἔχον «τῶν ὄντων τὸ μέν ἐστι»· πλῆθος δὲ στίχων ἑκατέρου τὸ αὐτὸ ἀναγράφει, ὥστε τὸ βραχὺ κατὰ τὴν λέξιν εἶπεν ὡς συντόμως ἑκάστου τῶν ἐπιχειρημάτων ἐκτιθεμένου. ...

... εἰδέναι δὲ δεῖ ὅτι ἐν ταῖς παλαιαῖς βιβλιοθήκαις τῶν μὲν ἀναλυτικῶν μ βιβλία εὕρηνται, τῶν δὲ κατηγοριῶν δύο. τὸ μὲν ἕτερον εἶχε τὴν ἐπιγραφήν, οὕτως δέ φημι τὴν ἀρχήν «τῶν ὄντων τὰ μὲν ὁμώνυμα λέγεται τὰ δὲ συνώνυμα». τὸ δὲ δεύτερον, ὅπερ νῦν ἔχομεν προκείμενον, εἶχε τὴν ἐπιγραφὴν τοιαύτην «ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ ὅρος τῆς οὐσίας ἕτερος». προτετίμηται δὲ τοῦτο ὡς τάξει καὶ πράγματι πλεονεκτοῦν καὶ πανταχοῦ πατέρα τὸν Ἀριστοτέλην κηρῦττον. ...

... δύο δὲ ὡς εἴρηται βιβλίων κατηγοριῶν εὑρεθέντων σχεδὸν παραπλησίων κατὰ πάντα καὶ κατ᾿ αὐτὸ τὸ προοίμιον· ἔστι γὰρ τοῦ ἑτέρου ἡ ἀρχή «τῶν ὄντων τὰ μὲν ὁμώνυμά ἐστι τὰ δὲ συνώνυμα», ἥτις σχεδὸν ἡ αὐτή ἐστι τῷ προκειμένῳ βιβλίῳ· ἐκρίθη τοῦτο γνήσιον εἶναι τοῦ φιλοσόφου τὸ βιβλίον ὑπὸ πάντων ἐξηγητῶν. ...


Περὶ ἐναντίων, περὶ ἀντικειμένων

... ὁ τὸ τοῦ Ἀριστοτέλους περὶ ἀντικειμένων βιβλίον ἐπισκεψάμενος Ἰάμβλιχος. ...

... ἀλλ᾿ ἐπειδὴ σαφηνείας ἔτυχεν ἡ τοῦ Ἀριστοτέλους λέξις , ἴδωμεν καὶ ὅσα τῷ τόπῳ προσεξεργάζονται οἱ κλεινότεροι τῶν ἐξηγητῶν. τῶν γὰρ Στωικῶν μέγα φρονούντων ἐπὶ τῇ τῶν λογικῶν ἐξεργασίᾳ, ἔν τε τοῖς ἄλλοις καὶ ἐπὶ τῶν ἐναντίων σπουδάζουσι δεικνύναι ὅτι πάντων τὰς ἀφορμὰς ὁ Ἀριστοτέλης παρέσχεν ἐν ἑνὶ βιβλίῳ ὃ περὶ ἀντικειμένων ἐπέγραψεν, ἐν ᾧ καὶ ἀποριῶν ἐστὶ πλῆθος ἀμήχανον· ὧν ὀλίγην ἐκεῖνοι μοῖραν παρέθεντο. καὶ τὰ μὲν ἄλλα ἐν εἰσαγωγῇ παρεμβαλεῖν οὐκ εὔλογον, ὅσα δὲ συμφώνως οἱ Στωικοὶ τῷ Ἀριστοτέλει διετάξαντο, ταῦτα ῥητέον. ὅρου τοίνυν παλαιοῦ περὶ τῶν ἐναντίων καταβεβλημένου, οὗ καὶ ἔμπροσθεν ἐμνημονεύσαμεν, ὅτι ὅσα ἐστὶν ἐν τῷ γένει πλεῖστον ἀλλήλων διαφέροντα, ηὔθυνε τὸν ὅρον ὁ Ἀριστοτέλης ἐν τῷ περὶ τῶν ἀντικειμένων πολυειδῶς βασανίσας αὐτόν. καὶ γὰρ εἰ καὶ τὰ διαφέροντα ἐναντία ἐστὶν ἐπέστησε, καὶ εἰ ἡ διαφορὰ ἐναντιότης εἶναι δύναται, εἰ ἡ πᾶσα διάστασίς ἐστιν ἡ τὸ πλεῖστον διαφέρουσα, καὶ εἰ ταὐτὸν τὰ πλεῖστον ἀπέχοντα τῷ τὰ πλεῖστον διαφέροντα, τίς ἡ ἀπόστασις καὶ πῶς τοῦ πλεῖστον ἀπέχειν ἀκουστέον. ὧν ἀτόπων φανέντων προσληπτέον τι τῷ γένει, ἵνα ᾖ ὅρος τὰ πλεῖστον ἀπέχοντα ἐν τῷ αὐτῷ γένει. καὶ τίνα τούτῳ ἄτοπα ἕπεται, καὶ εἰ ἑτερότητός ἐστιν ἡ ἐναντιότης, καὶ εἰ τὰ μάλιστα ἕτερα ἐναντία, ἄλλους τε ἔθηκεν ἐλέγχους πλείονας. ... τοῦτο δὲ πολλοστὸν μέν ἐστι μέρος ὧν Ἀριστοτέλης ἐν τῷ λόγῳ τῷ περὶ τῶν ἐναντιοτήτων ἠπόρησεν. ...

... τούτοις οὖν οἱ ἀπὸ τῆς στοᾶς ἐχρήσαντο πᾶσι καὶ τοῖς ἄλλοις διορισμοῖς τοῖς περὶ τῶν ἐναντίων Ἀριστοτέλει κατὰ πόδας ἠκολούθησαν, ἐκείνου τὰς ἀφορμὰς αὐτοῖς δεδωκότος ἐν τῷ περὶ τῶν ἀντικειμένων συγγράμματι, ἃς ἐξειργάσαντο ἐν τοῖς αὑτῶν βιβλίοις ...

... τοιαύτης δὲ οὔσης τῆς Στωικῆς διδασκαλίας, ἴδωμεν πῶς αὐτὴν ἀπὸ τῆς Ἀριστοτέλους παραδόσεως παρεσπάσαντο. οὗτος γὰρ ἐν τῷ περὶ ἀντικειμένων τὴν δικαιοσύνην πρὸς τὴν ἀδικίαν ἐναντίαν λέγει· οὐ λέγεσθαι δὲ τὸν δίκαιον τῷ ἀδίκῳ ἐναντίον φησὶν ἀλλ᾿ ἐναντίως διακεῖσθαι. εἰ δὲ καὶ ταῦτα ἐναντία, φησί, διττῶς ῥηθήσεται τὸ ἐναντίον· ἢ γὰρ καθ᾿ αὑτὰ τὰ ἐναντία ῥηθήσεται, οἷον ἀρετὴ καὶ κακία, κίνησις καὶ στάσις, ἢ τῷ μετέχειν ἐναντίων, οἷον τὸ κινούμενον τῷ ἑστηκότι καὶ τὸ ἀγαθὸν τῷ κακῷ. ...

... διὸ τὴν μὲν φρόνησιν τῇ ἀφροσύνῃ φησὶν εἶναι ἐναντίον ὁ Χρύσιππος, τὸν δὲ ὅρον τῷ ὅρῳ τὴν ἐπιστήμην ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων τῇ ἀγνοίᾳ τῶν αὐτῶν οὐκέτι ὁμοειδῶς ἐναντίον εἶναί φησιν. ἐπ᾿ ἐκεῖνα δὲ ποιούμενοι τὴν ἀναφοράν, καὶ τοὺς ὅρους κατὰ συζυγίαν ἀντιτιθέασιν. ταῦτα δὲ παρὰ τῷ Ἀριστοτέλει πρώτῳ διώρισται, ἀσύνθετον μὲν μὴ ἀξιοῦντι ἐναντίον εἶναι τῷ τοῦ ἐναντίου ὅρῳ, οἷον τὴν φρόνησιν μὴ εἶναι ἐναντίον τῇ ἀγνοίᾳ τῶν ἀγαθῶν καὶ κακῶν καὶ οὐδετέρων, ἀλλ᾿ εἰ ἄρα, κατὰ συζυγίαν ὅρον ὅρῳ ἀντιτιθέναι καὶ ἐναντίους λέγειν τούτους τῷ ἐναντίων εἶναι πραγμάτων. φιλοτεχνεῖ δὲ περὶ τούτων ἐπιπλέον, ὡς λόγος ὁριστικὸς λόγῳ ἐναντίος ἐστίν, ἐὰν τῷ γένει τι ᾖ ἐναντίον ἢ ταῖς διαφοραῖς ἢ ἀμφοτέροις· οἷόν ἐστι τοῦ καλοῦ ὁρισμός, εἰ οὕτω τύχοι, συμμετρία μερῶν πρὸς ἄλληλα, τούτῳ ἐναντίον ἀσυμμετρία μερῶν πρὸς ἄλληλα. καὶ ἔστι τῷ γένει ἡ ἐναντίωσις, ἀλλαχοῦ δὲ ταῖς διαφοραῖς, οἷον λευκὸν χρῶμα διακριτικὸν ὄψεως, μέλαν δὲ χρῶμα συγκριτικόν· ἐν γὰρ τούτοις τὸ μὲν γένος τὸ αὐτό, κατὰ δὲ τὰς διαφορὰς ἐναντίωσις. εἴρηται οὖν πῶς λόγος λόγῳ ἐναντίος ἐστί· κἂν οἱ τῆς οὐσίας δὲ δηλωτικοὶ λόγοι ἐναντίοι ἔσονται. ἀλλὰ ταῦτα μὲν ἀρκούντως μέχρι τοῦδε προήχθω. ...

... αὐτὸς δὲ ὁ Ἀριστοτέλης ἐν τῷ περὶ τῶν ἀντικειμένων βιβλίῳ ἐζήτησεν, εἰ θάτερον ἀποβαλών τις μὴ ἐξ ἀνάγκης θάτερον λαμβάνῃ, ἆρά ἐστί τι τούτων ἀνὰ μέσον ἢ οὐ πάντως; ὁ γὰρ τὴν ἀληθῆ δόξαν ἀποβαλὼν οὐκ ἐξ ἀνάγκης ψευδῆ δόξαν λαμβάνει οὐδὲ ὁ ψευδῆ ἀληθῆ, ἀλλ᾿ ἐνίοτε ἐκ τῆς δόξης ταύτης ἢ εἰς τὸ μηδὲν ὅλως ὑπολαμβάνειν ἢ εἰς ἐπιστήμην μεταβάλλει, δόξης δὲ ἀληθοῦς καὶ ψευδοῦς οὐδέν ἐστιν ἀνὰ μέσον εἰ οὐκ ἄγνοια οὐδὲ ἐπιστήμη. ...

... ἀτόπως δὲ ἐκ τῶν κατὰ ἔθος στερήσεων τὰς ἐπιχειρήσεις ποιούμενος καὶ στέρησιν εἰς ἕξιν μεταβάλλειν φησίν ὁ Νικόστρατος ... ὁ δὲ Ἀριστοτέλης οὐκ ἐπὶ τῶν ἐξ ἔθους ἀλλ᾿ ἐπὶ τῶν φύσει τὴν ἕξιν καὶ τὴν στέρησιν παρέλαβεν, ἐφ᾿ ὧν καὶ κυρίως ἡ κατὰ ἕξιν καὶ στέρησιν ἀντίθεσις λέγεται. χρησώμεθα οὖν αὐτοῖς τοῖς Ἀριστοτέλους πρὸς τὸν Νικόστρατον· ἐν γὰρ τῷ περὶ τῶν ἀντικειμένων αὐτός φησιν ὡς αἱ μὲν στερήσεις τῶν κατὰ φύσιν λέγονται, αἱ δὲ τῶν ἐν ἔθει, αἱ δὲ τῶν κτημάτων, αἱ δὲ ἄλλων τινῶν, τυφλότης μὲν τῶν φύσει, γυμνότης δὲ τῶν ἐν ἔθει, ἀργυρίου δὲ στέρησις τῶν ἐν χρήσει παραγινομένων. εἰσὶ δὲ καὶ ἄλλαι στερήσεις πλείονες, καὶ ἐνίων μὲν στερήσεων οὐκ ἔστιν ἀπαλλαγή, ἐνίων δὲ ἔστιν ...ἀλλὰ τὸν μὲν πλήρη περὶ τῶν στερήσεων λόγον ἔστιν ἔκ τε τοῦ Ἀριστοτελικοῦ καὶ τοῦ Χρυσιππείου βιβλίου λαμβάνειν, τινὰ δὲ καὶ ὁ Ἰάμβλιχος παρέγραψεν ἔχοντα οὕτως· «πολλαχῶς τοῦ ἔχειν λεγομένου, ὡς ἤδη παρεδείξαμεν, ἡ στέρησις διατείνει μὲν ἐπὶ πάντα τὰ σημαινόμενα τοῦ ἔχειν, οὐκέτι μέντοι καὶ ἐπὶ πάντα τὰ ἐναντία. ἀπωλείᾳ γὰρ ἴσον ἡ στέρησις, ὥστε οὐκ ἂν τοῦ κακοῦ λέγοιτο στέρησις, ὅτι μηδὲ ἀπώλεια κακοῦ γένοιτο ἂν ἢ βλαβεροῦ ἀλλ᾿ ἀγαθοῦ ἢ χρησίμου, οὐ γὰρ ὁ νόσου ἢ πενίας ἀπαλλαγεὶς ῥηθείη ἂν ἀπεστερῆσθαι νόσου ἢ πενίας, ἀλλὰ μᾶλλον ὁ ὑγείας ἢ πλούτου ἀφαιρεθείς. ἀγαθοῦ μὲν στέρησις ἡ τυφλότης· ἀγαθὸν γὰρ ἡ ὄψις, ἀδιαφόρου δὲ ἡ γυμνότης· ἀδιάφορον γὰρ τὸ ἱμάτιον καὶ οὔτε ἀγαθὸν οὔτε κακόν. διὸ στέρησις οὐδεμία ἀγαθὸν ἀλλ᾿ ἤτοι κακὸν ἢ ἀδιάφορον. καὶ ἀγαθῶν δὲ στέρησις γένοιτο ἂν ἤτοι τῶν πάντων ἢ τῶν πλείστων. ἥκιστα δέ φησιν Ἀριστοτέλης τῶν ἐν τῇ ψυχῇ ἀγαθῶν καὶ προαιρέσεως ἐχομένων γενέσθαι στέρησιν· οὐδεὶς γὰρ λέγει δικαιοσύνης ἐστερῆσθαι, καὶ ὁ εἰπὼν ὅτι ἐπιστάμαν οὐδεὶς φέρει, ἀπὸ τῆς αὐτῆς ἐννοίας εἴρηκε. μᾶλλον οὖν πλούτου δόξης τιμῆς τῶν τοιούτων καὶ μάλιστα τῶν περὶ τὰς κτήσεις καλουμένων ἀγαθῶν εἰσιν αἱ στερήσεις. διὸ καὶ ἔλεοι καὶ οἶκτοι ἐπακολουθοῦσι ταῖς πλείσταις στερήσεσιν.» ὁ μέντοι Ἀριστοτέλης τῶν φυσικῶν στερήσεων νῦν τὴν ἀντίθεσιν πρὸς τὴν τῶν ἐναντίων παραβέβληκεν. ἀλλὰ ταῦτα μὲν ἀρκούντως. ...

... ταῦτα τοῖς περὶ τῶν ἐναντίων εἰρημένοις προστίθησι... ὅτι τῷ μὲν ἀγαθῷ κακὸν πάντως ἐναντίον, τῷ δὲ κακῷ ποτὲ μὲν ἀγαθὸν ποτὲ δὲ κακόν κ. τ. λ. ... υἐν δὲ τῷ περὶ ἀντικειμένων βιβλίῳ προσέθηκε τοῖς τρόποις τούτοις τῶν ἐναντιώσεων καὶ τὸν τῶν μήτε ἀγαθῶν μήτε κακῶν πρὸς τὰ μήτε ἀγαθὰ μήτε κακά, οὕτως λέγων τὸ λευκὸν τῷ μέλανι καὶ τὸ γλυκὺ τῷ πικρῷ καὶ τὸ ὀξὺ τῷ βαρεῖ καὶ τῇ κινήσει τὴν στάσιν ἐναντιοῦσθαι ...Νικόστρατος δὲ αἰτιᾶται ἓν μὲν ὅτι ἀτελῶς ἔχει ἡ τῶν ἐναντίων διαίρεσις· οὐ γὰρ προσέθηκεν ὅτι καὶ ἀδιάφορον ἀδιαφόρῳ ἀντίκειται. ὅπερ ἐν μὲν τῷ περὶ τῶν ἀντικειμένων βιβλίῳ προσέθηκεν εἰπὼν εἶναί τινα τρόπον ἀντιθέσεως τῶν μήτε ἀγαθῶν μήτε κακῶν πρὸς τὰ μήτε ἀγαθὰ μήτε κακά, ὡς εἴρηται πρότερον. ἀδιάφορα δὲ αὐτὰ οὐκ ἐκάλεσεν, ὡς οἶμαι, διὸ νεώτερον ἦν τὸ τοῦ ἀδιαφόρου ὄνομα παρὰ τῶν Στωικῶν τεθέν. ...


Τέχνης τῆς Θεοδέκτου συναγωγή

... Ῥητορικὰ Θεοδέκτεια. Ἀριστοτέλους ἢ Θεοδέκτου. ...

... παρειλήφαμεν δὲ ... καὶ τῶν λοιπῶν τεχνογράφων εἴ τίς τι γλαφυρὸν ὑπὲρ τῶν αὐτῶν τούτων γέγραφεν ἐν ταῖς τέχναις. περιτεύξῃ δὲ δυσὶ τούτοις βιβλίοις, ὧν τὸ μέν ἐστιν ἐμὸν ἐν ταῖς ὑπ᾿ ἐμοῦ τέχναις Θεοδέκτῃ γραφείσαις, τὸ δὲ ἕτερον Κόρακος. ...

... ἡ σύνθεσίς ἐστιν, ὥσπερ καὶ αὐτὸ δηλοῖ τοὔνομα, ποιά τις θέσις παρ᾿ ἄλληλα τῶν τοῦ λόγου μορίων, ἃ δὴ καὶ στοιχεῖά τινες τῆς λέξεως καλοῦσι. ταῦτα δὲ Θεοδέκτης μὲν καὶ Ἀριστοτέλης καὶ οἱ κατ᾿ ἐκείνους φιλοσοφήσαντες τοὺς χρόνους ἄχρι τριῶν προήγαγον ὀνόματα καὶ ῥήματα καὶ συνδέσμους πρῶτα μέρη τῆς λέξεως ποιοῦντες. οἱ δὲ μετ᾿ αὐτοὺς γενόμενοι καὶ μᾶλλον οἱ τῆς Στωικῆς αἱρέσεως ἡγεμόνες ἕως τεττάρων προὐβίβασαν χωρίσαντες ἀπὸ τῶν συνδέσμων τὰ ἄρθρα. ...

... τοῖς πρώτοις μορίοις τῆς λέξεως, ἃ δὴ στοιχεῖα ὑπό τινων καλεῖται, εἴτε τρία ταῦτ᾿ ἐστίν, ὡς Θεοδέκτῃ τε καὶ Ἀριστοτέλει δοκεῖ, ὀνόματα καὶ ῥήματα καὶ σύνδεσμοι, εἴτε πλείω. ...

... δεινότατον τῶν ἐπῶν Ὁμήρου τοῦτό φησιν Ἀριστοτέλης ἐν ᾧ πάντες φευκτιῶσι, καὶ οἰκεῖον βαρβάρων κινούμενα ὀνόματα ...

... περὶ ὕψους ὁ μὲν Ἀριστοτέλης καὶ ὁ Θεόφραστος μειλίγματά φασί τινα τῶν θρασειῶν εἶναι ταῦτα μεταφορῶν τὰ ὡσπερεὶ φάναι καὶ οἱονεὶ καὶ εἰ χρὴ τοῦτον εἰπεῖν τὸν τρόπον καὶ εἰ δεῖ παρακινδυνευτικώτερον λέξαι. ἡ γὰρ ὑποτίμησις, φασίν, ἰᾶται τὰ τολμηρά. ...

... αἱ δ᾿ ἀρεταὶ ἀρχαὶ τῶν περιόδων σχεδὸν ἐν τοῖς Θεοδεκτείοις ἐξηρίθμηνται ...

... Ὅτι ἔργον ῥήτορος, ὥς φησι Θεοδέκτης, προοιμιάσασθαι πρὸς εὔνοιαν, διηγήσασθαι πρὸς πιθανότητα, πιστώσασθαι πρὸς πειθώ, ἐπιλογίσασθαι πρὸς ὀργὴν ἢ ἔλεον. ...

... ἔργα δὲ ῥητορικῆς κατὰ Θεοδέκτην προοιμιάσασθαι πρὸς εὔνοιαν, διηγήσασθαι πρὸς πίστιν, ἀγωνίσασθαι πρὸς ἀπόδειξιν, ἀνακεφαλαιώσασθαι πρὸς ἀνάμνησιν ...

... Ἀριστοτέλης δὲ ἐν ταῖς Θεοδεκτικαῖς τέχναις φησὶν ὅτι ὁ ἐπίλογος τὸ μὲν κεφάλαιον ἔχει προτρέψασθαι τοὺς ἀκούοντας, προτρέψομεν δὲ τριχῶς, εἰς τὰ πάθη ἀνάγοντες τὰ ἑκάστῳ προτρεπτικά. ἓν μὲν οὖν ἔργον ἐπιλόγου τὸ τὰ πάθη διεγεῖραι, δεύτερον τὸ ἐπαινεῖν ἢ ψέγειν· τούτων γὰρ ἐν ἐπιλόγοις ἡ χώρα· τρίτον δὲ τὸ ἀναμιμνήσκειν τὰ εἰρημένα. οὔτε δὲ τὰ εὐμνημόνευτα οὔτε τὰ ἀπαθῆ κινητέον. ...

... τέταρτον πρὸς τούτοις συνηρίθμησεν αὑτὸν τοῖς τότε στρατεύσασι, τεχνικῶς σφόδρα τὸ ἀξιόπιστον ἑαυτῷ προσκτώμενος. ὁ γὰρ Ἀριστοτέλης φησὶ δεῖν τὸν σύμβουλον οὕτω συμβουλεύειν ὡς ἑαυτὸν μέλλοντα κοινωνεῖν τούτοις ἐφ᾿ οἷς ποιεῖται τὴν συμβουλήν· τούτοις γὰρ πείθονται μᾶλλον, οὓς ἂν ὁρῶσιν ἑτοίμους ὄντας συμμετέχειν ὧν συμβουλεύειν ἐγνώκασι. ...


Τεχνῶν συναγωγή

... Θεόδωροι δὲ γεγόνασιν εἴκοσι ... ἔνατος Βυζάντιος, ἀπὸ λόγων πολιτικῶν. δέκατος ὁμοίως, οὗ Ἀριστοτέλης μνημονεύει διὰ τῆς ἐπιτομῆς τῶν ῥητόρων. ...

... περὶ τῶν ἀρχαίων ῥητόρων, μηδεὶς δ᾿ ἀγνοεῖν ὑπολάβῃ μηδ᾿ ὅτι Ἀφαρεὺς ὁ πρόγονός τε καὶ εἰσποίητος Ἰσοκράτει γενόμενος ἐν τῷ πρὸς Μεγακλείδην περὶ τῆς ἀντιδόσεως λόγῳ διορίζεται μηδεμίαν ὑπὸ τοῦ πατρὸς ὑπόθεσιν εἰς δικαστήριον γεγράφθαι, μηδ᾿ ὅτι δέσμας πάνυ πολλὰς δικανικῶν λόγων Ἰσοκρατείων περιφέρεσθαί φησιν ὑπὸ τῶν βιβλιοπωλῶν Ἀριστοτέλης. ἐπίσταμαι γὰρ ταῦτα ὑπὸ τῶν ἀνδρῶν ἐκείνων λεγόμενα καὶ οὔτ᾿ Ἀριστοτέλει πείθομαι ῥυπαίνειν τὸν ἄνδρα βουλομένῳ οὔτ᾿ Ἀφαρεῖ τούτου γ᾿ ἕνεκα λόγον εὐπρεπῆ πλαττομένῳ συντίθεμαι. ἱκανὸν δὲ ἡγησάμενος εἶναι τῆς ἀληθείας βεβαιωτὴν τὸν Ἀθηναῖον Κηφισόδωρον, ὃς καὶ συνεβίωσεν Ἰσοκράτει καὶ γνησιώτατος ἀκουστὴς ἐγένετο καὶ τὴν ἀπολογίαν τὴν πάνυ θαυμαστὴν ἐν ταῖς πρὸς Ἀριστοτέλην ἀντιγραφαῖς ἐποιήσατο, πιστεύω γεγράφθαι λόγους τινὰς ὑπὸ τοῦ ἀνδρὸς εἰς δικαστήρια, οὐ μέντοι πολλούς. ...

... λέγεται δ᾿ ὡς ὅτι καὶ τέχνην ῥητορικὴν ἔγραψε, τῷ δὲ χρόνῳ ἔτυχεν αὐτὴν ἀπολέσθαι. ἐρεῖ δέ τις, καὶ πόθεν δῆλον ὅτι τοῦτο οὕτως ἔχει; λέγομεν ὡς ὅτι Ἀριστοτέλης ὁ φιλόσοφος συναγαγὼν τέχνας ῥητορικὰς ἐμνήσθη καὶ ταύτης. ...


Ὁμηρικὰ ζητήματα

... διὰ τί ὁ Ἀγαμέμνων ἀποπειρᾶται τῶν Ἀχαιῶν; καὶ οὕτως ἔπραξεν ὥστε ὀλίγου τὰ ἐναντία συμβῆναι ἢ ἐβουλεύετο, καὶ τὸ κώλυμα ἀπὸ μηχανῆς· ἡ γὰρ Ἀθηνᾶ ἐκώλυσεν. ἔστι δὲ ἀποίητον τὸ μηχάνημα λύειν ἄλλως εἰ μὴ ἐξ αὐτοῦ τοῦ μύθου. φησὶ δὲ ὁ Ἀριστοτέλης ποιητικὸν μὲν εἶναι τὸ μιμεῖσθαι τὰ εἰωθότα γίνεσθαι καὶ ποιητῶν μᾶλλον τὸ κινδύνους παρεισάγειν. ...

... ἀπὸ δὲ χλαῖναν βάλε, ἀπρεπὲς εἶναι δοκεῖ τὴν χλαῖναν ἀποβαλόντα μονοχίτωνα θεῖν τὸν Ὀδυσσέα διὰ τοῦ στρατοπέδου καὶ μάλιστα οἷος Ὀδυσσεὺς εἶναι ὑπείληπται. φησὶ δ᾿ Ἀριστοτέλης, ἵνα διὰ τοῦτο θαυμάζων ὁ ὄχλος ἐπιστρέφηται καὶ ἐξικνῆται ἡ φωνὴ ὡς ἐπὶ μείζονα, ἄλλου ἄλλοθεν συνιόντος· οἷον καὶ Σόλων λέγεται πεποιηκέναι, ὅτε συνῆγε τὸν ὄχλον περὶ Σαλαμῖνος. ...

... θαυμάσαι δ᾿ ἄν τις, φησὶν Ἀριστοτέλης, ὅτι οὐδαμοῦ τῆς Ἰλιάδος Ὅμηρος ἐποίησε Μενελάῳ συγκοιμωμένην παλλακίδα πᾶσι δοὺς γυναῖκας. κοιμῶνται γοῦν παρ᾿ αὐτῷ καὶ οἱ γέροντες μετὰ γυναικῶν, Νέστωρ καὶ Φοίνιξ. οὐ γὰρ ἦσαν οὗτοι ἐκλελυμένοι τοῖς σώμασιν ἐν τοῖς τῆς νεότητος χρόνοις ἢ διὰ μέθης ἢ δι᾿ ἀφροδισίων ἢ καὶ διὰ τῆς ἐν ταῖς ἀδηφαγίαις ἀπεψίας, ὥστε εἰκότως ἔῤῥωνται τῷ γήρᾳ. ἔοικεν οὖν ὁ Σπαρτιάτης αἰδεῖσθαι γαμετὴν οὖσαν τὴν Ἑλένην, ὑπὲρ ἧς καὶ τὴν στρατιὰν ἤθροισε· διόπερ φυλάττεται τὴν πρὸς ἄλλην κοινωνίαν. ὁ δ᾿ Ἀγαμέμνων ὡς πολυγύναιος ὑπὸ Θερσίτου λοιδορεῖται «πλεῖαί τοι χαλκοῦ κλισίαι, πολλαὶ δὲ γυναῖκες εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι, ἅς τοι Ἀχαιοὶ πρωτίστῳ δίδομεν» ἀλλ᾿ οὐκ εἰκός, φησὶν ὁ Ἀριστοτέλης, εἰς χρῆσιν εἶναι τὸ πλῆθος τῶν γυναικῶν, ἀλλ᾿ εἰς γέρας· ἐπεὶ οὐδὲ τὸν πολὺν οἶνον εἰς τὸ μεθύειν παρεσκευάσατο. ἡμεῖς δ᾿ ἀμφὶ περὶ κρήνην ἱεροὺς κατὰ βωμούς, μέχρι τοῦ, τῷ δεκάτῳ δὲ πόλιν αἱρήσομεν εὐρυάγυιαν περὶ τούτων τῶν ἐπῶν ἠπόρησεν ὁ Ἀριστοτέλης τοιαῦτα· διὰ τί ὁ Κάλχας εἰ μὲν οὐδὲν ἦν τέρας τὸ γινόμενον, ἐξηγεῖται ὡς τέρας; τί γὰρ ἄτοπον ὑπὸ ὄφεως στρουθοὺς κατέδεσθαι ἢ τούτους ὀκτὼ εἶναι; περὶ δὲ τοῦ λίθον γενέσθαι οὐδὲν λέγει, ὃ ἦν μέγα. εἰ μὴ ἄρα εἰς τὸν ἀπόπλουν ἐσήμαινεν, ὥς τινές φασιν, οὐκ ἔδει δὲ ἀναμνῆσαι· εἰκὸς γὰρ ἦν ὑπολαβεῖν καὶ εἰ μή τις ἔλεγε. καὶ εἰ τότε ἀξίως ἔλεξε τοῦτο, ὅτι οὐδὲ ἀπέδωκεν τὰ ἔτη τὸ τέρας· ἐνάτη γὰρ ἦν ἡ μήτηρ, δεκάτῳ δὲ τὸ Ἴλιον ἥλω. φησὶν οὖν μὴ εἰς τὸν νόστον εἰρῆσθαι τὰ περὶ τῆς ἀπολιθώσεως τοῦ δράκοντος, διὸ οὐδ᾿ ἐποίησε λέγοντα· οὔτε γὰρ πάντες ἐγένοντο ἄνοστοι, γελοῖός τ᾿ ἂν ἦν οὐκ ἀποτρέπων τοῦ πλοῦ ἀλλὰ πλεῖν προτρεπόμενος οὓς ἐδήλου τὰ σημεῖα μὴ ἐπανήξειν. μή ποτ᾿ οὖν, φησί, τὸ σημεῖον τὸ λίθον γενέσθαι βραδυτῆτος σημεῖον ἦν, ὅπερ ἤδη καὶ ἐγεγόνει, καὶ οὐκέτ᾿ ἦν φοβερόν. ἐλήφθη δὲ ἐν ἔτεσιν ἐννέα· τοῦ δεκάτου γὰρ ἔτους ἀρχομένου ἐγένετο, ἀριθμεῖ δὲ τὰ ὁλόκληρα ἔτη, ὥστε συνᾴδει ὀρθῶς ὁ ἀριθμὸς τῶν ἀπολωλότων καὶ τῶν ἐτῶν. ...

... ἡ δὲ τοῦ δράκοντος ἀπολίθωσις κατὰ μὲν Ἀριστοτέλην τὴν βραδυτῆτα ἐδήλου καὶ τὸ σκληρὸν τοῦ πολέμου, κατὰ δὲ ἄλλους τὴν τῆς πόλεως ἐρήμωσιν ...

... Κρήτην ἑκατόμπολιν διὰ τί ἐνταῦθα μὲν πεποίηκεν «ἄλλοι θ᾿ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο», ἐν δὲ τῇ Ὀδυσσείᾳ τ,εἰπὼν ὅτι ἔστιν ἡ Κρήτη καλὴ καὶ πίειρα καὶ περίῤῥυτος, ἐπάγει «ἐν δ᾿ ἄνθρωποι πολλοὶ ἀπειρέσιοι καὶ ἐνενήκοντα πόληες»; τὸ γὰρ ποτὲ μὲν ἐνενήκοντα ποτὲ δὲ ἑκατὸν λέγειν δοκεῖ ἐναντίον εἶναι. ... Ἀριστοτέλης δὲ οὐκ ἄτοπόν φησιν, εἰ μὴ πάντες τὰ αὐτὰ λέγοντες πεποίηνται αὐτῷ· οὕτως γὰρ καὶ ἀλλήλοις τὰ αὐτὰ παντελῶς λέγειν ὤφειλον. ...

... δοιὼ δ᾿ οὐ δύναμαι, διὰ τί τὴν Ἑλένην πεποίηκεν ἀγνοοῦσαν περὶ τῶν ἀδελφῶν ὅτι οὐ παρῆσαν, δεκαετοῦς τοῦ πολέμου ὄντος καὶ αἰχμαλώτων πολλῶν γινομένων· ἄλογον γάρ. ἔτι δὲ καὶ εἰ ἠγνόει, ἀλλ᾿ οὐκ ἦν ἀναγκαῖον μνησθῆναι τούτων οὐκ ἐρωτηθεῖσαν ὑπὸ τοῦ Πριάμου περὶ αὐτῶν· οὐδὲ γὰρ πρὸς τὴν ποίησιν πρὸ ἔργου ἦν ἡ τούτων μνήμη. φησὶ μὲν οὖν Ἀριστοτέλης· ἴσως ὑπὸ τοῦ Ἀλεξάνδρου ἐντυγχάνειν ἐφυλάττετο τοῖς αἰχμαλώτοις· ἢ ὅπως τὸ ἦθος βελτίων φανῇ καὶ μὴ πολυπραγμονοῦσα, οὐδὲ τοὺς ἀδελφοὺς ᾔδει ὅπου εἰσί. ...

... διὰ τί βουλόμενος ἐπιορκῆσαι τοὺς Τρῶας ὁ ποιητής, ἵνα εὐλόγως ἀπόλωνται, οὐδαμοῦ πεποίηκεν ἐπιορκοῦντας, ἀλλ᾿ οἴεται; ὁ γὰρ ὅρκος ἦν, εἰ Ἀλέξανδρον ἀποκτείνειεν ὁ Μενέλαος, ἀποδοθῆναι τὴν Ἑλένην· οὐκ ἀναιρεθέντος δὲ οὐδαμοῦ ἠδίκουν μὴ ἀποδιδόντες οὐδ᾿ ἐπιώρκησαν. φησὶ δ᾿ Ἀριστοτέλης ὅτι οὐδ᾿ ὁ ποιητὴς λέγει ὡς ἐπιώρκησαν, καθάπερ ἐπ᾿ ἄλλων «ὣς φάτο καί ῥ᾿ ἐπίορκον ὤμοσεν», ἀλλ᾿ ὅτι κατάρατοι ἦσαν· αὐτοὶ γὰρ ἑαυτοῖς κατηράσαντο εἰπόντες «Ζεῦ κύδιστε μέγιστε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧδέ σφ᾿ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος». οὐκ ἐπιώρκησαν μὲν οὖν, ἐκακούργησαν δὲ καὶ ἔβλαψαν τοὺς ὅρκους· ἐπάρατοι οὖν ἦσαν. ταῦτά τοι καὶ Ἥρα πειρᾶται ἐξ αὐτῶν ὧν κατηράσαντο γενέσθαι αὐτοῖς τὴν βλάβην· εὐξαμένων γὰρ ἐκείνων «ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧδέ σφ᾿ ἐγκέφαλος χαμάδις ῥέοι ὡς ὅδε οἶνος» ἡ Ἥρα αὐτὸ τοῦτο παρακελεύεται τῇ Ἀθηνᾷ «ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν, πειρᾶν δ᾿ ὥς κεν Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι». τὸ δὲ βλάψαι οὐκ ἔστιν ἐπιορκῆσαι. ...

... ἠέλιός θ᾿ ὃς πάντ᾿ ἐφορᾷς, διὰ τί τὸν ἥλιον πάντα ἐφορᾶν καὶ πάντα ἐπακούειν εἰπών, ἐπὶ τῶν ἑαυτοῦ βοῶν ἀγγέλου δεόμενον ἐποίησεν «ὠκέα δ᾿ ἠελίῳ ὑπερίονι ἄγγελος ἦλθε Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταν ἑταῖροι». λύων δ᾿ Ἀριστοτέλης φησίν, ἤτοι ὅτι πάντα μὲν ὁρᾷ ἥλιος ἀλλ᾿ οὐχὶ ἅμα, ἢ ὅτι τῷ ἡλίῳ ἦν τὸ ἐξαγγεῖλαν ἡ Λαμπετία ὥσπερ τῷ ἀνθρώπῳ ἡ ὄψις· ἢ ὅτι, φησίν, ἁρμόττον ἦν εἰπεῖν οὕτως τόν τε Ἀγαμέμνονα ὁρκίζοντα ἐν τῇ μονομαχίᾳ «ἠέλιός θ᾿ ὃς πάντ᾿ ἐφορᾷς καὶ πάντ᾿ ἐπακούεις» καὶ τὸν Ὀδυσσέα πρὸς τοὺς ἑταίρους λέγοντα· οὐ γὰρ δὴ καὶ τὰ ἐν ᾅδου ὁρᾷ. ...

... διὰ τί τὸν Ἀλέξανδρον πεποίηκεν οὕτως ἄθλιον ὥστε μὴ μόνον ἡττηθῆναι μονομαχοῦντα, ἀλλὰ καὶ φυγεῖν καὶ ἀφροδισίων μεμνημένον εὐθὺς καὶ ἐρᾶν μάλιστα τότε φάσκοντα καὶ οὕτως ἀσώτως διακεῖσθαι; Ἀριστοτέλης μέν φησιν εἰκότως· ἐρωτικῶς μὲν γὰρ καὶ πρότερον διέκειτο, ἐπέτεινε δὲ τότε. πάντες γάρ, ὅτε μὴ ἐξῇ ἢ φοβῶνται μὴ οὐχ ἕξουσι, τότε ἐρῶσι μάλιστα. διὸ καὶ νουθετούμενοι ἐπιτείνουσι μᾶλλον· ἐκείνῳ δὲ ἡ μάχη τοῦτο ἐποίησεν. ...

... διὰ τί ἡ Ἀθηνᾶ εἰς σύγχυσιν τῶν ὅρκων οὐ τῶν Τρώων τινὰ ἐπελέξατο ἀλλὰ τῶν ἐπικούρων; καίτοι κεχαρισμένος ἄν τις ἐγένετο Ἀλεξάνδρῳ μᾶλλον εἰ τῶν οἰκείων ἦν. καὶ διὰ τί τῶν ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο; φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι τῶν μὲν Τρώων οὐδένα, διότι πάντες αὐτὸν ἐμίσουν, ὡς ὁ ποιητής φησιν «ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κῆρι μελαίνῃ»· τῶν δὲ ἐπικούρων τὸν Πάνδαρον ἐπελέξατο ὡς φιλοχρήματον· σημεῖον δὲ ἡ ἐν τῷ οἴκῳ αὐτοῦ τῶν ἵππων κατάλειψις ἵνα μὴ δαπανᾷ καὶ ὅτι φύσει ἐπίορκος ἦν· τὸ γοῦν ἔθνος ἔτι καὶ νῦν δοκεῖ εἶναι ὅθεν ἐκεῖνος ἦν ἐπίορκον. ... ἄπιστοι γὰρ Λυκάονες, ὡς καὶ Ἀριστοτέλης μαρτυρεῖ. ...

... ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφιν, διὰ τί τὴν τάξιν ταύτην ἐποίησεν, ἱππῆας μὲν πρῶτον, πεζοὺς δ᾿ ἐξόπισθε, κακοὺς δ᾿ ἐς μέσον; ἄτοπον γὰρ τὸ τοὺς ἱππέας πρὸ τῆς φάλαγγος ποιῆσαι καὶ τούτων μεταξὺ τοὺς φαύλους. λύει δ᾿ Ἀριστοτέλης· ἢ οὐ πρὸ τῆς φάλαγγος λέγει τοὺς ἱππεῖς, φησίν, ἀλλ᾿ ἐπὶ τοῖς κέρασιν, καὶ οὕτως πρῶτοι εἶεν ἄν. τοὺς δὲ κακοὺς οὐ τόπῳ διορίζει, ἀλλ᾿ ἐναλλὰξ μεταξὺ ἀνδρείου τὸν ἀσθενέστερον, πεζοὺς δ᾿ ἐξόπισθεν τῶν ἱππέων, ὥστε τὰ μὲν κέρατα κρατεῖν τοὺς ἱππέας, μετὰ δὲ τούτους τοὺς πεζούς, πανταχοῦ δὲ μεταξὺ τῶν ἀνδρείων ἱππέων τε καὶ πεζῶν τετάχθαι τοὺς κακοὺς ἤτοι ἱππέας τε καὶ πεζούς. ...

... ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου, διὰ τί ποτὲ μέν φησι τὴν κεφαλὴν τῆς Γοργόνος ἐν ᾅδου εἶναι λέγων «μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου ἐξ ᾅδου πέμψειε», ποτὲ δὲ τὴν Ἀθηνᾶν ἔχειν ἐν τῇ αἰγίδι λέγων «βάλετ᾿ αἰγίδα θυσσανόεσσαν» καὶ ἐπάγει «ἐν δ᾿ ἔρις, ἐν δ᾿ ἀλκή, ἐν δὲ κρυόεσσα ἰωκή, ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου»; φησὶ δ᾿ Ἀριστοτέλης ὅτι μήποτε ἐν τῇ ἀσπίδι οὐκ αὐτὴν εἶχε τὴν κεφαλὴν τῆς Γοργόνος, ὥσπερ οὐδὲ τὴν Ἔριν οὐδὲ τὴν κρυόεσσαν Ἰωκήν, ἀλλὰ τὸ ἐκ τῆς Γοργόνος γιγνόμενον τοῖς ἐνορῶσι πάθος καταπληκτικόν. ...

... αἱ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθ᾿ ὁμοῖαι, ... καλῶς τῶν βουλομένων λαθεῖν τὰ ἴχνη περιστεραῖς εἴκασεν· ἀφανῆ γὰρ αὐτῶν τὰ ἴχνη, ὡς Ἀριστοτέλης. ...

... ἔνθ᾿ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς, ... διὰ τί ὁ μὲν Γλαῦκος προήχθη εἰς φιλοτιμίαν τοῦ ἀλλάσσειν τὰ ὅπλα χρυσᾶ ὄντα πρὸς Διομήδη, ὁ δὲ ποιητὴς ἐπιτιμᾷ ὡς οὐ δέον οὐδ᾿ εἰ φίλος εἴη προίεσθαι πλείονος ἄξιον; ... ὁ ποιητὴς δέ, φησὶν Ἀριστοτέλης, οὐχ ὅτι τὰ πλείονος ἄξια ὄντα προήκατο ἐπιτιμᾷ, ἀλλ᾿ ὅτι ἐν πολέμῳ καὶ χρώμενος προίετο, οὐδὲν γὰρ ἀλλοιότερον, ὥσπερ ἂν εἰ ἀπέβαλε τὰ ὅπλα. ἐπιτιμᾷ οὖν ὅτι κρείττω προίετο οὐκ εἰς τιμὴν ἀλλ᾿ εἰς χρῆσιν· ἀναγκαῖον δὲ τοῦτο δηλῶσαι εἰπόντα τὴν ἀξίαν. ...

... διὰ τί προκαλουμένου Ἕκτορος εἰς μονομαχίαν οἱ μὲν ἄλλοι ἄριστοι αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ᾿ ὑποδέχθαι, Μενέλαος δὲ πρῶτος ἀνίσταται καὶ μεμψάμενος τοὺς ἄλλους κατεδύσατο τεύχεα καλά, μάχεσθαι προθυμούμενος· ὅτε δὲ προτραπέντες οἱ ἐννέα ἀνίσταντο, οὐδαμοῦ αὐτὸς ἐν τούτοις εὑρίσκεται, ἀλλ᾿ Ἀγαμέμνων καὶ Διομήδης καὶ οἱ Αἴαντες καὶ Ἰδομενεὺς καὶ Μηριόνης καὶ Εὐρύπυλος καὶ Θόας καὶ Ὀδυσσεύς; φησὶ δὲ ὁ Ἀριστοτέλης ὅτι ἅπαξ ἀκούσας «μηδ᾿ ἔθελ᾿ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι Ἕκτορι» οὐκ ἔμελλεν αὖθις ἀνίστασθαι, καὶ ὅτι τὸ πρότερον ἐκ φιλονεικίας ἡ ἀνάστασις, καὶ ὅτι ἤδη μονομαχήσας ἐτύγχανεν Ἀλεξάνδρῳ καὶ οὐ καλῶς ἀπαλλάξας, καὶ νεωστὶ ἐτέτρωτο ὑπὸ Πανδάρου, καὶ ὅτι ἀποκινδυνεύειν τοῦτον οὐκ ἐχρῆν ἐν ᾧ τὸ τέλος ἤρτητο τοῦ πολέμου· ἐπὶ γὰρ Ἀλεξάνδρου ἴσον ἦν τὸ τοῦ κινδύνου. ...

... διὰ τί ὁ Αἴας τῷ Ἕκτορι δεδήλωκε τὴν τοῦ Ἀχιλλέως μῆνιν; οὐδεμία γὰρ ἀνάγκη ἦν οὐδὲ φρονίμου ἀνδρὸς τὰ παρ᾿ αὑτοῦ κακὰ τοῖς πολεμίοις ἐξαγγέλλειν. ἢ ὅτι ... Ἀριστοτέλης δέ, ἵνα μὴ οἴηται τὸν Ἀχιλλέα ἀποδεδειλιακέναι, ἀλλὰ κἀκεῖνον καὶ ἄλλους αὐτοῦ εἶναι κρείττους. ...

... διὰ τί λέγοντα ποιεῖ ἐν δήμῳ «ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες» τοὺς ἡγήτορας καὶ βασιλεῖς προσφωνῶν καίπερ πάντων παρόντων; φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι ὁ μὲν δῆμος μόνου τοῦ ἀκοῦσαι κύριος, οἱ δὲ ἡγεμόνες καὶ τοῦ πρᾶξαι. ...

... ἠπόρησεν Ἀριστοτέλης διὰ τί ἔξω τοῦ τείχους ἐποίησε τοὺς ἀριστέας βουλευομένους ἐν νυκτηγορίᾳ, ἐξὸν ἐντὸς τοῦ τείχους ἐν ἀσφαλεῖ. καί φησι· πρῶτον μὲν οὖν οὐκ εἰκὸς ἦν ἀποκινδυνεύειν τοὺς Τρῶας οὔτ᾿ ἐπιτίθεσθαι νύκτωρ· οὐ γὰρ τῶν εὐτυχούντων ἦν ἀποκινδυνεύειν. ἔπειτα ἐν ἐρημίᾳ καθ᾿ ἡσυχίαν βουλεύεσθαι περὶ τῶν τηλικούτων ἔθος. ἄτοπον δ᾿ ἂν ἦν, εἰ ἠξίουν μὲν πορευθῆναί τινας εἰς τοὺς Τρῶας, αὐτοὶ δὲ οὐδὲ μικρὸν προελθεῖν ἐτόλμων. ἔπειτα στρατηγῶν ἂν εἴη τὸ φυλάσσεσθαι τοὺς νυκτερινοὺς θορύβους, τὸ δ᾿ ἐν τῷ στρατεύματι νυκτὸς συνιόντας βουλεύεσθαι, νεωτερισμοῦ ὑποψίαν παρασχόν, φόβον ἂν ἐνεποίει. ...

... ὄρθ᾿ ἐπὶ σαυρωτῆρος ἐλήλατο, φαύλη δοκεῖ εἶναι ἡ τῶν δοράτων ἐπὶ σαυρωτῆρας στάσις· καὶ δὴ πανταχοῦ θόρυβον ἤδη πεποίηκε νύκτωρ ἓν μόνον πεσόν. λύει δ᾿ Ἀριστοτέλης λέγων ὅτι τοιαῦτα ἀεὶ ποιεῖ Ὅμηρος, οἷα ἦν τότε. ἦν δὲ τοιαῦτα τὰ παλαιά, οἷάπερ καὶ νῦν ἐν τοῖς βαρβάροις· πολλοὶ δὲ οὕτω χρῶνται τῶν βαρβάρων. ...

... αὐτίκα τῶν παλαιῶν ζητημάτων ὡμολόγηται εἶναι τὸ τοιοῦτο, ἐν οἷς φησιν «ἄστρα δὲ δὴ προβέβηκε, παρῴχηκεν δὲ πλέον νὺξ τῶν δύο μοιράων, τριτάτη δ᾿ ἔτι μοῖρα λέλειπται». πῶς γὰρ εἰ αἱ δύο μοῖραι ἐξήκουσιν αὐταί τε καὶ ἔτι τούτων πλέον, ἡ τριτάτη μοῖρα λέλειπται ἀλλ᾿ οὐχὶ τῆς τρίτης μόριον ... Ἀριστοτέλης δὲ οὕτως ἀξιοῖ λύειν ἐν οἷς φησιν· ἡ εἰς δύο διαίρεσις εἰς ἴσας δύναται γενέσθαι ἐν τούτοις· ἐπεὶ δὲ τὸ πλέον τοῦ ἡμίσεος ἀόριστόν ἐστιν, ὅταν τοσοῦτον αὐξηθῇ ὡς τοῦ ὅλου τρίτον ἀπολείπεσθαι, ἀκριβοῦς ἂν εἴη τὸ ἀφορίσαι τοῦτο καὶ δηλῶσαι ὅσον ἐστὶ τὸ καταλειφθέν, ἵνα ὅσον ηὐξήθη τοῦ ὅλου τὸ ἥμισυ δῆλον γένηται. οἷον τῶν ϛ ἥμισυ τὰ γ. εἴπερ διαιρεθείη τὰ ϛ εἰς β ἴσα, ἔσται γ. ἐὰν τὸ ἕτερον μέρος αὐξηθῇ, ἄδηλον πότερον μορίῳ ἀριθμοῦ ἢ ὅλῃ μονάδι. ἐὰν οὖν ὅλῃ μονάδι πλέον γένηται, τὸ μέρος τὸ ὑπολειπόμενον τρίτον ἔσται τοῦ ὅλου, ὥστε καὶ ὁ εἰπὼν τῶν δύο μερῶν θάτερον πλέον γενόμενον καταλέλοιπε τριτάτην μοῖραν, δεδήλωκεν ὅτι ἐν αὐξήσει τὸ πλέον μονάδι γέγονε, τεσσάρων γεγονότων τῶν τριῶν καὶ δύο ὑπολειπομένων, ὅπερ ἦν τῶν ἓξ τὸ τρίτον. ἐπεὶ οὖν καὶ τῆς νυκτὸς αἱ δώδεκα μοῖραι εἰς δύο ἴσας μερίδας μερίζεσθαι δύνανται εἰς ἕξ, ηὐξήθη δὲ καὶ πλέον γεγονὸς θάτερον μέρος, ἄδηλον δὲ τὸ πόσαις ὥραις· καὶ γὰρ μιᾷ καὶ δύο καὶ τρισὶ καὶ πλείοσιν ἡ αὔξησις δύναται γίνεσθαι· ἀφορίζων ὁ ποιητὴς τὸ ἀόριστον τοῦ πλείονος πόσον ἦν καὶ ὅτι β ὥραις ηὐξήθη, ἐπήγαγεν ὅτι τριτάτη μοῖρα λέλειπται, ὡς ὀκτὼ μὲν γενέσθαι τὰς παρῳχηκυίας ὥρας, καταλείπεσθαι δὲ τέσσαρας, αἵπερ εἰσὶ τοῦ ὅλου τρίτον. ...

... καὶ μὴν τόγε ναύσταθμον τὸ νῦν ἔτι λεγόμενον πλησίον οὕτως ἐστὶ τῆς νῦν πόλεως, ὥστε θαυμάζειν εἰκότως ἄν τινα τῶν μὲν τῆς ἀπονοίας τῶν δὲ τοὐναντίον τῆς ἀψυχίας, ἀπονοίας μέν, εἰ τοσοῦτον χρόνον ἀτείχιστον αὐτὸ εἶχον, πλησίον οὔσης τῆς πόλεως καὶ τοσούτου πλήθους τοῦ τ᾿ ἐν αὐτῇ καὶ τοῦ ἐπικουρικοῦ· νεωστὶ γὰρ γεγονέναι φησὶ τὸ τεῖχοςἢ οὐδ᾿ ἐγένετο, ὁ δὲ πλάσας ποιητὴς ἠφάνισεν, ὡς Ἀριστοτέλης φησίνἀψυχίας δέ, εἰ γενομένου τοῦ τείχους ἐτειχομάχουν καὶ εἰσέπεσον εἰς αὐτὸ τὸ ναύσταθμον καὶ προσεμάχοντο ταῖς ναυσίν, ἀτείχιστον δὲ ἔχοντες οὐκ ἐθάῤῥουν προσιόντες πολιορκεῖν μικροῦ τοῦ διαστήματος ὄντος. ...

... εἰ δ᾿ ἄγε νῦν μοι ὄμοσσον, διὰ τί ἡ Ἥρα ὀμόσαι προάγει τὸν Δία; ἢ δῆλον ὡς οὐ ποιοῦντα ἃ ἂν φῇ. εἰ δὲ τοῦτο, διὰ τί οὐ κατανεῦσαι ἀλλὰ καὶ ὀμόσαι ἠξίωσεν, ὡς καὶ ψευδομένου ἂν μὴ ὀμόσῃ; ὁ δὲ ποιητής φησιν ἀληθεύειν «ὅ τι κεν κεφαλῇ κατανεύσῃ». τὸ μὲν οὖν ὅλον μυθῶδες· καὶ γὰρ οὐδ᾿ ἀφ᾿ ἑαυτοῦ ταῦτά φησιν Ὅμηρος οὐδὲ γινόμενα εἰσάγει, ἀλλ᾿ ὡς διαδεδομένων περὶ τὴν Ἡρακλέους γένεσιν μέμνηται. ῥητέον δὲ ὅτι καὶ ὁ μῦθος εἰκότως εἰσάγει τὴν Ἥραν ὁρκοῦσαν τὸν Δία· πάντες γὰρ περὶ ὧν φοβοῦνται μὴ ἄλλως ἀποβῇ, πολὺ τῷ ἀσφαλεῖ προέχειν πειρῶνται· διὸ καὶ ἡ Ἥρα ἅτε οὐ περὶ μικρῶν ἀγωνιζομένη καὶ τὸν Δία εἰδυῖα ὅτι αἰσθόμενος τὸν Ἡρακλέα δουλεύοντα ὑπεραγανακτήσει, τῇ ἰσχυροτάτῃ ἀνάγκῃ κατέλαβεν αὐτόν. οὕτως Ἀριστοτέλης. ...

... Πορφυρίου. διὰ τί ὁ Ἀχιλλεὺς ἐν τῷ τετάρτῳ ἀγῶνι πλεῖστον ἀποδίδωσιν ἆθλον· τὰ γὰρ δύο τάλαντα τοῦ χρυσοῦ πλεῖον ἵππου καὶ γυναικός. ὅτι δὲ οὐκ ὀλίγον ἦν, σημεῖον ὅτι ἐν λιταῖς προτίθησι δέκα τάλαντα χρυσοῦ πρὸς πολλῇ προικί. λύων οὖν ὁ Ἀριστοτέλης τὸ τάλαντον οὔτε ἴσον φησὶ τότε καὶ νῦν εἶναι οὔτε ἀφωρισμένῳ χρῆσθαι σταθμῷ, ἀλλὰ μέτρον τι μόνον εἶναι. ...

... ἀτάλαντος Ἄρηι ... λύων ὁ Ἀριστοτέλης τὸ τάλαντον ... τῷ δὲ τετάρτῳ θῆκε δύο χρύσοιο τάλαντα, πῶς τῷ τετάρτῳ πάντων μεῖζον δίδωσι; φησὶν οὖν ὁ Ἀριστοτέλης μὴ εἶναι τὸ τάλαντον ὡρισμένον ποσόν, ἀλλὰ καὶ ἐπὶ ἥσσονος καὶ μείζονος λαμβάνεσθαι· νῦν μὲν γὰρ ὡς ἧττον ἵππου λαμβάνεται, ἐν δὲ ταῖς λιταῖς ὡς μεῖζον. ...

... οἱ δὲ παῖδες ἂν ὀρθῶς ἐκτρέφωνται τοῖς ποιήμασιν, καὶ ἀπὸ τῶν φαύλους καὶ ἀτόπους ὑποψίας ἐχόντων ἕλκειν τι χρήσιμον ἁμωσγέπως μαθήσονται καὶ ὠφέλιμον. αὐτίκα γοῦν ὕποπτός ἐστιν ὁ Ἀγαμέμνων ὡς διὰ δωροδοκίαν ἀφεὶς τῆς στρατείας τὸν πλούσιον ἐκεῖνον Ἐχέπωλον τὸν τὴν Αἴθην χαρισάμενον αὐτῷ «δῶρ᾿, ἵνα μή οἱ ἕποιθ᾿ ὑπὸ Ἴλιον ἠνεμόεσσαν ἀλλ᾿ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκεν Ζεὺς ἄφενος». ὀρθῶς δέ γε ἐποίησεν, ὡς Ἀριστοτέλης φησίν, ἵππον ἀγαθὴν ἀνθρώπου τοιούτου προτιμήσας. ...

... διὰ τί ὁ Ἀχιλλεὺς τὸν Ἕκτορα εἷλκε περὶ τὸν τάφον τοῦ Πατρόκλου παρὰ τὰ νενομισμένα ποιῶν εἰς τὸν νεκρόν; ἢ παρανομοῦσι τὰ αὐτὰ οὐχ οἱ ἀμυνόμενοι ἀλλ᾿ οἱ ἄρχοντες, ὁ δὲ Ἕκτωρ πρότερος ἐνεχείρησε λωβήσασθαι Πάτροκλον τὰ τοιαῦτα ... ἔστι δὲ λύειν, φησὶν Ἀριστοτέλης, καὶ εἰς τὰ ὑπάρχοντα ἀνάγοντ᾿ ἔθη ὅτι τοιαῦτα ἦν, ἐπεὶ καὶ νῦν ἐν Θετταλίᾳ περιέλκουσι περὶ τοὺς τάφους. ...

... μεμυκότα, σὺν δ᾿ ἕλκεα πάντα μέμυκε, παράδοξον· τὰ μὲν γὰρ τῶν ζώντων ἕλκη μετὰ θάνατον μύει, τὰ δὲ μετὰ θάνατον γινόμενα σήπεται. ἀδύνατον νεκρῶν τραύματα μύειν, ὥς φησιν Ἀριστοτέλης εἰρηκέναι Ὅμηρον «μῦσεν δὲ περιβροτόεσσα ὠτειλή». τοῦτο δὲ τὸ ἡμιστίχιον οὐδὲ φέρεται. ...

... μή σε, γέρον, οὐδ᾿ αὐτὸν ἐνὶ κλισίῃσι ἐάσω, Ἀριστοτέλης φησὶν ἀνώμαλον εἶναι τὸ Ἀχιλλέως ἦθος. οἱ δέ φασιν ὅτι ἵνα ἀποστήσῃ αὐτὸν τοῦ ἐφ᾿ Ἕκτορι θρήνου, διὰ τοῦτο δειδίσσει. ...

... νῆσος ... Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσιν, τόσσον ἄνευθ᾿ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς ἤνυσεν τοσοῦτον γὰρ ἀπέχει Ναυκράτεως ἡ Φάρος, ἔνθα τότε τῆς Αἰγύπτου τὸ ἐμπόριον ἦν, ὥς φησιν Ἀριστοτέλης «μέχρι Ναυκράτεως τὸ πέρας ἦν τοῦ Νείλου τότε». ...

... κέρασσε δὲ νέκταρ ἐρυθρόν εἰ μηδὲν ἄλλο πίνουσιν οἱ θεοὶ ἢ τὸ νέκταρ, διὰ τί αὐτὸ ἡ Καλυψὼ τῷ Ἑρμῇ κεράσασα δίδωσιν; εἰ γὰρ κεκέρασται σὺν ὕδατι, οὐ μόνον τὸ νέκταρ ἀλλὰ καὶ τὸ ὕδωρ πίνουσιν. καίτοι, φασί, ψιλὴν ἀμβροσίαν παρέθηκε «κέρασσε δὲ νέκταρ ἐρυθρόν». λύων οὖν ὁ Ἀριστοτέλης τὸ κέρασσε, φησίν, ἤτοι τὸ μῖξαι ἄλλο ἄλλῳ ὑγρῷ δηλοῖ ἢ τὸ ἐγχέαι· ἄμφω γὰρ δηλοῖ τὸ κεράσαι. νῦν οὖν τὸ «κέρασσε δὲ νέκταρ ἐρυθρόν» οὐ τὸ μῖξαι δηλοῖ ἀλλὰ ψιλῶς ἐγχέαι. ...

... κέρασε δὲ νέκταρ ἐρυθρόν ἀντὶ τοῦ ἐνέχεεν· οὐ γὰρ κιρνᾶται τὸ νέκταρ. εἰ οὐδὲν γὰρ ἄλλο πίνουσιν οἱ θεοὶ ἢ νέκταρ πῶς αὐτὸ κιρνᾷ ὕδατι ἡ Καλυψώ; ἔστιν οὖν ἀντὶ τοῦ ἐνέχεεν ἀπὸ τῆς ἀρχαίας συνηθείας· εἰς κέρας γὰρ ἐγχέοντες ἔπινον. ἢ ὅτι τὸ κέρασε κατὰ τὸν Ἀριστοτέλην, ὡς ὁ Πορφύριος λέγει, οὐ μόνον δηλοῖ τὸ μῖξαι ἄλλῳ ὑγρῷ ἄλλο, ἀλλὰ καὶ τὸ ἐγχέαι ψιλῶς. ...

... Ἰνὼ Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα ... ζητεῖ δὲ ὁ Ἀριστοτέλης, διὰ τί τὴν Καλυψὼ καὶ τὴν Κίρκην καὶ τὴν Ἰνὼ αὐδηέσσας λέγει μόνας· πᾶσαι γὰρ καὶ αἱ ἄλλαι φωνὴν εἶχον. καὶ λῦσαι μὲν οὐ βεβούληται, μεταγράφει δὲ ποτὲ μὲν εἰς τὸ αὐλήεσσα, ἐξ οὗ δηλοῦσθαί φησιν ὅτι μονώδεις ἦσαν· ἐπὶ δὲ τῆς Ἰνοῦς οὐδήεσσα. τοῦτο γὰρ πάσαις ὑπῆρχεν αὐταῖς καὶ μόναις· πᾶσαι γὰρ αὗται ἐπὶ γῆς ᾤκουν. ...

... ὁ μὲν Ἀριστοφάνης τὰς ἀνθρωποειδεῖς θεὰς αὐδηέσσας φησὶν οἱονεὶ φωνὴν μετειληφυίας, ὁ δὲ Ἀριστοτέλης οὐδήεσσαν λέγει οἱονεὶ ἐπίγειον. οὕτως καὶ Χαμαιλέων. ...

... αὐδήεσσα, Ἀριστοτέλης οὐδήεσσα. Κυκλώπων δ᾿ ἐς γαῖαν, ζητεῖ Ἀριστοτέλης πῶς ὁ Κύκλωψ ὁ Πολύφημος μήτε πατρὸς ὢν Κύκλωπος· Ποσειδῶνος γὰρ ἦν· μήτε μητρός, Κύκλωψ ἐγένετο αὐτός. ἐκ δὲ τοῦ μύθου ἐπιλύεται· καὶ γὰρ ἐκ Βορέου ἵπποι γίνονται καὶ ἐκ Ποσειδῶνος καὶ τῆς Μεδούσης ὁ Πήγασος ἵππος. ...

... διὰ τί Ὀδυσσεὺς πρὸς τοὺς Φαίακας ἔλεγεν ὅτι τὸν Κύκλωπα ἐτύφλωσε Ποσειδῶνος υἱὸν ὄντα, οὖσι καὶ αὐτοῖς ἀπογόνοις Ποσειδῶνος; λύων οὖν Ἀριστοτέλης φησὶν ὅτι ᾔδει ἐχθροὺς αὐτοὺς ὄντας τοῦ Κύκλωπος· ἐκβληθέντας γάρ φησιν ὑπὸ τῶν Κυκλώπων ἐλθεῖν ἐπὶ τὴν Σχερίαν «οἳ πρὶν μέν ποτ᾿ ἔναιον ... ἀλφηστάων». ...

... πῶς οὐκ ἐδεδίει τοὺς ἐκγόνους Ποσειδῶνος Φαίακας τὴν πήρωσιν λέγων Κύκλωπος; Ἀριστοτέλης οὖν φησὶν ὅτι ᾔδει ἐχθροὺς ὄντας αὐτοῖς «οἵ σφεας σινέσκοντο». ...

... διὰ τί Ὀδυσσεὺς οὕτως ἀνοήτως εἰς τὸν Ποσειδῶνα ὠλιγώρησεν τῷ λόγῳ εἰπών «ὡς οὐκ ὀφθαλμόν γ᾿ ἰήσεται οὐδ᾿ ἐνοσίχθων»; Ἀντισθένης μέν φησι διὰ τὸ εἰδέναι ὅτι οὐκ ἦν ἰατρὸς ὁ Ποσειδῶν ἀλλ᾿ ὁ Ἀπόλλων, Ἀριστοτέλης δὲ οὐχ ὅτι οὐ δυνήσεται ἀλλ᾿ ὅτι οὐ βουληθήσεται διὰ τὴν πονηρίαν τοῦ Κύκλωπος. διὰ τί οὖν ὁ Ποσειδῶν ὠργίσθη, καίτοι μὴ χαλεπαίνων διὰ τὸ ἀπόφθεγμα ἀλλὰ διὰ τὴν τύφλωσιν «Κύκλωπος γὰρ κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν», καὶ παμπονήρου ὄντος καὶ τοὺς ἑταίρους κατεσθίοντος; λύων δὲ ὁ Ἀριστοτέλης φησὶ μὴ ταὐτὸν εἶναι ἐλευθέρῳ πρὸς δοῦλον καὶ δούλῳ πρὸς ἐλεύθερον, οὐδὲ τοῖς ἐγγὺς τῶν θεῶν οὖσι πρὸς τοὺς ἄποθεν. ὁ δὲ Κύκλωψ ἦν μὲν ζημίας ἄξιος ἀλλ᾿ οὐκ Ὀδυσσεῖ κολαστέος ἀλλὰ τῷ Ποσειδῶνι. ἢ πανταχοῦ νόμιμον διαφθειρομένῳ βοηθεῖν τῷ υἱῷ· καὶ ἦρχον ἀδικίας οἱ ἑταῖροι. βόσκοντ᾿ ἠελίοιο βόες ...

... ἀπόβλητον ἦν τοῖς ἀρχαίοις ἀρότην βοῦν κτείνειν. ἔπασχε γὰρ κακῶς ἐξ ἀνθρώπων ἢ θεῶν ὅστις τοῦτο πεποίηκεν. ὅπερ οἱ τοῦ Ὀδυσσέως φίλοι ποιήσαντες ἀπώλοντο. Ἀριστοτέλης φυσικῶς φησίν· λέγει γὰρ τὰς τριακοσίους τοῦ χρόνου ἡμέρας πρὸς ταῖς λοιπαῖς. ἑπτὰ βοῶν ἀγέλαι ...

... Ἀριστοτέλης· φυσικῶς τὰς κατὰ σελήνην ἡμέρας αὐτὸν λέγειν φησὶ τν οὔσας. τὸν γὰρ πεντήκοντα ἀριθμὸν ἑπταπλασιάσας εἰς τὸν τριακοστὸν πεντηκοστὸν περιεστάναι εὑρήσεις. ...

... ἰστέον δὲ ὅτι τὰς ἀγέλας ταύτας καὶ μάλιστα τὰς τῶν βοῶν φασὶ τὸν Ἀριστοτέλην ἀλληγορεῖν εἰς τὰς κατὰ δωδεκάδα τῶν σεληνιακῶν μηνῶν ἡμέρας γινομένας πεντήκοντα πρὸς ταῖς τριακοσίαις, ὅσος καὶ ὁ ἀριθμὸς ταῖς ἑπτὰ ἀγέλαις ἐχούσαις ἀνὰ πεντήκοντα ζῷα. διὸ οὔτε γόνον αὐτῶν γίνεσθαι Ὅμηρος λέγει οὔτε φθοράν· τὸ γὰρ αὐτὸ ποσὸν ἀεὶ ταῖς τοιαύταις ἡμέραις μένει. ...

... διὰ τί Ὀδυσσεὺς τῇ μὲν Πηνελόπῃ ἡλικίαν τε ἤδη ἐχούσῃ καὶ φιλούσῃ αὐτὸν οὐκ ἐδήλωσεν ὃς ἦν, τῷ δὲ Τηλεμάχῳ νέῳ ὄντι καὶ τοῖς οἰκέταις τῷ μὲν συβώτῃ τῷ δὲ βουκόλῳ ὄντι; οὐ γὰρ δήπου μὴ πεῖραν ἐκείνης εἰληφώς. ἔστι φάναι, φησὶν Ἀριστοτέλης, ὅτι τοῖς μὲν ἔδει ὡς ἂν μετέχειν μέλλουσι τοῦ κινδύνου εἰπεῖν· ἀδύνατον γὰρ ἦν ἄνευ τούτων ἐπιθέσθαι τοῖς μνηστῆρσι ... ἔστι δὲ εἰπεῖν καὶ ὅτι ηὐλαβήθη μὴ περιχαρὴς ἀκούσασα γένηται καὶ ἐπίδηλον ποιήσῃ. ἑώρα γὰρ αὐτὴν σφόδρα ἐπιθυμοῦσαν. οὐκοῦν καὶ ὁ υἱός. ἀλλ᾿ ὁ μὲν καὶ μειδιᾶν εἴωθε καὶ ἁπλῶς διαλέγεσθαι καὶ κρατεῖν τοῦ πάθους, ἡ δὲ μόνον κλαίειν. παυσαμένης οὖν τοῦ κλαίειν μόνον, εἰ καὶ μηδὲν ἐξεῖπεν, ὑποψία τις ἐγένετο. οὐ γὰρ ἂν προσεποιήθη δακρύειν· ἡ γὰρ χαρὰ ὑποῦσα οὐκ ἂν κρατεῖν τῆς ποιήσεως εἴασεν. ...

... Ἄργον δ᾿ αὖ κατὰ μοῖρ᾿ ἔλαβε, Ἀριστοτέλης φησὶν ὅτι πρεσβύτης ἦν ἤδη σφόδρα ὁ κύων καὶ ὑπὸ τῆς ἡδονῆς τῆς πρὸς τὸν Ὀδυσσέα ἐτελεύτησεν εἰκότως· αἱ γὰρ σφοδραὶ ἡδοναὶ καὶ ἰσχυραὶ διαλύουσι. διὸ καὶ τὸν κύνα ἐποίησεν ἀναγνωρίσαντα καὶ ἡσθέντα ἀποψῦξαι. ...

... ἀλλὰ τοῦ οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν, Πορφυρίου. διὰ τί Ὀδυσσεὺς τῆς Καλυψοῦς διδούσης αὐτῷ τὴν ἀθανασίαν οὐκ ἐδέξατο; Ἀριστοτέλης μὲν οὖν πρὸς τοὺς Φαίακάς φησι ταῦτα λέγειν Ὀδυσσέα ἵνα σεμνότερος φαίνηται καὶ μᾶλλον ἀλλοῖα σπουδάσαι. συνέφερε γὰρ αὐτῷ πρὸς τὸ θᾶττον ἀποσταλῆναι. ἔπειτα ἔοικεν οὐ τῷ μὴ πεισθῆναι λέγειν μὴ λαβεῖν τὴν τοιαύτην δωρεάν, ἀλλὰ μὴ πιστεῦσαι αὐτῇ τοιαῦτα λεγούσῃ. ἡ μὲν γὰρ ἔφασκε ποιήσειν, ὁ δὲ οὐκ ἐπίστευεν, οὐχὶ πιστεύων παρῃτεῖτο. ...

... βασίλισσα, οὐδεὶς τῶν ἀρχαίων εἶπεν, ἀλλὰ βασίλεια ἢ βασιλίς. βασίλισσαν Ἀλκαῖόν φασι τὸν κωμῳδοποιὸν καὶ Ἀριστοτέλην ἐν τοῖς Ὁμήρου ἀπορήμασιν εἰρηκέναι ... τοῖς πλείοσιν οὖν πειθόμενοι βασίλειαν ἢ βασιλίδα λέγωμεν. βασίλισσα: Ἀλκαῖος Γανυμήδει, Ἀριστοτέλης Ὁμηρικοῖς ἀπορήμασιν. ...


Τὰ ἐκ τῆς Πολιτείας Πλάτωνος

... καὶ μαρτυροῦνται καὶ οὗτοι τὴν ἐπιγραφὴν τῆς πολιτείας ἀρχαιοτάτην οὖσαν· καὶ γὰρ Ἀριστοτέλης ἐπιτεμνόμενος τὴν πραγματείαν ταύτην οὑτωσί φησιν «ἐπιτέμνεσθαι τὴν πολιτείαν». ...


Νόμος συσσιτικός

... καὶ τοῖς φιλοσόφοις δὲ ἐπιμελὲς ἦν συνάγουσι τοὺς νέους μετ᾿ αὐτῶν πρός τινα τεταγμένον νόμον εὐωχεῖσθαι. τοῦ γοῦν Ξενοκράτους ἐν ἀκαδημείᾳ καὶ πάλιν Ἀριστοτέλους συμποτικοί τινες ἦσαν νόμοι. ...

... ὅτι Ξενοκράτης ὁ Χαλκηδόνιος καὶ Σπεύσιππος ὁ Ἀκαδημαϊκὸς καὶ Ἀριστοτέλης συμποτικοὺς βασιλικοὺς νόμους ἔγραψαν. ...

... καὶ ἐν τῷ συσσιτικῷ τοῦτον αὐτὴν τὴν πολιτείαν προσαγορεύει τὸν τρόπον καὶ ἐν τοῖς πολιτικοῖς ὡσαύτως καὶ Θεόφραστος ἐν νόμοις καὶ ἄλλοθι πανταχοῦ. ...


Περὶ συμβιώσεως ἀνδρὸς καὶ γυναικός

... ἀλλὰ μὴν καὶ οἰκονομικά εἰσιν αὐτῷ γεγραμμένα βιβλία, ὡς τὸ οἰκονομικὸν σύνταγμα καὶ περὶ συμβιώσεως ἀνδρὸς καὶ γυναικός, ἐν ᾧ λέγει ἐκ τεσσάρων σχέσεων συγκεκροτῆσθαι τὸν εὖ ἔχοντα οἶκον, πατρὸς πρὸς τέκνα, ἀνδρὸς πρὸς γυναῖκα, δεσπότου πρὸς δούλους, εἰσιόντων πρὸς ἐξιόντα καὶ ὡς εἴρηται ἡμῖν ἐν τοῖς τῆς Πορφυρίου εἰσαγωγῆς προλεγομένοις. ...

... διὰ δὲ τὸ οἰκονομικὸν γέγραπται αὐτῷ ὁ οἰκονομικὸς τὸ σύνταγμα, ἐν ᾧ φησιν ἐκ τεσσάρων σχέσεων συγκεκροτῆσθαι τὸν οἶκον, πατρὸς πρὸς τέκνα, ἀνδρὸς πρὸς γυναῖκα, δεσπότου πρὸς δούλους, εἰσιόντων πρὸς ἐξιόντα, ἵνα μήτε πλείονα τὰ εἰσιόντα τῶν ἐξιόντων, φειδωλία γὰρ τοῦτο καὶ ἀνελευθερία, μήτε πλείονα τὰ ἐξιόντα τῶν εἰσιόντων, ἀσωτία γὰρ τοῦτο, ἀλλ᾿ ἐπ᾿ ἴσης. ἔγραψε δὲ καὶ τὰ οἰκονομικά, ἐν οἷς περὶ διοικήσεως οἴκου διαλέγεται. ἔνθα λέγει ὅτι δεῖ τινα τέσσαρα συνδραμεῖν εἰς οἴκου σύστασιν, σχέσιν ἀνδρὸς πρὸς γυναῖκα, στοργὴν πατρὸς πρὸς τέκνα, δέος οἰκετῶν πρὸς δεσπότην, καὶ ἵνα ᾖ σύμμετρα τὰ ἐξιόντα τοῖς εἰσιοῦσιν. ἑκατέρα γὰρ ἀμετρία αἰσχρά ἐστιν· εἴτε γὰρ πολλὰ εὑρεθῶσι τὰ εἰσιόντα, ὀλίγα δὲ τὰ ἐξιόντα, αἰσχρόν τι συμβαίνει· ὁ γὰρ τοιοῦτος φιλάργυρος εὑρίσκεται. εἴτε πάλιν ὀλίγα εὑρεθῶσι τὰ εἰσιόντα, πολλὰ δὲ τὰ ἐξιόντα, αἰσχρόν τι συμβαίνει· εὑρίσκεται γὰρ ὁ τοιοῦτος ἄσωτος. ...

... καὶ δηλοῖ Ἀριστοτέλης ἔν τινι αὐτοῦ μονοβιβλίῳ περὶ οἰκονομίας ἀρίστης διαλεγόμενος· καὶ λέγει ταύτην ἐκ τεσσάρων γενέσθαι σχέσεων, πατρὸς πρὸς τέκνα, δούλου πρὸς δεσπότην, γυναικὸς πρὸς ἄνδρα, εἰσιόντων πρὸς ἐξιόντα ἵνα μὴ ἐλλείπῃ μηδὲ πλεονάζῃ ἀλλὰ φυλάττῃ ἀναλογίαν πρὸς ἄλληλα. εἰ γὰρ κακῶς ἔχει ὁ πατὴρ πρὸς τὸν υἱὸν καὶ ὁ ἀνὴρ πρὸς τὴν γυναῖκα ἢ ὁ δεσπότης πρὸς τὸν δοῦλον καὶ τὸ ἀνάπαλιν τὰ λοιπὰ ἐναντίως ἔχουσι πρὸς ἄλληλα, κακὸς ὁ οἶκος ἔσται, ὅτι οὐ μίαν προαίρεσιν ἔχουσιν ἐν τῷ οἴκῳ πάντες ἀλλὰ διαφόρους. ἐγὼ δὲ καὶ τοῖς γεγαμηκόσι παραινέσαιμι ἂν οἴκοι τὰς γυναῖκας μήποτε κατὰ πρόσωπον οἰκετῶν φιλεῖν. οὐδὲ γὰρ προσγελᾶν δούλοις Ἀριστοτέλης εἴα ποτέ, πολλοῦ γε καὶ δεῖ κατ᾿ ὄψιν αὐτῶν φιλοφρονούμενον φαίνεσθαι τὴν γυναῖκα. ἄμεινον δὲ οἴκοθεν ἀρξαμένους ἀπὸ τοῦ γάμου τὴν σεμνότητα ἐπιδείκνυσθαι. μεγίστη γὰρ ἡ σωφροσύνης συζυγία καθαρὰς ἡδονὰς ἀποπνέουσα. πάνυ γοῦν θαυμασίως ἡ τραγῳδία φησί «φεῦ φεῦ γυναῖκες ...» ταῦτα τῆς δικαιοσύνης τὰ παραγγέλματα καὶ παρὰ τοῖς τὴν κοσμικὴν μετιοῦσι σοφίαν ἐκφωνηθέντα οὐ παραιτητέον. ...


Περὶ ἰδεῶν

... ἀλλὰ περὶ μὲν τῶν ἰδεῶν καὶ τοῦτον τὸν τρόπον καὶ διὰ λογικωτέρων καὶ ἀκριβεστέρων λόγων ἔστι πολλὰ συναγαγεῖν ὅμοια τοῖς τεθεωρημένοις, ... ὅτι μὲν οὐδὲν τούτων πλέον εἰπεῖν ἔχει πρὸς τὴν τῶν εἰδῶν ὑπόθεσιν δηλοῖ καὶ τὸ πρῶτον ταύτης τῆς πραγματείας βιβλίον καὶ τὰ περὶ τῶν εἰδῶν αὐτῷ πεπραγματευμένα δύο βιβλία· σχεδὸν γὰρ αὐτὰ ταῦτα πανταχοῦ τὰ ἐπιχειρήματα μεταφέρων καὶ ποτὲ μὲν αὐτὰ κατακερματίζων καὶ ὑποδιαιρῶν ποτὲ δὲ συντομώτερον ἀπαγγέλλων πειρᾶται τοὺς πρεσβυτέρους ἑαυτοῦ φιλοσόφους εὐθύνειν. ...

... ταῦτά ἐστιν ἃ ἐν τούτοις ἀντιλέγει ταῖς τῶν Πυθαγορείων καὶ Πλατωνικῶν ἀνδρῶν θεωρίαις, ἃ δὴ περιέχει καὶ τὰ ἐν τῷ μείζονι τῶν α ῥηθέντα, ὡς καὶ ὁ ὑπομνηματιστὴς Ἀλέξανδρος ὑπεσημήνατο. διὸ καὶ ἡμεῖς τούτοις ἐπιστήσαντες οὐδ᾿ ἐκεῖνα παραλελοιπέναι νομίζομεν, οὐ μὴν οὐδ᾿ ὅσα ἐν τοῖς περὶ εἰδῶν δύο βιβλίοις πρὸς αὐτοὺς εἴρηκε· σχεδὸν γὰρ κἀκεῖ τὰ αὐτὰ ταῦτα ἀνακυκλοῖ. τὰ μὲν οὖν συμβαίνοντα ... τὰ ῥηθέντα ἐστί, καὶ ἔτι πλείω τούτων συναχθείη, τὰ περὶ τῶν εἰδῶν γραφέντα αὐτῷ δύο βιβλία, ἄλλα ὄντα παρὰ τὸ μ καὶ ν καὶ ἐκτὸς τῆς μετὰ τὰ φυσικὰ συντάξεως. ...

... ἰστέον δὲ ὅτι οἱ ὅροι τῶν καθόλου καὶ ἀεὶ μενόντων εἰσίν, ὡς καὶ Ἀριστοτέλης εἴρηκεν ἐν τοῖς περὶ ἰδεῶν ἃ πρὸς τὰς Πλάτωνος ἰδέας ἐστὶν αὐτῷ πεποιημένα. τὰ μὲν μερικὰ πάντα μεταβάλλουσι καὶ οὐδέποτε ὡσαύτως ἔχουσι, τὰ δὲ καθόλου ἄτρεπτα καὶ ἀίδιά ἐστιν. ...

... ἔτι καθ᾿ οὓς τρόπους δείκνυμεν ὅτι ἔστι τὰ εἴδη, κατ᾿ οὐθένα φαίνεται τούτων· ἐξ ἐνίων μὲν γὰρ οὐκ ἀνάγκη γίγνεσθαι συλλογισμόν ... ἐξ ἐνίων δὲ καὶ οὐχ ὧν οἰόμεθα τούτων εἴδη γίγνεται. κατά τε γὰρ τοὺς λόγους τοὺς ἐκ τῶν ἐπιστημῶν εἴδη ἔσται πάντων ὅσων ἐπιστῆμαί εἰσι, καὶ κατὰ τὸ ἓν ἐπὶ πολλῶν καὶ τῶν ἀποφάσεων, κατὰ δὲ τὸ νοεῖν τι φθαρέντος τῶν φθαρτῶν· φάντασμα γάρ τι τούτων ἐστίν πλεοναχῶς μὲν ταῖς ἐπιστήμαις πρὸς τὴν τῶν ἰδεῶν κατασκευὴν προσεχρήσαντο, ὡς ἐν τῷ πρώτῳ περὶ ἰδεῶν λέγει. ὧν δὲ νῦν μνημονεύειν ἔοικε λόγων εἰσὶ τοιοῦτοι. εἰ πᾶσα ἐπιστήμη πρὸς ἕν τι καὶ τὸ αὐτὸ ἐπαναφέρουσα ποιεῖ τὸ αὑτῆς ἔργον καὶ πρὸς οὐδὲν τῶν καθ᾿ ἕκαστον, εἴη ἄν τι ἄλλο καθ᾿ ἑκάστην παρὰ τὰ αἰσθητὰ ἀίδιον καὶ παράδειγμα τῶν καθ᾿ ἑκάστην ἐπιστήμην γινομένων· τοιοῦτον δὲ ἡ ἰδέα. ἔτι ὧν ἐπιστῆμαί εἰσι, ταῦτα ἔστιν· ἄλλων δέ τινων παρὰ τὰ καθ᾿ ἕκαστά εἰσιν αἱ ἐπιστῆμαι, ταῦτα γὰρ ἄπειρά τε καὶ ἀόριστα, αἱ δὲ ἐπιστῆμαι ὡρισμένων· ἔστιν ἄρα τινὰ παρὰ τὰ καθ᾿ ἕκαστα, ταῦτα δὲ αἱ ἰδέαι. ἔτι εἰ ἡ ἰατρικὴ οὐκ ἔστιν ἐπιστήμη τῆσδε τῆς ὑγιείας ἀλλ᾿ ἁπλῶς ὑγιείας, ἔσται τις αὐτουγίεια· καὶ εἰ ἡ γεωμετρία μή ἐστι τοῦδε τοῦ ἴσου καὶ τοῦδε τοῦ συμμέτρου ἐπιστήμη ἀλλ᾿ ἁπλῶς ἴσου καὶ ἁπλῶς συμμέτρου, ἔσται τι αὐτόισον καὶ αὐτοσύμμετρον, ταῦτα δὲ αἱ ἰδέαι. οἱ δὴ τοιοῦτοι λόγοι τὸ μὲν προκείμενον οὐ δεικνύουσιν, ὃ ἦν τὸ ἰδέας εἶναι, ἀλλὰ δεικνύουσι τὸ εἶναί τινα παρὰ τὰ καθ᾿ ἕκαστα καὶ αἰσθητά. οὐ πάντως δὲ εἴ τινα ἔστιν ἅ εἰσι παρὰ τὰ καθ᾿ ἕκαστα, ταῦτά εἰσιν ἰδέαι· ἔστι γὰρ παρὰ τὰ καθ᾿ ἕκαστα τὰ κοινά, ὧν φαμὲν καὶ τὰς ἐπιστήμας εἶναι ...χρῶνται δὲ καὶ τοιούτῳ λόγῳ εἰς κατασκευὴν τῶν ἰδεῶν. εἰ ἕκαστος τῶν πολλῶν ἀνθρώπων ἄνθρωπός ἐστι καὶ τῶν ζῴων ζῷον καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, καὶ οὐκ ἔστιν ἐφ᾿ ἑκάστου αὐτῶν αὐτὸ αὑτοῦ τι κατηγορούμενον, ἀλλ᾿ ἔστι τι ὃ καὶ πάντων αὐτῶν κατηγορεῖται οὐδενὶ αὐτῶν ταὐτὸν ὄν, εἴη ἄν τι τούτων παρὰ τὰ καθ᾿ ἕκαστα ὄντα ὂν κεχωρισμένον αὐτῶν ἀίδιον· ἀεὶ γὰρ ὁμοίως κατηγορεῖται πάντων τῶν κατ᾿ ἀριθμὸν ἀλλασσομένων. ὃ δὲ ἕν ἐστιν ἐπὶ πολλοῖς κεχωρισμένον τε αὐτῶν καὶ ἀίδιον, τοῦτ᾿ ἐστὶν ἰδέα· εἰσὶν ἄρα ἰδέαι. τοῦτόν φησι τὸν λόγον κατασκευάζειν ἰδέας καὶ τῶν ἀποφάσεων ... ὁ λόγος ὁ ἀπὸ τοῦ νοεῖν κατασκευάζων τὸ εἶναι ἰδέας τοιοῦτός ἐστιν. εἰ ἐπειδὰν νοῶμεν ἄνθρωπον ἢ πεζὸν ἢ ζῷον, τῶν ὄντων τέ τι νοοῦμεν καὶ οὐδὲν τῶν καθ᾿ ἕκαστον, καὶ γὰρ φθαρέντων τούτων μένει ἡ αὐτὴ ἔννοια, δῆλον ὡς ἔστι παρὰ τὰ καθ᾿ ἕκαστα καὶ αἰσθητὰ ὃ καὶ ὄντων ἐκείνων καὶ μὴ ὄντων νοοῦμεν· οὐ γὰρ δὴ μὴ ὄν τι νοοῦμεν τότε. τοῦτο δὲ εἶδός τε καὶ ἰδέα ἐστίν. ...

... ἔτι δὲ οἱ ἀκριβέστεροι τῶν λόγων οἱ μὲν τῶν πρός τι ποιοῦσιν ἰδέας, ὧν οὔ φαμεν εἶναι καθ᾿ αὑτὸ γένος, οἱ δὲ τὸν τρίτον ἄνθρωπον λέγουσιν, ... ὁ δὲ λόγος ὁ τὸν τρίτον ἄνθρωπον εἰσάγων τοιοῦτος. λέγουσι τὰ κοινῶς κατηγορούμενα τῶν οὐσιῶν κυρίως τε εἶναι τοιαῦτα καὶ ταῦτα εἶναι τὰ ἴσα. ἔτι τὰ ὅμοια ἀλλήλοις τοῦ αὐτοῦ τινὸς μετουσίᾳ ὅμοια ἀλλήλοις εἶναι, ὃ κυρίως ἐστὶ τοῦτο· καὶ τοῦτο εἶναι τὴν ἰδέαν. ἀλλ᾿ εἰ τοῦτο, καὶ τὸ κατηγορούμενον τινῶν κοινῶς, ἂν μὴ ταὐτὸν ᾖ ἐκείνων τινὶ ὧν κατηγορεῖται, ἄλλο τί ἐστι παρ᾿ ἐκεῖνα, διὰ τοῦτο γὰρ γένος ὁ αὐτοάνθρωπος ὅτι κατηγορούμενος τῶν καθ᾿ ἕκαστα οὐδενὶ αὐτῶν ἦν ὁ αὐτός, τρίτος ἄνθρωπος ἔσται τις παρά τε τὸν καθ᾿ ἕκαστα, οἷον Σωκράτη καὶ Πλάτωνα, καὶ παρὰ τὴν ἰδέαν, ἥτις καὶ αὐτὴ μία κατ᾿ ἀριθμόν ἐστιν ...δείκνυται καὶ οὕτως ὁ τρίτος ἄνθρωπος. εἰ τὸ κατηγορούμενον τινῶν πλειόνων ἀληθῶς καὶ ἔστιν ἄλλο παρὰ τὰ ὧν κατηγορεῖται κεχωρισμένον αὐτῶν· τοῦτο γὰρ ἡγοῦνται δεικνύναι οἱ τὰς ἰδέας τιθέμενοι, διὰ τοῦτο γάρ ἐστί τι αὐτοάνθρωπος κατ᾿ αὐτούς, ὅτι ὁ ἄνθρωπος κατὰ τῶν καθ᾿ ἕκαστα ἀνθρώπων πλειόνων ὄντων ἀληθῶς κατηγορεῖται καὶ ἄλλος τῶν καθ᾿ ἕκαστα ἀνθρώπων ἐστίν· ἀλλ᾿ εἰ τοῦτο, ἔσται τις τρίτος ἄνθρωπος. εἰ γὰρ ἄλλος ὁ κατηγορούμενος ὧν κατηγορεῖται καὶ κατ᾿ ἰδίαν ὑφεστώς, κατηγορεῖται δὲ κατά τε τῶν καθ᾿ ἕκαστα καὶ κατὰ τῆς ἰδέας ὁ ἄνθρωπος, ἔσται τρίτος τις ἄνθρωπος παρά τε τοὺς καθ᾿ ἕκαστα καὶ τὴν ἰδέαν. οὕτως δὲ καὶ τέταρτος ὁ κατά τε τούτου καὶ τῆς ἰδέας καὶ τῶν καθ᾿ ἕκαστα κατηγορούμενος, ὁμοίως δὲ καὶ πέμπτος καὶ τοῦτο ἐπ᾿ ἄπειρον. ἔστι δὲ ὁ λόγος οὗτος τῷ πρώτῳ ὁ αὐτός, ἐπεὶ ἔθεντο τὰ ὅμοια τοῦ αὐτοῦ τινὸς μετουσίᾳ ὅμοια εἶναι· ὅμοιοι γὰρ οἵ τε ἄνθρωποι καὶ αἱ ἰδέαι ... τῇ μὲν οὖν πρώτῃτοῦ τρίτου ἀνθρώπου ἐξηγήσει ἄλλοι τε κέχρηνται καὶ Εὔδημος σαφῶς ἐν τοῖς περὶ λέξεως, τῇ δὲ τελευταίᾳαὐτὸς ἔν τε τῷ πρώτῳ περὶ ἰδεῶν καὶ ἐν τούτῳ μετ᾿ ὀλίγον. ...

... ὅτι δὲ μὴ ὡς Εὔδοξος ἡγεῖτο καὶ ἄλλοι τινὲς μίξει τῶν ἰδεῶν τὰ ἄλλα, ῥᾴδιόν φησινεἶναι συναγαγεῖν πολλὰ καὶ ἀδύνατα ἑπόμενα τῇ δόξῃ τῇδε. εἴη δ᾿ ἂν τοιαῦτα. εἰ μίγνυνται αἱ ἰδέαι τοῖς ἄλλοις, πρῶτον μὲν σώματα ἂν εἶεν· σωμάτων γὰρ ἡ μῖξις. ἔτι ἕξουσιν ἐναντίωσιν πρὸς ἀλλήλας· ἡ γὰρ μῖξις κατ᾿ ἐναντίωσίν ἐστιν. ἔτι οὕτως μιχθήσεται ὡς ἢ ὅλην ἐν ἑκάστῳ τῶν οἷς μίγνυται εἶναι ἢ μέρος. ἀλλ᾿ εἰ μὲν ὅλη, ἔσται ἐν πλείοσι τὸ ἓν κατὰ τὸν ἀριθμόν· ἓν γὰρ κατὰ τὸν ἀριθμὸν ἡ ἰδέα. εἰ δὲ πρὸς μέρος, τὸ μέρους τοῦ αὐτοανθρώπου μετέχον, οὐ τὸ αὐτοανθρώπου ἔσται ἄνθρωπος. ἔτι διαιρεταὶ ἂν εἶεν αἱ ἰδέαι καὶ μερισταί, οὖσαι ἀπαθεῖς. ἔπειτα ἔσται μὲν ὁμοιομερῆ, εἴγε πάντα τὰ ἔχοντά τι μέρος ἐξ αὐτοῦ ὅμοιά ἐστιν ἀλλήλοις· πῶς δὲ οἷόν τε τὰ εἴδη ὁμοιομερῆ εἶναι; οὐ γὰρ οἷόν τε τὸ μέρος τοῦ ἀνθρώπου ἄνθρωπον εἶναι, ὡς τὸ τοῦ χρυσοῦ μέρος χρυσόν. ἔτι, ὡς καὶ αὐτὸς ὀλίγον προελθὼν λέγει, ἐν ἑκάστῳ οὐ μία ἔσται ἰδέα μεμιγμένη ἀλλὰ πολλαί. εἰ γὰρ ἄλλη μὲν ζῴου ἰδέα ἄλλη δὲ ἀνθρώπου, ὁ δὲ ἄνθρωπος καὶ ζῷόν ἐστι καὶ ἄνθρωπος, ἀμφοτέρων ἂν μετέχοι τῶν ἰδεῶν· καὶ ὁ αὐτοάνθρωπος δὲ ἰδέα, ᾗ μὲν καὶ ζῷόν ἐστι, μετέχοι ἂν καὶ αὐτοῦ τοῦ ζῴου· οὕτως δὲ οὐκέτι ἂν ἁπλαῖ αἱ ἰδέαι εἶεν ἀλλ᾿ ἐκ πολλῶν συγκείμεναι, καὶ αἱ μὲν αὐτῶν πρῶται αἱ δὲ δεύτεραι. εἰ δὲ μή εἰσι ζῷον, πῶς οὐκ ἄτοπον ἄνθρωπον λέγειν μὴ εἶναι ζῷον; ἔτι δὲ εἰ μίγνυται τοῖς πρὸς αὐτὰ οὖσι, πῶς ἂν ἔτι εἶεν παραδείγματα, ὡς λέγουσιν; οὐδὲ γὰρ οὕτως τὰ παραδείγματα ταῖς εἰκόσι τῆς ὁμοιότητος τῆς πρὸς αὐτὰ αἴτια τῷ μεμῖχθαι. ἔτι τε καὶ συμφθείροιντο ἂν τοῖς ἐν οἷς εἰσὶ φθειρομένοις. ἀλλ᾿ οὐδὲ χωρισταὶ ἂν εἶεν αὐταὶ καθ᾿ αὑτάς, ἀλλ᾿ ἐν τοῖς μετέχουσιν αὐτῶν. πρὸς δὲ τούτοις οὐδὲ ἀκίνητοι ἔτι ἔσονται, καὶ ὅσα ἄλλα ἐν τῷ δευτέρῳ περὶ ἰδεῶν τὴν δόξαν ταύτην ἐξετάζων ἔδειξεν ἄτοπα ἔχουσαν. διὰ τοῦτο γὰρ εἶπε τὸ «ῥᾴδιον γὰρ συναγαγεῖν πολλὰ καὶ ἀδύνατα πρὸς τὴν δόξαν ταύτην»· ἐκεῖ γὰρ συνῆκται. ...


Περὶ τῶν πυθαγορείων

... Πυθαγόρας μὲν οὖν Μνησάρχου Σάμιος, ὥς φησιν Ἱππόβοτος, ὡς δὲ Ἀριστόξενος ἐν τῷ Πυθαγόρου βίῳ καὶ Ἀριστοτέλης καὶ Θεόπομπος Τυῤῥηνὸς ἦν. ...

... τούτοις δὲ ἐπιγενόμενος Πυθαγόρας Μνησάρχου υἱὸς τὸ μὲν πρῶτον διεπονεῖτο περὶ τὰ μαθήματα καὶ τοὺς ἀριθμούς, ὕστερον δέ ποτε καὶ τῆς Φερεκύδου τερατοποιίας οὐκ ἀπέστη. καὶ γὰρ ἐν Μεταποντίῳ πλοίου εἰσερχομένου φορτίον ἔχοντος καὶ τῶν παρατυχόντων εὐχομένων σωστὸν κατελθεῖν διὰ τὸν φόρτον, ἐφεστῶτα τοῦτον εἰπεῖν «νεκρὸν τοίνυν φανήσεται ὑμῖν σῶμα ἄγον τὸ πλοῖον τοῦτο». πάλιν δ᾿ ἐν Καυλωνίᾳ, ὥς φησιν Ἀριστοτέλης ... ὁ αὐτὸς Ἀριστοτέλης γράφων περὶ αὐτοῦ πολλὰ μὲν καὶ ἄλλα λέγει καὶ τὸν ἐν Τυῤῥηνίᾳ, φησί, δάκνοντα θανάσιμον ὄφιν αὐτὸς δάκνων ἀπέκτεινεν. καὶ τὴν γινομένην δὲ στάσιν τοῖς Πυθαγορείοις προειπεῖν· διὸ καὶ εἰς Μεταπόντιον ἀπῆρεν ὑπὸ μηδενὸς θεωρηθείς. καὶ ὑπὸ τοῦ Κόσα τοῦ ποταμοῦ διαβαίνων σὺν ἄλλοις ἤκουσε φωνὴν μεγάλην καὶ ὑπὲρ ἄνθρωπον «Πυθαγόρα, χαῖρε»· τοὺς δὲ παρόντας περιδεεῖς γενέσθαι. ἐφάνη δέ ποτε καὶ ἐν Κρότωνι καὶ ἐν Μεταποντίῳ τῇ αὐτῇ ἡμέρᾳ καὶ ὥρᾳ. ἐν θεάτρῳ δὲ καθήμενός ποτε ἐξανίστατο, ὥς φησιν Ἀριστοτέλης, καὶ τὸν ἴδιον μηρὸν παρέφηνε τοῖς παρακαθημένοις χρυσοῦν. λέγεται δὲ περὶ αὐτοῦ καὶ ἄλλα τινὰ παράδοξα, ἡμεῖς δὲ μὴ βουλόμενοι μεταγραφέων ἔργον ποιεῖν αὐτοῦ τὸν λόγον καταπαύσομεν. ...

... Ἀριστοτέλης λέγει ὑπὸ τῶν Κροτωνιατῶν τὸν Πυθαγόραν Ἀπόλλωνα Ὑπερβόρειον προσαγορεύεσθαικἀκεῖνα δὲ προσεπιλέγει ὁ τοῦ Νικομάχου ὅτι τῆς αὐτῆς ἡμέρας ποτὲ καὶ κατὰ τὴν αὐτὴν ὥραν καὶ ἐν Μεταποντίῳ ὤφθη ὑπὸ πολλῶν καὶ ἐν Κρότωνι. καὶ ἐν Ὀλυμπίᾳ δὲ ἐν τῷ ἀγῶνι ἐξανιστάμενος ἐν θεάτρῳ καὶ τῶν μηρῶν ὁ Πυθαγόρας παρέφηνε τὸν ἕτερον χρυσοῦν. λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι ὑπὸ τοῦ Κόσα τοῦ ποταμοῦ διαβαίνων προσεῤῥήθη· καὶ πολλούς φησιν ἀκηκοέναι τὴν πρόσρησιν ταύτην. ...

... Ἐδίδασκε Πυθαγόρας τοὺς ἀνθρώπους ὅτι κρειττόνων γεγένηται σπερμάτων ἢ κατὰ τὴν φύσιν τὴν θνητήν· τῆς γὰρ αὐτῆς ἡμέρας ὤφθη καὶ κατὰ τὴν αὐτὴν ὥραν ἐν Μεταποντίω, φησί, καὶ ἐν Κρότωνι. καὶ ἐν Ὀλυμπίᾳ δὲ παρέφηνε χρυσοῦν τὸν ἕτερον τῶν μηρῶν. καὶ Μυλλίαν δὲ τὸν Κροτωνιάτην ὑπέμνησεν ὅτι Μίδας ὁ Γορδίου ἐστὶν ὁ Φρύξ. καὶ τὸν ἀετὸν δὲ τὸν λευκὸν κατέψησεν ὑπομείναντα αὐτόν. ἀλλὰ καὶ ὑπὸ τοῦ Κόσα τοῦ ποταμοῦ διαβαίνων προσεῤῥήθη, τοῦ ποταμοῦ εἰπόντος αὐτῷ «χαῖρε, Πυθαγόρα». ...

... καὶ γὰρ καὶ σεμνοπρεπέστατος λέγεται γενέσθαι καὶ οἱ μαθηταὶ δόξαν εἶχον περὶ αὐτοῦ ὡς εἴη Ἀπόλλων ἐξ Ὑπερβορέων ἀφιγμένος. λόγος δέ ποτ᾿ αὐτοῦ παραγυμνωθέντος τὸν μηρὸν ὀφθῆναι χρυσοῦν· καὶ ὅτι Νέσσος ὁ ποταμὸς διαβαίνοντα αὐτὸν προσαγορεύσαι πολὺς ἦν ὁ φάσκων. . ...

... τὴν δὲ πίστιν τῶν παρ᾿ αὐτοῖς ὑπολήψεων ἡγοῦνται εἶναι ταύτην ὅτι ἦν ὁ πρῶτος εἰπὼν αὐτός, οὐχ ὁ τυχὼν ἀλλὰ θεός. καὶ ἓν τοῦτο τῶν ἀκουσμάτων ἐστί, τίς ὁ Πυθαγόρας; φασὶ γὰρ εἶναι Ἀπόλλωνα Ὑπερβόρεον. τούτου δὲ τεκμήρια ἔχεσθαι ὅτι ἐν τῷ ἀγῶνι ἐξανιστάμενος τὸν μηρὸν παρέφηνε χρυσοῦν, καὶ ὅτι Ἄβαριν τὸν Ὑπερβόρεον εἱστία καὶ τὴν οἰστὸν αὐτοῦ ἀφείλετο ᾗ ἐκυβερνᾶτο. λέγεται δὲ ὁ Ἄβαρις ἐλθεῖν ἐξ Ὑπερβορέων ἀγείρων χρυσὸν εἰς τὸν νεὼν καὶ προλέγων λοιμόν. κατέλυε δὲ ἐν τοῖς ἱεροῖς καὶ οὔτε πίνων οὔτε ἐσθίων ὤφθη ποτὲ οὐθέν. λέγεται δὲ καὶ ἐν Λακεδαιμονίοις θῦσαι τὰ κωλυτήρια καὶ διὰ τοῦτο οὐδὲ πώποτε ὕστερον ἐν Λακεδαίμονι λοιμὸν γενέσθαι. τοῦτον οὖν τὸν Ἄβαριν παρελόμενος ὃν εἶχεν οἰστὸν χρυσοῦν, οὗ ἄνευ οὐχ οἷός τ᾿ ἦν τὰς ὁδοὺς ἐξευρίσκειν, ὁμολογοῦντα ἐποίησε. καὶ ἐν Μεταποντίῳ εὐξαμένων τινῶν γενέσθαι αὐτοῖς τὰ ἐν τῷ προσπλέοντι πλοίῳ «νεκρὸς τοίνυν ἔσθ᾿ ὑμῖν» ἔφη· καὶ ἐφάνη νεκρὸν ἄγον τὸ πλοῖον. καὶ ἐν Συβάρει τὸν ὄφιν, τὸν ἀποκτείναντα τὸν δασύπουν, ἔλαβε καὶ ἀπεπέμψατο. ὁμοίως δὲ καὶ τὸν ἐν Τυῤῥηνίᾳ τὸν μικρὸν ὄφιν αὐτὸς ἀπέκτεινε δάκνων. ἐν Κρότωνι δὲ τὸν ἀετὸν τὸν λευκὸν κατέψησεν ὑπομείναντα, ὥς φασι. βουλομένου δέ τινος ἀκούειν οὐκ ἔφη πω λέξειν πρὶν ἢ σημεῖόν τι φανῇ· καὶ μετὰ ταῦτα ἐγένετο ἐν Καυλωνίᾳ ἡ λευκὴ ἄρκτος. καὶ πρὸς τὸν μέλλοντα ἐξαγγέλλειν αὐτοῦ τὸν θάνατον προεῖπεν αὐτός. καὶ Μυλλίαν τὸν Κροτωνιάτην ἀπέμνησεν ὅτι ἦν Μίδας ὁ Γορδίου· καὶ ᾤχετο ὁ Μυλλίας εἰς τὴν ἤπειρον ποιήσων ὅσα ἐπὶ τῷ τάφῳ ἐκέλευσε. λέγουσι δὲ καὶ ὅτι τὴν οἰκίαν αὐτοῦ ὁ πριάμενος καὶ ἀνορύξας ἃ μὲν εἶδεν οὐδενὶ ἐτόλμησεν εἰπεῖν, ἀντὶ δὲ τῆς ἁμαρτίας ταύτης ἐν Κρότωνι ἱεροσυλῶν ἐλήφθη καὶ ἀπέθανε· τὸ γὰρ γένειον ἀποπεσὸν τοῦ ἀγάλματος τὸ χρυσοῦν ἐφωράθη λαβών. ταῦτά τε οὖν λέγουσι πρὸς πίστιν καὶ ἄλλα τοιαῦτα ...

... καὶ μετὰ τῶν θεῶν τὸν Πυθαγόραν λοιπὸν κατηρίθμουν ὡς ἀγαθόν τινα δαίμονα καὶ φιλανθρωπότατον, οἱ μὲν τὸν Πύθιον, οἱ δὲ τὸν ἐξ Ὑπερβορέων Ἀπόλλωνα , οἱ δὲ τὸν Παιᾶνα, οἱ δὲ τῶν τὴν σελήνην κατοικούντων δαιμόνων ἕνα ...ἱστορεῖ δὲ καὶ Ἀριστοτέλης ἐν τοῖς περὶ τῆς Πυθαγορικῆς φιλοσοφίας διαίρεσίν τινα τοιάνδε ὑπὸ τῶν ἀνδρῶν ἐν τοῖς πάνυ ἀποῤῥήτοις διαφυλάττεσθαι· τοῦ λογικοῦ ζῴου τὸ μέν ἐστι θεός, τὸ δ᾿ ἄνθρωπος, τὸ δὲ οἷον Πυθαγόρας. ...

... Ἰσίδωρος δὲ ὁ Βασιλείδου υἱὸς ἅμα καὶ μαθητὴς ἐν τῷ πρώτῳ τῶν τοῦ προφήτου Παρχῶρ ἐξηγητικῶν καὶ αὐτὸς κατὰ λέξιν γράφει «φασὶ δὲ καὶ οἱ Ἀττικοὶ μεμηνῦσθαί τινα Σωκράτει παρεπομένου δαίμονος αὐτῷ, καὶ Ἀριστοτέλης δαίμοσι κεχρῆσθαι πάντας ἀνθρώπους λέγει συνομαρτοῦσιν αὐτοῖς παρὰ τὸν χρόνον τῆς ἐνσωματώσεως, προφητικὸν τοῦτο μάθημα λαβὼν καὶ καταθέμενος εἰς τὰ ἑαυτοῦ βιβλία, μὴ ὁμολογήσας ὅθεν ὑφείλετο τὸν λόγον τοῦτον». ...

... Ἀριστοτέλης δὲ μήτρας καὶ καρδίας καὶ ἀκαλήφης καὶ τοιούτων τινῶν ἄλλων ἀπέχεσθαί φησι τοὺς Πυθαγορικούς, χρῆσθαι δὲ τοῖς ἄλλοις. ...

... ἀπέχεσθαι δὲ καὶ ἄλλων παρῄνει, οἷον μήτρας τε καὶ τριγλίδος καὶ ἀκαλήφης, σχεδὸν δὲ καὶ τῶν ἄλλων θαλασσίων ξυμπάντων. ...

... παντὸς δὲ μᾶλλον ἀπηγόρευε μήτ᾿ ἐρυθῖνον ἐσθίειν μήτε μελάνουρον· καρδίας τ᾿ ἀπέχεσθαι καὶ κυάμων· Ἀριστοτέλης δέ φησι καὶ μήτρας καὶ τρίγλης ἐνίοτε. ...

... τιμὰς θεοῖς δεῖν νομίζειν καὶ ἥρωσι μὴ τὰς ἴσας, ἀλλὰ θεοῖς ἀεὶ μετ᾿ εὐφημίας λευχειμονοῦντας καὶ ἁγνεύοντας, ἥρωσι δ᾿ ἀπὸ μέσου ἡμέρας. τὴν δ᾿ ἁγνείαν εἶναι διὰ καθαρμῶν καὶ λουτρῶν καὶ περιῤῥαντηρίων καὶ διὰ τοῦ καθαρεύειν ἀπό τε κήδους καὶ μιάσματος παντὸς καὶ ἀπέχεσθαι βρωτῶν θνησειδίων τε κρεῶν καὶ τριγλῶν καὶ μελανούρων καὶ ᾠῶν καὶ τῶν ᾠοτόκων ζῴων καὶ κυάμων καὶ τῶν ἄλλων ὧν παρακελεύονται καὶ οἱ τὰς τελετὰς ἐν τοῖς ἱεροῖς ἐπιτελοῦντες. φησὶ δ᾿ Ἀριστοτέλης περὶ τῶν κυάμων παραγγέλλειν αὐτὸν ἀπέχεσθαι τῶν κυάμων ἤτοι ὅτι αἰδοίοις εἰσὶν ὅμοιοι ἢ ὅτι Ἅιδου πύλαις· ἀγόνατον γὰρ μόνον· ἢ ὅτι φθείρει ἢ ὅτι τῇ τοῦ ὅλου φύσει ὅμοιον ἢ ὅτι ὀλιγαρχικόν· κληροῦνται γοῦν αὐτοῖς. τὰ δὲ πεσόντ᾿ ἀπὸ τραπέζης μὴ ἀναιρεῖσθαι, ὑπὲρ τοῦ ἐθίζεσθαι μὴ ἀκολάστως ἐσθίειν ἢ ὅτι ἐπὶ τελευτῇ τινός. ... ἀλεκτρυόνος μὴ ἅπτεσθαι λευκοῦ, ὅτι ἱερὸς τοῦ Μηνὸς καὶ ἱκέτης· τὸ δ᾿ ἦν τῶν ἀγαθῶν· τῷ τε Μηνὶ ἱερός· σημαίνει γὰρ τὰς ὥρας. τῶν ἰχθύων μὴ ἅπτεσθαι ὅσοι ἱεροί· μὴ γὰρ δεῖν τὰ αὐτὰ τετάχθαι θεοῖς καὶ ἀνθρώποις, ὥσπερ οὐδ᾿ ἐλευθέροις καὶ δούλοις. καὶ τὸ μὲν λευκὸν τῆς τἀγαθοῦ φύσεως, τὸ δὲ μέλαν τοῦ κακοῦ. ἄρτον μὴ καταγνύειν, ὅτι ἐφ᾿ ἕνα οἱ πάλαι τῶν φίλων ἐφοίτων, καθάπερ ἔτι καὶ νῦν οἱ βάρβαροι· μηδὲ διαιρεῖν ὃς συνάγει αὐτούς· οἱ δὲ πρὸς τὴν ἐν ᾅδου κρίσιν, οἱ δ᾿ εἰς πόλεμον δειλίαν ποιεῖν, οἱ δὲ ἐπεὶ ἀπὸ τούτου ἄρχεται τὸ ὅλον. ... καὶ ταῦτα μέν φησιν ὁ Ἀλέξανδρος ἐν τοῖς Πυθαγορικοῖς ὑπομνήμασιν εὑρηκέναι, καὶ τὰ ἐκείνων ἐχόμενα ὁ Ἀριστοτέλης. ...

... ἔλεγε δέ τινα καὶ μυστικῷ τρόπῳ συμβολικῶς, ἃ δὴ ἐπὶ πλέον Ἀριστοτέλης ἀνέγραψεν. οἷον ὅτι τὴν θάλατταν μὲν ἐκάλει Κρόνου δάκρυον, τὰς δὲ ἄρκτους Ῥέας χεῖρας, τὴν δὲ πλειάδα Μουσῶν λύραν, τοὺς δὲ πλάνητας κύνας τῆς Περσεφόνης· τὸν δ᾿ ἐκ χαλκοῦ κρουομένου γινόμενον ἦχον φωνὴν εἶναί τινος τῶν δαιμόνων ἐναπειλημμένην τῷ χαλκῷ. ...

... καὶ τὸν σεισμὸν ἐγενεαλόγει οὐδὲν ἄλλο εἶναι ἢ σύνοδον τῶν τεθνεώτων, ἡ δὲ ἶρις ἔφασκεν ὡς αὐγὴ τοῦ ἡλίου ἐστί, καὶ ὁ πολλάκις ἐμπίπτων τοῖς ὠσὶν ἦχος φωνὴ τῶν κρειττόνων. ...

... ἦν δὲ καὶ ἄλλο εἶδος τῶν συμβόλων τοιοῦτον· ζυγὸν μὴ ὑπερβαίνειν, τουτέστι μὴ πλεονεκτεῖν. μὴ τὸ πῦρ τῇ μαχαίρᾳ σκαλεύειν, ὅπερ ἦν μὴ τὸν ἀνοιδοῦντα καὶ ὀργιζόμενον κινεῖν λόγοις παρατεθηγμένοις. στεφανόν τε μὴ τίλλειν, τουτέστι τοὺς νόμους μὴ λυμαίνεσθαι· στέφανοι γὰρ πόλεων οὗτοι. πάλιν δ᾿ αὖ ἕτερα τοιαῦτα· μὴ καρδίαν ἐσθίειν, οἷον μὴ λυπεῖν ἑαυτὸν ἀνίαις. μηδ᾿ ἐπὶ χοίνικος καθέζεσθαι, οἷον μὴ ἀργὸν ζῆν. μηδ᾿ ἀποδημοῦντα ἐπιστρέφεσθαι, τουτέστι μὴ ἔχεσθαι τοῦ βίου τούτου ἀποθνήσκοντα. τάς τε λεωφόρους μὴ βαδίζειν, δι᾿ οὗ ταῖς τῶν πολλῶν ἕπεσθαι γνώμαις ἐκώλυεν, τὰς δὲ τῶν ὀλίγων καὶ πεπαιδευμένων μεταθεῖν. μηδὲ χελιδόνας ἐν οἰκίᾳ δέχεσθαι, τουτέστι λάλους ἀνθρώπους καὶ περὶ γλῶτταν ἀκρατεῖς ὁμωροφίους μὴ ποιεῖσθαι. φορτίον δὲ συνανατιθέναι μὲν τοῖς βαστάζουσιν, συγκαθαιρεῖν δὲ μή, δι᾿ οὗ παρῄνει μηδενὶ πρὸς ῥᾳστώνην ἀλλὰ πρὸς ἀρετὴν συμπράττειν. θεῶν τε εἰκόνας ἐν δακτυλίοις μὴ φορεῖν, τουτέστι τὴν περὶ θεῶν δόξαν καὶ λόγον μὴ πρόχειρον μηδὲ φανερὸν ἔχειν μηδ᾿ εἰς πολλοὺς φέρειν. σπονδάς τε ποιεῖσθαι τοῖς θεοῖς κατὰ τὸ οὖς τῶν ἐκπωμάτων· ἐντεῦθεν γὰρ ᾐνίττετο τιμᾶν τοὺς θεοὺς καὶ ὑμνεῖν τῇ μουσικῇ· αὕτη γὰρ διὰ ὤτων χωρεῖ. ...

... τῶν δὲ ἀριθμῶν ποιοῦνται τὴν πρώτην τομὴν εἰς δύο· τοὺς μὲν γὰρ αὐτῶν ἀρτίους τοὺς δὲ περιττούς φασι ... πρώτην δὲ τῶν περιττῶν ἔνιοι ἔφασαν τὴν μονάδα ... Ἀριστοτέλης δὲ ἐν τῷ Πυθαγορικῷ τὸ ἕν φησιν ἀμφοτέρων μετέχειν τῆς φύσεως· ἀρτίῳ μὲν γὰρ προστεθὲν περιττὸν ποιεῖ, περιττῷ δὲ ἄρτιον, ὃ οὐκ ἂν ἠδύνατο εἰ μὴ ἀμφοῖν τοῖν φυσέοιν μετεῖχε· διὸ καὶ ἀρτιοπέριττον καλεῖσθαι τὸ ἕν. ...

... οἱ μὲν οὖν Πυθαγόρειοι εἰς δύο συστοιχίας πάσας τὰς ἀντιθέσεις ἀναγαγόντες, τὴν μὲν χείρονα τὴν δὲ βελτίονα ἤτοι τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, καὶ τῇ δεκάδι συμβολικῶς ὡς τῷ παντὶ ἀριθμῷ συμπληρώσαντες ἑκατέραν, ἑκάστην ἀντίθεσιν τῶν δέκα οὕτω παρέλαβον ὡς πάσας τὰς ἑαυτῆς συγγενείας συνεμφαίνουσαν. καὶ τῶν τοπικῶν οὖν σχέσεων τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν παρέλαβον ... ἐκ τούτων καὶ τὰς ἄλλας τοπικὰς ἀντιθέσεις ἐδήλωσαν. τὸ οὖν δεξιὸν καὶ ἄνω καὶ ἔμπροσθεν ἀγαθὸν ἐκάλουν, τὸ δὲ ἀριστερὸν καὶ κάτω καὶ ὄπισθεν κακὸν ἔλεγον, ὡς αὐτὸς Ἀριστοτέλης ἱστόρησεν ἐν τῇ τῶν Πυθαγορείοις ἀρεσκόντων συναγωγῇ. ...

... ἐν δὲ τῷ περὶ τῆς Πυθαγόρου φιλοσοφίας πρώτῳ γράφει Ἀριστοτέλης τὸν μὲν οὐρανὸν εἶναι ἕνα, ἐπεισάγεσθαι δ᾿ ἐκ τοῦ ἀπείρου χρόνον τε καὶ πνοὴν καὶ τὸ κενὸν ὃ διορίζει ἑκάστων τὰς χώρας ἀεί. ...

... τῆς δὲ τάξεως τῆς ἐν τῷ οὐρανῷ ἣν ἐποιοῦντο τῶν ἀριθμῶν οἱ Πυθαγόρειοι, μνημονεύει ἐν τῷ δευτέρῳ περὶ τῆς Πυθαγορικῶν δόξης. ...

... αὐτίκα γοῦν τέλειον ἀριθμὸν ἡγούμενοι τὴν δεκάδα, ὁρῶντες δὲ ἐν τοῖς φαινομένοις ἐννέα τὰς κινουμένας σφαίρας, ἑπτὰ μὲν τὰς τῶν πλανωμένων, ὀγδόην δὲ τὴν τῶν ἀπλανῶν, ἐννάτην δὲ τὴν γῆν· καὶ γὰρ καὶ ταύτην ἡγοῦντο κινεῖσθαι κύκλῳ περὶ μένουσαν τὴν ἑστίαν, ὃ πῦρ ἐστι κατ᾿ αὐτούς· αὐτοὶ προσέθεσαν ἐν τοῖς δόγμασι καὶ τὴν ἀντίχθονά τινα, ἣν ἀντικινεῖσθαι ὑπέθεντο τῇ γῇ καὶ διὰ τοῦτο τοῖς ἐπὶ τῆς γῆς ἀόρατον εἶναι. λέγει δὲ περὶ τούτων καὶ ἐν τοῖς περὶ οὐρανοῦ μὲνκαὶ ἐν ταῖς τῶν Πυθαγορικῶν δόξαις ἀκριβέστερον. ...

... ἀντιφάσκουσι δὲ οἱ Πυθαγόρειοι, τοῦτο γὰρ σημαίνει τὸ ἐναντίως, οὐ περὶ τὸ μέσον λέγοντες αὐτήν, ἀλλ᾿ ἐν μὲν τῷ μέσῳ τοῦ παντὸς πῦρ εἶναί φασι, περὶ δὲ τὸ μέσον τὴν ἀντίχθονα φέρεσθαί φασι γῆν οὖσαν καὶ αὐτὴν, ἀντίχθονα δὲ καλουμένην διὰ τὸ ἐξ ἐναντίας τῇδε τῇ γῇ εἶναι. «μετὰ δὲ τὴν ἀντίχθονα ἡ γῆ ἥδε φερομένη καὶ αὐτὴ περὶ τὸ μέσον, μετὰ δὲ τὴν γῆν ἡ σελήνη» οὕτω γὰρ αὐτὸς ἐν τῷ πέρατι τῶν Πυθαγορικῶν ἱστορεῖ ... διὸ οἱ μὲν Ζανὸς πύργον αὐτὸ τὸ πῦρ καλοῦσιν, ὡς αὐτὸς ἐν τοῖς Πυθαγορικοῖς ἱστόρησεν, οἱ δὲ Διὸς φυλακήν, ὡς ἐν τούτοις, οἱ δὲ Διὸς θρόνον, ὡς ἄλλοι φασίν. ... οἱ δέ γε Πυθαγόρειοι τὸν μὲν πόλον σφραγῖδα τῆς Ῥέας ἀποκαλεῖν ἠξίουν... τὸ δὲ κέντρον Ζανὸς φυλακήν, ...Διὸς οἶκον ...

... πῶς δὲ τοὺς Πυθαγορείους ἡμᾶς ἄνω ποιεῖν φησὶ καὶ ἐν τῷ δεξιῷ, τοὺς δὲ ἐκεῖ κάτω καὶ ἐν τῷ ἀριστερῷ, εἴπερ, ὡς αὐτὸς ἐν τῷ δευτέρῳ τῆς συναγωγῆς τῶν Πυθαγορικῶν ἱστορεῖ, τοῦ ὅλου οὐρανοῦ τὸ μὲν ἄνω λέγουσιν εἶναι τὸ δὲ κάτω, καὶ τὸ μὲν κάτω τοῦ οὐρανοῦ δεξιὸν εἶναι τὸ δὲ ἄνω ἀριστερόν, καὶ ἡμᾶς ἐν τῷ κάτω εἶναι; ἢ τὸ μὲν ἄνω καὶ πρὸς τοῖς δεξιοῖς ἐνταῦθα λεγόμενον οὐ κατὰ τὸ ἑαυτῷ ἀρέσκον εἶπεν ἀλλὰ κατὰ τοὺς Πυθαγορείους· ἐκεῖνοι γὰρ τῷ δεξιῷ τὸ ἄνω καὶ τὸ ἔμπροσθεν συνέταττον, τῷ δὲ ἀριστερῷ τὸ κάτω καὶ τὸ ὄπισθεν. τὰ δὲ ἐν τῇ τῶν Πυθαγορικῶν συναγωγῇ μεταγεγράφθαι μᾶλλον ὑπό τινος ὁ Ἀλέξανδρος οἴεται ὀφείλοντα ἔχειν οὕτω, τὸ μὲν ἄνω τοῦ οὐρανοῦ δεξιὸν εἶναι τὸ δὲ κάτω ἀριστερὸν καὶ ἡμᾶς ἐν τῷ ἄνω εἶναι, οὐχὶ ἐν τῷ κάτω ὡς γέγραπται· οὕτω γὰρ ἂν συνᾴδοι τοῖς ἐνταῦθα λεγομένοις, ὅτι ἡμεῖς κάτω λέγοντες οἰκεῖν καὶ διὰ τοῦτο καὶ ἐν τοῖς ἀριστεροῖς, εἴπερ τῷ ἀριστερῷ τὸ κάτω συντέτακται, ἐναντίως λέγομεν ἢ ὡς οἱ Πυθαγόρειοι λέγουσιν ἄνω καὶ ἐν τοῖς δεξιοῖς. καὶ τάχα ἔχει λόγον τὸ μεταγεγράφθαι, εἴπερ οἶδεν ὁ Ἀριστοτέλης τῷ μὲν δεξιῷ τὸ ἄνω τῷ δὲ ἀριστερῷ τὸ κάτω συντάττοντας. ...


Περὶ τῆς Ἀρχυτείου φιλοσοφίας

Τὰ ἐκ τοῦ Τιμαίου καὶ τῶν Ἀρχυτείων

...καὶ πάντων οἶμαι μᾶλλον ὁ Ἀριστοτέλης τὴν ἐν Τιμαίῳ περὶ τούτων τοῦ Πλάτωνος γνώμην ἠπίστατο, ὃς καὶ σύνοψιν ἢ ἐπιτομὴν τοῦ Τιμαίου γράφειν οὐκ ἀπηξίωσε. ...

... ταῦτα μὲν οὖν Ἀριστοτέλης οἶδε. τοιγαροῦν τὸν τοῦ Πλάτωνος Τίμαιον ἐπιτεμνόμενος γράφει «φησὶ δὲ γενητὸν εἶναι, αἰσθητὸν γάρ, τὸ δὲ αἰσθητὸν γενητὸν ὑποτίθεται, τὸ δὲ νοητὸν ἀγένητον.» ...

... βέλτιον ἄρα τῷ διορισμῷ αὐτοῦ ἐμμένειν κατὰ τὴν Πυθαγορικὴν συνήθειαν καὶ τὴν αὐτοῦ τοῦ Πλάτωνος ἄλλα νοοῦντας τὰ ἔνυλα πράγματα καὶ αὐτὴν τὴν ὕλην· ἔν τε γὰρ τῷ Φαίδωνι οὕτως ὀνομάζει τὰ ἄλλα, τὰ εἴδη τὰ αἰσθητὰ λέγων ἄλλα, καὶ ἐν ἄλλοις. Ἀριστοτέλης δὲ ἐν τοῖς Ἀρχυτείοις ἱστορεῖ καὶ Πυθαγόραν ἄλλο τὴν ὕλην καλεῖν ὡς ῥευστὴν καὶ ἀεὶ ἄλλο γιγνόμενον. ὥστε δῆλός ἐστι καὶ ὁ Πλάτων ταύτῃ τὰ ἄλλα ἀφοριζόμενος. ...


Περὶ Δημοκρίτου

Ἀριστοτέλους ἢ Θεοφράστου

... φασὶ δὲ καὶ γεγράφθαι αὐτῷ ἰδίᾳ βιβλίον πρὸς τὴν Παρμενίδου δόξαν, ὃ νῦν αἰνίττεται διὰ τοῦ εἰπεῖν, καὶ εἴ τινες ἄλλοι τρόποι ... καὶ ταῦτα δὲ προστίθησιν ὁ Ἀλέξανδρος ὅτι οἱ λέγοντες ποτὲ μὲν οὕτω τὸ πᾶν ποτὲ δὲ ἄλλως ἔχειν, ἀλλοίωσιν μᾶλλον τοῦ παντὸς ἀλλ᾿ οὐ γένεσιν καὶ φθορὰν λέγουσιν. οἱ δὲ γενητόν, φησί, καὶ φθαρτὸν λέγοντες τὸν κόσμον ὡς ὁτιοῦν ἄλλο τῶν συνισταμένων εἶεν ἂν οἱ περὶ Δημόκριτον. ὡς γὰρ ἕκαστον τῶν ἄλλων γίνεται καὶ φθείρεται κατ᾿ αὐτούς, οὕτω δὴ καὶ τῶν κόσμων τῶν ἀπείρων ἕκαστος. ὡς δὲ ἐπὶ τῶν ἄλλων τὸ γινόμενον οὐ ταὐτὸν τῷ φθαρέντι εἰ μὴ ἄρα κατ᾿ εἶδος, οὕτω καὶ ἐπὶ τῶν κόσμων λέγουσιν. εἰ δὲ αἱ ἄτομοι αἱ αὐταὶ μένουσιν ἀπαθεῖς οὖσαι, δῆλον ὅτι καὶ οὗτοι ἀλλοίωσιν ἂν λέγοιεν τῶν κόσμων ἀλλ᾿ οὐ φθοράν, ὥσπερ Ἐμπεδοκλῆς δοκεῖ λέγειν καὶ Ἡράκλειτος. ὀλίγα δὲ ἐκ τῶν Ἀριστοτέλους περὶ Δημοκρίτου παραγραφέντα δηλώσει τὴν τῶν ἀνδρῶν ἐκείνων διάνοιαν· «Δημόκριτος ἡγεῖται τὴν τῶν ἀιδίων φύσιν εἶναι μικρὰς οὐσίας τὸ πλῆθος ἀπείρους· ταύταις δὲ τόπον ἄλλο ὑποτίθησιν ἄπειρον τῷ μεγέθει, προσαγορεύει δὲ τὸν μὲν τόπον τοῖσδε τοῖς ὀνόμασι, τῷ τε κενῷ καὶ τῷ οὐδενὶ καὶ τῷ ἀπείρῳ, τῶν δὲ οὐσιῶν ἑκάστην τῷ τῷδε καὶ τῷ ναστῷ καὶ τῷ ὄντι. νομίζει δὲ εἶναι οὕτω μικρὰς τὰς οὐσίας ὥστε ἐκφυγεῖν τὰς ἡμετέρας αἰσθήσεις, ὑπάρχειν δὲ αὐταῖς παντοίας μορφὰς καὶ σχήματα παντοῖα καὶ κατὰ μέγεθος διαφοράν. ἐκ τούτων οὖν ἤδη καθάπερ ἐκ στοιχείων γεννᾶσθαι καὶ συγκρίνεσθαι τοὺς ὀφθαλμοφανεῖς καὶ τοὺς αἰσθητοὺς ὄγκους. στασιάζειν δὲ καὶ φέρεσθαι ἐν τῷ κενῷ διά τε τὴν ἀνομοιότητα καὶ τὰς ἄλλας τὰς εἰρημένας διαφοράς, φερομένας δὲ ἐμπίπτειν καὶ περιπλέκεσθαι περιπλοκὴν τοιαύτην, ἣ συμψαύειν μὲν αὐτὰ καὶ πλησίον ἀλλήλων εἶναι ποιεῖ, φύσιν μέντοι μίαν ἐξ ἐκείνων κατ᾿ ἀλήθειαν οὐδ᾿ ἡντιναοῦν γεννᾷ· κομιδῇ γὰρ εὔηθες εἶναι τὸ δύο ἢ πλείονα γενέσθαι ἄν ποτε ἕν. τοῦ δὲ συμμένειν τὰς οὐσίας μετ᾿ ἀλλήλων μέχρι τινὸς αἰτιᾶτι τὰς ἐπαλλαγὰς καὶ τὰς ἀντιλήψεις τῶν σωμάτων· τὰ μὲν γὰρ αὐτῶν εἶναι σκαληνά, τὰ δὲ ἀγκιστρώδη, τὰ δὲ κοῖλα, τὰ δὲ κυρτά, τὰ δὲ ἄλλας ἀναρίθμους ἔχοντα διαφοράς. ἐπὶ τοσοῦτον οὖν χρόνον σφῶν αὐτῶν ἀντέχεσθαι νομίζει καὶ συμμένειν, ἕως ἰσχυροτέρα τις ἐκ τοῦ περιέχοντος ἀνάγκη παραγενομένη διασείσῃ καὶ χωρὶς αὐτὰς διασπείρῃ.» λέγει δὲ τὴν γένεσιν καὶ τὴν ἐναντίαν αὐτῇ διάκρισιν οὐ μόνον περὶ ζῴων ἀλλὰ καὶ περὶ φυτῶν καὶ περὶ κόσμων καὶ συλλήβδην περὶ τῶν αἰσθητῶν σωμάτων ἁπάντων. εἰ τοίνυν ἡ μὲν γένεσις σύγκρισις τῶν ἀτόμων ἐστὶν ἡ δὲ φθορὰ διάκρισις, καὶ κατὰ Δημόκριτον ἀλλοίωσις ἂν εἴη ἡ γένεσις. καὶ γὰρ καὶ Ἐμπεδοκλῆς τὸ γινόμενον οὐ ταὐτὸ τῷ φθαρέντι φησὶν εἰ μὴ ἄρα κατ᾿ εἶδος, καὶ ὅμως τοῦτον ἀλλοίωσιν ἀλλ᾿ οὐ γένεσιν ὑποτίθεσθαί φησιν Ἀλέξανδρος. ...


Προβλήματα φυσικά

Σύμμικτα ζητήματα

... τῶν δὲ ὑπομνηματικῶν συγγραμμάτων τὰ μὲν μονοειδῆ ... τὰ δὲ ποικίλα, ὡς τὰ πρὸς Εὔκαιρον αὐτῷ γεγραμμένα ἑβδομήκοντα βιβλία περὶ συμμίκτων ζητημάτων χωρὶς προοιμίων καὶ ἐπιλόγων καὶ τῆς διαιρέσεως ...

... καὶ τὰ φυσικὰ προβλήματα ἐν ἑβδομήκοντα βιβλίοις ὄντα. ...

... Προβλήματα ἐγκύκλια ...

... φυσικὰ προβλήματα ...

... ἔστι δὲ αὐτῷ αὐτοῖς προβλήματα ἐγκύκλια παντοδαπά· διὸ καὶ ἐγκύκλια ὠνομάζετο, διὰ τὸ ἐγκυκλίως αὐτοὺς καθημένους ἐπιχειρεῖν εἰς τὸ προτεθὲν ἢ διὰ τὸ ἐν κύκλῳ περιεστῶτας ἀκροᾶσθαι. ...

... προβλήματα ἐγκύκλια ... Διὰ τί οἱ Διονυσιακοὶ τεχνῖται ὡς ἐπὶ τὸ πολὺ πονηροί εἰσιν; ὅτι ἥκιστα λόγου καὶ φιλοσοφίας κοινωνοῦσι, διὰ τὸ περὶ τὰς ἀναγκαίας τέχνας αὐτῶν τὸ πολὺ μέρος τοῦ βίου εἶναι, καὶ ὅτι ἐν ἀκρασίαις τὸν πολὺν χρόνον εἰσίν, ὁτὲ δὲ ἐν ἀπορίαις· ἀμφότερα δὲ φαυλότητος παρασκευαστικά ...

... Ἀριστοτέλης δὲ ὁ παλαιὸς αἰτίαν τοῦ πλεονάκις τὴν σελήνην ἐκλείπουσαν ἢ τὸν ἥλιον καθορᾶσθαι πρὸς ἄλλαις τισὶ καὶ ταύτην ἀποδίδωσιν· ἥλιον γὰρ ἐκλείπειν σελήνης ἀντιφράξει, σελήνην δὲ ὁ δὲ Ποσειδώνιος ...

... δηλοῖ δὲ καὶ ὁ Ἀριστοτέλης ἐν τοῖς φυσικοῖς προβλήμασι προσαπορῶν ταῖς τῶν ἀστρολόγων ὑποθέσεσιν ἐκ τοῦ μὴ ἴσα τὰ μεγέθη τῶν πλανήτων φαίνεσθαι. Ἀριστοτέλης δὲ καὶ τὰς ἀκόνας τοῦ μολίβδου τήκεσθαί φησι καὶ ῥεῖν ὑπὸ κρύους καὶ χειμῶνος, ὕδατος μόνου πλησιάζοντος αὐταῖς· ὁ δ᾿ ἀήρ, ὡς ἔοικε, συνελαύνων τὰ σώματα τῇ ψυχρότητι καταθραύει καὶ ῥήγνυσιν. ...

... ἀλλὰ μὴν περὶ τῶν χαλίκων, ἔφην, ἢ τῶν ἀκονῶν, οὓς ἐμβάλλοντες εἰς τὸ ὕδωρ ψύχειν αὐτὸ καὶ στομοῦν δοκοῦσιν, εἰρημένον Ἀριστοτέλει μνημονεύεις. αὐτὸ τοῦτο, ἔφη, μόνον ἐν προβλήμασιν εἴρηκε τὸ γινόμενον, εἰς δὲ τὴν αἰτίαν ἐπιχειρήσωμεν ἡμεῖς· ἔστι γὰρ μάλιστα θυσθεώρητος. ...

... Διὰ τί τὰ ἀπὸ χιόνος καὶ κρυστάλλων ὕδατα φαῦλά ἐστιν; ὅτι παντὸς ὕδατος πηγνυμένου τὸ λεπτότατον καὶ κουφότατον ἐξατμίζει. σημεῖον δὲ ὅτι ἔλαττον γίνεται ἢ πρότερον, ὅταν τακῇ παγέν· ἀπεληλυθότος οὖν τοῦ ὑγιεινοτάτου ἀνάγκη ἀεὶ τὸ καταλειπόμενον χεῖρον εἶναι. ...

... Διὰ τί μᾶλλον ὑπὸ τῶν ὑετίων ἢ τῶν ἐπιῤῥύτων ὑδάτων τὰ δένδρα καὶ τὰ σπέρματα πέφυκε τρέφεσθαι; ... τὸ δὲ τοῦ Ἀριστοτέλους ἀληθές, ὅτι πρόσφατόν ἐστι καὶ νέον ὕδωρ τὸ ὑόμενον, ἕωλον δὲ καὶ παλαιὸν τὸ λιμναῖον; ...

... Διὰ τίνα αἰτίαν τὸ φρεατίδιον ὕδωρ ἀρυσθὲν ἐὰν ἐν αὐτῷ τῷ τοῦ φρέατος ἀέρι νυκτερεύσῃ, ψυχρότερον γίνεται; ψυχροπότῃ ξένῳ τρυφῶντι παρεσκεύασαν οἱ θεράποντες τοῦ ἐκ φρέατος ὕδωρ ψυχρότερον· ἀρυσάμενοι γὰρ ἀγγείῳ καὶ κρεμάσαντες τὸ ἀγγεῖον ἐν τῷ φρέατι τῆς πηγῆς μὴ ἁπτόμενον, εἴασαν ἐπινυκτερεῦσαι καὶ πρὸς τὸ δεῖπνον ἐκομίζετο τοῦ προσφάτου ψυχρότερον. ἦν δὲ ὁ ξένος φιλόλογος ἐπιεικῶς καὶ τοῦτο ἔφη λαβεῖν ἐκ τῶν Ἀριστοτέλους μετὰ λόγου κείμενον, εἶναι δὲ τοιόνδε τὸν λόγον. πᾶν ὕδωρ προθερμανθὲν ψύχεται μᾶλλον, ὥσπερ τὸ τοῖς βασιλεῦσι παρασκευαζόμενον ὅταν ἑψηθῇ μέχρι ζέσεως, περισωρεύουσι τῷ ἀγγείῳ χιόνα πολλὴν καὶ γίνεται ψυχρότερον. ὥσπερ ἀμέλει καὶ τὰ ἡμέτερα σώματα λουσαμένων περιψύχεται μᾶλλον· ἡ γὰρ ὑπὸ τῆς θερμότητος ἄνεσις πολύπορον τὸ σῶμα καὶ μανὸν ἀπειργασμένη πολὺν δέχεται τὸν ἔξωθεν ἀέρα καὶ βιαιοτέραν ποιεῖ τὴν μεταβολήν. ὅταν οὖν ὑποπλασθῇ ὑπὸ τῆς πηγῆς τὸ ὕδωρ, ἐν τῷ ἀέρι προθερμανθὲν περιψύχεται ταχέως. ...

... Διὰ τί τῷ ποτίμῳ μᾶλλον ἢ τῷ θαλαττίῳ πλύνεται τὰ ἱμάτια; ... ἀλλ᾿ εἰπὲ δι᾿ ἣν αἰτίαν Ὅμηρος ἐν ποταμῷ πλύνουσαν, οὐκ ἐν τῇ θαλάττῃ καίπερ ἐγγὺς οὔσῃ τὴν Ναυσικάαν πεποίηκε, καίτοι θερμοτέραν γε καὶ διαφανεστέραν εἰκὸς καὶ ῥυπτικωτέραν εἶναι. καὶ ὁ Θέων, ἀλλὰ τοῦτό γε, εἶπε, τῷ γεώδει Ἀριστοτέλης πάλαι διαλέλυκεν ὃ προβέβληκας ἡμῖν. καὶ γὰρ τῇ θαλάττῃ τὸ τραχὺ καὶ γεῶδες ἐνδιέσπαρται καὶ τοῦτο ποιεῖ τὴν ἁλυκότητα μεμιγμένον· ᾗ καὶ μᾶλλον ἡ θάλαττα τούς τε νηχομένουςἐξαναφέρει καὶ στέγει τὰ βάρη, τοῦ γλυκέος ἐνδιδόντος διὰ κουφότητα καὶ ἀσθένειαν· ἔστι γὰρ ἄμικτον καὶ καθαρόν, ὅθεν ἐνδύεται διὰ λεπτότητα καὶ διεξιὸν τοῦ θαλαττίου μᾶλλον ἐκτήκει τὰς κηλῖδας. ἢ οὐ δοκεῖ σοι τοῦτο πιθανῶς λέγειν Ἀριστοτέλης; ...

... Τίς ἡ αἰτία δι᾿ ἣν ὅταν εἰς θάλασσαν ἐμπέσῃ κεραυνός, ἅλες ἐξανθοῦσι; πηγνύμενον τὸ θαλάσσιον ὕδωρ τοὺς ἅλας ποιεῖ, πήγνυται δὲ τοῦ κεραυνοῦ ἐμπεσόντος ἐν τῇ θαλάσσῃ καὶ τὸ γλυκὺ καὶ πότιμον ὕδωρ ἐξάγοντος. ὅθεν τὸ μὲν λεπτὸν καὶ πότιμον ὕδωρ οὔθ᾿ ὑπὸ ἡλίου καιόμενον πήγνυται οὔθ᾿ ὑπὸ κεραυνοῦ, τὸ δὲ ἁλμυρὸν ὑπ᾿ ἀμφοτέρων τοῦτο πάσχει καὶ μάλιστα ὑπὸ κεραυνοῦ· θειῶδες γὰρ ὂν τὸ κεραύνιον πῦρ, ὅταν εἰς τὴν θάλασσαν ἐμπέσῃ, ἐξατμίζει μὲν καὶ ἀναξηραίνει τὸ πότιμον, πήγνυσι δὲ τὸ γεῶδες καὶ ἁλμυρόν. ὅθεν ἄσηπτα μὲν οἱ κεραυνοὶ τὰ σώματα ποιοῦσι, ἄσηπτα δὲ οἱ ἅλες διαφυλάττουσι, ἐκτηκομένης ὑπ᾿ αὐτῶν τῆς ὑγρότητος. ταύτην τὴν αἰτίαν καὶ Ἀριστοτέλης ὁ φιλόσοφος τίθησί τε καὶ ἀποδέχεται καὶ οἱ κρείττους τῶν φυσικῶν. ...

... θαυμαστὸν δὲ καὶ τὸν ἥλιον ἐπικαίειν ἡμᾶς, τὸ δὲ πῦρ μηδ᾿ ὅλως, καὶ τὸ τὸν ἀδάμαντα μὴ θερμαίνεσθαι πυρούμενονκαὶ μάγνητα λίθον ἡμέρας μὲν οὔσης ἕλκειν, νυκτὸς δὲ ἧττον ἢ οὐδὲ ὄλως ἕλκειν. ...

... Διὰ τί τὸ γλεῦκος ἥκιστα μεθύσκει; ... ἥ τε βαρύτης ἐστὶ τοῦ γλεύκους, ὡς Ἀριστοτέλης φησίν, ἡ διακόπτουσα τὴν κοιλίαν καὶ τὸ πολὺ συμβαίνειν πνευματῶδες καὶ ὑδατῶδες· ὧν τὸ μὲν εὐθὺς ἐκπίπτει βιαζόμενον, τὸ δὲ πέφυκε τὸ ὑδατῶδες ἀμβλύτερον ποιεῖν τὸν οἶνον. παλαίωσις δὲ ἐπίτασιν ἐμποιεῖ, ἐκκρινομένου τοῦ ὑδατώδους· καὶ γίνεται μέτρῳ μὲν ἐλάττων ὁ οἶνος, δυνάμει δὲ σφοδρότερος. ...

... ἐπὶ δὲ τῶν ὀξέων ἴσως ἄν τῳ δόξειε λείπειν ὅ τινας καὶ τῶν ἐλλογίμων ἰατρῶν ἐξηπάτησεν· τῷ γὰρ τοὺς οἴνους τοὺς ἀσθενεῖς ἔν τε τῷ ἦρι καὶ τῷ θέρει μεταβάλλειν τε καὶ ὀξύνεσθαι, χειμῶνος δ᾿ ἐν ταῖς οἰκείαις φυλάττεσθαι ποιότησιν, ὑπὸ θερμοῦ τισὶν ἔδοξεν ἡ ὀξύτης γεννᾶσθαι. συναύξει δ᾿ αὐτῶν τὴν ὑπόληψιν ὅ τε κινηθεὶς σφοδρότερον οἶνος ὅ τ᾿ ἐν τοῖς πλοίοις μετακομισθεὶς ποῤῥώτερον· καὶ γὰρ οἱ τοιοῦτοι πάντες ὅταν ἀσθενεῖς ὦσιν, ὀξύνονται τάχιστα ...ζητήσει γὰρ ὁ λόγος τὴν αἰτίαν, δι᾿ ἣν ὑπὸ τῆς ἔξωθεν θερμότητος ὁ φύσει ψυχρὸς καὶ ἀσθενὴς οἶνος ἐλέγχεται, καίτοι τοῦτό γε αὐτὸ τὸ ῥῆμα τὸ ἐξελέγχεται ῥηθὲν ἁπάσας τὰς εἰρημένας ἀπορίας ἐπιλύεται. παραπλήσιον γάρ τι συμβαίνει τοῖς οἴνοις, ὅσοι φύσει ψυχρότεροι καὶ ὑδατωδέστεροι τυγχάνουσιν ὄντες, οἷόν τι καὶ ταῖς μικραῖς καὶ ἀσθενέσι φλοξί· καὶ γὰρ καὶ ταύτας ἐν ἡλίῳ καταθεὶς ἰσχυρῷτελέως ἀμυδρὰς ὄψει γιγνομένας ἢ καὶ παντάπασιν ἀποσβεννυμένας. οὕτω δὲ καὶ λύχνον καιόμενον εἴ που ἄλλῃ φλογὶ σφοδρᾷ καὶ μεγάλῃ παραθείης εἴτ᾿ ἐν ἡλίῳ καταθείης ἰσχυρῷ, μαραινόμενόν τε καὶ διαφορούμενον αὐτίκα θεάσῃ. καὶ μὲν δὴ κἂν εἰ ῥιπίζοις ἰσχυρῶς ἀσθενῆ καὶ μικρὰν φλόγα, θᾶττον ἀποσβέσεις αὐτὴν ἢ αὐξήσεις. οὔτε γὰρ κίνησιν οὔτε θερμασίαν ἰσχυρὰν ἀσθενὴς ὑπομένει φύσις, ἀλλὰ διαφορεῖται πρὸς αὐτῆς μᾶλλον ἢ αὐξάνεται ...ἀλλ᾿ οἵ γε περὶ Θεόφραστον καὶ Ἀριστοτέλην τήν τ᾿ ἐμπειρίαν ἐπὶ πλέον ἐκτείναντες καὶ διὰ τὴν ἐν φυσιολογίᾳ γυμνασίαν ἀκριβέστερον ἅπαντα διαρθρώσαντες, ἄλλα τε τοιαῦτα πολλὰ καὶ περὶ τῶν οἴνων ἡμᾶς ἐδίδαξαν ὡς ὅμοιόν τι τοῖς ἡμῶν αὐτῶν πάσχειν σώμασιν. ἢ γὰρ οὐχὶ καὶ ταῦτα θεώμεθα παρὰ τό πως ἔχειν ἀσθενείας ἢ ῥώμης ὑπὸ τῶν αὐτῶν ὀνινάμενα καὶ βλαπτόμενα; καὶ γὰρ καὶ γυμνάσια σφοδρὰ καὶ ἥλιος ἰσχυρότερα μὲν ἐργάζεται τὰ θερμὰ καὶ ῥωμαλέα σώματα, καταβάλλει δὲ καὶ διαφορεῖ καὶ καταψύχει τὰ μὴ τοιαῦτα, καὶ τῶν οἴνων τοὺς μὲν θερμοὺς φύσει καὶ κίνησις ῥιπίζουσα καὶ ἥλιος ἐκθερμαίνων καὶ φλόγες πλησίον καιόμεναι πεπαίνουσι θᾶττον· ὅσοι δὲ ψυχρότεροί εἰσι καὶ ὑδατωδέστεροι, τούτους ἐξελέγχει τε τὰ τοιαῦτα πάντα καὶ θᾶττον ἀναγκάζει πάσχειν ἃ μικρὸνὕστερον ἔμελλε πείσεσθαι. φυλάττεται μὲν γὰρ ἕκαστον τῶν ὄντων ἐπὶ τῆς οἰκείας φύσεως οἰκείῳ θερμῷ, διαφθείρεται δὲ πρὸς τῆς ἔξωθεν ἀμετρίας ἤτοι θερμότητος ὀθνείᾳ ἢ ψύξεως πλεονεξίᾳ. ...

... ἐπὶ δὲ τὰ λοιπὰ τῶν ὑγρῶν φαρμάκων ἤδη μεταβαίνωμεν, ὧν ἐν τοῖς μάλιστα περὶ ὄξους ἠμφισβήτηται, τῶν μὲν ψυχρὸν εἶναι λεγόντων αὐτό, τῶν δὲ θερμόν, ἐνίων δὲ τινὰ μὲν θερμότητα διδόντων αὐτῷ τινὰ δ᾿ ἀφαιρουμένων, ὥσπερ οἱ λέγοντες οἶνον τεθνεῶτα καὶ νεκρὸν εἶναι τὸ ὄξος· οὗτοι γὰρ ἀπολωλεκέναι μὲν αὐτό φασι τὴν οἰκείαν οἴνου θερμότητα, σηπεδονώδη δέ τινα προσειληφέναι. ...

... ἔτι δὲ τούτων μᾶλλον ἐπὶ ὄξους θαυμάζουσιν εἰ τολμῶμεν αὐτὸ λέγειν ἀπολωλεκέναι μὲν τὴν ἔμφυτον τοῦ οἴνου θερμότητα, τὴν δ᾿ ἐκ σήψεως ἔχειν, ὅπερ δὴ καὶ Ἀριστοτέλει καὶ Θεοφράστῳ δοκεῖ· τὰ μὲν γὰρ οἰνώδη μόρια τοῦ οἴνου κατὰ τὴν εἰς ὄξος μεταβολὴν ἀποψύχεται, τὸ δ᾿ ὑδατῶδες περίττωμα σηπόμενον ἐπίκτητόν τινα ἴσχει θερμότητα, ὥσπερ καὶ τἆλλα πάντα τὰ σαπέντα. καὶ γίγνεται σύνθετόν τι τὸ ὄξος ἐξ ἐνιαντιωτάτων ταῖς δυνάμεσι μορίων τῶν μὲν ἀπεψυγμένων τῶν δὲ θερμανθέντων, ὥσπερ αἱ τῶν καυθέντων ξύλων τέφραι πᾶσαι. καὶ γὰρ ἐν ἐκείναις τὸ μὲν οἷον ἐμπύρευμα κατὰ μικρὰ μόρια παρέσπαρται, καὶ τοῦτο μὲν ἱκανῶς ἐστι θερμόν, τὸ δ᾿ ἄλλο πᾶν γεῶδές τε καὶ ψυχρόν. καὶ διὰ τοῦτο ἐπειδὰν ὕδατι βραχεῖσα τέφρα διά τινων σωμάτων ἀραιῶν συμμέτρως ἠθῆται, συναποφέρεται μὲν ἐν τῷδε τὰ θερμὰ καὶ δριμέα μόρια, τὸ δ᾿ ὑπόλοιπον οὐκέτι θερμόν ἐστιν ἐναποθέμενον τῷ ὕδατι τὰ πυρώδη μόρια. καλοῦσι δὲ τὸ τοιοῦτον ὕδωρ οἱ ἄνθρωποι κονίαν. διενήνοχε μέντοι τὴν δύναμιν κατὰ τοσόνδε ὄμφακος χυλὸς ὄξους, ὅτι τῷ μὲν ὄξει προσέρχεταί τις ἐκ σηπεδονώδους θερμότητος δριμύτης· καὶ διὰ τοῦτο καλῶς ἔλεγεν Ἀριστοτέλης αὐτῷ τὸ μὲν οἰκεῖον τοῦ οἴνου θερμὸν ψυχρὸν ὑπάρχειν, τὸ δ᾿ ἐπίκτητον θερμόν. ...

... δέον δὲ ὥσπερ ὁ Ἀριστοτέλης καὶ Θεόφραστος ἕτεροί τε τινὲς ἄνδρες φιλόσοφοι τὰ τοιαῦτα τῶν προβλημάτων ἐν τοῖς φυσικοῖς ζητήμασι προβάλλουσί τε καὶ λύουσι, καὶ αὐτὸς ὁ Διοκλῆς εἴπερ ἐβούλετο τὰς αἰτίας ἁπάντων τῶν γιγνομένων ζητεῖν, ὁμοίως ἐκείνοις προβάλλειν τε καὶ λύειν. εἰ δ᾿ οὐ φαίνεται τοῦτο ποιῶν, ἐν τούτῳ καὶ μάλιστα δοκεῖ μοι σφάλλεσθαι· τὸ μὲν γὰρ φαινόμενον ἐναργῶς ἀεὶ χρὴτίθεσθαι πρῶτον, ἐπισκέπτεσθαι δὲ ἐφεξῆς εἴ τις ἐθέλοι τὴν αἰτίαν αὐτοῦ, φυσικὰ προβλήματα συντιθέντα τρόπῳ τοιῷδε· διὰ τί τὸ μὲν ἔλαιον ξηρὰ καὶ ψαθυρὰ καὶ κραῦρα τὰ ἐν αὐτῷ καθεψόμενα ποιεῖ, τὸ δὲ ὕδωρ ὑγρὰ καὶ μαλακά; ἢ διὰ τί τὰ μὲν ἑψόμενα κατὰ τοὔλαιον ἀποξηραίνεται, τὰ δ᾿ ἄλλως ἐν αὐτῷ βρεχόμενα φυλάττει τὴν οἰκείαν ὑγρότητα μᾶλλον ἢ εἰ μηδ᾿ ὅλως ἐβρέχετο; διὰ τί δὲ τὰς ἀπὸ σκίλλης καὶ ἀκαλήφης δήξεις ἰᾶται; διὰ τί δὲ τούτων μὲν ἰατικόν ἐστι, αὐτὸ δὲ δάκνει τοὺς ὀφθαλμούς; διὰ τί τὸ μὲν ἄλλο σῶμα πᾶν οὐ δάκνει, τοὺς ὀφθαλμοὺς δὲ δάκνει; διὰ τί τὴν μὲν φάρυγγα τραχύνει, τὰ δὲ ἕλκη παρηγορεῖ; διὰ τί γαστρὸς ὑπάγωγόν ἐστι; διὰ τί κόπων ἰατικόν; διὰ τί τοὺς ἀλειψαμένους ἀπεριψύκτους τηρεῖ; διὰ τί τῶν ἐντόμων ζῴων ἀναιρετικόν ἐστι; διὰ τί τῶν ἱμάντων καὶ βυρσῶν μαλακτικὸν ὑπάρχει, τῶν δ᾿ ἑψομένων ἐν αὐτῷ σχεδὸν ἁπάντων σκληρυντικόν; ἓν μὲν εἶδός σοι προβλημάτων τοῦτο, φυσικῷ προσῆκον μόνῳ. ...

... ἐδόκει δὲ πρὸς τοῦτον ὑπεναντιοῦσθαι τὸν λόγον Ἀριστοτέλης τετηρηκώς, ὥς φησιν, εὐωδέστερόν τε γινόμενον καὶ βέλτιον ὅλως τὸ ἐν τοῖς ἀποκενουμένοις ἀγγείοις ἔλαιον. εἶτα τῷ ἀέρι τὴν αἰτίαν τῆς βελτιώσεως ἀνατίθησι· πλείων γάρ ἐστι καὶ κρατεῖ μᾶλλον εἰς ἀποδεὲς κατερχόμενος τὸ ἀγγεῖον. ...

... τὰ μὲν οὖν δριμέα πολὺ τῆς θερμότητος ἀπόλλυσι καυθέντα, τὰ δὲ μὴ τοιαῦτα προσλαμβάνει, τελέως δὲ ψυχρὸν οὐδὲν τῶν καυθέντων ἐστίν. ἐγκαταλείπεται γὰρ αὐτοῖς οἷον ἐμπύρευμά τι· καὶ γὰρ προσηγόρευεν οὕτως Ἀριστοτέλης αὐτό· καὶ τοῦτ᾿ ἐστὶ τὸ κατὰ τὰς πλύσεις ἀποῤῥυπτόμενον. ἔστι δὲ τὸ λεπτομερέστατον τῆς τῶν καυθέντων οὐσίας, οὗ συναπελθόντος τῷ ὕδατι τὸ λοιπὸν τοῦ καυθέντος οὐσία γεώδης ἐστί· τὸ μὲν γὰρ ὑγρὸν ἅπαν ἡ καῦσις ἐκδαπανᾷ, τὸ δ᾿ ὑπολειπόμενον γεῶδές ἐστιν ἅμα τῷ πρὸς Ἀριστοτέλους ἐμπυρεύματι κληθέντι. τοῦτ᾿ οὖν ὅταν τις ἀφέληται καὶ χωρίσῃ τῇ πλύσει, τὸ μὲν ὕδωρ ᾧ τὸ φάρμακον ἐπλύθη, θερμὴν δύναμιν ἐπεκτήσατο λεπτομερῆ, τὸ δ᾿ ὑπόλοιπον γίνεται γεῶδες ψυχρὸν ξηραίνειν ἀδήκτως δυνάμενον. ...

... ἅπαντα δὲ τὰ γλυκέα τῇ μὲν θερμότητι πλησίον ἥκει τῶν σωμάτων οἷς φαίνεται γλυκέα, κατὰ διττὸν δὲ τρόπον, ὡς εἴρηται, γίνεται τοιαῦτα· τινὰ μὲν οἰκείῳ θερμῷ καθάπερ τὸ μέλι, τινὰ δ᾿ ἐπικτήτῳ καθάπερ ἅπαντα τὰ διὰ πυρὸς σκευαζόμενα· καὶ διὰ τοῦτό περ ἄχρις ἂν ᾖ θερμά, μέχρι τοσοῦδε καὶ ἡδίω φαίνεται τοῖς ἀναθρέψεως δεομένοις. ἔοικε δὲ καὶ τὸ γλεῦκος οὐκ οἰκείᾳ μόνον ἀλλὰ καὶ ἐπικτήτῳ θερμασίᾳ φαίνεσθαι γλυκύ· πολὺ γὰρ, ὡς καὶ Θεόφραστος καὶ Ἀριστοτέλης ἔλεγε, τὸ ἐκ τῆς ἡλιακῆς θερμασίας οἷον ἐμπύρευμά τι ταῖς τε ῥαξὶ καὶ τοῖς ἄλλοις ὑπάρχει καρποῖς, ὑφ᾿ οὗ τὸ ὑδατῶδες ἐν αὐτοῖς ἔτι καὶ οἷον ἡμίπεπτον εἰς πέψιν ἄγεται καὶ κατεργάζεται τῷ μεταβάλλοντι συνεξομοιούμενον, ὥστε κἂν ἀποθλίψῃς τὸν χυλὸν ὀπώρας ἡστινοσοῦν, εὑρήσεις μὲν εὐθέως ζέοντα καθάπερ τὸ γλεῦκος, ἐν δὲ τῷ μᾶλλόν τε καὶ ἧττον διαφέρουσαν τὴν ζέσιν εἰς ὅσον ἂν καὶ ὁ καρπὸς τοῦ καρποῦ διαφέρει θερμότητος. μεταβληθέντος δὲ καὶ κατεργασθέντος τοῦ ὑδατώδους τε καὶ ἡμιπέπτου καὶ τῆς τὴν ζέσιν ἐργαζομένης θερμασίας διαπνευσάσης, αἱ τῶν χυλῶν οἰκεῖαι φαίνονται ποιότητες εἰλικρινεῖς. ...

... συκίνῳ, ... καὶ ὅτι ὁ ἐκ τῶν συκίνων ξύλων καπνὸς δριμύτατος, καὶ Ἀριστοτέλης φησὶν ἐν προβλήματι ...

... τῶν παρατετηρημένων ἐστὶν καὶ τὸ τοῖς λευκοίοις ἄνθεσιν ἢ στεφάνοις διὰ νυκτὸς λύχνους παρακαίεσθαι, ἵνα εἰς τὴν πρωίαν ταῦτα παραμένῃ ἀμάραντα. ποιοῦσι δὲ τοῦτο καὶ οἱ στεφανήπλοκοι. ...

... ἴδιον δὲ παρὰ ταῦτα πάντα καὶ μηδενὶ συμβεβηκὸς ἑτέρῳ τὸ μέλλον λέγεσθαι· φοίνικος γὰρ ξύλον ἂν ἄνωθεν ἐπιθεὶς βάρη πιέζῃς, οὐ κάτω θλιβόμενον ἐνδίδωσιν, ἀλλὰ κυρτοῦται πρὸς τοὐναντίον ὥσπερ ἀνθιστάμενον τῷ βιαζομένῳ. τοῦτο δὴ καὶ περὶ τοὺς ἀθλητικοὺς ἀγῶνάς ἐστι· τοὺς μὲν γὰρ ὑπ᾿ ἀσθενείας καὶ μαλακίας εἴκοντας αὐτοῖς πιέζουσι κάμπτοντες, οἱ δ᾿ ἐῤῥωμένως ὑπομένοντες τὴν ἄσκησιν οὐ μόνον τοῖς σώμασιν ἀλλὰ καὶ τοῖς φρονήμασιν ἐπαίρονται καὶ αὐξοῦνται. ...

... τῶν παρατετηρημένων δ᾿ ἐστὶ τὸ τὰ δίχηλα μόνα τῶν ζῴων εἰς τοὺς ὀπισθίους πόδας ἀστραγάλους ἔχεινἀποδέδωκε δὲ τὴν αἰτίαν Ἀριστοτέλης ἐν τοῖς φυσικοῖς προβλήμασιν, διὰ τί ἐν τοῖς ὀπισθίοις καὶ οὐκ ἐμπροσθίοις· οὐδὲν γὰρ μάτην ἡ φύσις ἐποίησεν. ...

... Διὰ τί βρωτικώτεροι γίνονται περὶ τὸ μετόπωρον ... Λαμπρίᾳ δὲ καὶ ἀνάγκη πρὸ τοῦ κήπου κυδαίνοντι τὸν περίπατον καὶ τὸ Λύκειον ἔργῳ μαρτυρεῖν Ἀριστοτέλει. φησὶ γὰρ ὁ ἀνὴρ βρωτικώτατον ἕκαστον αὐτὸν αὑτοῦ περὶ τὸ φθινόπωρον εἶναι· καὶ τὴν αἰτίαν ἐπείρηκεν, ἐγὼ δ᾿ οὐ μνημονεύω ... ὁ δὲ Λαμπρίας εἶπεν ὅτι τὸ οἰκεῖον καὶ τὸ σύμφυτον θερμὸν ἡμῶν ᾧ τρέφεσθαι πεφύκαμεν, ἐν μὲν τῷ θέρει διέσπαρται καὶ γέγονεν ἀσθενέστερον καὶ μανόν, ἐν δὲ τῷ φθίνοντι καιρῷ συναγείρεται πάλιν καὶ ἰσχύει κατακρυπτόμενον ἐντὸς διὰ τὴν περίψυξιν καὶ τὴν πύκνωσιν τοῦ σώματος. ...

... ἄξιον δὲ ἐπιστῆσαι πρᾶγμα Ἀριστοτέλης ἐν τοῖς φυσικοῖς προβλήμασιν εἴρηκεν. τὸν ἄνθρωπόν φησι βεβρωκότα καὶ πεπωκότα τὸν αὐτὸν σταθμὸν ἄγειν καὶ ὅτε νήστης ὑπῆρχεν. πειρᾶται δὲ καὶ τὴν αἰτίαν τοῦ γιγνομένου ἀποδιδόναι. ...

... ἐπεὶ δ᾿ Ἀριστοτέλης οἴεται τῶν δεδειπνηκότων τὸν μὲν περίπατον ἀναῤῥιπίζειν τὸ θερμόν, τὸν δ᾿ ὕπνον ἂν εὐθὺς καθεύδωσι καταπνίγειν, ἕτεροι δὲ τὴν μὲν ἡσυχίαν οἴονται τὰς πέψεις βελτίονας ποιεῖν, τὴν δὲ κίνησιν ταράττειν τὰς ἀναδόσεις, καὶ τοῦτο τοὺς μὲν περιπατεῖν εὐθὺς ἀπὸ δείπνου τοὺς δ᾿ ἀτρεμεῖν πέπεικεν ...

... Ἀριστοτέλης δὲ ἐν τοῖς φυσικοῖς προβλήμασί φησιν· οἱ μονοσιτοῦντες πικρότερα τὰ ἤθη ἔχουσι μᾶλλον ἢ οἱ δὶς τροφαῖς χρώμενοι. ...

... ζητεῖ δ᾿ ὁ πολυμαθέστατος Ἀριστοτέλης ἐν τοῖς φυσικοῖς προβλήμασι «διὰ τί οἱ μυριζόμενοι πολιώτεροι; ἢ ὅτι τὸ μύρον διὰ τὰ ἀρώματα ξηραντικόν ἐστι, διὸ καὶ αὐχμηροὶ οἱ μυριζόμενοι, ὁ δὲ αὐχμὸς πολιωτέρους ποιεῖ; εἴτε γὰρ αὔανσις τριχὸς ἡ πολιὰ εἴτ᾿ ἔνδεια θερμοῦ, ἡ ξηρότης μαραίνει. διὸ καὶ τὰ πιλία θᾶττον ποιεῖ πολιούς· ἐκπίνεται γὰρ ἡ οἰκεία τῆς τριχὸς ὑγρότης.» ...

... αἱ δὲ ἀφραίνουσαι γυναῖκες βάπτουσαι μὲν τὰς πολιὰς μυρίζουσαι δὲ τὰς τρίχας πολιώτεραι θᾶττον φαίνονται διὰ τὰ ἀρώματα ξηραντικὰ ὄντα, διὸ καὶ αὐχμηρότεροι γίνονται οἱ μυριζόμενοι, ὁ δὲ αὐχμὸς πολιωτέρους ποιεῖ. εἴτε γὰρ αὔανσις τριχὸς ἡ πολιὰ εἴτε ἔνδεια θερμοῦ, τῆς ξηρότητος τὴν οἰκείαν τῆς τριχὸς ἐκπινούσης τροφὴν τὴν ὑγρὰν καὶ πολιοὺς ἀποτελούσης, πῶς ἂν εἰκότως ἔτι ἀγαπῷμεν τὰ μύρα, δι᾿ ἃ αἱ πολιαί, οἱ φεύγοντες πολιάς; ...

... ἔστι καὶ τρόπος ἕτερος καμάτων λύσεως ἐκ τῶν κατὰ κεφαλῆς καταιονήσεων «θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων». αἱ γὰρ ἐμβάσεις περικεχυμένου πανταχόθεν τοῖς πόροις τοῦ ὕδατος φράττουσι τὴν τῶν ἱδρώτων ἔκκρισιν, καθάπερ ἂν εἴ τις ἠθμὸς εἰς ὕδωρ βληθῇ· διέξεισι γὰρ οὐθέν, εἰ μή τις αὐτὸν μετεωρίσας τοῖς πόροις ἀναψυχὴν καὶ διέξοδον εἰς τὸ ἔξω παράσχῃ, ὡς Ἀριστοτέλης εἴρηκεν ἐν τοῖς φυσικοῖς προβλήμασι ζητῶν, διὰ τί οἱ ἱδροῦντες ἐπὰν ἔλθωσιν εἰς θερμὸν ἢ ψυχρὸν ὕδωρ, οὐκ ἔτι ἱδροῦσιν, ἕως ἂν πάλιν ἐπανέλθωσιν ἀπὸ τῶν ἐμβάσεων. ...

... Ἀριστοτέλης ἐν τοῖς ζωικοῖς «ὁ ῥύπος, φησίν, ἐν τοῖς ὠταρίοις γιγνόμενος πικρὸς ὢν ἐν ταῖς μακραῖς νόσοις γλυκὺς γίνεται». τοῦτο δέ, φησίν, παρατετήρηται ἐπὶ πολλῶν γιγνόμενον. ἀποδέδωκε δὲ καὶ τὴν αἰτίαν τοῦ γιγνομένου ἐν τοῖς φυσικοῖς προβλήμασιν. Διὰ τί τὰ στρογγύλα τῶν ἑλκῶν δυσίατα; ... οἱ δὲ φυσικοὶ καὶ οἱ φιλόσοφοί φασι τῷ μὴ εἶναι ἀρχὴν ὅθεν ἡ οὐλὴ ἄρξηται· ἐν γὰρ κύκλῳ οὔτε ἀρχὴν οὔτε τέλος ἔστι λαβεῖν ...

... τῶν παρατετηρημένων ἐστὶ τὸ δυσκατούλωτα ἕλκη γίγνεσθαι ταῖς τε κυούσαις καὶ τοῖς σπληνικοῖς καὶ κιρσοὺς ἔχουσι καὶ ταῖς γυναιξὶν ὅσαις ἰξίαι περὶ τοὺς μηροὺς ἔνεισιν. ...

... λέγει δὲἐν τῇ τῆς τροφῆς πέψει ἥτις ἐν τῇ ἄνω κοιλίᾳ γίνεται μηδὲ ζῷον γεννᾶσθαι, ὥς τινες ᾤοντο, ἀλλ᾿ ἐν τοῖς περιττώμασι καὶ τῇ ἀποκρίσει καὶ τῇ κάτω κοιλίᾳ σηπομένῃ, ὡς ἐπὶ τῶν ἐκτὸς σηπομένων ὁρᾶταί τινα ζῷα, ὡς προείρηκεν ὅτε ἔλεγε περὶ σήψεως· γεννώμενα δὲ οὕτω τε καὶ ἐνταῦθα ἐπάνεισι πολλάκις ἐπὶ τὴν ἄνω κοιλίαν. ἔστι δὲ ταῦτα αἵ τε λεγόμεναι τερηδόνες καὶ οἱ ἕλμινθες. διὸ πολλάκις ἐν ταῖς νόσοις καὶ ἐμοῦνται. τὴν δ᾿ αἰτίαν τοῦ κάτω μὲν γίνεσθαι αὐτὰ ἐπανιέναι δὲ πολλάκις καὶ ἐπὶ τὴν ἄνω κοιλίαν, ἐν ἑτέροις εἰρῆσθαί φησιν ...

... ἐν γὰρ τοῖς προβλήμασι. κάτω μὲν γὰρ καὶ ἐν τῇ κάτω κοιλίᾳ, ὅτι ἐκ σήψεως γίνεται, ἐνταῦθα δὲ ἡ σῆψις. ἐπάνεισι δὲ ἐν ταῖς νόσοις καὶ ἐπὶ τὴν ἄνω κοιλίαν δι᾿ ἃς ἐν ἐκείνοις αἰτίας λέγει. ...

... Διὰ τί τοῖς φθινοπωρινοῖς ἐνυπνίοις ἥκιστα πιστεύομεν; προβλήμασιν Ἀριστοτέλους φυσικοῖς ἐντυγχάνων Φλῶρος εἰς Θερμοπύλας κομισθεῖσιν αὐτός τε πολλῶν ἀποριῶν, ὅπερ εἰώθασι πάσχειν ἐπιεικῶς αἱ φιλόσοφοι φύσεις, ὑπεπίμπλατο καὶ τοῖς ἑταίροις μετεδίδου ... τὰ μὲν οὖν ἄλλα μεθ᾿ ἡμέραν οὐκ ἄχαριν ἡμῖν ἐν τοῖς περιπάτοις διατριβὴν παρέσχε, τὸ δὲ λεγόμενον περὶ τῶν ἐνυπνίων ὡς ἔστιν ἀβέβαια καὶ ψευδῆ μάλιστα περὶ τοὺς φυλλοχόους μῆνας, οὐκ οἶδ᾿ ὅπως ἑτέρους λόγους πραγματευσαμένου τοῦ Φαβωρίνου μετὰ τὸ δεῖπνον ἀνέκυψε. τοῖς μὲν οὖν σοῖς ἑταίροις ἐμοῖς δὲ υἱοῖς ἐδόκει λελυκέναι τὴν ἀπορίαν Ἀριστοτέλης, καὶ οὐδὲν ᾤοντο δεῖν ζητεῖν οὐδὲ λέγειν ἀλλ᾿ ἢ τοὺς καρπούς, ὥσπερ ἐκεῖνος, αἰτιᾶσθαι. νέοι γὰρ ὄντες ἔτι καὶ σφριγῶντες πολὺ πνεῦμα γεννῶσιν ἐν τῷ σώματι καὶ ταραχῶδες. οὐ γὰρ τὸν οἶνον εἰκός ἐστι μόνον ζεῖν καὶ ἀγανακτεῖν οὐδὲ τοὔλαιον ἂν ᾖ νεουργὸν ἐν τοῖς λύχνοις ψόφον ἐμποιεῖν ἀποκυματιζούσης τὸ πνεῦμα τῆς θερμότητος, ἀλλὰ καὶ τὰ σιτία τὰ πρόσφατα καὶ τὴν ὀπώραν ἅπασαν ὁρῶμεν ἐντεταμένην καὶ οἰδῶσαν, ἄχρι ἂν ἀποπνεύσῃ τὸ φυσῶδες καὶ ἄπεπτον. ὅτι δέ ἐστι τῶν βρωμάτων ἔνια δυσόνειρα καὶ ταρακτικὰ τῶν καθ᾿ ὕπνον ὄψεων, μαρτυρίοις ἐχρῶντο τοῖς τε κυάμοις καὶ τῇ κεφαλῇ τοῦ πολύποδος, ὧν ἀπέχεσθαι κελεύουσι τοὺς δεομένους τῆς διὰ τῶν ὀνείρων μαντικῆς. ...

... Διὰ τί οἱ μὲν αἰσχυνόμενοι ἐρυθριῶσιν, οἱ δὲ φοβούμενοι ὠχριῶσιν, παραπλησίων τῶν παθῶν ὄντων; ὅτι τῶν μὲν αἰσχυνομένων διαχεῖται τὸ αἷμα ἐκ τῆς καρδίας εἰς ἅπαντα τὰ μέρη τοῦ σώματος ὥστε ἐπιπολάζειν, τοῖς δὲ φοβηθεῖσι συντρέχει εἰς τὴν καρδίαν ὥστε ἐκλείπειν ἐκ τῶν ἄλλων μερῶν. ...

... Διὰ τί ἐπειδὰν κινδυνεύειν μέλλωσι, πρὸς αὐλὸν ἐμβαίνουσιν; ἵνα τοὺς δειλοὺς ἀσχημονοῦντας γινώσκωσιν. ...


Περὶ τῆς τοῦ Νείλου ἀναβάσεως

... φέρονται γοῦν οἱ ἐτησίαι ἄνεμοι ἐπὶ τοὺς ἐναντίους τόπους· ἐκεῖ δὴ ταῦτα ἐκφερόμενα προσπίπτει τοῖς ὑψηλοτάτοις ὄρεσι τῆς Αἰθιοπίας καὶ πολλὰ καὶ ἀθρόα γινόμενα ἀπεργάζεται ὑετούς· καὶ ἐκ τῶν ὑετῶν τούτων ὁ Νεῖλος πλημμυρεῖ τοῦ θέρους, ἀπὸ τῶν μεσημβρινῶν καὶ ξηρῶν τόπων ῥέων. καὶ τοῦτο Ἀριστοτέλης ἐπραγματεύσατο· αὐτὸς γὰρ ἀπὸ τῆς φύσεως ἔργῳ κατενόησεν, ἀξιώσας πέμψαι τὸν Ἀλέξανδρον τὸν Μακεδόνα εἰς ἐκείνους τοὺς τόπους καὶ ὄψει τὴν αἰτίαν τῆς τοῦ Νείλου αὐξήσεως παραλαβεῖν. διό φησιν ὡς «τοῦτο οὐκέτι πρόβλημά ἐστιν· ὤφθη γὰρ φανερῶς» ὅτι ἐξ ὑετῶν αὔξει. ...

... Ἐρατοσθένης δὲ οὐκέτι φησὶν οὐδὲ ζητεῖν χρῆναι αἰτίαν τῆς αὐξήσεως τοῦ Νείλου, σαφῶς καὶ ἀφικομένων τινῶν εἰς τὰς τοῦ Νείλου πηγὰς καὶ τοὺς ὄμβρους τοὺς γινομένους ἑωρακότων, ὥστε κρατύνεσθαι τὴν Ἀριστοτέλους ἀπόδοσιν. τὴν δὲ πλήρωσιν αὐτοῦ τοὺς θερινοὺς ὄμβρους παρασκευάζειν φησὶν Ἐρατοσθένης. ...

... οἱ μὲν οὖν ἀρχαῖοι στοχασμῷ τὸ πλέον, οἱ δ᾿ ὕστερον αὐτόπται γενηθέντες ᾔσθοντο ὑπὸ ὄμβρων θερινῶν πληρούμενον τὸν Νεῖλον, τῆς Αἰθιοπίας τῆς ἄνω κλυζομένης. ... εἰ γὰρ ἄρα, τοῦτ᾿ ἐχρῆν ζητεῖν ὅπερ καὶ νῦν ἔτι ζητεῖται, τί δή ποτε θέρους, χειμῶνος δὲ οὔ, καὶ ἐν τοῖς νοτιωτάτοις ... συμπίπτουσιν ὄμβροι ... τὸ δ᾿ ὅτι ἐξ ὄμβρων αἱ ἀναβάσεις μὴ ζητεῖν μηδὲ τοιούτων δεῖσθαι μαρτύρων, οἵους Ποσειδώνιος εἴρηκε. ...

... πέφυκε δὲ πυκνοῦσθαι ὁ ἀήρ καὶ εἰς ἑαυτὸν συνιζάνειν οὐ μόνον ψυχόμενος ἀλλὰ καὶ ὠθούμενος καὶ πιλούμενος. οὕτω γοῦν ἀποδέδειχεν ὁ Ἀριστοτέλης ἐν θέρει ἐν τῇ Αἰθιοπίᾳ τοὺς ὑετοὺς γινομένους· ὠθουμένης γὰρ τῆς ἐκ τῶν βορείων ἀτμίδος ὑπὸ τῶν ἐτησίων πνευμάτων καὶ τοῖς Ἀραβικοῖς προσπιπτούσης ὄρεσι μεγίστοις οὖσι καὶ συνθλιβομένης ἀεὶ ὑπὸ τῆς ἐπιγινομένης, τῇ πιλήσει πυκνοῦσθαι καὶ εἰς ὕδωρ μεταβάλλειν. ...

... τρίτη ἀπορία, εἰ διὰ τὴν ἔνδειαν τῆς ὑγρότητος θέρους ὑετὸς οὐ γίνεται, τί δή ποτε ἐν Ἀραβίᾳ καὶ ἐν Αἰθιοπίᾳ γίνεται θέρους ὑετός. καὶ λύομεν ὅτι ἔστιν ὑγρότης, ἀλλ᾿ οὐκ ἐκεῖ γινομένη, ἀλλ᾿ ἐκεῖ σωρευομένη. ἐπειδὴ γὰρ ἐν τῷ θέρει πνέουσιν ἐτησίαι βόρειοι ὄντες ἐξωθοῦσιν ἐκεῖ τὰ νέφη, καὶ πρῶτον προσπταίοντα σεληναίοις ἢ ἀργυρέοις ὄρεσι τῇ πιλήσει εἰς ὕδωρ μεταβάλλονται, καὶ κατάγεται ὑετός. διὸ καὶ ὁ Νεῖλος θερειγενέτης ἐστί, καὶ ταύτην τὴν αἰτίαν φασὶ τῆς ἀναβάσεως αὐτοῦ. γίνεται δὲ καὶ περὶ τὴν ἀραβίαν. ἡ γὰρ ἀπορία διὰ τί ἐν Αἰθιοπίᾳ ὑετὸς κατάγεται, εἴ γε μὴ ἔστιν ἐκεῖσε ὑγρότης. καὶ λύει λέγων ὅτι ἔστιν, ἀλλ᾿ οὐκ ἐκεῖ γεγενημένη ἀλλ᾿ ἐκεῖ σεσωρευμένη διὰ τὸ ἀποδιώκεσθαι τὰ νέφη ὑπὸ τῶν ἐτησίων βορείων ὄντων. ...

... ἐπιζητήσαι δ᾿ ἄν τις πῶς εἰ τὸ θέρος ξηρόν ἐστιν, ὡς προείρηκε, παρ᾿ οἷς ξηρότατόν ἐστι τὸ θέρος, παρὰ τούτοις οἱ ὑετοὶ τοῦ θέρους γίνονται. ἢ αἱ μὲν ἀναθυμιάσεις καὶ αἱ τῶν νεφῶν συστάσεις οὐκ ἐκεῖ γεννῶνται ἀλλ᾿ ὑπὸ πνευμάτων τῶν ἐτησίων ἀπωθούμενοι συνίστανται, ὡς λέγει ἐν τοῖς περὶ τῆς τοῦ Νείλου ἀναβάσεως, τῆς δὲ ταχείας αὐτῶν εἰς ὑετὸν μεταβολῆς ἡ προειρημένη ἀντιπερίστασις αἰτία, ὡς λέγει. ...

... ὅτι οἱ ἐτησίαι πνέουσι κατὰ τὸν καιρὸν τοῦ ἀκμαιοτάτου θέρους δι᾿ αἰτίαν τοιαύτην ..... φέρονται γοῦν ἐπὶ τοὺς ἐναντίους τόπους, τοὺς μεσημβρινούς. ἐκεῖ δὴ ταῦτα ἐκφερόμενα προσπίπτει τοῖς ὑψηλοτάτοις ὄρεσι τῆς Αἰθιοπίας, καὶ πολλὰ καὶ ἀθρόα γινόμενα ἀπεργάζεται ὑετούς· καὶ ἐκ τῶν ὑετῶν τούτων ὁ Νεῖλος πλημμυρεῖ τοῦ θέρους, ἀπὸ τῶν μεσημβρινῶν καὶ ξηρῶν τόπων ῥέων. καὶ τοῦτο Ἀριστοτέλης ἐπραγματεύσατο· αὐτὸς γὰρ ἀπὸ τῆς φύσεως ἔργωι κατενόησεν, ἀξιώσας πέμψαι τὸν Ἀλέξανδρον τὸν Μακεδόνα εἰς ἐκείνους τοὺς τόπους, καὶ ὄψει τὴν αἰτίαν τῆς τοῦ Νείλου αὐξήσεως παραλαβεῖν. διό φησιν§ὡς τοῦτο «οὐκέτι πρόβλημά ἐστιν· ὤφθη γὰρ φανερῶς, ὅτι ἐξ ὑετῶν αὔξει». καὶ λύεται τὸ παράδοξον, ὅτι ἐν τοῖς ξηροτάτοις τόποις τῆς Αἰθιοπίας, ἐν οἷς οὔτε χειμὼν οὔτε ὕδωρ ἐστί, ξυμβαίνει τοῦ θέρους πλείστους ὑετοὺς γίνεσθαι. ...

... οἱ μὲν οὖν ἀρχαῖοι στοχασμῶι τὸ πλέον, οἱ δ᾿ ὕστεροι αὐτόπται γενηθέντες, ἤισθοντο ὑπὸ ὄμβρων θερινῶν πληρούμενον τὸν Νεῖλον, τῆς Αἰθιοπίας τῆς ἄνω κλυζομένης, καὶ μάλιστα ἐν τοῖς ἐσχάτοις ὄρεσι, παυσαμένων δὲ τῶν ὄμβρων παυομένην κατ᾿ ὀλίγον τὴν πλημμυρίδα. τοῦτο δ᾿ ὑπῆρξε μάλιστα δῆλον τοῖς πλέουσι τὸν Ἀράβιον κόλπον μέχρι τῆς Κινναμωμοφόρου, καὶ τοῖς ἐκπεμπομένοις ἐπὶ τὴν τῶν ἐλεφάντων θήραν, καὶ εἴ τινες ἄλλαι χρεῖαι παρώξυνον ἐκεῖσε ἄνδρας προχειρίζεσθαι τοὺς τῆς Αἰγύπτου βασιλέας τοὺς Πτολεμαικούς· οὗτοι γὰρ ἐφρόντισαν τῶν τοιούτων, διαφερόντως δὲ ὁ Φιλάδελφος ἐπικληθείς .... οἱ πάλαι δὲ βασιλεῖς οὐ πάνυ ἐφρόντισαν τῶν τοιούτων, καίπερ οἰκεῖοι σοφίας γεγονότες καὶ αὐτοὶ καὶ οἱ ἱερεῖς, μεθ᾿ ὧν ἦν αὐτοῖς ὁ πλείων βίος, ὥστε καὶ θαυμάζειν ἄξιον καὶ διὰ τοῦτο καὶ διότι Σέσωστρις τὴν Αἰθιοπίαν ἐπῆλθεν ἅπασαν μέχρι τῆς Κινναμωμοφόρου ... Καμβύσης τε ... προῆλθε καὶ μέχρι τῆς Μερόης;.... θαυμαστὸν οὖν, πῶς ἐκ τῶν τοιούτων ἀφορμῶν οὐ τελέως ἐναργὴς ἦν ἡ περὶ τῶν ὄμβρων ἱστορία τοῖς τότε .... εἰ γὰρ ἆρα, τοῦτ᾿ ἐχρῆν ζητεῖν, ὅπερ καὶ νῦν ἔτι ζητεῖται, τί δήποτε θέρους, χειμῶνος δὲ οὔ, καὶ ἐν τοῖς νοτιωτάτοις, ἐν δὲ τῆι Θηβαίδι καὶ τῆι περὶ Συήνην οὐ συμπίπτουσιν ὄμβροι· τὸ δ᾿ ὅτι ἐξ ὄμβρων αἱ ἀναβάσεις μὴ ζητεῖν, μηδὲ τοιούτων δεῖσθαι μαρτύρων οἵους Ποσειδώνιοςεἴρηκε· φησὶ γὰρ Καλλισθένη λέγειν τὴν ἐκ τῶν ὄμβρων αἰτίαν τῶν θερινῶν, παρὰ Ἀριστοτέλους λαβόντα, ἐκεῖνον δὲ παρὰ Θρασυάλκου τοῦ Θασίουτῶν ἀρχαίων δὲ φυσικῶν εἷς οὗτος, ἐκεῖνον δὲ παρ᾿ ἄλλου, τὸν δὲ παρ᾿ Ὁμήρου . διιπετέα φάσκοντος τὸν Νεῖλον»ἂψ δ᾿ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο». ...

... Ἐρατοσθένης δὲ οὐκέτι φησὶν πρόβλημα εἶναι οὐδὲ ζητεῖν χρῆναι περὶ τῆς αὐξήσεως τοῦ Νείλου, σαφῶς καὶ ἀφικομένων τινῶν εἰς τὰς τοῦ Νείλου πηγὰς καὶ τοὺς ὄμβρους τοὺς γιγνομένους ἑωρακότων, ὥστε κρατύνεσθαι τὴν Ἀριστοτέλους ἀπόδοσιν. ...

... ἀλλὰ καὶ Θρασυάλκης ὁ Θάσιος τοὺς ἐτησίους φησὶν ἐξωθεῖν τὸν Νεῖλον· τῆς γὰρ Αἰθιοπίας ὑψηλοῖς παρὰ τὰ καθ᾿ ἡμᾶς ὄρεσι διεζωσμένης ὑποδεχομένης τε τὰς νεφέλας πρὸς τῶν ἐτησίων ὠθουμένας, ἐκδιδόναι τὸν Νεῖλον. ὡς καὶ Καλλισθένης ὁ Περιπατητικὸς ἐν τῶι τετάρτωι βιβλίωι τῶν Ἑλληνικῶνφησιν ἑαυτὸν συστρατεύσασθαι Ἀλεξάνδρωι τῶι Μακεδόνι, καὶ γενόμενον ἐπὶ τῆς Αἰθιοπίας εὑρεῖν τὸν Νεῖλον ἐξ ἀπείρων ὄμβρων κατ᾿ ἐκείνην γενομένων καταφερόμενον. ...

... λέγει τε καὶ περὶ τὴν Ἀραβίαν τε καὶ Αἰθιοπίαν τοῦ θέρους καὶ οὐ τοῦ χειμῶνος γίνεσθαι τοὺς ὑετούς ... ἐπιζητήσαι δ᾿ ἄν τις, πῶς εἰ τὸ θέρος ξηρόν ἐστιν, ὡς προείρηκε, παρ᾿ οἷς ξηρότατόν ἐστι τὸ θέρος, παρὰ τούτοις οἱ ὑετοὶ τοῦ θέρους γίνονται. ἢ αἱ μὲν ἀναθυμιάσεις καὶ αἱ τῶν νεφῶν συστάσεις οὐκ ἐκεῖ γίνονταί τε καὶ γεννῶνται, ἀλλ᾿ ὑπὸ πνευμάτων τῶν ἐτησίων πρὸς τὰ ἐκεῖ ὄρη ὄντα ὑψηλὰ ἀπωθούμεναι συνίστανται, ὡς λέγει, τῆς δὲ ταχείας αὐτῶν εἰς ὑετὸν μεταβολῆς ἡ προειρημένη ἀντιπερίστασις αἰτία, ὡς λέγει ἐν τοῖς Περὶ τῆς τοῦ Νείλου ἀναβάσεως. ...


Περὶ τῆς ἡρακλείας λίθου

... διὰ τί ἕλκει τὸν σίδηρον. ...


Περὶ σημείων

Ἀριστοτέλους ἢ Θεοφράστου

... ὥστε εἶναι φανερὸν ἐκ πάντων ὅτι οὐδ᾿ οὗτος ὁ ἀστὴρ ὁ κύων οὔτ᾿ ἄλλος οὐδεὶς τηλικαύτην τινὰ δύναμιν ἔχει ὥστε μεταβολὰς περὶ τὸν ἀέρα κατασκευάζειν, ἀλλ᾿ ἔστι τὸ ἡγεμονικὸν αἴτιον περὶ τὸν ἥλιον, αἱ δὲ τούτων ἐπιτολαὶ καὶ δύσεις ἐπὶ τὴν ἐπίγνωσιν τῶν περὶ τὸν ἀέρα μεταβολῶν παράκεινται· δι᾿ ἣν αἰτίαν οὐδὲ διὰ παντὸς συμφωνοῦσιν. ὅθεν βελτίοσιν ἄν τις σημείοις χρήσαιτο τοῖς ὑπὸ τῆς φύσεως ἡμῖν διδομένοις, οἷς καὶ Ἄρατος κέχρηται. τὰς μὲν γὰρ ἐκ τῶν ἐπιτολῶν καὶ δύσεων τῶν ἄστρων γινομένας μεταβολὰς τοῦ ἀέρος ᾠήθη εἶναι διεψευσμένας, τὰς δὲ φυσικῶς γινομένας καὶ μετά τινος αἰτίας κατεχώρισεν ἐν τῇ τῶν φαινομένων πραγματείᾳ ἐπὶ πέρατι τῆς ὅλης συντάξεως. λαμβάνει γὰρ τὰς προγνώσεις ἀπὸ τῆς τοῦ ἡλίου ἀνατολῆς καὶ δύσεως καὶ ἀπὸ τῶν τῆς σελήνης ἀνατολῶν καὶ δύσεων καὶ ἀπὸ τῆς ἅλω τῆς γινομένης περὶ τὴν σελήνην καὶ ἀπὸ τῶν διαισσόντων ἀστέρων καὶ ἀπὸ τῶν ἀλόγων ζῴων· αἱ γὰρ ἀπὸ τούτων προγνώσεις μετά τινος φυσικῆς αἰτίας γινόμεναι κατηναγκασμένα ἔχουσι τὰ ἀποτελέσματα. ὅθεν καὶ Βοηθὸς ὁ φιλόσοφος ἐν τῷ τετάρτῳ βιβλίῳ τῆς Ἀράτου ἐξηγήσεως φυσικὰς τὰς αἰτίας ἀποδέδωκε τῶν τε πνευμάτων καὶ ὄμβρων, ἐκ τῶν προειρημένων εἰδῶν τὰς προγνώσεις ἀποφαινόμενος. τούτοις δὲ τοῖς σημείοις καὶ Ἀριστοτέλης ὁ φιλόσοφος κέχρηται καὶ Εὔδοξος καὶ ἕτεροι πλείονες τῶν ἀστρολόγων. ...

Ἀνέμων θέσεις καὶ προσηγορίαι
ἐκ τῶν Ἀριστοτέλους περὶ σημείων

  1. Βοῤῥᾶς. οὗτος ἐν μὲν Μαλλῷ Παγρεύς· πνεῖ γὰρ ἀπὸ κρημνῶν μεγάλων καὶ ὀρῶν διπλῶν παρ' ἄλληλα κειμένων ἃ καλεῖται Παγρικά. ἐν δὲ Καύνῳ μέσης. ἐν δὲ Ῥόδῳ Καυνίας· πνεῖ γὰρ ἀπὸ Καύνου ἐνοχλῶν τὸν λιμένα αὐτῶν τῶν Καυνίων. ἐν δὲ Ὀλβίᾳ τῇ κατὰ Μάγυδον τῆς Παμφυλίας Ἰδυρεύς· πνεῖ γὰρ ἀπὸ νήσου ἣ καλεῖται Ἰδυρίς. τινὲς δὲ αὐτὸν βοῤῥᾶν οἴονται εἶναι, ἐν οἷς καὶ Λυρνατιεῖς οἱ κατὰ Φασηλίδα.

  2. ....

  3. Καικίας. οὗτος ἐν μὲν Λέσβῳ καλεῖται Θηβάνας· πνεῖ γὰρ ἀπὸ Θήβης πεδίου τοῦ ὑπὲρ τὸν Ἐλαιτικὸν κόλπον τῆς Μυσίας, ἐνοχλεῖ δὲ τὸν Μιτυληναίων λιμένα, μάλιστα δὲ τὸν Μαλόεντα· παρὰ δέ τισι Καυνίας, ὃν ἄλλοι βοῤῥᾶν οἴονται εἶναι.

  4. Ἀπηλιώτης. οὗτος ἐν μὲν Τριπόλει τῆς Φοινίκης ποταμεὺς καλεῖται, πνεῖ δὲ ἐκ πεδίου ὁμοίου ἅλωνι μεγάλῃ, περιεχομένου ὑπό τε τοῦ Λιβάνου καὶ τοῦ Βαπύρου ὄρους· παρὸ καὶ ποταμεὺς καλεῖται. ἐνοχλεῖ δὲ τὸ Ποσειδώνειον. ἐν δὲ τῷ Ἰσσικῷ κόλπῳ καὶ περὶ Ῥωσὸν Συριάνδος· πνεῖ δὲ ἀπὸ τῶν Συρίων πυλῶν, ἃς διέστηκεν ὅ τε Ταῦρος καὶ τὰ Ῥώσια ὄρη. ἐν δὲ τῷ Τριπολιτικῷ κόλπῳ Μαρσεὺς ἀπὸ Μάρσου κώμης. ἐν δὲ Προκοννήσῳ καὶ ἐν Τέῳ καὶ ἐν Κρήτῃ καὶ Εὐβοίᾳ καὶ Κυρήνῃ Ἑλλησποντίας. μάλιστα δὲ ἐνοχλεῖ τόν τε τῆς Εὐβοίας Καφηρέα καὶ τὸν Κυρηναίων λιμένα, καλούμενον δὲ Ἀπολλωνίαν· πνεῖ δὲ ἀφ' Ἑλλησπόντου. ἐν δὲ Σινώπῃ Βερεκυντίας ἀπὸ τῶν κατὰ Φρυγίαν τόπων πνέων. ἐν δὲ Σικελίᾳ καταπορθμίας πνέων ἀπὸ τοῦ πορθμοῦ. τινὲς δὲ αὐτὸν καικίαν οἴονται εἶναι Θηβάναν προσαγορεύοντες.

  5. Εὖρος. οὗτος ἐν μὲν Αἰγαῖς ταῖς κατὰ Συρίαν σκοπελεὺς καλεῖται ἀπὸ τοῦ Ῥωσίου σκοπέλου, ἐν δὲ Κυρήνῃ Κάρβας ἀπὸ τῶν Καρβανῶν τῶν κατὰ Φοινίκην· διὸ καὶ τὸν αὐτὸν Φοινικίαν καλοῦσί τινες. εἰσὶ δὲ οἳ καὶ ἀπηλιώτην νομίζουσιν εἶναι.

  6. Ὀρθρόνοτος. τοῦτον οἱ μὲν εὖρον, οἱ δὲ ἀμνέα προσαγορεύουσιν.

  7. Νότος δὲ ὁμοίως παρὰ πᾶσι καλεῖται· τὸ δὲ ὄνομα διὰ τὸ νοσώδη εἶναι, ἔξω δὲ κάτομβρον, κατ' ἀμφότερα δὲ νότον.

  8. Λευκόνοτος ὁμοίως· τὸ δὲ ὄνομα ἀπὸ τοῦ συμβαίνοντος· λευκαίνεται γάρ ...

  9. Λίψ. καὶ οὗτος τὸ ὄνομα ἀπὸ Λιβύης, ὅθεν πνεῖ.

  10. Ζέφυρος. καὶ οὗτος τόδε τὸ ὄνομα διὰ τὸ ἀφ' ἑσπέρας πνεῖν, ἡ δὲ ἑσπέρα ...

  11. Ἰάπυξ. οὗτος ἐν Τάραντι Σκυλλητῖνος ἀπὸ χωρίου Σκυλλητίου. κατὰ δὲ Δορύλαιον τὸ Φρυγίας ..., ὑπὸ δέ τινων φαραγγίτης· πνεῖ γὰρ ἔκ τινος φάραγγος τῶν κατὰ τὸ Παγγαῖον. παρὰ πολλοῖς δὲ ἀργέστης.

  12. Θρᾳκίας κατὰ μὲν Θρᾴκην Στρυμονίας· πνεῖ γὰρ ἀπὸ τοῦ Στρυμόνος ποταμοῦ· κατὰ δὲ τὴν Μεγαρικὴν Σκίῤῥων ἀπὸ τῶν Σκιῤῥωνίδων πετρῶν, ἐν δὲ Ἰταλίᾳ καὶ Σικελίᾳ Κιρκίας διὰ τὸ πνεῖν ἀπὸ τοῦ Κιρκαίου. ἐν δὲ Εὐβοίᾳ καὶ Λέσβῳ Ὀλυμπίας, τὸ δὲ ὄνομα ἀπὸ τοῦ Πιερικοῦ Ὀλύμπου· ὀχλεῖ δὲ Πυῤῥαίους.

... θαυμασιωτάτην δὲ εἶναί φησιν ὁ Θεόφραστος ἐν τοῖς κατ᾿ αὐτὸν χρόνοις τὴν τῶν Χαλδαίων περὶ ταῦτα θεωρίαν τά τε ἄλλα προλέγουσαν καὶ τοὺς βίους ἑκάστων καὶ τοὺς θανάτους καὶ οὐ τὰ κοινὰ μόνον, οἷον χειμῶνας καὶ εὐδίας, ὥσπερ καὶ τὸν ἀστέρα τοῦ Ἑρμοῦ χειμῶνος μὲν ἐκφανῆ γενόμενον ψύχη σημαίνειν καύματα δὲ θέρους, εἰς ἐκείνους ἀναπέμπει· πάντα δ᾿ οὖν αὐτοὺς καὶ τὰ ἴδια καὶ τὰ κοινὰ προγινώσκειν ἀπὸ τῶν οὐρανίων ἐν τῇ περὶ σημείων βίβλῳ φησὶν ἐκεῖνος. ...

... περὶ δὲ τῶν ὀρνίθων Ἀριστοτέλης φησίν, ὅταν μὲν ψυχρὸς καὶ ὑγρὸς ᾖ ὁ ἀήρ, τὸ τηνικαῦτα καὶ αἱ νῆσοι βρεχόμεναι ἀναφύουσιν· ὅταν δὲ αὐχμώδης ᾖ καὶ ξηρός, τότε παντελῶς τῶν νήσων μὴ ἀναφυουσῶν ἐπὶ τὴν γῆν τὰ ἐν ταῖς νήσοις ὄρνεα φεύγουσιν εἰς ἣν δύνανται κἂν ἐξ ὀλίγου τρέφεσθαι. καὶ οἱ κολοιοὶ δὲ ἐκ τῶν νήσων πετόμενοι τοῖς γεωργοῖς σημεῖον αὐχμοῦ καὶ ἀφορίας εἰσίν· ἐὰν δὲ ἔμμετροι χωρῶσιν, εὐκαρπίαν δηλοῦσι. ...

  1. Ἀριστοτέλους, ἀκούω λέγοντος ὅτι ἄρα γέρανοι, ἐκ τοῦ πελάγους ἐς τὴν γῆν πετόμεναι χειμῶνος ἀπειλὴν ἰσχυροῦ ὑποσημαίνουσι τῷ συνιέντι. πετόμεναι δὲ ἄρα ἡσυχῆ αἱ αὐταὶ ὑπισχνοῦνται εὐημερίαν τινὰ καὶ εἰρήνην ἀέρος, καὶ σιωπῶσαι δὲ ὅτι ἔσται ὑπεύδια τοὺς οὐκ ἀπείρως ἔχοντας τῇ σιωπῇ ὑπομιμνήσκουσιν αἱ αὐταί. ἐὰν δὲ καταπέτωνται καὶ βοῶσι καὶ ταράττωσί τε καὶ ταράττωνται, ἀπειλοῦσι κἀνταῦθα χειμῶνα ἰσχυρόν.

  2. ἐρωδιὸς, δὲ κνεφαῖος βοῶν τὰ αὐτὰ ἔοικεν ὑποδηλοῦν, ὡς ὁ αὐτὸς Ἀριστοτέλης, φυλάξας λέγει· πετόμενος δὲ ἐρωδιὸς τῆς θαλάττης εὐθὺ ὕδωρ ἐξ οὐρανοῦ ῥαγήσεσθαι αἰνίττεται.

  3. εἰ δὲ εἴη χειμέρια, ᾄσασα γλαὺξ, εὐδίαν μαντεύεται καὶ ἡμέραν φαιδράν. ἐὰν δὲ εὐδία μὲν ᾖ, ἡ δὲ ὑποφθέγγηται, χειμῶνα δεῖ προσδέχεσθαι.

  4. κόραξ, δὲ ἐπιτρόχως φθεγγόμενος καὶ κρούων τὰς πτέρυγας καὶ κροτῶν αὐτάς, ὅτι χειμὼν ἔσται κατέγνω πρῶτος. κόραξ δὲ αὖ καὶ κορώνη καὶ κολοιὸς δείλης ὀψίας εἰ φθέγγοιντο, χειμῶνος ἔσεσθαί τινα ἐπιδημίαν διδάσκουσι.

  5. κολοιοὶ, δὲ ἱερακίζοντες, ὡς ἐκεῖνος λέγει, καὶ πετόμενοι πῆ μὲν ἀνωτέρω πῆ δὲ κατωτέρω, κρυμὸν καὶ ὑετὸν δηλοῦσι.

  6. κορώνη, δὲ ἐπὶ δείπνου ὑποφθεγγομένη, ἐς τὴν ὑστεραίαν εὐδίαν παρακαλεῖ.

  7. φανέντες δὲ ὄρνιθες, πολλοὶ μὲν τὸ ἀριθμόν, λευκοὶ δὲ τὴν χρόαν, χειμὼν ὅτι ἔσται πολὺς ἐκδιδάσκουσι.

  8. νῆτται, δὲ καὶ αἴθυιαι, πτερυγίζουσαι πνεῦμα δηλοῦσιν ἰσχυρόν.

  9. ὄρνιθες, δὲ ἐκ τοῦ πελάγους ἐς τὴν γῆν σὺν ὁρμῇ πετόμενοι μαρτύρονται χειμῶνα.

  10. ἐρίθακος, δὲ ἐς τὰ αὔλια καὶ τὰ οἰκούμενα παριὼν δῆλός ἐστι χειμῶνος ἐπιδημίαν ἀποδιδράσκων.

  11. ἀλεκτρυόνες, γε μὴν καὶ ὄρνιθες οἱ ἠθάδες πτερυσσόμενοι καὶ φρυαττόμενοι καὶ ὑποτρύζοντες χειμῶνα δηλοῦσιν.

  12. ἀπειλοῦσι δὲ καὶ πνεῦμα λουόμενοί γε ὄρνιθες, καὶ ἀνέμων τινὰς ἐμβολὰς ὑποφαίνουσι. χειμῶνος δὲ ὄντος ἐς ἀλλήλους ὄρνιθες πετόμενοι καὶ δι' ἀλλήλων θέοντες σημαίνουσιν εὐδίαν. ὄρνιθες δὲ ἀθροιζόμενοι περί τε λίμνας καὶ ποταμῶν ὄχθας χειμῶνα ἐσόμενον οὐκ ἀγνοοῦσι. πάλιν τε ὄρνιθες οἱ μὲν θαλάττιοι καὶ οἱ λιμναῖοι ἐς τὴν γῆν ἰόντες ὡς ἔσται χειμὼν πολὺς οὐκ ἀγνοοῦσιν, οἱ δὲ χερσαῖοι σπεύδοντες ἐς τὰ νοτερὰ εὐδίας ἄγγελοί εἰσιν, ἐὰν μέντοι σιωπῶσιν.

  13. καὶ ἐκεῖνα δὲ προσακήκοα ἐκπλῆξαι ἱκανά. βοῦς, ἐὰν βοᾷ καὶ ὀσφραίνηται, ὕειν ἀνάγκη· ἄδην δὲ βόες καὶ πέρα τοῦ ἔθους ἐσθίοντες δηλοῦσι χειμῶνα.

  14. πρόβατα δὲ ὀρύττοντα ταῖς ὁπλαῖς τὴν γῆν ἔοικε σημαίνειν χειμῶνα, ἀναβαινόμενα δὲ τὰ αὐτὰ πρωὶ χειμῶνα ὁμολογεῖ. κοιμώμεναι δὲ ἀθρόαι αἱ αἶγες, τὰ αὐτὰ ὁμολογοῦσι.

  15. μύες, δὲ ἐν τοῖς ἀρώμασι φαινόμενοι ὑετοῦ φυγὴν διδάσκουσιν.

  16. ἄρνες, δὲ ἄρα καὶ ἔριφοι, ἀλλήλοις ἐμπηδῶντές τε καὶ ὑποσκιρτῶντες φαιδρὰν ἡμέραν ὁμολογοῦσιν.

  17. γαλαῖ, δὲ ὑποτρίζουσαι καὶ μύες, ἐκείναις δρῶντες τὰ αὐτὰ χειμῶνα ἔσεσθαι συμβάλλονται ἰσχυρόν.

  18. λύκοι, δὲ φεύγοντες ἐρημίας καὶ εὐθὺ τῶν οἰκουμένων ἰόντες χειμῶνος ἐμβολὴν μέλλοντος ὅτι πεφρίκασι μαρτυροῦσι δι' ὧν δρῶσι.

  19. λέοντος, δὲ ἐν τοῖς καρπίμοις χωρίοις ἐπιδημία αὐχμὸν δηλοῖ.

  20. σκιρτῶντά γε μὴν τὰ ὑποζύγια, καὶ βοῶντα τοῦ ἔθους μᾶλλον νοτερὸν χειμῶνα ἐσόμενον δηλοῖ· εἰ δὲ καὶ ταῖς ὁπλαῖς κόνιν προσαναβάλλοι, ταὐτὰ ταῦτα δηλοῖ που.

  21. λαγῲ, δὲ ἐν τοῖς αὐτοῖς χωρίοις ὁρώμενοι πολλοὶ δηλοῦσιν εὐδίαν.

  22. ὅταν δὲ βάτραχοι, γεγωνότερον φθέγγωνται καὶ τῆς συνηθείας λαμπρότερον, ἐπιδημίαν δηλοῦσιν ὑετοῦ.


Περὶ μετάλλων

Ἀριστοτέλους ἢ Θεοφράστου

... ἰδίᾳ δὲ δεῖν φησιν ἕκαστον τῶν εἰρημένων γενῶν προχειριζομένους τὰ οἰκεῖα αὐτοῖς ἐπισκοπεῖν· περὶ ὧν Θεόφραστος πεπραγμάτευται ἔν τε τῷ περὶ τῶν μεταλλευομένων καὶ ἐν ἄλλαις τισίν. ...

... καὶ ταῦτα μὲν καθολικῶς περὶ μετάλλων παραδίδωσιν Ἀριστοτέλης, ὑπισχνούμενος καὶ ἰδίᾳ γράφειν. οὐκ ἔγραψε δὲ ὅσον ἡμᾶς καὶ τοὺς πρὸ ἡμῶν εἰδέναι· ὁ μέντοι τούτου μαθητὴς Θεόφραστος ἔγραψεν ἰδίᾳ περὶ ἑκάστου μετάλλου. ...

... Τῶν ἐν τῇ γῇ συνισταμένων τὰ μέν ἐστιν ὕδατος τὰ δὲ γῆς· ὕδατος μὲν τὰ μεταλλευόμενα, καθάπερ ἄργυρος καὶ χρυσὸς καὶ τἆλλα, γῆς δὲ λίθος τε καὶ ὅσα λίθων εἴδη περιττότερα καὶ εἴ τινες δὴ τῆς γῆς αὐτῆς ἰδιώτεραι φύσεις εἰσὶν ἢ χρώμασιν ἢ λειότησιν ἢ πυκνότησιν ἢ ἄλλῃ τινὶ δυνάμει. περὶ μὲν οὖν τῶν μεταλλευομένων ἐν ἄλλοις τεθεώρηται, περὶ δὲ τούτων νῦν λέγωμεν. ...

Περὶ θαυμασίων ἀκουσμάτων

... προσφανῆ, Θεόφραστος ἐν μεταλλικῷ χρυσίου συῤῥοάς. ...

... περὶ Φιλίππους τῆς Μακεδονίας εἶναι λέγουσι μέταλλα, ἐξ ὧν τὰ ἐκβαλλόμενα ἀποσύρματα αὐξάνεσθαί φασιν καὶ φύειν χρυσίον, καὶ τοῦτ᾿ εἶναι φανερόν. ...

... φασὶ καὶ ἐν Κύπρῳ περὶ τὸν λεγόμενον Τυῤῥίαν χαλκὸν ὅμοιον γίγνεσθαι. κατακόψαντες γάρ, ὡς ἔοικεν, εἰς μικρὰ σπείρουσιν αὐτόν· εἶθ᾿ ὑδάτων ἐπιγενομένων αὐξάνεται καὶ ἀνίεται καὶ οὕτως συνάγεται.φασὶ δὲ καὶ ἐν Μήλῳ τῇ νήσῳ ἐν τοῖς ἐξορυσσομένοις τόποις τῆς γῆς πάλιν ἀναπληρώματα γίγνεσθαι. ...

... περὶ Παιονίαν λέγουσιν ὅταν συνεχεῖς οἱ ὄμβροι γίνωνται, εὑρίσκεσθαι περιτηκομένης τῆς γῆς χρυσὸν τὸν καλούμενον ἄπυρον. λέγουσι δ᾿ ἐν τῇ Παιονίᾳ οὕτω χρυσίζειν τὴν γῆν ὥστε πολλοὺς εὑρηκέναι καὶ ὑπὲρ μνᾶν χρυσίου ὁλκήν. τῷ δὲ βασιλεῖ φασιν εὑρόντας ἀνενεγκεῖν δύο βώλους, τὸν μὲν τρεῖς μνᾶς ἄγοντα, τὸν δὲ πέντε· οὕς φασιν ἐπὶ τῆς τραπέζης αὐτῷ παρακεῖσθαι καὶ ἐπ᾿ ἐκείνων πρῶτον εἴ τι ἐσθίει ἀπάρχεσθαι.φασὶ δὲ καὶ ἐν Βάκτροις τὸν Ὦξον ποταμὸν καταφέρειν βωλία χρυσίου πολλά. καὶ ἐν Ἰβηρίᾳ δὲ τὸν καλούμενον Θεόδωρον ποταμὸν ἐκβράσσειν τε πολὺ περὶ τὰ χείλη χρυσίον, ὁμοίως δὲ καὶ καταφέρειν. λέγεται δὲ καὶ ἐν Πιερίᾳ τῆς Μακεδονίας ἄσημόν τι χρυσίον κατορωρυγμένον ὑπὸ τῶν ἀρχαίων βασιλέων, χασμάτων τε τεττάρων ὄντων, ἐξ ἑνὸς αὐτῶν ἀναφῦναι χρυσίον τὸ μέγεθος σπιθαμιαῖον. ...

κεγχρεών, Δημοσθένης ἐν τῇ πρὸς Πανταίνετον παραγραφῇ «κἄπειτ᾿ ἔπεισε τοὺς οἰκέτας τοὺς ἐμοὺς καθέζεσθαι εἰς τὸν κεγχρεῶνα». ἀντὶ τοῦ εἰς τὸ καθαριστήριον, ὅπου τὴν ἐκ τῶν μετάλλων κέγχρον διέψυχον, ὡς ὑποσημαίνει Θεόφραστος ἐν τῷ περὶ μετάλλων.

... τοῦ χρυσοῦ τὸ ἄνθος ἀδάμαντα ὠνόμαζον καὶ τὸν τῶν ἀργυρίων κονιορτὸν κέρχνον. ...

... λέγεται δὲ ἰδιωτάτην εἶναι γένεσιν σιδήρου τοῦ Χαλυβικοῦ καὶ τοῦ Ἀμισηνοῦ. συμφύεται γάρ, ὥς γε λέγουσιν, ἐκ τῆς ἄμμου τῆς καταφερομένης ἐκ τῶν ποταμῶν. ταύτην δ᾿ οἱ μὲν ἁπλῶς φασι πλύναντας καμινεύειν, οἱ δὲ τὴν ὑπόστασιν τὴν γενομένην ἐκ τῆς πλύσεως πολλάκις πλυθεῖσαν συγκαίειν, παρεμβάλλειν δὲ τὸν πυριμάχον καλούμενον λίθον· εἶναι δ᾿ ἐν τῇ χώρᾳ πολύν. οὗτος δ᾿ ὁ σίδηρος πολὺ τῶν ἄλλων γίνεται καλλίων. εἰ δὲ μὴ ἐν μιᾷ καμίνῳ ἐκαίετο, οὐδὲν ἄν, ὡς ἔοικε, διέφερε τἀργυρίου. μόνον δέ φασιν αὐτὸν ἀνίωτον, οὐ πολὺν δὲ γίνεσθαι. ...

... σκαρφών, εἶδος καμίνου, ἐν τῷ μεταλλικῷ. ...

... καὶ σιδήρου μέταλλα καὶ γῆ σιδηρῖτις. ταύτης δὲ τὸ κάθαρμα σκωρίαν ὠνόμαζον, ὥσπερ τοῦ χρυσοῦ τὸ ἄνθος ἀδάμαντα καὶ τὸν ἀργυρίων κονιορτὸν κέρχνον. τὴν δὲ σκωρίαν καὶ κίβδον ἐκάλεσαν, ἀφ᾿ ἧς καὶ οἱ μεταλλεῖς κίβδωνες. τὸ δὲ ἀγγεῖον ἐν ᾧ κατεκεράννυσαν τὸν σίδηρον, περίοδος καλεῖται ἐν τῷ περὶ μετάλλων εἴτε Ἀριστοτέλους ἐστὶ τὸ βιβλίον εἴτε Θεοφράστου. ...

μεταλλέως σκεύη θύλακες, περίοδος, σάλαξ. καὶ θυλακοφορεῖν μὲν τοὺς μεταλλέας οἱ κωμῳδοὶ λέγουσι, περίοδον δὲ καὶ σάλακα Θεόφραστος ἐν τῷ μεταλλικῷ, περίοδον μὲν τὸ ἀγγεῖον ἐν ᾧ κατακεραννύουσι τὸν σίδηρον, σάλακα δὲ τὸ τῶν μεταλλέων κόσκινον.

σύζωσμα, ἐν τῷ μεταλλικῷ τὸν ἐκρέοντα χαλκόν.

φασὶ δὲ καὶ ἐν Ἰνδοῖς τὸν χαλκὸν οὕτως εἶναι λαμπρὸν καὶ καθαρὸν καὶ ἀνίωτον, ὡς μὴ διαγινώσκεσθαι τῇ χρόᾳ πρὸς τὸν χρυσόν, ἀλλ᾿ ἐν τοῖς Δαρείου ποτηρίοις βατιάκας εἶναί τινας καπήλους, ἃς εἰ μὴ τῇ ὀσμῇ, ἄλλως οὐκ ἦν διαγνῶναι πότερόν εἰσι χαλκαῖ ἢ χρυσαῖ. Περὶ θαυμασίων ἀκουσμάτων

τὸν κασσίτερον τὸν Κελτικὸν τήκεσθαί φασι πολὺ τάχιον μολύβδου. σημεῖον δὲ τῆς εὐτηξίας ὅτι τήκεσθαι δοκεῖ καὶ ἐν τῷ ὕδατι· χρώζει γοῦν, ὡς ἔοικε, ταχύ. τήκεται δὲ καὶ ἐν τοῖς ψύχεσιν, ὅταν γένηται πάγη, ἐγκατακλειομένου ἐντός, ὥς φασι, καὶ συνωθουμένου τοῦ θερμοῦ τοῦ ἐνυπάρχοντος αὐτῷ διὰ τὴν ἀσθένειαν. θαυμαστὸν δέ τι φασὶν ἐν Ἰνδοῖς περὶ τὸν ἐκεῖ μόλυβδον συμβαίνειν· ὅταν γὰρ τακεὶς εἰς ὕδωρ καταχυθῇ ψυχρόν, ἐκπηδᾶν ἐκ τοῦ ὕδατος.

... φασὶ τὸν Μοσσύνοικον χαλκὸν λαμπρότατον καὶ λευκότατον εἶναι, οὐ παραμιγνυμένου αὐτῷ κασσιτέρου, ἀλλὰ γῆς τινος αὐτοῦ γινομένης καὶ συνεψομένης αὐτῷ. λέγουσι δὲ τὸν εὑρόντα τὴν κρᾶσιν μηδένα διδάξαι· διὸ τὰ προγεγονότα ἐν τοῖς τόποις χαλκώματα διάφορα, τὰ δ᾿ ἐπιγιγνόμενα οὐκέτι. ...

... Περὶ τῶν εὑρισκομένων μετάλλων ἐν τῆ νήσω κύπρω. Ἰστέον ὅτι ἐν τοῖς βίβλοις τῶν περὶ γαληνὸν περὶ εἰδῶν, καὶ ἀριστοτέλους φυσιολογικῶν περὶ οὐσίας γῆς καὶ λίθων καὶ μετάλλων εὑρέσεις, εὑρέθη ἐν τῆ κύπρω νήσω ὅτι ἔστιν ὅρος μέγα καὶ ὑψηλὸν ὑπὲρ πάντων τῶν βουνῶν αὐτῆς, τρόγοδος καλούμενον. πολλὰ καὶ διάφορα εἴδη βοτανῶν τῆς ἰατρικῆς τέχνης χρήσιμα εὑρισκόμενα. ἅ τινα λέγειν ἐπιχειροῦντα καθ᾿ ἕν, ἐπιλήψει με διηγούμενον ὁ χρόνος. Ὁμοίως καὶ περὶ μετάλλων γῆς, γέγραπται ἐν τῷ περὶ λίθων διαφορᾶς ἀρισττοτέλους. ὅτι χρυσίου μετάλλων ὅρος, Ἡ βούκασα. ἣ καὶ διακειμένη εἰς πόδοσιν τοῦ τρογόδου. καὶ ἐπιβλέπει ἐπὶ τὰ βορειότερα μέρη τῆς νήσου. κατὰ θάλατταν δὲ, γίνεται δυτικώτερον αὐτῆς. ἔχει δὲ διαφορὰς μετάλλων καθὼς διηγήσατο. φημή, χρυσίου καὶ ἀργυρίου καὶ χαλκοῦ. στυπτηρίας σχιστῆς καὶ λευκῆς. καὶ ἀληθηνῆς στυπτηρίας. καὶ σωροῖ τὸ προζύμιον τοῦ χρυσαρίου. καὶ μίσσει καὶ ὁ χαλκίτης. καὶ ἄλλα διάφορα μέταλλα. ἐν ἑτέροις δὲ ὄρεσι φασὶ τῆς κύπρου, γίνεται ὁ σίδηρος. ὁ ὕελος. καὶ πᾶσα ὕλη τιμία ...


Περὶ φυτῶν (γεωργικά)

Ἀριστοτέλους ἢ Θεοφράστου

... τὰ γὰρ ἄλλα πάθη τῶν χυμῶν ... οἰκεῖά φησιν εἶναι τῇ περὶ φυτῶν φυσιολογίᾳ. καὶ ἔστι περὶ φυτῶν Θεοφράστῳ πραγματεία γεγραμμένη· Ἀριστοτέλους γὰρ οὐ φέρεται. ...

... καὶ Ἀριστοτέλης ἐν τῷ περὶ φυτῶν οὕτως «φοινίκων ἀνόρχων, οὕς τινες εὐνούχους καλοῦσιν, οἱ δὲ ἀπυρήνους». ...

... καὶ ἐν Ἀριστοτέλους δὲ ἢ Θεοφράστου φυτικοῖς γέγραπται «καλάμου, ὀρόφου, θρυαλλίδος, στροβίλου, πίτυος». ...

... περὶ δὲ φυτῶν φησιν ὁ Καλλίμαχος τῆς ἀκάνθης εἶδος Ἀριστοτέλην φάσκειν περὶ τὴν Ἐρύθειαν εὑρίσκεσθαι διαποίκιλον τὴν χρόαν, ἐξ οὗ πλῆκτρα γίνεσθαι. ...

... Θεόφραστος δ᾿ ἐν τῇ περὶ φυτῶν πραγματείᾳ τὴν θαψίαν ῥίζαν, ᾗ οἱ ἰατροὶ χρῶνται, ἐάν τις σὺν κρέασιν ἑψήσῃ, τὰ πολλὰ ἓν γίγνεσθαι ὥστε ἐκ τοῦ ἀγγείου μηκέτι δύσασθαι ἐξαιρεθῆναι. ...

... Ἀριστοτέλης, ὅπερ Θεόφραστος μίσχον· ἔστι δὲ ὁ αὐχὴν τοῦ καρποῦ τῶν ἀκροδρύων. ...

... σημείωσαι δὲ ὅτι αὐχὴν οὐ μόνον ἐπὶ ζῴων λέγεται ἀλλὰ καὶ ἐπὶ καρπῶν, ὡς δηλοῖ ὁ οὕτω γράψας «ἕσμα φησὶν Ἀριστοτέλης, Θεόφραστος δὲ μίσχον. ἔστι δὲ ὁ αὐχὴν τοῦ καρποῦ τῶν ἀκροδρύων». ...

... τὰ ὕδνα βροντῶν συνεχῶν γιγνομένων σκληρότερα γίγνεται, καθάπερ Θεόφραστος ἐν τοῖς περὶ φυτῶν εἴρηκεν. ...

... ὕδνα. γίνεται καὶ ταῦτα αὐτόματα ἀπὸ γῆς, μάλιστα περὶ τοὺς ἀμμώδεις τόπους. λέγει δὲ περὶ αὐτῶν Θεόφραστος «τὸ ὕδνον, ὃ καλοῦσί τινες γεράνειον, καὶ εἴ τι ἄλλο ὑπόγειον» καὶ πάλιν «ἡ τῶν ἐγγεοτόκων τούτων γένεσις ἅμα καὶ φύσις, οἷον τοῦ τε ὕδνου καὶ τοῦ φυομένου περὶ Κυρήνην ὃ καλοῦσι μίσυ, δοκεῖ δ᾿ ἡδὺ σφόδρα τοῦτ᾿ εἶναι καὶ τὴν ὀσμὴν ἔχειν κρεώδη, καὶ τὸ ἐν Θρᾴκῃ δὲ λεγόμενον ἴτον. περὶ δὲ τούτων ἴδιόν τι λέγεται. φασὶ γάρ, ὅταν ὕδατα μετοπωρινὰ καὶ βρονταὶ γίνωνται, σκληρὰ τότε γίνεσθαι, καὶ μᾶλλον ὅταν αἱ βρονταί, ὡς ταύτης αἰτιωτέρας οὔσης τῆς αἰτίας. οὐ διετίζειν δέ, ἀλλ᾿ ἐπέτειον εἶναι, τὴν δὲ χρείαν καὶ τὴν ἀκμὴν ἔχειν τοῦ ἦρος. οὐ μὴν ἀλλ᾿ ἔνιοί γε ὡς σπερματικῆς οὔσης τῆς ἀρχῆς ὑπολαμβάνουσιν. ἐν γοῦν τῷ αἰγιαλῷ τῶν Μυτιληναίων οὔ φασι πρότερον εἶναι πρὶν ἢ γενομένης ἐπομβρίας τὸ σπέρμα κατενεχθῇ ἀπὸ Τιαρῶν, τοῦτο δ᾿ ἐστὶ χωρίον ἐν ᾧ πολλὰ γίνεται. γίνεται δὲ ἔν τε τοῖς αἰγιαλοῖς μάλιστα καὶ ὅπου χώρα ὕπαμμος· καὶ γὰρ αἱ Τιάραι τοιαῦται. φύεται δὲ καὶ περὶ Λάμψακον ἐν τῇ Ἀβαρνίδι καὶ ἐν Ἀλωπεκοννήσῳ κἀν τῇ Ἠλείων.» ...

... Θεόφραστος δὲ ἐν τῷ περὶ φυτῶν ἱστορίας γράφει «ὑπόγεια δὲ τὰ τοιαῦτά ἐστι καὶ ἐπίγεια καθάπερ οὓς καλοῦσί τινες πέζιας ἅμα τοῖς μύκησι γινομένους· ἄῤῥιζοι γὰρ καὶ αὐτοὶ τυγχάνουσιν. ὁ δὲ μύκης ἔχει προσφύσεως ἀρχὴν τὸν καυλὸν εἰς μῆκος, καὶ ἀποτείνουσιν ἀπ᾿ αὐτοῦ ῥίζαι». ...

... οἷον τὰ ἐπεμβεβλημένα. ὁ γὰρ Ἀριστοτέλης καὶ ἐπεμβολάδας ἀπίους ὀνομάζει τὰς ἐγκεκεντρισμένας. ...

... ἐμβεβλημένα, ἀντὶ τοῦ ἐγκεκεντρισμένα. Δημοσθένης ἐν τῷ πρὸς Νικόστρατον. καὶ Ἀριστοτέλης δ᾿ ἐμβολάδας ἀπίους λέγει τὰς τοιαύτας. ...

... φυτοῦ ἑτέρου κλάδος ἐπιφύεται πρέμνῳ, προσήκων οἱ μηδὲ ἓν πολλάκις. τὸ δὲ αἴτιον Θεόφραστος λέγει φυσικώτατα ἀνιχνεύσας ὅτι τὰ ὀρνύφια τὴν ἄνθην τῶν δένδρων σιτούμενα, εἶτα ἐπὶ τοῖς φυτοῖς καθήμενα τὰ περιττὰ ἀποκρίνει. οὐκοῦν τὸ σπέρμα ταῖς κοιλάσι καὶ ταῖς ὀπαῖς αὐτῶν καὶ τοῖς σηραγγώδεσιν ἐμπῖπτον καὶ ἐπαρδόμενον τοῖς ὄμβροις τοῖς ἐξ οὐρανοῦ, εἶτα ἀναφύει ἐκεῖνα ἐξ ὧν ἐβλάστησεν. οὕτω τοι καὶ ἐν ἐλαίᾳ συκῆν κατανοήσεις καὶ ἐν ἄλλῳ ἄλλο. ...

... Θεόφραστος δὲ ὁ καλὸς ἐν γεωργίας παραγγέλμασι τὰς τῶν ἑτεροφύτων δένδρων γενέσεις ἐκτιθεὶς καὶ ὅσα ἀλληλούχοις ἐγκεντρίσεσιν εἴκει πάντων οἶμαι τῶν φυτῶν μᾶλλον ἐπαινεῖ τῆς συκῆς τὸ δένδρον ὡς ἂν ποικίλης καὶ διαφόρου γενέσεως δεκτικὸν καὶ μόνον τῶν ἄλλων εὔκολον παντοίου γένους ἐνεγκεῖν βλάστην, εἴ τις αὐτοῦ τὸν κλάδον ἐκτεμὼν ἕκαστον, εἶτα ἐκρήξας ἄλλην ἐς ἄλλο τῶν πρέμνων ἐμφυᾶ γονὴν ἐναρμόσειεν, ὡς ἀρκεῖν ἤδη πολλάκις αὐτοῦ καὶ ἀνθ᾿ ὁλοκλήρου κήπου τὴν ὄψιν. ...

... τούτῳ τῷ μηνὶ τῷ Μαρτίῳ ταῖς ῥίζαις τῶν ἀμυγδαλῶν κόπρον χοιρείαν ἐπιθήσομεν· τάς τε γὰρ πικρὰς γλυκείας ποιεῖ καὶ μείζους καὶ τρυφεράς, ὡς Ἀριστοτέλης φησί. Θεόφραστος δὲ οὖρον ταῖς ῥίζαις ἐπιχέειν φησί ...


Ζωικά

Ἀριστοτέλους ἢ Ἀριστοφάνους

περὶ ζῴων γενέσεως,
περὶ ζῴων ἀνατομῆς,
περὶ ζῴων ἱστορίας

δύο γάρ εἰσιν αὐτῷ πραγματεῖαι:
ἡ μὲν περὶ ζῴων
ἡ δὲ περὶ τῶν ζωικῶν

περὶ τῶν ζῳοτοκούντων
περὶ τῶν πολυσχιδῶν

ἄνθρωπος
ἐλέφας
λέων
κύων
λύκος
πάρδαλις
θώς
αἴλουρος
ὕαινα
ἄρκτος
μῦς
μυγαλῆ
γαλῆ
ἰκτίς
ἀλώπηξ
δασύπους
ἀσπάλαξ
ἐχῖνος ὁ χερσαῖος
νυκτερίς

περὶ τῶν διχηλῶν

κάμηλος
ἔλαφος

περὶ τῶν μωνύχων
ἵππος

περὶ τῶν σελαχωδῶν λεγομένων ἰχθύων
περὶ τῶν ᾠοτοκούντων
περὶ τῶν ἐνύδρων
περὶ τῶν μαλακίων
περὶ τῶν πτηνῶν
περὶ τῶν σκωληκοτοκούντων
περὶ τῶν ἐντόμων

σελάχια,
μαλάκια,
μαλακόστρακα,
χονδράκανθα,
ὀστρακόδερμα,
καρχαρόδοντα,
ἀμφίβια,
λεπιδωτά,
φολιδωτά,
δερμόπτερα,
στεγανόποδα,
μονήρη,
συναγελαστικά.

... Ἀριστοτέλης ... ἐν δὲ τῷ περὶ ζωικῶν «σελάχη φησί βοῦς, τρυγών, νάρκη, βατίς, βάτραχος ... βούγλωττος, ψῆττα ... μῦς». ...

... τῆς μὲν οὖν βατίδος καὶ τοῦ βατράχου μνημονεύει Ἀριστοτέλης ἐν τοῖς περὶ ζωικῶν καταριθμῶν αὐτὰ ἐν τοῖς σελάχεσιν. .σελάχια σελάχια μὲν οὖν λέγεται ὅσα λεπίδας οὐκ ἔχει τῶν ἰχθυδίων, οἷον μύραινα γόγγρος νάρκη τρυγὼν βοῦς γαλεός, καὶ τὰ μείζονα δὲ τούτων καὶ κητώδη λεγόμενα, καθάπερ δελφὶς φάλαινα φώκη. τούτοις δὲ μόνοις συμβέβηκε τῶν ἐνύδρων ζῳοτοκεῖν. ὅσοι δὲ τῶν ἰχθύων εἰσὶ σελάχιοι, οἱ μὲν μακροὶ ... λεπίδας οὐκ ἔχουσι ... σμύραινα ἔγχελυς γόγγρος. οἱ δὲ πλατεῖς ... οἷον τρυγὼν νάρκη βοῦς καὶ ὁ λεγόμενος ἀετὸςβάτος καὶ γαλεὸς καὶ ῥίνη καὶ εἴτι ἄλλο τούτοις ὅμοιον. ...

... Καλεῖται δὲ σελάχια ὅσα οὐκ ἔχει λεπίδας· εἴη δ᾿ ἂν μύραινα γόγγρος νάρκη τρυγὼν βοῦς γαλεός, καὶ τὰ μείζονα δὲ τούτων καὶ κητώδη λεγόμενα, καθάπερ δελφὶς φάλαινα φώκη· ταῦτα δὲ ἄρα μόνα τῶν ἐνύδρων ζῳοτοκεῖ. μαλάκια δὲ καλεῖται ὅσα τῶν ἐνύδρων ἀνόστεά ἐστι, καὶ εἴη ἂν πολύπους σηπία τεῦθος τευθὶς ἀκαλήφη· ταῦτά τοι καὶ αἵματος ἄμοιρα καὶ σπλάγχνων ἐστί. μαλακόστρακα δὲ ἀστακοὶ καρίδες καρκίνοι πάγουροι· ἀποδύεται δὲ καὶ τὸ γῆρας ταῦτα. ὀστρακόδερμα δὲ ὄστρεα πορφύραι κήρυκες στρόμβοι ἐχῖνοι κάραβοι. καρχαρόδοντα δὲ στρογγύλους ἔχοντα τοὺς ὀδόντας καὶ ὀξεῖς, λύκος κύων λέων πάρδαλις· ταῦτα μέντοι καὶ σαρκῶν ἐσθίει. ἀμφόδοντα δὲ ἄνθρωπος ἵππος ὄνος, ἅπερ οὖν πιμελὴν ἔχει. συνόδοντα δὲ βοῦς πρόβατον αἴξ. χαυλιόδοντα δὲ τὰ ὑποφαίνοντα ἔξω τοὺς ὀδόντας, ὗς ὁ ἄγριος ἀσπάλαξ· τὸν γὰρ ἐλέφαντα οὔ φημι ὀδόντας ἔχειν ἀλλὰ κέρατα. ἔντομα δὲ σφὴξ μέλισσα· λέγουσι δὲ μηδὲ πνεύμονας ἔχειν ταῦτα. ἀμφίβια δὲ ἵππος ποτάμιος καὶ ἐνυδρὶς καὶ κάστωρ καὶ κροκόδειλος. φολιδωτὰ δὲ σαῦρος σαλαμάνδρα χελώνη κροκόδειλος ὄφις· ταῦτα δὲ καὶ τὸ γῆρας ἀποδύεται, πλὴν κροκοδείλου καὶ χελώνης. μώνυχα δὲ ἵππος ὄνος, δίχηλα δὲ βοῦς ἔλαφος αἴξ οἶς χοῖρος· πολυσχιδῆ δὲ ἄνθρωπος κύων. στεγανόποδα καὶ πλατυώνυχα κύκνος χήν. δερμόπτερος δὲ νυκτερίς. γαμψώνυχα δὲ οἷς καὶ τὸ ῥάμφος ἐπικαμπές, ἱέρακες ἀετοί. τὴν δὲ ἄλλην τῶν ζῴων ἰδιότητα ἀλλαχοῦ εἶπον. ...

... φασὶ δὲ καὶ τὸ ἔμβρυον ἀπαρτίζεσθαι πρὸς ἀκρίβειαν μηνὶ τῷ ἕκτῳ, τουτέστιν ἑκατὸν ἡμέραις καὶ ὀγδοήκοντα πρὸς ταῖς δύο καὶ ἡμίσει, ὡς ἱστορεῖ Πόλυβος μὲν ὁ ἰατρὸς ἐν τῷ περὶ ὀκταμήνων, Ἀριστοτέλης δὲ ὁ φιλόσοφος ἐν τῷ περὶ φύσεως. ...

... περὶ ὀκταμήνων, ἐκ τῶν Ἀριστοτέλους τοῦ φιλοσόφου Περὶ τῶν ὀκταμήνων εἰσί τινες οἵ φασιν οὐθὲν ζῆν. τοῦτο δέ ἐστι ψεῦδος· ζῇ γάρ, καὶ τοῦτο μάλιστα μὲν ἐν Αἰγύπτῳ δῆλον διὰ τὸ τρέφειν τε πάντα τὰ γινόμενα τοὺς Αἰγυπτίους, καὶ ἔτι τὰς γυναῖκας ἐκφόρους εἶναι καὶ τῶν παίδων τὴν τροφὴν μὴ εἶναι ἐπίκαιρον, εἴτε διὰ τὴν κουφότητα τοῦ ὕδατος· ὥσπερ γὰρ ἀφηψημένον τὸ τοῦ Νείλου ὕδωρ ἐστίν· εἴτε καὶ δι᾿ ἄλλας αἰτίας. οὐ μὴν ἀλλὰ καὶ ἐν τῇ Ἑλλάδι τηροῦσιν ἔστιν ἰδεῖν οὕτως ἔχειν, ὥστε τὸ μὲν ἅπαντα τὰ ὀκτάμηνα μὴ ζῆν οὐκ ἀληθές ἐστιν, ὅτι μέντοι ὀλίγα καὶ ἧττον τῶν ἑπταμήνων τε καὶ τῶν ἐκ τοῦ πλείονος ἀριθμοῦ γενομένων ἀληθές· καὶ γὰρ ἑνδεκάμηνον δοκεῖ γεννᾶσθαι καὶ δεκάμηνον. ...

... καὶ τὸν Νεῖλον εἶναι γόνιμον μᾶλλον ἑτέρων ... τάς τε γυναῖκας ἔσθ᾿ ὅτε καὶ τετράδυμα τίκτειν τὰς Αἰγυπτίας. ...

... Ἀριστοτέλης δέ τινα καὶ ἑπτάδυμα ἱστορεῖ τετοκέναι, καὶ αὐτὸς πολύγονον καλῶν τὸν Νεῖλον καὶ τρόφιμον διὰ τὴν ἐκ τῶν ἡλίων μετρίαν ἕψησιν αὐτὸ καταλειπόντων τὸ τρόφιμον τὸ δὲ περιττὸν ἐκθυμιώντων. ...

  1. ἀλλὰ μὴν καὶ εἰ ἦν αἷμα τὸ σπέρμα, ὥς τινες ἔφασαν τῶν ἀρχαίων, πέψει δὲ μεταβεβληκὸς τὴν χροιάν, ἔδει αὐτὸ τῷ ψύχει μᾶλλον πήσσεσθαι, ὅπερ καὶ περὶ πᾶν αἷμα ψυχόμενον συμβαίνει.

  2. ἀλλὰ μὴν οὐδ' ἀπ' ἀμφοτέρων ἀρέσκει, λέγω δὴ τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, φέρεσθαι τὸ σπέρμα. εἰ γὰρ ἀπ' ἀμφοτέρων καὶ ὅλων μὲν σωμάτων ἡ φορά, ἐχρῆν δύο γίνεσθαι ζῷα ἄῤῥεν καὶ θῆλυ· ἐξ ἑκατέρου γὰρ σώματος καὶ ἐκ παντὸς μέρους πάντα ἐξίησι.

  3. ἔοικεν οὖν φησὶν ὁ Ἀριστοτέλης ὅσον ἐπὶ τῇ αἰσθήσει μᾶλλον ἢ ἀφ' ὅλου τοῦ σώματος φέρεσθαι τὸ σπέρμα ἀπὸ τῶν περὶ τὴν κεφαλὴν τόπων. καὶ γὰρ οἱ πλειστάκες συνουσιάσαντες ὁρῶνται φησὶ κοίλους ἔχοντες τοὺς ὀφθαλμοὺς καὶ οἱ βουλόμενοι ἐπιγνῶναι εἰ γόνιμόν ἐστι τὸ τοῦ ἀνδρὸς σπέρμα ἢ οὐχί, χρίσαντες τοὺς ὀφθαλμοὺς ὑπαλείμματί τινι συνουσιάζουσι, καὶ ἐὰν μὲν συγχρωσθῇ τὸ ἀποκριθὲν σπέρμα τῷ ὑπαλείμματι, γόνιμόν ἐστιν, εἰ δὲ μή, ἄγονον, ὡς διὰ τῶν πόρων τῶν περὶ τοὺς ὀφθαλμοὺς καὶ ἀπὸ τοῦ ἐγκεφάλου συνεκκρινομένου τοῦ μέλλοντος γόνιμον ποιήσειν τὸ σπέρμα.

  4. τὰς δὲ γυναῖκας δοκιμάζουσι προσθέμασί τισιν, οἷον σκόροδα προσάγοντες πρὸς τὰ στόματα τῶν ὑστερῶν· κἂν μὲν ὄζῃ τὸ στόμα χανούσαις καὶ οἱ μυκτῆρες τοῦ σκορόδου, γόνιμός ἐστιν, εἰ δὲ μή, ἄγονός ἐστιν. χρῶνται δὲ καὶ ἄλλαις δοκιμασίαις.

  5. ἐνίαις μὲν οὖν καὶ γινομένων τῶν καταμηνίων ἀτεκνία παρακολουθεῖ. συμβαίνει δὲ τοῦτο κατὰ πολλὰς αἰτίας γίνεσθαι· καὶ γὰρ ἐὰν ᾖ εὐνουχώδης καὶ μικρὸν τὸν τράχηλον ἔχουσα, οὐ συλλήψεται, καὶ ἐὰν ἢ ἐγκεκλεισμένας ἢ κωφὰς καὶ μὴ ἐστομωμένας τὰς ὑστέρας ἔχῃ, κἂν λίαν κάθυγρος ᾖ, συνεξυγραίνει γὰρ τὸ τοῦ ἄῤῥενος σπέρμα, κἂν λίαν πάλιν κατάξηρος, ἀναληφθήσεται γὰρ καὶ ἀναξηρανθήσεται, ἐὰν μὴ καταβαίνῃ τὸ ἴδιον μέτρον. καὶ ἄλλαι δὲ πολλαὶ πηρώσεις ἀγονίας αἰτίαι καὶ τοῖς ἄῤῥεσι καὶ ταῖς θηλείαις ὑπάρχουσιν.

  6. ὅθεν καὶ ταῖς πυκνὰ συνουσιαζομέναις βραδύτερον τὸ ἐν γαστρὶ λαβεῖν. λεαίνεται γὰρ αὐταῖς καὶ κωφὸν γίνεται τὸ στόμα τῆς ὑστέρας ὑπὸ τῶν συνικμαζομένων ὑγρῶν ἐν τῷ τέλει τῆς ὁμιλίας.

  7. ὀρεκτικώτεροι δὲ ἀλλήλων πρὸς τὰς συνουσίας εἰσὶν οἱ μὲν ἄνδρες χειμῶνος, αἱ δὲ θήλειαι θέρους.

  8. αἱ ὕπανδροι κατακορεῖς πρὸς τὰ ἀφροδίσια ... οἱ δασεῖς καὶ δασέα στήθη καὶ πλατέα ἔχοντες ὀρεκτικοὶ μᾶλλον πρὸς τὰς συνουσίας ... οἱ τὰ στήθη ψιλὰ καὶ στενὰ ἔχοντες εὐαδίκητοι ὑπὸ τῶν συνουσιῶν.

  9. μόνη ἡ γυνὴ κύουσα ὠχρίαν ἐπιδέχεται, τὰ δ' ἄλλα ζῷα οὐκέτι.

  10. πρῶτον δέ φησι γίνεσθαι περὶ τὸ συλληφθὲν ἐν τῇ μήτρᾳ σπέρμα χρόαν μὲν ἐξηλλαγμένην ἅτε ἐξ ἐρυθροῦ τῆς θηλείας τῶν καταμηνίων ἀπολείμματος, ὃ δὴ καὶ ὕλης τάξιν ἐπέχει, καὶ ἐκ λευκοῦ τοῦ ἄῤῥενος σπέρματος, εἶτα περὶ ταῦτα ὑμένα λεπτὸν περιπήγνυσθαι, ὃν καλεῖσθαι χόριον· εἶτα ἐχομένως πρῶτον διατυποῦσθαι ... καρδίαν.

  11. ἐκ δὲ τῆς καρδιὰς δύο ἀγγεῖα, ἀρτηρία τε καὶ φλέψ, πρῶται γίνονται, καὶ ἡ μὲν φλὲψ τροφῆς χάριν, ἡ δὲ ἀρτηρία φυλακῆς τοῦ συμφύτου πνεύματος.

  12. διαπίπτειν δέ φησι Διογένην τὸν Ἀπολλωνιάτην εἰρηκότα ταῖς κοτυληδόσι ταῖς ἐν τῇ μήτρᾳ τρέφεσθαι τὰ ἔμβρυα.

  13. αὐξανόμενα δὲ τῷ χρόνῳ τὰ ἔμβρυα, ὅτε δὴ συμβαίνει ἀσᾶσθαι τὴν ἔχουσαν, τότε καὶ τοῦ νοεροῦ μέρους τῆς ψυχῆς συμβαίνει μετασχεῖν.

  14. δίδυμά τε καὶ τρίδυμα γίνεται ἃ μὲν κατ' ἐπισύλληψιν, ἔστι δ' ὅτε φησὶ καὶ κατὰ σχίσιν. ὅταν μὲν ἅμα ἐκτεχθῇ ἄῤῥεν καὶ θῆλυ, ἀνάγκη ταῦτα κατ' ἐπισύλληψιν γεγονέναι, ἅτε τοῦ ἄῤῥενος μὲν ἐκ πεπεμμένου γεγονότος τοῦ δὲ θήλεος ἐξ ἀπέπτου, ὥστε ὑπὸ δύο ταῦτα καταβολὰς γεγενῆσθαι. τὰ δὲ ὑπὸ μίαν καταβολὴν τοιαῦτα γινόμενα τοῦ μὲν κατεψυγμένου γίνεται σπέρματος ὑπομεμενηκότος περὶ τὸν περίνεον τοῦ δὲ ἐπικατενηνεγμένου καὶ οὕτως ὁμοῦ ἀμφοτέρων ἐμπεπτωκότων. ὅταν δὲ ὑπὸ μίαν καταβολὴν δύο ἄῤῥενα ἢ δύο θήλεα γένηται, ταῦτα σχισθέντος ἐν τῇ μήτρᾳ τοῦ σπέρματος γίνεται τοῦ μὲν πεπεμμένου εἰς δύο ἄῤῥενα τοῦ δὲ ἀπέπτου εἰς δύο θήλεα. ὅτι δὲ κατ' ἐπισύλληψιν ἀρέσκει αὐτῷ γίνεσθαι, αὐτὸς οὕτω φησί. συνέβη γάρ τινα δούλην περὶ Τρίκκην ἐκ τοῦ δεσπότου καὶ τοῦ ἐπιτρόπου τῇ αὐτῇ ἡμέρᾳ πλησιάσασαν τεκνῶσαι δύο, ὧν τὸ μὲν ἦν τῷ ἐπιτρόπῳ ὅμοιον, τὸ δὲ τῷ δεσπότῃ μοιχευομένη γάρ τις τὸ μὲν τῶν τέκνων τῷ ἀνδρὶ ἐοικὸς ἔτεκε τὸ δὲ τῷ μοιχῷ. καὶ μὴν ὅτι κατὰ σχίσιν τοῦ σπέρματός τινα γίνεται οὕτως φησί· τὰ δὲ διδυμοτοκοῦντα ἀπὸ μιᾶς καταβολῆς δοκεῖ ἀῤῥενοτοκεῖν ἢ θηλυτοκεῖν, ὅτε τὸ σπέρμα τοῦ ἄῤῥενος ἰσχυρόν ἐστιν ὥστε μεριζομένου εἰς δύο ἢ εἰς πλείονα τρόφιμα γίνεσθαι. τὰς δὲ ὁμοιότητας οἴεται συμβαίνειν παρὰ τὰς ἀπεψίας καὶ εὐπεψίας τῶν σπερμάτων· οἴεται γὰρ καὶ τὰ καταμήνια σπέρματα ἄπεπτα εἶναι. ὅταν μὲν οὖν εὔπεπτος γένηται ἡ ἐν τοῖς καταμηνίοις ὑπόλειψις cf. Ar. p. 767b 15 sqq., καθ᾿ ἑαυτὴν ποιήσει θήλειαν τὴν μορφήν, ἐάν τε ἄῤῥεν ἐάν τε θῆλυ. ἀπέπτων δὲ μᾶλλον γενομένων τῶν καταμηνίων, κατὰ τὸν πατέρα γεννηθήσεται ἡ μορφή, ἐάν τε ἄῤῥεν ἐάν τε θῆλυ. ἐὰν δὲ ἀμφοτέρων πεπεμμένων, ἄῤῥεν γενήσεται, ὅμοιον δὲ τῇ μητρί. ἐὰν δὲ ἀμφοτέρων ἀπέπτων, γενήσεται θῆλυ καὶ ὅμοιον τῷ πατρί.

  15. μόνη ἡ γυνὴ τῶν ζῳοτόκων ὑπηνέμια τίκτει, τὸν λεγόμενον Ὄσιριν ἐν Αἰγύπτῳ. μαρτυρεῖ δὲ Θεόφραστος λέγοντι Ἀριστοτέλει ἄνευ ὀχείας γίνεσθαί τινα τὸν λεγόμενον Ὄσιριν ἐν τῷ πέμπτῳ τῶν περὶ ζῴων. ὄσιρις, αἱ ἐν Αἰγύπτῳ ὑπηνέμια τίκτουσι τὸν λεγόμενον Ὄσιριν γυναῖκες.

  16. μόνη γυνὴ ἠπιωτέρα καὶ πραοτέρα μετὰ τὸ τεκεῖν, τὰ δὲ ἄλλα ζῷα δεινὰ καὶ δυσχερῆ καὶ ἀπρόσιτα.

... οἱ ἀραιοὺς τοὺς ὀδόντας ἔχοντες καὶ ἐλάσσονας τῶν τριακονταδύο ὡς ἐπὶ πολὺ ὀλιγοχρόνιοι γίνονται. ...

... Ἀριστοτέλης ἐν τοῖς ζωικοῖς· δύο γάρ εἰσιν αὐτῷ πραγματεῖαι, ἡ μὲν περὶ ζῴων ἡ δὲ περὶ τῶν ζωικῶν· «οἱ φθεῖρες, φησίν, ἐν τῇ κεφαλῇ ἐν ταῖς μακραῖς οὐ φθίνουσι νόσοις, ἀλλὰ μελλόντων τελευτᾶν τῶν πασχόντων ἐπὶ τὰ προσκεφάλαια εὑρίσκονται προλελοιπότες τὴν κεφαλήν.» ...

... μόνου τοῦ ἀνθρώπου μέλλοντος μεταλλάσσειν οἱ ἐν τῇ κεφαλῇ φθεῖρες γίνονται ...

... Ἀριστοτέλης ἐν τοῖς ζωικοῖς «ὁ ῥύπος, φησίν, ἐν τοῖς ὠταρίοις γιγνόμενος πικρὸς ὤν, ἐν ταῖς μακραῖς νόσοις γλυκὺς γίνεται». ...

... τὸν λέοντα τῷ ἡλίῳ συνοικειοῦσιν Αἰγύπτιοι ὅτι τῶν γαμψωνύχων τετραπόδων βλέποντα τίκτει μόνος. λέγει Δημόκριτος τῶν ζῴων μόνον τὸν λέοντα ἐκπεπταμένοις τίκτεσθαι τοῖς ὀφθαλμοῖς. ...

... κατὰ τὴν νουμηνίαν δὲ τὰ ζῷα, ὡς πυνθάνομαι, ἢ φθέγγεταί τι τῇ συντρόφῳ φωνῇ ἢ πίπτει, λέων δὲ ἄρα μόνος, ὡς Ἀριστοτέλης φησίν, οὐδέτερον αὐτοῖν δρᾷ. ...

... δερμόπτερος δὲ ἡ νυκτερίς, ἥτις μόνη τῶν πτητικῶν ζῳοτοκεῖ καὶ γάλα ἔχει ἐν τοῖς μαστοῖς καὶ θηλάζει εὐθέως τὸ γεννώμενον. ...

... μόνη δὲ νυκτερὶς ... ζῳοτοκεῖ καὶ γάλα ἐν μαζοῖς ἔχει καὶ τοὺς ἰδίους ἐκτρέφει νεοττούς. ἡ νυκτερὶς ...

... δὲ μόνον τῶν ὀρνέων ὀδόντας ἔχει καὶ μαστοὺς καὶ γάλα. φησὶ δὲ ὁ Ἀριστοτέλης καὶ φώκην καὶ φάλαιναν ἴσχειν γάλα ...

... Ἀριστοφάνης οὖν ὁ Βυζάντιος τὰ περὶ φύσεως ζῴων ἐπιτεμόμενος ἐκ τῶν Ἀριστοτέλους τοῦ φιλοσόφου φησὶν ἔτη ζῆν δύνασθαι ἵππον πεντήκοντα καὶ πρός ... συλλαμβάνειν γε μὴν καὶ κύειν ἐπιτηδείως ἔχειν φησὶν Ἀριστοτέλης τὴν θήλειαν ἕως ἐτῶν τριάκοντα. ...


Περὶ ἰχθύων

Περὶ τῶν ἐνύδρων

... Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν φησι «τὰ δὲ ἀνόδοντα καὶ λεῖα ὡς ῥαφίς. καὶ τὰ μὲν λιθοκέφαλα ὡς χρέμυς, τὰ δὲ σκληρόδερμα ὡς κάπρος. καὶ τὰ μὲν δίραβδα ὥσπερ σεσερῖνος, τὰ δὲ πολύραβδα καὶ ἐρυθρόγραμμα ὡς σάλπη». ...

... Ἀριστοτέλης ... ἐν δὲ τῷ περὶ ζωικῶν ἢ ἰχθύων ῥαφίδα αὐτὴν τὴν βελόνην ὀνομάσας ἀνόδουν φησὶν εἶναι. ...

... Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν ἀκανθοστεφῆ φησιν εἶναι καὶ ποικιλόχροα φυκίδα ... τῶν δὲ γραμμοποικίλων πλαγίαις τε ταῖς ῥάβδοις κεχρημένων πέρκη. ...

... Ἀριστοτέλης δ᾿ ἐν τῷ περὶ ζωικῶν ποικιλερυθρομέλαιναν αὐτὴν τὴν χάννην ὀνομάζει καὶ ποικιλόγραμμον, διὰ τὸ μελαίναις γραμμαῖς πεποικίλθαι. ...

... Ἀριστοτέλης ἐν τῷ ἐπιγραφομένῳ ζωικῷ ἢ περὶ ἰχθύων «νωτόγραπτα, φησί, λέγεται βῶξ ..., σκολιόγραπτα δὲ κολίας». ...

... Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζωικῶν γράφει οὕτως «ὀῤῥοπυγόστικτοι δὲ τῶν ἰχθύων μελάνουρος καὶ σαργὸς πολύγραμμοί τε καὶ μελανόγραμμοι». ...

... Ἀριστοτέλης δ᾿ ἐν τῷ περὶ ζωικῶν «καὶ τὰ μὲν μελανόστικτα ὥσπερ κόσσυφος, τὰ δὲ ποικιλόστικτα ὥσπερ κίχλη». ...

... καίτοι μόνους εἰρηκότος Ἀριστοτέλους φθέγγεσθαι σκάρον καὶ τὸν ποτάμιον χοῖρον. ...

... οὐδεὶς ἰχθὺς λαλεῖ, μόνος δὲ ὁ λεγόμενος σκάρος καὶ ὁ ποτάμιος χοῖρος ὥστε εἰ καὶ οἱ σκάροι λέγονται φωνεῖν, τὸ αὐτὸ τοῦτο καὶ ἐπ᾿ αὐτῶν ὑποληπτέον. . πνεύμων. καὶ σκάρον, ὃς δὴ μοῦνος ἐν ἰχθύσι πᾶσιν ἀναύδοις φθέγγεται ἰκμαλέην λαλαγὴν καὶ μοῦνος ἐδητύν ἄψοῤῥον προίησιν ἀνὰ στόμα, δεύτερον αὖθις δαινύμενος, μήλοισιν ἀναπτύσσων ἴσα φορβήν. ...

... βόαξ, Ἀριστοτέλης δὲ ὅτι μόνος τῶν ἰχθύων φωνὴν προίεται, καὶ οὕτως ὠνόμασται ὠνομάσθη δὲ παρὰ τὴν βοήν. ...

... θρισσῶν δὲ μέμνηται Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν ἢ ἰχθύων ἐν τούτοις «μόνιμα ... θρίσσα, ἐγκρασίχολος, μεμβράς, κορακῖνος, ἐρυθρῖνος, τριχίς». ...

... ὁμοίως δὲ τριχίαν καὶ Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων, ἐν δὲ τῷ ἐπιγραφομένῳ περὶ ζωικῶν τριχίδα. ...

... Ἀριστοτέλης δ᾿ ἐν τῷ περὶ ἰχθύων ἀγελαῖον καὶ ἐκτοπιστικὸν εἶναι τὴν θυννίδα. ...

... Ἀριστοτέλης δ᾿ ἐν τῷ περὶ ζωικῶν «ὄστρεα, φησί, πίννη, ὄστρεον, μῦς, κτείς, σωλήν, κόγχη, λεπάς, τῆθος, βάλανος ... πορευτικὰ δὲ κῆρυξ, πορφύρα, ἡδυπορφύρα, ἐχῖνος, στράβηλος. ἔστι δ᾿ ὁ μὲν κτεὶς τραχυόστρακος ῥαβδωτός, τὸ δὲ τῆθος ἀῤῥάβδωτον λειόστρακον, ἡ δὲ πίννη λεπτόστομον, τὸ δὲ ὄστρεον παχύστομον δίθυρον δὲ καὶ λειόστρακον, λεπὰς δὲ μονόθυρον καὶ λειόστρακον, συμφυὲς δὲ μῦς, μονοφυὲς δὲ καὶ λειόστρακον σωλὴν καὶ βάλανος, κοινὸν δ᾿ ἐξ ἀμφοῖν κόγχη.» ...

... ἐν δὲ τῷ περὶ ζωικῶν Ἀριστοτέλης μαλάκιά φησιν εἶναι πολύποδας, ὀσμύλην, ἑλεδώνην, σηπίαν, τευθίδα. ...

... ἐν δὲ τῷ περὶ ζωικῶν ἢ ἰχθύων Ἀριστοτέλης «πολύπους, φησί, τὶς ὁ μὲν τρεψίχρως ὁ δὲ ναυτίλος». ...

... Ἀριστοτέλης δ᾿ ἐν τῷ περὶ ζωικῶν μονάκανθον εἶναι καὶ κιῤῥὸν τὸν ἀλφηστικόν. ...

... ταύτας τὰς ἀμίας Ἀριστοτέλης ἱστορεῖ τὰ μὲν βράγχια ἔχειν καλυπτά, εἶναι δὲ καρχαρόδοντας καὶ τῶν συναγελαζομένων καὶ σαρκοφάγων, χολήν τε ἔχειν ἰσομήκη τῷ ἐντέρῳ καὶ σπλῆνα ὁμοίως. λέγεται δὲ ὡς θηρευθεῖσαι προσανάλλονται καὶ ἀποτρώγουσαι τὴν ὁρμιὰν ἐκφεύγουσιν. ... Ἀριστοτέλης δὲ παρετυμολογῶν αὐτῆς τοὔνομά φησιν ὠνομάσθαι παρὰ τὸ ἅμα ἰέναι ταῖς παραπλησίαις· ἔστι γὰρ συναγελαστική. ...

... τῆς δ᾿ ἀφύης ἐστὶ γένη πλείω. καὶ ἡ μὲν ἀφρῖτις λεγομένη οὐ γίνεται ἀπὸ γόνου, ὥς φησιν Ἀριστοτέλης, ἀλλ᾿ ἐκ τοῦ ἐπιπολάζοντος τῇ θαλάσσῃ ἀφροῦ. ἑτέρα δ᾿ ἐστὶν ἀφύη ἡ κωβῖτις λεγομένη. γίνεται δ᾿ αὕτη ἐκ τῶν μικρῶν καὶ φαύλων τῶν ἐν τῇ ἄμμῳ διαγενομένων κωβιδίων. καὶ ἐξ αὐτῆς δὲ ταύτης τῆς ἀφύης ἀπογεννῶνται ἕτεραι, αἵτινες ἐγκρασίχολοι καλοῦνται. γίνεται καὶ ἄλλη ἀφύη ὁ γόνος τῶν μαινίδων, καὶ ἄλλη ἐκ τῆς μεμβράδος, καὶ ἔτι ἄλλη ἐκ τῶν μικρῶν κεστρέων τῶν ἐκ τῆς ἄμμου καὶ τῆς ἰλύος γινομένων. πάντων δὲ τούτων ἡ ἀφρῖτις ἀρίστη. ...

... ἐγκρασίχολοι. καὶ τούτων μέμνηται Ἀριστοτέλης ὡς μικρῶν ἰχθυδίων ἐν τῷ περὶ ζωικῶν. ...

... γαλεοί ... Ἀριστοτέλης δὲ εἴδη αὐτῶν φησιν εἶναι πλείω, ἀκανθίαν λεῖον ποικίλον σκύμνον ἀλωπεκίαν ῥίνην ... ὁ δ᾿ Ἀριστοτέλης ἐν πέμπτῳ ζῴων μορίων καὶ κεντρίνην φησί τινα γαλεὸν εἶναι καὶ νωτιδανόν ... ἰδίως δὲ ὁ ἀκανθίας τὴν καρδίαν ἔχει πεντάγωνον. τίκτει δ᾿ ὁ γαλεὸς τὰ πλεῖστα τρία καὶ εἰσδέχεται τὰ γεννηθέντα εἰς τὸ στόμα καὶ πάλιν ἀφίησι, μάλιστα δ᾿ ὁ ποικίλος καὶ ὁ ἀλωπεκίας· οἱ δὲ λοιποὶ οὐκ ἔτι διὰ τὴν τραχύτητα. ...

... Ἀριστοτέλης δὲ χαίρειν φησὶ τὰς ἐγχέλεις καθαρωτάτῳ ὕδατι. ὅθεν τοὺς ἐγχελυοτρόφους καθαρὸν αὐταῖς ἐπιχεῖν· πνίγεσθαι γὰρ ἐν τῷ θολερῷ. διὸ καὶ οἱ θηρεύοντες θολοῦσι τὸ ὕδωρ ἵν᾿ ἀποπνίγωνται. λεπτὰ γὰρ ἔχουσαι τὰ βραγχία αὐτίκα ὑπὸ τοῦ θολοῦ τοὺς πόρους ἐπιπωματίζονται. ὅθεν κἀν τοῖς χειμῶσιν ὑπὸ τῶν πνευμάτων ταραττομένου τοῦ ὕδατος ἀποπνίγονται. ὀχεύονται δὲ συμπλεκόμεναι, κἆτ᾿ ἀφιᾶσι γλοιῶδες ἐξ αὑτῶν, ὃ γενόμενον ἐν τῇ ἰλύι ζῳογονεῖται. λέγουσι δὲ οἱ ἐγχελυοτρόφοι καὶ ὡς νυκτὸς μὲν νέμονται, ἡμέρας δ᾿ ἐν τῇ ἰλύι ἀκινητίζουσι, ζῶσί τε τὸ ἐπὶ πολὺ ἐπὶ ὀκτὼ ἔτη. ...

... Ἀριστοτέλης δ᾿ ἐν τοῖς περὶ ζῴων διὰ τοῦ ι ἔγχελις εἴρηκεν. ...

... καὶ ἔλλοπα μὲν αὐτὸν Ἀριστοτέλης καὶ πάντες οἱ φυσικοὶ καλοῦσι καὶ Ἀριστοφάνης ὁ Βυζάντιος ἐν τῇ ἐπιτομῇ τῶν ἐν ἰχθύσι φυσικῶν. ...

... πλὴν τοῦ ἔλλοπος. τοῦτον δέ φασι κατ᾿ ἄνεμον καὶ ῥοῦν νήχεσθαι μὴ φοβούμενον τὴν ἀναχάραξιν τῆς λεπίδος, ἅτε δὴ μὴ πρὸς οὐρὰν τὰς ἐπιπτυχὰς ἐχούσης. σπάνιος γάρ ἐστι, φαίνεται δὲ περὶ Παμφυλίαν πολλάκις. ... λέγει δέ τις λόγος σπάνιον μὲν αὐτὸν εἶναι, ἐν δὲ τῷ κατὰ Παμφυλίαν πελάγει θηρᾶσθαι ...

... ἐρυθρῖνος. Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν. καὶ Σπεύσιππος παραπλήσιά φησιν εἶναι φάγρον, ἐρυθρῖνον, ἥπατον. ...

... ἥπατος ... ἔστι δὲ μονήρης, ὥς φησιν Ἀριστοτέλης, σαρκοφάγος τε καὶ καρχαρόδους, τὴν χροιὰν μὲν μέλας, ὀφθαλμοὺς δὲ μείζονας ἢ καθ᾿ αὑτὸν ἔχων, καρδίαν τρίγωνον, ἧπαρ λευκόν. ...

... θρίσσειν, μαίνεσθαι, ὡς καὶ Ἀριστοφάνης ὁ γραμματικός· θρίσσειν δέ φασι τὸ κατὰ ψυχὴν ἐξίστασθαι. ...

... καὶ Ἀριστοτέλης ... τριχίδα τῶν δὲ λεγομένων περὶ θρίσσης ἐστὶν ὅτι ἥδεται ὀρχήσει καὶ ὠδῇ καὶ ἀκούσας ἀναπηδᾷ ἐκ τῆς θαλάσσης. ...

... καὶ τὴν θρίσσαν ᾀδόντων καὶ κροτούντων ἀναδύεσθαι καὶ προιέναι λέγουσιν. οἱ δὲ τῇ Μαρείᾳ λίμνῃ προσοικοῦντες τὰς θρίσσας θηρῶσι τὰς ἐκεῖθι ᾠδῆς μέλει ... καὶ κρότῳ ὀστράκων ... αἳ δὲ ὥσπερ ὀρχούμεναι ὑπὸ τῷ μέλει πηδῶσι καὶ ἐμπίπτουσι τοῖς θηράτροις ...

... ἀνθίας, κάλλιχθυς ... Ἀριστοτέλης δὲ καὶ καρχαρόδοντα εἶναι φησὶ τὸν κάλλιχθυν σαρκοφάγον τε καὶ συναγελαζόμενον. ...

... ἀκούσειας δ᾿ ἂν ἁλιέων καὶ ἰχθύων τινὰ καλλιώνυμον οὕτω λεγόντων. καὶ ὑπὲρ αὐτοῦ Ἀριστοτέλης λέγει ὅτι ἄρα ἐπὶ τοῦ λοβοῦ τοῦ δεξιοῦ καθημένην ἔχει χολὴν πολλήν, αὐτῷ δὲ τὸ ἧπαρ κατὰ τὴν λαιὰν φορεῖται πλευράν. ...

... ἐν δ᾿ ἄλλοις φησὶν ὁ Ἀριστοτέλης «ὁ κεστρεὺς καρχαρόδους ὢν οὐκ ἀλληλοφαγεῖ, ἅτε δὴ οὐδ᾿ ὅλως σαρκοφαγῶν. ἔστι δὲ ὁ μέν τις κέφαλος, ὁ δὲ χελλών, ὁ δὲ φεραῖος. καὶ ὁ μὲν χελλὼν πρὸς τῇ γῇ νέμεται, ὁ δὲ φεραῖος οὔ. καὶ τροφῇ χρῆται ὁ μὲν φεραῖος τῇ ἀφ᾿ αὑτοῦ γενομένῃ μύξῃ, ὁ δὲ χελλὼν ἄμμῳ καὶ ἰλύι. λέγεται δὲ καὶ ὅτι τὸν γόνον τῶν κεστρέων οὐδὲν τῶν θηρίων κατεσθίει, ἐπεὶ οἱ κεστρεῖς οὐδένα τῶν ἰχθύων.» νέμεται δὲ τὴν ἰλὺν ταλαιπωρῶν, ὥς φησιν Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων. ...

... κίθαρος. Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν ἢ περὶ ἰχθύων «ὁ κίθαρος, φησί, καρχαρόδους, μονήρης, φυκοφάγος, τὴν γλῶτταν ἀπολελυμένος, καρδίαν λευκὴν ἔχων καὶ πλατεῖαν». ...

... κορδύλος. τοῦτον Ἀριστοτέλης φησὶν ἀμφίβιον εἶναι καὶ τελευτᾶν ὑπὸ τοῦ ἡλίου αὐανθέντα. ...

... κυπρῖνος. τῶν σαρκοφάγων καὶ οὗτος, ὡς Ἀριστοτέλης ἱστορεῖ, καὶ συναγελαστικῶν. τὴν δὲ γλῶτταν οὐχ ὑπὸ τῷ στόματι, ἀλλ᾿ ὑπὸ τὸ στόμα κέκτηται. ...

... λάβρακες. οὗτοι, ὡς Ἀριστοτέλης ἱστορεῖ, μονήρεις εἰσὶ καὶ σαρκοφάγοι. γλῶσσαν δ᾿ ἔχουσιν ὀστώδη καὶ προσπεφυκυῖαν, καρδίαν τρίγωνον ... ὠνομάσθη δ᾿ ὁ ἰχθὺς παρὰ τὴν λαβρότητα. ...

... μύραιναι ... Ἀριστοτέλης δὲ ἐν πέμπτῳ ζῴων μορίων ἐκ μικροῦ φησιν αὐτὴν ταχεῖαν τὴν αὔξησιν λαμβάνειν. καὶ εἶναι καρχαρόδουν τίκτειν τε πᾶσαν ὥραν μικρὰ ᾠά. ...

... ἔστι δ᾿ ἡ νάρκη, ὥς φησιν Ἀριστοτέλης, τῶν σελαχωδῶν καὶ τῶν σκυμνοτοκούντων. θηρεύει δ᾿ εἰς τροφὴν ἑαυτῆς τὰ ἰχθύδια προσαπτομένη καὶ ναρκᾶν καὶ ἀκινητίζειν ποιοῦσα. ...

... τῶν δὲ λεγομένων σελαχωδῶν καὶ σκυμνοτοκούντων ἡ ῥίνη μὲν καὶ ὁ λεῖος γαλεὸς ... ἡ δὲ νάρκη ...

... ξιφίας. τοῦτον Ἀριστοτέλης φησὶν ἔχειν τοῦ ῥύγχους τὸ μὲν ὑποκάτω μικρόν, τὸ δὲ καθύπερθεν ὀστῶδες μέγα, ἴσον τῷ ὅλῳ αὐτοῦ μεγέθει· τοῦτο δὲ καλεῖσθαι ξίφος. ὀδόντας δ᾿ οὐκ ἔχειν τὸν ἰχθύν. ...

... ὄνος, φησὶν Ἀριστοτέλης ἐν τῷ περὶ ζωικῶν, ἔχει στόμα ἀνεῤῥωγὸς ὁμοίως τοῖς γαλεοῖς, καὶ οὐ συναγελαστικός. καὶ μόνος οὗτος ἰχθύων τὴν καρδίαν ἐν τῇ κοιλίᾳ ἔχει καὶ ἐν τῷ ἐγκεφάλῳ λίθους ἐμφερεῖς μύλαις. φωλεύει τε μόνος ἐν ταῖς ὑπὸ κύνα θερμοτάταις ἡμέραις, τῶν ἄλλων ταῖς χειμεριωτάταις φωλευόντων. ...

... ὁ ἰχθὺς ὁ ὄνος τὰ μὲν ἄλλα ὅσα ἐντὸς προσπέφυκεν, οὐ πάνυ τι τῶν ἑτέρων διεστῶτα κέκτηται, μονότροπος δέ ἐστι καὶ σὺν ἄλλοις βιοῦν οὐκ ἀνέχεται. ἔχει δὲ ἄρα ἰχθύων μόνος οὗτος ἐν τῇ γαστρὶ τὴν καρδίαν, καὶ ἐν τῷ ἐγκεφάλῳ λίθους οἵπερ οὖν ἐοίκασι μύλαις τὸ σχῆμα. σειρίου δὲ ἐπιτολῇ φωλεύει μόνος, τῶν ἄλλων ἐν ταῖς κρυμωδεστάταις ἡμέραις φωλεύειν εἰθισμένων. ...

... ὄνος ὁ θαλάττιος ἐν τῇ γαστρὶ τὴν καρδίαν ἔλαχεν ἔχειν, ὡς οἱ δεινοὶ τὰ τοιαῦτα ὁμολογοῦσιν ἡμῖν καὶ διδάσκουσιν. ...

... τὸν νοῦν ἐγκατορύξας τῇ κοιλίᾳ, τῷ ἰχθύι τῷ καλουμένῳ ὄνῳ τὰ μάλιστα ἐοικώς, ὃν δή φησιν Ἀριστοτέλης μόνον τῶν ἄλλων ζῴων ἐν τῇ γαστρὶ τὴν καρδίαν ἔχειν. ...

... ὀρφώς ... Ἀριστοτέλης δὲ ἐν πέμπτῳ ζῴων μορίων ταχεῖαν λέγων γίνεσθαι τοῖς ἰχθύσι τὴν αὔξησιν, καὶ ὀρφώς, φησίν, ἐκ μικροῦ γίνεται μέγας ταχέως. ἔστι δὲ καὶ σαρκοφάγος καὶ καρχαρόδους, ἔτι δὲ μονήρης. ἴδιον δ᾿ ἐν αὐτῷ ἐστὶ τὸ τοὺς θορικοὺς πόρους μὴ εὑρίσκεσθαι καὶ τὸ δύνασθαι πολὺν χρόνον ζῆν μετὰ τὴν ἀνατομήν. ἔστι δὲ καὶ τῶν φωλευόντων ἐν ταῖς χειμεριωτάταις ἡμέραις· χαίρει τε πρόσγειος μᾶλλον ὢν ἢ πελάγιος. ζῇ δ᾿ οὐ πλέον δύο ἐτῶν. ...

... ὁ ὀρφὼς θαλάττιον ζῷόν ἐστι, καὶ εἰ ἕλοις καὶ ἀνατέμοις, οὐκ ἂν ἴδοις τεθνεῶτα παραχρῆμα αὐτόν, ἀλλὰ ἐπιλαμβάνει τῆς κινήσεως καὶ οὐκ ἐπ᾿ ὀλίγον. διὰ χειμῶνος δὲ ἐν τοῖς φωλεοῖς οἰκουρῶν χαίρει· διατριβαὶ δὲ ἄρα αἱ πρὸς τῇ γῇ μᾶλλον φίλαι αὐτῷ. ...

... καὶ ὀψιμόρων γένος ὀρφῶν, οἳ πάντων περίαλλα κατὰ χθόνα δηθύνουσι ζῳοί, καὶ τμηθέντες ἔτι σπαίρουσι σιδήρῳ. ...

... σάλπη ... Ἀριστοτέλης δ᾿ ἐν πέμπτῳ ζῴων μορίων ἅπαξ τίκτειν φησὶν αὐτὴν τοῦ μετοπώρου. ἔστι δὲ πολύγραμμος καὶ ἐρυθρόγραμμος, ἔτι δὲ καρχαρόδους καὶ μονήρης. λέγεσθαι δὲ καὶ ὑπὸ τῶν ἁλιέων φησὶν ὡς καὶ κολοκύντῃ θηρεύεται χαίρουσα τῷ βρώματι. ...

... Ἀριστοτέλης δ᾿ ἐν πέμπτῳ ζῴων ἱστορίας σαρδίνους αὐτὰς τὰς ἐριτίμους καλεῖ. ...

... σκάρος. τοῦτον Ἀριστοτέλης φησὶ καρχαρόδοντα εἶναι καὶ μονήρη καὶ σαρκοφάγον, ἔχειν τε στόμα μικρὸν καὶ γλῶτταν οὐ λίαν προσπεφυκυῖαν, καρδίαν τρίγωνον, ἧπαρ λευκὸν τρίλοβον, ἔχειν τε χολὴν καὶ σπλῆνα μέλανα, τῶν δὲ βραγχίων τὸ μὲν διπλοῦν τὸ δὲ ἁπλοῦν. μόνος δὲ καὶ τῶν ἄλλων ἰχθύων μηρυκάζει. χαίρει δὲ τῇ τῶν φυκίων τροφῇ· διὸ καὶ τούτοις θηρεύεται. ἀκμάζει δὲ θέρους. ...

... ὅτι δὲ καὶ πληκτικός ἐστιν ὁ σκορπίος Ἀριστοτέλης ἱστορεῖ ἐν τῷ περὶ ἰχθύων ἢ ζωικῶν. μονήρης δ᾿ ἐστὶ καὶ φυκοφάγος. ...

... τὴν δὲ τρίγλην φησὶν Ἀριστοτέλης τρὶς τίκτειν τοῦ ἔτους ἐν πέμπτῳ μορίων, τεκμαίρεσθαι λέγων τοὺς ἁλιεῖς τοῦτο ἐκ τοῦ γόνου τρὶς φαινομένου περί τινας τόπους. μήποτ᾿ οὖν ἐντεῦθέν ἐστι καὶ τὸ τῆς ὀνομασίας, ὡς ἀμίαι ὅτι οὐ κατὰ μίαν φέρονται ἀλλ᾿ ἀγεληδόν, σκάρος δὲ ἀπὸ τοῦ σκαίρειν καὶ καρίς, ἀφύαι δ᾿ ὡς ἂν ἀφυεῖς οὖσαι τουτέστι δυσφυεῖς, ἀπὸ δὲ τοῦ θύειν θύννος ὁ ὁρμητικὸς διὰ τὸ κατὰ τὴν τοῦ κυνὸς ἐπιτολὴν ὑπὸ τοῦ ἐπὶ τῆς κεφαλῆς οἴστρου ἐξελαύνεσθαι. ἔστι δὲ καρχαρόδους συναγελαστικὴ παντόστικτος, ἔτι δὲ σαρκοφάγος. τὸ δὲ τρίτον τεκοῦσα ἄγονός ἐστι· γίνεται γάρ τινα σκωλήκια αὐτῇ ἐν τῇ ὑστέρᾳ, ἃ τὸν γόνον τὸν γινόμενον κατεσθίει. ...

... τρίγλη δὲ τρὶς τίκτει τοῦ ἔτους, ὅθεν καὶ τοὔνομα κέκτηται. ...

... τρίγλη ... τρὶς γὰρ κύει, ὅθεν αὐτῇ καὶ τοὔνομα εἰκότως φασὶ κεῖσθαι καὶ Ἀριστοτέλης ἐν τοῖς τῷ περὶ ζῴων καὶ Ἀριστοφάνης ἐν τοῖς εἰς Ἀριστοτέλην ὑπομνήμασι ...

... φάγρος ... Ἀριστοτέλης δὲ σαρκοφάγον φησὶν αὐτὸν εἶναι καὶ μονήρη καρδίαν τε ἔχειν τρίγωνον ἀκμάζειν τε ἔαρος. ...


Περὶ μαλακίων

... ἱστορεῖ δ᾿ Ἀριστοτέλης τὸν πολύποδα ἔχειν πόδας ὀκτώ, ὧν τοὺς μὲν ἄνω δύο καὶ κάτω ἐλαχίστους, τοὺς δ᾿ ἐν μέσῳ μεγίστους· ἔχειν δὲ καὶ κοτυληδόνας δύο, αἷς τὴν τροφὴν προσάγεσθαι· τοὺς δ᾿ ὀφθαλμοὺς ἐπάνω τῶν δύο ὀδόντων· τὸ δὲ στόμα καὶ τοὺς ὀδόντας ἐν μέσοις τοῖς ποσίν. ἀναπτυχθεὶς δὲ ἐγκέφαλον ἔχει διμερῆ. ἔχει δὲ καὶ τὸν λεγόμενον θολόν, οὐ μέλανα καθάπερ σηπία, ἀλλ᾿ ὑπέρυθρον, ἐν τῷ λεγομένῳ μήκωνι· ὁ δὲ μήκων κεῖται ἐπάνω τῆς κοιλίας οἱονεὶ κύστις· σπλάγχνον δ᾿ οὐκ ἔχει ἀναλογοῦν. τροφῇ δὲ χρῆται ἔστιν ὅτε καὶ τοῖς τῶν κογχυλίων σαρκιδίοις, τὰ ὄστρακα ἐκτὸς τῶν θαλαμῶν ῥίπτων· ὅθεν διαγινώσκουσιν οἱ θηρεύοντες. ὀχεύει δὲ συμπλεκόμενος καὶ πολὺν χρόνον πλησιάζει διὰ τὸ ἄναιμος εἶναι. τίκτει δὲ διὰ τοῦ λεγομένου φυσητῆρος, ὅς ἐστι πόρος τῷ σώματι, καὶ τίκτει ᾠὰ βοτρυδόν. ...

... ὁ δὲ ναυτίλος καλούμενος, φησὶν Ἀριστοτέλης, πολύπους μὲν οὐκ ἔστιν, ἐμφερὴς δὲ κατὰ τὰς πλεκτάνας. ἔχει δὲ τὸ νῶτον ὀστρακόδερμον. ἀναδύνει δὲ ἐκ τοῦ βυθοῦ ἐφ᾿ ἑαυτὸν ἔχων τὸ ὄστρακον, ἵνα μὴ τὴν θάλασσαν ἕλκῃ· ἐπαναστραφεὶς δ᾿ ἐπιπλεῖ ἄνω ποιήσας δύο τῶν πλεκτανῶν, αἳ μεταξὺ αὑτῶν λεπτὸν ὑμένα ἔχουσι διαπεφυκότα, ὡς καὶ τῶν ὀρνίθων οἱ πόδες ὁρῶνται μεταξὺ τῶν δακτύλων δερμάτινον ὑμένα ἔχοντες· ἄλλας δὲ δύο πλεκτάνας καθίησιν εἰς τὴν θάλασσαν ἀντὶ πηδαλίων. ὅταν δέ τι προσιὸν ἴδῃ, δείσας συστέλλει τοὺς πόδας καὶ πληρώσας αὑτὸν τῆς θαλάσσης κατὰ βυθοῦ ὡς τάχος χωρεῖ. ...

... καὶ ὀσμύλια ἰχθύων τι γένος, ἡ ὑπὸ τῶν πολλῶν ὄζαινα καλουμένη· πολύποδος δέ ἐστιν εἶδος ἔχον μεταξὺ τῆς κεφαλῆς καὶ τῶν πλεκτανῶν αὐλὸν δυσῶδες πνεῦμα ἀφιέντα. ...

... ὀσμύλια, τῶν πολυπόδων αἱ ὄζαιναι λεγόμεναι, ἰχθύδια ποιά. ...

... ἑλεδώνη, εἶδος πολύποδος , ἥτις ἔχει μίαν κοτυληδόνα, καὶ ἔστιν ἑπτάπους, ὥς φησιν Αἰλιανός Ἀριστοφάνης ...

... τὴν σηπίαν δὲ Ἀριστοτέλης φησὶ πόδας ἔχειν ὀκτώ, ὧν τοὺς ὑποκάτω δύο μεγίστους, προβοσκίδας δύο, καὶ μεταξὺ αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ στόμα. ἔχει δὲ καὶ ὀδόντας δύο τὸν μὲν ἄνω τὸν δὲ κάτω, καὶ τὸ λεγόμενον ὄστρακον ἐν τῷ νώτῳ. ἐν δὲ τῇ μύτιδι ὁ θολός ἐστιν· αὕτη δὲ κεῖται παρ᾿ αὐτὸ τὸ στόμα κύστεως τρόπον ἐπέχουσα. ἔστι δ᾿ ἡ κοιλία πλακώδης καὶ λεία, ὁμοία τοῖς τῶν βοῶν ἠνύστροις. τρέφονται δὲ αἱ μικραὶ σηπίαι τοῖς λεπτοῖς ἰχθυδίοις, ἀποτείνουσαι τὰς προβοσκίδας ὥσπερ ὁρμιὰς καὶ ταύταις θηρεύουσαι. λέγεται δὲ ὡς ὅταν ὁ χειμὼν γένηται, τῶν πετριδίων ὥσπερ ἀγκύραις ταῖς προβοσκίσι λαμβανόμεναι ὁρμοῦσι. διωκομένη τε ἡ σηπία τὸν θολὸν ἀφίησι καὶ ἐν αὐτῷ κρύπτεται ἐμφήνασα φεύγειν εἰς τοὔμπροσθεν. λέγεται δὲ ὡς καὶ θηρευθείσης τῆς θηλείας τριόδοντι οἱ ἄῤῥενες ἐπαρήγουσιν ἀνθέλκοντες αὐτήν· ἂν δ᾿ οἱ ἄῤῥενες ἁλῶσιν, αἱ θήλειαι φεύγουσιν. οὐ διετίζει δ᾿ ἡ σηπία, καθάπερ οὐδ᾿ ὁ πολύπους. ...

... τευθίς. Ἀριστοτέλης εἶναί φησι καὶ ταύτην τῶν συναγελαζομένων, ἔχειν τε τὰ πλεῖστα τῆς σηπίας, τὸν τῶν ποδῶν ἀριθμόν, τὰς προβοσκίδας. τῶν δὲ ταύτης ποδῶν οἱ μὲν κάτω μικροί εἰσιν οἱ δ᾿ ἄνω μείζους, καὶ τῶν προβοσκίδων ἡ δεξιὰ παχυτέρα, καὶ τὸ ὅλον σωμάτιον τρυφερὸν καὶ ὑπομηκέστερον. ἔχει δὲ καὶ θολὸν ἐν τῇ μύτιδι οὐ μέλανα ἀλλ᾿ ὠχρόν, καὶ τὸ ὄστρακον μικρὸν λίαν καὶ χονδρῶδες. ...

... τεῦθος. ὁ δὲ τεῦθος μόνῳ τούτῳ διαφέρει, τῷ μεγέθει· γίνεται δὲ καὶ τριῶν σπιθαμῶν. τὸ δὲ χρῶμά ἐστιν ὑπέρυθρος, καὶ τῶν ὀδόντων τὸν μὲν κάτω ἐλάττονα ἔχει τὸν δὲ ἄνω μείζονα, ἄμφω δὲ μέλανας καὶ ὁμοίους ῥύγχει ἱέρακος. ἀναπτυχθεὶς δὲ κοιλίαν ἔχει ὁμοίαν ταῖς ὑείαις. ...


Περὶ ὀστρακοδέρμων

... λέγεται δὲ ὡς διαιρούμενος κατὰ μέρος ὁ ἐχῖνος ὁ θαλάττιος καὶ ἀφιέμενος εἰς τὴν θάλασσαν δύναται ζῆν καὶ νέμεσθαι. ...

... τοὺς ἐχίνους ἔτι ζῶντας καὶ ἐν τοῖς ὀστράκοις ὄντας καὶ προβεβλημένους τὰ κέντρα εἴ τις συντρίψας καὶ διαῤῥίψας ἐς τὴν θάλατταν ἄλλο ἄλλῃ τρύφος καταλίποι, τὰ δὲ ἄρα συνέρχεται αὖθις ... καὶ συνέφυ, καὶ ὁλόκληροι γίνονται φύσει τινὶ θαυμαστῇ καὶ ἰδίᾳ αὖθις. καὶ ὀκριόεντες ἐχῖνοι· τοὺς εἴ τις καὶ τυτθὰ διατμήξας ἐνὶ πόντῳ ῥίψῃ, συμφυέες τε παλίνζωοί τε πέλονται. ...


Περὶ ὀρνίθων ἢ περὶ τῶν πτητικῶν

... ἀλλὰ μὴν ἐχίνου γέ τινα χερσαίου διηγήσατο πνευμάτων προαίσθησιν Ἀριστοτέλης, ὃς ἐθαύμαζε καὶ γεράνων τὴν ἐν τριγώνῳ πτῆσιν ...

... ἀλλήλων δὲ τοῖς πυγαίοις ἐπερείδουσαι τὰ ῥάμφη ... ἀναπαυόμεναι ἐς ἀλλήλας. ...

... κόραξ ὕδρος κρατήρ. τοῦτο τὸ ἄστρον κοινόν ἐστιν ἀπὸ πράξεως γεγονὸς ἐναργοῦς. τιμὴν γὰρ ἔχει ὁ κόραξ παρὰ τῷ Ἀπόλλωνι· ἑκάστῳ γὰρ τῶν θεῶν ὄρνεόν ἐστιν ἀνακείμενον. θυσίας δὲ γινομένης τοῖς θεοῖς, σπονδὴν πεμφθεὶς ἐνέγκαι ἀπὸ κρήνης τινός, ἰδὼν παρὰ τὴν κρήνην συκῆν ὀλύνθους ἔχουσαν ἔμεινεν ἕως πεπανθῶσι. μεθ᾿ ἱκανὰς δὲ ἡμέρας πεπανθέντων τούτων, καὶ φαγὼν τῶν συκῶν αἰσθόμενος τὸ ἁμάρτημα, ἐξαρπάσας καὶ τὸν ἐν τῇ κρήνῃ ὕδρον ἔφερε σὺν τῷ κρατῆρι, φάσκων αὐτὸν ἐκπίνειν καθ᾿ ἡμέραν τὸ γιγνόμενον ἐν τῇ κρήνῃ ὕδωρ. ὁ δὲ Ἀπόλλων ἐπιγνοὺς τὰ γενόμενα τῷ μὲν κόρακι ἐν τοῖς ἀνθρώποις ἐπιτίμιον ἔθηκεν ἱκανὸν τοῦτον τὸν χρόνον διψῆν, καθάπερ Ἀριστοτέλης εἴρηκεν ἐν τοῖς περὶ θηρίων, μνημόνευμα δὲ δώσων τῆς εἰς θεοὺς ἁμαρτίας σαφές, εἰκονίσας ἐν τοῖς ἄστροις ἔθηκεν εἶναι τόν τε ὕδρον καὶ τὸν κρατῆρα καὶ τὸν κόρακα μὴ δυνάμενον πιεῖν καὶ μὴ προσελθεῖν. ...

... φησὶν ὁ Ἀριστοτέλης, «ὁ κύκνος εὔτεκνός ἐστι καὶ μάχιμος. ἀλληλοκτονεῖ γοῦν ὁ μάχιμος. μάχεται δὲ καὶ τῷ ἀετῷ αὐτὸς μάχης μὴ προαρξάμενος. εἰσὶ δ᾿ ᾠδικοί, καὶ μάλιστα περὶ τὰς τελευτάς. διαίρουσι δὲ καὶ τὸ πέλαγος ᾄδοντες. ἔστι δὲ τῶν στεγανοπόδων καὶ ποιηφάγων.» ...

... Ἀριστοτέλης δέ φησιν «ὁ ὄρτυξ ἐστὶ μὲν τῶν ἐκτοπιζόντων καὶ σχιδανοπόδων· νεοττιὰν δ᾿ οὐ ποιεῖ ἀλλὰ κονίστραν, καὶ ταύτην σκεπάζει φρυγάνοις διὰ τοὺς ἱέρακας, ἐν ᾗ ἐπῳάζει». ...

... φησὶ δ᾿ Ἀριστοτέλης περὶ τοῦ ζῴου τάδε «ὁ πέρδιξ ἐστὶ μὲν χερσαῖος, σχιδανόπους. ζῇ δὲ ἔτη πεντεκαίδεκα, ἡ δὲ θήλεια καὶ πλείονα· πολυχρονιώτερα γὰρ ἐν τοῖς ὄρνισι τῶν ἀῤῥένων τὰ θήλεα. ἐπῳάζει δὲ καὶ ἐκτρέφει, καθάπερ ἡ ἀλεκτορίς. ὅταν δὲ γνῷ ὅτι θηρεύεται, προελθὼν τῆς νεοττιᾶς κυλινδεῖται παρὰ τὰ σκέλη τοῦ θηρεύοντος ἐλπίδα ἐμποιῶν τοῦ συλληφθήσεσθαι ἐξαπατᾶ τε ἕως ἂν ἀποπτῶσιν οἱ νεοττοί, εἶτα καὶ αὐτὸς ἐξίπταται. ἔστι δὲ τὸ ζῷον κακόηθες καὶ πανοῦργον, ἔτι δὲ ἀφροδισιαστικόν· διὸ καὶ τὰ ᾠὰ τῆς θηλείας συντρίβει ἵνα ἀπολαύῃ τῶν ἀφροδισίων. ὅθεν ἡ θήλεια γιγνώσκουσα ἀποδιδράσκουσα τίκτει.» ...

... ἐκ τοῦ περὶ φύσεως ζῴων δεῖ ἀναλαβεῖν τίνα ἱστόρηται περὶ τοῦ πέρδικος ... λέγεται δὴ τὸ ζῷον εἶναι κακοηθέστατον καὶ δόλιον καὶ πανοῦργον καὶ ἀπατᾶν βουλόμενον τοὺς θηρεύοντας καὶ πολλάκις κυλιόμενον περὶ τοὺς πόδας τοῦ θηρεύοντος ἵνα αὐτὸν περισπάσῃ ὡς ἐγγὺς ὂν τὸ ζῷον, πρὸς τὸ μὴ ἥκειν ἐπὶ τὴν καλιάν. καὶ ἡνίκ᾿ ἂν στοχάσηται περιεσπακέναι τὸν θηρευτὴν καὶ τὰ νεοττὰ πεφευγέναι, τότε καὶ αὐτὸς ἀφίπταται. ἔστι δὲ τὸ ζῷον πάνυ ἀκάθαρτον, ὥστε τοὺς ἄῤῥενας μονομαχεῖν πρὸς ἀλλήλους περὶ τῆς μίξεως καὶ ἄῤῥενα ἄῤῥενος ἐπιβαίνειν. ...

... Ἀριστοτέλης φησὶ περιστερῶν μὲν εἶναι ἓν γένος, εἴδη δὲ πέντε, γράφων οὕτως «περιστερά, οἰνάς, φάψ, φάσσα, τρυγών». ... «ἡ μὲν οὖν οἰνάς, φησὶν ὁ Ἀριστοτέλης, μείζων ἐστὶ τῆς περιστερᾶς, χρῶμα δ᾿ ἔχει οἰνωπόν, ἡ δὲ φὰψ μέσον περιστερᾶς καὶ οἰνάδος, ἡ δὲ φάσσα ἀλέκτορος τὸ μέγεθος, χρῶμα δὲ σποδιόν, ἡ δὲ τρυγὼν πάντων ἐλάττων, χρῶμα δὲ τεφρόν. αὕτη δὲ θέρους φαίνεται, τὸν δὲ χειμῶνα φωλεύει. ἡ δὲ φὰψ καὶ ἡ περιστερὰ ἀεὶ φαίνονται, ἡ δ᾿ οἰνὰς φθινοπώρῳ μόνῳ. πολυχρονιωτέρα δὲ εἶναι λέγεται τούτων ἡ φάσσα· καὶ γὰρ τριάκοντα καὶ τεσσαράκοντα ζῇ ἔτη. οὐκ ἀπολείπουσι δ᾿ ἕως θανάτου οὔτε οἱ ἄῤῥενες τὰς θηλείας οὔτε αἱ θήλειαι τοὺς ἄῤῥενας, ἀλλὰ καὶ τελευτήσαντος χηρεύει ὁ ὑπολειπόμενος. τὸ δ᾿ αὐτὸ ποιοῦσι καὶ κόρακες καὶ κορῶναι καὶ κολοιοί. ἐπῳάζει δ᾿ ἐκ διαδοχῆς πᾶν τὸ περιστεροειδὲς γένος, καὶ γενομένων τῶν νεοττῶν ὁ ἄῤῥην ἐμπτύει αὐτοῖς ὡς μὴ βασκανθῶσι. τίκτει δὲ ᾠὰ δύο, ὧν τὸ μὲν πρῶτον ἄῤῥεν ποιεῖ, τὸ δὲ δεύτερον θῆλυ. τίκτουσι δὲ πᾶσαν ὥραν τοῦ ἔτους· διὸ δὴ καὶ δεκάκις τοῦ ἐνιαυτοῦ τιθέασιν, ἐν Αἰγύπτῳ δὲ δωδεκάκις· τεκοῦσα γὰρ τῇ ἐχομένῃ ἡμέρᾳ συλλαμβάνει.» ...

... πορφυρίων ... Ἀριστοτέλης δὲ σχιδανόποδά φησιν αὐτὸν εἶναι ἔχειν τε χρῶμα κυάνεον, σκέλη μακρά, ῥύγχος ἠργμένον ἐκ τῆς κεφαλῆς φοινικοῦν, μέγεθος ἀλεκτρυόνος. στόμαχον δ᾿ ἔχει λεπτόν, διὸ τῶν λαμβανομένων εἰς τὸν πόδα ταμιεύεται μικρὰς τὰς ψωμίδας. κάπτων δὲ πίνει, πενταδάκτυλός τε ὢν τὸν μέσον ἔχει μέγιστον. ... ὃς ὑπ᾿ ἐκπλήξεως πρὸς τὴν ὄρχησιν ἁλίσκεται ...

... ὃς ὑπ' ἐκπλήξεως πρὸς τὴν ὄρχησιν ἁλίσκεται ὁ δὲ Μύνδιος Ἀλέξανδρός φησι τοὺς παρ' Ὁμήρῳ σκῶπας χωρὶς τοῦ σ κῶπας εἶναι καὶ Ἀριστοτέλη οὕτως αὐτοὺς ὠνομακένει. λέγει δὲ Ἀριστοτέλης τὰ νυκτερινά τοὺς παρ' Ὁμήρῳ διὰ τοῦ σίγμα μὴ λέγεσθαι ἀλλὰ ἁπλῶς ὀνομάζεθαι κῶπας. σκώψ, ὁ σκώπτης. Ἀριστοτέλης δὲ χωρὶς τοῦ σ ...

... καὶ γὰρ ὀχευτικὸν τὸ ζῷον καὶ πολύγονον. τίκτει γοῦν ὁ στρουθός, ὥς φησιν Ἀριστοτέλης, καὶ μέχρι ὀκτώ. ... Ἀριστοτέλης δέ φησι τοὺς ἄῤῥενας τῷ χειμῶνι ἀφανίζεσθαι, διαμένειν δὲ τὰς θηλείας, τεκμαιρόμενος ἐκ τῆς χρόας τὴν πιθανότητα· ἀλλάττεσθαι γὰρ ὡς τῶν κοσσύφων καὶ φαλαρίδων ἀπολευκαινομένων κατὰ καιρούς. ...

... ὁ ταώς, φησὶν ὁ Ἀριστοτέλης, σχιδανόπους ἐστὶ καὶ ποιολόγος, καὶ τίκτει τριετὴς γενόμενος, ἐν οἷς καὶ τὴν ποικιλίαν τῶν πτερῶν λαμβάνει. ἐπῳάζει δὲ πρὸς ἡμέρας τριάκοντα. τίκτει δὲ ἅπαξ τοῦ ἔτους ᾠὰ δώδεκα, ταῦτα δὲ οὐκ εἰς ἅπαξ ἀλλὰ παρ᾿ ἡμέρας δύο· αἱ δὲ πρωτοτόκοι ὀκτώ. τίκτει δὲ καὶ ὑπηνέμια ᾠὰ ὡς ἡ ἀλεκτορίς, οὐ πλείω δὲ τῶν δύο. ἐκλέπει δὲ καὶ ἐπῳάζει καθάπερ ἡ ἀλεκτορίς. ...

... ὁ δὲ ταὼς τίκτει μὲν ἅπαξ τοῦ ἔτους, τίκτει δὲ ᾠὰ δώδεκα, ταῦτα δὲ οὐκ εἰς ἅπαξ ἀλλὰ παρ᾿ ἡμέραν· αἱ δὲ πρωτοτόκοι τίκτουσιν ὀκτώ. τίκτουσι δὲ καὶ ὑπηνέμια, καθάπερ αἱ ἀλεκτορίδες, ὑποτίθεται δὲ καὶ ἀλεκτορίδι οὐ πλείω δύο τῶν τοῦ ταώ. ...

... τῶν πτηνῶν αἱ αἴθυιαι καὶ ὁ χαραδριὸς κωφά ἐστιν· οὔτε γὰρ φθέγγεται οὔτε ἀκούει. ...

... ἡ χελιδὼν ... σαρκοφάγος γάρ ἐστι μὴ γαμψώνυχος ...

... καὶ μάλιστα τοὺς τέττιγας ἱεροὺς καὶ μουσικοὺς ὄντας ἀποκτίννυσι καὶ σιτεῖται. καὶ πρόσγειος αὐτῆς ἡ πτῆσίς ἐστι τὰ μικρὰ καὶ λεπτὰ τῶν ζῴων ἀγρευούσης, ὥς φησιν Ἀριστοτέλης ...

... γράφει δὲ περὶ αὐτῶν τῶν ὤτων, ὠτίδωνἈριστοτέλης οὕτως ὅτι «ἔστι μὲν τῶν ἐκτοπιζόντων καὶ σχιδανοπόδων καὶ τριδακτύλων, μέγεθος ἀλεκτρυόνος μεγάλου, χρῶμα ὄρτυγος, κεφαλὴ προμήκης, ῥύγχος ὀξύ, τράχηλος λεπτός, ὀφθαλμοὶ μεγάλοι, γλῶσσα ὀστώδης, πρόλοβον δ᾿ οὐκ ἔχει» ... φασὶ δ᾿ αὐτὸν καὶ τὴν τροφὴν ἀναμηρυκᾶσθαι ἥδεσθαί τε ἵππῳ. εἰ γοῦν τις δορὰν ἵππων περιθοῖτο, θηρεύσει ὅσους ἂν θέλῃ· προσίασι γάρ. ...

... ὁ γὰρ Ἀριστοτέλης ἱστορεῖ φιλίας ἀλωπέκων καὶ ὄφεων διὰ τὸ κοινὸν αὐτοῖς πολέμιον εἶναι τὸν ἀετόν, καὶ τὰς ὠτίδων πρὸς ἵππους ὅτι χαίρουσι προσπελάζουσαι καὶ διασκάλλουσαι τὸν ὄνθον. ...

... ἐν ἄλλοις δὲ πάλιν φησὶν ὁ Ἀριστοτέλης «ὁ ὦτος ἐστὶ μὲν παρόμοιος τῇ γλαυκί, οὐκ ἔστι δὲ νυκτερινός. ἔχει τε περὶ τὰ ὦτα πτερύγια, διὸ καὶ ὦτος καλεῖται, μέγεθος περιστερᾶς, μιμητὴς ἀνθρώπων· ἀντορχούμενος γοῦν ἁλίσκεται.» ...


Περὶ ἐντόμων

... ἐκ δὲ τοῦ κηροῦ οἱ κηροδύται λεγόμενοι. ...

... τὰ δὲ πλείονας ἔχοντα πόδας τῶν τεσσάρων ἄναιμά ἐστι καὶ ἄσπλαγχνα, πλὴν τοῦ κατοικιδίου κόρεως· οὗτος γὰρ μόνος πολύπους ὑπάρχων αἷμα ἔχει. τελευτᾶν ἐλαίου αὐτοῖς ἐπισταζομένου ... τὰ ἔντομα πάνταὅθεν αἱ μέλισσαι τοὺς τῷ μύρῳ χρωμένους καὶ εἰσιόντας τύπτουσαι ἀποδιωθοῦνται ὡς πολεμίου τοῦ λίπους ὄντος. διὸ δὴ ἀλιπεῖς πειρῶνται προσάγειν αὐταῖς, ἐν Αἰγύπτῳ δὲ καὶ ἐξυρημένοι τὰς κεφαλάς, ἵνα μηδεμία ἰκμασία λίπους λίπηται. ...

... σειρὴν ... ζῷον ὑπόπτερον μελίσσῃ ἐοικός, ὥς φησιν Ἀριστοτέλης. ...

... σκνίψ ὁ μὲν Ἀριστοτέλης μετὰ τοῦ σ, οἱ δὲ λοιποὶ χωρὶς τοῦ σ. ...

... γαστρίμαργος, γαστέρι μάργῃ,... Ἀριστοτέλης δὲ ἐν τῷ περὶ ζῴων μέμνηται ζῴου μάργου λέγων ὅτι γεννᾶται ἀπὸ σήψεως μεταξὺ γῆς καὶ ὕδατος. καὶ ἀφ᾿ οὗ γεννηθῇ οὐ παύεται γαιηφαγοῦν ἕως οὗ ἐκτρυπήσῃ κατατρυπήσῃ τὴν γῆν καὶ εἰς τὴν ἐπιφάνειαν ἔλθῃ, καὶ ἐλθὸν θνήσκει καὶ κεῖται νεκρὸν τρεῖς ἡμέρας. καὶ μετὰ τὰς τρεῖς ἡμέρας ἔρχεται νέφος μετὰ βροντῆς καὶ βρέχει ἐπάνω αὐτοῦ καὶ ἀναζῇ μηκέτι γαιηφαγοῦν. ...


Ἐκλογὴ ἀνατομῶν

... Ἀριστοτέλης ἐν ταῖς ἐκλογαῖς τῶν ἀνατομῶν φησιν· ὄφις ὤφθη ἐν Πάφῳ πόδας ἔχων δύο ὁμοίους χερσαίῳ κροκοδείλῳ. ...


Περὶ ζῴων

Ἀριστοτέλους ἢ Θεοφράστου

  1. α περὶ ἑτεροφωνίας τῶν ὁμογενῶν περὶ τῶν κατὰ τόπους διαφορῶν
  2. β περὶ τῶν ἀθρόως φαινομένων περὶ τῶν αὐτομάτων
  3. γ περὶ τῶν δακετῶν καὶ βλητικῶν
  4. δ περὶ τῶν λεγομένων φθονεῖν
  5. ε περὶ τῶν ἐν τῷ ξηρῷ διαμενόντων
  6. ϛ περὶ τῶν μεταβαλλόντων τὰς χρόας
  7. ζ περὶ τῶν φωλευόντων

... Ἀριστοτέλης γε μήν φησι τῶν βοῶν τῶν ἐν Νευροῖς ἐκπεφυκέναι τὰ κέρατα καὶ τὰ ὦτα ἔκφυσιν τὴν αὐτὴν καὶ εἶναι συνυφασμένα. ὁ δὲ αὐτὸς ἐν χώρῳ τινὶ Λιβύων τὰς αἶγας τοῦ στήθους φησὶ τοὺς μαζοὺς ἔχειν ἀπηρτημένους. εἴη δ᾿ ἂν τοῦ παιδὸς τοῦ Νικομάχου καὶ ταῦτα· ἐν τοῖς περὶ τὸν Σκαρίσκον Βουδινοῖς οἰκοῦσιν οὐ γίνεσθαί φησι πρόβατον λευκόν, ἀλλὰ μέλανα πάντα. ...

... τοὺς δὲ ἐν Νευροῖς βοῦς Ἀριστοτέλης φησὶν ἐπὶ τῶν ὤτων ἔχειν τὰ κέρατα. ...

... οἶς δὲ Βουδινὰς οὐκ ὄψει λευκάς, ὥς φασι, μελαίνας δὲ πάσας. ...

... Ἀριστοτέλης ὄφεσιν ἐχθρὰν εἶναι τὴν Ἀστυπαλαιέων γῆν λέγει, καθάπερ καὶ τὴν Ῥήνειαν ταῖς γαλαῖς ὁ αὐτὸς ὁμολογεῖ ἡμῖν. ...

... ἐν Ἀστυπαλαίᾳ δὲ ὄφεις οὐ γίνονται ... οὐδ᾿ ἐν Ῥηνείᾳ τῇ πρὸς Δήλῳ γαλῆ. ...

... ὁ δὲ Ἀριστοτέλης καὶ ἐκ τῶν σισυμβρίων φησὶ σαπέντων σκορπίους γίνεσθαι. ...

... Ἀριστοτέλης λέγει τὸν ὑπὸ ὕδρου πληγέντα παραχρῆμα ὀσμὴν βαρυτάτην ἀπεργάζεσθαι, ὡς μὴ οἷόν τε εἶναι προσπελάσαι αὐτῷ τινα. λήθην τε καταχεῖσθαι τοῦ πληγέντος ὁ αὐτὸς λέγει καὶ μέντοι καὶ ἀχλὺν κατὰ τῶν ὀμμάτων πολλήν, καὶ λύτταν ἐπιγίνεσθαι καὶ τρόμον εὖ μάλα ἰσχυρὸν καὶ ἀπόλλυσθαι διὰ τρίτης αὐτόν. ...

... ἡ ὕαινα, ὡς Ἀριστοτέλης λέγει, ἐν τῇ ἀριστερᾷ χειρὶ ἔχει δύναμιν ὑπνοποιὸν καὶ ἐνεργάζεται κάρον μόνον προσθιγοῦσα. πάρεισι γοῦν ἐς τὰ αὔλια πολλάκις καὶ ὅταν ἐντύχῃ τινὶ καθεύδοντι, προσελθοῦσα ἡσυχῆ τὴν ὑπνοποιὸν ὡς ἂν εἴποις χεῖρα προσέθηκε τῇ ῥινί· ὁ δὲ ἕλκεταί τε καὶ πιέζεται καὶ ἀναισθήτῳ μᾶλλον ἔοικε. καὶ ἐκείνη μὲν ὑπορύττει τὴν γῆν τὴν ὑπὸ τῇ κεφαλῇ ἐς τοσοῦτον, ἐς ὅσον ἀνέκλασεν ἐς τὸν βόθρον καὶ τὴν φάρυγγα ὑπτίαν ἀπέφηνε καὶ γυμνήν. ἐνταῦθα δὲ ἡ ὕαινα ἐνέφυ καὶ ἀπέπνιξε καὶ ἐς τὸν φωλεὸν ἀπάγει. καὶ τοῖς κυσὶ δὲ ἐπιτίθεται ἡ αὐτὴ τὸν τρόπον ἐκεῖνον· ὅταν ᾖ πλήρης ὁ τῆς σελήνης κύκλος, κατόπιν λαμβάνει τὴν αὐγὴν καὶ τὴν αὑτῆς σκιὰν ἐπιβάλλει τοῖς κυσί, καὶ παραχρῆμα αὐτοὺς κατεσίγασε καὶ καταγοητεύσασα, ὡς αἱ φαρμακίδες, εἶτα ἀπάγει σιωπῶντας καὶ κέχρηται ὅ τι καὶ βούλεται τὸ ἐντεῦθεν αὐτοῖς. ...

... οὐχ ἧττον δὲ τούτων θαυμάσια τὰ φθαρτικὰ τῶν ὠφελούντων, οἷον ὁ γαλεώτης ὅταν ἐκδύῃ τὸ γῆρας, ἐπιστραφεὶς καταπίνει· ἐπιληψίας γάρ ἐστι, φασίν, ὡς ὁ Ἀριστοτέλης καταγράφει, φάρμακον. ὡσαύτως δ᾿ ἡ φώκη λέγεται ἐμεῖν τὸν ὀρόν· καὶ γὰρ τοῦτον πρὸς τὴν αὐτὴν ἀῤῥωστίαν χρήσιμον. τὰς δὲ ἵππους τὸ ἐπιφυόμενον τοῖς ἐμβρύοις ἱππομανὲς ἀπεσθίειν· γίνεσθαι δὲ τοῦτο ἐπὶ τοῦ μετώπου καὶ πρὸς πολλὰ ζητεῖσθαι. τὴν δὲ ἔλαφον τὸ δεξιὸν κέρας κατορύσσειν· εἶναι δὲ καὶ τοῦτο ἐν πολλοῖς χρήσιμον. ταῦτα μὲν οὖν εἴτε κατὰ προαίρεσιν εἴτε κατὰ τύχην οὕτως ἔχει, πολλῆς ἐστιν ἐπιστάσεως δεόμενα. ...

... καὶ γὰρ τοῖς στελέχεσι τῶν δένδρων καὶ τοῖς φύλλοις καὶ τῇ γῇ, τὸν αὐτὸν τρόπον ἅπαντι τόπῳ συμμεταβάλλει τὴν χροιὰν ὁ χαμαιλέων. Ἀριστοτέλης δέ φησι καὶ τὸν καλούμενον τάρανδον τοῦτο πάσχειν, ὄντα τετράπουν καὶ σχεδὸν ἴσον ὄνῳ καὶ παχύδερμον καὶ τετριχωμένον, καὶ θαυμαστὸν εἶναι πῶς αἱ τρίχες οὕτως ὀξέως ἀλλοιοῦνται. ...

... ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσιν, βεβρωκὼς κακὰ φάρμακ᾿· ἔδυ δέ τέ μιν χόλος αἰνός ...

... ἡ διπλῆ ὅτι τὴν τῶν ὄφεων κατάδυσιν χειὰν εἴρηκεν ἀπὸ τοῦ χεῖσθαι ... ... ἢ ὅτι δίκην ὕδατος ἐκχεῖται εἰς αὐτὴν τὸ θηρίον. ἀγριώτερα δὲ τὰ ἐν ἐρήμῳ γεννώμενα. φησὶ δὲ καὶ ἐν τῷ ϛ περὶ ζῴων Ἀριστοτέλης ἐσθίοντα αὐτὸν μύρμηκας καὶ κανθαρίδας μετὰ τὴν φώλευσιν ἰοῦ πληροῦσθαι πλείονος τοῦ ἐμφύτου καὶ ἐρεθίζεσθαι καὶ λυσσᾶν ἐπιθυμοῦντά που ἀπομάξασθαι τὸν ἐνοχλοῦντα ἰόν ...


Ἰατρικά

... τὰ δὲ περὶ ὑγείας καὶ νόσου εἰ ἐγένετο, οὐ σώζεται. ...

... ὥσπερ γε πάλιν εἰ τὰς τῶν παλαιῶν ἰατρῶν δόξας ἐθέλοις ἱστορῆσαι, πάρεστί σοι τὰς τῆς ἰατρικῆς συναγωγῆς ἀναγνῶναι βίβλους ἐπιγεγραμμένας μὲν Ἀριστοτέλει ὁμολογουμένας δὲ ὑπὸ τοῦ Μένωνος, ὃς ἦν μαθητὴς αὐτοῦ, γεγράφθαι, διὸ καὶ Μενώνεια προσαγορεύουσιν ἔνιοι ταυτὶ τὰ βιβλία. δῆλον δὲ ὅτι καὶ ὁ Μένων ἐκεῖνος ἀναζητήσας ἐπιμελῶς τὰ διασωζόμενα κατ᾿ αὐτὸν ἔτι τῶν παλαιῶν ἰατρῶν βιβλία, τὰς δόξας αὐτῶν ἐκεῖθεν ἀνελέξατο. τῶν δ᾿ ἤδη διεφθαρμένων ... οὐκ ἠδύνατο γράψαι. κατὰ ταῦτ᾿ οὖν τὰ βιβλία χολὴν ξανθὴν ἢ μέλαιναν ἢ φλέγμα στοιχεῖον ἀνθρώπου φύσεως οὐκ ἂν εὕροις οὐδ᾿ ὑφ᾿ ἑνὸς εἰρημένον, αἷμα δὲ καὶ τῶν μεθ᾿ Ἱπποκράτην φαίνονται πολλοὶ μόνον εἶναι νομίζοντες ἐν ἡμῖν, ὥστε καὶ τὴν πρώτην γένεσιν ἡμῶν ἐξ αὐτοῦ γίγνεσθαι καὶ τὴν μετὰ ταῦτα κατὰ τὴν μήτραν αὔξησιν καὶ ἀποκυηθέντων τελείωσιν. ...

... γεγόνασι δὲ Στράτωνες ὀκτώ· ... ἕβδομος ἰατρὸς ἀρχαῖος, ὡς Ἀριστοτέλης φησίν. ...

... καὶ μὴν ἔν γε τοῖς Μενωνείοις σημεῖον ἡπατικοῦ πάθους ἀναγέγραπται τὸ τοὺς κατοικιδίους μῦς ἐπιμελῶς παραφυλάττειν καὶ διώκειν. ...


Ὀπτικά

... τῇ δὲ μαθηματικῇ προσέθηκε τὸ ὀξυγώνιον εἶναι τὸν κῶνον τῶν ὄψεων, διὰ τὸ ἐπὶ πλέον προιέναι τὴν ὄψιν οὗ ὁρᾷ μεγέθους· καὶ κατὰ τοῦτο γὰρ οὐδὲν τῶν ὁρωμένων ὅλον ἅμα ὁρᾶται, καὶ ταύτῃ μείζονα γίνεσθαι τὸν ἄξονα τῆς ἐκ τούτου τῆς βάσεως καὶ ὀξυγώνιον τὸν κῶνον ἀποτελεῖσθαι. ...


Ἱστορικά

Πολιτείαι

... ὁ δὲ δωδέκατος τῶν ἐκλογῶν αὐτῷ τῷ Σωπάτρῳ λόγος συνήθροισται ἐξ ἄλλων τε διαφόρων καὶ ... ἐκ τῶν Ἀριστοτέλους πολιτειῶν, Θετταλῶν τέ φημι καὶ Ἀχαιῶν καὶ Παρίων Λυκίων τε καὶ Κίων καὶ ὧν ἐκεῖνος ἁπλῶς ἐν τοῖς πολιτικοῖς αὑτοῦ διαλαμβάνει. ...

... ἀμέλει καὶ συνώδευσεν αὐτῷ τῷ Ἀλεξάνδρῳ μέχρι καὶ ἔσω τῶν Βραχμάνων, ἔνθ᾿ ἱστόρησε τὰς σνε' (255) πολιτείας. ...

... ἀκμάσαντι δὲ Ἀλεξάνδρῳ καὶ ἐπιστρατεύσαντι κατὰ Περσῶν συνεξῆλθεν, οὐδὲ τότε τοῦ φιλοσοφεῖν ἀποσχόμενος· τὴν γὰρ ἱστορίαν τῶν σν' (250) πολιτειῶν τότε συνέλεξε. ...

... μεταξὺ δὲ ὁπόσα περὶ ἱστορίας ἔγραψε ... τῶν δὲ μεταξύ εἰσι καὶ γεγραμμέναι αὐτῷ πολιτεῖαι ἀμφὶ τὰς ν' καὶ διακοσίας οὖσαι. ...

... τὰ δὲ μεταξύ ... ὡς ἡ ἱστορία· διττὴ δὲ αὕτη, ἡ μὲν πολιτική, ὡς αἱ πολιτεῖαι, ἃς ἱστόρησεν ἐκ τοῦ πολλὴν γῆν περιελθεῖν ἅμα Ἀλεξάνδρῳ βασιλεῖ, ἃς ἐκδέδωκε κατὰ στοιχεῖον διακοσίας πεντήκοντα οὔσας τὸν ἀριθμόν. ...

... διὰ δὲ τὸ πολιτικὸν γέγραπται αὐτῷ πολιτικός· γεγραμμέναι δὲ αὐτῷ εἰσι καὶ πολιτεῖαι διακόσιαι πεντήκοντα τὸν ἀριθμόν, ἃς συνεγράψατο ἐκ τοῦ πολλὴν γῆν περιελθεῖν σὺν Ἀλεξάνδρῳ τῷ βασιλεῖ. ...

... ἰστέον ὅτι ἐν μὲν τῷ τῶν πολιτικῶν συγγράμματι ἕνα σκοπὸν ἔχει καὶ ὁ Ἀριστοτέλης καὶ ὁ Πλάτων· ἀμφότεροι γὰρ λέγουσι πῶς δεῖ διοικεῖσθαι πόλιν· ἐν δὲ τῷ περὶ πολιτείας διάφορός ἐστι καὶ ὁ σκοπὸς καὶ ἡ ἐπιγραφή. καὶ ἡ μὲν ἐπιγραφή, ὅτι ὁ μὲν Πλάτων ἑνικῶς ἐπέγραψε πολιτείαν, ὁ δὲ Ἀριστοτέλης πληθυντικῶς πολιτείας. ὁ δὲ σκοπός ἐστι διάφορος, ὅτι ὁ μὲν Ἀριστοτέλης λέγει πῶς ἐπολιτεύοντο οἱ ἀρχαῖοι, οἷον οἱ Ἀργεῖοι, οἱ Βοιωτοί, ὁ δὲ Πλάτων λέγει πόσα εἴδη πολιτειῶν καὶ πῶς δεῖ πολιτεύεσθαι. ...

... ἐν γὰρ ταῖς πολιτείαις οὐ διδάσκει πῶς δεῖ πολιτεύεσθαι ἀλλὰ πῶς οἱ πρὸ αὐτοῦ ἐπολιτεύσαντο ἄνθρωποι. γέγραπται δὲ αὐτῷ καὶ πολιτικὰ ὁμοίως τῷ Πλάτωνι, ἐν ᾧ διαλέγεται πῶς νῦν χρὴ κατὰ τὴν ἀρίστην πολιτεύεσθαι πολιτείαν. ἔγραψε γὰρ καὶ ἑκάτερος καὶ πολιτικὸν καὶ πολιτείας· καὶ ἐν μὲν τῷ πολιτικῷ τὸν αὐτὸν ἔχουσι σκοπόν, ἐν δὲ τῇ πολιτείᾳ διαφωνοῦσιν. ὁ μὲν γὰρ Ἀριστοτέλης συνὼν καὶ Ἀλεξάνδρῳ τῷ κτίστῃ πολιτείας λέγεται μετ᾿ αὐτοῦ περιελθεῖν, ὧν ἀνεγράφετο τὸν βίον κατὰ στοιχεῖον· ὅτι τυχὸν μὲν Ἀλεξανδρεῖς τοιῶσδε πολιτεύονται καὶ Ἀθηναῖοι τοιῶσδε καὶ Βιθυνοὶ καθεξῆς κατὰ τὴν τάξιν τῶν στοιχείων· οὕτως οὖν καὶ τὰς πολιτείας τέθεικεν. ὁ δὲ Πλάτων ἔγραψε πολιτείαν ἐν ᾗ διαλέγεται πῶς χρὴ κρατεῖν καὶ τάττειν πολιτείαν. ...

... ἐν οἷς ἐβουλήθη σαφέστατα ἐδίδαξεν, ὡς ἐν τοῖς μετεώροις καὶ τοῖς τοπικοῖς καὶ ταῖς γνησίαις αὐτοῦ πολιτείαις, ἅπερ διὰ τὸ κοινότερον τῶν θεωρημάτων σαφέστερον ἀπαγγεῖλαι σύνοιδε. ...

... ὅταν δὲ ... ἱστορία καὶ διήγησις ἐπὶ πράξεσι καλαῖς καὶ μεγάλαις προσλάβῃ λόγον ἔχοντα δύναμιν καὶ χάριν, ὡς ... τὰς περιόδους Εὔδοξος ἢ κτίσεις καὶ πολιτείας Ἀριστοτέλης ἢ βίους ἀνδρῶν Ἀριστόξενος ἔγραψεν ...

... Σκάμων μὲν οὖν ὁ Μυτιληναῖος καὶ Θεόφραστος ὁ Ἐρέσιος . Κύδιππός τε ὁ Μαντινεύς, ἔτι τε Ἀντιφάνης καὶ Ἀριστόδημος καὶ Ἀριστοτέλης, πρὸς τούτοις δὲ Φιλοστέφανος, ἀλλὰ καὶ Στράτων ὁ περιπατητικὸς ἐν τοῖς περὶ εὑρημάτων ταῦτα ἱστόρησαν. ...


Ἀθηναίων πολιτεία α'

... Ἀπόλλων πατρῷος, ὁ Πύθιος. προσηγορία τίς ἐστι τοῦ θεοῦ πολλῶν καὶ ἄλλων οὐσῶν. τὸν δὲ Ἀπόλλωνα κοινῶς πατρῷον τιμῶσιν Ἀθηναῖοι ἀπὸ Ἴωνος· τούτου γὰρ οἰκήσαντος τὴν Ἀττικήν, ὡς Ἀριστοτέλης φησί, τοὺς Ἀθηναίους Ἴωνας κληθῆναι καὶ Ἀπόλλω πατρῷον αὐτοῖς ὀνομασθῆναι. ...

... Ἀθηναῖοι τὸ μὲν ἐξ ἀρχῆς ἐχρῶντο βασιλείᾳ· συνοικήσαντος δὲ Ἴωνος αὐτοῖς, τότε πρῶτον Ἴωνες ἐκλήθησαν. ...

... οἱ δέ φασιν ὅτι Κρεούσῃ τῇ Ἐρεχθέως μιγεὶς Ἀπόλλων Ἴωνα ἐγέννησεν, ἀφ᾿ οὗ καὶ τοὺς Ἀθηναίους ποτὲ Ἴωνας κληθῆναι καὶ διὰ ταῦτα πατρῷον αὐτοὺς Ἀπόλλωνα ἔχειν. ...

... πατρῷον δὲ τιμῶσιν Ἀπόλλωνα Ἀθηναῖοι, ἐπεὶ Ἴων ὁ πολέμαρχος Ἀθηναίων ἐξ Ἀπόλλωνος καὶ Κρεούσης τῆς Ξούθου γυναικὸς ἐγένετο. ...

... ὁ δὲ Ἀριστοτέλης καὶ τοῖς νικήσασι τὰ Παναθήναια ἐλαίου τοῦ ἐκ τῶν μορίων γινομένου δίδοσθαί φησιν. ...

... μορίαι, ἐλαῖαι ἱεραὶ τῆς Ἀθηνᾶς., ἐξ ὧν τὸ ἔλαιον ἔπαθλον ἐδίδοτο τοῖς νικῶσι τὰ Παναθήναια. ...

... ἔτι δὲ μᾶλλον αὐξῆσαι τὴν πόλιν βουλόμενος ἐκάλει πάντας ἐπὶ τοῖς ἴσοις, καὶ τὸ δεῦρ᾿ ἴτε πάντες λεῴ κήρυγμα Θησέως γενέσθαι φασὶ πανδημίαν τινὰ καθιστάντος. οὐ μὴν ἄτακτον οὐδὲ μεμιγμένην περιεῖδεν ὑπὸ πλήθους ἐπιχυθέντος ἀκρίτου γενομένην τὴν δημοκρατίαν, ἀλλὰ πρῶτος ἀποκρίνας χωρὶς εὐπατρίδας καὶ γεωμόρους καὶ δημιουργούς, εὐπατρίδαις δὲ γινώσκειν τὰ θεῖα καὶ παρέχειν ἄρχοντας ἀποδοὺς καὶ νόμων διδασκάλους εἶναι καὶ ὁσίων καὶ ἱερῶν ἐξηγητάς, τοῖς ἄλλοις πολίταις ὥσπερ εἰς ἴσον κατέστησε, δόξῃ μὲν εὐπατριδῶν, χρείᾳ δὲ γεωμόρων, πλήθει δὲ τῶν δημιουργῶν ὑπερέχειν δοκούντων. ὅτι δὲ πρῶτος ἀπέκλινε πρὸς τὸν ὄχλον, ὡς Ἀριστοτέλης φησί, καὶ ἀφῆκε τὸ μοναρχεῖν, ἔοικε μαρτυρεῖν καὶ Ὅμηρος ἐν νεῶν καταλόγῳ μόνους Ἀθηναίους δῆμον προσαγορεύσας. ...

... Θησεὺς δ᾿ ἐκήρυξε καὶ συνεβίβασε τούτους ἐπ᾿ ἴσῃ καὶ ὁμοίᾳ. ...

... γεννῆται, πάλαι τὸ τῶν Ἀθηναίων πλῆθος, πρὶν ἢ Κλεισθένη διοικήσασθαι τὰ περὶ τὰς φυλάς, διῃρεῖτο εἰς γεωργοὺς καὶ δημιουργούς. καὶ φυλαὶ τούτων ἦσαν τῶν δὲ φυλῶν ἑκάστη μοίρας εἶχε ἃς φρατρίας καὶ τριττύας ἐκάλουν. τούτων δὲ ἑκάστη συνειστήκει ἐκ τριάκοντα γενῶν καὶ γένος ἕκαστον ἄνδρας εἶχε τριάκοντα τοὺς εἰς τὰ γένη τεταγμένους, οἵτινες γεννῆται ἐκαλοῦντο, ὧν αἱ ἱερωσύναι ἑκάστοις προσήκουσαι ἐκληροῦντο, οἷον Εὐμολπίδαι καὶ Κήρυκες καὶ Ἐτεοβουτάδαι, ὡς ἱστορεῖ ἐν τῇ Ἀθηναίων πολιτείᾳ Ἀριστοτέλης λέγων οὕτως. φυλὰς δὲ αὐτῶν συννενεμῆσθαι δ ἀπομιμησαμένων τὰς ἐν τοῖς ἐνιαυτοῖς ὥρας. ἑκάστην δὲ διῃρῆσθαι εἰς τρία μέρη τῶν φυλῶν, ὅπως γένηται τὰ πάντα δώδεκα μέρη, καθάπερ οἱ μῆνες εἰς τὸν ἐνιαυτόν, καλεῖσθαι δὲ αὐτὰ τριττῦς καὶ φρατρίας. εἰς δὲ τὴν φρατρίαν τριάκοντα γένη διακεκοσμῆσθαι, καθάπερ αἱ ἡμέραι εἰς τὸν μῆνα, τὸ δὲ γένος εἶναι τριάκοντα ἀνδρῶν. ...

... γεννήτῃ, Ἀριστοτέλης φησὶ τοῦ ὅλου πλήθους διῃρημένου Ἀθήνησιν εἴς τε τοὺς γεωργοὺς καὶ τοὺς δημιουργοὺς φυλὰς αὐτῶν εἶναι τέσσαρας, τῶν δὲ φυλῶν ἑκάστης μοίρας εἶναι τρεῖς, ἃς τριττύας τε καλοῦσι καὶ φρατρίας, ἑκάστης δὲ τούτων τριάκοντα εἶναι γένη, τὸ δὲ γένος ἐκ τριάκοντα ἕκαστον ἀνδρῶν συνεστάναι. τούτους δὴ τοὺς εἰς τὰ γένη τεταγμένους γεννήτας καλοῦσι. ...

... τριττύς... τριττύς ἐστι τὸ τρίτον μέρος τῆς φυλῆς· αὕτη γὰρ διῄρηται εἰς τρία μέρη, τριττῦς καὶ ἔθνη καὶ φρατρίας, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. ...

... γεννῆται, οἱ τοῦ αὐτοῦ γένους κοινωνοῦντες. διῃρημένων γὰρ ἁπάντων τῶν πολιτῶν κατὰ μέρη, τὰ μὲν πρῶτα καὶ μέγιστα μέρη ἐκαλοῦντο φυλαί, ἑκάστη δὲ φυλὴ τριχῇ διῄρητο καὶ ἐκαλεῖτο ἕκαστον μέρος τούτων τριττὺς καὶ φρατρία. πάλιν δὲ τῶν φρατριῶν ἑκάστη διῄρητο εἰς γένη λ, ἐξ ὧν αἱ ἱερωσύναι αἱ ἑκάστοις προσήκουσαι ἐκληροῦντο. ...

... οἱ δὲ φυλοβασιλεῖς ἐξ εὐπατριδῶν δ ὄντες μάλιστα τῶν ἱερῶν ἐπεμελοῦντο, συνεδρεύοντες ἐν τῷ βασιλείῳ τῷ παρὰ τὸ βουκολεῖον. ὅτε μέντοι τέτταρες ἦσαν αἱ φυλαί, εἰς τρία μέρη ἑκάστη διῄρητο, καὶ τὸ μέρος τοῦτο ἐκαλεῖτο τριττὺς καὶ ἔθνος καὶ φρατρία. ἑκάστου δὲ ἔθνους γένη τριάκοντα ἐξ ἀνδρῶν τοσούτων, ἃ ἐκαλεῖτο τριακάδες καὶ οἱ μετέχοντες τοῦ γένους γεννῆται ... τρία δ᾿ ἦν τὰ ἔθνη πάλαι, εὐπατρίδαι γεωμόροι δημιουργοί. ...

... Βουζύγης ἥρως Ἀττικὸς ὁ πρῶτος βοῦς ὑπὸ ἄροτρον ζεύξας· ἐκαλεῖτο δὲ Ἐπιμενίδης. ...

... Βουζυγία γένος τι Ἀθήνησιν, ἱερωσύνην τινὰ ἔχον· Βουζύγης γάρ τις τῶν ἡρώων πρῶτος βοῦς ζεύξας τὴν γῆν ἤροσε καὶ εἰς γεωργίαν ἐπιτήδειον ἐποίησεν, ἀφ᾿ οὗ γένος καλεῖται Βουζυγία. ...

... καὶ ἄροτρον δὲ πρῶτος Ἐπιμενίδης ὁ καὶ Βουζύγης ἔζευξε. ...

... ναυκραρία, τὸ πρότερον οὕτως ἐκάλουν, ναυκραρία καὶ ναύκραρος· ναυκραρία μὲν ὁποῖόν τι ἡ συμμορία καὶ ὁ δῆμος, ναύκραρος δὲ ὁποῖόν τι ὁ δήμαρχος, Σόλωνος οὕτως ὀνομάσαντος, ὡς καὶ Ἀριστοτέλης φησί. καὶ ἐν τοῖς νόμοις δὲ «ἐάν τις ναυκραρίας ἀμφισβητῇ», καὶ «τοὺς ναυκράρους τοὺς κατὰ τὴν ναυκραρίαν». ὕστερον δὲ ἀπὸ Κλεισθένους δῆμοί εἰσιν, καὶ δήμαρχοι ἐκλήθησαν. ἐκ τῆς Ἀριστοτέλους πολιτείας ὃν τρόπον διέταξε τὴν πόλιν ὁ Σόλων· «φυλαὶ δὲ ἦσαν τέσσαρες καθάπερ πρότερον καὶ φυλοβασιλεῖς τέσσαρες· ἐκ δὲ τῆς φυλῆς ἑκάστης ἦσαν νενεμημέναι τριττύες μὲν τρεῖς, ναυκραρίαι δὲ δώδεκα καθ᾿ ἑκάστην.» ...

... δήμαρχοι οἱ κατὰ δήμους ἄρχοντες. ἐκαλοῦντο δὲ τέως ναύκραροι, ὅτε καὶ οἱ δῆμοι ναυκραρίαι. ναυκραρία δ᾿ ἦν τέως φυλῆς δωδέκατον μέρος καὶ ναύκραροι ἦσαν δώδεκα, τέτταρες κατὰ τριττὺν ἑκάστην. τὰς δ᾿ εἰσφορὰς τὰς κατὰ δήμους διεχειροτόνουν οὗτοι καὶ τὰ ἐξ αὐτῶν ἀναλώματα. ναυκραρία δ᾿ ἑκάστη δύο ἱππέας παρεῖχε καὶ ναῦν μίαν, ἀφ᾿ ἧς ἴσως ὠνόμαστο. ...

... ἱππάς ... Ἀριστοτέλης δ᾿ ἐν Ἀθηναίων πολιτείᾳ φησὶν ὅτι Σόλων εἰς τέτταρα διεῖλε τέλη τὸ πᾶν πλῆθος Ἀθηναίων, πεντακοσιομεδίμνους καὶ ἱππέας καὶ ζευγίτας καὶ θῆτας. ...

... θῆτες ... εἰς τέσσαρα διῃρημένης παρ᾿ Ἀθηναίοις τῆς πολιτείας οἱ ἀπορώτατοι ἐλέγοντο θῆτες καὶ θητικὸν τελεῖν. οὗτοι δὲ οὐδεμιᾶς μετεῖχον ἀρχῆς, ὡς καὶ Ἀριστοτέλης δηλοῖ ἐν Ἀθηναίων πολιτείᾳ. ...

... πεντακοσιομέδιμνον... ὅτι δ τέλη ἐποίησεν Ἀθηναίων ἁπάντων Σόλων, ὧν ἦσαν καὶ οἱ πεντακοσιομέδιμνοι, δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ...

... πρῶτον μὲν οὖν τοὺς Δράκοντος νόμους ἀνεῖλε πλὴν τῶν φονικῶν ἅπαντας ... δεύτερον δὲ Σόλων ... ἔλαβε τὰ τιμήματα τῶν πολιτῶν καὶ τοὺς μὲν ἐν ξηροῖς ὁμοῦ καὶ ὑγροῖς μέτρα πεντακόσια ποιοῦντας πρώτους ἔταξε καὶ πεντακοσιομεδίμνους προσηγόρευσε· δευτέρους δὲ τοὺς ἵππον τρέφειν δυναμένους ἢ μέτρα ποιεῖν τριακόσια, καὶ τούτους ἱππάδα τελοῦντας ἐκάλουν· ζευγῖται δ᾿ οἱ τοῦ τρίτου τιμήματος ὠνομάσθησαν, οἷς μέτρον ἦν συναμφοτέρων διακοσίων. οἱ δὲ λοιποὶ πάντες ἐκαλοῦντο θῆτες, οἷς οὐδεμίαν ἀρχὴν ἔδωκεν ἄρχειν, ἀλλὰ τῷ συνεκκλησιάζειν καὶ δικάζειν μόνον μετεῖχον τῆς πολιτείας. ...

... τιμήματα δ᾿ ἦν τέτταρα, πεντακοσιομεδίμνων, ἱππέων, ζευγιτῶν, θητικῶν. οἱ μὲν ἐκ τοῦ πεντακόσια μέτρα ξηρὰ καὶ ὑγρὰ ποιεῖν κληθέντες, ἀνήλισκον δὲ εἰς τὸ δημόσιον τάλαντον· οἱ δὲ τὴν ἱππάδα τελοῦντες ἐκ μὲν τοῦ δύνασθαι τρέφειν ἵππους κεκλῆσθαι δοκοῦσιν, ἐποίουν δὲ μέτρα τριακόσια, ἀνήλισκον δὲ ἡμιτάλαντον· οἱ δὲ τὸ ζευγίσιον τελοῦντες ἀπὸ διακοσίων μέτρων κατελέγοντο, ἀνήλισκον δὲ μνᾶς δέκα. οἱ δὲ τὸ θητικὸν οὐδεμίαν ἀρχὴν ἦρχον οὐδὲ ἀνήλισκον οὐδέν. ...

... πελάται, οἱ παρὰ τοῖς πλησίον ἐργαζόμενοι· καὶ θῆτες οἱ αὐτοὶ καὶ ἑκτημόροι, ἐπειδὴ ἕκτῳ μέρει τῶν καρπῶν εἰργάζοντο τὴν γῆν. πελάται οἱ μισθῷ δουλεύοντες, ἐπεὶ τὸ πέλας ἐγγύς, οἷον ἔγγιστα διὰ πενίαν προσιόντες. Ἀριστοτέλης. ...

... πελάτης ὁ ἀντὶ τροφῶν ὑπηρετῶν καὶ προσπελάζων, ἀπὸ τοῦ πέλας ἤτοι ἐγγύς· ἐκαλεῖτο ὁ δι᾿ ἔνδειαν προσιὼν μίσθιος δὲ ὑπηρετῶν. ἄλλως. πελάται εἰσὶν οἱ παρὰ τοῖς πλησίον ἐργαζόμενοι καὶ θῆτες. οἱ αὐτοὶ δὲ καὶ ἑκτημόροι, ἐπεὶ τῷ ἕκτῳ μέρει τῶν καρπῶν εἰργάζοντο τὴν γῆν. ...

... ἑκτημόριοι δὲ οἱ πελάται παρὰ τοῖς Ἀττικοῖς. πελάται δὲ καὶ θῆτες ἐλευθέρων ἐστὶν ὀνόματα διὰ πενίαν ἐπ᾿ ἀργυρίῳ δουλευόντων ... ἑκτημόροι. γεώργουν ἐκείνοις – τοῖς πλουσίοις – ἕκτα τῶν γινομένων τελοῦντες ἑκτημόροι προσαγορευόμενοι καὶ θῆτες. ...

... κύρβεις... Ἀριστοτέλης δ᾿ ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶν «ἀναγράψαντες δὲ τοὺς νόμους εἰς τοὺς κύρβεις ἔστησαν ἐν τῇ στοᾷ τῇ βασιλείᾳ». ...

... ἰσχὺν δὲ τοῖς νόμοις πᾶσιν εἰς ἑκατὸν ἐνιαυτοὺς ἔδωκε. καὶ κατεγράφησαν εἰς ξυλίνους ἄξονας ἐν πλαισίοις περιέχουσι στρεφομένους, ὧν ἔτι καθ᾿ ἡμᾶς ἄξονι ἐν πρυτανείῳ λείψανα μικρὰ διεσώζετο· καὶ προσηγορεύθησαν, ὡς Ἀριστοτέλης φησί, κύρβεις. ...

... κύρβεις ... κατὰ δὲ ἐνίους ἄξονες τρίγωνοι κατασκευάσματά τινα ξύλινα τρίγωνα . ἐν οἷς ἦσαν οἱ τῶν πόλεων νόμοι γεγραμμένοι ... καθάπερ καὶ Ἀριστοτέλης ἐν τῇ τῶν Ἀθηναίων πολιτείᾳ φησὶ καὶ Ἀπολλόδωρος. ...

... τῶν δ᾿ ἄλλων αὐτοῦ νόμων ἴδιος μὲν μάλιστα καὶ παράδοξος ὁ κελεύων ἄτιμον εἶναι τὸν ἐν στάσει μηδετέρας μερίδος γενόμενον. ...

... παραλογώτατον δὲ τὸ τοῦ Σόλωνος ἄτιμον εἶναι τὸν ἐν στάσει πόλεως μηδετέρᾳ μερίδι προσθέμενον μηδὲ συστασιάσαντα. ...

... ἡ δὲ δὴ διασπορὰ κατακαυθέντος αὐτοῦ Σόλωνος τῆς τέφρας περὶ τὴν Σαλαμινίων νῆσον ἔστι μὲν διὰ τὴν ἀτοπίαν ἀπίθανος παντάπασι καὶ μυθώδης, ἀναγέγραπται δ᾿ ὑπό τε ἄλλων ἀνδρῶν ἀξιολόγων καὶ Ἀριστοτέλους τοῦ φιλοσόφου. ...

... Παλλήναδε, οἱ Παλληνεῖς δῆμός ἐστι τῆς Ἀττικῆς, ἔνθα Πεισιστράτῳ βουλομένῳ τυραννεῖν καὶ Ἀθηναίοις ἀμυνομένοις αὐτὸν συνέστη πόλεμος ... μέμνηται δὲ τούτου καὶ Ἀνδροτίων καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ...

... λυκόποδες: λυκόποδας ἐκάλουν, ὡς μὲν Ἀριστοτέλης, τοὺς τῶν τυράννων δορυφόρους· τοὺς γὰρ ἀκμάζοντας τῶν οἰκετῶν ἐπὶ τῇ τοῦ σώματος φυλακῇ ἔλαβον. λυκόποδες δὲ ἐκαλοῦντο ὅτι διὰ παντὸς εἶχον τοὺς πόδας λύκων δέρμασι κεκαλυμμένους ὥστε μὴ ἐπικαίεσθαι ἐκ τοῦ περιέχοντος. τινὲς δὲ λυκόποδας διὰ τὸ ἔχειν ἐπὶ τῶν ἀσπίδων ἐπίσημον λύκον. ὁ δὲ Ἀριστοφάνης ἔφη τοὺς νῦν λεγομένους Ἀλκμαιωνίδας· οὗτοι γὰρ πόλεμον ἀράμενοι πρὸς Ἱππίαν τὸν τύραννον καὶ τοὺς Πεισιστρατίδας ἐτείχισαν τὸ Λειψύδριον. Λειψύδριον, χωρίον τῆς Ἀττικῆς περὶ τὴν Πάρνηθον, εἰς ὃ συνῆλθόν τινες τῶν ἐκ τοῦ ἄστεος, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ...

... λυκόποδας, Ἀριστοφάνης Λυσιστράτῃ· τοὺς πρὸς Ἱππίαν ἀγωνισαμένους ἐπὶ Λειψυδρίῳ ὡς γενναίους. ἔλεγον γὰρ τοὺς δορυφόρους τῶν τυράννων διὰ τὸ κατειλεῖσθαι δέρμασι τοὺς πόδας καὶ λυκόποδας εἶναι· ἢ διὰ τὸ λύκον ἔχειν ἐπίσημον ἐπὶ ταῖς ἀσπίσιν ἀπὸ Διονυσίου πρώτου. ...

... ἐπὶ Λειψυδρίῳ μάχη, χωρίον ἦν ὑπὸ τῆς Πάρνηθος ὃ ἐτείχισαν οἱ φυγάδες τῶν τυράννων ὧν οἱ Ἀλκμαιωνίδαι προεστήκεσαν. ἐκπολιορκηθέντων δ᾿ αὐτῶν ὑπὸ τῶν περὶ Πεισίστρατον, σκολιὸν εἰς αὐτοὺς ᾔδετο «αἰαῖ Λειψύδριον προδωσέταιρον, οἵους ἄνδρας ἀπώλεσας μάχεσθαι ἀγαθούς τε καὶ εὐπατρίδας, ὁπότ᾿ ἔδειξαν οἵων πατέρων ἔσαν». ...

... Λειψύδριον, χωρίον τι ὑπὲρ Πάρνηθος ὃ ἐτείχισαν Ἀλκμαιωνίδαι. ...

... Ἀριστοτέλης φησὶ μετὰ τὸν Ἱππάρχου θάνατον χρησμὸν γενέσθαι τοῖς Λάκωσιν καταλύειν τὴν τυραννίδα, τῆς Πυθίας, ὡς οἱ Ἀλκμαιωνίδαι ἐμισθώσαντο τὸν ἐν Δελφοῖς νεὼν οἰκοδομεῖν, συνεχῶς τοῦτο χρώσης αὐτοῖς μαντευομένοις, ἕως πρότερον μὲν Ἀγχιμόλιον ἔπεμψαν κατὰ θάλασσαν, ἀποκρουσθέντος δὲ αὐτοῦ ὀργισθέντες οἱ Λάκωνες Κλεομένη τὸν βασιλέα σὺν μείζονι ἐξέπεμψαν στόλῳ· καὶ νικήσας τοὺς Θετταλοὺς εἰσῆλθεν εἰς τὴν Ἀττικὴν καὶ τὸν Ἱππίαν συνέκλεισεν εἰς τὸ Πελαργικὸν τεῖχος, ἕως οἱ παῖδες τῶν τυράννων ἐξιόντες ἑάλωσαν. ...

... εἰκότως δὲ τεσσάρων ὄντων κατ᾿ ἐνίους τῶν Πεισιστρατιδῶν τὸν Ἱππίαν παρέλαβεν· πρεσβύτατος γὰρ ἦν αὐτὸς καὶ τὴν τυραννίδα εἶχε, καθὰ καὶ Θουκυδίδης φησί. δοκεῖ δὲ ἡ τυραννὶς καταστῆναι, ὥς φησιν Ἐρατοσθένης, ἐπὶ ἔτη ν, τοῦ ἀκριβοῦς διαμαρτάνων, Ἀριστοτέλους μὲν τεσσαράκοντα καὶ ἓν φήσαντος, Ἡροδότου δὲ ἓξ καὶ τριάκοντα. ...

... Ἀριστοτέλης δὲ περὶ Κλεισθένους φησὶ «κατέστησε καὶ δημάρχους τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις· καὶ γὰρ τοὺς δήμους ἀντὶ τῶν ναυκραριῶν ἐποίησεν». ...

... ναυκραρικά... Ἀριστοτέλης δ᾿ ἐν Ἀθηναίων πολιτείᾳ φησὶ «κατέστησαν δὲ δημάρχους τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις· δημίους ἀντὶ τῶν ναυκράρων ἐποίησαν». ...

... δήμαρχος ... τούτους δέ φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ ὑπὸ Κλεισθένους κατασταθῆναι τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις. ...

... κρατήσας δὲ τῇ γνώμῃ ὁ Θεμιστοκλῆς ψήφισμα γράφει, τὴν μὲν πόλιν παρακαταθέσθαι τῇ Ἀθηνᾷ τῇ Ἀθηνέων μεδεούσῃ, τοὺς δ᾿ ἐν ἡλικίᾳ πάντας ἐμβαίνειν εἰς τὰς τριήρεις, παῖδας δὲ καὶ γυναῖκας καὶ ἀνδράποδα σώζειν ἕκαστον ὡς δυνατόν ... οὐκ ὄντων δὲ δημοσίων χρημάτων τοῖς Ἀθηναίοις Ἀριστοτέλης μέν φησι τὴν ἐξ Ἀρείου πάγου βουλὴν πορίσασαν ἑκάστῳ τῶν στρατευομένων ὀκτὼ δραχμὰς αἰτιωτάτην γενέσθαι τοῦ πληρωθῆναι τὰς τριήρεις· Κλείδημος δὲ καὶ τοῦτο τοῦ Θεμιστοκλέους ποιεῖται στρατήγημα ... ἐκπλεούσης δὲ τῆς πόλεως τοῖς μὲν οἶκτον τὸ θέαμα, τοῖς δὲ θαῦμα τῆς τόλμης παρεῖχε γενεὰς μὲν ἄλλῃ προπεμπόντων, αὐτῶν δ᾿ ἀκάμπτων πρὸς οἰμωγὰς καὶ δάκρυα γονέων καὶ περιβολὰς διαπερώντων εἰς τὴν νῆσον. καίτοι πολλοὶ μὲν οἱ διὰ γῆρας ὑπολειπόμενοι τῶν πολιτῶν ἔλεον εἶχον· ἦν δέ τις καὶ ἀπὸ τῶν ἡμέρων καὶ συντρόφων ζῴων ἐπικλῶσα γλυκυθυμία μετ᾿ ὠρυγῆς καὶ πόθου συμπαραθεόντων ἐμβαίνουσι τοῖς ἑαυτῶν τροφεῦσιν. ἐν οἷς ἱστορεῖται κύων Ξανθίππου τοῦ Περικλέους πατρὸς οὐκ ἀνασχόμενος τὴν ἀπ᾿ αὐτοῦ μόνωσιν ἐναλέσθαι τῇ θαλάττῃ καὶ τῇ τριήρει παρανηχόμενος ἐμπεσεῖν εἰς τὴν Σαλαμῖνα καὶ λιποθυμήσας ἀποθανεῖν εὐθύς· οὗ καὶ τὸ δεικνύμενον ἄχρι νῦν καὶ καλούμενον Κυνὸς σῆμα τάφον εἶναι λέγουσιν. ...

... κύνας δὲ συντρόφους γενομένους καὶ συνήθεις ἄλλοι τε πολλοὶ καὶ Ξάνθιππος ὁ παλαιὸς τὸν εἰς Σαλαμῖνα τῇ τριήρει παρανηξάμενον ὅτε τὴν πόλιν ὁ δῆμος ἐξέλιπεν, ἐπὶ τῆς ἄκρας ἐκήδευσεν, ἣν Κυνὸς σῆμα μέχρι νῦν καλοῦσιν. ...

... πέπυσμαι δὲ πρὸς τοῖς ἤδη μοι προειρημένοις κύνας γενέσθαι φιλοδεσπότους Ξανθίππου τοῦ Ἀρίφρονος. μετοικιζομένων γὰρ τῶν Ἀθηναίων ἐς τὰς ναῦς, ἡνίκα τοῦ χρόνου ὁ Πέρσης τὸν μέγαν πόλεμον ἐπὶ τὴν Ἑλλάδα ἐξῆψε, καὶ ἔλεγον οἱ χρησμοὶ λῷον εἶναι τοῖς Ἀθηναίοις τὴν μὲν πατρίδα ἀπολιπεῖν ἐπιβῆναι δὲ τῶν τριήρων, οὐδὲ οἱ κύνες τοῦ προειρημένου ἀπελείφθησαν, ἀλλὰ συμμετῳκίσαντο τῷ Ξανθίππῳ καὶ διανηξάμενοι ἐς τὴν Σαλαμῖνα ἀπέσβησαν. λέγετον δὲ ἄρα ταῦτα Ἀριστοτέλης καὶ Φιλόχορος. ...

... ἑλληνοταμίαι, ... ὅτι ἀρχή τις ἦν οἱ ἑλληνοταμίαι, οἳ διεχείριζον τὰ χρήματα, καὶ Ἀριστοτέλης δηλοῖ ἐν τῇ Ἀθηναίων πολιτείᾳ. ...

... ἑλληνοταμίαι, ἀρχή τις παρ᾿ Ἀθηναίοις ἡ τοὺς φόρους παρὰ τῶν συμμάχων ὑποδεχομένη καὶ φυλάττουσα. ...

... Ἀριστοτέλης δὲ παρὰ Πυθοκλείδῃ μουσικὴν διαπονηθῆναι τὸν ἄνδρα φησίν τὸν Περικλέα. ...

... ἐν μὲν γὰρ φιλοσοφίᾳ γέγονε μαθητὴς Ἀναξαγόρου, ἐν δὲ μουσικῇ Πυθοκλείδους. ...

... ὡς δ᾿ Ἀριστοτέλης φησίν, οὐχ ἁπάντων Ἀθηναίων ...

... ἀλλὰ τῶν δημοτῶν αὐτοῦ Λακιαδῶν παρεσκευάζετο ὁ Κίμων τῷ βουλομένῳ τὸ δεῖπνον. ...

... τρέπεται ὁ Περικλῆς πρὸς τὴν τῶν δημοσίων διανομήν, συμβουλεύσαντος αὐτῷ Δαμωνίδου τοῦ Οἴηθεν, ὡς Ἀριστοτέλης ἱστόρηκεν. ...

... ὁ γὰρ Ἀριστοτέλης λέγει ἐν τῇ πολιτείᾳ τῶν Ἀθηναίων ὅτι καὶ ὁ Θεμιστοκλῆς αἴτιος ἦν μὴ πάντα δικάζειν τοὺς Ἀρεοπαγίτας. ...

... Ἐφιάλτην μὲν οὖν φοβερὸν ὄντα τοῖς ὀλιγαρχικοῖς καὶ περὶ τὰς εὐθύνας καὶ διώξεις τῶν τὸν δῆμον ἀδικούντων ἀπαραίτητον ἐπιβουλεύσαντες οἱ ἐχθροὶ δι᾿ Ἀριστοδίκου τοῦ Ταναγρικοῦ κρυφαίως ἀνεῖλον, ὡς Ἀριστοτέλης εἴρηκεν. ...

... ἐπέστη δὲ Κλέων καὶ τῇ πρὸς Λακεδαιμονίους εἰρήνῃ, ὡς Φιλόχορος προσθεὶς ἄρχοντα Εὔθυνον καὶ Ἀριστοτέλης. ...

... ἔνεστιν οὖν περὶ Νικίου πρῶτον εἰπεῖν ὃ γέγραφεν Ἀριστοτέλης, ὅτι τρεῖς ἐγένοντο βέλτιστοι τῶν πολιτῶν καὶ πατρικὴν ἔχοντες εὔνοιαν καὶ φιλίαν πρὸς τὸν δῆμον, Νικίας ὁ Νικηράτου καὶ Θουκυδίδης ὁ Μελησίου καὶ Θηραμένης ὁ Ἅγνωνος. Κλεοφῶν δὲ μαχέσθω: παρόσον, ὡς Ἀριστοτέλης φησί, μετὰ τὴν ἐν Ἀργινούσαις ναυμαχίαν Λακεδαιμονίων βουλομένων ἐκ Δεκελείας ἀπιέναι ἐφ᾿ οἷς ἔχουσιν ἑκάτεροι καὶ εἰρήνην ἄγειν, ἐπὶ τοῦ Καλλίου, Κλεοφῶν ἔπεισε τὸν δῆμον μὴ προσδέξασθαι ἐλθὼν εἰς τὴν ἐκκλησίαν μεθύων καὶ θώρακα ἐνδεδυκώς, οὐ φάσκων ἐπιτρέψειν ἐὰν μὴ πάσας ἀφῶσι τὰς πόλεις οἱ Λακεδαιμόνιοι. ...

... δεκάζων, ... Ἀριστοτέλης δ᾿ ἐν Ἀθηναίων πολιτείᾳ Ἄνυτόν φησι καταδεῖξαι τὸ δεκάζειν τὰ δικαστήρια. δεκάζειν πρῶτος δ᾿ ἐδόκει δεκάσαι Μέλης τὰς εὐθύνας διδοὺς τῆς ἐν Πύλῳ στρατηγίας ἣν κακῶς ἐστρατήγησεν. ...

... τετρακόσιοι, ... οἱ τετρακόσιοι πρὸ ἑπτὰ ἐτῶν κατέστησαν τῶν τριάκοντα τυράννων παρ᾿ Ἀθηναίοις· οἵτινες τέτταρας μῆνας ἦρξαν τῆς πόλεως, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. Δρακοντίδης ...

... ἔστι γὰρ οὗτος ὁ τὸ περὶ τῶν τριάκοντα ψήφισμα περὶ ὀλιγαρχίας γράψας, ὡς Ἀριστοτέλης ἐν πολιτείαις. ...

... ἀρχόντων δὲ τῶν Ἀθήνησιν ὀνόματα οἱ ἐννέα ἄρχοντες. εἰσὶ δὲ ἄρχων, βασιλεύς, πολέμαρχος καὶ θεσμοθέται ἕξ· ἐκ τούτων γὰρ οἱ ἐννέα συμπληροῦνται. ἐκαλεῖτο δέ τις θεσμοθετῶν ἀνάκρισις, εἰ Ἀθηναῖοί εἰσιν ἑκατέρωθεν ἐκ τριγονίας καὶ τὸν δῆμον πόθεν καὶ εἰ Ἀπόλλων ἔστιν αὐτοῖς πατρῷος καὶ Ζεὺς ἕρκειος καὶ εἰ τοὺς γονέας εὖ ποιοῦσι καὶ εἰ ἐστράτευνται ὑπὲρ τῆς πατρίδος καὶ εἰ τὸ τίμημα ἔστιν αὐτοῖς. ἐπηρώτα δ᾿ ἡ βουλή, ὤμνυον δ᾿ οὗτοι πρὸς τῇ βασιλείῳ στοᾷ, ἐπὶ τοῦ λίθου ὑφ᾿ ᾧ τὰ ταμιεῖα, συμφυλάξειν τοὺς νόμους καὶ μὴ δωροδοκήσειν, ἢ χρυσοῦν ἀνδριάντα ἀποτῖσαι. εἶτα ἐντεῦθεν εἰς ἀκρόπολιν ἀνελθόντες ὤμνυον ταὐτά. μυῤῥίνῃ δ᾿ ἐστεφάνωντο, καὶ κοινῇ μὲν ἔχουσιν ἐξουσίαν θανάτου ἐάν τις κατίῃ ὅποι μὴ ἔξεστι, καὶ κληροῦν δικαστάς, καὶ ἀθλοθέτας ἕνα κατὰ φυλὴν ἑκάστην καὶ στρατηγοὺς χειροτονεῖν ἐξ ἁπάντων, καὶ καθ᾿ ἑκάστην πρυτανείαν ἐπερωτᾶν εἰ δοκεῖ καλῶς ἄρχειν ἕκαστος, τὸν δ᾿ ἀποχειροτονηθέντα κρίνουσιν, καὶ ἱππάρχους δύο καὶ φυλάρχους δέκα καὶ ταξιάρχους δέκα. καὶ κοινῇ μὲν ταῦτα. ...

... ἄρχοντες οἱ ἐννέα τίνες, θεσμοθέται ἕξ, ἄρχων, βασιλεύς, πολέμαρχος. καὶ πρὸ μὲν τῶν Σόλωνος νόμων οὐκ ἐξῆν αὐτοῖς ἅμα δικάζειν, ἀλλ᾿ ὁ μὲν βασιλεὺς καθῆστο παρὰ τῷ καλουμένῳ βουκολείῳ, τὸ δὲ ἦν πλησίον τοῦ πρυτανείου, ὁ δὲ πολέμαρχος ἐν Λυκείῳ καὶ ὁ ἄρχων παρὰ τοὺς ἐπωνύμους, οἱ δὲ θεσμοθέται παρὰ τὸ θεσμοθέσιον. κύριοί τε ἦσαν ὥστε τὰς δίκας αὐτοτελεῖς ποιεῖσθαι, ὕστερον δὲ Σόλωνος οὐδὲν ἕτερον αὐτοῖς τελεῖται ἢ μόνον ἀνακρίνουσι τοὺς ἀντιδίκους. ...

... θεσμοθετῶν ἀνάκρισις, κατὰ Ἀριστοτέλην οἱ θεσμοθέται ἐκ τῶν θ ἀρχόντων, αὐτοὶ ἓξ ὄντες. οἱ δὲ λαχόντες ὑπὸ τῆς βουλῆς τῶν πεντακοσίων καὶ τοῦ δικαστηρίου δοκιμάζονται πλὴν τοῦ γραμματέως ἐρωτώμενοι τίνες αὐτῶν πατέρες, ὁμοίως καὶ δήμων τίνων εἰσί, καὶ εἰ ἔστιν αὐτοῖς Ἀπόλλων πατρῷος καὶ Ζεὺς ἕρκειος, καὶ εἰ τοὺς γονέας εὖ ποιοῦσι, καὶ εἰ τὰ τέλη τελοῦσι, καὶ εἰ τὰς ὑπὲρ τῆς πατρίδος στρατείας ἐστρατεύσαντο. πάντα οὖν ταῦτα ἀνάκρισιν εὐλόγως ὠνόμασαν. ...

... ὁ δὲ πάππου ἢ τήθης πατήρ ... τάχα δ᾿ ἂν τοῦτον τριτοπάτορα Ἀριστοτέλης καλοῖ. ...

... λίθος, ... ἐοίκασι δ᾿ Ἀθηναῖοι πρός τινι λίθῳ τοὺς ὅρκους ποιεῖσθαι, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ καὶ Φιλόχορος ἐν τῷ γ ὑποσημαίνουσιν. ...

... κοινὸν μὲν οὖν ὤμνυεν ὅρκον ἡ βουλὴ τοὺς Σόλωνος νόμους ἐμπεδώσειν, ἴδιον δ᾿ ἕκαστος τῶν θεσμοθετῶν ἐν ἀγορᾷ πρὸς τῷ λίθῳ καταφατίζων εἴ τι παραβαίη τῶν θεσμῶν ἀνδριάντα χρυσοῦν ἰσομέτρητον ἀναθήσειν ἐν Δελφοῖς. ...

... εἰσὶ δὲ καὶ ἐννέα ἄρχοντες θεσμοθέται, οἳ δοκιμασθέντες ὀμνύουσι δικαίως ἄρξειν καὶ δῶρα μὴ λήψεσθαι ἢ ἀνδριάντα χρυσοῦν ἀναθήσειν. ...

... ἰδίᾳ δὲ οἱ μὲν θεσμοθέται προγράφουσι πότε δεῖ δικάζειν τὰ δικαστήρια, καὶ τὰς εἰσαγγελίας εἰσαγγέλλουσιν εἰς τὸν δῆμον καὶ τὰς χειροτονίας, καὶ τὰς προβολὰς εἰσάγουσι καὶ τὰς τῶν παρανόμων γραφὰς καὶ εἴ τις μὴ ἐπιτήδειον νόμον γράψειεν, καὶ στρατηγοῖς εὐθύνας. γίνονται δὲ γραφαὶ πρὸς αὐτοὺς ξενίας, δωροξενίας, δώρων, συκοφαντίας, ψευδοκλητείας, ψευδεγγραφῆς, βουλεύσεως, ἀγραφίου, μοιχείας. εἰσάγουσι δὲ καὶ δοκιμασίαν ταῖς ἀρχαῖς καὶ τοὺς ἀπεψηφισμένους καὶ τὰς ἐκ τῆς βουλῆς καταγνώσεις καὶ δίκας ἐμπορικὰς καὶ μεταλλικὰς καὶ ἐὰν δοῦλος κακῶς ἀγορεύῃ τὸν ἐλεύθερον, καὶ ταῖς ἀρχαῖς ἐπικληροῦσι τὰ δικαστήρια τὰ ἴδια καὶ τὰ δημόσια, καὶ τὰ σύμβολα τὰ πρὸς τὰς πόλεις κυροῦσι καὶ δίκας τὰς ἀπὸ συμβόλων εἰσάγουσι καὶ τὰς τῶν ψευδομαρτυριῶν τῶν ἐξ Ἀρείου πάγου. ...

... θεσμοθέται, ... ἀρχή τίς ἐστιν Ἀθήνησιν ἡ τῶν θεσμοθετῶν ἓξ τὸν ἀριθμὸν ὄντων, εἰσὶ δὲ ἐκ τῶν καλουμένων θ ἀρχόντων. καλοῦνται δὲ οὕτως ὅτι τῶν νόμων τὴν ἐπιμέλειαν εἶχον ... ὁ δὲ Ἀριστοτέλης ἐν τῇ α Ἀθηναίων πολιτείᾳ διέρχεται ὅσα οὗτοι πράττουσιν. ξενίας γραφὴ καὶ δωροξενίας διαφέρει· Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶ περὶ τῶν θεσμοθετῶν διαλεγόμενος «εἰσὶ δὲ καὶ γραφαὶ πρὸς αὐτοὺς ὧν παράστασις τίθεται ξενίας καὶ δωροξενίας· ξενίας μὲν ἐάν τις κατηγορῆται ξένος εἶναι, δωροξενίας δὲ ἐάν τις δῶρα δοὺς ἀποφύγῃ τὴν ξενίαν. ...

... παράστασις, ... Ἀριστοτέλης δ᾿ ἐν Ἀθηναίων πολιτείᾳ περὶ θεσμοθετῶν λέγων φησὶν οὕτως «εἰσὶ δὲ γραφαὶ πρὸς αὐτούς, ὧν παράστασις τίθεται ξενίας καὶ δωροξενίας ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν ξενίαν, καὶ ψευδεγγραφῆς καὶ ψευδοκλητείας καὶ βουλεύσεως καὶ ἀγραφίου καὶ μοιχείας». δωροξενία, ... καὶ Ἀριστοτέλης δ᾿ ἐν τῇ Ἀθηναίων πολιτείᾳ περὶ τῶν θεσμοθετῶν λέγων γράφει ταὐτί «εἰσὶ δὲ καὶ γραφαὶ πρὸς αὐτοὺς ὧν παράστασις τίθεται ξενίας καὶ δωροξενίας ἄν τις δῶρα δοὺς ἀποφύγῃ τὴν συκοφαντίαν». ἡγεμονία δικαστηρίου: ... πρὸς δὲ τοὺς θεσμοθέτας αἱ τῆς ξενίας τε καὶ δωροξενίας ἐλαγχάνοντο δίκαι καὶ συκοφαντίας καὶ δώρων καὶ ψευδεγγραφῆς καὶ ὕβρεως καὶ μοιχείας καὶ βουλεύσεως καὶ ἄλλων. ...

... δωροξενίας δὲ εἴ τις ξενίας κρινόμενος δῶρα δοὺς ἀποφύγοι. ...

... ἀπὸ συμβόλων δικάζει, Ἀθηναῖοι ἀπὸ συμβόλων ἐδίκαζον τοῖς ὑπηκόοις. οὕτως Ἀριστοτέλης. ...

... ὁ δὲ ἄρχων διατίθησι μὲν Διονύσια καὶ Θαργήλια μετὰ τῶν ἐπιμελητῶν, δίκαι δὲ πρὸς αὐτὸν λαγχάνονται κακώσεως, παρανοίας, εἰς δατητῶν αἵρεσιν, ἐπιτροπῆς ὀρφανῶν, ἐπιτρόπων καταστάσεις, κλήρων καὶ ἐπικλήρων ἐπιδικασίαι. ἐπιμελεῖται δὲ καὶ τῶν γυναικῶν αἳ ἂν φῶσιν ἐπ᾿ ἀνδρὸς τελευτῇ κύειν, καὶ τοὺς οἴκους ἐκμισθοῖ τῶν ὀρφανῶν. ἔστι δ᾿ ἐπώνυμος οὗτος καὶ ἀπ᾿ αὐτοῦ ὁ χρόνος ἀριθμεῖται. πρὸς τὸν ἄρχοντα κακώσεως ἐλαγχάνοντο γραφαὶ καὶ τῶν γονέων εἰ τούτους τις αἰτίαν ἔχοι κακοῦν καὶ τῶν ὀρφανῶν, ἔτι δὲ παρανοίας καὶ ἀργίας, καὶ ἐπιδικασίαι ἐπικλήρων γυναικῶν. ...

... ἐπώνυμος ἄρχων, ἀφ᾿ οὗ ἡ πόλις χρηματίζει· ἔχει δὲ ἐπιμέλειαν χορηγοὺς καταστῆσαι εἰς Διονύσια καὶ Θαργήλια, ἐπιμελεῖται δὲ καὶ τῶν εἰς Δῆλον καὶ τῶν ἀλλαχόσε πεμπομένων Ἀθήνηθεν χορῶν. λαγχάνονται δὲ πρὸς αὐτὸν καὶ γραφαί, καὶ δίκας εἰς τὸ δικαστήριον εἰσάγει. ...

... εἰς ἐμφανῶν κατάστασιν, ὄνομα δίκης ἐστὶν ὑπὲρ τοῦ τὰ ἀμφισβητήσιμα εἶναι ἐν φανερῷ ... ὁ δὲ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ πρὸς τὸν ἄρχοντά φησι λαγχάνεσθαι ταύτην τὴν δίκην, τὸν δὲ ἀνακρίναντα εἰσάγειν εἰς τὸ δικαστήριον. ...

... εἰς ἐμφανῶν κατάστασιν καὶ ἐξ ἀφανῶν καταστάσεως, ὄνομα δίκης ἐστίν, ἣν ἐποιοῦντό τινες ἀπολέσαντές τι τῶν ἰδίων καὶ γνωρίσαντες. ἠνάγκαζον δὲ διὰ τῆς δίκης τὸν ἔχοντα ἐμφανῆ καταστῆσαι τὰ σῦλα καὶ παρὰ τίνος ὠνήσατο ταῦτα. καὶ εἰ μὲν τὸν πωλήσαντα πρατῆρα ἐδείκνυεν, ὁ ἀγὼν πρὸς ἐκεῖνον ἐγίνετο, εἰ δὲ μή, πρὸς αὐτὸν τὸν ἔχοντα. ἀπεφέροντο δὲ πρὸς τὸν ἄρχοντα αἱ γραφαὶ καὶ τῆς ἐξ ἀφανῶν καταστάσεως· ἐκλήθη δὲ οὕτως ἡ δίκη διότι ὑπὲρ τοῦ ἐμφανίσαι τὰ σῦλα καὶ τὸν πωλήσαντα ἐγίνετο. δατεῖσθαι τὸ μερίζεσθαι, οἱ δὲ δατηταὶ οἱονεὶ μερισταί. τὸ δὲ εἰς δατητῶν αἵρεσιν εἶδός τι δίκης ἐστίν. ὁπότε γὰρ κοινωνοῖέν τινες ἀλλήλοις καὶ οἱ μὲν βούλοιντο διανέμεσθαι τὰ κοινά, οἱ δὲ μή, ἐδικάζοντο οἱ βουλόμενοι τοῖς μὴ βουλομένοις προσκαλούμενοι εἰς δατητῶν αἵρεσιν. Λυσίας ἐν τῷ πρὸς Ἀλεξίδημον εἰ γνήσιος, καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. ...

... εἰς δατητῶν αἵρεσιν, πρόκλησις νεμέσεως ἢ κληρονομίας ἢ κοινοῦ τινος ἀγορασμοῦ· ἐπὶ τῶν διανεμόντων τὰ κοινά τισιν, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ «δίκαι λαγχάνονται πρὸς τὸν ἄρχοντα ἄλλαι τινὲς καὶ εἰς δατητῶν αἵρεσιν, ὅταν μὴ θέλῃ κοινὰ τὰ ὄντα νέμεσθαι». ...

... δατητής, παρὰ Ἀττικοῖς ὁ διανεμητής. Ἀριστοτέλης. ...

... οἱ διαιτηταὶ πᾶσαν δίκην δικάζουσι πλὴν τῶν ξενικῶν, οἷον πρόκλησιν νεμήσεως ἐπί τινων ἢ κληρονομίας ἢ κοινὸν ἀγορασμόν. κυρίως μέντοι οἱ διανέμοντες τὰ κοινά τισιν. ...

... σῖτος... σῖτος καλεῖται ἡ διδομένη πρόσοδος εἰς τροφὴν ταῖς γυναιξὶν ἢ τοῖς ὀρφανοῖς, ὡς ἐξ ἄλλων μαθεῖν ἔστι καὶ ἐκ τοῦ Σόλωνος α ἄξονος καὶ ἐκ τῆς Ἀριστοτέλους Ἀθηναίων πολιτείας. ...

... ὁ δὲ βασιλεὺς μυστηρίων προέστηκε μετὰ τῶν ἐπιμελητῶν καὶ Ληναίων καὶ ἀγώνων τῶν ἐπὶ λαμπάδι καὶ τὰ περὶ τὰς πατρίους θυσίας διοικεῖ. δίκαι δὲ πρὸς αὐτὸν λαγχάνονται ἀσεβείας καὶ ἱερωσύνης ἀμφισβητήσεως. καὶ τοῖς γένεσι καὶ τοῖς ἱερεῦσι πᾶσιν αὐτὸς δικάζει, καὶ τὰς τοῦ φόνου δίκας εἰς Ἄρειον πάγον εἰσάγει καὶ τὸν στέφανον ἀποθέμενος σὺν αὐτοῖς δικάζει. προαγορεύει δὲ τοῖς ἐν αἰτίᾳ ἀπέχεσθαι μυστηρίων καὶ τῶν ἄλλων νομίμων. δικάζει δὲ καὶ τὰς τῶν ἀψύχων δίκας. τὴν δὲ συνοικοῦσαν αὐτῷ βασίλισσαν καλοῦσιν. ...

... ὁ δὲ βασιλεὺς τὰ κατὰ τὰς θυσίας διοικεῖ. ...

... βασιλεύς, βασιλεύς ἐστιν εἷς τῶν ἐννέα ἀρχόντων. ὁ δὲ βασιλεὺς μυστηρίων ἐπιμελεῖται μετὰ τῶν ἐπιμελητῶν οὓς ὁ δῆμος ἐχειροτόνησε. γραφαὶ δὲ λαγχάνονται πρὸς αὐτὸν ἀσεβείας. καὶ ἄν τις ἱερωσύνης ἀμφισβητήσῃ προστιμᾷ. διαδικάζει δὲ καὶ τοῖς γένεσι καὶ τοῖς ἱερεῦσι τὰς ἀμφισβητήσεις τὰς ὑπὲρ τῶν γερῶν. λαγχάνονται δὲ καὶ αἱ τοῦ φόνου δίκαι πᾶσαι πρὸς τοῦτον. ...

... ἡγεμονία δικαστηρίου, τῷ μέντοι γε βασιλεῖ τάς τε φονικὰς καὶ τὰς τῆς ἀσεβείας καὶ ἄν τις ἱερωσύνης ἠμφισβήτει, πρότερον δὲ καὶ τὰς περὶ τῶν γερῶν τοῖς ἱερεῦσιν ἀμφισβητήσεις. προηγόρευε δὲ καὶ τῶν νομίμων εἴργεσθαι τοὺς ἐν αἰτίᾳ. ...

... ἐπιμελητὴς τῶν μυστηρίων, παρ᾿ Ἀθηναίοις ὁ λεγόμενος βασιλεύς ... Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ φησὶν οὕτως «ὁ δὲ βασιλεὺς πρῶτον μὲν τῶν μυστηρίων ἐπιμελεῖται μετὰ τῶν ἐπιμελητῶν», οὓς ὁ δῆμος ἐχειροτόνει, δύο μὲν ἐξ Ἀθηναίων ἁπάντων, ἕνα δ᾿ ἐξ Εὐμολπιδῶν, ἕνα δ᾿ ἐκ Κηρύκων. ...

... ὁ δὲ πολέμαρχος θύει μὲν Ἀρτέμιδι ἀγροτέρᾳ καὶ τῷ Ἐνυαλίῳ, διατίθησι δὲ τὸν ἐπιτάφιον ἀγῶνα τῶν ἐν πολέμῳ ἀποθανόντων, καὶ τοῖς περὶ Ἁρμόδιον ἐναγίζει. δίκαι δὲ πρὸς αὐτὸν λαγχάνονται μετοίκων, ἰσοτελῶν, ξένων, προξένων. καὶ διανέμει τὸ λαχόν, ἑκάστῃ φυλῇ τι μέρος, τὸ μὲν διαιτηταῖς παραδιδούς, εἰσάγων δὲ δίκας ἀποστασίου, ἀπροστασίου, κλήρων μετοίκων. ...

... πολέμαρχος... Ἀριστοτέλης δ᾿ ἐν τῇ Ἀθηναίων πολιτείᾳ διεξελθὼν ὅσα διοικεῖ ὁ πολέμαρχος «πρὸς ταῦτα, φησίν, αὐτός τε εἰσάγει δίκας τάς τε τοῦ ἀποστασίου καὶ ἀπροστασίουκαὶ κλήρων καὶ ἐπικλήρων τοῖς μετοίκοις, καὶ τἆλλα ὅσα τοῖς πολίταις ὁ ἄρχων, ταῦτα τοῖς μετοίκοις ὁ πολέμαρχος». ...

... ἀποστασίου, ... Ἀριστοτέλης δ᾿ ἐν Ἀθηναίων πολιτείᾳ περὶ τοῦ πολεμάρχου γράφει ταυτί· «οὗτος δὲ εἰσάγει δίκας τάς τε τοῦ ἀποστασίου καὶ ἀπροστασίου καὶ κλήρων καὶ ἐπικλήρων». ...

... ὁ πολέμαρχος εἰσάγει δίκας ἀποστασίου καὶ κλήρων καὶ ἐπικλήρων τοῖς μετοίκοις· καὶ τἆλλα ὅσα τοῖς ἀστοῖς ὁ ἄρχων, οὗτος τοῖς μετοίκοις παρέχεται. ...

... πάρεδρος, Ἀριστοτέλης δ᾿ ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησὶ «λαμβάνουσι δὲ καὶ παρέδρους ὅ τε ἄρχων καὶ ὁ πολέμαρχος, δύο ἑκάτερος οὓς ἂν βούληται. καὶ οὗτοι δοκιμάζονται ἐν τῷ δικαστηρίῳ πρὶν παρεδρεύειν καὶ εὐθύνας διδόασιν ἐπὰν παρεδρεύσωσιν.» ...

... πάρεδροι δ᾿ ὀνομάζονται οὓς αἱροῦνται ἄρχων καὶ βασιλεὺς καὶ πολέμαρχος, δύο ἕκαστος οὓς βούλεται. δοκιμασθῆναι δ᾿ αὐτοὺς ἐχρῆν ἐν τοῖς πεντακοσίοις, εἶτ᾿ ἐν δικαστηρίῳ. προσαιροῦνται δὲ καὶ γραμματέα, ὃς ἐννόμῳ δικαστηρίῳ κρίνεται. ...

... τίνες ποίων δικ., οἱ ἕνδεκα τοὺς κλέπτας καὶ τοὺς λωποδύτας καὶ ἀνδραποδιστὰς ὁμολογοῦντας μὲν ἀποκτιννύουσιν, ἀντιλέγοντας δὲ εἰσάγουσιν εἰς τὸ δικαστήριον. ...

... οἱ ἕνδεκα εἷς ἀφ᾿ ἑκάστης φυλῆς ἐγίνετο καὶ γραμματεὺς αὐτοῖς συνηριθμεῖτο ... ἐπεμελοῦντο δὲ τῶν ἐν τῷ δεσμωτηρίῳ καὶ ἀπῆγον κλέπτας ἀνδροποδιστὰς λωποδύτας, εἰ μὲν ὁμολογοῖεν, θανατώσοντες, εἰ δὲ μή, εἰσάξοντες εἰς τὰ δικαστήρια κἂν ἁλῶσιν ἀποκτενοῦντες. ...

... στρατηγοί, ... οἱ καθ᾿ ἕκαστον ἐνιαυτὸν χειροτονούμενοι στρατηγοὶ δέκα ἦσαν, ὡς μαθεῖν ἔστιν ἔκ τε τῶν Ὑπερίδου κατ᾿ Αὐτοκλέους καὶ ἐκ τῆς Ἀθηναίων πολιτείας Ἀριστοτέλους. ἵππαρχος ... λέγεται δὲ παρ᾿ Ἀθηναίοις ἵππαρχος καὶ ὁ τῶν ἱππέων ἄρχων· δύο δ᾿ ἦσαν οὗτοι, ὡς Δημοσθένης ἐν δ Φιλιππικῶν φησὶ καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ...

... ἵππαρχοι, δύο ἦσαν, οἳ τῶν ἱππέων ἡγοῦντο διελόμενοι τὰς φυλὰς ἑκάτερος ἀνὰ πέντε. ἐπιμεληταὶ δέ εἰσι τῶν ἱππέων οἱ φύλαρχοι, καθάπερ οἱ ταξίαρχοι δέκα ὄντες, εἷς ἐφ᾿ ἑκάστης φυλῆς, τῶν ὁπλιτῶν. ...

... φύλαρχος, ... φύλαρχός ἐστιν ὁ κατὰ φυλὴν ἑκάστην τοῦ ἱππικοῦ ἄρχων, ὑποτεταγμένος δὲ τῷ ἱππάρχῳ, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ φησί. ...

... ἵππαρχοι δὲ δύο ἐξ ἁπάντων Ἀθηναίων αἱρεθέντες ἐπιμελοῦνται τῶν πολέμων. οἱ δὲ φύλαρχοι δέκα, εἷς ἀπὸ φυλῆς ἑκάστης, τῶν ἱππέων προΐστανται, καθάπερ οἱ ταξίαρχοι τῶν ὁπλιτῶν. ...

... πρυτανείας, ... ἔστι δὲ ἀριθμὸς ἡμερῶν ἡ πρυτανεία ἤτοι λϛ ἢ λε ἃς ἑκάστη φυλὴ πρυτανεύει. διείλεκται δὲ περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. ...

... πρυτάνεις, τὸ δέκατον μέρος τῆς βουλῆς τῶν πεντακοσίων, πεντήκοντα ἄνδρες ἀπὸ μιᾶς φυλῆς, οἱ διοικοῦντες ἅπαντα τὰ ὑπὸ τῆς βουλῆς πραττόμενα πρυτάνεις ἐκαλοῦντο. ἐπρυτάνευον δὲ κατὰ πρυτανείαν ἐκ διαδοχῆς ἀλλήλαις αἱ δέκα φυλαὶ κλήρῳ λαχοῦσαι κατὰ ἐνιαυτόν. πρυτανεία δέ ἐστιν ἀριθμός τις ἡμερῶν ἤτοι λϛ ἢ λε, ἃς ἑκάστη φυλὴ πρυτανεύειν λέγεται. ιβ μὲν γὰρ οἱ μῆνες, ι δέ εἰσι πρυτανεῖαι καὶ φυλαὶ ι. καὶ διῄρηνται εἰς ταύτας αἱ ἡμέραι τοῦ ἐνιαυτοῦ· κατὰ γὰρ σελήνην ἄγουσι τοῦτον, ὡς ἑκάστῃ φυλῇ τῶν δέκα ἐπιβάλλειν λε ἡμέρας, πλεονάζειν δὲ ὀλίγας. διὸ καὶ τὰς λοιπὰς ἀπέδωκαν οἱ Ἀθηναῖοι ταῖς πρώταις λαχούσαις τέσσαρσι φυλαῖς, ἵνα ἐκείνων μὲν ἑκάστη τὰς λϛ ἡμέρας πρυτανεύῃ, αἱ δὲ λοιπαὶ ἓξ ἀνὰ λε. πρυτανεία ... πρυτανεῖαι δὲ ὁ τῶν ἡμερῶν ἀριθμός. δέκα ἐγίνοντο κατ᾿ ἐνιαυτόν, ὅτι καὶ δέκα αἱ φυλαί· ἐνιαυτὸν δὲ οἱ Ἀθηναῖοι τὸν σεληνιακὸν ἦγον· ἐπέβαλλον δὲ ἑκάστῃ φυλῇ τῶν δέκα λε ἡμέραι καὶ ἐπερίττευον ἐκ τοῦ σεληνιακοῦ ἐνιαυτοῦ ἡμέραι τέσσαρες, ἃς ἐπεμέριζον ταῖς πρώταις λαχούσαις πρυτανεύειν τέσσαρσι φυλαῖς· καὶ τῶν μὲν τεσσάρων πρῶτον ἑκάστη εἶχε τὴν πρυτανείαν ἀπαρτιζομένην εἰς λϛ' ἡμέρας, αἱ δὲ λοιπαὶ ἓξ ἀνὰ λε'. ...

... πρυτάνεις. οὗτοι τὴν βουλὴν συνάγουσιν ὁσημέραι, πλὴν ἄν τις ᾖ ἄφετος, τὸν δὲ δῆμον τετράκις ἑκάστης πρυτανείας· καὶ προγράφουσι πρὸ τῆς βουλῆς καὶ πρὸ τῆς ἐκκλησίας ὑπὲρ ὧν δεῖ χρηματίζειν. τῶν δ᾿ ἐκκλησιῶν ἡ μὲν κυρία, ἐν ᾗ τὰς ἀρχὰς ἐπιχειροτονοῦσιν εἴπερ καλῶς ἄρχουσιν, ἢ ἀποχειροτονοῦσιν· ἐν ᾗ καὶ τὰς εἰσαγγελίας ὁ βουλόμενος εἰσαγγέλλει, καὶ τὰς ἀπογραφὰς τῶν δημευομένων ἀναγινώσκουσιν οἱ πρὸς ταῖς δίκαις καὶ τὰς λήξεις τῶν κλήρων. ἡ δὲ δευτέρα ἐκκλησία ἀνεῖται τοῖς βουλομένοις, ἱκετηρίαν θεμένοις, λέγειν ἀδεῶς περί τε τῶν ἰδίων καὶ τῶν δημοσίων. ἡ δὲ τρίτη κήρυξι καὶ πρεσβείαις ἀξιοῖ χρηματίζειν, οὓς δεῖ πρότερον τοῖς πρυτάνεσιν ἀποδοῦναι τὰ γράμματα. ἡ δὲ τετάρτη περὶ ἱερῶν καὶ ὁσίων. ἐπιστάτης δ᾿ ἐστὶν εἷς τῶν πρυτάνεων, ὁ κλήρῳ λαχών, δὶς δ᾿ οὐκ ἔξεστι γενέσθαι τὸν αὐτὸν ἐπιστάτην. ἔχει δὲ οὗτος τῶν ἱερῶν τὰς κλεῖς ἐν οἷς τὰ χρήματα καὶ τὰ γράμματα. καὶ ὅταν οἱ πρυτάνεις τὸν δῆμον ἢ τὴν βουλὴν συνάγωσιν, οὗτος ἐξ ἑκάστης φυλῆς πρόεδρον ἕνα κληροῖ, μόνην τὴν πρυτανεύουσαν ἀφιείς. ...

... κυρία ἐκκλησία, ... τίνες δὲ αἱ κύριαι ἐκκλησίαι Ἀριστοτέλης δεδήλωκεν ἐν τῇ Ἀθηναίων πολιτείᾳ λέγων τοὺς πρυτάνεις συνάγειν τὴν βουλὴν καὶ τὸν δῆμον, τὴν μὲν βουλὴν ὁσημέραι, πλὴν ἐάν τις ἀφέσιμος ᾖ, τὸν δὲ δῆμον τετράκις τῆς πρυτανείας ἑκάστης. προγράφουσι δέ, φησί, καὶ κυρίαν ἐκκλησίαν, ἐν ᾗ δεῖ τὰς ἀρχὰς ἀποχειροτονεῖν οἳ δοκοῦσι μὴ καλῶς ἄρχειν· καὶ περὶ φυλακῆς δὲ τῆς χώρας. καὶ τὰς εἰσαγγελίας ἐν ταύτῃ τῇ ἡμέρᾳ τοὺς βουλομένους ποιεῖσθαί φησι καὶ τὰ ἑξῆς. ...

... κυρία ἐκκλησία, ... ἄμεινον οὖν Ἀριστοτέλει πείθεσθαι· τὰς γὰρ ἀρχὰς ἐν ταῖς κυρίαις ἐκκλησίαις φησὶν ἐπιχειροτονεῖσθαι καὶ τὰς εἰσαγγελίας τὸν βουλόμενον εἰσαγγέλλειν καὶ τὰ ἄλλα τῶν ἀναγκαίων χρηματίζειν καὶ περὶ σίτου καὶ φυλακῆς τῆς χώρας, καὶ τὰς ἀπογραφὰς τῶν δημευομένων ἀναγινώσκειν καὶ τὰς λήξεις τῶν κλήρων. ἐπὶ δὲ τῆς ἕκτης πρυτανείας πρὸς τοῖς εἰρημένοις καὶ περὶ τῆς ὀστρακοφορίας προχειροτονίαν δίδοσθαι εἰ δοκεῖ ἢ μή. ...

... ἐπιστάτης, ... δύο εἰσὶν οἱ καθιστάμενοι ἐπιστάται, ὧν ὁ μὲν ἐκ πρυτάνεων κληρούμενος, ὁ δὲ ἐκ τῶν προέδρων, ὧν ἑκάτερος τίνα διοίκησιν διοικεῖ δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ...

... ἐπιστάτης, οὗτος ἐκ τῶν πρυτάνεων ἐκληροῦτο. καὶ ἐπεστάτει νύκτα καὶ ἡμέραν μόνον, καὶ οὐκ ἐξῆν δεύτερον τὸν αὐτὸν γίνεσθαι. τὰς δὲ κλεῖς τῶν ἱερῶν ἐν οἷς ἀπέκειτο τὰ χρήματα καὶ τὰ γράμματα τῆς πόλεως ...

... ἐπιστάτης, τῶν πρυτάνεων εἷς ὁ λαχὼν ἐπιστάτης ἐλέγετο. δὶς δὲ τὸν αὐτὸν ἐπιστατῆσαι οὐκ ἐξῆν. φυλάσσει δὲ τοῦ ἱεροῦ τὰς κλεῖς ἐν ᾧ τὰ δημόσια χρήματα, ἔτι μὴν καὶ τὴν δημοσίαν σφραγῖδα. ἐπειδὰν δὲ οἱ πρυτάνεις συναγάγωσι τὴν βουλὴν ἢ τὸν δῆμον, ὁ ἐπιστάτης κληροῖ προέδρους ἐννέα, ἀπὸ φυλῆς ἑκάστης ἕνα πλὴν τῆς πρυτανευούσης. καὶ πάλιν ἐκ τῶν ἐννέα τούτων ἐπιστάτην ἕνα κληροῖ καὶ τὸ πρᾶγμα παραδίδωσιν, αὐτὸς δὲ εἰσάγει τὴν δίκην καὶ ἐπιμελεῖται κατὰ νόμον πάντα γενέσθαι καὶ μηδὲν παραλειφθῆναι πρὸς τὸ διδαχθῆναι τοὺς δικαστάς. ...

... προσενθυμητέον δὲ καὶ Τηλέφου τοῦ ὡς ἱστορεῖται Περγαμηνοῦ, ὅτι κατὰ τὴν ἐκείνου παράδοσιν νομική τις ἦν λέξις ἢ τεχνικὴ ἐν τοῖς μεθ᾿ Ὅμηρον ὁ ἐπιστάτης· γίνεται γάρ φησιν Ἀθήνησιν ἐκ τῶν πρυτάνεων εἷς ὃς ἐπιστατεῖ νύκτα καὶ ἡμέραν μίαν, καὶ πλείω χρόνον οὐκ ἔξεστιν οὐδὲ δὶς τὸν αὐτὸν γενέσθαι, τάς τε κλεῖς τῶν ἱερῶν ἐν οἷς τὰ χρήματά εἰσι φυλάττει καὶ τὰ γράμματα τῆς πόλεως καὶ τὴν δημοσίαν σφραγῖδα. κληροῖ δὲ καὶ προέδρους ἐξ ἑκάστης φυλῆς ἕνα πλὴν τῆς πρυτανευούσης καὶ πάλιν ἐκ τούτων ἐπιστάτην ἕνα. πρόεδροι ἐκληροῦντο τῶν πρυτάνεων καθ᾿ ἑκάστην πρυτανείαν εἷς ἐξ ἑκάστης φυλῆς πλὴν τῆς πρυτανευούσης, οἵτινες τὰ περὶ τὰς ἐκκλησίας διῴκουν. ἐκαλοῦντο δὲ πρόεδροι, ἐπειδήπερ προήδρευον τῶν ἄλλων ἁπάντων. ... ὅτι δ᾿ ὁ καλούμενος ἐπιστάτης κληροῖ αὐτούς, εἴρηκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ...

... πρόεδροι, οἱ τὰ περὶ τὰς ἐκκλησίας Ἀθήνησι διοικοῦντες. εἷς ἐκληροῦτο ὑπὸ τῶν πρυτάνεων καθ᾿ ἑκάστην ἐκκλησίαν ἐξ ἑκάστης φυλῆς· πρόεδροι δὲ ὅτι προεδρίαν εἶχον ἐν ταῖς ἐκκλησίαις. ...

... γραμματεύς, ... ὁ γραμματεὺς πῶς τε καθίστατο καὶ τί ἔπραττεν, ὡς τῶν γραμμάτων τ᾿ ἐστὶ κύριος καὶ τὰ ψηφίσματα τὰ γενόμενα φυλάττει καὶ τὰ ἄλλα πάντα ἀντιγράφεται καὶ παρακάθηται τῇ βουλῇ, δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ...

... γραμματεὺς ὁ κατὰ πρυτανείαν κληρωθεὶς ὑπὸ τῆς βουλῆς ἐπὶ τῷ τὰ γράμματα φυλάττειν καὶ τὰ ψηφίσματα, καὶ ἕτερος ἐπὶ τοὺς νόμους ὑπὸ τῆς βουλῆς χειροτονούμενος. ὁ δ᾿ ὑπὸ τοῦ δήμου αἱρεθεὶς γραμματεὺς ἀναγινώσκει τῷ τε δήμῳ καὶ τῇ βουλῇ. ἀντιγραφεὺς πρότερον μὲν αἱρετός, αὖθις δὲ κληρωτὸς ἦν καὶ πάντα ἀντεγράφετο παρακαθήμενος τῇ βουλῇ. δύο δ᾿ ἦσαν, ὁ μὲν τῆς βουλῆς, ὁ δὲ τῆς διοικήσεως. ...

... ἀντιγραφεύς, ὁ καθιστάμενος ἐπὶ τῶν καταβαλλόντων τινὰ τῇ πόλει χρήματα ὥστε ἀντιγράφεσθαι ταῦτα ... διττοὶ δὲ ἦσαν ἀντιγραφεῖς, ὁ μὲν τῆς διοικήσεως, ὥς φησι Φιλόχορος, ὁ δὲ τῆς βουλῆς, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ...

... γραμματεύς, οὗτος πράξεως μὲν οὐδεμιᾶς ἦν κύριος, ὑπανεγίνωσκε δὲ τῇ βουλῇ καὶ τῷ δήμῳ τὰ πραττόμενα. ὁ δ᾿ ἀντιγραφεὺς καὶ οὗτος ἀπὸ τοῦ γράφειν τὰ παρὰ τῇ βουλῇ ὠνόμασται. ...

... ἀποδέκται, ἀρχή τίς ἐστι παρ᾿ Ἀθηναίοις οἱ ἀποδέκται ... Ἀριστοτέλης δ᾿ ἐν τῇ Ἀθηναίων πολιτείᾳ δεδήλωκεν ὡς δέκα τε εἴησαν καὶ ὡς παραλαβόντες τὰ γραμματεῖα ἀπαλείφουσι τὰ καταβαλλόμενα χρήματα τῆς βουλῆς ἐναντίον ἐν τῷ βουλευτηρίῳ καὶ πάλιν ἀποδιδόασι τὰ γραμματεῖα τῷ δημοσίῳ. καὶ ἁπλῶς ἃ πράττουσι διασαφεῖ. ...

... ἀποδέκται, ἄρχοντες κληρωτοί, δέκα τὸν ἀριθμὸν κατὰ φυλήν εἰσιν, οἵτινες παρελάμβανον καὶ ἀπεδέχοντο τὰ γραμματεῖα τῶν ὀφειλόντων τῷ δημοσίῳ· διὰ τοῦτο γὰρ καὶ ἀποδέκται ἐκαλοῦντο. εἶτα ἐξήταζον τά τε ὀφειλόμενα καὶ τὰ ἀποδιδόμενα χρήματα σὺν τῇ βουλῇ καὶ ἐμέριζον εἰς ἃ χρὴ ἀναλίσκειν. ...

... ἀποδέκται, ἀρχὴ Ἀθήνησι τῶν ὑποδεχομένων τὰ χρήματα. ...

... ἀποδέκται δὲ ἦσαν δέκα οἳ τοὺς φόρους καὶ τὰς εἰσφορὰς καὶ τὰ τέλη ὑπεδέχοντο, καὶ τὰ περὶ τούτων ἀμφισβητούμενα ἐδίκαζον· εἰ δέ τι μεῖζον εἴη, εἰσῆγον εἰς δικαστήριον. πωληταὶ καὶ πωλητήριον: οἱ μὲν πωληταὶ ἀρχή τίς ἐστιν Ἀθήνησι, δέκα τὸν ἀριθμὸν ἄνδρες, εἷς ἐκ φυλῆς ἑκάστης. διοικοῦσι δὲ τὰ πιπρασκόμενα ὑπὸ τῆς πόλεως πάντα, τέλη καὶ μέταλλα καὶ μισθώσεις καὶ τὰ δημευόμενα καὶ φροντίζουσιν ὅπως ἡ τιμὴ τῶν πιπρασκομένων ἀποδοθῇ τῇ πόλει. Ὑπερίδης ἐν τῷ κατ᾿ Ἀρισταγόρας β. διείλεκται δὲ περὶ αὐτῶν καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ...

... πωληταί, οὗτοι τῶν ὀφειλόντων τῷ δημοσίῳ κατὰ προθεσμίαν καὶ μὴ ἀποδιδόντων ἐπίπρασκον τὰς οὐσίας. ὑπέκειντο δὲ τοῖς πωληταῖς καὶ ὅσοι τὸ διαγραφὲν ἀργύριον ἐν πολέμῳ μὴ εἰσέφερον, ἔτι καὶ οἱ ξενίας ἁλόντες, καὶ ὁ μέτοικος προστάτην οὐκ ἔχων, καὶ ὁ ἀποστασίου γραφείς· τούτων γὰρ τὰς οὐσίας πωλοῦντες παρακατέβαλλον εἰς τὸ δημόσιον. ...

... πωληταὶ τὰ τέλη πιπράσκουσι μετὰ τῶν ἐπὶ τὸ θεωρικὸν ᾑρημένων, καὶ τὰς τῶν ἐξ Ἀρείου πάγου μετὰ τὸν πρότερον λόγον φυγόντων οὐσίας καὶ τὰ δεδημευμένα. πρυτανεύει δ᾿ ἐξ αὐτῶν εἷς ὃς τὰ πωλούμενα βεβαιοῖ. ...

... ταμίαι, ... ἀρχή τις παρ᾿ Ἀθηναίοις ἦν οἱ ταμίαι, δέκα τὸν ἀριθμόν. παραλαμβάνουσι δ᾿ οὗτοι τό τε ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὰς νίκας καὶ τὸν ἄλλον κόσμον καὶ τὰ χρήματα ἐναντίον τῆς βουλῆς, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. εἰσὶ δέ τινες καὶ τῶν ἱερῶν τριήρων ταμίαι, ὡς ὁ αὐτὸς φιλόσοφός φησιν. ταμίαι· ἄρχοντές εἰσιν Ἀθήνησι κληρωτοὶ ἀπὸ τῶν πεντακοσιομεδίμνων, οἳ τὰ ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς ἐν ἀκροπόλει χρήματα ἱερά τε καὶ δημόσια φυλάττουσιν, ἀλλὰ καὶ αὐτὸ τὸ ἄγαλμα τῆς Ἀθηνᾶς καὶ τὸν κόσμον. εἰσὶ δὲ καὶ ἄλλοι ταμίαι, ἄρχοντες χειροτονητοὶ ἐπὶ τὰς ἱερὰς καὶ δημοσίας τριήρεις, ὁ μὲν ἐπὶ τὴν Πάραλον, ὁ δὲ ἐπὶ τὴν τοῦ Ἄμμωνος. ...

... ταμίαι τῆς θεοῦ κληρωτοὶ μὲν ἐκ πεντακοσιομεδίμνων ἦσαν, τὰ δὲ χρήματα παρελάμβανον τῆς βουλῆς παρούσης. ...

... ταμίας ἐκάλουν τοὺς ταῖς ἱεραῖς τριήρεσι λειτουργοῦντας. Πάραλος καὶ Σαλαμινία ...

... ταύτας τὰς τριήρεις εἶχον διὰ παντὸς πρὸς τὰς ἐπειγούσας ὑπηρεσίας, ἐφ᾿ αἷς καὶ ταμίαι τινὲς ἐχειροτονοῦντο· ἐχρῶντο δὲ αὐταῖς εἰ δέοι στρατηγὸν μεταπέμψασθαι κριθησόμενον, ὥσπερ Ἀλκιβιάδην. ἡ δὲ Πάραλος καὶ ἀπό τινος ἥρωος ἐπιχωρίου ἐκλήθη. τῆς μὲν Παράλου καὶ Σαλαμινίας ἐν τρίτῃ μνημονεύει Θουκυδίδης καὶ Ἀριστοφάνης ἐν Ὄρνισιν, Ἀριστοτέλης δὲ Ἀμμωνιάδα καὶ Πάραλον οἶδεκαὶ Δείναρχος ἐν τῷ κατὰ Τιμοκράτους. Φιλόχορος δὲ ἐν τῇ ϛ τέτταρας αὐτὰς οἶδε, πρώτας μὲν δύο Ἀμμωνιάδα καὶ Πάραλον, προσγενομένας δὲ Δημητριάδα καὶ Ἀντιγονίδα. ...

... Πάραλοι, ... Πάραλος δὲ τριήρης ἱερὰ καλεῖται, ἥτις διηνεκῶς ταῖς ἐπειγούσαις χρείαις ὑπηρετεῖ. ὁπότε δὲ ἐκ τῆς ἀλλοδαπῆς μεταπέμψασθαι στρατηγὸν ἐβούλοντο, ὥσπερ Ἀλκιβιάδην ἀπὸ Σικελίας, τῇ Σαλαμινίᾳ ἐχρῶντο. λέγεται δὲ ἡ αὐτὴ καὶ Ἀμμωνιάς. ὕστερον δὲ ἄλλαι δύο προσεγένοντο αὐταῖς, Ἀντιγονίς τε καὶ Δημητριάς ...

... Πάραλος, ἱερὰ τριήρης ὥσπερ καὶ ἡ Σαλαμινία. ἦσαν δὲ καὶ ἄλλαι τριήρεις δύο Ἀντιγονὶς καὶ Δημητριάς, ἔτι δὲ καὶ Ἀμμωνιάς· ἀλλ᾿ ἡ μὲν Πάραλος ἐπέμπετο πρὸς τὰς θεωρίας, εἴς τε Δῆλόν φημι καὶ Ὀλυμπίαν, ἡ δὲ Σαλαμινία πρὸς τὸ μεταπέμπεσθαι τοὺς ἐξ ἀλλοδαπῆς Ἀττικοὺς ἀδικεῖν δοκοῦντας. ἐπολέμουν δὲ ὅμως καὶ αὗται αἱ τριήρεις. ...

... Ἀμμωνίς, ἡ τοῦ Ἄμμωνος ἱερὰ τριήρης· Δείναρχος ἐν τῷ κατὰ Ἱμεραίου. ...

... Ἄμμωνος τριήρης, ἱερά τις ναῦς ἡ ἀπάγουσα τὰς θυσίας Ἄμμωνι Διΐ. ... καὶ Ἀμμωνιὰς ἐπειδὴ τῷ Ἄμμωνι δι᾿ αὐτῆς τὰς θυσίας ἔπεμπον. ...

... ἱεροποιοί, κληρωτοὶ ἄρχοντές εἰσι δέκα τὸν ἀριθμόν, οἳ τά τε μαντεύματα ἱεροθετοῦσι κἄν τι καλλιερῆσαι δέῃ καλλιεροῦσι μετὰ τῶν μάντεων καὶ θυσίας τὰς νομιζομένας ἐπιτελοῦσι καὶ τὰς πενταετηρίδας ἁπάσας διοικοῦσι πλὴν Παναθηναίων. ταῦτα δὲ Ἀριστοτέλης ἱστορεῖ ἐν τῇ Ἀθηναίων πολιτείᾳ. ...

... ἱεροποιοί. δέκα ὄντες οὗτοι ἔθυον θυσίας τὰς νομιζομένας καὶ πεντετηρίδας διοικοῦσι τὴν εἰς Δῆλον, τὴν ἐν Βραυρῶνι, τὴν τῶν Ἡρακλείων, τὴν Ἐλευσῖνι. ...

... εὐθῦναι, ... εὐθύνης ὄνομα ἀρχῆς παρ᾿ Ἀθηναίοις. δέκα τὸν ἀριθμὸν ἦσαν ἄνδρες, παρ᾿ οἷς ἐδίδοσαν οἱ πρεσβεύσαντες ἢ ἄρξαντες ἢ διοικήσαντές τι τῶν δημοσίων τὰς εὐθύνας. διείλεκται περὶ αὐτῶν Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. ...

... εὔθυνος, ἀρχὴ ἦν τις. ἐξ ἑκάστης δὲ φυλῆς ἕνα κληροῦσι· τούτῳ δὲ δύο παρέδρους. ...

... λογισταὶ καὶ λογιστήρια, ἀρχή τις παρ᾿ Ἀθηναίοις οὕτω καλουμένη· εἰσὶ δὲ τὸν ἀριθμὸν δέκα, οἳ τὰς εὐθύνας τῶν διῳκημένων ἐκλογίζονται ἐν ἡμέραις λ, ὅταν τὰς ἀρχὰς ἀποθῶνται οἱ ἄρχοντες. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. διείλεκται περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ, ἔνθα δείκνυται ὅτι διαφέρουσι τῶν εὐθυνῶν.

... λογισταί, ἄρχοντές εἰσι κληρωτοί, δέκα τὸν ἀριθμόν, ἐφ᾿ ὧν πάντες οἱ ἄρξαντες ἀρχὴν ἡντινοῦν λόγον ἀπέφερον τῶν διῳκημένων. ...

... λογισταί. καὶ τούτους ἡ βουλὴ κληροῖ κατ᾿ ἀρχὴν ὡς παρακολουθεῖν τοῖς διοικοῦσιν. ...

... εὐθύνας, κυρίως ἃς εἰσάγουσιν οἱ λογισταὶ πρὸς τοὺς δόξαντας μὴ ὀρθῶς ἄρξαι τῆς πόλεως ἢ πρεσβεῦσαι κακῶς· καὶ τὰ δικαστήρια μὲν οἱ λογισταὶ κληροῦσι, κατηγορεῖ δὲ ὁ βουλόμενος· καὶ τοῖς δικασταῖς ἐφεῖται τιμᾶσθαι τοῖς ἁλοῦσιν. ...

... οἱ λογισταὶ τὰς εὐθύνας ἁπάσας εἰσῆγον. λογισταὶ καὶ συνήγοροι ...

... Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ οὕτως λέγει «λογισταὶ δὲ αἱροῦνται δέκα, παρ᾿ οἷς διαλογίζονται πᾶσαι αἱ ἀρχαὶ τά τε λήμματα καὶ τὰς γεγενημένας δαπάνας. καὶ ἄλλοι δέκα συνήγοροι, οἵτινες συνανακρίνουσι τούτοις. καὶ οἱ τὰς εὐθύνας διδόντες παρὰ τούτοις ἀνακρίνονται πρῶτον, εἶτα ἐφίενται εἰς τὸ δικαστήριον, εἰς ἕνα καὶ φ. ...

... κληρωτοὺς δὲ γενομένους δέκα συνηγόρους Ἀριστοτέλης φησίν. ...

... εὐθῦναι, οἱ ἀπολογισμοὶ τῶν ἀρξάντων· καὶ εὔθυνοι οἱ τούτους ἀνακρίνοντες. ...

... ἀστυνόμος, ... δέκα φησὶν εἶναι τοὺς ἀστυνόμους Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ, πέντε μὲν ἐν Πειραιεῖ, πέντε δ᾿ ἐν ἄστει. τούτοις δέ φησι μέλειν περί τε τῶν αὐλητρίδων καὶ ψαλτριῶν καὶ τῶν κοπρολόγων καὶ τῶν τοιούτων. ...

... ἀγορανόμοι, οἱ τὰ κατὰ τὴν ἀγορὰν ὤνια διοικοῦντες ἄρχοντες ... Ἀριστοτέλης δ᾿ ἐν Ἀθηναίων πολιτείᾳ κληροῦσθαί φησι πέντε μὲν εἰς Πειραιᾶ, πέντε δὲ εἰς ἄστυ. ...

... ἐπιμελητὴς ἐμπορίου, ... Ἀριστοτέλης «ἐμπορίου δ᾿ ἐπιμελητὰς δέκα κληροῦσιν· τούτοις δὲ προστέτακται τῶν τε ἐμπορίων ἐπιμελεῖσθαι καὶ τοῦ σίτου τοῦ καταπλέοντος εἰς τὸ Ἀττικὸν ἐμπόριον τὰ δύο μέρη τοὺς ἐμπόρους ἀναγκάζειν εἰς τὸ ἄστυ κομίζειν». σιτοφύλακες ...

... σιτοφύλακες, ἀρχή τις ἦν Ἀθήνησιν, ἥτις ἐπεμελεῖτο ὅπως ὁ σῖτος δικαίως πραθήσεται καὶ τὰ ἄλφιτα καὶ οἱ ἄρτοι. ἦσαν δὲ τὸν ἀριθμὸν ιε, ι μὲν ἐν ἄστει, ε δ᾿ ἐν Πειραιεῖ, ὡς Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ...

... σιτοφύλακες, ἀρχή τις ... ἄρτοι. ἦσαν δὲ τὸν ἀριθμὸν πάλαι μὲν πεντεκαίδεκα, ι ἐν ἄστει, πέντε δὲ ἐν Πειραιεῖ· ὕστερον δὲ λ μὲν ἐν ἄστει, ι δὲ ἐν Πειραιεῖ. ...

... σιτοφύλακες, ἄρχοντες Ἀθήνησι κληρωτοί. οὗτοι δ᾿ ἐπεμελοῦντο ὅπως ὁ σῖτος δικαίως πραθήσεται καὶ τὰ ἄλφιτα καὶ οἱ ἄρτοι κατὰ τὰς ὡρισμένας τιμὰς καὶ τὸν σταθμόν. ...

... μετρονόμοι, ἀρχή τις Ἀθήνησίν ἐστιν ἡ τῶν μετρονόμων ... ἦσαν δὲ τὸν ἀριθμὸν ιε, εἰς μὲν τὸν Πειραιᾶ ε, ιδ᾿ εἰς ἄστυ· εἶχον δὲ τὴν ἐπιμέλειαν ὅπως δίκαια εἴη τὰ μέτρα τῶν πωλούντων, ὡς καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ δηλοῖ. ...

... μετρονόμοι ἄρχοντες ἦσαν δέκα τὸν ἀριθμόν, ὧν πέντε μὲν ἐν ἄστει, πέντε δ᾿ ἐν Πειραιεῖ· καὶ εἶχον τὴν ἐπιμέλειαν ὅπως δίκαια ᾖ τὰ μέτρα τῶν πωλούντων. ...

... κατὰ δήμους δικαστάς, ... περὶ τῶν κατὰ δήμους δικαστῶν, ὡς πρότερον μὲν ἦσαν τριάκοντα καὶ κατὰ δήμους περιιόντες ἐδίκαζον, εἶτα ἐγένοντο τετταράκοντα, εἴρηκεν Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. ...

... οἱ δὲ τετταράκοντα πρότερον μὲν ἦσαν τριάκοντα, οἳ περιιόντες κατὰ δήμους τὰ μέχρι δραχμῶν δέκα ἐδίκαζον, τὰ δὲ ὑπὲρ ταῦτα διαιτηταῖς παρεδίδοσαν· μετὰ δὲ τὴν τῶν τριάκοντα ὀλιγαρχίαν μίσει τοῦ ἀριθμοῦ τοῦ τριάκοντα τετταράκοντα ἐγένοντο. ...

... τετταράκοντα, κληρωτή τις ἦν Ἀθήνησιν ἀρχὴ μ τὸν ἀριθμόν, οἳ τὰς ἰδιωτικὰς δίκας ἐδίκαζον· ἀλλὰ τὰς μὲν ἄχρι δέκα δραχμῶν αὐτοτελεῖς ἦσαν δικάζειν, τὰς δὲ ὑπὲρ ταύτας τοῖς διαιτηταῖς παρεδίδουν. ...

... ἀρχή τίς ἐστι κληρωτὴ τεσσαράκοντα τὸν ἀριθμὸν πρὸς οὓς αἱ ἴδιαι δίκαι ἐλαγχάνοντο καὶ τὰ μέχρι δέκα δραχμῶν. τὰ δ᾿ ὑπὲρ τοῦτο τὸ τίμημα τοῖς διαιτηταῖς παραδιδόασιν. ...

... οἱ τεσσαράκοντα ... οὗτοι, ἕως ἦσαν οἱ τριάκοντα, ἕως δέκα δραχμῶν ἐδίκαζον κατὰ δήμους. ...

... διαιτηταί, ... εἰσὶ δὲ οἱ διαιτηταὶ ἕτεροι τῶν δικαστῶν· οὗτοι μὲν γὰρ ἐν δικαστηρίοις ἐδίκαζον ἀποδεδειγμένοις καὶ τὰς ἀπὸ τῶν διαιτητῶν ἐφεσίμους ἔκρινον, οἱ δὲ διαιτηταὶ πρότερον κλήρῳ λαχόντες ἢ ἐπιτρεψάντων αὐτοῖς τῶν κρινομένων τοῖς κρινομένοις διῄτων. καὶ εἰ μὲν ἤρεσκε τοῖς ἀντιδίκοις, τέλος εἶχεν ἡ δίκη· εἰ δὲ μή, τὰ ἐγκλήματα καὶ τὰς προκλήσεις καὶ τὰς μαρτυρίας, ἔτι δὲ καὶ τοὺς νόμους καὶ τὰς ἄλλας πίστεις ἑκατέρων ἐμβαλόντες εἰς καδίσκους καὶ σημηνάμενοι παρεδίδοσαν τοῖς εἰσαγωγεῦσι τῶν δικῶν. λέγει δὲ περὶ αὐτῶν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ...

... διαιτηταὶ δ᾿ ἐκ τῶν ὑπὲρ ἑξήκοντα ἔτη γεγονότων ἐκληροῦντο, καὶ ἐπεκληροῦντο αὐτοῖς αἱ δίαιται, καὶ ἀτιμία ἀφώριστο τῷ μὴ διαιτήσαντι τὴν ἐπικληρωθεῖσαν δίαιταν. διῄτων δ᾿ ἐν ἱεροῖς. πάλαι δ᾿ οὐδεμία δίκη πρὶν ἐπὶ διαιτητὰς ἐλθεῖν εἰσήγετο. ἔλεγον δὲ ἐπιτρέψαι δίαιταν καὶ ἡ δίαιτα ἐκαλεῖτο ἐπιτροπή. ἡ δ᾿ ἔφεσις αὐτῶν εἰ εἰς δικαστήριον γένοιτο, εἰς ἐχῖνον τὰς ψήφους ἐμβαλόντες ἰδίᾳ ἑκατέρας τὰς τοῦ φεύγοντος καὶ διώκοντος κατεσημαίνοντο. ...

... διαιτηταί, Ἀθήνησιν ἕτεροί τινες τῶν δικαστῶν, οἷς ἐπέτρεπον οἱ ἀμφισβητοῦντες τὰ ἐγκλήματα, καὶ αὐτοὶ διῄτων· εἰ δὲ μή, ἀνέπεμπον ἐπὶ τοὺς δικαστάς. οἱ δὲ περὶ ἑξήκοντα ἔτη γεγονότες διῄτων. ...

... διαιτηταὶ τίνες εἰσί, κριταί. ἦσαν γὰρ διαιτηταί τινες τῶν ἰδιωτικῶν κριταί. εἰ δέ τινες μὴ ἐπείθοντο τοῖς διαιτηθεῖσιν αὐτοῖς, εἰσῆγον αὐτοὺς εἰς δικαστήριον. ἐγίνοντο δὲ διαιτηταὶ πάντες Ἀθηναῖοι οἷς ἑξηκοστὸν ἔτος ἦν. τὸν δὲ ἀδικοῦντα διαιτητὴν ἐξῆν εἰσαγγέλλειν, καὶ εἴ τις ἑάλω ἀτιμία ἦν τὸ ἐπιτίμιον. ...

... ἐχῖνος, ἔστι μὲν ἄγγος τι εἰς ὃ τὰ γραμματεῖα τὰ πρὸς τὰς δίκας ἐτίθεντο. ... μνημονεύει τοῦ ἄγγους τούτου καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ καὶ Ἀριστοφάνης Δαναΐσιν. ...

... ἐχῖνοι, οἱ μὲν χαλκοῖ, οἱ δὲ ἐκ κεράμου· εἰς οὓς καθιᾶσιν οἱ διαιτηταὶ τὰ γραμματεῖα τῶν μαρτυριῶν ἅ τινες ἐμαρτύρησαν, καὶ κατασημηνάμενοι μετὰ ταῦτα εἰ ἐγκληθείη ἡ δίαιτα τοῖς δικασταῖς ἐπεδίδουν. ...

... ἐχῖνος, καδίσκος τίς ἐστι χαλκοῦς, εἰς ὃν αἵ τε μαρτυρίαι καὶ αἱ προκλήσεις ἔγγραφοι ἐνεβάλλοντο ὑπὸ τῶν δικαζομένων· καὶ κατεσημαίνοντο ἵνα μηδεὶς κακουργήσῃ περὶ τὰ ἐμβαλλόμενα. ...

... ἔφεσις δέ ἐστιν ὅταν τις ἀπὸ διαιτητῶν ἢ ἀρχόντων ἢ δημοτῶν ἐπὶ δικαστὴν ἐφῇ, ἢ ἀπὸ βουλῆς ἐπὶ δῆμον, ἢ ἀπὸ δήμου ἐπὶ δικαστήριον, ἢ ἀπὸ δικαστῶν ἐπὶ ξενικὸν δικαστήριον· ἐφέσιμος δ᾿ ὠνομάζετο ἡ δίκη. αὗται δὲ καὶ ἔκκλητοι δίκαι ἐκαλοῦντο. τὸ δὲ παρακαταβαλλόμενον ἐπὶ τῶν ἐφέσεων, ὅπερ οἱ νῦν παραβόλιον καλοῦσι, παράβολον Ἀριστοτέλης λέγει. ...

... ἐπὶ Παλλαδίῳ, Δημοσθένης ἐν τῷ κατ᾿ Ἀριστοκράτους, ὡς καὶ Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ, ἐν ᾧ δικάζουσιν ἀκουσίου φόνου καὶ βουλεύσεως οἱ ἐφέται. ...

... ἐπὶ Παλλαδίῳ, δικαστήριον ἔνθα ἐδίκαζον οἱ ἐφέται τοῖς ἀκουσίων φόνων δικαζομένοις. ἐδίκαζον δὲ κατὰ Παυσανίαν ἐκεῖ ἀκουσίου φόνου οἱ ἐφέται. ...

... ἐγκλήματος ὄνομα ... ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθεὶς ἐάν τε μή. ... μάρτυς Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην ἐπὶ Πολλαδίῳ λέγων εἶναι τὰς δίκας, Δείναρχος δὲ ἐν τῷ κατὰ Πιστίου ἐν Ἀρείῳ πάγῳ. Ἀριστοτέλης δ᾿ ἐν τῇ Ἀθηναίων πολιτείᾳ τῷ Ἰσαίῳ συμφωνεῖ. ...

... ἐπὶ Δελφινίῳ, δικαστήριόν ἐστιν οὕτω καλούμενον Ἀθήνησι. δικάζονται δὲ ἐνταῦθα οἱ ὁμολογοῦντες μὲν ἀπεκτονέναι δικαίως δὲ πεποιηκέναι τοῦτο λέγοντες, ὡς Δημοσθένης ἐν τῷ κατ᾿ Ἀριστοκράτους δηλοῖ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. ...

... οὓς ὡμολόγει μὲν ἀποκτεῖναι, δικαίως δ᾿ ἔφη τοῦτο δεδρακέναι. ...

... δικαστήρια, δικαστήριον Ἀθήνησιν ἐπὶ τῶν ὁμολογούντων φασὶ δεδρακέναι μὲν φόνον, κατὰ νόμους δέ. ...

... ὁ δὲ Χάρων τὸ ξύμβολον, περὶ τοῦ παραδιδομένου τοῖς εἰσιοῦσιν εἰς τὸ δικαστήριον συμβόλου Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ οὕτω γράφει «τοῖς γὰρ δικαστηρίοις χρῶμα ἐπιγέγραπται ἐφ᾿ ἑκάστῳ ἐπὶ τῷ σφηκίσκῳ τῆς εἰσόδου. ὁ δὲ λαβὼν τὴν βακτηρίαν βαδίζει εἰς δικαστήριον τὸ ὁμόχρουν μὲν τῇ βακτηρίᾳ, ἔχον δὲ τὸ αὐτὸ γράμμα ὅπερ ἐν τῇ βαλάνῳ. ἐπειδὰν δὲ εἰσέλθῃ, παραλαμβάνει σύμβολον δημοσίᾳ παρὰ τοῦ εἰληχότος ταύτην τὴν ἀρχήν». τοὺς τρεῖς ὀβολούς: τὸν φόρον λέγει, ἀφ᾿ ὧν ἐδίδοτο τὸ τριώβολον. τοῦτο δὲ ἄλλοτε ἄλλως ἐδίδοτο, τῶν δημαγωγῶν τὰ πλήθη κολακευόντων, ὥς φησιν Ἀριστοτέλης ἐν πολιτείας ἦν μὲν γὰρ ἄστατον τὸ τοῦ μισθοῦ· ποτὲ γὰρ διωβόλου ἦν, ἐγίνετο δὲ ἐπὶ Κλέωνος τριώβολον. ...

... τετρωβολίζων, τὸ δικαστικὸν τετρώβολον λαμβάνων· ἐγένετο γὰρ καὶ τοσοῦτόν ποτε. ...

... δικαστικόν, Ἀριστοφάνης ἐν Ὥραις τριώβολόν φησιν εἶναι· οὐ μέντοι ἕστηκεν, ἀλλ᾿ ἄλλοτε ἄλλως ἐδίδοτο. ...

... τὸ δικαστικόν, ὅπερ καὶ τριώβολον καὶ δύ᾿ ὀβολὼ καὶ ὀβολὸς ἦν Ἀττικός. ὑπὲρ τὰ Καλλικράτους: ... Ἀριστοτέλης δέ φησιν ἐν τῇ Ἀθηναίων πολιτείᾳ Καλλικράτην τινὰ πρῶτον τῶν δικαστῶν τοὺς μισθοὺς εἰς ὑπερβολὴν αὐξῆσαι, ὅθεν καὶ τὴν παροιμίαν εἰρῆσθαι. ...

... διαμεμετρημένη ἡμέρα, μέτρον τί ἐστιν ὕδατος πρὸς μεμετρημένον ἡμέρας διάστημα ῥέον. ἐμετρεῖτο δὲ τῷ Ποσειδεῶνι μηνί. πρὸς δὴ τοῦτο ἠγωνίζοντο οἱ μέγιστοι καὶ περὶ τῶν μεγίστων ἀγῶνες. διενέμετο δὲ εἰς τρία μέρη τὸ ὕδωρ, τὸ μὲν τῷ διώκοντι τὸ δὲ τῷ φεύγοντι, τὸ δὲ τρίτον τοῖς δικάζουσι. ταῦτα δὲ σαφέστατα αὐτοὶ οἱ ῥήτορες δεδηλώκασιν ... Ἀριστοτέλης δ᾿ ἐν τῇ Ἀθηναίων πολιτείᾳ διδάσκει περὶ τούτων. ...

... τετρυπημένη, ... Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ γράφει ταυτί «ψῆφοι δέ εἰσι χαλκαῖ αὐλίσκον ἔχουσαι ἐν τῷ μέσῳ, αἱ μὲν ἡμίσειαι τετρυπημέναι, αἱ δὲ ἡμίσειαι πλήρεις. οἱ δὲ λαχόντες ἐπὶ τὰς ψήφους, ἐπειδὰν εἰρημένοι ὦσιν οἱ λόγοι, παραδιδόασιν ἑκάστῳ τῶν δικαστῶν δύο ψήφους, τετρυπημένην καὶ πλήρη, φανερὰς ὁρᾶν τοῖς ἀντιδίκοις ἵνα μήτε πλήρεις μήτε τετρυπημένας λαμβάνωσιν». ...

... τετρυπημένη ψῆφος, τῶν ψήφων οὐσῶν χαλκῶν καὶ αὐλίσκον ἐχουσῶν αἱ μὲν ἦσαν τετρυπημέναι ὅσαι καὶ κατεψηφίσαντο, αἱ δὲ πλήρεις ἀτρύπητοι ὅσαι ἠφίεσαν τοὺς κρινομένους. ...

... ἴσαι αἱ ψῆφοι αὐτῶν ἐγένοντο δὲ ἴσαι ψῆφοι, ὡς Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ· «καὶ ἦσαν τοῦ μὲν διώκοντος αἱ τετρυπημέναι, τοῦ δὲ φεύγοντος αἱ πλήρεις· ὁποτέρῳ δ᾿ ἂν πλείους γένωνται, οὗτος ἐνίκα· ὅτε δὲ ἴσαι, ὁ φεύγων ἀπέφυγεν», ὡς καὶ Θεοδέκτης ἐν τῇ Σωκράτους ἀπολογίᾳ. ...

... κημόν, ... κημὸς ὁ ἐπὶ τοῦ καδίσκου εἰς ὃν τὰς ψήφους καθίεσαν ἐν τοῖς δικαστηρίοις. Κρατῖνος δὲ αὐτὸν ἐν νόμοις σχοίνινον ἠθμὸν καλεῖ. τοιοῦτος γὰρ ἐγίνετο καὶ ἦν παρόμοιος χώνῃ, ὡς καὶ Σοφοκλῆς ἐν Ἰνάχῳ. ὕστερον δὲ ἀμφορεῖς δύο ἵσταντο ἐν τοῖς δικαστηρίοις, ὁ μὲν χαλκοῦς, ὁ δὲ ξύλινος· καὶ ὁ μὲν κύριος ἦν, ὁ δὲ ἄκυρος. ἔχει δὲ καὶ ὁ χαλκοῦς, ὥς φησιν Ἀριστοτέλης, διεῤῥινημένον ἐπίθημα εἰς τὸ αὐτὴν μόνην τὴν ψῆφον καθίεσθαι· πρὸς τοῦτο οὖν ὁ κημός. ...

... ψήφους δ᾿ εἶχον χαλκᾶς δύο, τετρυπημένην καὶ ἀτρύπητον, καὶ κάδον ᾧ κημὸς ἐπέκειτο δι᾿ οὗ καθίετο ἡ ψῆφος. αὖθις δὲ δύο ἀμφορεῖς, ὁ μὲν χαλκοῦς ὁ δὲ ξύλινος, ὁ μὲν κύριος ὁ δὲ ἄκυρος· τῷ δὲ χαλκῷ ἐπῆν ἐπίθημα μιᾷ ψήφῳ χώραν ἔχον. ...

... παίδων τοίνυν δοκιμαζομένων, πρὸς τὸ ἔθος. Ἀριστοτέλης δέ φησιν ὅτι ψήφῳ οἱ ἐγγραφόμενοι δοκιμάζονται, νεώτεροι μὴ ἐτῶν ιη' εἶεν. ...

... περίπολος, ... Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ περὶ τῶν ἐφήβων λέγων φησὶν οὕτως «τὸν δεύτερον ἐνιαυτὸν ἐκκλησίας ἐν τῷ θεάτρῳ γενομένης ἀποδειξάμενοι τῷ δήμῳ περὶ τὰς τάξεις καὶ λαβόντες ἀσπίδα καὶ δόρυ παρὰ τοῦ δήμου περιπολοῦσι τὴν χώραν καὶ διατρίβουσιν ἐν τοῖς φυλακτηρίοις». ...

... στρατεία ἐν τοῖς ἐπωνύμοις, ... τίς ἦν ἡ ἐν τοῖς ἐπωνύμοις στρατεία δεδήλωκεν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ λέγων «εἰσὶ γὰρ ἐπώνυμοι δέκα μὲν οἱ τῶν φυλῶν, δύο δὲ καὶ τεσσαράκοντα οἱ τῶν ἡλικιῶν. οἱ δὲ ἔφηβοι ἐγγραφόμενοι πρότερον μὲν εἰς λελευκωμένα γραμματεῖα ἐνεγράφοντο, καὶ ἐπεγράφοντο αὐτοῖς ὅ τε ἄρχων ἐφ᾿ οὗ ἐνεγράφησαν ὁ ἐπώνυμος καὶ ὁ τῷ προτέρῳ ἔτει δεδιῳκηκώς· νῦν δὲ εἰς τὴν βουλὴν ἀναγράφονται». καὶ μετ᾿ ὀλίγα «χρῶνται δὲ τοῖς ἐπωνύμοις καὶ πρὸς τὰς στρατείας, καὶ ὅταν ἡλικίαν ἐκπέμπωσι, προγράφουσιν ἀπὸ τίνος ἄρχοντος ἐπωνύμου μέχρι τίνος δεῖ στρατεύεσθαι». ...

... ἐπώνυμοι, ... διττοί εἰσιν οἱ ἐπώνυμοι, οἱ μὲν ι τὸν ἀριθμὸν ἀφ᾿ ὧν αἱ φυλαί, ἕτεροι δὲ β καὶ μ ἀφ᾿ ὧν αἱ ἡλικίαι προσαγορεύονται τῶν πολιτῶν καθ᾿ ἕκαστον ἔτος ἀπὸ ιη' ἐτῶν μέχρις ξ'. ...

... ἐπώνυμοι, διττοί εἰσιν οὗτοι, οἱ μὲν λεγόμενοι τῶν ἡλικιῶν· καὶ εἰσὶ δύο καὶ τεσσαράκοντα οἳ καλοῦνται καὶ λήξεων ἐπώνυμοι· οἱ δὲ δέκα ἀφ᾿ ὧν αἱ φυλαὶ προσηγορεύθησαν, οἷον Ἐρεχθεύς, Αἰγεύς, Πανδίων, Λεώς, Ἀκάμας, Οἰνεύς, Κέκροψ, Ἱπποθόων, Αἴας, Ἀντίοχος. ταῦτα δὲ τὰ δέκα ὀνόματα ἀπόροις ὁ Πύθιος εἵλετο, Κλεισθένους οὕτω διαταξαμένου τὸ πᾶν πλῆθος εἰς δέκα φυλάς. ...

... ἐπώνυμοι δέκα ἀφ᾿ ὧν ἐκλήθησαν αἱ φυλαί, τοῦ θεοῦ τοῦτο χρήσαντος· ἦσαν δὲ οὗτοι Ἐρεχθεύς, Αἰγεύς, Ἀργώδων , Λεώς ... Ἀντίοχος, Αἴας. τούτους γὰρ ἐξ ὀνομάτων ἑκατὸν ὁ θεὸς ἐξελέξατο. ...

... ἀδύνατοι, ... οἱ ἐντὸς τριῶν μνῶν κεκτημένοι τὸ σῶμα πεπηρωμένοι. ἐλάμβανον δὲ οὗτοι δοκιμασθέντες ὑπὸ τῆς βουλῆς δύο ὀβολοὺς τῆς ἡμέρας ἑκάστης ἢ ὀβολόν, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ. ... ἔστι δὲ καὶ λόγος τις ὡς Λυσίου περὶ τοῦ ἀδυνάτου ἐν ᾧ ὡς ὀβολὸν λαμβάνοντος μέμνηται. ...

... ἀδύνατοι, οἱ μέρος τι βεβλαμμένοι τοῦ σώματος ὡς μηδὲ ἐργάζεσθαι· οἳ καὶ ἐχορηγοῦντο τὰ πρὸς τὸ ζῆν παρὰ τῆς πόλεως, μισθοφορούντων αὐτῶν ὡς ἐντὸς τριῶν μνῶν περιουσίαν κεκτημένων. ἐδοκιμάζοντο δὲ οἱ ἀδύνατοι ὑπὸ τῆς τῶν πεντακοσίων βουλῆς καὶ ἐλάμβανον τῆς ἡμέρας, ὡς μὲν Λυσίας ὀβολὸν ἕνα ... Ἀριστοτέλης δὲ δύο ἔφη. ...

... ἀδύνατοι, οἱ ἐντὸς κεκτημένοι τριῶν μνῶν παρὰ Ἀττικοῖς. ἐλάμβανον δὲ παρὰ τῆς βουλῆς δύο ὀβολούς. ...

... Ὅτι νόμος ἐστὶν ὑπὲρ τεσσαράκοντα ἔτη γενόμενον χορηγεῖν παισὶν Αἰσχίνης τε ἐν τῷ κατὰ Τιμάρχου φησὶ καὶ Ἀριστοτέλης ἐν τῇ Ἀθηναίων πολιτείᾳ. ...


Αἰγινητῶν πολιτεία

... Ἀριστοτέλης δ᾿ ἐν Αἰγινητῶν πολιτείᾳ καὶ παρὰ τούτοις φησὶ γενέσθαι ἑπτὰ καὶ τεσσαράκοντα μυριάδας δούλων. ...

... οὕτω γὰρ ἐπλήθυναν οἱ Αἰγινῆται, ὡς τεσσαράκοντα ἑπτὰ μυριάδας οἰκετῶν κτήσασθαι, ὥς φησιν Ἀριστοτέλης. ...


Αἰτωλῶν πολιτεία

... ὅτι δὲ πλάνητες οἱ Λέλεγες καὶ μετ᾿ ἐκείνων τῶν Καρῶν καὶ χωρὶς καὶ ἐκ παλαιοῦ καὶ αἱ Ἀριστοτέλους πολιτεῖαι δηλοῦσιν. ἐν μὲν γὰρ τῇ Ἀκαρνάνων φησὶ τὸ μὲν ἔχειν αὐτῆς Κουρῆτας, τὸ δὲ προσεσπέριον Λέλεγας, εἶτα Τηλεβόας. ἐν δὲ τῇ τῶν Αἰτωλῶν τοὺς νῦν Λοκροὺς Λέλεγας καλεῖ, κατασχεῖν δὲ καὶ τὴν Βοιωτίαν αὐτούς φησιν. ὁμοίως δὲ καὶ ἐν τῇ Ὀπουντίων καὶ Μεγαρέων. ἐν δὲ τῇ Λευκαδίων καὶ αὐτόχθονά τινα Λέλεγα ὀνομάζει, τούτου δὲ θυγατριδοῦν Τηλεβόαν, τοῦ δὲ παῖδας δύο καὶ εἴκοσι Τηλεβόας, ὧν τινας οἰκῆσαι τὴν Λευκάδα. ...


Ἀκαρνάνων πολιτεία

... ἐν μὲν γὰρ τῇ Ἀκαρνάνων πολιτείᾳ Ἀριστοτέλης φησὶ τὸ μὲν ἔχειν αὐτῆς Κουρῆτας, τὸ δὲ προσεσπέριον Λέλεγας, εἶτα Τηλεβόας. παγκρατίου στόλῳ ...

... Ἀριστοτέλης δὲ Λεύκαρόν φησι τὸν Ἀκαρνᾶνα πρῶτον ἔντεχνον τὸ παγκράτιον ποιῆσαι. ...


Ἀκραγαντίνων πολιτεία

... Ἀριστοτέλης δὲ ἐν μὲν Ἀκραγαντίνων πολιτείᾳ προειπὼν ὡς ἐζημίουν πεντήκοντα λίτρας, ἐπάγει «ἡ δὲ λίτρα δύναται ὀβολὸν Αἰγιναῖον». ...

... καὶ μὴν ἐν Ἀκραγαντίνων πολιτείᾳ φησὶν Ἀριστοτέλης ζημιοῦσθαί τινας τριάκοντα λίτρας, δύνασθαι δὲ τὴν λίτραν ὀβολὸν Αἰγιναῖον. ...

... λίτρα, = ὀβολός. ...


Ἀμβρακιωτῶν πολιτεία

... Δεξαμεναί, μέρος τῆς Ἀμβρακίας, ἀπὸ Δεξαμενοῦ τοῦ Μεσόλου παιδὸς καὶ Ἀμβρακίας τῆς θυγατρὸς Φόρβαντος τοῦ Ἡλίου. τὸ ἐθνικὸν Δεξαμεναῖος, ὡς Ἀριστοτέλης φησὶν ἐν τῇ Ἀμβρακιωτῶν πολιτείᾳ. ...


Ἀντανδρίων πολιτεία

... Ἄντανδρος, πόλις ὑπὸ τὴν Ἴδην πρὸς τῇ Μυσίᾳ τῆς Αἰολίδος, ἀπὸ Ἀντάνδρου τοῦ στρατηγοῦ Αἰολέων. τὸ ἐθνικὸν Ἀντάνδριος. Ἀριστοτέλης φησὶ ταύτην ὠνομάσθαι Ἠδωνίδα διὰ τὸ Θρᾷκας Ἠδωνοὺς ὄντας οἰκῆσαι, καὶ Κιμμερίδα Κιμμερίων ἐνοικούντων ἑκατὸν ἔτη. ...


Ἀργείων πολιτεία

... εἴη δ᾿ ἂν καὶ φείδων τι ἀγγεῖον ἐλαιηρὸν ἀπὸ τῶν Φειδωνίων μέτρων ὠνομασμένων, ὑπὲρ ὧν ἐν Ἀργείων πολιτείᾳ Ἀριστοτέλης λέγει. ...

... τὸ μέντοι τῶν ὀβολῶν ὄνομα οἱ μὲν ὅτι πάλαι βουπόροις ὀβελοῖς ἐχρῶντο πρὸς τὰς ἀμοιβάς, ὧν τὸ ὑπὸ τῇ δρακὶ πλῆθος ἐδόκει καλεῖσθαι δραχμή, τὰ δ᾿ ὀνόματα καὶ τοῦ νομίσματος μεταπεσόντος εἰς τὴν νῦν χρείαν ἐνέμεινον ἐκ τῆς μνήμης τῆς παλαῖας· Ἀριστοτέλης δὲ ταὐτὸν λέγων ἐν Σικυωνίων πολιτείᾳ σμικρόν τι καινοτομεῖ ... ... σιδηρῷ δὲ νομίσματι καὶ Λακεδαιμόνιοι χρῶνται, ἐκ πολλοῦ ὄγκου ὀλίγον δυναμένῳ· ὄξει δ᾿ αὐτοῦ τὴν ἀκμὴν εἰς τὸ ἄστομον κατασβεννύουσιν. ...

... τοῦτο δ᾿ ἦν σιδηροῦν τὸ πάτριον τῶν Σπαρτιατῶν νόμισμα, πρῶτον μὲν ὄξει καταβαπτόμενον ἐκ πυρός, ὅπως μὴ καταχαλκεύοιτο ἀλλὰ διὰ τὴν βαφὴν ἄστομον καὶ ἀδρανὲς γένοιτο, ἔπειτα βαρύσταθμον καὶ δυσπαρακόμιστον καὶ ἀπὸ πολλοῦ τινος πλήθους καὶ ὄγκου μικράν τινα ἀξίαν δυνάμενον. κινδυνεύει δὲ καὶ τὸ πάμπαν ἀρχαῖον οὕτως ἔχειν ὀβελίσκοις χρωμένων νομίσματι σιδηροῖς, ἐνίων δὲ χαλκοῖς· ἀφ᾿ ὧν παραμένει πλῆθος ἔτι καὶ νῦν τῶν κερμάτων ὀβολοὺς καλεῖσθαι, δραχμὴν δὲ τοὺς ἓξ ὀβολούς· τοσούτων γὰρ ἡ χεὶρ περιεδράττετο. ...

... ὀβολός. ὀβελίσκος, πρῶτος δὲ πάντων Φείδων Ἀργεῖος νόμισμα ἔκοψενἐν Αἰγίνῃ καὶ διαδιδοὺς τὸ νόμισμα καὶ ἀναλαβὼν τοὺς ὀβελίσκους ἀνέθηκε τῇ ἐν Ἄργει Ἥρᾳ. ἐπειδὴ δὲ τότε οἱ ὀβελίσκοι τὴν χεῖρα ἐπλήρουν τουτέστι τὴν δράκα, ἡμεῖς καίπερ μὴ πληροῦντες τὴν χεῖρα τοῖς ἓξ ὀβολοῖς δραχμὴν αὐτὴν λέγομεν παρὰ τὸ δράξασθαι. ὅθεν ἔτι καὶ νῦν ὀβολοστάτην καλοῦμεν τὸν τοκιστήν, ἐπειδὴ σταθμοῖς τοὺς ὀβελίσκους παρεδίδουν οἱ ἀρχαῖοι. οὕτως Ἡρακλείδης ὁ Ποντικός. ...

... Δρυόπων δ᾿ οἰκητήριόν φασι καὶ τὴν Ἀσίνην ... ἐκ τῶν περὶ Σπερχειὸν τόπων ὄντας αὐτοὺς Δρύοπος τοῦ Ἀρκάδος κατοικίσαντος ἐνταῦθα, ὡς Ἀριστοτέλης φησίν. ...


Ἀρκάδων πολιτεία

... μύριοι ἐν Μεγάλῃ πόλει ... συνέδριόν ἐστι κοινὸν Ἀρκάδων ἁπάντων, οὗ πολλάκις μνημονεύουσιν οἱ ἱστορικοί. διείλεκται δὲ περὶ αὐτῶν καὶ Ἀριστοτέλης ἐν τῇ κοινῇ Ἀρκάδων πολιτείᾳ ἀρχόμενος τοῦ βιβλίου. ...

... μυρίων, συνέδριον ἦν μυρίων ἐν Μεγάλῃ πόλει τῆς Ἀρκαδίας. ...

... μύριοι, οὓς Θηβαῖοι συνῴκισαν πάλαι διῳκισμένους διὰ τὴν πρὸς Λακεδαιμονίους ἔχθραν. ...


Ἀτραμυτηνῶν πολιτεία

... Ἀδραμύτειον, πόλις τῆς κατὰ Κάικον Μυσίας ... κέκληται ἀπὸ Ἀδραμύτου κτιστοῦ, παιδὸς μὲν Ἀλυάττου Κροίσου δὲ ἀδελφοῦ, ὡς Ἀριστοτέλης ἐν πολιτείαις καὶ ἄλλοι. ...


Ἀχαιῶν πολιτεία

... ...


Βοττιαίων πολιτεία

... ὅτι μὲν οὖν Ἀνδρόγεω περὶ τὴν Ἀττικὴν ἀποθανεῖν δόλῳ δόξαντος ὅ τε Μίνως πολλὰ κακὰ πολεμῶν εἰργάζετο τοὺς ἀνθρώπους καὶ τὸ δαιμόνιον ἔφθειρε τὴν χώραν· ἀφορία τε γὰρ καὶ νόσος ἐπέσκηψε πολλὴ καὶ ἀνέδυσαν οἱ ποταμοί· καὶ τοῦ θεοῦ προστάξαντος ἱλασαμένοις τὸν Μίνω καὶ διαλλαγεῖσι λωφήσειν τὸ μήνιμα καὶ τῶν κακῶν ἔσεσθαι παῦλαν ἐπικηρυκευσάμενοι καὶ δεηθέντες ἐποιήσαντο συνθήκας, ὥστε πέμπειν δι᾿ ἐννέα ἐτῶν δασμὸν ἠϊθέους ἑπτὰ καὶ παρθένους τοσαύτας, ὁμολογοῦσιν οἱ πλεῖστοι τῶν συγγραφέων. τοὺς δὲ παῖδας εἰς Κρήτην κομιζομένους ὁ μὲν τραγικώτατος μῦθος ἀποφαίνει τὸν Μινώταυρον ἐν τῷ Λαβυρίνθῳ διαφθείρειν ... Φιλόχορος δέ φησιν οὐ ταῦτα συγχωρεῖν Κρῆτας, ἀλλὰ λέγειν ... Ἀριστοτέλης δὲ καὶ αὐτὸς ἐν τῇ Βοττιαίων πολιτείᾳ δῆλός ἐστιν οὐ νομίζων ἀναιρεῖσθαι τοὺς παῖδας ὑπὸ τοῦ Μίνω ἀλλὰ θητεύοντας ἐν τῇ Κρήτῃ καταγηράσκειν. καί ποτε Κρῆτας εὐχὴν παλαιὰν ἀποδιδόντας ἀνθρώπων ἀπαρχὴν εἰς Δελφοὺς ἀποστέλλειν, τοῖς δὲ πεμπομένοις ἀναμιχθέντας ἐκγόνους ἐκείνων συνεξελθεῖν. ὡς δὲ οὐκ ἦσαν ἱκανοὶ τρέφειν ἑαυτοὺς αὐτόθι πρῶτον μὲν εἰς Ἰταλίαν διαπερᾶσαι κἀκεῖ κατοικεῖν περὶ τὴν Ἰαπυγίαν, ἐκεῖθεν δὲ αὖθις εἰς Θρᾴκην κομισθῆναι καὶ κληθῆναι Βοττιαίους· διὸ τὰς κόρας τῶν Βοττιαίων θυσίαν τινὰ τελούσας ἐπᾴδειν «ἴωμεν εἰς Ἀθήνας». ...

... Τί δή ποτε ταῖς κόραις τῶν Βοττιαίων ἔθος ἦν λέγειν χορευούσαις «ἴωμεν εἰς Ἀθήνας»; Κρῆτάς φασιν εὐξαμένους ἀνθρώπων ἀπαρχὴν εἰς Δελφοὺς ἀποστεῖλαι, τοὺς δὲ πεμφθέντας ὡς ἑώρων οὐδεμίαν οὖσαν εὐπορίαν, αὐτόθεν εἰς ἀποικίαν ὁρμῆσαι· καὶ πρῶτον μὲν ἐν Ἰαπυγίᾳ κατοικεῖν, ἔπειτα τῆς Θρᾴκης τοῦτον τὸν τόπον κατασχεῖν ἀναμεμιγμένων αὐτοῖς Ἀθηναίων. ἔοικε γὰρ μὴ διαφθείρειν ὁ Μίνως οὓς ἔπεμπον Ἀθηναῖοι κατὰ τὸν δασμὸν ἠϊθέους, ἀλλὰ κατέχειν παρ᾿ ἑαυτῷ λατρεύοντας. ἐξ ἐκείνων οὖν τινες γεγονότες καὶ νομιζόμενοι Κρῆτες εἰς Δελφοὺς συναπεστάλησαν· ὅθεν αἱ θυγατέρες τῶν Βοττιαίων ἀπομνημονεύουσαι τοῦ γένους ᾖδον ἐν ταῖς ἑορταῖς «ἴωμεν εἰς Ἀθήνας». ...


Γελῴων πολιτεία

... καμάτων δ᾿ ἐπίλασιν παράσχοι, ... καμάτων φησὶ τῶν συνεχόντων τὸν Ἱέρωνα ἐκ τοῦ νοσήματος τῆς λιθουρίας. φησὶ γάρ που καὶ Ἀριστοτέλης ἐν τῇ τῶν Γελῴων πολιτείᾳ Γέλωνα τὸν τοῦ Ἱέρωνος ἀδελφὸν ὑδέρῳ νοσήματι τὸν βίον τελευτῆσαι, αὐτὸν δὲ τὸν Ἱέρωνα ἐν τῇ τῶν Συρακουσίων πολιτείᾳ δυσουρίᾳ δυστυχῆσαι. ...

... ἴστε τοίνυν ὅτι Γέλων μὲν ὑδρωπιῶν, Ἱέρων δὲ λιθιῶν ἐτυράννησεν. ...


Δελφῶν πολιτεία

... τὸ Αἰσώπειον αἷμα, αὕτη λέγεται κατὰ τῶν δυσαποτρίπτοις ὀνείδεσι περιπεπτωκότων· τοῖς γὰρ Δελφοῖς ἀνελοῦσι τὸν Αἴσωπον συνέβη τὸ δαιμόνιον χαλεπῆναι, ὡς μέμνηται καὶ Ἀριστοτέλης ἐν τῇ Δελφῶν πολιτείᾳ. ...

... Αἰσώπειον αἷμα: ἐπὶ τῶν δυσαπονίπτοις ὀνείδεσι καὶ κακοῖς συνεχομένων. ἐπειδὴ τοῖς Δελφοῖς ἀδίκως τὸν Αἴσωπον ἀνελοῦσιν ὠργίσθη τὸ δαιμόνιον. καὶ διὰ τοῦτο τὴν Πυθίαν φασὶν ἀνῃρηκέναι αὐτοῖς ἱλάσκεσθαι τὸ ἐπὶ Αἰσώπῳ μύσος. ...

... οἷον ἐνταῦθα δήπουθεν λέγεται ἐλθεῖν Αἴσωπον ἔχοντα παρὰ Κροίσου χρυσίον ὅπως τε θύσηται τῷ θεῷ μεγαλοπρεπῶς καὶ Δελφῶν ἑκάστῳ διανείμῃ μνᾶς τέσσαρας. ὀργῆς δέ τινος, ὡς ἔοικε, καὶ διαφορᾶς αὐτῷ γενομένης πρὸς τοὺς αὐτόθι, τὴν μὲν θυσίαν ἐποιήσατο, τὰ δὲ χρήματα ἀνέπεμψεν εἰς Σάρδεις ὡς οὐκ ἀξίων ὄντων ὠφεληθῆναι τῶν ἀνθρώπων. οἱ δὲ συνθέντες αἰτίαν ἐπ᾿ αὐτὸν ἱεροσυλίας ἀπέκτειναν ὤσαντες ἀπὸ τῆς πέτρας ἐκείνης ἣν Ὑάμπειαν καλοῦσιν. ἐκ δὲ τούτου λέγεται μηνῖσαν τὸ θεῖον αὐτοῖς ἀφορίαν τε γῆς ἐπαγαγεῖν καὶ νόσων ἀτόπων ἰδέαν πᾶσαν, ὥστε περιιόντας ἐν ταῖς Ἑλληνικαῖς πανηγύρεσι κηρύσσειν καὶ καλεῖν ἀεὶ τὸν βουλόμενον ὑπὲρ Αἰσώπου δίκην λαβεῖν παρ᾿ αὑτῶν. τρίτῃ δὲ γενεᾷ Σάμιος Ἴδμων ἀφίκετο, γένει μὲν οὐδὲν Αἰσώπῳ προσήκων, ἀπόγονος δὲ τῶν πριαμένων αὐτὸν ἐν Σάμῳ γεγονώς· καὶ τούτῳ τινὰς δίκας δόντες οἱ Δελφοὶ τῶν κακῶν ἀπηλλάγησαν. ἐξ ἐκείνου δέ φασι καὶ τὴν τιμωρίαν τῶν ἱεροσύλων ἐπὶ τὴν Ναυπλίαν ἀπὸ τῆς Ὑαμπείας μετατεθῆναι. ...


Δηλίων πολιτεία

... Δῆλος μία τῶν Κυκλάδων νήσων, ἱερὰ Ἀπόλλωνος, ἣ πρὶν μὲν ἄδηλος, ὕστερον δὲ Ἀστερία ... πάλιν δὲ Ὀρτυγία ...

... Δῆλος, ἡ ἱερὰ τοῦ Ἀπόλλωνος. εἴρηται ὅτι κρυπτομένην αὐτὴν ἐν τῇ θαλάσσῃ ὁ Ζεὺς δήλην ἐποίησε καὶ ἀνέδωκε. ...

... ἀμέλει καὶ βωμὸν προσκυνῆσαι Πυθαγόραν φασὶν μόνον ἐν Δήλῳ τὸν Ἀπόλλωνος τοῦ γενέτορος, ὅς ἐστιν ὄπισθεν τοῦ κερατίνου, διὰ τὸ πυροὺς καὶ κριθὰς καὶ πόπανα μόνα τίθεσθαι ἐπ᾿ αὐτοῦ ἄνευ πυρός, ἱερεῖον δὲ μηδέν, ὥς Ἀριστοτέλης ἐν Δηλίων πολιτείᾳ. ...

... λέγεται δὲ περὶ τὸν αὐτὸν χρόνον θαυμασθῆναι αὐτὸν περὶ τὴν Δῆλον προσελθόντα μόνον πρὸς τὸν ἀναίμακτον λεγόμενον τὸν τοῦ γενέτορος Ἀπόλλωνος βωμὸν καὶ τοῦτον θεραπεύσαντα. ...

... καθάπερ καὶ πρότερον ὅτε εἰς Δῆλον κατέπλευσεν· ἐκεῖ τε γὰρ πρὸς μόνον τὸν βωμὸν τὸν τοῦ γενέτορος Ἀπόλλωνος προσευξάμενος, ὃς μόνος ἀναίμακτός ἐστιν, ἐθαυμάσθη παρὰ τοῖς ἐν τῇ νήσῳ. ...

... λέγεται δὲ περὶ τὸν αὐτὸν χρόνον θαυμασθῆναι αὐτὸν περὶ τὴν Δῆλον προσελθόντα μόνον πρὸς τὸν ἀναίμακτον λεγόμενον τὸν τοῦ γενέτορος Ἀπόλλωνος βωμὸν καὶ τοῦτον θεραπεύσαντα. ...

... καθάπερ καὶ πρότερον ὅτε εἰς Δῆλον κατέπλευσεν· ἐκεῖ τε γὰρ πρὸς μόνον τὸν βωμὸν τὸν τοῦ γενέτορος Ἀπόλλωνος προσευξάμενος, ὃς μόνος ἀναίμακτός ἐστιν, ἐθαυμάσθη παρὰ τοῖς ἐν τῇ νήσῳ. ...

... Ἀριστοτέλης δ᾿ ἐν τῇ Δηλίων πολιτείᾳ Γλαῦκόν φησι τὸν θαλάττιον δαίμονα ἐν Δήλῳ κατοικήσαντα μετὰ τῶν Νηρηΐδων τοῖς θέλουσι μαντεύεσθαι. ...


Ἐπιδαυρίων πολιτεία

... ἡ Ἐπίδαυρος δ᾿ ἐκαλεῖτο Ἐπίκαρος. φησὶ γὰρ Ἀριστοτέλης κατασχεῖν αὐτὴν Κᾶρας, ὥσπερ καὶ Ἑρμιόνα, τῶν δ᾿ Ἡρακλειδῶν κατελθόντων Ἴωνας αὐτοῖς συνοικῆσαι τοὺς ἐκ τῆς Ἀττικῆς Τετραπόλεως συνεπομένους εἰς Ἄργος. ...

... Ἐπίδαυρος, πόλις πρὸς τῷ Ἄργει θηλυκῶς λεγομένη ... ἐκαλεῖτο καὶ Μειλισσία, καὶ Αἱμηρὰ διὰ τὸ συνεχῶς αἱμάσσεσθαι τὸν βωμὸν τοῦ Ἀσκληπιοῦ ὑπὸ τῶν θυσιῶν· εἶτα Ἐπίταυρος καὶ Ἐπίδαυρος. ...


Ἠλείων πολιτεία

... ἑλλανοδίκαι ... Ἀριστοτέλης Ἠλείων πολιτείᾳ τὸ μὲν πρῶτόν φησιν ἕνα καταστῆσαι τοὺς Ἠλείους ἑλλανοδίκην, χρόνου δὲ διελθόντος τὸ δὲ τελευταῖον θ. Ἀριστόδημος δ᾿ ὁ Ἠλεῖός φησι τοὺς τελευταίους τιθέντας τὸν ἀγῶνα ἑλλανοδίκας εἶναι ι, ἀφ᾿ ἑκάστης φυλῆς ἕνα. ...

... περὶ δὲ τοῦ τῶν ἑλλανοδικῶν ἀριθμοῦ Ἑλλάνικός φησι καὶ Ἀριστόδημος, ὅτι τὸ μὲν πρῶτον τὸ δὲ τελευταῖον ι· τοσαῦται γὰρ αἱ τῶν Ἠλείων φυλαὶ καὶ ἀφ᾿ ἑκάστης εἷς ἦν ἑλλανοδίκης ...

... τινὲς δὲ ὅλην μὲν τὴν νῦν Ἠλείαν μὴ κατασχεῖν αὐτούς τοὺς Καύκωνας, δίχα δὲ μεμερισμένους οἰκεῖν, τοὺς μὲν πρὸς τῇ Μεσσηνίᾳ κατὰ τὴν Τριφυλίαν, τοὺς δὲ πρὸς τῇ Δύμῃ κατὰ τὴν Βουπρασίδα καὶ τὴν κοίλην Ἦλιν· Ἀριστοτέλης δ᾿ ἐνταῦθα περὶ Δύμην καὶ Ἦλιν καὶ τὸν Καύκωναμάλιστα οἶδεν ἱδρυμένους αὐτούς. ...


Ἠπειρωτῶν πολιτεία

... Ἀμύνται, ἔθνος Θεσπρωτικόν. «μένος πνείοντες Ἀμύνται». καὶ Ἀριστοτέλης ἐν τῇ τῶν Ἠπειρωτῶν πολιτείᾳ. ...


Θετταλῶν πολιτεία

... Ἀμιναῖον, δι᾿ ἑνὸς ν, τὸν οἶνον λέγει· ἡ γὰρ Πευκετία Ἀμιναία λέγεται. ...

... ἐς κόρακας, Παυσανίας δέ φησιν ὅτι Βοιωτοῖς ἀναστάτοις ὑπὸ Θρᾳκῶν γενομένοις καὶ περὶ ἀποικίας μαντευομένοις ἔχρησεν ὁ θεός, ἔνθα λευκοὶ κόρακες αὐτοῖς ὀφθῶσιν, ἐκεῖ κατοικεῖν. ἰδόντες οὖν φησὶ κόρακας πετομένους περὶ τὸν Παγασητικὸν κόλπον τοὺς τοῦ Ἀπόλλωνος ἱεροὺς, οὓς ἄκακοι παῖδες ἐγύψωσαν, καὶ τελεῖσθαι τὸν χρησμὸν φήσαντες ᾤκησαν ἐκεῖ καλέσαντες τὸ χωρίον Κόρακας. ὕστερον δὲ Αἰολεῖς ἐκβαλόντες αὐτοὺς ἔπεμπον ἐκεῖ τοὺς φυγαδευομένους. ὁ δ᾿ αὐτὸς λέγει καὶ ὅτι Ἀριστοτέλης ἱστορεῖ λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας ἐπαοιδαῖς ἀφιέναι ζῶντας καὶ ἐπιλέγειν τῷ λοιμῷ φεῦγ᾿ εἰς κόρακας. ...

... ἐς κόρακας, Βοιωτοῖς ὁ θεὸς ἔχρησεν ὅπου ἂν λευκοὶ κόρακες ὀφθῶσιν, ἐκεῖ κατοικεῖν· περὶ δὲ τὸν Παγασητικὸν κόλπον ὑπὸ παίδων ἀκάκων γυψωθέντας κόρακας ἰδόντες περιπετομένους τοὺς Ἀπόλλωνος ᾤκησαν χωρίον Κόρακας. ὕστερον δὲ Αἰολεῖς ἐκβαλόντες αὐτοὺς τοὺς φυγαδευομένους ἐς αὐτὸ ἔπεμπον. οἱ δὲ ὡς τοῦ ζῴου ἀναιδοῦς καὶ δυτικοῦ τῶν ἀνθρώπων ὄντος. Ἀριστοτέλης δέ φησι λοιμοῦ κατασχόντος καὶ κοράκων πολλῶν γενομένων τοὺς ἀνθρώπους θηρεύοντας αὐτοὺς καὶ περικαθαίροντας ἐᾶν ζῶντας, καὶ ἐπιλέγειν τῷ λοιμῷ φεῦγ᾿ ἐς κόρακας. ...

... ὅθεν καὶ ζῷα δυτικὰ παρ᾿ Ἀριστοτέλει τὰ καθ᾿ ὕδατος δυόμενα. ...

... τετραρχία, τεττάρων μερῶν ὄντων τῆς Θετταλίας ἕκαστον μέρος τετρὰς ἐκαλεῖτο, καθά φησιν Ἑλλάνικος ἐν τοῖς Θετταλικοῖς. ὄνομα δέ φησιν εἶναι ταῖς τετράσι Θετταλιῶτιν Φθιῶτιν Πελασγιῶτιν Ἑστιαιῶτιν. καὶ Ἀριστοτέλης δὲ ἐν τῇ κοινῇ Θετταλῶν πολιτείᾳ ἐπὶ Ἀλεύα τοῦ πυῤῥοῦ διῃρῆσθαί φησιν εἰς δ μοίρας τὴν Θετταλίαν. ...

... Πολλὰ πελταστῶν τέλη, πέλτη ἀσπίς ἐστιν ἴτυν οὐκ ἔχουσα, καθάπερ φησὶν Ἀριστοτέλης ἐν Θεσσαλῶν πολιτείᾳ γράφων οὕτως «διελὼν δὲ τὰς πόλεις Ἀλεύας ἔταξε κατὰ τὸν κλῆρον παρέχειν ἑκάστους, ἱππέας μὲν τεσσαράκοντα, ὁπλίτας δὲ ὀγδοήκοντα ... ἦν δὲ ἡ πέλτη ἀσπὶς ἴτυν οὐκ ἔχουσα οὐδ᾿ ἐπίχαλκος οὐδὲ βοὸς ἀλλ᾿ αἰγὸς ἢ οἰὸς δέρματι περιτεταμένη. καὶ τριάκοντα ἢ μικρὸν δόρυ πάντες ἐφόρουν ὃ σχέδιον ἐκαλεῖτο. ...

... πελτασταί, τὸ δὲ χαλκείη δέδωκε τοῖς μεθ᾿ Ὅμηρον ἐπίχαλκον ἀσπίδα εἰπεῖν πρὸς διαστολήν, φασί, τῆς πέλτης. ἡ γὰρ πέλτη οὔτε ἴτυν ἔχει, καὶ αἰγὸς ἢ οἰὸς περιέσταλται δέρματι. ...

... ὅτι δὲ καὶ ἡ πέλτη ἀσπὶς ἦν δέρματι κεκαλυμμένη αἰγὸς ἢ οἰὸς προείρηται. ...

... πέλτη, ἀσπὶς ἴτυν οὐκ ἔχουσα. ...

... πέλτη ἐστὶν εἶδος ἀσπίδος, ὥς φησιν Ἀριστοτέλης, ἥτις ἴτυν οὐκ ἔχει οὐδ᾿ ἔστιν ἐπίχαλκος οὐδὲ βοὸς ἀλλ᾿ αἰγὸς δέρματι περιτεταμένη. ...

... λάγυνον δὲ μέτρου λέγουσιν εἶναι ὄνομα παρὰ τοῖς Ἕλλησιν, ὡς χοὸς καὶ κοτύλης, χωρεῖν δ᾿ αὐτὸ κοτύλας Ἀττικὰς δώδεκα. ... Ἀριστοτέλης δ᾿ ἐν τῇ Θετταλῶν πολιτείᾳ θηλυκῶς λέγεσθαί φησιν ὑπὸ Θετταλῶν τὴν λάγυνον. ...

... χλαμὺς καὶ χλαῖνα διαφέρει, καθὸ διὰ πολλῶν ἀπέδειξε Δίδυμος ἐν ὑπομνήματι δευτέρου Ἰλιάδος· ἡ μὲν χλαῖνα ἡρωικὸν φόρημα, χλαμὺς δὲ Μακεδονικόν, ... διαφέρειν φησὶ καὶ τῷ σχήματι· ἡ μὲν γὰρ χλαῖνα τετράγωνον, φησίν, ἱμάτιον, ἡ δὲ χλαμὺς εἰς κύκλον περὶ τὰ κάτω συνῆκται. καὶ τοὺς χρησαμένους πολὺ καὶ ἀπ᾿ ἀλλήλων διεστάναι. προσάγεται Ἀριστοτέλην Φύλαρχον Πολέμωνα ὅτι πολὺ διαφέρουσιν. ...

... χλαῖναν, χλαῖνα ἡ τετράγωνος, χλαμὺς ἡ εἰς ὀξὺ λήγουσα. χλαῖνα ... χλαμὺς δὲ τὸ περιφερὲς καὶ κυκλοειδές. ...


Θηβαίων πολιτεία

... τῶν στοιχείων εὑρετὴν ἄλλοι τε καὶ Ἔφορος ἐν δευτέρῳ Κάδμον φασί. τινὲς δὲ τῆς Φοινίκων εὑρέσεως πρὸς ἡμᾶς διάκτορον γεγενῆσθαι, ὡς καὶ Ἡρόδοτος ἐν ταῖς ἱστορίαις καὶ Ἀριστοτέλης λέγει. φασὶ γὰρ ὅτι Φοίνικες μὲν εὗρον τὰ στοιχεῖα, Κάδμος δὲ ἤγαγεν αὐτὰ εἰς τὴν Ἑλλάδα. ...

... τῶν στοιχείων ὁ Κάδμος εὑρετής ἐστιν, ὥς φησιν Ἔφορος καὶ Ἀριστοτέλης. ἄλλοι δὲ λέγουσιν ὅτι Φοινίκων εἰσὶν εὑρήματα, Κάδμος δὲ ταῦτα διεπόρθμευσεν εἰς τὴν Ἑλλάδα. ...

... τί οὐκ ἀπήγξω ἵνα Θήβησιν ἥρως γένῃ ταύτης Πλάτων ἐν Μενέλεῳ μέμνηται. φασὶ δὲ ὅτι ἐν Θήβαις οἱ ἑαυτοὺς ἀναιροῦντες οὐδεμιᾶς τιμῆς μετεῖχον. καὶ Ἀριστοτέλης δέ φησι περὶ Θηβαίων τὸ αὐτὸ τοῦτο, ὅτι τοὺς αὐτόχειρας ἑαυτῶν γινομένους οὐκ ἐτίμων. τὸ οὖν «ἵνα ἥρως γένῃ» κατ᾿ εὐφημισμὸν εἴρηται. τί οὐκ ἀπήγξω ἵνα Θήβησιν ἥρως γένῃ: κέχρηται αὐτῇ Πλάτων ἐν Μενελάῳ, παρὰ δὲ τὴν ἱστορίαν· οἱ γὰρ ἐν Θήβαις ἑαυτοὺς διαχειρισάμενοι οὐδ᾿ ἡστινοσοῦν τιμῆς ἠξιοῦντο. ...


Ἰασέων πολιτεία

... ἐς δεκάδας διακοσμηθεῖμεν, ἔθος πλείονας τῶν δέκα μὴ συνεσθίειν, ὡς καὶ Ἀριστοτέλης ἐν πολιτείαις φησίν. Ἰασέων ...

... τούτοις οὐκ ἐξῆν ἐν γάμοις πλείους ἑστιᾶν δέκα καὶ γυναικῶν ἴσων, οὐδὲ γάμους ποιεῖν πλεῖον ἡμερῶν δύο. ...


Ἰθακησίων πολιτεία

... Ἀρκείσιος, ὁ ἥρως, ὁ πάππος Ὀδυσσέως ... Ἀριστοτέλης δὲ ἐν τῇ Ἰθακησίων πολιτείᾳ, τὸν Κέφαλον οἰκοῦντα ἐν ταῖς ἀπ᾿ αὐτοῦ κληθείσαις Κεφαλληνίαις νήσοις, ἄπαιδα ἐπιπολὺ ὄντα, ἐρόμενον τὸν θεὸν κελευσθῆναι ᾧ ἂν ἐπιτύχῃ θήλει συγγενέσθαι· παραγενόμενον δὲ εἰς τὴν πατρίδα καὶ δὴ ἐντυχόντα ἄρκτῳ κατὰ χρησμὸν συγγενέσθαι, τὴν δὲ ἐγκύμονα γενομένην μεταβαλεῖν εἰς γυναῖκα καὶ τεκεῖν παῖδα, Ἀρκείσιον ἀπὸ ἄρκτου. ...


Κεφαλλῆνες πολιτεία

... Κεφαλλῆνες λέγονται ἀπὸ Κεφάλου τοῦ Δηιονέως, τοῦ Ἀρκεισίου πατρός· κυριεύσας γὰρ τῆς χώρας οὕτως αὐτὴν ὠνόμασε. τούτῳ τῷ Κεφάλῳ ἄπαιδι ὄντι ἐδόθη χρησμὸς παιδοποιῆσαι μιγέντα τῷ ἐντυχόντι θήλει· ὃς ἄρκτῳ μιγεὶς τὸν Ἀρκείσιον ἔτεκεν, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ Ἰθακησίων πολιτείᾳ. ...

... Κέφαλος μαντευσάμενος περὶ παίδων. ὁ θεὸς εἶπεν, ᾧ ἂν ἐντύχῃ πρῶτον συγγενέσθαι· τὸν δὲ περιτυχεῖν ἄρκῳ καὶ πλησιάσαντα γεννῆσαι γυναῖκα, ἐξ ἧς γενόμενος Ἀρκείσιος φερωνύμως ὀνομασθῆναι λέγεται. ...

... πορθμεὺς Πυρίας ὄνομα λῃστὰς διεπόρθμευσε, πρεσβύτην αἰχμάλωτον καὶ πίτταν· καὶ ὠνεῖται ταῦτα παρὰ τῶν λῃστῶν δεηθέντος τοῦ πρεσβύτου. ἦν δὲ ἐν τῇ πίττῃ κεκρυμμένον χρυσίον. πλουτήσας οὖν θῦσαι λέγεται τῷ πρεσβύτῃ βοῦν· διὸ καὶ εἰς παροιμίαν ἦλθεν «οὐδεὶς πώποτε εὐεργέτῃ βοῦν ἔθυσεν ἀλλ᾿ ἢ Πυρίας». ...

... Τίς ὁ βοῦν εὐεργέτῃ θύσας; πλοῖον ὥρμει περὶ τὴν Ἰθακησίαν λῃστρικόν, ἐν ᾧ πρεσβύτης ἐτύγχανε μετὰ κεραμίων ἐχόντων πίτταν. τούτῳ οὖν κατὰ τύχην προσέσχε πορθμεὺς Ἰθακήσιος ὄνομα Πυῤῥίας, καὶ τὸν πρεσβύτην ἐῤῥύσατο μηδὲν δεόμενος ἀλλὰ πεισθεὶς ὑπ᾿ αὐτοῦ καὶ οἰκτείρας, προσέλαβε δὲ καὶ τῶν κεραμίων τοῦ πρεσβύτου κελεύσαντος, ἀπαλλαγέντων δὲ τῶν λῃστῶν καὶ γενομένης ἀδείας ὁ πρεσβύτης τοῖς κεραμίοις τὸν Πυῤῥίαν προσαγαγὼν χρυσίον ἐδείκνυεν ἐν αὐτοῖς πολὺ καὶ ἀργύριον τῇ πίττῃ καταμεμιγμένον. ἐξαίφνης οὖν ὁ Πυῤῥίας πλούσιος γενόμενος τά τε ἄλλα εὖ περιεῖπε τὸν γέροντα καὶ βοῦν ἔθυσεν αὐτῷ· ὃ καὶ παροιμιαζόμενοι λέγουσιν «οὐδεὶς εὐεργέτῃ βοῦν ἔθυσεν ἀλλ᾿ ἢ Πυῤῥίας». ...

... Ἀριστοτέλης δὲ ἐν Ἰθακησίων πολιτείᾳ καὶ Ἑλλάνικος δὲ Τηλέμαχόν φασι Ναυσικάαν γῆμαι τὴν Ἀλκινόου καὶ γεννῆσαι τὸν Περσέπτολιν. ...

... Τίνες οἱ παρ᾿ Ἰθακησίοις Κολιάδαι καὶ τίς ὁ φάγιλος; τῷ Ὀδυσσεῖ μετὰ τὴν μνηστηροφονίαν οἱ ἐπιτήδειοι τῶν τεθνηκότων ἐπανέστησαν, μεταπεμφθεὶς δ᾿ ὑπ᾿ ἀμφοτέρων διαιτητὴς Νεοπτόλεμος ἐδικαίωσε τὸν μὲν Ὀδυσσέα μεταναστῆναι καὶ φεύγειν ἐκ τῆς Κεφαλληνίας καὶ Ζακύνθου καὶ Ἰθάκης ἐφ᾿ αἵματι, τοὺς δὲ τῶν μνηστήρων ἑταίρους καὶ οἰκείους ἀποφέρειν ποινὴν Ὀδυσσεῖ τῶν εἰς τὸν οἶκον ἀδικημάτων καθ᾿ ἕκαστον ἐνιαυτόν. αὐτὸς μὲν οὖν εἰς Ἰταλίαν μετέστη, τὴν δὲ ποινὴν τῷ υἱῷ καθιερώσας ἀποφέρειν ἐκέλευσε τοὺς Ἰθακησίους· ἦν δ᾿ ἄλφιτα, οἶνος, κηρία, ἔλαιον, ἅλες, ἱερεῖα πρεσβύτερα φαγίλων. φάγιλον δέ φησιν Ἀριστοτέλης τὸν ἀμνὸν εἶναι. τοὺς δὲ περὶ Εὔμαιον ἐλευθερώσας ὁ Τηλέμαχος κατέμιξεν εἰς τοὺς πολίτας καὶ τὸ γένος ἐστὶ Κολιαδῶν ἀπ᾿ Εὐμαίου καὶ Βουκολιδῶν ἀπὸ Φιλοιτίου. ...

... φάγιλος, ἀμνός. ...

... μάντιν δὲ νεκρὸν Εὐρυτὰν στέψει λεώς Ἀριστοτέλης φησὶν ἐν Ἰθακησίων πολιτείᾳ Εὐρυτᾶνας ἔθνος εἶναι τῆς Αἰτωλίας ὀνομασθὲν ἀπὸ Εὐρύτονος Εὐρύτου, παρ᾿ οἷς εἶναι μαντεῖον Ὀδυσσέως. ...

... σκυτάλη, ἐπιστολὴ Λακωνική. ἦν δὲ ἡ σκυτάλη ξύλον ἐξεσμένον ἐπίμηκες. δύο δὲ παρὰ Λακεδαιμονίοις ὑπῆρχον σκυτάλαι, καὶ τὴν μὲν μίαν κατεῖχον οἱ ἔφοροι τῶν Λακεδαιμονίων, τὴν δὲ ἑτέραν τῷ ἐκπεμπομένῳ παρ᾿ αὐτῶν στρατηγῷ παρεῖχον. καὶ ὁπότε ἐβούλοντό τι ἐπιστεῖλαι αὐτῷ, φέροντες ἱμάντα λευκὸν περιεῖλλον τὴν σκυτάλην καὶ ἐπὶ τοῦ ἱμάντος ἔγραφον, καὶ ἀνελίττοντες παρεῖχον τὸν ἱμάντα τῷ ἀποφέροντι. τοῦτο δὲ ἐποίουν ἵνα μὴ μανθάνωσιν οἱ ἀποφέροντες τὸ δηλούμενον ἐν αὐτῷ. ὁ δὲ στρατηγὸς δεχόμενος τὸν ἱμάντα τῇ ἑαυτοῦ σκυτάλῃ περιείλιττεν καὶ ἀνεγίνωσκεν οὕτω τὰ γεγραμμένα. λέγεται οὖν καὶ ἡ ἐπιστολὴ σκυτάλη καὶ αὐτὸ τὸ ξύλον ἀφ᾿ οὗ καὶ ἡ ἐπιστολή. Διοσκουρίδης δὲ ἐν τοῖς περὶ νομίμων τοὺς δανείζοντας ἐν Σπάρτῃ διαιρεῖν σκυτάλην δύο παρόντων μαρτύρων καὶ γράφειν τὸ συμβόλαιον ἐν ἑκατέρῳ τμήματι, καὶ τὸ μὲν ἑνὶ τῶν μαρτύρων διδόναι, τὸ δὲ δι᾿ ἑαυτοῦ ἔχειν. ἐχρῶντο δ᾿ αὐτῇ καὶ ἀλλοίως, ὡς Ἀριστοτέλης ἐν τῇ Ἰθακησίων πολιτείᾳ μβ. ...

... ἄλλοι δὲ ὅτι ἐχρῶντο πλατείαις σκυτάλαις οἱ Λάκωνες ἐγγράφοντες αὐτῶν τὰς ἐπιστολὰς καὶ ἐγκλείοντες εἰς σκύτινα ἀγγεῖα καὶ οὕτω σφραγίζοντες. ...


Ἱμεραίων πολιτεία

... ἐν δὲ Ἱμεραίων πολιτείᾳ φησὶν Ἀριστοτέλης ὡς οἱ Σικελιῶται τοὺς μὲν δύο χαλκοῦς ἑξᾶντα καλοῦσι, τὸν δὲ ἕνα οὐγκίαν, τοὺς δὲ τέτταρας τριᾶντα, τοὺς δὲ ἓξ ἡμίλιτρον, τὸν δὲ ὀβολὸν λίτραν, τὸν δὲ Κορίνθιον στατῆρα δεκάλιτρον ὅτι δέκα ὀβολοὺς δύναται. ...

... ἀλλὰ μέντοι παρ᾿ αὐτῷ τις ἂν ἐν τῇ Ἱμεραίων πολιτείᾳ καὶ ἄλλα εὕροι Σικελικῶν νομισμάτων ὀνόματα, οἷον οὐγκίαν, ὅπερ δύναται χαλκοῦν ἕνα, καὶ ἑξᾶντα, ὅπερ ἐστὶ δύο χαλκοῖ, καὶ τριᾶντα, ὅπερ τέτταρες, καὶ ἡμίλιτρον, ὅπερ ἕξ, καὶ λίτραν, ἣν εἶναι ὀβολόν· τὸ μέντοι δεκάλιτρον δύνασθαι μὲν δέκα ὀβολούς, εἶναι δὲ στατῆρα Κορίνθιον. ...


Κείων πολιτεία

... στασῶ, δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος ταῖς νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω, πάρισον. ἔλαιον ἐκτίθησι ταῖς νύμφαις· αὗται γὰρ ἐκθρέψασαι τὸν Ἀρισταῖον ἐδίδαξαν τὴν τοῦ ἐλαίου ἐργασίαν καὶ μέλιτος, ὥς φησιν Ἀριστοτέλης. ...

... Κείων, Ἀρισταῖον δέ φασι μαθεῖν παρὰ μὲν νυμφῶν τὴν προβάτων καὶ βοῶν ἐπιστήμην, παρὰ δὲ βρισῶν τὴν μελιττουργίαν. ...

... βρίσαι, νύμφαι οὕτω καλούμεναι, ἢ ὅτι βλίσαι· καὶ γὰρ μελισσουργίαν αὗται τὸν Ἀρισταῖον ἐδίδαξαν· τροπῇ τοῦ λ εἰς ρ. ἢ παρὰ τὸ βρύειν, ὅ ἐστιν ἀνθεῖν, τὴν ἐλαίαν, ἧς τὴν ἐργασίαν καὶ αὐτὴν ὑπέδειξαν Ἀρισταίῳ τὴν διὰ τῆς ἀμβροσίας. ἢ ἀπὸ τοῦ βρίξαι καὶ κατακοιμίσαι αὐτὸν καὶ καταβαυκαλίσαι, ὅτι ἐτιθήνουν αὐτόν. ...

... Ἀπόλλω ... ἐκ Κυρήνης γεννήσαντα υἱὸν Ἀρισταῖον τοῦτον μὲν νήπιον ὄντα παραδοῦναι ταῖς νύμφαις τρέφειν ... τοῦτον δὲ παρὰ τῶν νυμφῶν μαθόντα τήν τε τοῦ γάλακτος πῆξιν καὶ τὴν κατασκευὴν τῶν σμηνῶν, ἔτι δὲ τῶν ἐλαιῶν τὴν κατεργασίαν διδάξαι πρῶτον τοὺς ἀνθρώπους. διὰ δὲ τὴν εὐχρηστίαν τὴν ἐκ τούτων τῶν εὑρημάτων τοὺς εὐεργετηθέντας ἀνθρώπους τιμῆσαι τὸν Ἀρισταῖον ἰσοθέοις τιμαῖς, καθὰ καὶ τὸν Διόνυσον. ...


Κερκυραίων πολιτεία

... ᾗ ὕπο δὴ κεῖσθαι δρέπανον, ἡ νῆσος ἡ Κέρκυρα. αὕτη πρότερον Σχερία ἐκαλεῖτο. ἀποδίδωσι δὲ τὴν αἰτίαν Ἀριστοτέλης ἐν τῇ Κερκυραίων πολιτείᾳ. φησὶ γὰρ τὴν Δήμητρα φοβουμένην μὴ οἱ ἐκ τῆς ἠπείρου ἐρχόμενοι ποταμοὶ ἤπειρον αὐτὴν ποιήσωσι, δεηθῆναι τοῦ Ποσειδῶνος ἀποστρέψαι τὰ τῶν ποταμῶν ῥεύματα· ἐπισχεθέντων οὖν τούτων ἀντὶ Δρεπάνης Σχερίαν ὀνομασθῆναι. ...

... Σχερία, ἡ Φαιακία. κέκληται, ὡς Ἀριστοτέλης φησίν, ἀπὸ τοῦ τὴν Δήμητρα φοβουμένην ... Σχερίαν αὐτὴν κληθῆναι. ...

... Κορκυραῖα, λέγεταί τις Κορκυραία μάστιξ. συνεχῶς δὲ παρὰ Κορκυραίοις ἀταξίαι γίνονται· διὰ τὸ στασιάζειν οὖν ἐπεπόλασε παρ᾿ αὐτοῖς ἡ μάστιξ, ὥστε διπλαῖς κεχρῆσθαι μεγάλαις καὶ ἐλεφαντοκώποις. ἄλλως. λέγεταί τις Κορκυραία μάστιξ. Φρύνιχος Σατύροις «Κορκυραῖαι δ᾿ οὐδὲν ἐπιβάλλουσι μάστιγες». ὥστε καὶ εἰς παροιμίαν ἤδη ἐλθεῖν. Ἀριστοτέλης δὲ τὸ Κορκυραία μάστιξ λέγων φησὶν οὕτως· «διὸ καὶ τὰς κώπας αὐτῶν ἐλεφαντίνας ἐποιήσαντο καὶ τῷ μεγέθει περιττάς· ὅθεν ἡ Κορκυραία ἐπεπόλασε μάστιξ καὶ εἰς παροιμίαν ἦλθε». ταῦτα δὲ λέγων τύπτει αὐτόν. ...

... Κερκυραία μάστιξ, περιττήν τινα τὴν κατασκευὴν εἶχον αἱ Κερκυραῖαι μάστιγες· διὸ καὶ εἰς παροιμίαν παρῆλθον. οἱ δὲ καὶ διπλᾶς αὐτὰς ἔφασαν εἶναι, εἶχον δὲ ἐλεφαντίνους κώπας καὶ τῷ μεγέθει περιτταὶ ἦσαν. ὑπερηφάνους γὰρ εὐπραγοῦντας τοὺς Κερκυραίους φησὶν Ἀριστοτέλης γενέσθαι. ...

... ὁ Κερκυραῖος μαστιγούμενος ἅμα αὐτὸν ἠργολάβησεν, αἱ μάστιγες αἱ Κερκυραῖαι λέγονται διάφοροι εἶναι παρὰ τὰς ἄλλας, ὡς καὶ Ἀριστοτέλης ἱστορεῖ ἐν τῇ Κερκυραίων πολιτείᾳ. ...


Κιανῶν πολιτεία

... Κιανίδος, περιφραστικῶς τὴν Κίον· ἔστι δὲ πόλις Μυσίας ἀπὸ Κίου τοῦ ἀφηγησαμένου τῆς Μιλησίων ἀποικίας, ὡς ἱστορεῖ Ἀριστοτέλης ἐν Κιανῶν πολιτείᾳ. κατῴκησαν δὲ αὐτὴν πρῶτον Μυσοί, ἔπειτα Κᾶρες, τρίτον Μιλήσιοι. ...


Κολοφωνίων πολιτεία

... ἦν δὲ καὶ ἐπὶ ταῖς αἰώραις τις ἐπ᾿ Ἠριγόνῃ ἣν καὶ ἀλῆτιν λέγουσιν ᾠδήν. Ἀριστοτέλης γοῦν ἐν τῇ Κολοφωνίων πολιτείᾳ φησίν· «ἀπέθανε δὲ καὶ αὐτὸς ὁ Θεόδωρος ὕστερον βιαίῳ θανάτῳ. λέγεται δὲ γενέσθαι τρυφῶν τις, ὡς ἐκ τῆς ποιήσεως δῆλόν ἐστιν· ἔτι γὰρ καὶ νῦν αἱ γυναῖκες ᾄδουσιν αὐτοῦ μέλη περὶ τὰς αἰώρας.» ...

... ἦν δέ τι καὶ ἀλῆτις ᾆσμα ταῖς αἰώραις προσᾳδόμενον, Θεοδώρου ποίημα τοῦ Κολοφωνίου. ...


Κορινθίων πολιτεία

... οὗτος ὁ Περίανδρος πρῶτος δορυφόρους ἔσχε καὶ τὴν ἀρχὴν εἰς τυραννίδα μετέστησε. καὶ οὐκ εἴα ἐν ἄστει ζῆν τοὺς βουλομένους, καθά φησιν Ἔφορος καὶ Ἀριστοτέλης. ...

... Περίανδρος δὲ πρῶτος μετέστησε τὴν ἀρχὴν δορυφόρους ἔχων καὶ οὐκ ἐπιτρέπων ἐν ἄστει ζῆν. ...

... Σωτίων δὲ καὶ Ἡρακλείδης καὶ Παμφίλη ἐν τῷ πέμπτῳ τῶν ὑπομνημάτων δύο φασὶ Περιάνδρους γεγονέναι τὸν μὲν τύραννον τὸν δὲ σοφὸν καὶ Ἀμβρακιώτην ... καὶ Ἀριστοτέλης μὲν τὸν Κορίνθιόν φησιν εἶναι τὸν σοφόν, Πλάτων δὲ οὔ φησι. ...


Κρητῶν πολιτεία

... ὅσσα μαθὼν ἀγαθός Ἀριστοτέλης φησὶν ὑπὸ Ῥαδαμάνθυος παιδευθῆναι τὸν Ἡρακλέα. ...

... ...Ἀριστοτέλης δὲ πρῶτον Ἀχιλλέα ἐπὶ τῇ τοῦ Πατρόκλου πυρᾷ τῇ πυῤῥίχῃ φησὶ κεχρῆσθαι, ἣν παρὰ Κρησί φησι πρύλιν λέγεσθαι, ὥστε παρὰ τὴν πυρὰν τῆς πυῤῥίχης τὸ ὄνομα θέσθαι. ...

... πρύλιν, πυῤῥίχην, ἢ ὁπλίτην πρυλέες οὕτως Γορτύνιοι. ...

... χαλκὸν ζώννυσθαι, Ἀριστοτέλης φησὶ τοὺς πρυλεῖς Ἀχιλλέως. τοὺς δὲ Ἀχαιοὺς τὸν νόμον εἰς Κρήτην κομίσαι· τῶν γὰρ βασιλέων κηδευομένων αὐτὸς προηγεῖται πυῤῥιχίζων ὁ στρατός. ...


Κροτωνιατῶν πολιτεία

... Μίλων, τὸν Κροτωνιάτην Μίλωνά φησιν, ὃν καὶ Ἀριστοτέλης πολυφάγον φησί. λέγουσι δὲ αὐτὸν εἶναι καὶ ἀνδρεῖον. κατεβρώθη δὲ οὗτος ὑπὸ θηρίων ἢ κυνῶν· ἐλθὼν γὰρ εἰς ὄρος καὶ εὑρών τινας δένδρον σχίζοντας, σφῆνα δὲ βαλόντας ἐν μέσῳ τοῦ ξύλου, θέλων αὐτὸς ἐκβαλεῖν τὸν σφῆνα ἐκρατήθη ἐκεῖ, καὶ οὕτως ἐτελεύτησε. ...


Κυθηρίων πολιτεία

... Κύθηρα, νῆσος πόλιν ὁμώνυμον ἔχουσα πρὸς τῇ Κρήτῃ, ἀπὸ Κυθήρου τοῦ Φοίνικος. ἐκαλεῖτο δὲ Πορφυροῦσσα διὰ τὸ κάλλος τῶν περὶ αὐτὴν πορφυρῶν, ὡς Ἀριστοτέλης. ...


Κυθνίων πολιτεία

... Κύθνιοι... Κύθνος μία τῶν Κυκλάδων νήσων, ὡς Ἀριστοτέλης ἐν τῇ Κυθνίων πολιτείᾳ. ...

... Κύθνος, νῆσος πρὸς τῇ Δρυοπίδι τῶν Κυκλάδων, ἀπὸ Κύθνου κτίσαντος. ἐκαλεῖτο δὲ καὶ Ὀφιοῦσσα καὶ Δρυοπίς. ...

... κυθνώλεις συμφοραί, τοῦτο εἰς παροιμίαν ἦλθε διὰ τὰ Κυθνίοις συμβάντα. φησὶ γὰρ Ἀριστοτέλης οὕτω κακῶς αὐτοὺς διατεθῆναι ὑπὸ Ἀμφιτρύωνος ὥστε τὰς μεγάλας συμφορὰς κυθνώλεις καλεῖσθαι. ...

... κυθνώλης, ἐξώλης. ἔνιοι δὲ πεποιῆσθαι τὴν λέξιν φασὶν ἀπὸ Κύθνου τῆς νήσου· ἀπολέσθαι γὰρ αὐτὴν ὑπὸ Ἀμφιτρύωνος. ὅτι τὸ κυθνώλης διὰ τοῦ λ γράφουσιν, ἀλλ᾿ οὐ διὰ τοῦ δ. Ἄργους γὰρ ἦν χωρίον τι καλούμενον Κύθνιον, οὗ τοὺς ἄνδρας ποτὲ Ἀμφιτρύων ἀνεῖλε πάντας πλὴν ὀλίγων πάνυ. ...


Κυμαίων πολιτεία

... ὁ δὲ Ἀριστοτέλης ἐν Κυμαίων πολιτείᾳ τοὺς τυράννους φησὶ τὸ πρότερον αἰσυμνήτας προσαγορεύεσθαι. ...

... αἰσυμνᾷ, ἡγεῖται καὶ ἄρχει· ἰδίως δέ φησιν Ἀριστοτέλης ὑπὸ Κυμαίων αἰσυμνήτην τὸν ἄρχοντα λέγεσθαι. «αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν»,τοὺς ἄρχοντας τῶν ἀγώνων. ...

... βλάξ... οἱ δὲ ἀπὸ τοῦ πρὸς τῇ Κύμῃ χωρίου, τῆς Βλακείας, οὗ μέμνηται καὶ Ἀριστοτέλης. ...

... βλακικά ... ... οἱ δὲ ἀπὸ τοῦ ἐν Κύμῃ χωρίου, τῆς Βλακείας. ...


Κυπρίων πολιτεία

... ἄνακτες καὶ ἄνασσαιοἱ μὲν υἱοὶ τοῦ βασιλέως καὶ οἱ ἀδελφοὶ καλοῦνται ἄνακτες, αἱ δὲ ἀδελφαὶ καὶ γυναῖκες ἄνασσαι· Ἀριστοτέλης ἐν τῇ Κυπρίων πολιτείᾳ. ...

... ὁ δὲ Νικοκλέους τοῦ Κυπρίου πατήρ, ᾧ τὰς παραινέσεις ὁ Ἀθηναῖος σοφιστὴς ἔγραψεν, τὸ μὲν ὄνομα αὐτῷ Τίμαρχος ἦν, διστοίχους δ᾿ εἶχεν ἄρα τῷ Ἀριστοτέλους λόγῳ τοὺς ὀδόντας. ...


Κυρηναίων πολιτεία

... καὶ τὸ Βάττου σίλφιον, Βάττος Κυρήνην ἔκτισεν ἐλθὼν ἀπὸ Θήρας τῆς κατὰ Κρήτην νήσου· ὃν τιμήσαντες Λίβυες ἐχαρίσαντο αὐτῷ τὸ κάλλιστον τῶν λαχάνων τὸ σίλφιον καὶ ἐν νομίσματι αὐτὸν ἐχάραξαν, τῇ μὲν βασιλέα, τῇ δὲ σίλφιον παρὰ τῆς πόλεως δεχόμενον, ὡς Ἀριστοτέλης ἐν τῇ Κυρηναίων πολιτείᾳ. ἔνθεν καὶ ἡ παροιμία ἐπὶ τῶν διαφόρους καὶ ἐξόχους τιμὰς δεχομένων. ...

... Βάττου σίλφιον, ἐπὶ τῶν σπανίους τιμὰς λαμβανόντων· οἱ γὰρ Κυρηναῖοι ἑνὶ τῶν Βάττων ἐξαίρετον ἔδοσαν τὸ σίλφιον καὶ τοῦ νομίσματος ἐπὶ μὲν θατέρου Ἄμμωνα ἐπὶ δὲ θατέρου σίλφιον ἐτύπωσαν. Βάττου σίλφιον ...

... παροιμία ἐπὶ τῶν τὰς ὑπερβαλλούσας τιμὰς εὑρισκομένων. μετενήνεκται δὲ ἀπὸ τοῦ Κυρηναίους ἑνὶ τῶν Βαττιαδῶν μεταδοῦναι ἐξαίρετον τὸ σίλφιον, ὃ ἐκτετίμηται παρ᾿ αὐτοῖς, ὥστε καὶ ἐν τῷ νομίσματι ὅπου μὲν Ἄμμωνα ὅπου δὲ σίλφιον ἐγκεχαράχθαι. ...

... ἦν δὲ οὐ δραχμὴ νόμισμα μόνον, ἀλλὰ καὶ πεντηκοντάδραχμον καὶ πεντάδραχμον παρὰ Κυρηναίοις, καὶ τετράδραχμον ἐκαλεῖτο καὶ τρίδραχμον καὶ δίδραχμον ... ἦν μέντοι, ὡς Ἀριστοτέλης φησίν, ἐν Κυρήνῃ καὶ τετραστάτηρον καὶ στατὴρ καὶ ἡμιστάτηρον χρυσᾶ νομίσματα. ...

... Ἀμμούς, ὁ Ζεύς. Ἀριστοτέλης. ...

... τῶν δ᾿ ἐν Ἄμμωνι κρηνῶν λέγειν φησὶ Καλλίμαχος Ἀριστοτέλη ὅτι τὴν μὲν Ἡλίου γε νομιζομένην μέσων μὲν νυκτῶν καὶ μεσημβρίας γίγνεσθαι θερμήν, ἕωθεν δὲ καὶ δείλης καθαπερεὶ κρύσταλλον, ἡ δ᾿ ἄλλη διότι καταβαίνοντος μὲν ἡλίου πηγνύει, ἐπὶ δυσμαῖς δ᾿ ἰόντος ἵσταται. ...

... Ἀριστοτέλης Ἄμμωνος κρήνην εἶναί φησιν, ἧς τὸ μὲν ὕδωρ μεσημβρίας καὶ μεσονυκτίου γίνεσθαι θερμόν, ὂν φύσει ψυχρότατον. ...


Λακεδαιμονίων πολιτεία

... ἢ Δωρίδ᾿ ἀποικίαν ἁνίκα ... ἕλον Ἀμύκλας Αἰγεῖδαι σέθεν ἔκγονοι... καὶ εἰσὶν Αἰγεῖδαι φατρία Θηβαίων, ἀφ᾿ ἧς ἧκόν τινες εἰς Σπάρτην Λακεδαιμονίοις βοηθήσοντες ἐν τῷ πρὸς Ἀμυκλαεῖς πολέμῳ, ἡγεμόνι χρησάμενοι Τιμομάχῳ, ὃς πρῶτος μὲν πάντα τὰ πρὸς πόλεμον διέταξε Λακεδαιμονίοις, μεγάλων δὲ παρ᾿ αὐτοῖς ἠξιώθη τιμῶν. καὶ τοῖς Ὑακινθίοις δὲ ὁ χάλκεος αὐτοῦ θώραξ προτίθεται· τοῦτον δὲ Θηβαῖοι ὅπλον ἐκάλουν. ταῦτα ἱστορεῖ καὶ Ἀριστοτέλης ἐν τῇ Λακώνων πολιτείᾳ. ... Ἀριστοτέλης γάρ φησιν ὅτι πολεμοῦντες οἱ Λάκωνες Ἀμυκλαεῦσιν, ὡς ἐπύθοντο παρὰ θεοῦ τοὺς Αἰγείδας συμμάχους λαβεῖν, εἰς Ἀθήνας ἐπορεύοντο, καταλύσαντες δ᾿ ἐν Θήβαις εὐωχουμένης τῆς τῶν Αἰγειδῶν φατρίας ἐβλήθησαν ἀκούσαντες μετὰ δεῖπνον εὐχομένου τοῦ ἱερέως διδόναι τοῖς Αἰγείδαις τοὺς θεοὺς τὰ ἀγαθά· καὶ συμβαλόντες τὸν χρησμὸν ἐντεῦθεν ἔλαβον τὴν συμμαχίαν. ...

... ἥκιστα δὲ οἱ χρόνοι καθ᾿ οὓς γέγονεν ὁ ἀνὴρ ὁ Λυκοῦργος ὁμολογοῦνται. οἱ μὲν γὰρ Ἰφίτῳ συνακμάσαι καὶ συνδιαθεῖναι τὴν Ὀλυμπιακὴν ἐκεχειρίαν λέγουσιν αὐτόν, ὧν ἐστι καὶ Ἀριστοτέλης ὁ φιλόσοφος τεκμήριον προσφέρων τὸν Ὀλυμπίασι δίσκον, ἐν ᾧ τοὔνομα τοῦ Λυκούργου διασώζεται καταγεγραμμένον. ...

... καὶ κοινὸν ἀγαθὸν τὰς ἐκεχειρίας κατέστησε Λυκοῦργος. ...

... ὁ δὲ Λυκοῦργος ... ὑπερῇρε τῇ δόξῃ τοὺς πώποτε πολιτευσαμένους ἐν τοῖς Ἕλλησι. δι᾿ ὅπερ καὶ Ἀριστοτέλης ἐλάττονας σχεῖν φησι τιμὰς ἢ προσῆκον ἦν αὐτὸν ἔχειν ἐν Λακεδαίμονι, καίπερ ἔχοντα τὰς μεγίστας. ἱερόν τε γάρ ἐστιν αὐτοῦ καὶ θύουσι καθ᾿ ἕκαστον ἐνιαυτὸν ὡς θεῷ. ...

... τὴν Λακεδαιμονίων πολιτείαν τινὲς Λυκούργῳ προσάπτουσι πᾶσαν. ...

... τόν τε αὖ Λυκοῦργον τὰ νομοθετικὰ εἰς Δελφοὺς πρὸς τὸν Ἀπόλλωνα συνεχὲς ἀπιόντα παιδεύεσθαι γράφουσι Πλάτων τε καὶ Ἀριστοτέλης καὶ Ἔφορος. ...

... οὕτω δὲ περὶ ταύτην τῶν γερόντων ἐσπούδασε τὴν ἀρχὴν ὁ Λυκοῦργος, ὥστε μαντείαν ἐκ Δελφῶν κομίσαι περὶ αὐτῆς ἣν ῥήτραν καλοῦσιν. ἔχει δὲ οὕτως· «Διὸς Ἑλλανίου καὶ Ἀθανᾶς Ἑλλανίας ἱερὸν ἱδρυσάμενον, φυλὰς φυλάξαντα καὶ ὠβὰς ὠβάξαντα, τριάκοντα γερουσίαν σὺν ἀρχαγέταις καταστήσαντα, ὥρας ἐξ ὥρας ἀπελλάζειν μεταξὺ Βαβύκας τε καὶ Κνακιῶνος, οὕτως εἰσφέρειν τε καὶ ἀφίστασθαι· δάμῳ δὲ τὰν κυρίαν ἦμεν καὶ κράτος.» ἐν τούτοις τὸ μὲν φυλὰς φυλάξαι καὶ ὠβὰς ὠβάξαι διελεῖν ἐστι καὶ κατανεῖμαι τὸ πλῆθος εἰς μερίδας, ὧν τὰς μὲν φυλὰς τὰς δὲ ὠβὰς προσηγόρευκεν. ἀρχαγέται δὲ οἱ βασιλεῖς λέγονται, τὸ δὲ ἀπελλάζειν ἐκκλησιάζειν ὅτι τὴν ἀρχὴν καὶ τὴν αἰτίαν τῆς πολιτείας εἰς τὸν Πύθιον ἀνῆψε. τὴν δὲ Βαβύκαν καὶ τὸν Κνακιῶνα νῦν Οἰνοῦντα προσαγορεύουσιν· Ἀριστοτέλης δὲ τὸν μὲν Κνακιῶνα ποταμόν, τὴν δὲ Βαβύκαν γέφυραν. ἐν μέσῳ δὲ τούτων τὰς ἐκκλησίας ἦγον οὔτε παστάδων οὐσῶν οὔτε ἄλλης τινὸς κατασκευῆς ... τοῦ δὲ πλήθους ἀθροισθέντος εἰπεῖν μὲν οὐδενὶ γνώμην τῶν ἄλλων ἐφεῖτο, τὴν δ᾿ ὑπὸ τῶν γερόντων καὶ τῶν βασιλέων προτεθεῖσαν ἐπικρῖναι κύριος ἦν δῆμος. ...

... τοσούτους δέ τριάκοντα φησι κατασταθῆναι τοὺς γέροντας Ἀριστοτέλης, ὅτι τριάκοντα τῶν πρώτων μετὰ Λυκούργου γενομένων δύο τὴν πρᾶξιν ἐγκατέλιπον ἀποδειλιάσαντες. ...

... γερουσία, ἡ μεγίστη ἀρχὴ παρὰ Λακεδαιμονίοις μετὰ τοὺς ἐφόρους. ἦν δὲ ἀνδρῶν κη. ὁ γὰρ Λυκοῦργος ἐκέλευσεν ἐλθεῖν τριάκοντα γέρουσιν, ἀπολειφθέντων δὲ δύο κατὰ τὸν ἀριθμόν, εἰς τοὺς κη συνήγαγε τὴν ἀρχήν. ...

... ἡ δὲ καλουμένη κρυπτεία παρ᾿ αὐτοῖς, εἴγε δὴ τοῦτο τῶν Λυκούργου πολιτευμάτων ἕν ἐστιν, ὡς Ἀριστοτέλης ἱστόρηκε, ταύτην ἂν εἴη καὶ τῷ Πλάτωνι περὶ τῆς πολιτείας καὶ τοῦ ἀνδρὸς ἐνειργασμένη δόξαν. ἦν δὲ τοιαύτη. τῶν νέων οἱ ἄρχοντες διὰ χρόνου τοὺς μάλιστα νοῦν ἔχειν δοκοῦντας εἰς τὴν χώραν ἄλλως ἐξέπεμπον ἔχοντας ἐγχειρίδια καὶ τροφὴν ἀναγκαίαν, ἄλλο δὲ οὐδέν. οἱ δὲ μεθ᾿ ἡμέραν μὲν εἰς ἀσυνδήλους διασπειρόμενοι τόπους ἀπέκρυπτον ἑαυτοὺς καὶ ἀνεπαύοντο, νύκτωρ δὲ κατιόντες εἰς τὰς ὁδοὺς τῶν εἱλώτων τὸν ἁλισκόμενον ἀπέσφαττον ... Ἀριστοτέλης δὲ μάλιστά φησι καὶ τοὺς ἐφόρους ὅταν εἰς τὴν ἀρχὴν καταστῶσι πρῶτον, τοῖς εἵλωσι καταγγέλλειν πόλεμον, ὅπως εὐαγὲς ᾖ τὸ ἀνελεῖν. ...

... λέγεται δὲ καὶ τὴν κρυπτὴν εἰσηγήσασθαι, καθ᾿ ἣν ἔτι καὶ νῦν ἐξιόντες μεθ᾿ ὅπλων κρύπτονται ἡμέρας, τὰς δὲ νύκτας ... καὶ ἀναιροῦσι τῶν εἱλώτων ὅσους ἂν ἐπιτήδειον ᾖ. ...

... προεκήρυττον οἱ ἔφοροι τοῖς πολίταις εἰς τὴν ἀρχὴν εἰσιόντες, ὡς Ἀριστοτέλης φησί, κείρεσθαι τὸν μύστακα καὶ προσέχειν τοῖς νόμοις, ἵνα μὴ χαλεποὶ ὦσιν αὐτοῖς· τὸ τοῦ μύστακος οἶμαι προτείνοντες, ὅπως καὶ περὶ τὰ μικρότατα τοὺς νέους πειθαρχεῖν ἐθίζωσι. ...

... ἐν Λακεδαίμονι κηρύττουσιν οἱ ἔφοροι παριόντες εὐθὺς εἰς τὴν ἀρχὴν μὴ τρέφειν μύστακα καὶ πείθεσθαι τοῖς νόμοις ὡς μὴ χαλεποὶ ὦσιν αὐτοῖς. ...

... ἐν μὲν οὖν Σπάρτῃ τοῖς εἰς ἀρχὴν καθισταμένοις οἱ ἔφοροι προεκήρυττον μὴ τρέφειν μύστακας, ἵνα τοὺς τὸ φαῦλον τοῦτο καὶ εὐτελὲς παραβάντας μειζόνως κολάζωσιν. ...

... μόραν· συντάγματά τινα Λακωνικὰ οὕτω καλεῖται. διείλεκται δὲ περὶ τούτων Ἀριστοτέλης ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ. φησὶ δὲ ὡς εἰσὶ μόραι ἓξ ὠνομασμέναι, καὶ διῄρηνται εἰς τὰς μόρας Λακεδαιμόνιοι πάντες. ...

... λόχοι, Λακεδαιμονίων φησὶν Ἀριστοφάνης τέτταρας πέντε γάρ εἰσιν, ὥς φησιν Ἀριστοτέλης. ...

... λόχοι, Λακεδαιμονίων ὡς Ἀριστοφάνης. Θουκυδίδης δὲ, Ἀριστοτέλης ...

... ὅτι καὶ παρ᾿ ἡμῖν εἰσὶ τέτταρες λόχοι μαχίμων γυναικῶν, παρὰ ταῖς γυναιξὶν ὑπάρχουσι δ λόχοι. τοῦτο δέ φησιν, ὅτι καὶ παρὰ Λακεδαιμονίοις τέσσαρες ὑπάρχουσι λόχοι οἷς κέχρηται ὁ βασιλεύς. – τέτταρες λόχοι ἀργότερον τὰ Λακώνων ἔοικεν ἐξειργάσθαι ὁ ποιητής. λόχοι γὰρ οὐκ εἰσὶ τέτταρες ἐν Λακεδαιμονίᾳ ἀλλὰ ε, Ἔδωλος, Σίνις, Ἀρίμας, Πλοάς, Μεσσοάγης. ὁ δὲ Θουκυδίδης ζ φησὶ χωρὶς τῶν Σκιριτῶν. ...

... λόχοι Λακεδαιμονίων πέντε, Αἰδώλιος, Σίνις, Σαρίμας, Πλόας, Μεσοάτης. ...

... Ἐδωλός, λόχος Λακεδαιμονίων οὕτως ἐκαλεῖτο. ...

... μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα ... Ἀριστοτέλης δέ φησιν ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ χρῆσθαι Λακεδαιμονίους φοινικίδι πρὸς τοὺς πολέμους, τοῦτο μὲν ὅτι τὸ τῆς χρόας ἀνδρικόν, τοῦτο δὲ ὅτι τὸ τοῦ χρώματος αἱματῶδες τῆς τοῦ αἵματος ῥύσεως ἐθίζει καταφρονεῖν. ...

... φοινικίς, ἔνδυμα Λακωνικὸν ὁπότε εἰς πόλεμον ἴοιεν, διὰ τὸ ὁμοχροεῖν τῷ αἵματι. Ἀριστοτέλης ἐν πολιτείᾳ Λακεδαιμονίων. ...

... ἐν τοῖς πολέμοις φοινικίσιν ἐχρῶντο. ἅμα μὲν γὰρ ἡ χρόα ἐδόκει αὐτοῖς ἀνδρικὴ εἶναι, ἅμα δὲ τὸ αἱματῶδες τοῦ χρώματος πλείονα τοῖς ἀπείροις φόβον παρέχειν. καὶ τὸ μὴ εὐπερίφωρον δὲ τοῖς πολεμίοις εἶναι ἐάν τις αὐτῶν πληγῇ ἀλλὰ διαλανθάνειν διὰ τὸ ὁμόχρουν, χρήσιμον. ...

... φοινικίδα δὲ ἀμπέχεσθαι κατὰ τὰς μάχας ἀνάγκη ἦν. ἔχειν δὲ τὴν χρόαν καὶ σεμνότητός τι· πρὸς ταύτῃ γε μὴν καὶ τὴν ῥύσιν τοῦ ἐπιγενομένου αἵματος ἐκ τῶν τραυμάτων ἔτι μᾶλλον ἐκπλήττειν τοὺς ἀντιπάλους, βαθυτέρας τῆς ὄψεως γινομένης καὶ φοβερωτέρας μᾶλλον. ...

... καὶ γὰρ τὸ μηδένα τῶν μαχίμων ἄνευ τῆς τῶν ἀρχόντων γνώμης ἀποδημεῖν, Ἰσοκράτους ἐν Βουσίριδι περὶ Λακεδαιμονίων ταῦτα λέγοντος ῥητέον ὅτι καὶ οἱ τὰς Λακεδαιμονίων πολιτείας γεγραφότες τὰ ὅμοια εἰρήκασιν· ὁ δὲ Ἀριστοτέλης οὐκ ἐξεῖναί φησιν ἀποδημεῖν τοῖς Λακεδαιμονίοις ὅπως μὴ ἐθίζωνται ἄλλων νόμων εἶναι φίλοι. τοῦ μέντοι Ἰσοκράτους τοὺς μαχίμους μόνους λέγοντος κωλύεσθαι ἀποδημεῖν οἱ περὶ Ἀριστοτέλην τοὺς πάντας Λακεδαιμονίους φασίν. ...

... ἀποδημεῖν δὲ οὐκ ἐξῆν αὐτοῖς ἵνα μὴ ξενικῶν ἐθῶν καὶ βίων ἀπαιδεύτων μετάσχωσι. ...

... ἁ φιλοχρηματία Σπάρταν ὀλεῖ, ἄλλο δὲ οὐδέν, αὕτη λέλεκται ἐπὶ τῶν ἐξ ἅπαντος κερδαίνειν βουλομένων. μετενήνεκται δὲ ἀπὸ χρησμοῦ δοθέντος Λακεδαιμονίοις, ἐν ᾧ ἔχρησε τότε ὁ θεὸς ἀπολεῖσθαι τοὺς Λακεδαιμονίους ὅταν ἀργύριον καὶ χρυσίον τιμήσωσι. μέμνηται τοῦ χρησμοῦ Ἀριστοτέλης ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ. ...

... ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν Σπάρτης ἔνοικοι ... αἰσχροκερδεῖς ... ἑξῆς δὲ αὐτοὺς εἴς τε τὰ ἄλλα καὶ φιλοχρηματίαν κακῶς λέγει. καὶ Ἀριστοτέλης δὲ τοῦτο ἱστορεῖ ἐν τῇ τῶν Λακώνων πολιτείᾳ καὶ τὸ ὑπὸ τοῦ θεοῦ αὐτοματισθὲν προστίθησιν ἔπος· ἁ φιλοχρηματία Σπάρταν ὀλεῖ· ἄλλο γὰρ οὐδέν. ...

... κατὰ Αἴλιον Διονύσιον, ὃς καὶ τὸν τῆς παροιμίας Λέσβιον ᾠδὸν τὸν Τέρπανδρόν φησιν ἢ Εὐαινετίδην ἢ Ἀριστοκλείδην. καὶ Ἀριστοτέλης ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ τὸ μετὰ Λέσβιον ᾠδὸν τὸν Τέρπανδρόν φησι δηλοῦν. ἐκαλοῦντο δέ, φησί, καὶ ὕστερον εἰς τὴν ἐκείνου τιμὴν πρῶτον μὲν ἀπόγονοι αὐτοῦ, εἶτα εἴ τις ἄλλος παρείη Λέσβιος, εἶθ᾿ οὕτως οἱ λοιποὶ μετὰ Λέσβιον ᾠδόν, τὸν ἁπλῶς δηλαδὴ Λέσβιον. ...

... μετὰ Λέσβιον ᾠδόν, παροιμία ταττομένη ἐπὶ τῶν τὰ δεύτερα φερομένων ἐξ αἰτίας τοιᾶσδε. Λακεδαιμόνιοι στασιάζοντες μετεπέμψαντο κατὰ χρησμὸν τοῦ θεοῦ ἐκ Λέσβου τὸν μουσικὸν Τέρπανδρον· ἐλθὼν δὲ ἐκεῖνος καὶ τῇ μουσικῇ χρώμενος ἥρμοσεν αὐτῶν τὰς ψυχὰς καὶ τὴν στάσιν ἔπαυσεν. εἴποτε οὖν μετὰ ταῦτα μουσικοῦ τινος ἤκουον οἱ Λακεδαιμόνιοι, ἐπεφώνουν μετὰ Λέσβιον ᾠδόν. ...

... μετὰ Λέσβιον ᾠδόν, τοὺς ἀπογόνους τοῦ Τερπάνδρου ἀγαθοὺς ἡγουμένους εἶναι κιθαρῳδοὺς πρώτους εἰς τὸν ἀγῶνα προσκαλεῖσθαι, εἶτ᾿ εἴ τις εἴη Λέσβιος ᾠδός. ...

... μετὰ Λέσβιον ᾠδόν, ... ἐπὶ τῶν τὰ δεύτερα φερομένων· οἱ γὰρ Λακεδαιμόνιοι τοὺς Λεσβίους κιθαρῳδοὺς πρώτους προσεκαλοῦντο. ἀκαταστατούσης γάρ ποτε τῆς πόλεως αὐτῶν χρησμὸς ἐγένετο τὸν Λέσβιον ᾠδὸν μεταπέμπεσθαι. οἱ δ᾿ ἐξ Ἀντίσσης Τέρπανδρον ἐφ᾿ αἵματι φεύγοντα μεταπεμψάμενοι ἤκουον αὐτοῦ ἐν τοῖς συσσιτίοις καὶ κατεστάλησαν. ...

... Λακεδαιμόνιοι τὸν Λέσβιον ᾠδὸν ἐτίμησαν· τούτου γὰρ ἀκούειν ὁ θεὸς χρησμῳδουμένοις ἐκέλευεν. ...


Λευκαδίων πολιτεία

... ἐν δὲ τῇ Λευκαδίων πολιτείᾳ Ἀριστοτέλης καὶ αὐτόχθονά τινα Λέλεγα ὀνομάζει, τούτου δὲ θυγατριδοῦν Τηλεβόαν, τοῦ δὲ παῖδας δύο καὶ εἴκοσι Τηλεβόας, ὧν τινας οἰκῆσαι τὴν Λευκάδα. ...


Λοκρῶν πολιτεία

... οὐκ ὤκνησα καὶ λέγειν καὶ γράφειν ὅτι τὴν ὑπ᾿ Ἀριστοτέλους παραδιδομένην ἱστορίαν περὶ τῆς ἀποικίας ἀληθινωτέραν εἶναι συμβαίνει τῆς ὑπὸ Τιμαίου λεγομένης. σύνοιδα γὰρ τοῖς ἀνθρώποις ὁμολογοῦσιν ὅτι παραδόσιμος αὐτοῖς ἐστιν αὕτη περὶ τῆς ἀποικίας ἡ φήμη παρὰ πατέρων, ἣν Ἀριστοτέλης εἴρηκεν, οὐ Τίμαιος. καὶ τούτων γε τοιαύτας ἔφερον ἀποδείξεις. πρῶτον μὲν ὅτι πάντα τὰ διὰ προγόνων ἔνδοξα παρ᾿ αὐτοῖς ἀπὸ τῶν γυναικῶν, οὐκ ἀπὸ τῶν ἀνδρῶν ...ἐκ τούτων ἄν τις συλλογιζόμενος Ἀριστοτέλει πρόσσχοι μᾶλλον ἢ Τιμαίῳ. καὶ μὴν τὸ συνεχὲς τούτῳ τελέως ἄτοπον· τὸ γὰρ ὑπολαμβάνειν, καθάπερ ἐκεῖνος ὑποδείκνυσιν, ὡς οὐκ εἰκὸς ἦν τοὺς οἰκέτας τῶν Λακεδαιμονίοις συμμαχησάντων τὴν τῶν κυρίων εὔνοιαν ἀναφέρειν πρὸς τοὺς ἐκείνων φίλους εὔηθες· οὐ γὰρ μόνον τὰς ἐννοίας ἀλλὰ καὶ τὰς ξενίας καὶ τὰς συγγενείας τῶν δεσποτῶν οἱ δουλεύσαντες, ὅταν ἐντυχήσωσι παραδόξως καὶ χρόνος ἐπιγένηται, πειρῶνται προσποιεῖσθαι ... διὸ καὶ τὴν ὀνομασίαν τῇ πόλει τὴν ἀπὸ τῶν γυναικῶν εἰκότως ἐπέθεσαν καὶ τὴν οἰκειότητα τὴν κατὰ τὰς γυναῖκας προσεποιήθησαν, ἔτι δὲ τὰς φιλίας καὶ τὰς συμμαχίας τὰς προγονικὰς τὰς ἀπὸ τῶν γυναικῶν ἀνενεοῦντο. ᾗ καὶ τὸ τοὺς Ἀθηναίους πορθῆσαι τὴν χώραν αὐτῶν οὐδέν ἐστι σημεῖον ψευδῆ λέγειν τὸν Ἀριστοτέλη· εὐλόγου γὰρ ὄντος ἐκ τῶν προειρημένων, εἰ καὶ δεκάκις ἦσαν οἰκέται, τοῦ προσπεποιῆσθαι τὴν τῶν Λακεδαιμονίων φιλίαν τοὺς ἐξάραντας ἐκ τῶν Λοκρῶν καὶ κατασχόντας εἰς τὴν Ἰταλίαν, εὔλογος γίνεται καὶ ἡ τῶν Ἀθηναίων ἀλλοτριότης ... ἀλλὰ πῶς αὐτοὶ μὲν ἐξαπέστελλον οἱ Λακεδαιμόνιοι τοὺς ἀκμάζοντας εἰς τὴν πατρίδα τεκνοποιίας χάριν, τοὺς δὲ Λοκροὺς τὸ παραπλήσιον οὐκ εἴων ποιεῖν; ἕκαστα δὲ τούτων οὐ μόνον κατὰ τὸ πιθανὸν ἀλλὰ καὶ κατὰ τὴν ἀλήθειαν μεγάλην ἔχει διαφοράν ... διόπερ οἱ Λοκροὶ μήτε ταῖς ἀραῖς ὄντες ἔνοχοι μήτε τοῖς ὅρκοις οἷς ὤμοσαν οἱ Λακεδαιμόνιοι μὴ πρότερον εἰς τὴν οἰκείαν ἐπανήξειν πρὶν ἢ τὴν Μεσσήνην κατὰ κράτος ἑλεῖν, τῆς μὲν κατὰ τὸ κοινὸν ἐξαποστολῆς εὐκόλως οὐ μετέσχον, κατὰ δὲ μέρος τὰς ἐπανόδους ποιούμενοι καὶ σπανίως ἔδοσαν ἀναστροφὴν ταῖς γυναιξὶ πρὸς οἰκέτας γενέσθαι συνήθειαν ἢ πρὸς τοὺς ἐξ ἀρχῆς ἄνδρας, ταῖς δὲ παρθένοις καὶ μᾶλλον· ὃ καὶ τῆς ἐξαναστάσεως αἴτιον γέγονεν. ... ἢ δεικτέον οὖν τὸν Ἀριστοτέλη κατὰ τὸν ἄρτι λόγον τὰ περὶ Λοκρῶν εἰρηκότα χάριτος ἢ κέρδους ἢ διαφορᾶς ἕνεκεν, ἢ μηδὲ τολμῶντας τοῦτο λέγειν ὁμολογητέον ἀγνοεῖν καὶ παραπαίειν τοὺς τοιαύτῃ χρωμένους ἀπεχθείᾳ καὶ πικρίᾳ κατὰ τῶν πέλας, οἵᾳ κέχρηται Τίμαιος κατὰ Ἀριστοτέλους. φησὶ γὰρ αὐτὸν εἶναι θρασὺν εὐχερῆ προπετῆ, πρὸς δὲ τούτοις κατατετολμηκέναι τῆς τῶν Λοκρῶν πόλεως εἰπόντα τὴν ἀποικίαν αὐτῶν εἶναι δραπετῶν, μοιχῶν, ἀνδραποδιστῶν. ...

... μεταβὰς ἐπὶ τοὺς ἐν Ἰταλίᾳ Λοκροὺς πρῶτον μέν φησι Τίμαιος τήν τε πολιτείαν καὶ τὰ λοιπὰ φιλάνθρωπα τοῖς Λοκροῖς ἀμφοτέροις ὑπάρχειν ὅμοια, τὸν δ᾿ Ἀριστοτέλη καὶ Θεόφραστον κατεψεῦσθαι τῆς πόλεως. ...

... Τίμαιος δ᾿ ὁ Ταυρομενίτης ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν «οὐκ ἦν, φησί, πάτριον τοῖς Ἕλλησιν ὑπὸ ἀργυρωνήτων τὸ παλαιὸν διακονεῖσθαι», γράφων οὕτως «καθόλου δὲ ᾐτιῶντο τὸν Ἀριστοτέλη διημαρτηκέναι τῶν Λοκρικῶν ἐθῶν. οὐδὲ γὰρ κεκτῆσθαι νόμον εἶναι τοῖς Λοκροῖς, ὁμοίως δὲ οὐδὲ Φωκεῦσιν, οὔτε θεραπαίνας οὔτε οἰκέτας, πλὴν ἐγγὺς τῶν χρόνων.» ...

... νέμει γὰρ ἀτρέκεια πόλιν, ἁ τραχεῖα πόλις Λοκρῶν ... ὃ βούλεται λέγειν ἐστὶ τοιοῦτον· καίπερ τραχεῖα οὖσα εὐνομεῖται. διὰ τί δέ, φησὶν Ἀριστοτέλης. ἐπειδὴ γὰρ ἐχρῶντο τῷ θεῷ πῶς ἂν πολλῆς ταραχῆς ἀπαλλαγεῖεν, ἐξέπεσεν αὐτοῖς χρησμός, ἑαυτοῖς νόμους τίθεσθαι, ὅτε καί τις ποιμήν, ὄνομα δ᾿ ἦν Ζάλευκος, πολλοὺς νόμους δυνηθείη τοῖς πολίταις εἰσενεγκεῖν δοκίμους. γνωσθεὶς δὲ καὶ ἐρωτηθεὶς πόθεν εὕροι, ἔφησεν ἐνύπνιον αὐτῷ τὴν Ἀθηνᾶν παρίστασθαι. διὸ αὐτός τε ἠλευθέρωται καὶ νομοθέτης κατέστη. ...

... Χαμαιλέων τε ὁ Ἡρακλεώτης ἐν τῷ περὶ μέθης καὶ Ἀριστοτέλης ἐν τῇ Λοκρῶν πολιτείᾳ Ζάλευκον τὸν Λοκρὸν παρὰ τῆς Ἀθηνᾶς τοὺς νόμους λαμβάνειν ἀπομνημονεύουσιν. ...


Λυκίων πολιτεία

... ...


Μασσαλιωτῶν πολιτεία

... τὸ ὅμοιον ἱστορεῖ γενέσθαι καὶ Ἀριστοτέλης ἐν τῇ Μασσαλιωτῶν πολιτείᾳ γράφων οὕτως· «Φωκαεῖς οἱ ἐν Ἰωνίᾳ ἐμπορίᾳ χρώμενοι ἔκτισαν Μασσαλίαν. Εὔξενος δ᾿ ὁ Φωκαεὺς Νάνῳ τῷ βασιλεῖ, τοῦτο δ᾿ ἦν αὐτῷ ὄνομα, ἦν ξένος. οὗτος ὁ Νάνος ἐπιτελῶν γάμους τῆς θυγατρὸς κατὰ τύχην παραγενόμενον τὸν Εὔξενον παρακέκληκεν ἐπὶ τὴν θοίνην. ὁ δὲ γάμος ἐγίγνετο τόνδε τὸν τρόπον· ἔδει μετὰ τὸ δεῖπνον εἰσελθοῦσαν τὴν παῖδα φιάλην κεκερασμένην ᾧ βούλοιτο δοῦναι τῶν παρόντων μνηστήρων, ᾧ δὲ δοίη τοῦτον εἶναι νυμφίον. ἡ δὲ παῖς εἰσελθοῦσα δίδωσιν εἴτε ἀπὸ τύχης εἴτε καὶ δι᾿ ἄλλην τινὰ αἰτίαν τῷ Εὐξένῳ· ὄνομα δ᾿ ἦν τῇ παιδὶ Πέττα. τούτου δὲ συμπεσόντος καὶ τοῦ πατρὸς ἀξιοῦντος ὡς κατὰ θεὸν γενομένης τῆς δόσεως, ἔλαβεν ὁ Εὔξενος γυναῖκα καὶ συνῴκει μεταθέμενος τοὔνομα Ἀριστοξένην. καὶ ἔστι γένος ἐν Μασσαλίᾳ ἀπὸ τῆς ἀνθρώπου μέχρι νῦν Πρωτιάδαι καλούμενον· Πρῶτος γὰρ ἐγένετο υἱὸς Εὐξένου καὶ τῆς Ἀριστοξένης.» ...

... Μασσαλία, ... ὅτι δὲ ... ὑπὸ Φωκαέων ᾤκιστο ἡ Μασσαλία καὶ Ἀριστοτέλης ἐν τῇ Μασσαλιωτῶν πολιτείᾳ δηλοῖ. ...


Μεγαρέων πολιτεία

... ἐν δὲ τῇ Αἰτωλῶν πολιτείᾳ Ἀριστοτέλης τοὺς νῦν Λοκροὺς Λέλεγας καλεῖ, κατασχεῖν δὲ καὶ τὴν Βοιωτίαν αὐτούς φησιν. ὁμοίως δὲ καὶ ἐν τῇ Ὀπουντίων καὶ Μεγαρέων. ...


Μεθωναίων πολιτεία

... Ἀριστοτέλης δὲ ἐν τῇ Μεθωναίων πολιτείᾳ «παράσιτοι, φησί, τοῖς μὲν ἄρχουσι δύο καθ᾿ ἕκαστον ἦσαν, τοῖς δὲ πολεμάρχοις εἷς. τεταγμένα δ᾿ ἐλάμβανον παρ᾿ ἄλλων τέ τινων καὶ τῶν ἁλιέων ὄψον.» ...

... ἀμουσότερος Λειβηθρίων, Λειβήθριοι ἔθνος ἐστὶ Πιερικόν, οὗ καὶ Ἀριστοτέλης μέμνηται ἐν τῇ Μεθωναίων πολιτείᾳ. λέγονται δὲ ἀμουσότατοι εἶναι οἱ Λειβήθριοι, ἐπειδὴ παρ᾿ αὐτοῖς ἐγένετο ὁ τοῦ Ὀρφέως θάνατος. ...

... ἀμουσότερος Λειβηθρίων, ἐπὶ τῶν ἀμούσων καὶ ἀπαιδεύτων. Λειβήθριοι γὰρ ἔθνος Πιερικόν ἐστιν οὔτε μέλους ἁπλῶς οὔτε ποιήματος ἔννοιαν λαμβάνον. λέγονται δὲ ἀμουσότατοι εἶναι, ἐπειδὴ παρ᾿ αὐτοῖς ὁ τοῦ Ὀρφέως ἐγένετο θάνατος. ...


Μηλιέων πολιτεία

... τῶν φιλτάτων τὰ φίλτατα, φησὶν Ἀριστοτέλης ἐν τῇ Μηλιέων πολιτείᾳ τοὺς παῖδας γυμνοὺς ἐκφέρειν μέχρις ἐτῶν ιϛ καὶ καταφιλεῖν αὐτοὺς ἐν τοῖς συμποσίοις. ...

... τῶν φιλτάτων τὰ φίλτατα Μηλίοις ἀνεῖλεν ὁ θεὸς φιλεῖν τῶν φιλτάτων τὰ φίλτατα· μέχρις οὖν ἐτῶν δέκα ἓξ γυμνοὺς περιέφερον τοὺς παῖδας καὶ κατεφίλουν ἐν Ὀλυμπίᾳ. ...

... τὸ Μηλιακὸν πλοῖον, τοῦτο ἐπὶ τῶν ἄγαν ῥεόντων πλοίων ἀπὸ ἱστορίας τινὸς εἴρηται. φησὶ γὰρ Ἀριστοτέλης Ἱππότην εἰς ἀποικίαν στελλόμενον τοῖς μὴ βουληθεῖσιν αὐτῷ συμπλεῖν καταράσασθαι· ἐπειδὴ γὰρ προφασιζόμενοι οἱ μὲν τὰς γυναῖκας αὐτοῖς ἀῤῥωστεῖν οἱ δὲ τὰ πλοῖα ῥεῖν κατέμενον, κατηράσατο μήτε πλοῖα στεγανὰ αὐτοῖς γενέσθαι ποτὲ καὶ ὑπὸ τῶν γυναικῶν κρατεῖσθαι ἀεί. ...

... τὸ Μηλιακὸν πλοῖον: ἐπὶ τῶν ἄγαν ῥεόντων πλοίων. κατηράσαντο γὰρ Λακεδαιμόνιοι μηδέποτε στεγνὰ τὰ πλοῖα Μηλιέων γενέσθαι· παραβάται γάρ. ...


Μηλίων πολιτεία

... Μῆλος, νῆσος μία τῶν Κυκλάδων, ὁμώνυμον ἔχουσα πόλιν ... ἐκλήθη ... καὶ Ζεφυρία. ...


Μιλησίων πολιτεία

... περὶ Ἀνθέως. ἱστορεῖ Ἀριστοτέλης καὶ οἱ τὰ Μιλησιακά. Ἐκ δὲ Ἁλικαρνασσοῦ παῖς Ἀνθεὺς ἐκ βασιλείου γένους ὡμήρευσε παρὰ Φοβίῳ ἑνὶ τῶν Νηλειδῶν τότε κρατοῦντι Μιλησίων. τούτου Κλεόβοια, ἥν τινες Φιλαίχμην ἐκάλεσαν, τοῦ Φοβίου γυνὴ ἐρασθεῖσα πολλὰ ἐμηχανᾶτο εἰς τὸ προσαγαγέσθαι τὸν παῖδα. ὡς δὲ ἐκεῖνος ἀπεωθεῖτο ποτὲ μὲν φάσκων ὀῤῥωδεῖν μὴ κατάδηλος γένοιτο, ποτὲ δὲ Δία ξένιον καὶ κοινὴν τράπεζαν προισχόμενος, ἡ Κλεόβοια κακῶς φερομένη ἐν νῷ εἶχε τίσασθαι αὐτὸν ἀνηλεῆ τε καὶ ὑπέραυχον ἀποκαλουμένη. ἔνθα δὴ χρόνου προιόντος τοῦ μὲν ἔρωτος ἀπηλλάχθαι προσεποιήθη, πέρδικα δὲ τιθασὸν εἰς βαθὺ φρέαρ κατασοβήσασα ἐδεῖτο τοῦ Ἀνθέως ὅπως κατελθὼν ἀνέλοιτο αὐτόν· τοῦ δὲ ἑτοίμως ὑπακούσαντος διὰ τὸ μηδὲν ὑφορᾶσθαι, ἡ Κλεόβοια ἐπισείει στιβαρὸν αὐτῷ πέτρον. καὶ ὁ μὲν παραχρῆμα ἐτεθνήκει, ἡ δ᾿ ἄρ᾿ ἐννοηθεῖσα ὡς δεινὸν ἔργον δεδράκοι καὶ ἄλλως δὲ καομένη σφοδρῷ ἔρωτι τοῦ παιδὸς ἀναρτᾷ ἑαυτήν. Φοβίος μέντοι διὰ ταύτην τὴν αἰτίαν ὡς ἐναγὴς παρεχώρησε Φρυγίῳ τῆς ἀρχῆς. ...

... Μιλήσιοι δὲ ἕως μὲν οὐκ ἐτρύφων, ἐνίκων Σκύθας, ὥς φησιν Ἔφορος, καὶ τάς τε ἐφ᾿ Ἑλλησπόντῳ πόλεις ἔκτισαν καὶ τὸν Εὔξεινον πόντον κατῴκισαν πόλεσι λαμπραῖς καὶ πάντες ἐπὶ τὸν Μίλητον ἔθεον· ὡς δ᾿ ὑπήχθησαν ἡδονῇ καὶ τρυφῇ κατεῤῥύη τὸ τῆς πόλεως ἀνδρεῖον, φησὶν Ἀριστοτέλης, καὶ παροιμία τις ἐγεννήθη ἐπ᾿ αὐτῶν «πάλαι ποτ᾿ ἦσαν ἄλκιμοι Μιλήσιοι». ...


Ναξίων πολιτεία

... Ἀριστοτέλης ἐν τῇ Ναξίων πολιτείᾳ περὶ τῆς παροιμίας ὅτι οὐδεὶς κακὸς μέγας ἰχθύς οὕτω γράφει· «τῶν παρὰ Ναξίοις εὐπόρων οἱ μὲν πολλοὶ τὸ ἄστυ ᾤκουν, οἱ δὲ ἄλλοι διεσπαρμένοι κατὰ κώμας. ἐν οὖν δή τινι τῶν κωμῶν, ᾗ ὄνομα ἦν Ληστάδαι, Τελεσταγόρας ᾤκει πλούσιός τε σφόδρα καὶ εὐδοκιμῶν καὶ τιμώμενος παρὰ τῷ δήμῳ τοῖς τ᾿ ἄλλοις ἅπασι καὶ τοῖς καθ᾿ ἡμέραν πεμπομένοις. καὶ ὅτε καταβάντες ἐκ τῆς πόλεως δυσωνοῖντό τι τῶν πωλουμένων, ἔθος ἦν τοῖς πωλοῦσι λέγειν ὅτι μᾶλλον ἂν προέλοιντο Τελεσταγόρᾳ δοῦναι ἢ τοσούτου ἀναδόσθαι. νεανίσκοι οὖν τινες ὠνούμενοι μέγαν ἰχθύν, εἰπόντος τοῦ ἁλιέως τὰ αὐτά, λυπηθέντες τῷ πολλάκις ἀκούειν, ὑποπιόντες ἐκώμασαν πρὸς αὐτόν. δεξαμένου δὲ τοῦ Τελεσταγόρου φιλοφρόνως αὐτούς, οἱ νεανίσκοι αὐτόν τε ὕβρισαν καὶ δύο θυγατέρας αὐτοῦ ἐπιγάμους. ἐφ᾿ οἷς ἀγανακτήσαντες οἱ Νάξιοι καὶ τὰ ὅπλα ἀναλαβόντες ἐπῆλθον τοῖς νεανίσκοις· καὶ μεγίστη τότε στάσις ἐγένετο, προστατοῦντος τῶν Ναξίων Λυγδάμιδος, ὃς ἀπὸ ταύτης τῆς στρατηγίας τύραννος ἀνεφάνη τῆς πατρίδος.» ...

... ὁ δ᾿ Ἀριστοτέλης, φησὶν οὐδ᾿ ἁλούσης τῆς Πολυκρίτης, ἄλλως δέ πως ἰδόντα τὸν Διόγνητον ἐρασθῆναι καὶ πάντα διδόναι καὶ ποιεῖν ἕτοιμον εἶναι· τὴν δὲ ὁμολογεῖν ἀφίξεσθαι πρὸς αὐτὸν ἑνὸς μόνου τυχοῦσαν, περὶ οὗ τὸν Διόγνητον, ὥς φησιν ὁ φιλόσοφος, ὅρκον ᾔτησεν. ἐπεὶ δ᾿ ὤμοσεν, ἠξίου τὸ Δήλιον αὐτῇ δοθῆναι, Δήλιον γὰρ ἐκαλεῖτο τὸ χωρίον, ἄλλως δ᾿ οὐκ ἂν ἔφη συνελθεῖν. ὁ δὲ καὶ διὰ τὴν ἐπιθυμίαν καὶ διὰ τὸν ὅρκον ἐξέστη καὶ παρέδωκε τῇ Πολυκρίτῃ τὸν τόπον, ἐκείνη δὲ τοῖς πολίταις. ἐκ δὲ τούτου πάλιν εἰς ἴσον καταστάντες ἐφ᾿ οἷς ἠβούλοντο πρὸς τοὺς Μιλησίους διελύθησαν. ...

... αὐτὴ δὲ πρὸς ταῖς πύλαις γενομένη τοὺς πολίτας ἀπαντῶντας αὐτῇ, μετὰ χαρᾶς καὶ στεφάνων ὑποδεχομένους καὶ θαυμάζοντας, οὐκ ἤνεγκε τὸ μέγεθος τῆς χαρᾶς, ἀλλ᾿ ἀπέθανεν αὐτοῦ πεσοῦσα περὶ τὴν πύλην· ὅπου τέθαπται, καὶ καλεῖται βασκάνου τάφος. ...


Νεοπολιτῶν πολιτεία

... ...


Ὀπουντίων πολιτεία

... ἐν δὲ τῇ Αἰτωλῶν πολιτείᾳ Ἀριστοτέλης τοὺς νῦν Λοκροὺς Λέλεγας καλεῖ, κατασχεῖν δὲ καὶ τὴν Βοιωτίαν αὐτούς φησιν· ὁμοίως δὲ καὶ ἐν τῇ Ὀπουντίων καὶ Μεγαρέων. ...

... Φύσκος, πόλις Λοκρίδος, ἀπὸ Φύσκου τοῦ Αἰτωλοῦ Ἀμφικτύονος τοῦ Δευκαλίωνος ... λέγεται καὶ ἀρσενικῶς ὁ Φύσκος· «Φύσκος δὲ ἀφ᾿ οὗ οἱ Λέλεγες οἱ νῦν Λοκροί.» ἀπὸ γᾶς Ἐπειῶν ...

... Ἐπειῶν τῶν Ἠλείων ... Ὀποῦντος ἦν θυγάτηρ ἡ Πρωτογένεια Ἠλείων βασιλέως, ἣν Ἀριστοτέλης Καμβύσην καλεῖ. ...

... Τίς ἡ ξυλίνη κύων παρὰ Λοκροῖς; Φύσκου τοῦ Ἀμφικτύονος υἱὸς ἦν Λοκρός, ἐκ δὲ τούτου καὶ Καβύης Ὀποῦς. πρὸς ὃν ὁ πατὴρ διενεχθεὶς καὶ συχνοὺς τῶν πολιτῶν ἀναλαβὼν περὶ ἀποικίας ἐμαντεύετο· τοῦ δὲ θεοῦ φήσαντος κτίζειν πόλιν ὅπουπερ ἂν τύχῃ δηχθεὶς ὑπὸ κυνὸς ξυλίνης, ὑπερβαίνων εἰς τὴν ἑτέραν θάλασσαν ἐπάτησε κυνόσβατον, ἐνοχληθεὶς δὲ τῇ πληγῇ διέτριψεν ἡμέρας αὐτόθι πλείονας, ἐν αἷς καταμαθὼν τὸ χωρίον ἔκτισε πόλεις Φυσκεῖς καὶ Ὑάντειαν καὶ τὰς ἄλλας ὅσας οἱ κληθέντες Ὀζόλαι Λοκροὶ κατῴκησαν. ...

... οἱ δὲ παλαιοί φασι καὶ ταῦτα· Ἀμφικτύονος καὶ Χθονοπάτρας ἀπόγονος Φύσκος, οὗ Λοκρός, ὧν ἀπὸ μὲν Φύσκου Φύσκοι πρώην, ἀπὸ δὲ Λοκροῦ Λοκροὶ οἱ αὐτοὶ ὠνομάσθησαν· Λοκροῦ δὲ Ὀποῦς, πρὸς ὃν διενεχθεὶς ὁ πατὴρ Λοκρὸς ἐᾷ μὲν ἄρχειν ἐκεῖνον, αὐτὸς δὲ οἰκεῖ τὰ πρὸς ἑσπέραν τοῦ Παρνασσοῦ ἔχων ὑφ᾿ ἑαυτὸν τοὺς ἐκεῖ οἳ Ἑσπέριοί τε καὶ Ὀζόλαι ἐκαλοῦντο. ...

... Δίδυμος δ᾿ ὁ γραμματικὸς ἐξηγούμενος παρὰ τῷ Σοφοκλεῖ τὸ κύναρος ἄκανθα, μήποτε, φησί, τὴν κυνόσβατον λέγει διὰ τὸ ἀκανθῶδες καὶ τραχὺ εἶναι τὸ φυτόν· καὶ γὰρ ἡ Πυθία ξυλίνην κύνα αὐτὸ εἶπε καὶ ὁ Λοκρὸς χρησμὸν λαβὼν ἐκεῖ πόλιν οἰκίζειν ὅπου ἂν ὑπὸ ξυλίνης κυνὸς δηχθῇ, καταμυχθεὶς τὴν κνήμην ὑπὸ κυνοσβάτου, ἔκτισε τὴν πόλιν. ...

... κύναρος, φυτόν τι, καὶ μήποτε ἡ κυνόσβατος, διὰ τὸ τραχὺ καὶ ἀκανθῶδες· κύνα γὰρ ξυλίνην τὴν κυνόσβατον ὁ θεὸς λέγει. ...

... Ἄμφισσα, πόλις τῆς Λοκρίδος. Ἀριστοτέλης ἐν τῇ Ὀπουντίων πολιτείᾳ οὕτω λέγει· «Ἀνδραίμων δὲ ἦν οἰκιστής, Ἄμφισσαν δ᾿ ὠνόμασαν διὰ τὸ περιέχεσθαι τὸν τόπον ὄρεσιν.» ...

... Ἄσπετος, ὁ Ἀχιλλεὺς ἐν Ἠπείρῳ, ὥς φησιν ὁ Ἀριστοτέλης ἐν Ὀπουντίων πολιτείᾳ. ...

... καὶ Ἀχιλλεὺς ἐν Ἠπείρῳ τιμὰς ἰσοθέους ἔσχεν Ἄσπετος ἐπιχωρίῳ φωνῇ προσαγορευόμενος. ...

... τὸ Μέδων, ἔστι δὲ κύριον ὄνομα, ὁ μὲν ποιητὴς Ὅμηρος διὰ τοῦ ντ κλίνει, οἷον Μέδοντος, τῷ λόγῳ τῶν μετοχικῶν, Ἰσαῖος δὲ ὁ ῥήτωρ καὶ Ἀριστοτέλης ἐν Ὀπουντίων πολιτείᾳ Μέδωνος φασὶν ἀναλόγως. ...


Ὀρχομενίων πολιτεία

... τὸ Ἡσιόδειον γῆρας, Ἀριστοτέλης ἐν Ὀρχομενίων πολιτείᾳ δὶς τεθάφθαι φησὶ τὸν Ἡσίοδον καὶ ἐπιγράμματος τοῦδε τυχεῖν· χαῖρε δὶς ἡβήσας καὶ δὶς τάφου ἀντιβολήσας, Ἡσίοδ᾿, ἀνθρώποις μέτρον ἔχων σοφίης. παρόσον τό τε γῆρας ὑπερέβη καὶ δὶς ἐτάφη. ...

... τὸ Ἡσιόδειον γῆρας, ἐπὶ τῶν ὑπεργήρων. φέρεται γὰρ καὶ ἐπίγραμμα Πινδάρου τοιοῦτο· χαῖρε κ. τ. λ. ...

... Ἀριστοτέλης γὰρ ὁ φιλόσοφος, μᾶλλον δ᾿ οἶμαι ὁ τοὺς Πέπλους συντάξας, ἐν τῇ Ὀρχομενίων πολιτείᾳ Στησίχορον τὸν μελοποιὸν εἶναί φησι υἱὸν Ἡσιόδου ἐκ τῆς Κλυμένης αὐτῷ γεννηθέντα τῆς Ἀμφιφάνους καὶ Γανύκτορος ἀδελφῆς, θυγατρὸς δὲ Φηγέως Φιλόχορος δὲ Στησίχορόν φησι τὸν ἀπὸ Κλυμένης υἱὸν εἶναι Ἡσιόδου. ἐπέγραψε δὲ καὶ Πίνδαρος· χαῖρε κ. τ. λ. ...

... ἀοίκητον δὲ αὐτὸ τὸ πολίχνιον τὴν Ἄσκραν ὁ Πλούταρχος ἱστορεῖ καὶ τότε εἶναι, Θεσπιέων ἀνελόντων τοὺς οἰκοῦντας, Ὀρχομενίων δὲ τοὺς σωθέντας δεξαμένων. ὅθεν καὶ τὸν θεὸν Ὀρχομενίοις προστάξαι τὰ Ἡσιόδου λείψανα λαβεῖν καὶ θάψαι παρ᾿ αὐτοῖς, ὡς καὶ Ἀριστοτέλης φησὶ γράφων τὴν Ὀρχομενίων πολιτείαν. ...

... ἀνθρώπινον δὲ καὶ πρὸς ἡμᾶς τὸ τοῦ Ἡσιόδου πάθος· ἀκήκοας γὰρ ἴσως τὸν λόγον. Οὐκ ἔγωγε, εἶπον. Ἀλλὰ μὴν ἄξιον πυθέσθαι. Μιλησίου γὰρ ὡς ἔοικεν ἀνδρός, ᾧ ξενίας ἐκοινώνει ὁ Ἡσίοδος καὶ διαίτης ἐν Λοκροῖς, τῇ τοῦ ξένου θυγατρὶ κρύφα συγγενομένου καὶ φωραθέντος, ὑποψίαν ἔσχεν ὡς γνοὺς ἀπ᾿ ἀρχῆς καὶ συνεπικρύψας τὸ ἀδίκημα, μηδενὸς ὢν αἴτιος, ὀργῇ δ᾿ ἀκαίρῳ καὶ διαβολῇ περιπεσὼν ἀδίκως. ἀπέκτειναν γὰρ αὐτὸν οἱ τῆς παιδίσκης ἀδελφοὶ περὶ τὸ Λοκρικὸν Νέμειον ἐνεδρεύσαντες καὶ μετ᾿ αὐτοῦ τὸν ἀκόλουθον ᾧ Τρωίλος ἦν ὄνομα. τῶν δὲ σωμάτων εἰς τὸν Δάφνον ποταμὸν ὠσθέντων τὸ μὲν τοῦ Τρωίλου εἰς τὴν θάλασσαν ἔξω φορούμενον ἐπεσχέθη περικλύστῳ χοιράδι μικρὸν ὑπὲρ τὴν θάλασσαν ἀνεχούσῃ· καὶ μέχρι νῦν Τρωίλος ἡ χοιρὰς καλεῖται. τοῦ δ᾿ Ἡσιόδου τὸν νεκρὸν εὐθὺς ἀπὸ γῆς ὑπολαβοῦσα δελφίνων ἀγέλη πρὸς τὸ Ῥίον ἐκόμιζε καὶ τὴν Μολυκρίαν. ἐτύγχανε δὲ Λοκροῖς ἡ τῶν Ῥίων καθεστῶσα θυσία καὶ πανήγυρις, ἣν ἄγουσιν ἔτι νῦν περιφανῶς περὶ τὸν τόπον ἐκεῖνον. ὡς δ᾿ ὤφθη προσφερόμενον τὸ σώμα, θαυμάσαντες ὡς εἰκὸς ἐπὶ τὴν ἀκτὴν κατέδραμον καὶ γνωρίσαντες ἔτι πρόσφατον τὸν νεκρόν, ἅπαντα δεύτερα τοῦ ζητεῖν τὸν φόνον ἐποιοῦντο διὰ τὴν δόξαν τοῦ Ἡσιόδου. καὶ τοῦτο μὲν ταχέως ἔπραξαν εὑρόντες τοὺς φονέας. ...

... τοῦ κυνὸς ὑλακτοῦντος καὶ μετὰ βοῆς ἐπιφερομένου τοῖς φονεῦσιν· αὐτούς τε γὰρ κατεπόντισαν ζῶντας καὶ τὴν οἰκίαν κατέσκαψαν. ἐτάφη δ᾿ ὁ Ἡσίοδος πρὸς τῷ Νεμείῳ· τὸν δὲ τάφον οἱ πολλοὶ τῶν ξένων οὐκ ἴσασιν, ἀλλ᾿ ἀποκέκρυπται, ζητούμενος ὑπ᾿ Ὀρχομενίων, ὥς φασι, βουλομένων κατὰ χρησμὸν ἀνελέσθαι τὰ λείψανα καὶ θάψαι παρ᾿ αὑτοῖς. ...

... τοῦ δὲ ἀγῶνος διαλυθέντος διέπλευσεν ὁ Ἡσίοδος εἰς Δελφοὺς χρησόμενος καὶ τῆς νίκης ἀπαρχὰς τῷ θεῷ ἀναθήσων. προσερχομένου δὲ αὐτοῦ τῷ ναῷ ἔνθεον γενομένην τὴν προφῆτίν φασιν εἰπεῖν ὄλβιος οὗτος ἀνήρ, ὃς ἐμὸν δόμον ἀμφιπολεύει, Ἡσίοδος Μούσῃσι τετιμένος ἀθανάτῃσι· τοῦ δή τοι κλέος ἔσται ὅσην τ᾿ ἐπικίδναται ἠώς. ἀλλὰ Διὸς πεφύλαξο Νεμείου κάλλιμον ἄλσος· κεῖθι δέ τοι θανάτοιο τέλος πεπρωμένον ἐστίν. ὁ δὲ Ἡσίοδος ἀκούσας τοῦ χρησμοῦ τῆς Πελοποννήσου μὲν ἀνεχώρει νομίσας τὴν ἐκεῖ Νεμέαν τὸν θεὸν λέγειν, εἰς δὲ Οἰνόην τῆς Λοκρίδος ἐλθὼν καταλύει παρὰ Ἀμφιφάνει καὶ Γανύκτορι, τοῖς Φηγέως παισίν, ἀγνοήσας τὸ μαντεῖον· ὁ γὰρ τόπος οὗτος ἐκαλεῖτο Διὸς Νεμείου ἱερόν. διατριβῆς δ᾿ αὐτῷ πλείονος γενομένης ἐν τοῖς Οἰνεῶσιν, ὑπονοήσαντες οἱ νεανίσκοι τὴν ἀδελφὴν αὐτῶν μοιχεύειν τὸν Ἡσίοδον, ἀποκτείναντες εἰς τὸ μεταξὺ τῆς Εὐβοίας καὶ τῆς Λοκρίδος πέλαγος κατεπόντισαν. τοῦ δὲ νεκροῦ τριταίου πρὸς τὴν γῆν ὑπὸ δελφίνων προσενεχθέντος, ἑορτῆς τινὸς ἐπιχωρίου παρ᾿ αὐτοῖς οὔσης ἀριαδνείας πάντες ἐπὶ τὸν αἰγιαλὸν ἔδραμον καὶ τὸ σῶμα γνωρίσαντες ἐκεῖνο μὲν πενθήσαντες ἔθαψαν, τοὺς δὲ φονεῖς ἀνεζήτουν. οἱ δὲ φοβηθέντες τὴν τῶν πολιτῶν ὀργήν, κατασπάσαντες ἁλιευτικὸν σκάφος διέπλευσαν εἰς Κρήτην. οὓς κατὰ μέσον τὸν πλοῦν ὁ Ζεὺς κεραυνωθεὶς κατεπόντωσεν, ὥς φησιν Ἀλκιδάμας ἐν μουσείῳ ... ὕστερον δὲ Ὀρχομένιοι κατὰ χρησμὸν μετενέγκαντες αὐτὸν παρ᾿ αὑτοῖς ἔθαψαν καὶ ἐπέγραψαν ἐπὶ τῷ τάφῳ· Ἄσκρη μὲν πατρὶς πολυλήιος· ἀλλὰ θανόντος ὀστέα πληξίππων γῆ Μινύων κατέχει Ἡσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστὶν ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης. ...

... ἐν δὲ Ἀριστοτέλους Ὀρχομενίων πολιτείᾳ ἀχάνη μέτρον ἐστὶν Ὀρχομένιον τετταράκοντα πέντε μεδίμνους χωροῦν Ἀττικούς. ...

... οὐκ, ἀλλ᾿ ἀχάνας, ἀχάνη μέτρον ἐστὶν ... ἐχώρει δὲ μεδίμνους Ἀττικοὺς με, ὡς μαρτυρεῖ Ἀριστοτέλης. ...

... ἀχάνη, μέτρον Βοιώτιον πολλῶν τινων μεδίμνων. οὕτως Ἀριστοτέλης. ...

... ἀχάνη. μέτρον σίτου, ἐν Βοιωτίᾳ χωροῦν μεδίμνους με. ...


Παρίων πολιτεία

... ...


Πελληνέων πολιτεία

... μαστῆρες ... ἔοικεν ἀρχή τις εἶναι ἀποδεδειγμένη ἐπὶ τὸ ζητεῖν τὰ κοινὰ τοῦ δήμου, ὡς οἱ ζητηταὶ καὶ οἱ ἐν Πελλήνῃ μαστροί, ὡς Ἀριστοτέλης ἐν τῇ Πελληνέων πολιτείᾳ. ...

... μαστῆρες, οἱ τὰ φυγαδευτικὰ χρήματα εἰσπράττοντες, οἱονεὶ ζητηταὶ τῶν φυγαδευτικῶν χρημάτων τῶν ἀειφυγίαν φυγαδευθέντων· ἐκλήθησαν δὲ μαστῆρες ἀπὸ τῶν κυνηγῶν τῶν ἐν τοῖς μαστοῖς τῶν ὀρῶν ζητούντων τὰ θηρία. ...


Ῥηγίνων πολιτεία

... καὶ μὴν Ἀναξίλας ὁ Ῥηγῖνος οὔσης, ὡς Ἀριστοτέλης φησίν, τῆς Σικελίας τέως ἀγόνου λαγῶν, ὁ δὲ εἰσαγαγών τε καὶ θρέψας, ὁμοῦ δὲ καὶ Ὀλύμπια νικήσας ἀπήνῃ, τῷ νομίσματι τῶν Ῥηγίνων ἐνετύπωσεν ἀπήνην καὶ λαγών. ...

... ἐτυράννησε δὲ αὐτῶν Ἀναξίλας Μεσσήνιος. καὶ νικήσας Ὀλύμπια ἡμιόνοις εἱστίασε τοὺς Ἕλληνας, καί τις αὐτὸν ἐπέσκωψεν εἰπών· οὗτος τί ἂν ἐποίει νικήσας ἵπποις; ἐποίησε δὲ καὶ ἐπινίκιον Σιμωνίδης. ...


Ῥοδίων πολιτεία

... Διαγόρᾳ Ῥοδίῳ πύκτῃ, περὶ δὲ τούτου τοῦ Διαγόρου ἱστόρηται τοιαῦτα. κατὰ γὰρ τὴν Ὀλυμπίαν ἕστηκεν ὁ Διαγόρας μετὰ τὴν Λυσάνδρου εἰκόνα, πηχῶν τεσσάρων δακτύλων πέντε, τὴν δεξιὰν ἀνατείνων χεῖρα, τὴν δὲ ἀριστερὰν εἰς ἑαυτὸν ἐπικλίνων. μετὰ δὲ τοῦτον ἵσταται καὶ ὁ Δαμάγητος ὁ πρεσβύτατος τῶν παίδων αὐτοῦ, ὃς ἦν καὶ ὁμώνυμος τῷ πάππῳ, παγκράτιον προβεβλημένος, καὶ αὐτὸς πηχῶν τεσσάρων, ἐλάττων δὲ τοῦ πατρὸς δακτύλων δ. ἐχόμενος δὲ τούτου ἕστηκε Δωριεὺς ἀδελφός, πύκτης καὶ αὐτὸς προβεβλημένος. τρίτος δὲ μετ᾿ ἐκεῖνον Ἀκουσίλαος, τῇ μὲν ἀριστερᾷ ἱμάντα ἔχων πυκτικόν, τὴν δὲ δεξιὰν ὥσπερ πρὸς εὐχὴν ἀνατείνων. καὶ οὗτοι μὲν οἱ τοῦ νικηφόρου παῖδες ἐν στήλαις ἵστανται σὺν τῷ πατρί, μετ᾿ ἐκείνους δὲ καὶ θυγατέρων αὐτοῦ νικηφόροι υἱοὶ δύο, Εὐκλῆς πυγμῇ νικήσας ἀνδρῶν καὶ μετ᾿ ἐκεῖνον Πεισίῤῥοδος. καὶ λέγεται κατὰ τὴν Ὀλυμπίαν νικήσαντας τοὺς παῖδας κατὰ τὴν αὐτὴν ἡμέραν τῷ πατρί, περιλαβόντας οὖν τὸν Διαγόραν περιϊέναι τὸ στάδιον μακαριζομένους ὑπὸ τῶν Ἑλλήνων. χρόνῳ δὲ ὕστερόν φασι καὶ τὴν τούτου θυγατέρα Καλλιπάτειραν ἐλθεῖν εἰς τὴν Ὀλυμπίαν καὶ αἰτεῖν παρὰ τῶν ἑλλανοδικῶν ἐπιτρέψαι τὴν θέαν αὐτῇ, τοὺς δὲ κωλύειν φάσκοντας κατὰ νόμον γυναῖκα μὴ θεωρεῖν τὸν γυμνικὸν ἀγῶνα· τὴν δὲ φῆσαι πρὸς αὐτοὺς οὐκ ἴσην εἶναι ταῖς ἄλλαις γυναιξίν, ἀλλὰ φέρειν πλέον τι ταῖς προγονικαῖς ἀρεταῖς ἐπερειδομένην· καὶ δεῖξαι τάς τε τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν στήλας, καὶ οὕτω νικηθέντας τοὺς ἑλλανοδίκας ἐπιχωρῆσαι καὶ συνήθειαν νόμου διαλῦσαι καὶ τῇ Καλλιπατείρᾳ τὴν θέαν ἐπιτρέψαι. καὶ τὰ μὲν περὶ αὐτῶν τοσαῦτα. ἱστόρηται δὲ ὁ Διαγόρας Ἑρμοῦ παῖς γεγενῆσθαι· φασὶ γὰρ αὐτοῦ τὴν μητέρα εἰς ἀγρόν που πορευομένην, εἶτα καύματος σφοδροῦ ἐπισχόντος ἐπικλιθῆναί τινι Ἑρμαίῳ τεμένει καὶ οὕτω τὸν θεὸν αὐτῇ συνελθεῖν, τὸν δὲ Διαγόραν οὕτω τεκεῖν αὐτήν, ὃς πρῶτος ἀφ᾿ Ἡρακλέους λέγεται τοιοῦτος γενέσθαι. ...

... Διαγόρα νικήσαντι τὴν οθ ὀλυμπιάδα. τοῦτον δὲ τὸν διαγόραν οἱ ῥόδιοι ἑρμοῦ παῖδα φασί. πορευομένην γὰρ τὴν μητρΐ αὐτοῦ εἰς ἀγρὸν καὶ ἀναπαυομένην πρὸς ἑρμαίω τινὶ μιγῆναι τὸν θεὸν ἐκ τούτου γενέσθαι τὸν διαγόραν. περὶ τοῦ διαγόρου εἶπε μὲν καὶ ἀριστοτέλης. καὶ ἀπόλλας μαρτυροῦσιν ὅτι δυῶν πηχῶν καὶ γ ἦσαν δακτύλων ἠνέωχε δὲ καὶ δαμάχητον υἱὸν πρεσβύτατον τῶν παίδων. τετράπηχυν τὸ μέγεθος. τοῦ πατρὸς ἐλάττονα ε δακτύλων. ἔσχε δὲ καὶ ἄλλον ἀδελφὸν ἀκουσίλαον. θυγατέρων δὲ υἱοὺς εὐκλεέστατον· καλλιάνακτα καὶ πεισίῤῥοθον. οὗτοι δὲ πολλὰς νίκας ἐν τῶν ὀλυμπίων ἔσχον δέκα. ἐκ πυθίων δὲ ἔφη ὅτι παῖδες τούτων διαφόρους ἀγῶνας νικήσαντες καὶ περιβαλόντες τὸν ἀδελφὸν διεξῆλθον μακαριζόμενοι. ἀφ᾿ οὗ ἡρακλῆς συνέθηκε τὸν ἀγῶνα μηδενί πω τοιαῦτα συμβῆναι. ὥστε καὶ τὸν πατέρα καὶ τοὺς υἱοὺς ὀλυμπιονίκας γενέσθαι ἡ θυγατὴρ καὶ τούτου ἦλθεν εἰς τὰ ὀλύμπια ἧ ὄνομα καλλιπάτρει. ἐκωλύετο δὲ ὑπὸ τῶν ἑλλανοδίκων γυνὴ οὖσα θεωρῆσαι τὰ ὀλύμπια. ἡδὲ ἡδὲ οὐχ ὁμοῖα ἔφη εἶναι ταῖς ἄλλαις γυναιξίν. ἔσχε γὰρ καὶ τὸν πατέρα διαγόραν καὶ τοὺς τρεῖς ἀδελφοὺς ὀλυμπιονίκας. δαμάγητον. δωρέα. ἀκουσίλαον. καὶ ε̄ ἀ δλεεπαῖδας εὐκλεα. καὶ αὐτῆς υἱὸν πεισίῤῥοθον. καὶ τούτων εἰκόνα εἶναι ἐν ὀλυμπία οἱ ἑλλανοδίκαι. αἱ δὲ ἡσθέντες συνεχώρησαν αὐτῆ θεωρεῖν ...


Σαμίων πολιτεία

... Σάμος ἐπιφανὴς πρὸς τῇ Καρίᾳ νῆσος. ἐκλήθη δὲ πρότερον Παρθενία καὶ Δρυοῦσσα καὶ Ἀνθεμοῦσσα ...

... ἐκαλεῖτο δὲ Παρθενία πρότερον οἰκούντων Καρῶν, εἶτα Ἀνθεμοῦς. ...

... Παρθενία δὲ ἡ Σάμος ἐκαλεῖτο. ἐκέχρητο γὰρ πολλοῖς ὀνόμασι. καὶ γὰρ ... Παρθενία καὶ Ἀνθεμοῦσσα ἐκαλεῖτο. ...

... ἡ δὲ νῆσος Παρθενία, ὕστερον δὲ Δρυοῦσα. ...

... Δρυοῦσσα, ἡ Σάμος τὸ παλαιόν. ...

... Δόρυσσα, οὕτως ἐκαλεῖτο ἡ Σάμος. Παρθενίης Ἀγκαῖος ...

... Ἀριστοτέλης φησί, τιθεὶς ἐπὶ Ἀγκαίου τὴν παροιμίαν, ὅτι γέγονε φιλογέωργος Ἀγκαῖος καὶ πολλὰς ἐφύτευσεν ἀμπέλους. εἰπόντος δὲ αὐτῷ τοῦ θεράποντος ὅτι θᾶττον ἀποθανεῖται ἢ πίεται ἐκ τοῦ καρποῦ τοῦ ἀμπέλου, Ἀγκαῖος ὡρίμου γενομένου τοῦ καρποῦ τρίψας βότρυν ἐκάλεσε τὸν θεράποντα καὶ εἶπεν ὡς ἔζησεν μέχρις οὗ καρποφορήσῃ ἡ ἄμπελος, καὶ ἔμελλε πίνειν. τοῦ δὲ θεράποντος εἰπόντος «πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου», διηγγέλη αὐτῷ τις σῦς διαλυμαινόμενος τὴν χώραν, ἐφ᾿ ὃν ἐκδραμὼν πρὶν πίῃ ἀνῃρέθη ὑπ᾿ αὐτοῦ. διὸ ἐπεκράτησεν ἡ παροιμία ἐπὶ τῶν παρὰ προσδοκίαν τι πραττόντων. ...

... πολλὰ μεταξὺ πέλει κύλικος... Ἀριστοτέλης δέ φησιν Ἀγκαῖόν τινα Σαμίων βασιλέα μέλλοντα πίνειν ἀκοῦσαι κραυγὴν περὶ θήραν γενομένην καὶ ἐξελθόντα συμπλακῆναι τῷ συὶ καὶ ἀποθανεῖν· ὅθεν εἰρῆσθαι τὴν παροιμίαν οὕτως, πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου. .πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου ...

... παροιμία λεχθεῖσα ἐξ αἰτίας τοιαύτης· Ἀγκαῖος παῖς Ποσειδῶνος φυτεύων ἀμπελῶνα βαρέως ἐπέκειτο τοῖς οἰκέταις. εἷς δὲ τῶν οἰκετῶν ἔφη μὴ μεταλήψεσθαι τὸν δεσπότην τοῦ καρποῦ. ὁ δὲ Ἀγκαῖος ἐπειδὴ ὁ καρπὸς ἐφθάκει, χαίρων ἐτρύφα καὶ τὸν οἰκέτην ἐκέλευσε κεράσαι αὐτῷ. μέλλων δὲ τὴν κύλικα προσφέρειν τῷ στόματι ὑπεμίμνησκεν αὐτὸν τοῦ λόγου, ὁ δὲ ἔφη τὸν εἰρημένον στίχον. τούτων ἔτι λεγομένων ἄλλος οἰκέτης ἦλθεν ἀπαγγέλλων ὡς ὑπερμεγέθης σῦς τὸν ὄρχατον λυμαίνεται. ὁ δὲ Ἀγκαῖος ἀποβαλὼν τὴν πόσιν ἐπὶ τὸν σῦν ὥρμησε καὶ πληγεὶς ὑπ᾿ αὐτοῦ ἐτελεύτησεν· ὅθεν ἡ παροιμία. λέγει δὲ Ἀριστοτέλης περὶ τῆς παροιμίας πολλὰ μεταξὺ κ. τ. λ. οὕτως· Ἀγκαῖος ὁ Ποσειδῶνος καὶ Ἀστυπαλαίας Σάμιος ὢν τὸ γένος, ἔχων οἰκέτην ἀπὸ Κρήτης ἐκέλευσεν αὐτὸν προσφέρειν ποτὸν πίνειν ὅθεν ἐντεῦθεν αἱ ἄμπελοι τυγχάνουσιν. εἰπόντος δὲ αὐτοῦ ὡς οὐ δυνήσεται πιεῖν, αὐτὸς ὁ Ἀγκαῖος κατακερτομήσας τοὺς θεράποντας ἔλαβε τὴν κύλικα καὶ προσέθετο. λέξαντος δὲ ἐκείνου «πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου», ἄφνω συνέβη χρῆμα συὸς μεγάλου ἐπιβαρῆσαι τοῖς Ἀγκαίου χωρίοις· ἀκούσαντα δὲ αὐτὸν ἀπὸ τῶν χειλέων τὴν κύλικα καταθεῖναι καὶ διαδραμεῖν πρὸς τὸν ἄγριον, συμβαλόντα δὲ τῷ κάπρῳ τελευτῆσαι. ἔνθεν φασὶ καταῤῥυῆναι τὴν παροιμίαν. Σαμίων ... ἐβασίλευσε δ᾿ αὐτῶν Ἀγκαῖος, ἀφ᾿ οὗ τὰς ἀμπέλους ὁ θεράπων φυτεύων φησί «πολλὰ μεταξὺ κ. τ. λ. ...

... Σάμιοι δὲ πρόβατον τιμῶσι ... Σαμίοις δὲ καὶ αὐτοῖς τοιοῦτο χρυσίον ἱερὸν κλαπὲν πρόβατον ἀνεῦρε καὶ ἐντεῦθεν Μανδρόβουλος ὁ Σάμιος τῇ Ἥρᾳ πρόβατον ἀνάθημα ἀνῆψε ... τὸ δὲ Ἀριστοτέλης λέγει. ...

... οὐδ᾿ Αἴσωπον πεπάτηκας, ὅτι τὸν λογοποιὸν Αἴσωπον διὰ σπουδῆς εἶχον. ἦν δὲ ὁ Αἴσωπος Θρᾷξ, ἠλευθερώθη δὲ ὑπὸ Ἴδμονος τοῦ κωφοῦ. ἐγένετο δὲ πρῶτον Ξάνθου δοῦλος ... διὰ σπουδῆς δὲ εἶχον τὸν Αἴσωπον. καὶ Ἀριστοτέλης ἐν τῇ Σαμίων πολιτείᾳ εἰπόντα φησὶν αὐτὸν μῦθον ηὐδοκιμηκέναι. ...

... Αἴσωπος δὲ ὁ λογοποιὸς εὐδοκίμει τότε. ἦν δὲ Θρᾷξ τὸ γένος, ἠλευθερώθη δὲ ὑπὸ Ἴδμονος τοῦ κωφοῦ, ἐγένετο δὲ πρῶτον Ξάνθου δοῦλος. ...

... τὴν δὲ πολιτείαν τῶν Σαμίων Συλοσῶν ἠρήμωσεν, ἀφ᾿ οὗ καὶ ἡ παροιμία «ἕκητι Συλοσῶντος εὐρυχωρίη». ... ἐπεὶ δὲ πικρῶς καὶ χαλεπῶς ἦρχεν, ἐκλιπόντες τὴν νῆσον οἱ πλείους μετῴκησαν. πικρῶς δ᾿ ἦρξεν ὁ Σ. ὥστε καὶ ἐλειπάνδρησεν ἡ πόλις. κἀκεῖθεν ἐκπεσεῖν συνέβη τὴν παροιμίαν «ἕκητι Συλοσῶντος εὐρυχωρίη». Σαμίων ὁ δῆμός ἐστιν ὡς πολυγράμματος ...

... Ἀριστοφάνης Βαβυλωνίοις, ἐπισκώπτων τοὺς ἐστιγμένους· οἱ γὰρ Σάμιοι καταπονηθέντες ὑπὸ τῶν τυράννων σπάνει τῶν πολιτευομένων ἐπέγραψαν τοῖς δούλοις ἐκ πέντε στατήρων τὴν ἰσοπολιτείαν, ὡς Ἀριστοτέλης ἐν τῇ Σαμίων πολιτείᾳ. τὸ περὶ Δρῦν σκότος ...

... Ἀριστοτέλης φησὶν ἐν τῇ Σαμίων πολιτείᾳ Πριηνέων πολλοὺς ὑπὸ Μιλησίων ἀναιρεθῆναι περὶ τὴν καλουμένην Δρῦν· ὅθεν καὶ τὰς Πριηνείας γυναῖκας ὀμνύναι τὸ περὶ Δρῦν σκότος. ...

... Τίς ὁ λεγόμενος ἐν Πριήνῃ παρὰ Δρυὶ σκότος; Σάμιοι καὶ Πριηνεῖς πολεμοῦντες ἀλλήλοις τὰ μὲν ἄλλα μετρίως ἐβλάπτοντο καὶ ἔβλαπτον, μάχης δὲ μεγάλης γενομένης χιλίους Σαμίων οἱ Πριηνεῖς ἀπέκτειναν. ἑβδόμῳ τε ὕστερον ἔτει Μιλησίοις συμβαλόντες παρὰ τὴν καλουμένην Δρῦν, τοὺς ἀρίστους ὁμοῦ τε καὶ πρώτους ἀπέβαλον τῶν πολιτῶν· ὅτε καὶ Βίας ὁ σοφὸς εἰς Σάμον ἐκ Πριήνης πρεσβεύσας εὐδοκίμησε. ταῖς δὲ Πριηνέων γυναιξίν, ὁμοῦ τοῦ πάθους τούτου καὶ τῆς συμφορᾶς ἐλεεινῆς γενομένης, ἀρὰ κατέστη καὶ ὅρκος περὶ τῶν μεγίστων ὁ παρὰ τῇ Δρυὶ σκότος, διὰ τὸ παῖδας αὐτῶν καὶ πατέρας καὶ ἄνδρας ἐκεῖ φονευθῆναι. ...

... ὑπὸ δὲ τοῦ Μελίσσου καὶ Περικλέα φησὶν αὐτὸν Ἀριστοτέλης ἡττηθῆναι ναυμαχοῦντα πρότερον. ...

... ἐνάτῳ δὲ μηνὶ τῶν Σαμίων παραστάντων ὁ Περικλῆς τὰ τείχη καθεῖλε ... Δοῦρις δ᾿ ὁ Σάμιος τούτοις ἐπιτραγῳδεῖ πολλὴν ὠμότητα τῶν Ἀθηναίων καὶ τοῦ Περικλέους κατηγορῶν, ἣν οὔτε Θουκυδίδης ἱστόρηκεν οὔτ᾿ Ἔφορος οὔτ᾿ Ἀριστοτέλης. ...


Σαμοθρᾴκων πολιτεία

... ἀῤῥήκτους ἀγανῇσι ... ἡ δὲ Σαμοθρᾴκη ἐκαλεῖτο πρότερον Λευκωσία, ὡς ἱστορεῖ Ἀριστοτέλης ἐν Σαμοθρᾴκης πολιτείᾳ. ...

... Σάμου, τῆς νῦν Σαμοθρᾴκης ... ἐκαλεῖτο δὲ Λευκωνία. ...

... Σαμοθρᾴκη τὸ μὲν ἐξ ἀρχῆς ἐκαλεῖτο Λευκανία διὰ τὸ λευκὴ εἶναι. ...


Σικυωνίων πολιτεία

... τὸ μέντοι τῶν ὀβολῶν ὄνομα οἱ μὲν ὅτι πάλαι βουπόροις ὀβελοῖς ἐχρῶντο πρὸς τὰς ἀμοιβάς, ὧν τὸ ὑπὸ τῇ δρακὶ πλῆθος ἐδόκει καλεῖσθαι δραχμή, τὰ δ᾿ ὀνόματα καὶ τοῦ νομίσματος μεταπεσόντος εἰς τὴν νῦν χρείαν ἐνέμεινεν ἐκ τῆς μνήμης τῆς παλαιᾶς· Ἀριστοτέλης δὲ ταὐτὸν λέγων ἐν Σικυωνίων πολιτείᾳ σμικρόν τι καινοτομεῖ, ὀφελοὺς αὐτοὺς τέως ὠνομάσθαι λέγων, τοῦ μὲν ὀφέλλειν δηλοῦντος τὸ αὔξειν, αὐτῶν δὲ διὰ τὸ εἰς μῆκος ηὐξῆσθαι ὧδε κληθέντων. ὅθεν καὶ τὸ ὀφείλειν ὠνομάσθαι φησὶν οὐκ οἶδ᾿ ὅπως· ἐπὶ μέντοι τῶν ὀβελῶν ὑπηλλάχθαι τὸ φ εἰς τὸ β κατὰ συγγένειαν. ...

... ὀβελίσκος, οἱονεὶ ὀφελίσκος τὶς ὢν ὁ εἰς μῆκος ὀφελλόμενος· ὀφέλλειν γὰρ τὸ αὔξειν ...

... ὀβελίσκος παρὰ τὸ ὀφέλλειν καὶ εἰς μῆκος αὔξεσθαι. ...


Σινωπέων πολιτεία

... ἔνθα Σινώπη ... κατ᾿ Εὔμηλον καὶ Ἀριστοτέλη Ἀσωποῦ ἡ Σινώπη. ...


Σολέων πολιτεία

... ἐκ Σόλων τῆς Κιλικίας. ὠνόμασται δὲ ἡ πόλις ἀπὸ Σόλωνος τοῦ Λινδίου, ὥς φησιν Ἀριστοτέλης. ἔστι δὲ ἡ νῦν Πομπηιούπολις. ...


Συβαριτῶν πολιτεία

... εἰς τηλικοῦτον δ᾿ ἦσαν τρυφῆς ἐληλακότες οἱ Συβαρῖται ὡς καὶ παρὰ τὰς εὐωχίας τοὺς ἵππους ἐθίσαι πρὸς αὐλὸν ὀρχεῖσθαι. τοῦτ᾿ οὖν εἰδότες οἱ Κροτωνιᾶται ὅτε αὐτοῖς ἐπολέμουν, ὡς καὶ Ἀριστοτέλης ἱστορεῖ διὰ τῆς πολιτείας αὐτῶν, ἐνέδοσαν τοῖς ἵπποις τὸ ὀρχηστικὸν μέλος· συμπαρῆσαν γὰρ αὐτοῖς καὶ αὐληταὶ ἐν στρατιωτικῇ σκευῇ. καὶ ἅμα αὐλούντων ἀκούοντες οἱ ἵπποι οὐ μόνον ἐξωρχήσαντο ἀλλὰ καὶ τοὺς ἀναβάτας ἔχοντες ηὐτομόλησαν πρὸς τοὺς Κροτωνιάτας. ...

... εἰς τοῦτό ποτε ἐλάσαι τρυφῆς Συβαρίτας λόγος ὡς παρὰ δεῖπνον εἰς τὸ συμπόσιον αὐτοὺς τοὺς ἵππους εἰσάγειν, τοὺς δ᾿ ἀκούσαντας αὐλήματος ἀνίστασθαι ἐπὶ τὼ πόδε καὶ τοῖς προσθίοις ὥσπερ χειρονομοῦντας ὀρχεῖσθαι. ὑβρισθέντα δὲ αὐλητὴν εἰς Κροτωνιάτας αὐτομολῆσαι προσφάτως ἱππομαχίᾳ νενικημένους, μέγιστα δὲ ὠφελήσειν τὸ κοινὸν ἐπαγγείλασθαι· παράδωσεν γὰρ πᾶν τὸ Συβαριτικὸν ἱππικὸν αἰχμάλωτον. πιστεῦσαι τοὺς Κροτωνιάτας αὐτῷ καὶ ἐπιτρέψαι στρατηγεῖν, τὸν δὲ αὐλήσαντα τοῖς τῆς πόλεως αὐληταῖς δεῖξαι τὸ μέλος καὶ ὅτε καιρὸς ἦν παρεγγυῆσαι τὴν ἐπὶ τοὺς πολεμίους ἔξοδον. ὡς δὲ οἱ Συβαρῖται ἐπῆλθον πανδημεὶ πολύ τι φρυαττόμενοι τῇ τῆς ἵππου περιουσίᾳ καὶ ἀνεμίγησαν αἱ φάλαγγες, ὑπὸ σημεῖον ἓν ηὔλησαν οἱ πάντες, συνήθους δὲ ἤχου ἀκούσαντες οἱ ἵπποι ὥσπερ οἴκοι ἐδιδάσκετο ἀποσεισάμενοι τοὺς ἀναβάτας ὑπωρχοῦντο πάντες. τότε οὖν οἱ ἱππόται ἑάλωσαν κείμενοι καὶ οἱ ἵπποι ἐλήφθησαν ὀρχούμενοι, ἀναστησάντων αὐτοὺς συνήθων μελῶν. ...

... καὶ οἱ τὴν Σῖριν δὲ κατοικοῦντες, ἣν πρῶτοι κατέσχον οἱ ἀπὸ Τροίας ἐλθόντες, ὕστερον δ᾿ ὑπὸ Κολοφωνίων ὥς φησι Τίμαιος καὶ Ἀριστοτέλης, εἰς τρυφὴν ἐξώκειλαν οὐχ ἧσσον Συβαριτῶν. καὶ γὰρ ἰδίως παρ᾿ αὐτοῖς ἐπεχωρίασε φορεῖν ἀνθινοὺς χιτῶνας, οὓς ἐζώννυντο μίτραις πολυτελέσι· καὶ ἐκαλοῦντο διὰ τοῦτο ὑπὸ τῶν περιοίκων μιτροχίτωνες, ἐπεὶ Ὅμηρος τοὺς ἀζώστους ἀμιτροχίτωνας καλεῖ. ...


Συρακοσίων πολιτεία

... καί που καὶ οἶνος γλυκὺς Πόλλιος. ἔστι μὲν ἐκ Συρακουσῶν, Πόλλις δ᾿ αὐτὸν ὁ Ἀργεῖος πρῶτος ἐπεσκεύασεν, ἀφ᾿ οὗ καὶ τοὔνομα, ἢ ἀπὸ τοῦ Συρακοσίων βασιλέως Πόλλιδος, ὡς Ἀριστοτέλης λέγει. ...

... ἣν ἄμπελον Βιβλίαν Πόλλιν τὸν Ἀργεῖον, ὃς ἐβασίλευσε Συρακοσίων, πρῶτον εἰς Συρακούσας κομίσαι φασὶν ἐξ Ἰταλίας. εἴη ἂν οὖν ὁ παρὰ Σικελιώταις γλυκὺς καλούμενος Πόλλιος ὁ Βίβλινος οἶνος. ...

... Βίβλινος οἶνος, ... ἀπὸ Βιβλίνης οὕτω καλουμένης Θρᾳκίας ἀμπέλου, ἥτις διὰ τὸ εὐθαλὴς εἶναι ἐν Ἑλλάδι, μετετέθη καὶ ἐν Σικελίᾳ ὑπὸ Πόλλιδος τοῦ Συρακουσίου τυράννου· ἔνθεν αὐτήν τινες καὶ Πόλλιον καλοῦσιν. ...

... καὶ ἐν Συρακούσαις Πόλλιος· ἐκλήθη δὲ ἀπό τινος ἐγχωρίου βασιλέως. ...

... καλλικύριοι οἱ ἀντὶ τῶν γεωμόρων ἐν Συρακούσαις γενόμενοι, πολλοί τινες τὸ πλῆθος. δοῦλοι δ᾿ ἦσαν οὗτοι τῶν φυγάδων, ὡς Τίμαιος ἐν ϛ· ὅθεν τοὺς ὑπερβολῇ πολλοὺς καλλικυρίους ἔλεγον. ὠνομάσθησαν δ᾿ ἀπὸ τοῦ εἰς ταὐτὸ συνελθεῖν παντοδαποὶ ὄντες, ὡς Ἀριστοτέλης ἐν Συρακουσίων πολιτείᾳ, ὅμοιοι τοῖς παρὰ Λακεδαιμονίοις εἵλωσι καὶ παρὰ Θεσσαλοῖς πενέσταις καὶ παρὰ Κρησὶ κλαρώταις. ...

... καλλικυρίων πλείους, οὕτως ἐν Συρακούσαις ἐκλήθησαν οἱ ἐπεισελθόντες γεωμόροις καλλικύριοι. ἔνθεν παροιμιωδῶς ἔλεγον, εἴ ποτε πλῆθος ἤθελον ἐμφῆναι, ὅτι πλείους ἦσαν τῶν καλλικυρίων. δοῦλοι δὲ ἦσαν οὗτοι καὶ τοὺς κυρίους ἐξέβαλον. ἡ δὲ αἰτία τῆς κλήσεως αὐτῶν διὰ τὸ παντοδαποὺς εἰς ταὐτὸ συνελθεῖν ὥστε τοῖς κυρίοις ἐγκεῖσθαι. ...

... αὐτὸν δὲ τὸν Ἱέρωνα ἐν τῇ τῶν Συρακουσίων πολιτείᾳ φησὶν Ἀριστοτέλης δυσουρίᾳ δυστυχῆσαι. ...

... Ἀριστοτέλης δ᾿ ἐν τῇ Συρακουσίων πολιτείᾳ καὶ συνεχῶς φησιν αὐτὸν Διονύσιον τὸν νεώτερον ἔσθ᾿ ὅτε ἐπὶ ἡμέρας ἐνενήκοντα μεθύειν· διὸ καὶ ἀμβλυωπότερον γενέσθαι τὰς ὄψεις. ...

... ἡμέρας γάρ, ὥς φασιν, ἐνενήκοντα συνεχῶς ἔπινεν ἀρξάμενος καὶ τὴν αὐλὴν ἐν τῷ χρόνῳ τούτῳ ... μέθαι καὶ σκώμματα ... κατεῖχον. ...

... τὸ μέντοι Σικελικὸν τάλαντον ἐλάχιστον ἴσχυεν, τὸ μὲν ἀρχαῖον, ὡς Ἀριστοτέλης λέγει, τέτταρας καὶ εἴκοσι τοὺς νούμμους, τὸ δὲ ὕστερον δυοκαίδεκα· δύνασθαι δὲ τὸν νοῦμμον τρία ἡμιωβόλια. ...

... παρὰ δὲ Σικελιώταις τὸ μὲν ἀρχαῖον ἦν νούμμων κδ, νῦν δὲ ιβ. δύναται δὲ ὁ νοῦμμος τρία ἡμιοβόλια, ὡς ἐν τοῖς περὶ Σώφρονος Ἀπολλόδωρος. ...


Ταραντίνων πολιτεία

... καὶ Ἀριστοτέλης ἐν τῇ Ταραντίνων πολιτείᾳ καλεῖσθαί φησι νόμισμα παρ᾿ αὐτοῖς νοῦμμον, ἐφ᾿ οὗ ἐντετυπῶσθαι Τάραντα τὸν Ποσειδῶνος δελφῖνι ἐποχούμενον. ...


Τεγεατῶν πολιτεία

... Ἀρκάδες οἳ καὶ πρόσθεν ... Ἀριστοτέλης δὲ ἐν τῇ Τεγεατῶν πολιτείᾳ φησὶν ὅτι βάρβαροι τὴν Ἀρκαδίαν ᾤκησαν, οἵτινες ἐξεβλήθησαν ὑπὸ τῶν Ἀρκάδων ἐπιθεμένων αὐτοῖς πρὸ τοῦ ἐπιτεῖλαι τὴν σελήνην, διὸ κατωνομάσθησαν προσέληνοι. ...

... Τίνες οἱ παρὰ Ἀρκάσι καὶ Λακεδαιμονίοις χρηστοί; Λακεδαιμόνιοι Τεγεάταις διαλλαγέντες ἐποιήσαντο συνθήκας καὶ στήλην ἐπ᾿ Ἀλφειῷ κοινὴν ἀνέστησαν, ἐν ᾗ μετὰ τῶν ἄλλων γέγραπται Μεσσηνίους ἐκβαλεῖν ἐκ τῆς χώρας καὶ μὴ ἐξεῖναι χρηστοὺς ποιεῖν. ἐξηγούμενος οὖν ὁ Ἀριστοτέλης τοῦτό φησι δύνασθαι τὸ μὴ ἀποκτιννύναι βοηθείας χάριν τοῖς λακωνίζουσι τῶν Τεγεατῶν. ...

... καὶ γὰρ Ἀριστοτέλης ἐν ταῖς Ἀρκάδων πρὸς Λακεδαιμονίους συνθήκαις γεγράφθαι φησὶ μηδένα χρηστὸν ποιεῖν βοηθείας χάριν τοῖς λακωνίζουσι τῶν Τεγεατῶν, ὅπερ εἶναι μηδένα ἀποκτιννύναι. ...


Τενεδίων πολιτεία

... Τένεδος ... ἔστι καὶ ἑτέρα παροιμία Τενέδιος πέλεκυς, ἐπὶ τῶν ἤτοι πικρῶς ἢ καὶ μᾶλλον συντόμως ἀποκοπτόντων τὰ ζητήματα καὶ τὰ ἄλλα πράγματα. ... φησὶν Ἀριστοτέλης ἐν τῇ Τενεδίων πολιτείᾳ ὅτι βασιλεύς τις ἐν Τενέδῳ νόμον ἔθηκε τὸν καταλαμβάνοντα μοιχοὺς ἀναιρεῖν πελέκει ἀμφοτέρους. ἐπειδὴ δὲ συνέβη τὸν υἱὸν αὐτοῦ καταληφθῆναι μοιχόν, ἐκύρωσε καὶ περὶ τοῦ ἰδίου παιδὸς τηρηθῆναι τὸν νόμον καὶ ἀναιρεθέντος εἰς παροιμίαν παρῆλθε τὸ πρᾶγμα ἐπὶ τῶν ὠμῶς πραττομένων. διὰ τοῦτό φησι καὶ ἐπὶ τοῦ νομίσματος τῶν Τενεδίων κεχαράχθαι ἐν μὲν τῷ ἑτέρῳ μέρει πέλεκυν, ἐπὶ δὲ τοῦ ἑτέρου δύο κεφαλὰς εἰς ὑπόμνησιν τοῦ περὶ τὸν παῖδα παθήματος. ...

... Τενέδιον βέλος, ...Τενέδιος ξυνήγορος... καὶ παροιμία· Τενέδιος πέλεκυς· Ἀριστοτέλης μέντοι ὅτι βασιλεὺς Τενέδιος μετὰ πελέκεως δικάζων τὸν ἀδικοῦντα εὐθέως ἀνῄρει ... ἢ ὅτι βασιλεύς τις νόμον θεὶς πελέκει τοὺς μοιχοὺς ἄμφω καρατομεῖν καὶ ἐπὶ τοῦ υἱοῦ ἐτήρησεν τοῦτο· καθ᾿ ὃ καὶ ἐν τῷ νομίσματι ἐφ᾿ οὗ μὲν πέλεκυς ἐφ᾿ οὗ δὲ δύο πρόσωπα ἐξ ἑνὸς αὐχένος. ...

... νόμον δέ τινά φασι τῶν βασιλέων Τενεδίοις θέσθαι, εἴ τις λάβοι μοιχόν, ἀποκτεῖναι τοῦτον πελέκει. ἁλόντος δὲ τοῦ υἱοῦ αὐτοῦ καὶ τοῦ λαβόντος ἐρομένου τὸν βασιλέα τί χρὴ ποιεῖν, ἀποκρίνασθαι τῷ νόμῳ χρῆσθαι. καὶ διὰ τοῦτο τοῦ νομίσματος αὐτοῦ ἐπὶ θάτερα πέλεκυς κεχάρακται, ἐπὶ θάτερα δὲ ἐξ ἑνὸς αὐχένος πρόσωπον ἀνδρὸς καὶ γυναικός. καὶ ἐκ τούτου λέγεται ἐπὶ τῶν ἀποτόμων τὸ ἀποκεκόφθαι Τενεδίῳ πελέκει. ...

... καὶ ἡ Τενέα δ᾿ ἐστὶ κώμη τῆς Κορινθίας, ἐν ᾗ τοῦ Τενεάτου Ἀπόλλωνος ἱερόν ... δοκεῖ δὲ καὶ συγγένειά τις εἶναι Τενεδίοις πρὸς τούτους ἀπὸ Τένου τοῦ Κύκνου, καθάπερ εἴρηκεν Ἀριστοτέλης· καὶ ἡ τοῦ Ἀπόλλωνος δὲ τιμὴ παρ᾿ ἀμφοτέροις ὁμοία οὖσα δίδωσιν οὐ μικρὰ σημεῖα. ...

... ἡ καλουμένη Τενέα. οἱ δὲ ἄνθρωποί φασιν οἱ ταύτῃ Τρῶες εἶναι, αἰχμάλωτοι δὲ ὑπὸ Ἑλλήνων ἐκ Τενέδου γενόμενοι ἐνταῦθα Ἀγαμέμνονος δόντος οἰκῆσαι· καὶ διὰ τοῦτο θεῶν μάλιστα Ἀπόλλωνα τιμῶσιν. ...


Τηνίων πολιτεία

... Τῆνος, νῆσος Κυκλάς, ἀπὸ οἰκιστοῦ Τήνου. ἐκλήθη καὶ Ὑδροῦσσα διὰ τὸ κατάῤῥυτον εἶναι. ...


Τροιζηνίων πολιτεία

... ἐν τῷ χρησμῷ, φησίν, ὁ θεὸς ηὐτομάτισε· πῖν᾿ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις οὐδ᾿ ἱερὰν Ὑπέραν, ὅθι γ᾿ ἄτρυγον οἶνον ἔπινες. ὠνομάζετο δὲ παρὰ Τροιζηνίοις, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ αὐτῶν πολιτείᾳ, ἄμπελος Ἀνθηδονιὰς καὶ Ὑπερειάς, ἀπὸ Ἄνθου τινὸς καὶ Ὑπέρου, ὡς καὶ Ἀλθηφιὰς ἀπὸ Ἀλθηφίου τινὸς ἑνὸς τῶν Ἀλφειοῦ ἀπογόνων. ...

... Τίς ἡ Ἀνθηδὼν περὶ ἧς ἡ Πυθιὰς εἶπε· πῖν᾿ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις; ἡ γὰρ ἐν Βοιωτοῖς οὐκ ἔστι πολύοινος. τὴν Καλαυρίαν Εἰρήνην τὸ παλαιὸν ὠνόμαζον ἀπὸ γυναικὸς Εἰρήνης, ἣν ἐκ Ποσειδῶνος καὶ Μελανθείας τῆς Ἀλφειοῦ γενέσθαι μυθολογοῦσιν. ὕστερον δὲ τῶν περὶ Ἄνθην καὶ Ὑπέρην αὐτόθι κατοικούντων Ἀνθηδονίαν καὶ Ὑπέρειαν ἐκάλουν τὴν νῆσον. εἶχε δὲ ὁ χρησμὸς οὕτως, ὡς Ἀριστοτέλης φησί· πῖν᾿ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις οὐδ᾿ ἱερὰν Ὑπέραν, ὅθι γ᾿ ἄτρυγον οἶνον ἔπινες. ταῦτα μὲν ὁ Ἀριστοτέλης. ...

... Πιτθεὺς ὁ Θησέως πάππος πόλιν μὲν οὐ μεγάλην τὴν Τροιζηνίων ᾤκισε, δόξαν δὲ μάλιστα πάντων ὡς ἀνὴρ λόγιος ἐν τοῖς τότε καὶ σοφώτατος ἔσχεν. ἦν δὲ τῆς σοφίας ἐκείνης τοιαύτη τις ὡς ἔοικεν ἰδέα καὶ δύναμις, οἵᾳ χρησάμενος Ἡσίοδος εὐδοκίμει μάλιστα περὶ τὰς ἐν τοῖς Ἔργοις γνωμολογίας. καὶ μίαν γε τούτων ἐκείνην λέγουσι Πιτθέως εἶναι «μισθὸς δ᾿ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω». τοῦτο μὲν οὖν καὶ Ἀριστοτέλης ὁ φιλόσοφος εἴρηκεν. ...


Φωκαιέων πολιτεία

... Ἐξήκεστός τε ὁ Φωκαιέων τύραννος δύο δακτυλίους φορῶν γεγοητευμένους τῷ ψόφῳ τῷ πρὸς ἀλλήλους διῃσθάνετο τοὺς καιροὺς τῶν πράξεων, ἀπέθανεν δὲ ὅμως δολοφονηθεὶς καίτοι προσημήναντος τοῦ ψόφου, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ Φωκαιέων πολιτείᾳ. ...


Χαλκηδονίων πολιτεία

... Καρχηδόνιοι δὲ πρῶτοι τετρήρη κατεσκεύασαν, ἐναυπήγησε δὲ αὐτὴν Βόσπορος αὐτοσχέδιον. ...


Χαλκιδέων πολιτεία

... Εὔβοιαν γοῦν εἰπὼν ὁ ποιητὴς τοὺς ἀπ᾿ αὐτῆς Εὐβοέας οὐδέποτε εἴρηκεν, ἀλλ᾿ Ἄβαντας ἀεί ... φησὶ δ᾿ Ἀριστοτέλης ἐξ Ἄβας τῆς Φωκικῆς Θρᾷκας ὁρμηθέντας ἐποικῆσαι τὴν νῆσον καὶ ἐπονομάσαι Ἄβαντας τοὺς ἔχοντας αὐτήν. ...

... Δέλας δὲ ἄλλος Ἰδαῖος εὗρε χαλκοῦ κρᾶσιν, ὡς δὲ Ἡσίοδος, Σκύθης. ...

... αἱ δ᾿ οὖν πόλεις αὗται Ἐρέτρια καὶ ἡ Χαλκὶς διαφερόντως αὐξηθεῖσαι καὶ ἀποικίας ἔστειλαν ἀξιολόγους εἰς Μακεδονίαν. Ἐρέτρια μὲν γὰρ συνῴκισε τὰς περὶ Παλλήνην καὶ τὸν Ἄθω πόλεις, ἡ δὲ Χαλκὶς τὰς ὑπὸ Ὀλύνθῳ, ἃς Φίλιππος διελυμήνατο. καὶ τῆς Ἰταλίας δὲ καὶ Σικελίας πολλὰ χωρία Χαλκιδέων ἐστίν. ἐστάλησαν δὲ αἱ ἀποικίαι αὗται, καθάπερ εἴρηκεν Ἀριστοτέλης, ἡνίκα ἡ τῶν ἱπποβοτῶν ἐπεκράτει πολιτεία· προέστησαν γὰρ αὐτῆς ἀπὸ τιμημάτων ἄνδρες ἀριστοκρατικῶς ἄρχοντες. ...


Νόμιμα

... Καρῖναι θρηνῳδοὶ μουσικαί, αἱ τοὺς νεκροὺς τῷ θρήνῳ παραπέμπουσαι πρὸς τὰς ταφὰς καὶ τὰ κήδη. παρελαμβάνοντο δὲ αἱ ἀπὸ Καρίας γυναῖκες. ...

... Ἀριστοτέλης δὲ ἐν νομίμοις βαρβαρικοῖς· ἐν Λάτμῳ τῆς Καρίας σκορπίοι γίνονται οἳ τοὺς μὲν ξένους πατάξαντες οὐ λίαν ἀδικοῦσι, τοὺς δὲ ἐπιχωρίους παραυτὰ ἀποκτείνουσιν. ...

... ἐν Λάτμῳ δὲ τῆς Καρίας φησὶν Ἀριστοτέλης τοὺς σκορπίους ἐὰν μὲν τῶν ξένων τινὰ πατάξωσιν, μετρίως λυπεῖν, ἐὰν δὲ τῶν ἐγχωρίων, ἕως θανάτου κατατείνειν. ...

... Ἀριστοτέλης ἐν Τυῤῥηνῶν νομίμοις «οἱ δὲ Τυῤῥηνοὶ δειπνοῦσι μετὰ τῶν γυναικῶν ἀνακείμενοι ὑπὸ τῷ αὐτῷ ἱματίῳ». ...

... Τυῤῥηνῶν, ... πάντες δὲ ὑπὸ τῷ αὐτῷ ἱματίῳ μετὰ τῶν γυναικῶν κατάκεινται κἂν παρῶσί τινες. ...

... Τυῤῥηνοὶ δὲ τῷ Ἀριστοτέλους λόγῳ οὐ πυκτεύουσιν ὑπ᾿ αὐλῷ μόνον, ἀλλὰ καὶ μαστιγοῦσι καὶ ὀψοποιοῦσιν. ...

... οὐ γάρ, ὡς Ἀριστοτέλης ἱστορεῖ κατ᾿ αὐτὸν ἐν Τυῤῥηνίᾳ μαστιγοῦσθαι τοὺς οἰκέτας πρὸς αὐλόν, οὕτω πρὸς ἡδονὴν δεῖ ... τῆς τιμωρίας ἐμφορεῖσθαι. ...

... ὑπὸ δὲ τῆς τρυφῆς οἱ Τυῤῥηνοί, ὡς Ἄλκιμος ἱστορεῖ, πρὸς αὐλὸν καὶ μάττουσι καὶ πυκτεύουσι καὶ μαστιγοῦσιν. ...

... Ἀριστοτέλης δὲ ὁ φιλόσοφος Ἀχαιῶν τινας ἱστορεῖ τῶν ἀπὸ Τροίας ἀνακομισαμένων περιπλέοντας Μαλέαν, ἔπειτα χειμῶνι βιαίῳ καταληφθέντας, τέως μὲν ὑπὸ τῶν πνευμάτων φερομένους πολλαχῇ τοῦ πελάγους πλανᾶσθαι, τελευτῶντας δ᾿ ἐλθεῖν εἰς τὸν τόπον τοῦτον τῆς Ὀπικῆς, ὃς καλεῖται Λάτιον ἐπὶ τῷ Τυῤῥηνικῷ πελάγει κείμενος. ἀσμένους δὲ τὴν γῆν ἰδόντας ἀνελκύσαι τε τὰς ναῦς αὐτόθι καὶ διατρῖψαι τὴν χειμερινὴν ὥραν παρασκευαζομένους ἔαρος ἀρχομένου πλεῖν. ἐμπρησθεισῶν δὲ αὐτοῖς ὑπὸ νύκτα τῶν νεῶν οὐκ ἔχοντας ὅπως ποιήσονται τὴν ἄπαρσιν, ἀβουλήτῳ ἀνάγκῃ τοὺς βίους ἐν ᾧ κατήχθησαν χωρίῳ ἱδρύσασθαι. συμβῆναι δὲ αὐτοῖς τοῦτο διὰ γυναῖκας αἰχμαλώτους, ἃς ἔτυχον ἄγοντες ἐξ Ἰλίου· ταύτας δὲ κατακαῦσαι τὰ πλοῖα φοβουμένας τὴν οἴκαδε τῶν Ἀχαιῶν ἄπαρσιν ὡς εἰς δουλείαν ἀφιξομένας. ...

... Διὰ τί τοὺς συγγενεῖς τῷ στόματι φιλοῦσιν αἱ γυναῖκες; ... ἢ δι᾿ ἣν Ἀριστοτέλης ὁ φιλόσοφος αἰτίαν ἱστόρηκε; τὸ γὰρ πολυθρύλλητον ἐκεῖνο καὶ πολλαχοῦ γενέσθαι λεγόμενον, ὡς ἔοικεν, ἐτολμήθη καὶ ταῖς Τρωάσι περὶ τὴν Ἰταλίαν. τῶν γὰρ ἀνδρῶν ὡς προσέπλευσαν ἀποβάντων, ἐνέπρησαν τὰ πλοῖα, πάντως ἀπαλλαγῆναι τῆς πλάνης δεόμεναι καὶ τῆς θαλάττης, φοβηθεῖσαι δὲ τοὺς ἄνδρας ἠσπάζοντο τῶν συγγενῶν καὶ οἰκείων μετὰ τοῦ καταφιλεῖν καὶ περιπλέκεσθαι τοὺς προστυγχάνοντας· παυσαμένων δὲ τῆς ὀργῆς καὶ διαλλαγέντων, ἐχρῶντο καὶ τὸ λοιπὸν ταύτῃ τῇ φιλοφροσύνῃ πρὸς αὐτούς. ...

... Ἀριστοτέλης δὲ ὁ φιλόσοφος τὸ μὲν ἁλῶναι τὴν πόλιν Ῥώμην ὑπὸ Κελτῶν ἀκριβῶς δῆλός ἐστιν ἀκηκοώς, τὸν δὲ σώσαντα Λεύκιον εἶναί φησιν· ἦν δὲ Μάρκος, οὐ Λεύκιος, ὁ Κάμιλλος. ...


Ἐκ τῶν Ἡρακλείδου περὶ πολιτείας Ἀθηναίων

  1. ... Ἀθηναῖοι τὸ μὲν ἐξ ἀρχῆς ἐχρῶντο βασιλείᾳ, συνοικήσαντος δὲ Ἴωνος αὐτοῖς, τότε πρῶτον Ἴωνες ἐκλήθησαν. Πάνδων δὲ βασιλεύσας μετὰ Ἐρεχθέα διένειμε τὴν ἀρχὴν τοῖς υἱοῖς. καὶ διετέλουν οὗτοι στασιάζοντες. Θησεὺς δὲ ἐκήρυξε καὶ συνεβίβασε τούτους ἐπ᾿ ἴσῃ καὶ ὁμοίᾳ μοίρᾳ. οὗτος ἐλθὼν εἰς Σκῦρον ἐτελεύτησεν ὠσθεὶς κατὰ πετρῶν ὑπὸ Λυκομήδους, φοβηθέντος μὴ σφετερίσηται τὴν νῆσον. Ἀθηναῖοι δὲ ὕστερον περὶ τὰ Μηδικὰ μετεκόμισαν αὐτοῦ τὰ ὀστᾶ. ἀπὸ δὲ Κοδριδῶν οὐκέτι βασιλεῖς ᾑροῦντο διὰ τὸ δοκεῖν τρυφᾶν καὶ μαλακοὺς γεγονέναι. Ἱππομένης δὲ εἷς τῶν Κοδριδῶν βουλόμενος ἀπώσασθαι τὴν διαβολὴν, λαβὼν ἐπὶ τῇ θυγατρὶ Λειμώνῃ μοιχὸν, ἐκεῖνον μὲν ἀνεῖλεν ὑποζεύξας μετὰ τῆς θυγατρὸς τῷ ἅρματι, τὴν δὲ ἵππῳ συνέκλεισεν ἕως ἀπόληται ...

  2. ... τοὺς μετὰ Κύκλωπος διὰ τὴν τυραννίδα ἐπὶ τὸν βωμὸν τῆς θεοῦ πεφευγότας οἱ περὶ Μεγακλέα ἀπέκτειναν. καὶ τοὺς δράσαντας ὡς ἐναγεῖς ἤλαυνον ...

  3. ... Σόλων νομοθετῶν Ἀθηναίοις καὶ χρεῶν ἀποκοπὰς ἐποίησε, τὴν σεισάχθειαν λεγομένην. ὡς δὲ διώχλουν αὐτῷ τινὲς περὶ τῶν νόμων, ἀπεδήμησεν εἰς Αἴγυπτον ...

  4. ... Πεισίστρατος λ[γ] ἔτη τυραννήσας γηράσας ἀπέθανεν. Ἵππαρχος ὁ υἱὸς Πεισιστράτου παιδιώδης ἦν καὶ ἐρωτικὸς καὶ φιλόμουσος, Θεσσαλὸς δὲ νεώτερος καὶ θρασύς. τοῦτον τυραννοῦντα μὴ δυνηθέντα ἀνελεῖν Ἵππαρχον ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ. Ἱππίας δὲ πικρότατα ἐτυράννει. καὶ τὸν περὶ ὀστρακισμοῦ νόμον εἰσηγήσατο, ὃς ἐτέθη διὰ τοὺς τυραννιῶντας. καὶ ἄλλοι τὲ ὠστρακίσθησαν καὶ Ξάνθιππος καὶ Ἀριστείδης ...

  5. ... Ἐφιάλτης τοὺς ἰδίους ἀγροὺς ὀπωρίζειν παρεῖχε τοῖς βουλομένοις, ἐξ ὧν πολλοὺς ἐδείπνιζε ...

  6. ... Κλέων παραλαβὼν διέφθειρε τὸ πολίτευμα, καὶ ἔτι μᾶλλον οἱ μετ' αὐτὸν, οἳ πάντας ἀνομίας ἐνέπλησαν, καὶ ἀνεῖλον οὐκ ἐλάσσους χιλίων [φ]. τούτων δὲ καταλυθέντων Θρασύβουλος καὶ Ῥίνων προειστήκεισαν, ὃς ἦν ἀνὴρ καλὸς καὶ ἀγαθός ...

  7. ... Θεμιστοκλῆς καὶ Ἀριστείδης. καὶ ἡ ἐξ Ἀρείου πάγου βουλὴ πολλὰ ἐδύνατο. ...

  8. ... καὶ τῶν ὁδῶν ἐπιμελοῦνται, ὅπως μή τινες ἀνοικοδομῶσιν αὐτὰς ἢ δρυφάκτους ὑπερτείνωσιν. ὁμοίως δὲ καθιστᾶσι καὶ τοὺς ἕνδεκα, τοὺς ἐπιμελησομένους τῶν ἐν τῷ δεσμωτηρίῳ. εἰσὶ δὲ καὶ ἐννέα ἄρχοντες θεσμοθέται, οἳ δοκιμασθέντες ὀμνύουσι δικαίως ἄρξειν καὶ δῶρα μὴ λήψεσθαι ἢ ἀνδρίαντα χρυσοῦν ἀναθήσειν. ὁ δὲ βασιλεὺς τὰ κατὰ τὰς θυσίας διοικεῖ καὶ τὰ πολέμια ...

  9. ... [τὴν Λακεδαίμονα πολιτείαν] !! τινὲς Λυκούργῳ προσάπτουσι πᾶσαν. ὁ δὲ Ἀλκμὰν οἰκέτης ἦν Ἀγησίδου, εὐφυὴς δὲ ὢν ἠλευθερώθη, καὶ ποιητὴς ἀπέβη ...

  10. ... Λυκοῦργος ἐν Σάμῳ ἐτελεύτησε. καὶ τὴν Ὁμήρου ποίησιν παρὰ τῶν ἀπογόνων Κρεοφύλου λαβὼν πρῶτος διεκόμισεν εἰς Πελοπόννησον. καταλαβὼν δὲ πολλὴν ἀνομίαν, καὶ τὸν Χάριλλον τυραννικῶς ἄρχοντα, μετέστησε. καὶ κοινὸν ἀγαθὸν τὰς ἐκεχειρίας κατέστησε. λέγεται δὲ καὶ τὴν κρυπτὴν εἰσηγήσασθαι, καθ᾿ ἣν ἔτι καὶ νῦν ἐξιόντες ἡμέρας κρύπτονται, τὰς δὲ νύκτας μεθ' ὅπλων κρύπτονται καὶ ἀναιροῦσι τῶν εἱλώτων ὅσους ἂν ἐπιτήδειον ᾖ. καθιστᾶσι δὲ καὶ ἐφόρους, καὶ μέγιστον οὗτοι δύνανται. οὐδενὶ γὰρ ἐπανίστανται πλὴν βασιλεῖ καὶ ἐφόρῳ. ὅταν δὲ τελευτήσῃ βασιλεὺς, τρεῖς ἡμέρας οὐδὲν πωλεῖται, καὶ ἀχύρῳ ἡ ἀγορὰ καταπάσσεται ...

  11. ... Λακεδαιμόνιοι τὸν Λέσβιον ᾠδὸν ἐτίμησαν. τούτου γὰρ ἀκούειν ὁ θεὸς χρησμῳδουμένου ἐκέλευε ...

  12. ... πωλεῖν δὲ γῆν Λακεδαιμονίοις αἰσχρὸν νενόμισται. τῆς ἀρχαίας μοίρας οὐδὲ ἔξεστι ...

  13. ... τῶν ἐν Λακεδαίμονι γυναικῶν κόσμος ἀφῄρηται, οὐδὲ κομᾶν ἔξεστιν, οὐδὲ χρυσοφορεῖν. τρέφουσι δὲ τὰ τέκνα ὥστε μηδέποτε πληροῦν, ἵνα ἐθίζωνται δύνασθαι πίνειν. ἐθίζουσι δὲ αὐτοὺς καὶ κλέπτειν, καὶ τὸν ἁλόντα κολάζουσι πληγαῖς, ἵν' ἐκ τούτου πονεῖν καὶ ἀγρυπνεῖν δύνωνται ἐν τοῖς πολεμίοις. μελετῶσι δὲ εὐθὺς ἐκ παίδων βραχυλογεῖν, εἶτα ἐμμελῶς καὶ σκώπτειν καὶ σκώπτεσθαι. εὐτελεῖς δὲ ταφαὶ καὶ ἶσαι πᾶσιν εἰσί. πέττει δ' ἐν αὐτοῖς σῖτον οὐδείς. οὐδὲ γὰρ ἄλευρα κομίζουσι, σιτοῦνται δ' ἄλφιτα ...

  14. ... [τὴν Κρητικὴν πολιτείαν] λέγεται πρῶτος καταστῆσαι Μίνως, πρακτικός τε ἄρα καὶ νομοθέτης σπουδαῖος γενόμενος. ἐποιεῖτο δὲ δι' ἐννάτου ἔτους τὴν ἐπανόρθωσιν τῶν νόμων. ὅτι δὲ ἀρχαιοτάτη τῶν πολιτειῶν ἡ Κρητικὴ, ἐμφαίνει καὶ Ὅμηρος λέγων τὰς πόλεις αὐτῶν εὖ ναιετώσας. καὶ Ἀρχίλοχος ἐν οἷς ἐπισκώπτων τίνας φησὶ νόμος δὲ κρητικὸς διδάσκεται ...

  15. ... οἱ παῖδες οἱ ἐν Κρήτῃ μετ' ἀλλήλων διαιτῶνται ἐν ἱματίῳ θέρους καὶ χειμῶνος. ἀθροίζονται δὲ ἀγέλαι τούτων, καὶ ἀφ' ἑκάστης ἄρχων γίνεται, ὃν καλοῦσιν ἀγελάτην, καὶ ἀθροίζει αὐτοὺς ὅπου θέλει καὶ ἐπὶ θήραν ἐξάγει. καὶ τὰ πολλὰ κοιμῶνται μετ' ἀλλήλων. ποιοῦνται δὲ καὶ μάχας κατὰ νόμον πὺξ τὲ καὶ ξύλοις, καὶ ὅταν συμβάλλωνται, αὐλοῦσι τινὲς αὐτοῖς καὶ κιθαρίζουσι. καὶ πρὸς ἀνδρείαν καὶ καρτερίαν ἐθίζονται. γράμματα δὲ μόνον παιδεύονται, καὶ ταῦτα μετρίως. ταῖς δὲ πρὸς τοὺς ἄῤῥενας ἐρωτικαῖς ὁμιλίαις ἐοίκασι πρῶτον κεχρῆσθαι, καὶ οὐκ αἰσχρὸν παρ' αὐτοῖς τοῦτο. ὅταν δὲ κρατήσωσιν, ἀπάγουσιν εἰς ὄρος ἢ τοὺς ἑαυτῶν χώρους κἀκεῖ ἐστιῶνται ἡμέρας [ξ]. πλείους γὰρ οὐκ ἔξεστι. καὶ δίδωσιν ὁ φιλήτωρ ἐσθῆτα καὶ ἄλλα δῶρα καὶ βοῦν. διαιτῶνται δὲ Κρῆτες πάντες καθήμενοι θρόνοις. ἄρχονται δὲ τῶν παρατιθεμένων ἀπὸ τῶν ξένων, μετὰ δὲ τοὺς ξένους τῷ ἄρχοντι διδόασι [δ] μοίρας, μίαν μὲν ἣν καὶ τοῖς ἄλλοις, δευτέραν δὲ ἀρχικήν, τρίτην δὲ τοῦ οἴκου, τετάρτην δὲ τῶν σκευῶν. καθόλου δὲ πολλὴ φιλανθρωπία τοῖς ξένοις ἐστὶν ἐν Κρήτῃ, καὶ εἰς προεδρίαν καλοῦνται ...

  16. ... [Κυρήνην] ᾤκισε Βάττος, ὃς ἐκαλεῖτο πρότερον Ἀριστοτέλης. τῆς δὲ Πυθίας Βάττον αὐτὸν εἰπούσης ὄνομα τοῦτο ἔσχηκεν. οὗτος ἦλθεν εἰς Δελφοὺς περὶ τῆς φωνῆς πευσόμενος. ἦν γὰρ ἰσχνόφωνος. τοῦ δὲ θεοῦ κελεύοντος κτίζειν Λιβύην, τὸ μὲν πρῶτον ὁρμήσας ἠδυνάτησε. φερετίμη δὲ ἡ μήτηρ Ἀρκεσιλάου ἐβασίλευσε χαλεπὴ καὶ περίεργος. καὶ πολεμοῦσα πρὸς Βαρκαίους, λαβοῦσα δὲ τὴν Βάρκην τοὺς μὲν ἄνδρας ἀνεσκολόπισε, τῶν δὲ γυναικῶν τοὺς μαστοὺς ἐξέτεμε. μετ' οὐ πολὺ δὲ ζῶσα κατεσάπη ...

  17. ... Βάττος δὲ ἐβασίλευσεν ὁ καλὸς καλούμενος ἕβδομος ὢν ἀπὸ τοῦ πρώτου. Ἀρκεσιλάου δὲ βασιλεύοντος λευκὸς κόραξ ἐφάνη, περὶ οὗ λόγιον ἦν χαλεπόν. δημοκρατίας δὲ γενομένης Βάττος εἰς Ἑσπερίδας ἐλθὼν ἀπέθανε, καὶ τὴν κεφαλὴν αὐτοῦ λαβόντες κατεπόντισαν ...

  18. ... νόμος ἦν τοὺς πολυδίκους καὶ κακοπράγμονας ὑπὸ τῶν ἐφόρων προάγεσθαι, καὶ ζημιοῦν τούτους καὶ ἀτίμους ποιεῖν ...

  19. ... [Κόρινθος] Ἐφύρα πρότερον ἐκαλεῖτο μέχρι Κορίνθου, ἀφ' οὗ τὸ ὄνομα ἔσχεν. ἐβασίλευσε δὲ καὶ Βακαῖος τρίτος χωλὸς καὶ εὐτελὴς τὴν ὄψιν, καλῶς δὲ ἄρχων καὶ πολιτικῶς. ᾧ θυγατέρες μὲν τρεῖς, υἱοὶ δὲ ἑπτά, οἳ τὸ γένος οὕτως ηὔξησαν ὥστε Βακχίδας ἀντὶ Ἡρακλειδῶν καλεῖσθαι τοὺς ἀπ' αὐτῶν ...

  20. ... Περίανδρος δὲ πρῶτον μετέστησε τὴν ἀρχὴν δορυφόρους ἔχων καὶ οὐκ ἐκτρέπων ἐν ἄστει ζῆν, ἔτι δὲ δούλων κτήσεις καὶ τρυφὴν ὅλως περιαιρῶν. μέτριος δὲ ἦν ἐν ἄλλοις, τῷ τε μηδ[ένα] τέλος πράσσεσθαι ἀρκεῖσθαι τὲ τοῖς ἀπὸ τῆς ἀγορᾶς καὶ τῶν λιμένων. καὶ τῷ μήτε ἄδικος μήτε ὑβριστὴς εἶναι, μισοπόνηρος δὲ, τὰς δὲ προαγωγὰς πάσας κατεπόντισε. βουλὴν δὲ ἐπ᾿ ἐσχάτων κατέστησεν, οἳ οὐκ ἐφίεσαν δαπανᾶν πλέον ἢ κατὰ τὰς προσόδους ...

  21. ... Παντολέων ἐβασίλευσεν ἐν [τούτοις], ὑβριστὴς καὶ χαλεπός. οὗτος πρέσβεις πρὸς αὐτὸν ἐλθόντας ἐκτεμὼν ἠνάγκασε καταφαγεῖν τοὺς ὄρχεις ...

  22. ... [Τένεδος] ἡ νῆσος τὸ μὲν ἐξ ἀρχῆς Λευκόφρυς ἐκαλεῖτο, χρόνῳ δ' ὕστερον πρὸ τῶν ἰατρικῶν τέχνης διενεχθεὶς πρὸς τὸν πατέρα συνῴκισεν αὐτῇ. λέγεται δὲ ὡς !! καταψευσαμένης αὐτοῦ τῆς μητρυιᾶς καὶ μαρτυρήσαντος αὐλητοῦ τινὸς βιάζεσθαι ταύτην, εἰς λάρνακα ἐμβληθεὶς ὑπὸ τοῦ Κύκνου καὶ εἰς θάλασσαν ῥιφεὶς διασωθῆναι πρὸς τὴν νῆσον. διὰ δὲ τὸ καταψεύσασθαι τὸν αὐλητὴν οὐ νόμιμον εἰς τὸ ἱερὸν αὐλητὴν εἰσιέναι ...

  23. ... ὅτι ἀμαυρὸς χωλὸς τοὺς πόδας ἐβασίλευσε ταύτης ...

  24. ... νόμον δέ τινα φασὶ τῶν βασιλέων Τενεδίοις θέσθαι, εἴ τις λάβοι μοιχὸν, ἀποκτείνειν τοῦτον πελέκει. ἁλόντος δὲ τοῦ υἱοῦ αὐτοῦ καὶ τοῦ λαβόντος ἐρομένου τὸν βασιλέα τί χρὴ ποιεῖν, ἀποκρίνασθαι τῷ νόμῳ χρῆσθαι. καὶ διὰ τοῦτο τοῦ νομίσματος αὐτοῦ ἐπὶ θάτερα πέλεκυς χαρακτὸς, ἐπὶ θάτερα δὲ ἐξ ἑνὸς αὐχένος πρόσωπον ἀνδρὸς καὶ γυναικός. καὶ ἐκ τούτου λέγεται ἐπὶ τῶν ἀποτόμων τὸ ἀποκεκόφθαι τενεδίῳ πελέκει ...

  25. ... [Πάρον] τὴν νῆσον ᾤκισε Πάρος ἐξ Ἀρκαδίας λαὸν ἄγων. ὃν φασὶν εἰπεῖν τὴν Πυθίαν, ἔξιθι νηοῦ, τοῦτον δ' εἰπεῖν, ἀλλὰ καθαρός εἰμι, ἄναξ, ἐν χειρῶν γὰρ νόμῳ ἔκτεινα ...

  26. ... Ἐκαλεῖτο μὲν Ὑδροῦσα ἡ νῆσος, λέγονται δὲ οἰκίσαι νύμφαι πρότερον αὐτήν, φοβήσαντος δ' αὐτὰς λέοντος εἰς Κάρυστον διαβῆναι, διὸ καὶ ἀκρωτήριον τῆς [Κίας] Λέων καλεῖται. Κέως δ' ἐκ Ναυπάκτου διαβὰς ᾤκισε, καὶ ἀπ' αὐτοῦ ταύτην ὠνόμασαν ...

  27. ... Ἀρισταῖον δὲ φασὶ μαθεῖν παρὰ μὲν νυμφῶν τὴν προβάτων καὶ βοῶν ἐπιστήμην, παρὰ δὲ βρισῶν τὴν μελιτουργίαν. φθορᾶς δὲ οὔσης φυτῶν καὶ ζώων διὰ τὸ πνεῖν ἐτησίας ...

  28. ... Ἀριστείδης ἐπιμελεῖται γυναικῶν εὐκοσμίας. καὶ τὸ παλαιὸν ὕδωρ ἔπινον οἱ παῖδες καὶ αἱ κόραι μέχρι γάμου. ἐπὶ δὲ τοῖς τελευτῶσιν οὐδέν ἐστι πένθος ἐν ἀνδράσι περὶ ἐσθῆτα ἢ κουρὰν, μητρὶ δὲ νέου τελευτήσαντος ἐνιαυτός ...

  29. ... οὔσης δὲ ὑγιεινῆς τῆς νήσου καὶ εὐγήρων τῶν ἀνθρώπων, μάλιστα δὲ τῶν γυναικῶν, οὐ περιμένουσι γηραιοὶ τελευτᾶν, ἀλλὰ πρὶν ἀσθενῆσαι ἢ πηρωθῆναι τί, οἱ μὲν μήκωνι οἱ δὲ κωνείῳ ἑαυτοὺς ἐξάγουσι ...

  30. ... [Σάμον] τὸ μὲν ἐξ ἀρχῆς ἐρήμην οὖσαν λέγεται κατέχειν πλῆθος θηρίων μεγάλην φωνὴν ἀφιέντων. ἐκαλοῦντο δὲ τὰ θηρία νηίδες, ἡ δὲ νῆσος Παρθενία, ὕστερον Δρύουσα. ἐβασίλευσε δ' αὐτῶν Ἀγκαῖος, περὶ οὗ τὰς ἀμπέλους ὁ θεράπων φυτεύων φησὶ πολλὰ μεταξὺ πέλει κύλικος καὶ χείλεος ἄκρου ...

  31. ... ὅτι ἐν τοῖς Σαμίοις ἐφάνη λευκὴ χελιδὼν οὐκ ἐλάττων πέρδικος ...

  32. ... Φερεκύδης ὁ Σύριος ὑπὸ φθειρῶν καταβρωθεὶς ἐν Σάμῳ ἐτελεύτησεν, ὅτε καὶ ἐλθόντι Πυθαγόρᾳ τὸν δάκτυλον διὰ τῆς ὀπῆς ἔδειξε περιεψιλωμένον ...

  33. ... Αἴσωπος δὲ ὁ λογοποιὸς εὐδοκίμει τότε. ἦν δὲ Θρᾷξ τὸ γένος, ἠλευθερώθη δὲ ὑπὸ Ἴδμονος τοῦ κωφοῦ, ἐγένετο δὲ πρῶτον Ξάνθου δοῦλος ...

  34. ... τὴν δὲ πολιτείαν τῶν Σαμίων Συλοσῶν ἠρήμωσεν, ἀφ' οὗ καὶ ἡ παροιμία ἕκητι Συλοσῶντος εὐρυχωρίη ...

  35. ... Θεογένης δὲ τῶν Σαμίων τις εὐφυὴς μὲν, ἄλλως δὲ ἄσωτος καὶ πονηρὸς, φεύγων τὴν πατρίδα, διατρίβων δὲ Ἀθήνησι παρ' Εὐρυπίδῃ καὶ τὸ γύναιον αὐτοῦ διαφθείρων, συνεργὸν αὐτὸν λαβὼν πείθει τοὺς Ἀθηναίους δισχιλίους εἰς Σάμον ἀποστεῖλαι. οἱ δὲ ἐλθόντες πάντας ἐξέβαλον ...

  36. ... Τηλεφάνης ἐβασίλευσε ταύτης, ὃς ἐξεφύτευσε τὴν [Κυμαίων] χώραν. Λυδοὶ δὲ χαλεπῶς δεσποζόμενοι πρός τινος πυθόμενοι ἐν Κύμῃ εἶναι τινὰ, ἔπεμψαν εἰς βασιλείαν καλοῦντες. οὗτος δὲ ἐν ἁμαξοποιῷ ἐτύγχανε δουλεύων. δόντες οὖν οἱ Λυδοὶ λύτρα τούτῳ παρέλαβον αὐτόν. τῶν δὲ ἐν Κύμῃ τις ἐκδεδωκὼς ἅμαξαν αὐτῷ κατεῖχεν αὐτόν. παρακαλούντων δὲ πολλῶν μὴ κωλύειν οὐκ εἴα προσεπικερτομῶν καὶ λέγων περὶ πολλοῦ ποιεῖσθαι ὑπὸ τοῦ Λυδῶν βασιλέως εἰργασμένην ἔχειν ἅμαξαν ...

  37. ... Ἑρμοδίκην δὲ γυναῖκα τοῦ Φρυγῶν βασιλέως Μίδα φασὶ κάλλει διαφέρειν, ἀλλὰ καὶ σοφὴν καὶ τεχνικὴν καὶ πρώτην νόμισμα κόψαι Κυμαίοις ...

  38. ... ἔθος δὲ ἦν αὐτοῖς εἰς τὰ κλοπιμαῖα συμβάλλεσθαι τοὺς γείτονας, διὸ καὶ ὀλίγα ἀπόλλυνται. πάντες γὰρ ὁμοίως ἐτήρουν. καὶ Ἡσίοδος ἐντεῦθεν δοκεῖ λέγειν οὐκ ἂν βοῦς ἀπόλοιτ' εἰ μὴ γείτων κακὸς εἴη. Κῦρος δὲ καταλύσας τὴν πολιτείαν μοναρχεῖσθαι αὐτοὺς ἐποίησε ...

  39. ... Φείδων ἀνὴρ δόκιμος πλείοσι μετέδωκε τῆς πολιτείας νόμον θεὶς ἕκαστον ἐπάναγκες τρέφειν ἵππον. Προμηθεὺς δέ τις ἀνὴρ δραστήριος καὶ ἱκανὸς εἰπεῖν χιλίοις παρέδωκε τὴν πολιτείαν ...

  40. ... Διαγόρᾳ εἰς Σπάρτην πορευομένῳ καὶ ἐν Κορίνθῳ τελευτήσαντι [Ἐρετριεῖς] εἰκόνα ἔστησαν ...

  41. ... [αὕτη] ἡ νῆσος εὔοινός ἐστι καὶ εὔδενδρος καὶ σῖτον φέρει ...

  42. ... [Λεπρεεῖς] οὓς ἂν λάβωσι μοιχοὺς περιάγουσι τρεῖς ἡμέρας τὴν πόλιν δεδεμένους καὶ ἀτιμοῦσι διὰ βίου, τὴν δὲ γυναῖκα ι[α] ἐπ᾿ ἀγορᾶς ἄζωστον ἐν χιτῶνι διαφανεῖ ἱστᾶσι καὶ ἀτιμοῦσι ...

  43. ... [Λύκιοι] διῆγον λῃστεύοντες. νόμοις δὲ οὐ χρῶνται ἀλλ' ἔθεσι, καὶ ἐκ παλαιοῦ γυναικοκρατοῦνται. πωλοῦσι δὲ τοὺς ψευδομάρτυρας καὶ τὰς οὐσίας αὐτῶν δημεύουσι ...

  44. ... [Τυῤῥηνοὶ] τέχνας ἔχουσι πλείστας. πάντες δὲ ὑπὸ τῷ αὐτῷ ἱματίῳ μετὰ τῶν γυναικῶν κατάκεινται κἂν παρῶσι τινὲς, καὶ τοὺς καταλύοντας ξένους φιλοῦσιν. ὅταν δέ τις ὀφείλων χρέος μὴ ἀποδῷ, περιακολουθοῦσιν οἱ παῖδες ἔχοντες κενὸν θυλάκιον εἰς δυσωπίαν ...

  45. ... !![Μολοττοὶ] δὲ τῆς Ἀρτέμιδος συλήσαντες τὸ ἱερὸν καὶ τοῦ ξοάνου χρυσοῦν ἀφελόμενοι στέφανον θυσίαν ἐτίθεσαν ἀντ' αὐτοῦ. τῶν δὲ Κεφαλλήνων ἄλλον ἐπιθέντων, τοῦτον ἀπέβαλεν ἡ θεὸς καὶ χαμαὶ κείμενος εὑρέθη. Κεφαλλῆνες δὲ ἀπὸ Κεφάλου ἐκλήθησαν ...

  46. ... φασὶν ὡς τὸ ἐξ ἀρχῆς Ἡνίοχοι κατῴκουν, φῦλον ἀνθρωποφάγον καὶ ἐκδεῖρον τοὺς ἀνθρώπους, ἔπειτα Μιλήσιοι. φιλόξενοι δ' εἰσὶν ὥστε τοὺς ναυαγοὺς ἐφοδιάζειν καὶ τρεῖς μνᾶς διδόντας ἀποπλεῖν ...

  47. ... [Ἀμοργὸς] οἶνον φέρει πολὺν καὶ ἔλαιον καὶ ὀπώρας ...

  48. ... Οἱ δὲ [Λευκανοὶ] φιλόξενοι καὶ δίκαιοι. ἐβασίλευε δὲ τούτων Λαμίσκος, ὃς εἶχε λύκου τὸν τρίτον δάκτυλον τοῦ ποδὸς ἀπὸ τοῦ μεγάλου ...

  49. ... [Σαμοθρᾴκη] τὸ μὲν ἐξ ἀρχῆς ἐκαλεῖτο Λευκανία διὰ τὸ λευκὴν εἶναι, ὕστερον δὲ Θρᾳκῶν κατασχόντων Θρᾳκία. τούτων δὲ ἐκλιπόντων ὕστερον ἔτεσι [ψ] Σάμιοι κατῴκισαν αὐτὴν ἐκπεσόντες τῆς οἰκείας καὶ Σαμοθρᾴκην ἐκάλεσαν ...

  50. ... [Μάγνητες] δι' ὑπερβολὴν ἀτυχημάτων πολλὰ ἐκακώθησαν. καί που καὶ Ἀρχίλοχος φησὶ κλαίω θαλασσῶν, οὐ τὰ Μαγνήτων κακά ...

  51. ... ἱπποτρόφοι δ' εἰσὶν ὃν τρόπον καὶ Κολοφώνιοι, πεδιάδα χώραν ἔχοντες ...

  52. ... Φάμις ἄρχων ἦν καὶ τούτου τοὺς υἱοὺς ὡς ἱεροσύλους συνέλαβον θύοντας. ὅπερ φασὶ καὶ περὶ Ἀσωπὸν γενέσθαι. καὶ γὰρ ἐκεῖνος ἐπὶ ἱεροσυλίᾳ διεφθάρη, φιάλης χρυσῆς φωραθείσης ἐν τοῖς στρώμασιν αὐτοῦ ...

  53. ... ἐν τῇ [Ἀθαμάνων] χώρᾳ γεωργοῦσι μὲν αἱ γυναῖκες, νέμουσι δὲ οἱ ἄνδρες ...

  54. ... [Κυθήριοι] δὲ ὄψῳ τυρῷ χρῶνται καὶ σύκοις. φέρει γὰρ ἡ νῆσος πολλὰ καὶ μέλι καὶ οἶνον. φιλάργυροι δὲ εἰσὶ καὶ φιλόπονοι ...

  55. ... [Ῥήγιον] ᾤκισαν Χαλκιδεῖς οἱ ἀπ' Εὐρίπου διὰ λιμὸν ἀναστάντες, παρέλαβον δὲ καὶ ἐκ Πελοποννήσου τοὺς Μεςσηνίους τοὺς ἐν Μακίστῳ τυχόντας διὰ τὴν ὕβριν τὴν Σπαρτιάδων παρθένων. καὶ συνῴκισαν πρῶτον παρὰ τὸν Ἰοκάστου τάφον, ἑνὸς τῶν Αἰόλου παίδων, ὃν φασὶν ἀποθανεῖν πληγέντα ὑπὸ δράκοντος. καὶ χρησμὸν ἐποίησεν ὅπου ἂν ἡ θήλεια τὸν ἄῤῥενα. καὶ ἰδόντες πρίνῳ περιπεφυκυῖαν ἄμπελον τοῦτον εἶναι τὸν τόπον. τὸ δὲ χωρίον, ἐν ᾧ τὴν πόλιν ᾤκισαν, Ῥήγιον ἐκαλεῖτο ἀπό τινος ἐγχωρίου ἥρωος. πολιτείαν δὲ κατεστήσαντο ἀριστοκρατικήν. χίλιοι γὰρ πάντες διοικοῦσιν αἱρετοὶ ἀπὸ τιμημάτων. νόμοις δὲ ἐχρῶντο τοῖς Χαρώνδου τοῦ Καταναίου. ἐτυράννησε δὲ αὐτῶν Ἀναξίλας Μεσσήνιος. καὶ νικήσας Ὀλύμπια ἡμιόνοις εἱστίασε τοὺς Ἕλληνας. καί τις αὐτὸν ἐπέσκωψεν εἰπὼν, οὗτος τί ἂν ἐποίει νικήσας ἵπποις. ἐποίησε δὲ καὶ ἐπινίκιον Σιμωνίδης, χαίρετ' ἀελλοπόδων θύγατρες ἵππων ἐγένοντο. ἦσαν δὲ καὶ ἄλλοι δυναστικοὶ παρὰ τοῖς Ῥηγίνοις ...

  56. ... [Κορκυραῖοι] Διομήδην ἐπεκαλέσαντο. καὶ τὸν παρ' αὐτοῖς δράκοντα ἀπέκτεινεν. οἷς καὶ συνεμάχησε στόλῳ πολλῷ εἰς Ἰαπυγίαν ἐλθὼν πολεμοῦσι πρὸς Βρεντεσίους, καὶ τιμῶν ἔτυχεν ...

  57. ... ὅτε δὲ Λακεδαιμόνιοι Μεσσηνίους ἐπολέμουν, γυναῖκες ἀπόντων τούτων παῖδας τινὰς ἐγέννησαν, οὓς ἐν ὑποψίαις εἶχον οἱ πατέρες ὡς οὐκ ὄντας αὐτῶν καὶ παρθενίους ἐκάλουν. οἱ δ' ἠγανάκτουν ...

  58. ... [Θρᾳκῶν] γαμεῖ ἕκαστος [γ] καὶ [δ], εἰσὶ δὲ οἳ καὶ [λ], καὶ ὡς θεραπαίναις χρῶνται. καὶ ἐκ περιουσίας οἱ γάμοι, καὶ ἐκ περιόδου σύνεισιν αὐταῖς, καὶ λούει καὶ διακονεῖ. καὶ πλεῖσται μετὰ τὴν χρῆσιν χαμαὶ κοιμῶνται. κἂν δυσχεραίνῃ τις, οἱ γονεῖς ἀποδόντες ὃ ἔλαβον ἀπεκομίσαντο τὴν θυγατέρα. τιμὴν γὰρ λαμβάνοντες συνάπτουσιν αὐτάς. καὶ ἀποθανόντος τοῦ ἀνδρὸς, ὥσπερ τἆλλα, οὕτω καὶ τὰς γυναῖκας κληρονομοῦσι ...

  59. ... [Μινώαν] τὴν ἐν Σικελίᾳ Μακάραν ἐκάλουν πρότερον. ἔπειτα Μίνως ἀκούων Δαίδαλον ἐνταῦθα, μετὰ στόλου παρεγένετο καὶ ἀναβὰς ἐπὶ τὸν Κύκον ποταμὸν τῆς πόλεως ταύτης ἐκυρίευσε καὶ νικήσας τοὺς βαρβάρους ἐφ' ἑαυτῷ προσωνόμασεν αὐτὴν νόμους Κρητικοὺς θεὶς αὐτοῖς ...

  60. ... ἐγένετο [Λοκρὸς] Ξενόκριτος, τυφλὸς ἐκ γενετῆς ποιητὴς καὶ Ἐράσιππος. παρ' αὐτοῖς ὀδύρεσθαι οὐκ ἔστιν ἐπὶ τοῖς τελευτήσασιν, ἀλλ' ἐπειδὴ ἐκκομίσωσιν, εὐωχοῦνται. καπηλεῖον οὐκ ἔστι μεταμελικὸν ἐν αὐτοῖς, ἀλλ' ὁ γεωργὸς πωλεῖ τὰ ἴδια ...

  61. ... ἐὰν ἁλῷ τις κλέπτων, τὸν ὀφθαλμὸν ἐξορύσσεται. Ζαλεύκου υἱὸς ἑάλω καὶ τῶν Λοκρῶν αὐτὸν ἀφιέντων, οὐχ ὑπέμειναν, αὐτοῦ δὲ ἕνα καὶ τοῦ υἱοῦ ἕνα ἐξεῖλεν ...

  62. ... Πολέμαρχος ἐπιορκήσας τὸν τῶν Κορινθίων ἀπέφυγε στόλον. καὶ μυθολογοῦσιν, ὅτε καθεύδοι νύκτωρ, τὰς γαλᾶς δάκνειν αὐτὸν καὶ πέρας ἀποροῦντα ἑαυτὸν ἀνελεῖν. κατῴκισαν δὲ καὶ Κλεωνὰς [Χαλκιδεῖς] ἐν τῷ Ἄθῳ ἐξαναστάντας ἐξ Ἐλυμνίου, ὡς μὲν μυθολογοῦσιν ὑπὸ μυῶν, οἷον τὰ ἄλλα κατήσθιον αὐτῶν καὶ τὸν σίδηρον ...

  63. ... νόμος δὲ ἦν Χαλκιδεῦσι μὴ ἄρξαι μηδὲ πρεσβεῦσαι νεώτερον ἐτῶν [ν] ...

  64. ... ἐν [Κεφαλληνίᾳ] Προμνήσου υἱὸς ἐκράτησε, καὶ χαλεπὸς ἦν, καὶ ἑορτὰς πλέον δυοῖν οὐκ ἐπέτρεπεν οὐδὲ ἐν πόλει διαιτᾶσθαι πλέον ἡμέρας δέκα τοῦ μηνός. τάς τε κόρας πρὸ τοῦ γαμίσκεσθαι αὐτὰς ἐγίνωσκεν. Ἀντήνωρ δὲ λαβὼν ξιφίδιον καὶ γυναικείαν ἐσθῆτα, ἐνδυσάμενος εἰς τὴν κοίτην ἀπέκτεινε, καὶ ὁ δῆμος αὐτὸν ἐτίμησε καὶ ἡγεμόνα κατέστησε, καὶ ἡ κόρη ὑπὲρ ἧς αὐτὸς εἰσῄει ἐπικλέως ἐγένετο. μαρτυρεῖται δὲ καὶ ἐκ Τυῤῥηνίας Ὅμηρος παραβαλεῖν εἰς Κεφαλληνίαν καὶ Ἰθάκην, ὅτε τοὺς ὀφθαλμοὺς λέγεται διαφθαρῆναι νοσήσας ...

  65. ... [Ῥόδον] τὴν νῆσον τὸ παλαιὸν κεκρύφθαι λέγουσιν ὑπὸ τῆς θαλάσσης, ἀναφανῆναι δὲ ὕστερον ξηρανθεῖσαν. ἐκαλεῖτο δὲ Ὀφιοῦσα διὰ τὸ πλῆθος τῶν ἐνόντων ὄφεων ...

  66. ... [Ἔφεσον] κληθῆναι φασὶν ἀπὸ μιᾶς τῶν Ἀμαζόνων. οἱ δὲ ἀπὸ τοῦ τὸν Ἡρακλέα ταῖς Ἀμαζόσιν ἐφεῖναι τὰ ἀπὸ Μυκάλης ἕως Πιτάνης ...

  67. ... [Φώκαιαν] οἱ μὲν ἀπὸ Φώκου ἡγεμόνος ὠνόμασαν, οἱ δὲ ὅτ' εἰς τὸ ξηρὸν εἶδον ἐκβαίνουσαν ...

  68. ... [Κρότωνα] ἐξ ἀρχῆς Κρότων ᾤκισεν ...

  69. ... [Ἀκραγαντίνων] Φάλαρις ἐτυράννευσε παρανομίᾳ πάντας ἐκβαλών. οὐ γὰρ μόνον ἐφόνευε πολλοὺς, ἀλλὰ καὶ τιμωρίαις παρανόμοις ἐχρήσατο. καὶ τοὺς μὲν εἰς λέβητας ζέοντας, τοὺς δὲ εἰς τοὺς κρατῆρας τοῦ πυρὸς ἀπέστελλε, τοὺς δὲ καὶ εἰς χαλκοῦν ταῦρον ἐνέβαλλε καὶ κατέκαιεν. ὅνπερ ὁ δῆμος ἐτιμωρήσατο. ἐνέπρησε δὲ καὶ τὴν μητέρα καὶ τοὺς φίλους. μεθ' ὃν Ἀλκάμενος παρέλαβε τὰ πράγματα, καὶ μετὰ τοῦτον Ἄλκανδρος προέστη, ἀνὴρ ἐπιεικής. καὶ εὐσθένησαν οὕτως ὡς περιπόρφυρα ἔχειν ἱμάτια ...

  70. ... [Κέφαλος] μαντευσάμενος περὶ παίδων, ὁ θεὸς εἶπεν, ᾧ ἂν τύχῃ πρῶτον συγγενέσθαι, τὸν δὲ περιτυχεῖν ἄρκῳ, καὶ πλησιάσαντα γεννῆσαι γυναῖκα, ἐξ ἧς γεν[όμενος] Ἀρκείσιος φερωνύμως ὀνομασθῆναι λέγεται ...

  71. ... πορθμεὺς Πυρίας ὄνομα λῃστὰς διεπόρθμευσε, πρεσβύτην αἰχμάλωτον καὶ πίτταν. καὶ ὠνεῖται ταῦτα παρὰ τῶν λῃστῶν, δεηθέντος τοῦ πρεσβύτου. ἦν δὲ ἐν τῇ πίττῃ κεκρυμμένον χρυσίον. πλουτήσας οὖν θῦσαι λέγεται τῷ πρεσβύτῃ βοῦν. διὸ καὶ εἰς παροιμίαν ἦλθεν, οὐδεὶς πώποτε εὐεργέτῃ βοῦν ἔθυσεν ἀλλ' ἢ Πυρίας ...

  72. ... [Ἀφυταῖοι] δικαίως καὶ σωφρόνως βιοῦσι, καὶ ἀλλοτρίων οὐ θιγγάνουσιν ἀνεῳγμένων τῶν θυρῶν. φασὶ δέ ποτε ξένον πριάμενον οἶνον [μὴ] ἀναλαβεῖν ἐπείξαντος αὐτὸν τοῦ πλοῦ, καταλιπεῖν δὲ αὐτὸν ἐν τῇ ἀποστάσει οὐδενὶ παραδόντα, ὕστερον δὲ κατ' ἄλλην ἐμπορίαν ἐλθόντα εὑρεῖν τοῦτον ἄθικτον ...

  73. ... [τούτοις] οὐκ ἐξῆν ἐν γάμῳ πλείους ἑστιᾶν δέκα καὶ γυναικῶν ἴσων, οὐδὲ γάμον ποιεῖν πλεῖον ἡμερῶν [η]. ἐπεσκόπουν δὲ καὶ τοὺς ὀρφανοὺς ὅπως παιδεύωνται καὶ τὰς οὐσίας αὐτοῖς ἀπεδίδοσαν [κ] ἐτῶν γενομένοις ...

  74. ... [Ἴκαρος] ἡ νῆσος Ἰχθυοῦσα ἐκαλεῖτο διὰ τὸ κάλλος τῶν ἐν αὐτῇ ἰχθύων. πρὸς ἣν Ἴκαρος παρέβαλεν, ἀφ' οὗ καὶ τοὔνομα ἔσχεν. ὅμως πτεροῖς αὐτὸν ἀπὸ Κρήτης φασὶν ἐλθεῖν. οἱ δὲ ἀποδράντα μετὰ τοῦ πατρὸς ἐπὶ τριήρων διὰ τὸ δεῖξαι τὴν εἰς τὸν λαβύρινθον εἴσοδον τῷ Θησεῖ ...

  75. ... ἄργειλον τὸν μῦν καλοῦσι Θρᾷκες, οὗ ὀφθέντος πόλιν κατὰ χρησμὸν ἔκτισαν καὶ [Ἄργειλον] ὠνόμασαν ...

  76. ... παρὰ [Θεσπιεῦσιν] αἰσχρὸν ἦν τέχνην μαθεῖν καὶ περὶ γεωργίας διατρίβειν. καὶ διὰ τοῦτο πένητες οἱ πλείους ἦσαν καὶ Θηβαίοις οὖσι φειδωλοῖς πολλὰ ὤφειλον. ...

Δικαιώματα

... καὶ τὰ γεγραμμένα αὐτῷ δικαιώματα Ἑλληνίδων πόλεων ἐξ ὧν Φίλιππος τὰς φιλονεικίας τῶν Ἑλλήνων διέλυσεν, ὡς μεγαλοῤῥημονήσαντά ποτε καὶ εἰπεῖν «ὥρισα γῆν Πέλοπος» ...

... Δρυμός, πόλις μεταξὺ Βοιωτίας καὶ τῆς Ἀττικῆς ... Ἀριστοτέλης δ᾿ ἐν τοῖς δικαιώμασί φησιν οὕτως «ἔπειτα Δρυμὸν ἓν Ἀττικὸν καὶ ἕτερον Βοιώτιον». Ὠρωπός ... Ἀριστοτέλης γοῦν τὴν Ὠρωπὸν Γραῖάν φησι λέγεσθαι· ἡ δὲ Γραῖα τόπος τῆς Ὠρωπίας πρὸς τῇ θαλάσσῃ κατ᾿ Ἐρέτριαν τῆς Εὐβοίας κειμένη. ...

... Τάναγρα, ... Ἀριστοτέλης δὲ Γραῖαν καλεῖ τὴν νῦν Ὠρωπόν· ἔστι δὲ τόπος τῆς τῶν Ὠρωπίων πόλεως πρὸς τῇ θαλάττῃ. ...

... νῆες, Δίδυμος ἐν δεκάτῳ ῥητορικῶν ὑπομνημάτων φησὶν οὕτως ὅτι διαφέρουσιν αἱ νῆες τῶν πλοίων. τὰ μὲν γάρ ἐστι στρογγύλα, αἱ δὲ κωπήρεις καὶ στρατιώτιδες. Ἀριστοτέλης δὲ ἱστορεῖ ἐν δικαιώμασι τῶν πόλεων οὕτως «Ἀλέξανδρος ὁ Μολοττὸς ὑπὸ τὸν αὐτὸν χρόνον, Ταραντίνων αὐτὸν μεταπεμψαμένων ἐπὶ τὸν πρὸς τοὺς βαρβάρους πόλεμον, ἐξέπλευσε ναυσὶ μὲν πεντεκαίδεκα πλοίοις δὲ συχνοῖς ἱππαγωγοῖς καὶ στρατηγικοῖς.» ...

... Ἐρέννιος οὖν Φίλων διαφέρειν φησὶ νῆας πλοίων κατὰ Δίδυμον· τὰ μὲν γὰρ στρογγύλα, αἱ δὲ στρατιώτιδες. εἰς ὃ φέρει καὶ χρῆσιν Ἀριστοτέλους ταύτην «Ἀλέξανδρος ὁ Μολοττὸς κτλ. ...


Πυθιονῖκαι

... ἤδη μὲν οὖν καὶ ἀπὸ τούτων ἔνδοξος ἦν ὁ Σόλων καὶ μέγας, ἐθαυμάσθη δὲ καὶ διεβοήθη μᾶλλον ἐν τοῖς Ἕλλησιν εἰπὼν ὑπὲρ τοῦ ἱεροῦ τοῦ ἐν Δελφοῖς ὡς χρὴ βοηθεῖν καὶ μὴ περιορᾶν Κιῤῥαίους ὑβρίζοντας εἰς τὸ μαντεῖον, ἀλλὰ προσαμύνειν ὑπὲρ τοῦ θεοῦ Δελφοῖς. πεισθέντες γὰρ ὑπ᾿ ἐκείνου πρὸς τὸν πόλεμον ὥρμησαν οἱ Ἀμφικτύονες, ὡς ἄλλοι τε μαρτυροῦσι καὶ Ἀριστοτέλης ἐν τῇ τῶν πυθιονικῶν ἀναγραφῇ Σόλωνι τὴν γνώμην ἀνατιθείς. ...

... Βοῦθος περιφοιτᾷ, παροιμία ἐπὶ τῶν εὐήθων καὶ παχυφρόνων, ἀπὸ Βούθου τινὸς μετενεχθεῖσα τοῦ Πύθια νικήσαντος, ὃν ἀναγράφει καὶ Ἀριστοτέλης νενικηκότα. ...

... Βοῦθος περιφοιτᾷ, ταύτης μέμνηται Κρατῖνος ἐν Χείρωσι. τέτακται δὲ ἐπὶ τῶν εὐήθων καὶ παχυφρόνων ἀπό τινος πυθιονίκου Βούθου μετενεχθεῖσα. ...

... Βοῦθος Πύθια νικήσας· παροιμία Βοῦθος περιφοιτᾷ. ...

... Ξενοκράτει Ἀκραγαντίνῳ, ... οὗτος δὲ ὁ Ξενοκράτης οὐ μόνον Ἴσθμια νενίκηκεν ἵπποις, ἀλλὰ καὶ Πύθια τὴν εἰκοστὴν τετάρτην πυθιάδα, ὡς Ἀριστοτέλης ἀναγράφει. ...

... Ὀλύμπια μὲν γὰρ αὐτὸς ὁ Θήρων γέρας ἔδεκτο, ἀντὶ τοῦ μόνος· Πύθια δὲ καὶ Ἴσθμια Ξενοκράτης. κατὰ δὲ τὴν τοῦ Ἀριστοτέλους ἀναγραφὴν πυθιονίκης μόνος Θήρων ἀναγέγραπται. ἤτοι οὖν συλληπτικῶς εἴρηκεν ἢ ἐπεὶ Θήρωνος ἵπποις ὁ Ξενοκράτης ἐνίκησε· διὸ καὶ συνανεκήρυξε Θήρωνα. Ξενοκράτει Ἀκραγαντίνῳ ...

... γέγραπται Ξενοκράτει Ἀκραγαντίνῳ νενικηκότι κατὰ τὴν κδ πυθιάδα. ...


Διδασκαλίαι

... ἐν μέντοι ταῖς διδασκαλίαις πρὸ τούτων τῶν χρόνων Πάμφιλος οὐδεὶς φέρεται τραγικός. ...

... εἰλικρινῶς δὲ τοὺς τοῦ δράματος χρόνους οὐκ ἔστι λαβεῖν· οὐ δεδίδακται γὰρ Ἀθήνησιν. ...

... ἐξ Ὀρεστείας, τετραλογίαν φέρουσι τὴν Ὀρέστειαν αἱ διδασκαλίαι Ἀγαμέμνονα, Χοηφόρους, Εὐμενίδας, Πρωτέα σατυρικόν. ...

... ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ ἄρχοντος Φιλοκλέους ὀλυμπιάδι ὀγδοηκοστῇ ἔτει δευτέρῳ. πρῶτος Αἰσχύλος Ἀγαμέμνονι, Χοηφόροις, Εὐμενίσι, Πρωτεῖ σατυρικῷ. ἐχορήγει Ξενοκλῆς Ἀφιδνεύς. ...

... οὗτος μέν ἐστι Φιλοκλέους, οὗτος ὁ Φιλοκλῆς ἔποπα ἐσκεύασεν ἐν τῇ Πανδιονίδι τετραλογίᾳ, οὗ ἡ ἀρχή «σὲ τῶν ἁπάντων Ἥλιε δεσπότην λέγω» ... ἄλλως. ὁ Σοφοκλῆς πρῶτον τὸν Τηρέα ἐποίησεν, εἶτα Φιλοκλῆς ... ἄλλως ... εἴη ἂν οὖν τὸν ἔποπα ἐσκευοποιηκὼς τῇ Πανδιονίδι τετραλογίᾳ, ἣν καὶ Ἀριστοτέλης ἐν ταῖς διδασκαλίαις ἀναγράφει. ἔστι δὲ ὁ Φιλοκλῆς τραγῳδίας ποιητὴς καὶ Φιλοπείθους υἱὸς ἐξ Αἰσχύλου ἀδελφῆς. ...

... Σθένελος, καὶ ἐν ταῖς διδασκαλίαις εὑρίσκεται ὁ Σθένελος τραγῳδίας ποιητής. ...

... δῆλον δὲ ὅτι πρότερος ὁ Μαρικᾶς ἐδιδάχθη τῶν δευτέρων Νεφελῶν. Ἐρατοσθένης δέ φησι Καλλίμαχον ἐγκαλεῖν ταῖς διδασκαλίαις ὅτι φέρουσιν ὕστερον τρίτῳ ἔτει τὸν Μαρικᾶν τῶν Νεφελῶν, σαφῶς ἐνταῦθα εἰρημένου ὅτι πρότερον καθεῖται. λανθάνει δ᾿ αὐτόν, φησίν, ὅτι ἐν μὲν ταῖς διδαχθείσαις οὐδὲν τοιοῦτον εἴρηκεν, ἐν δὲ ταῖς ὕστερον διασκευασθείσαις εἰ λέγεται, οὐδὲν ἄτοπον· αἱ διδασκαλίαι δὲ δῆλον ὅτι τὰς διδαχθείσας φέρουσι. πῶς δ᾿ οὐ συνεῖδεν ὅτι καὶ ἐν τῷ Μαρικᾷ προτετελεύτηκε Κλέων, ἐν δὲ ταῖς Νεφέλαις λέγεται «εἶτα τὸν θεοῖσιν ἐχθρὸν βυρσοδέψην». ...

... αἱ πρῶται Νεφέλαι ἐδιδάχθησαν ἐν ἄστει ἐπὶ ἄρχοντος Ἰσάρχου, ὅτε Κρατῖνος μὲν ἐνίκα Πυτίνη. Ἀμειψίας δὲ Κόννῳ. ...

... ἄλλως. φέρεται ἐν ταῖς διδασκαλίαις δεδιδαχὼς Εἰρήνην ὁμωνύμως ὁ Ἀριστοφάνης. ἄδηλον οὖν, φησὶν Ἐρατοσθένης, πότερον τὴν αὐτὴν ἀνεδίδαξεν ἢ ἑτέραν καθῆκεν ἥτις οὐ σώζεται. Κράτης μέντοι δύο εἶδε δράματα γράφων οὕτως «ἀλλ᾿ οὖν γε ἐν τοῖς Ἀχαρνεῦσιν ἢ Βαβυλωνίοις ἢ ἐν τῇ ἑτέρᾳ Εἰρήνῃ». καὶ σποράδην δέ τινα ποιήματα παρατίθεται, ἅπερ ἐν τῇ νῦν φερομένῃ οὐκ ἔστιν. ... ἐνίκησε δὲ τῷ δράματι ὁ ποιητὴς ἐπὶ ἄρχοντος Ἀλκαίου ἐν ἄστει. πρῶτος Εὔπολις Κόλαξι, δεύτερος Ἀριστοφάνης Εἰρήνῃ, τρίτος Λεύκων Φράτορσι. τὸ δὲ δρᾶμα ὑπεκρίνετο Ἀπολλόδωρος, ἐνίκα Ἕρμων ὁ ὑποκριτής. ...

... ὅθεν καὶ τῇ ἐπιγραφῇ πρόσκειται ὁ μαστιγοφόρος, ἢ πρὸς ἀντιδιαστολὴν τοῦ Λοκροῦ ... ἐν δὲ ταῖς διδασκαλίαις ψιλῶς Αἴας ἀναγέγραπται. διδάσκαλος ...

... ἰδίως διδασκάλους λέγουσι τοὺς ποιητὰς τῶν διθυράμβων ἢ τῶν κωμῳδιῶν ἢ τῶν τραγῳδιῶν. Ἀντιφῶν ἐν τῷ περὶ τοῦ χορευτοῦ «ἔλαχον, φησί, Παντακλέα διδάσκαλον». ὅτι γὰρ ὁ Παντακλῆς ποιητής, δεδήλωκεν Ἀριστοτέλης ἐν ταῖς διδασκαλίαις. Ἀτήνη ... ὁ δημότης Ἀτηνεύς. «Πατροκλῆς Ἀτηνεὺς ἐχορήγει καὶ Παντακλῆς ἐδίδασκεν». ...

... ὄνου σκιά ... Ἀριστοτέλης δὲ ἐν διδασκαλίαις καὶ δράματός τινος φέρει ἐπιγραφὴν Ὄνου σκιάν. ...

... ὑπὲρ ὄνου σκιᾶς, ... καὶ Ἀρχίππῳ δὲ κωμῳδία γέγονεν Ὄνου σκιά. ...

... τοῦτο τὸ δρᾶμα ἔνιοι νόθον ὑπενόησαν, Εὐριπίδου δὲ μὴ εἶναι· τὸν γὰρ Σοφόκλειον μᾶλλον ὑποφαίνει χαρακτῆρα. ἐν μέντοι ταῖς διδασκαλίαις ὡς γνήσιον ἀναγέγραπται. ...

... καὶ ταῦτα τοῦ τεθνηκότος τοῦ Εὐριπίδου, ... οὕτω γὰρ καὶ αἱ διδασκαλίαι φέρουσι τελευτήσαντος Εὐριπίδου τὸν υἱὸν αὐτοῦ δεδιδαχέναι ὁμώνυμον ἐν ἄστει Ἰφιγένειαν τὴν ἐν Αὐλίδι, Ἀλκμαίωνα, Βάκχας. . Εὐριπίδης ... νίκας δ᾿ ἀνείλετο ε, τὰς μὲν δ περιών, τὴν δὲ μίαν μετὰ τὴν τελευτὴν ἐπιδειξαμένου τὸ δρᾶμα τοῦ ἀδελφιδοῦ αὐτοῦ Εὐριπίδου. ...

... Μέλητος δὲ τραγῳδίας φαῦλος ποιητὴς Θρᾷξ γένος, ὡς Ἀριστοφάνης Βατράχοις, Πελαργοῖς Λαίου υἱὸν αὐτὸν λέγων, ἐπεὶ ᾧ ἔτει οἱ Πελαργοὶ ἐδιδάσκοντο καὶ ὁ Μέλητος Οἰδιπόδειαν ἔθηκεν, ὡς Ἀριστοτέλης διδασκαλίαις. τί δεῦρο πόδα σὺ κυλλὸν ἀνὰ κύκλον κυκλεῖς ...

... Δίδυμος μὲν κύκλον ἐπεὶ κυκλίων ᾀσμάτων ποιητής ἐστι, κυλλὸν δέ, ἐπεὶ χωλός ἐστιν ὁ Κινησίας. εἴρηται δὲ περὶ αὐτοῦ ἐν Βατράχοις. ὁ δὲ Ἀριστοτέλης ἐν ταῖς διδασκαλίαις δύο φησὶ γεγονέναι. ...

... ἐπὶ γοῦν τοῦ Καλλίου τούτου φησὶν Ἀριστοτέλης ὅτι σύνδυο ἔδοξε χορηγεῖν τὰ Διονύσια τοῖς τραγῳδοῖς καὶ κωμῳδοῖς. ...


Ὑπομνήματα ἱστορικά

Ἀριστοτέλους ἢ Θεοφράστου

... Ἀριστοτέλης δ᾿ ἢ Θεόφραστος ἐν τοῖς ὑπομνήμασι περὶ Μαγνήτων λέγων τῶν ἐπὶ τοῦ Μαιάνδρου ποταμοῦ ὅτι Δελφῶν εἰσιν ἄποικοι, τοσαύτας ἐπιτελοῦντας αὐτοὺς ποιεῖ χρείας τοῖς παραγιγνομένοις τῶν ξένων λέγων οὕτως «Μάγνητες οἱ ἐπὶ τῷ Μαιάνδρῳ ποταμῷ κατοικοῦντες ἱεροὶ τοῦ θεοῦ, Δελφῶν ἄποικοι, παρέχουσι τοῖς ἐπιδημοῦσι στέγην, ἅλας, ἔλαιον, ὄξος, ἔτι λύχνον, κλίνας, στρώματα, τραπέζας». ...

... Ἀριστοτέλης δὲ ἢ Θεόφραστος ἐν τοῖς ὑπομνήμασι «τῶν φασιανῶν, φησί, οὐ κατὰ λόγον ἡ ὑπεροχὴ τῶν ἀῤῥένων ἀλλὰ πολλῷ μείζων». ...

... Ἀριστοτέλης δ᾿ ἢ Θεόφραστος Φιλῖνόν τινα ἱστορεῖ μήτε ποτῷ χρήσασθαί ποτε μήτε ἐδέσματι ἄλλῳ ἢ μόνῳ γάλακτι πάντα τὸν βίον. ...

... εἰ μὲν δὴ μαλεροῖο πυρός, περὶ τὸν πορθμὸν ἐν τῇ θαλάσσῃ πυρὸς ἀναφυσήματα γίνεται ὥστε καὶ τὴν θάλασσαν θερμαίνεσθαι, ὥς φησι καὶ Μητρόδωρος ἐν πρώτῳ περὶ ἱστορίας καὶ Θεόφραστος ἐν ἱστορικοῖς ὑπομνήμασιν. καί φησι τὸν βρόμον τὸν ἀπὸ τῶν Αἰόλου νήσων ἀκούεσθαι ἕως ͵α σταδίων· περὶ Ταυρομένιον γοῦν ἀκούεσθαι βροντῇ παραπλήσιον ψόφον. ...

... τὸ δρᾶμα δοκεῖ ὑποβαλέσθαι παρὰ Νεόφρονος διασκευάσας, ὡς Δικαίαρχος ἐν τῷ περὶ Ἑλλάδος βίου καὶ Ἀριστοτέλης ἐν ὑπομνήμασι. ...

... βουτύρῳ, ὡς καὶ Ἀριστοτέλης ἐν τοῖς ὑπομνήμασί φησιν ὅτι Θόας ὁ Ἰθακήσιος ἱστορεῖ παρὰ Φρυξὶ πικέριον καλεῖσθαι τὸ βούτυρον. ...


Πέπλος

... περιέχει δὲ ἱστορίαν σύμμικτον ...

... Ἀριστοτέλης δ᾿ ὁ φιλόσοφος, μᾶλλον δὲ οἶμαι ὁ τοὺς πέπλους συντάξας ... ... κατὰ Ἀριστοτέλην τὸν τοὺς πέπλους συντάξαντα ὁ τοὺς πέπλους συνθεὶς Ἀριστοτέλης. ...

... διὸ οὐκ αἰσχύνονται πολλοὺς ἀνθρώπους ἀποθεώσαντες καὶ εἴθε γε κἂν χρηστοὺς τὸν τρόπον ἢ δικαίους ἢ σώφρονας, ἀλλὰ ἀνάγνους ἀδίκους μέθῃ δεδουλωμένους, Ἡρακλέας φημὶ καὶ Διονύσους καὶ Ἀσκληπιούς, καθ᾿ ὧν συνεχῶς ἐν τοῖς αὐτοῦ λόγοις ὀμνύων Λιβάνιος οὐκ αἰσχύνεται· ὧν τοὺς ἀρσενικοὺς καὶ θηλυκοὺς ἔρωτας εἰ ἀπαριθμησαίμην, μακρὸς ἡμῖν ἔσται ὁ τῆς παρεκβάσεως λόγος. ἀρκέσει δὲ τοῖς ταῦτα γνῶναι ἐθέλουσιν ὁ Ἀριστοτέλους πέπλος καὶ ὁ Διονυσίου στέφανος καὶ Ῥηγίνου ὁ πολυμνήμων καὶ τῶν ποιητῶν τὸ πλῆθος, οἳ περὶ αὐτῶν γράψαντες γέλωτα ὄντως καὶ φλήναφον παρὰ πᾶσι τὴν Ἑλλήνων θεολογίαν δεικνύουσιν. ...

... ἰστέον δὲ καὶ ὅτι Πορφύριος εἰς Αἴαντα ἐπίγραμμα παλαιὸν φέρει τόδε ... ἱστορεῖ δὲ ὁ αὐτὸς Πορφύριος καὶ ὅτι Ἀριστοτέλης σύγγραμμα πραγματευσάμενος, ὅπερ ἐκλήθη πέπλος, γενεαλογίας ἡγεμόνων ἐξέθετο καὶ νεῶν ἑκάστων ἀριθμὸν καὶ ἐπιγράμματα εἰς αὐτούς, ἃ καὶ ἀναγράφεται ὁ Πορφύριος ἐν τοῖς εἰς τὸν Ὅμηρον ἁπλᾶ ὄντα καὶ οὐδέν τι παχὺ καὶ φλεγμαῖνον ἔχοντα. δίστιχα δὲ τὰ ὅλα ἐκεῖνα δίχα τοῦ ῥηθέντος εἰς τὸν Αἴαντα· ἴσως γὰρ ὁ ἐπιγραμματοποιὸς ἐφιλοτεχνήσατο ἀπεναντίας ἐλθὼν τῷ ποιητῇ ἐπὶ μὲν τῷ λαμπρῷ Αἴαντι πολυλογῆσαι, τοὺς δὲ ἄλλους ἧττον σεμνῦναι. ...

... ἐνδοξότατοι πάντων οἱ κατὰ τὴν Ἑλλάδα ἀγῶνες· καὶ μὴν τούτων πρεσβύτατος ὁ τῶν Παναθηναίων, εἰ δὲ βούλει ὁ τῶν Ἐλευσινίων ...

... ἡ τάξις τῶν ἀγώνων καθὰ Ἀριστοτέλης ἀναγράφεται· πρῶτα μὲν τὰ Ἐλευσίνια διὰ τὸν καρπὸν τῆς Δήμητρος· δεύτερα δὲ τὰ Παναθήναια ἐπὶ Ἀστέρι τῷ γίγαντι ὑπὸ Ἀθηνᾶς ἀναιρεθέντι· τρίτος ὃν ἐν Ἄργει Δαναὸς ἔθηκε διὰ τὸν γάμον τῶν θυγατέρων αὐτοῦ· τέταρτος ὁ ἐν Ἀρκαδίᾳ τεθεὶς ὑπὸ Λυκάονος, ὃς ἐκλήθη Λύκαια· πέμπτος ὁ ἐν Ἰωλκῷ Ἀκάστου καθηγησαμένου ἐπὶ Πελίᾳ τῷ πατρί· ἕκτος ὁ ἐν Ἰσθμῷ Σισύφου νομοθετήσαντος ἐπὶ Μελικέρτῃ· ἕβδομος ὁ Ὀλυμπιακὸς Ἡρακλέους νομοθετήσαντος ἐπὶ Πέλοπι· ὄγδοος ὁ ἐν Νεμέᾳ, ὃν ἔθηκαν οἱ ἑπτὰ ἐπὶ Θήβας ἐπὶ Ἀρχεμόρῳ· ἔνατος ὁ ἐν Τροίᾳ, ὃν Ἀχιλλεὺς ἐπὶ Πατρόκλῳ ἐποίησεν· δέκατος ὁ Πυθικός, ὃν οἱ Ἀμφικτύονες ἐπὶ τῷ Πύθωνος φόνῳ ἔθηκαν. ταύτην τὴν τάξιν ὁ τοὺς πέπλους συνθεὶς Ἀριστοτέλης ἐξέθετο τῶν ἀρχαίων καὶ παλαιῶν ἀγώνων. ...

... ὁ τῶν Παναθηναίων, τῶν μικρῶν λέγει· ταῦτα γὰρ ἐπὶ Ἐριχθονίου τοῦ Ἀμφικτύονος γενόμενα ἐπὶ τῷ φόνῳ τοῦ Ἀστερίου τοῦ γίγαντος· τὰ δὲ μεγάλα Πεισίστρατος ἐποίησε. τὰ δὲ Ἐλευσίνια ἐπὶ Πανδίονος ἐγένετο, ὃς πέμπτος ἦν βασιλεὺς ἀπὸ Ἐριχθονίου· διὰ δὲ τὸν καρπὸν ἐτέθησαν. ...

εἰ δὲ βούλει ὁ τῶν Ἐλευσινίων: ὡς καὶ Ἀριστοτέλης τάττει.

... εἰ δὲ βούλει ὁ τῶν Ἐλευσινίων, ὡς καὶ Ἀριστοτέλης τάττει, ...ὅτι πρῶτα μὲν τὰ Παναθήναια συνέστη· εἶτα τὰ Ἐλευσίνια ... ἐπὶ Πελίᾳ τεθνηκότι προὔθηκαν ἆθλα Θετταλοί· εἶτα τὰ Ἴσθμια ἐπὶ Μελικέρτῃ· ἔπειτα ὁ τῶν Ὀλυμπίων ἀγὼν ἀρχὴν λαμβάνει ὑφ᾿ Ἡρακλέους· εἶτα τὰ Νέμεα ἐπ᾿ Ἀρχεμόρῳ τεθέντα ... εἶτα μετὰ τὸ τὴν Κίῤῥαν πεσεῖν τὰ Πύθια. ...


Πέπλος (Θεοφράστου)

... Ἐπειοὶ οἱ Ἠλεῖοι ἀπὸ Ἐπειοῦ βασιλέως, οὕτως· Ποσειδῶνος καὶ Εὐρυπύλης τῆς Ἐνδυμίωνος παῖς Ἠλεῖος ὁ κτίσας Ἤλιδα, Ἠλείου δὲ Ἄλεξις καὶ Ἐπειός, ἀφ᾿ οὗ Ἐπειοί, ὥς φησιν Ἀριστοτέλης ἐν τῷ πέπλῳ. ...

Ποῦ ἕκαστος τῶν Ἑλλήνων τέθαπται καὶ τί ἐπιγέγραπται ἐπὶ τῷ τάφῳ

  1. ἐπὶ Ἀγαμέμνονος κειμένου ἐν Μυκήναις.
    λεύσσεις Ἀτρείδεω Ἀγαμέμνονος, ὦ ξένε, τύμβον, ὃς θάν᾿ ὑπ᾿ Αἰγίσθου κοὐλομένης ἀλόχου.

  2. ἕτερον.
    μνῆμα τόδ᾿ Ἀτρείδεω Ἀγαμέμνονος, ὅν ῥα κατέκτα δῖα Κλυταιμνήστρη Τυνδαρὶς οὐχ ὁσίως.

  3. ἐπὶ Μενελάου.
    ὄλβιος ὦ Μενέλαε, σύ τ᾿ ἀθάνατος καὶ ἀγήρως ἐν μακάρων νήσοις, γαμβρὲ Διὸς μεγάλου.

  4. ἐπὶ Ἀχιλλέως κειμένου ἐν Τροίᾳ, τιμωμένου δὲ καὶ ἐν Λεύκῃ τῇ νήσῳ.
    παῖδα θεᾶς Θέτιδος Πηληιάδην Ἀχιλῆα ἥδ᾿ ἱερὰ νῆσος ποντιὰς ἀμφὶς ἔχει.

  5. ἕτερον.
    Θεσσαλὸς οὗτος ἀνὴρ Ἀχιλεὺς ἐν τῷδε τέθαπται τύμβῳ, ἐθρήνησαν δ᾿ ἐννέα Πιερίδες.

  6. ἐπὶ Πατρόκλου κειμένου μετ᾿ Ἀχιλλέως.
    Πατρόκλου τάφος οὗτος, ὁμοῦ δ᾿ Ἀχιλῆι τέθαπται, ὃν κτάνεν ὠκὺς Ἄρης Ἕκτορος ἐν παλάμαις.

  7. ἐπ᾿ Αἴαντος τοῦ Τελαμωνίου.
    ἅδ᾿ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῷδε κάθημαι Αἴαντος τύμβῳ κειραμένα πλοκάμους, θυμὸν ἄχει μεγάλῳ βεβολημένα, ὡς παρ᾿ Ἀχαιοῖς ἁ δολόφρων Ἀπάτα κρέσσον ἐμεῦ κέκριται.

  8. ἐπὶ Τεύκρου κειμένου ἐν Σαλαμῖνι τῆς Κύπρου.
    Ἰῶν ὠκυμόρων ταμίην Τελαμώνιον ἥδε Τεῦκρον ἀποφθίμενον γῆ Σαλαμὶς κατέχει.

  9. ἐπὶ Νέστορος κειμένου ἐν Πύλῳ.
    τὸν βαθύνουν ψυχήν τε νόημά τε θεῖον ἔχοντα ἄνδρ᾿ ἀγαθὸν κατέχω Νέστορα τὸν Πύλιον.

  10. ἕτερον.
    Νέστορα τὸν Πυλίων ἡγήτορα ἥδε θανόντα γῆ κατέχει βουλῇ φέρτατον ἡμιθέων.

  11. ἐπὶ Ἀντιλόχου κειμένου ἐν Τροίᾳ.
    μνῆμ᾿ ἀρετῆς υἱοῦ τόδε Νέστορος Ἀντιλόχοιο, ὃς θάνεν ἐν Τροίῃ ῥυσάμενος πατέρα.

  12. ἐπὶ Ὀδυσσέως κειμένου ἐν Τυῤῥηνίᾳ.
    ἀνέρα τὸν πολύμητιν ἐπὶ χθονὶ τῇδε θανόντα κλεινότατον θνητῶν τύμβος ἐπεσκίασεν.

  13. ἕτερον.
    οὗτος Ὀδυσσῆος κείνου τάφος, ὃν διὰ πολλὰ Ἕλληνες πολέμῳ Τρωικῷ εὐτύχεσαν.

  14. ἐπὶ Διομήδους κειμένου ἐν τῇ ὁμωνύμῳ νήσῳ.
    αἰνητὸν πάντεσσιν ἐπιχθονίοις Διομήδην ἥδ᾿ ἱερὰ κατέχει νῆσος ὁμωνυμίη.

  15. ἐπὶ Ἰδομενέως καὶ Μηριόνου κειμένων ἐν Κνωσσῷ.
    Κνωσσίου Ἰδομενῆος ὁρᾷς τάφον, αὐτὰρ ἐγὼ τοῦ πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου.

  16. ἐπ᾿ Αἴαντος τοῦ Οἰλέως κειμένου ἐν Μυκόνῳ τῇ νήσῳ.
    ἐνθάδε τὸν Λοκρῶν ἡγήτορα γαῖα κατέσχεν Αἴαντ᾿ Οἰλιάδην ἐν πελάγει φθίμενον.

  17. ἐπὶ Νιρέως κειμένου ἐν Τροίᾳ.
    ἐνθάδε τὸν κάλλιστον ἐπιχθονίων ἔχε γαῖα Νιρέα τὸν Χαρόπου παῖδα καὶ Ἀγλαίης.

  18. ἐπὶ Τληπολέμου κειμένου ἐν Ῥόδῳ.
    ἅδ᾿ Ἡρακλείδην ῥηξήνορα θυμολέοντα Τληπόλεμον κατέχει κυματόεσσα Ῥόδος.

  19. ἐπὶ Ἀσκαλάφου καὶ Ἰαλμένου.
    Ἀσκαλάφου Τροίῃ φθιμένου καὶ Ἰαλμένου ἥδε ὀστέα πληξίππων γῆ Μινυὰς κατέχει.

  20. ἐν Τρίκκῃ ἐπὶ κενοταφίου Ποδαλειρίου καὶ Μαχάονος.
    οἵδ᾿ Ἀσκληπιάδαι Ποδαλείριος ἠδὲ Μαχάων πρόσθεν μὲν θνητοί, νῦν δὲ θεῶν μέτοχοι.

  21. ἐπὶ Πηνέλεω κειμένου ἐν Βοιωτίᾳ.
    τόνδ᾿ ἐπὶ Κηφισσῷ ποταμῷ θέσαν ὠκὺ ῥέοντι παῖδες Βοιωτῶν σώφρονα Πηνέλεων.

  22. ἐπὶ Εὐρυπύλου κειμένου ἐν Ὀρμενίῳ.
    πάτρῃ ἐν Ὀρμενίῳ Εὐαίμονος ἀγλαὸν υἱὸν Εὐρύπυλον κρύπτει δακρυόεσσα κόνις.

  23. ἐπὶ Θόαντος.
    υἱὸν ὑπερθύμου Ἀνδραίμονος ἠδὲ θυγατρὸς Γόργης τῆς Οἰνέως ἥδε κόνις κατέχει.

  24. ἐπὶ Φιλοκτήτου.
    τόξων Ἡρακλέους ταμίην Ποιάντιον υἱὸν ἥδε Φιλοκτήτην γῆ Μινυὰς κατέχει.

  25. ἐπὶ Μέγητος ἀπολομένου ἐν θαλάσσῃ, ἔχοντος δὲ τάφον ἐν Δουλιχίῳ.
    μνῆμα Μέγητι θοῷ μεγαθύμου Φυλέος υἱῷ Δουλίχιοι τεῦξαν, σῶμα δὲ πόντος ἔχει.

  26. ἐπὶ Πρωτεσιλάου ἀδελφῷ Ποδάρκει κειμένῳ ἐν Σικυῶνι.
    γῆ μὲν Ἀχαιὶς ἔθρεψε Ποδάρκην Ἄκτορος υἱόν, ὀστέα δ᾿ αὖ Σικυὼν γῆ κατέχει φθιμένου.

  27. ἐπὶ Πολυποίτου καὶ Λεοντέως.
    ἄρχοντες Λαπιθῶν Πολυποίτης ἠδὲ Λεοντεὺς ἐν γαίῃ Μήδων τέρμ᾿ ἀφίκοντο βίου.

  28. ἐπὶ Προθόου κενοταφίῳ.
    σῶμα μὲν ἐν πόντῳ Προθόου Τενθρηδόνος υἱοῦ κεῖται ἀνοίκτιστον, τοὔνομα τύμβος ἔχει.

  29. ἐπὶ Εὐμήλου.
    υἱὸς ὅδ᾿ Ἀδμήτοιο Φερητιάδης Εὔμηλος νέρθ᾿ ὑπ᾿ ἐμοὶ κεῖται, μοῖραν ἔχων θανάτου.

  30. ἐπὶ Ἀγαπήνορος.
    ἀρχὸς ὅδ᾿ ἐκ Τεγέης Ἀγαπήνωρ Ἀγκαίου υἱὸς κεῖθ᾿ ὑπ᾿ ἐμοὶ Παφίων πελτοφόρων βασιλεύς.

  31. ἐπὶ Ἀμφιμάχου καὶ Διώρου.
    ἀρχός τ᾿ Ἀμφίμαχος Κτεάτου παῖς ἠδὲ Διώρης ἐνθάδ᾿ ἐνὶ Τροίῃ μοῖραν ἔχουσι βίου.

  32. ἐπὶ Γουνέως.
    σῆμα τὸ μὲν Γουνῆος ὁρᾷς, ψυχὴ δὲ θανόντος ἀέρ᾿ ἐς ὑγρὸν ἔβη, σῶμα δὲ πόντος ἔχει.

  33. ἐπὶ Ἐλεφήνορος κειμένου ἐν Τροίᾳ.
    νήσου ἀπ᾿ Εὐβοίης Ἐλεφήνορα ἀρχὸν Ἀβάντων ἐνθάδ᾿ ἐνὶ Τροίῃ μοῖρα κατέσχε βίου.

  34. ἐπὶ Μενεσθέως κειμένου ἐν Ἀθήναις.
    ταξίλοχος λαῶν υἱὸς Πετεῶο Μενεσθεὺς ἐνθάδ᾿ ἐνὶ κλεινῇ πατρίδι μοῖραν ἔχει.

  35. ἐπὶ Σθενέλου καὶ Εὐρυάλου κειμένων ἐν Ἄργει.
    Ἀργεῖος Σθένελος Καπανήιος ὧδε τέθαπται τύμβῳ καὶ τούτου πλησίον Εὐρύαλος.

  36. ἐπὶ Θαλπίου καὶ Πολυξένου κειμένων ἐν Ἤλιδι.
    οἵδε Πολύξεινος καὶ Θάλπιος Ἤλιδι δίῃ δμηθέντες κρυεροῦ δῶμ᾿ Ἀίδαο ἔβαν.

  37. ἐπὶ Ταλθυβίου κειμένου ἐν Μυκήναις.
    Ταλθύβιον θεράποντα θεῶν κήρυκα καὶ ἀνδρῶν ὧδε Μυκηναίων δῆμος ἔθαψεν ἅπας.

  38. ἐπὶ Αὐτομέδοντος ἐν Τροίᾳ.
    Αὐτομέδοντ᾿ Ἀχιλῆι ἐὺν καὶ πιστὸν ἑταῖρον ἥδε κατεσκίασε Τρῳὰς ἄρουρα τάφῳ.

  39. ἐπὶ Φειδίππου καὶ Ἀντίφου.
    Φείδιππον Τροίην πέρσαντ᾿ ἠδ᾿ Ἄντιφον ἥρω γαῖα πατρὶς Κῴων ἥδ᾿ Ἐφύρα κατέχει.

  40. ἐπὶ Δηιπύλου.
    Δηιπύλου κόρσης εὐειδέος Ὀρμενίοιο μνῆμα τόδ᾿ εὔκλεινον· γείνατο Τληπόλεμος.

  41. ἐπὶ Ζήθου ἐν Θήβαις.
    ἑπταπυλῶν Θηβῶν βασιλεὺς ὅδε κεῖται ὑπ᾿ ὄχθῳ Ζῆθος, ὃν Ἀντιόπη γείνατο παῖδ᾿ ἀγαθόν.

  42. ἐπὶ Πυλάδου ἐν Φωκίδι.
    υἱὸς ὅδε Στροφίου Πυλάδης ἐν Φωκίδι γαίῃ κεῖται, ἐπεὶ παντὸς μοῖραν ἔπλησε βίου.

  43. ἐπὶ Αἰήτου ἐν Κολχίδι.
    Αἰήτην Κόλχοισι πολυχρύσοισιν ἄνακτα ἐνθάδε πανδαμάτωρ μοῖρα θεῶν κτέρισεν.

  44. ἐπὶ Ἀταλάντης ἐν Ἀρκαδίᾳ.
    κούρης Ἰασίοιο πολυκλείτης Ἀταλάντης σῆμα πέλας στείχων ἀτρεκές ἐστι τόδε.


    Ἐπὶ δὲ τῶν Τρώων

  45. ἐπὶ Λαομέδοντος.
    ἐνθάδε Περγαμίδαν κεύθει χθὼν Λαομέδοντα ἵππων ὠκυπόδων εἵνεκ᾿ ἀποφθίμενον.

  46. ἐπὶ Ἕκτορος κειμένου ἐν Θήβαις.
    Ἕκτορι τόνδε μέγαν Βοιώτιοι ἄνδρες ἔτευξαν τύμβον ὑπὲρ γαίης, σῆμ᾿ ἐπιγιγνομένοις.

  47. ἐπὶ Πυραίχμου ἐν Τροίᾳ.
    ἐλθὼν ἐξ Ἀμυδῶνος ἀπ᾿ Ἀξίου ὧδε Πυραίχμης ὠκύμορος πάντων νόσφι φίλων ἔθανεν.

  48. ἐπὶ Ὀρφέως κειμένου ἐν Κικονίᾳ.
    Θρήικα χρυσολύραν Οἰάγρου παῖδα θανόντα Ὀρφέα ἐν χώρῳ τῷδε θέσαν Κίκονες.

  49. ὁ Πρωτεσίλαος ἐν Χεῤῥονήσῳ ἀναιρεθεὶς ἐτάφη φέρεται δὲ αὐτοῦ καὶ ἐπίγραμμα τόδε·
    τόνδ᾿ ὄχθον μνήμην ἀρετῆς χάριν ἐξετέλεσσαν Ἑλλήνων παῖδες Πρωτεσίλᾳ φθιμένῳ.

  50. ἀναιρεῖται ὑπ᾿ Ἀχιλλέως.φέρεται δὲ ἐπ᾿ αὐτῷ ἐπίγραμμα τόδε·
    θυμὸν δὴ Κύκνου καὶ ὑπερφιάλους ἐπινοίας αἰθὴρ λαμπρὸς ἔχει, σῶμα δὲ τύμβος ὅδε.

  51. φέρονται δὲ καὶ τούτων ἐπιγράμματα, ἐπὶ μὲν Διώρου ...ἐπὶ δὲ Πείρωος καὶ Ἀκάμαντος ὑπ᾿ Αἴαντος ὕστερον ἀνῃρημένων τόδε·
    πελτοφόρου Θρῄκης Ἀκάμας καὶ Πείροος ἥρως ἕδραν ναίοντες τήνδ᾿ ἔλαχον φθίμενοι.

  52. ἀνῃρέθη δὲ ὑπὸ Διομήδους καὶ ἐτάφη ἐν Τροίᾳ.ἐπιγέγραπται δὲ αὐτῷ ἐπίγραμμα τόδε·
    τηλεβόλου ῥυτῆρα Λυκάονος ἀγλαὸν υἱὸν ἐκ Ζελέας κατέχει Πάνδαρον ἥδε κόνις.

  53. Αἰνείαν Κυπρίδος τε καὶ Ἀγχίσου φίλον υἱὸν ἐνθάδε μοῖρα θεῶν ἤγαγεν εἰς Ἀίδην.

  54. ἀνῃρέθη δὲ ὑπὸ Μενελάου καὶ ἐτάφη ἐν Τροίᾳ.
    φέρεται δὲ καὶ ἐπ᾿ αὐτῷ ἐπίγραμμα τόδε· Ἑρμῆ παῖ, στερεᾶς πέτρας τέκος, ἔννεπε πᾶσι Παφλαγόνος μοῖραν τοῦδε Πυλαιμενέος.

  55. οὗτος ἐν Τροίᾳ μὲν ἀνῃρέθη ὑπὸ Σαρπηδόνος, ἀπηνέχθη δὲ εἰς Ῥόδον τῇ γυναικὶ Φιλοζώῃ. φέρονται δὲ αὐτοῦ δύο ἐπιγράμματα τὸ πρὸ τῆς ἀνακομιδῆς ἐν Τροίᾳ καὶ τὸ ἐν Ῥόδῳ·
    τόνδ᾿ Ἡρακλείδην εὐήνορα τηλόθι πάτρης Τληπόλεμον κρύπτει χῶρος ὅδ᾿ ἀνθεμόεις.
    καὶ τοῦτο μὲν τὸ ἐν Τροίᾳ, τὸ δὲ τῆς ἐν Ῥόδῳ ἀνακομιδῆς τόδε ...

  56. ἐπιγέγραπται δὲ ἐπ᾿ αὐτῷ τόδε·
    πατρὶς μὲν κρύπτει με Δόλων᾿ Εὐμήδεος υἱόν· πᾶσιν ἀπαγγέλλω τοῖς παριοῦσι μαθεῖν.

  57. ἐπίγραμμα δὲ τούτου· ὕπνῳ καὶ καμάτῳ δεδμημένον ἐνθάδε Ῥῆσον Τρῶες δὴ θάψαν Τευκρίδος αἰγιαλῷ.

  58. ἀναιρεθεὶς ὑπὸ Πατρόκλου, ἀνακομισθεὶς ἐν Λυκίᾳ τῇ πατρίδι ἐτάφη. ἐπεγράφη δὲ αὐτῷ·
    Κᾶρες καὶ Λύκιοι βασιλεῖς Σαρπηδόνα δῖον Ξάνθου ἐπὶ προχοαῖς ἀενάου ἔθεσαν.

  59. καὶ Γλαῦκος ὁμοίως ἐν Λυκίᾳ ἐτάφη. ἐπεγράφη δὲ αὐτῷ·
    εὐώδης κυπάρισσος ὁμοῦ καὶ λάινος ὄχθος ἐνθάδε τὸν Λύκιον Γλαῦκον ἔχει φθίμενον.

  60. ὁ Ἕκτωρ ἐν Ὀφρυνίῳ λόφῳ τῆς Τροίας ἐτάφη καὶ ἐπεγράφη τόδε·
    Ἕκτορι τόνδε τάφον Πρίαμος μέγας ἐξετέλεσσεν ὄχθον ὑπὲρ γαίης, μνῆμ᾿ ἐπιγιγνομένοις.

  61. οὕτως ὑπ᾿ Ἀχιλλέως ἀνῃρέθη ἡ Πεν θεσίλεια καὶ ἐγράφη αὐτῇ· στήσω σε σπεύδοντα, δορύσσοε, Πενθεσιλείας αἰπὺν ἐσαθρῆσαι τύμβον Ἀμαζονίδος.

  62. οὕτως ὁ Μέμνων ἀνῃρημένος ἀποκο μισθεὶς οἴκαδε ἐτάφη παρὰ Βήλαιον ποταμὸν Συρίας. καὶ ἐπιγέγραπται αὐτῷ τόδε·
    Μέμνων Τιθωνοῦ τε καὶ Ἠοῦς ἐνθάδε κεῖμαι ἐν Συρίῃ Βήλου πὰρ ποταμοῦ προχοαῖς.

  63. ἐπ᾿ Ἀλεξάνδρῳ τὸ ἐπίγραμμα τόδε·
    ἐνθάδε πῦρ Τρῳόν τε τό θ᾿ Ἑλλάδος ἄλγος ἁπάσης ὁ Πριάμοιο Πάρις ψύχομαι ἀκρολόφοις.

  64. οἱ δὲ ἀπὸ τοῦ ἀέρος τοὺς ἥρωας εἶπον καλεῖσθαι, ὡς δηλοῦται καὶ ἔν τινι τῶν παρὰ Πορφυρίῳ ἐπιγραμμάτων, ἐν ᾧ κεῖται τὸ σῶμα μὲν ἐν πόντῳ κεῖται, πνεῦμα δ᾿ ἀὴρ ὅδ᾿ ἔχει.

  65. οὐ μάτην δὲ οὐδὲ τῶν ἵππων αὐτοῦ ἐμνήσθη, ἀλλ᾿ ὅτι αὐτοῖς πεποιθὼς ὁ Ἄσιος ἐν τοῖς ἑξῆς ὡς καλοῖς ἀφρονεύσεται καὶ πεσεῖται ἵππων ὠκυπόδων ἐλατὴρ θρασυκάρδιος κατὰ τὸ εἰς αὐτὸν ἐπίγραμμα.

  66. διὸ καὶ ὁ ἀσφόδελος ᾠκείωται νεκροῖς διὰ τὸ πρὸς τὴν σποδὸν ὁμοιόφωνον καὶ ἐφυτεύετο ἐν τοῖς τάφοις τὸ τοιοῦτον φυτόν, ὡς δηλοῖ καί τι τῶν παρὰ τῷ Πορφυρίῳ ἐπιγραμμάτων λέγον ὡς ἀπό τινος τάφου ὅτι «νώτῳ μὲν μαλάχην τε καὶ ἀσφόδελον πολύριζον, κόλπῳ δὲ τὸν δεῖνα ἔχω».


Ἀπολογία ἀσεβείας πρὸς Εὐρυμέδοντα

... ὁ δ᾿ οὖν Ἀριστοτέλης ... ὑπεξῆλθεν εἰς Χαλκίδα, Εὐρυμέδοντος αὐτὸν τοῦ ἱεροφάντου δίκην ἀσεβείας γραψαμένου ἢ Δημοφίλου, ὥς φησι Φαβωρῖνος ἐν παντοδαπῇ ἱστορίᾳ, ἐπειδήπερ τὸν ὕμνον ἐποίησεν εἰς τὸν προειρημένον Ἑρμείαν ...τοῦτον τὸν Ἀριστοτέλην πρῶτον Φαβωρῖνος ἐν παντοδαπῇ ἱστορίᾳ λόγον φησὶ δικανικὸν ὑπὲρ ἑαυτοῦ συγγράψαι ἐπ᾿ αὐτῇ ταύτῃ τῇ δίκῃ. ...

... ἀλλὰ μὴν καὶ τὸ ὑπὸ τοῦ πολυμαθεστάτου γραφὲν Ἀριστοτέλους εἰς Ἑρμείαν τὸν Ἀταρνέα οὐ παιάν ἐστιν, ὡς ὁ τὴν τῆς ἀσεβείας κατὰ τοῦ φιλοσόφου γραφὴν ἀπενεγκάμενος Δημόφιλος ἐδίωκε παρασκευασθεὶς ὑπ᾿ Εὐρυμέδοντος, ὡς ἀσεβοῦντος καὶ ᾄδοντος ἐν τοῖς συσσιτίοις ὁσημέραι εἰς τὸν Ἑρμείαν παιᾶνα, ἀλλὰ τῶν σκολίων ἕν τι καὶ αὐτὸ εἶδός ἐστιν. ...

... ἀλλὰ μὴν καὶ αὐτὸς Ἀριστοτέλης ἐν τῇ ἀπολογίᾳ τῆς ἀσεβείας, εἰ μὴ κατέψευσται ὁ λόγος, φησίν «οὐ γὰρ ἄν ποτε Ἑρμείᾳ θύειν ὡς ἀθανάτῳ προαιρούμενος ὡς θνητῷ μνῆμα κατεσκεύαζον καὶ ἀθανατίζειν τὴν φύσιν βουλόμενος ἐπιταφίοις ἂν τιμαῖς ἐκόσμησα». ...

... ὁ Ἀριστοτέλης ... εἰς ὑπερβολὴν θαυμάσας Ἑρμείαν τὸν εὐνοῦχον τὸν ἐκ τοῦ Ἀταρνέως τύραννον ἄχρι τοῦ καὶ θύειν αὐτῷ κατὰ ταὐτὰ τοῖς θεοῖς. ...


Περὶ βασιλείας

... μερικὰ μὲν οὖν ἐστιν ὅσα πρός τινα ἰδίᾳ γέγραπται, ὡς ἐπιστολαὶ ἢ ὅσα ἐρωτηθεὶς ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος περί τε βασιλείας καὶ ὅπως δεῖ τὰς ἀποικίας ποιεῖσθαι γεγράφηκε συμβουλευτικὸν, ...Ἀριστοτέλους Θεοπόμπου πρὸς Ἀλέξανδρον. ...

... τῷ δ᾿ Ἀλεξάνδρῳ καὶ περὶ βασιλείας ἔγραψεν ἐν ἑνὶ μονοβίβλῳ, παιδεύων αὐτὸν ὅπως δεῖ βασιλεύειν. ...

... ἵνα δὲ καὶ πάντας ἀνθρώπους εὐεργετήσῃ, γράφει τῷ Ἀλεξάνδρῳ βιβλίον περὶ βασιλείας, διδάσκων ὅπως βασιλευτέον. ὅπερ οὕτως ἔδρασεν εἰς τὴν Ἀλεξάνδρου ψυχὴν ὡς λέγειν ὅτε μὴ ὠφέλησέ τινα «σήμερον οὐκ ἐβασίλευσα· οὐδένα γὰρ εὖ ἐποίησα». ...

... Πλάτων μὲν οὖν, εἰ καὶ τὰ ἄλλα πάντα θεῖος καὶ αἰδοῖος, ἀλλὰ τοῦτόν γε ἀτεχνῶς ἀποκεκινδυνευμένως προήκατο λόγον, ὅτι μὴ πρότερον τὰ κακὰ λήξει τοῖς ἀνθρώποις πρὶν ἂν ἢ φιλόσοφοι βασιλεύσωσιν ἢ βασιλεῖς φιλοσοφήσωσιν. ἐλήλεγκται δὲ ὁ λόγος καὶ δέδωκεν εὐθύνας τῷ χρόνῳ. ἄγασθαι δὲ ἄξιον Ἀριστοτέλην, ὅτι μικρὸν τὰ Πλάτωνος ῥήματα μεταθεὶς τὸν λόγον πεποίηκεν ἀληθέστερον, φιλοσοφεῖν μὲν τῷ βασιλεῖ οὐχ ὅπως ἀναγκαῖον εἶναι φάσκων ἀλλὰ καὶ ἐμποδών, τὸ δὲ φιλοσοφοῦσιν ἀληθινῶς ἐντυγχάνειν εὐπειθῆ καὶ εὐήκοον· ἔργων γὰρ ἀγαθῶν τὴν βασιλείαν ἐνέπλησεν, οὐχὶ ῥημάτων. ...


Ἐγκώμιον Ἀλεξάνδρου

... οἱ δὲ τὰ ἄλλα ἐπαινοῦντες οὐ σὲ ἀλλὰ τὰ σὰ τεθαυμάκασι ... ὃν δὲ οὐδὲν ἐκπλήττει καὶ ἐπιστρέφει τῶν ἔξωθεν, οὗτός ἐστιν ὁ δυνάμενος διιδεῖν τὸν ἀληθινὸν βασιλέα. διὰ ταῦτα οὐ κρύβδην φέρει τὸν ψῆφον οὐδὲ προστησάμενος ἕτερον σχῆμα τῷ λόγῳ οὐδὲ βασιλείαν μὲν ἐπαινῶν, τὸν βασιλεύοντα δὲ οὐ θαρσῶν, ἀλλ᾿ ἀναβὰς ἐπὶ τὸ ὑψηλὸν τοῦτο βῆμα καὶ στὰς ἐν μέσῳ τῶν ἀνθρώπων ἀνακηρύττειν σε οὐκ ἀναίνεται μετὰ πλείονος τῆς παῤῥησίας ἢ Ξενοφῶν Ἀγησίλαον καὶ Ἀλέξανδρον Ἀριστοτέλης καὶ τὰ τελευταῖα δὴ ταῦτα ὁ Ζήνωνος ἐραστὴς τὸν καθ᾿ ἑαυτὸν βασιλέα. οὐ γὰρ ἔπαινον αἰσχύνεται φιλόσοφος ἀλλὰ κολακείαν. ...

... καὶ ἐπῄνει γε Ἰσοκράτης πολλοὺς καὶ Πλάτων καὶ Ἀριστοτέλης, Ξενοφῶν δὲ καὶ Ἀγησίλαον τὸν βασιλέα καὶ Κῦρον τὸν Πέρσην ... καὶ τοὺς ἐπαίνους ξυγγράφων οὐκ ἀπεκρύπτετο. ἐμοὶ δὲ θαυμαστὸν εἶναι δοκεῖ, εἰ τοὺς ἄνδρας γε τοὺς καλοὺς προθύμως ἐπαινεσόμεθα, γυναῖκα δὲ ἀγαθὴν τῆς εὐφημίας οὐκ ἀξιώσομεν. ...


Ἐγκώμιον Πλάτωνος

... ὅτι δὲ καὶ Ἀριστοτέλης σέβει αὐτὸν τὸν Πλάτωνα ὡς διδάσκαλον, δῆλός ἐστι γράψας ὅλον λόγον ἐγκωμιαστικόν· ἐκτίθεται γὰρ τὸν βίον αὐτοῦ καὶ ὑπερεπαινεῖ ... οὐ μόνον δὲ ἐγκώμιον ποίησας ἐπαινεῖ αὐτὸν ἀλλὰ καὶ ...


Ἐπιστολαί

  • Ἐπιστολαὶ πρὸς Φίλιππον
  • Σηλυβρίων ἐπιστολαί
  • πρὸς Ἀλέξανδρον ἐπιστολαὶ δ
  • πρὸς Ἀντίπατρον θ.
  • πρὸς Μέντορα α.
  • πρὸς Ἀρίστωνα α.
  • πρὸς Ὀλυμπιάδα α.
  • πρὸς Ἡφαιστίωνα α.
  • πρὸς Θεμισταγόραν α.
  • πρὸς Φιλόξενον α.
  • πρὸς Δημόκριτον α.

... τὸ δὲ δύνασθαι σαφῶς εἰπεῖν δηλοῖ μάλιστα ὁ τῶν ἐπιστολῶν αὐτοῦ χαρακτὴρ τὸν ἀνὰ χεῖρας διάλογον ὃς ἐπιστολαῖς προσήκει μετ᾿ εὐπρεπείας ἀποτυπούμενος. καὶ οὐδέ ἐστί τις τῶν συνεγνωσμένων Ἀριστοτέλει περὶ τὸν ἐπιστολικὸν χαρακτῆρα προσόμοιος. ...

... ἐν δὲ ταῖς ἐπιστολαῖς φαίνεται κατωρθωκὼς τὸν ἐπιστολιμαῖον χαρακτῆρα, ὃν καὶ σύντομον εἶναι δεῖ καὶ σαφῆ καὶ ἀπηλλαγμένον πάσης περισκελοῦς συνδέσεώς τε καὶ φράσεως. ἐν ... δὲ ταῖς ἐπιστολαῖς ἐστι σύντομος ... ἀλλὰ καὶ δριμύς ἐστιν ...

... τὸ πτυκτίον ὅπερ εἴληφας παρ᾿ ἡμῶν, τὰς Ἀριστοτέλους ἐπιστολάς, ἐδυνάμην μὲν μὴ ἀνακομίσασθαι ἀλλὰ παρά σοι μένειν ἐάσαι, λογίῳ τε δῶρον οἰκεῖον καὶ φιλίας ἀπόμνημα δεξιόν. ...

... αἱ δὲ τούτου τοῦ Πλάτωνος ἐπιστολαὶ ἴσον τε τῆς ἐκείνου λογιότητος καὶ τοῦ ἐπιστολιμαίου τύπου ἀπολείπονται. αἱ δέ γε τοῦ Ἀριστοτέλους τῶν μὲν ἄλλων αὐτοῦ γραμμάτων λογοειδέστεραι, πλὴν οὐδὲ ταῖς Πλατωνικαῖς ἐξισάζουσι. ...

... ἐπεὶ δὲ καὶ πόλεσί ποτε καὶ βασιλεῦσι γράφομεν, ἔστωσαν τοιαῦται ἐπιστολαὶ μικρὸν ἐξῃρμέναι πως· στοχαστέον γὰρ καὶ τοῦ προσώπου ᾧ γράφεται· ἐξῃρμέναι μέντοι καὶ οὐχ ὥστε σύγγραμμα εἶναι ἀντ᾿ ἐπιστολῆς, ὥσπερ αἱ Ἀριστοτέλους πρὸς Ἀλέξανδρον καὶ πρὸς τοὺς Δίωνος οἰκείους ἡ Πλάτωνος. ...

... ὥσπερ αἱ ἐπιστολαὶ αὐτοῦ ... ἃς ἐν ὀκτὼ βίβλοις συνήγαγεν Ἀρτέμων τις μετὰ Ἀριστοτέλην γενόμενος. ...

... Ἀρτέμων ὁ τὰς Ἀριστοτέλους ἀναγράψας ἐπιστολάς. ...


Ἐπιστολαὶ πρὸς Φίλιππον

... Ὅτι ξένους τινὰς ἑαυτοῦ αἰχμαλώτους σκάπτοντας ἐν τῷ Φιλίππου ἀμπελουργείῳ καὶ δεδεμένους παρὰ πότον ἐξῃτήσατο παρὰ Φιλίππου Σάτυρος, Αἰσχίνης μὲν ἐν τῷ περὶ τῆς πρεσβείας φησί. Δημοσθένης δ᾿ ἐν τῷ κατ᾿ Αἰσχίνου φησὶν ὅτι Ἀπολλοφάνους θυγατέρας ἐξῃτήσατο καὶ ἔοικε μᾶλλον ἀληθεύειν· καὶ γὰρ Ἀριστοτέλης ἔν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν λέγει ὡς Σατύρῳ τῷ ὑποκριτῇ τὰς Ἀπολλοφάνους θυγατέρας ἀφῆκεν. ...

... ἐτῶν δὲ γενόμενος ἑπτακαίδεκα τοῦ Πυθοῖ θεοῦ χρήσαντος αὐτῷ φιλοσοφεῖν Ἀθήνησι φοιτᾷ Σωκράτει καὶ συνῆν αὐτῷ τὸν μέχρι τελευτῆς αὐτοῦ χρόνον πλὴν ὀλίγον ὄντα. μετὰ δὲ τοῦτον φοιτᾷ Πλάτωνι καὶ συνῆν τούτῳ τὸν μέχρι τελευτῆς αὐτοῦ χρόνον εἰκοσαετῆ τυγχάνοντα, ὡς αὐτὸς ἐπιστέλλων Φιλίππῳ λέγει. ...

... ἑπτακαίδεκα δὲ ἐτῶν γενόμενος καὶ τῆς Πυθίας κελευούσης αὐτῷ φιλοσοφεῖν στέλλεται ἐν Ἀθήναις, ἔνθα φοιτᾷ Σωκράτει καὶ σύνεστι τούτῳ ἔτη τρία. τελευτήσαντος δὲ τοῦ Σωκράτους φοιτᾷ Πλάτωνι καὶ τούτῳ σύνεστιν ἔτη εἴκοσι. ...

... ὁ τῷ Πυθίῳ πεισθεὶς Διογένης καὶ φιλοσοφήσας ὥσπερ Σωκράτης ὕστερον, ὡς Ἀριστοτέλης· φησὶ γὰρ καὶ αὐτὸς ὁ Ἀριστοτέλης εἶναι Πύθιον οἴκοι παρ᾿ ἑαυτῷ, ὅθεν αὐτῷ καὶ ἡ ὁρμὴ πρὸς φιλοσοφίαν ἐγένετο. ...

... καὶ φαίνεται ὁ Ἀριστοτέλης ἐν ταῖς ἐπιστολαῖς θαυμάζων Πλάτωνα καὶ συνιστὰς τοῖς βασιλεῦσι τοὺς Πλάτωνι κατὰ γένος κοινωνοῦντας. ...

... ὁ δὲ φιλόσοφος μέγα μέρος ὢν τῆς φιλοσοφίας ὀργάνῳ τῇ δυνάμει πρὸς εὐποιίαν ἐχρήσατο, ἕνα τε ἕκαστον εὐεργετῶν καὶ πόλεις ὅλας καὶ πάντας ἅμα. ὅσα μὲν γὰρ ἕκαστον εὐεργέτησεν αἱ γεγραμμέναι αὐτῷ κατὰ τοὺς βασιλέας περί τινων ἐπιστολαὶ δηλοῦσιν. ὅσα δὲ πόλεις ὅλας τὰ Στάγειρα δηλοῖ καὶ Ἐρεσσὸς ἡ Θεοφράστου καὶ Φανίου τῶν αὐτοῦ μαθητῶν πατρίς· τήν τε γὰρ ἑαυτοῦ πατρίδα Στάγειρα κατασκαφεῖσαν ὑπὸ Φιλίππου πείθει τὸν Ἀλέξανδρον δεύτερον κτίσαι καὶ χώρας ἑτέρας αὐτῇ καταδιδόναι ... καὶ Ἐρεσσὸν μέλλουσαν ὑπὸ Φιλίππου πολιορκηθῆναι ἔπεισεν ἀφεθῆναι. πολλὰ δὲ καὶ Ἀθηναίους εὐεργέτησεν ἐν τοῖς κατὰ Φίλιππον γράμμασιν. ...

... καὶ μέγα μέρος γέγονε τῆς τούτου βασιλείας· πολλὰ γὰρ ἐδυνήθη παρὰ τῷ βασιλεῖ καὶ τῇ δυνάμει δεόντως ἐχρήσατο εὖ ποιῶν καὶ ἑκάστῳ ἰδίᾳ καὶ πᾶσι κοινῇ. καὶ ὅτι μὲν πολλοὺς ἰδίᾳ, δηλώσουσιν αἱ φερόμεναι αὐτοῦ συστατικαὶ ἐπιστολαὶ καὶ περί τινων πρὸς τὸν βασιλέα· ὅτι δὲ καὶ κοινῇ πολλοὺς εὖ ἐποίησε δηλοῖ καὶ τὸ τὴν τῶν Σταγείρων πόλιν κατασκαφεῖσαν πείθειν τὸν Ἀλέξανδρον αὖθις κτίζειν ... καὶ τὴν Ἔρεσον δὲ τὴν τοῦ Θεοφράστου πόλιν μέλλουσαν ἀδικηθῆναι ὑπὸ τοῦ βασιλέως Ἀλεξάνδρου ἐλύτρωσε τῆς ἀδικίας. ...


Ἐπιστολαὶ πρὸς Ἀλέξανδρον

... Ἀριστοτέλης μέντοι καὶ ἀποδείξεσί που χρῆται ἐπιστολικαῖς. οἷον διδάξαι βουλόμενος ὅτι ὁμοίως χρὴ εὐεργετεῖν τὰς μεγάλας πόλεις καὶ τὰς μικράς φησίν «οἱ γὰρ θεοὶ ἐπ᾿ ἀμφοτέραις ἴσοι· ὥστ᾿ ἐπεὶ αἱ χάριτες θεαί, ἴσαι ἀποκείσονταί σοι παρ᾿ ἀμφοτέραις». καὶ γὰρ τὸ ἀποδεικνύμενον αὐτὸ ἐπιστολικὸν καὶ ἡ ἀπόδειξις αὐτή. ...

... καὶ τὸν Ἀριστοτέλην ἐνίοτε ἐμακάριζον, ὅστις Σταγειρίτης ὤν· τὰ δὲ Στάγειρα κώμη τῆς Ὀλυνθίας ἦν· ἁλούσης δὲ Ὀλύνθου συγγενόμενος Ἀλεξάνδρῳ καὶ Φιλίππῳ διεπράξατο οἰκισθῆναι πάλιν τὸ χωρίον καὶ μόνον αὐτὸν ἔφασκον εὐτυχῆσαι τὴν εὐτυχίαν ταύτην ὥστε τῆς πατρίδος οἰκιστὴν γενέσθαι. μεταξὺ δὲ πρῴην ἐνέτυχον ἐπιστολῇ τινι, ἐν ᾗ ἐστι μετανοῶν καὶ ὀδυρόμενος καὶ λέγων ὅτι τούτων τινὲς καὶ τὸν βασιλέα καὶ τοὺς ἀφικνουμένους σατράπας διαφθείρουσιν, ὥστε μηδὲν ἀγαθὸν γενέσθαι μηδὲ ὅλως κατοικισθῆναι τὴν πόλιν. ὅπου δὲ τὸ κατοικισθῆναι τοῖς ἐκπεσοῦσι καὶ τοῦτο ἐλύπει τινάς, εἰ φυγάδες καὶ ἀπόλιδες πατρίδα ἕξουσι καὶ πολιτεύσονται κατὰ νόμους ἐν ἐλευθερίᾳ, μᾶλλον δ᾿ ᾑροῦντο διῳκίσθαι κατὰ κώμας τοῖς βαρβάροις ὁμοίως ἢ σχῆμα πόλεως καὶ ὄνομα ἔχειν· ἦ που προσήκει θαυμάζειν καὶ εἰ ἄλλο τι λυπεῖ τινας; ὁ δ᾿ οὖν Ἀριστοτέλης ἐπιστέλλων γράφει ὡς τοῖς πράγμασιν ἀπειρηκώς· φησὶ γὰρ αἴρειν τοὺς δακτύλους τοὺς Ἰδαίους· κἀμὲ νομίζετε καὶ εἴ τινές εἰσιν ἕτεροι. καὶ γὰρ δὴ πλεῖον ἴσχυσεν ἡ τῶν ἀνθρώπων ἐκείνων κακοδαιμονία τῆς τοῦ Ἀριστοτέλους σπουδῆς, ὥστε οὐκ εἴασαν προβῆναι τὸ κωμίον εἰς ἀξίωμα πόλεως καὶ νῦν ἔτι ἀοίκητόν ἐστιν. ...

... οὐ γὰρ ὡς Ἀριστοτέλης συνεβούλευεν αὐτῷ τῷ Ἀλεξάνδρῳ, τοῖς μὲν Ἕλλησιν ἡγεμονικῶς, τοῖς δὲ βαρβάροις δεσποτικῶς χρώμενος καὶ τῶν μὲν ὡς φίλων καὶ οἰκείων ἐπιμελούμενος, τοῖς δὲ ὡς ζῴοις ἢ φυτοῖς προσφερόμενος, πολεμοποιῶν φυγῶν ἐνέπλησε καὶ στάσεων ὑπούλων τὴν ἡγεμονίαν, ἀλλὰ κοινός ...

... ἐπὶ τέλει δὲ τοῦ ὑπομνήματος οὐκ ἐπαινέσας ὁ Ἐρατοσθένης τοὺς δίχα διαιροῦντας ἅπαν τὸ τῶν ἀνθρώπων πλῆθος εἴς τε Ἕλληνας καὶ βαρβάρους καὶ τῷ Ἀλεξάνδρῳ παραινοῦντας τοῖς μὲν Ἕλλησιν ὡς φίλοις χρῆσθαι τοῖς δὲ βαρβάροις ὡς πολεμίοις, βέλτιον εἶναί φησιν ἀρετῇ καὶ κακίᾳ διαιρεῖν ταῦτα ... καὶ ὁ Ἀλέξανδρος οὖν οὐκ ἀμελήσας τῶν παραινούντων ἀλλ᾿ ἀποδεξάμενος τὴν γνώμην, τὰ ἀκόλουθα, οὐ τὰ ἐναντία ἐποίει, πρὸς τὴν διάνοιαν σκοπῶν τὴν τῶν ἐπεσταλκότων. ...

... Ἀλέξανδρον Ἀριστοτέλης ὀργιζόμενον πραῦναι βουλόμενος καὶ παῦσαι χαλεπαίνοντα πολλοῖς ταυτὶ πρὸς αὐτὸν γέγραφεν· «ὁ θυμὸς καὶ ἡ ὀργὴ οὐ πρὸς ἥσσους ἀλλὰ πρὸς τοὺς κρείττονας γίνεται· σοὶ δὲ οὐδεὶς ἴσος.» ...

... Ἀριστοτέλους. ὥσπερ ὁ καπνὸς ἐπιδάκνων τὰς ὄψεις οὐκ ἐᾷ βλέπειν τὸ κείμενον ἐν τοῖς ποσίν, οὕτως ὁ θυμὸς ἐπαιρόμενος τῷ λογισμῷ ἐπισκοτεῖ καὶ τὸ συμβησόμενον ἐξ αὐτοῦ ἄτοπον οὐκ ἀφίησι τῇ διανοίᾳ προλαβεῖν. ...

... περὶ ὀργῆς, ... οὕτως κακὸν ἐροῦμεν τὸ μὴ τὴν φυσικὴν ὀργὴν ἀναδέχεσθαι· κακῶς γὰρ ἀκούων καὶ πάσχων ὅστις οὐκ ὀργίζεται, πονηρίας πλεῖστον τεκμήριον φέρει κατὰ τὸν Μένανδρον· ἐνίοτε δὲ καὶ ἡ εὐκινησία τῆς λύττης περισσοτέρα, διὸ φανερός ἐστιν ἐπὶ τοῖς ἐλαχίστοις παρὰ πόδας εὐθέως ἐκστησόμενος ἀγαθὸν δὲ τὸ ἀναδέχεσθαι. παρὰ δ᾿ ἑνὶ Πασικράτει λέγεται τὸ τὴν φυσικὴν ὀργὴν μὴ μόνον κατὰ τὴν ἰδίαν φύσιν λυπεῖν, ἀλλὰ καὶ ἐπισκοτεῖν τοῖς λογισμοῖς ὅσον ἐφ᾿ ἑαυτῇ ...

... Ἀριστοτέλους. ἢ οὐχ ὁρᾷς ὅτι τῶν ἐν ὀργῇ διαπραττομένων ἁπάντων ὁ λογισμὸς ἀποδημεῖ φεύγων τὸν θυμὸν ὡς πικρὸν τύραννον; ...

... Ἀριστοτέλης βασιλεῖ Ἀλεξάνδρῳ εὖ πράττειν. Ἔγραψάς μοι περὶ τῶν ἀκροατικῶν λόγων οἰόμενος δεῖν αὐτοὺς φυλάττειν ἐν ἀποῤῥήτοις. ἴσθι οὖν αὐτοὺς καὶ ἐκδεδομένους καὶ μὴ ἐκδεδομένους· ξυνετοὶ γάρ εἰσι μόνοις τοῖς ἡμῶν ἀκούσασιν. ἔῤῥωσο. ...

... Ἀριστοτέλης ἀπολογεῖται περὶ τῶν λόγων ἐκείνων ὡς καὶ ἐκδεδομένων καὶ μὴ ἐκδεδομένων. ...


Ἐπιστολαὶ πρὸς Ἀντίπατρον

περὶ φιλοσοφίας

... τὰ μὲν οὖν ἄλλα προδήλως πέπλασται, δύο δὲ ταῦτα δοκεῖ πιστεύεσθαι δι᾿ ἃ ψέγουσί τινες αὐτόν· ἓν μὲν ὅτι τὴν Ἑρμείου γήμειε φύσει μὲν ἀδελφήν, θετὴν δὲ θυγατέρα Πυθιάδα, κολακεύων αὐτόν ... περὶ δὲ τοῦ γάμου τοῦ Πυθιάδος ἀποχρώντως αὐτὸς ἐν ταῖς πρὸς Ἀντίπατρον ἐπιστολαῖς ἀπολελόγηται· τεθνεῶτος γὰρ Ἑρμείου διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν ἔγημεν αὐτὴν ἄλλως μὲν σώφρονα καὶ ἀγαθὴν οὖσαν, ἀτυχοῦσαν μέντοι διὰ τὰς καταλαβούσας συμφορὰς τὸν ἀδελφὸν αὐτῆς. ...

... περὶ εὐθυμίας, Ἀριστοτέλης δὲ πρὸς Ἀντίπατρον γράφων «οὐκ Ἀλεξάνδρῳ μόνον, ἔφη, προσήκει μέγα φρονεῖν ὅτι κρατεῖ πολλῶν ἀνθρώπων, ἀλλ᾿ οὐχ ἧττον οἷς ὑπάρχει περὶ θεῶν ἃ δεῖ δοξάζειν». περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως οὕτω δὲ καὶ πρὸς Ἀλέξανδρον ὁ Ἀριστοτέλης οὐ μόνον ἔφη τοῖς πολλῶν κρατοῦσιν ἐξεῖναι μέγα φρονεῖν ἀλλὰ καὶ τοῖς περὶ θεῶν δόξας ἀληθεῖς ἔχουσι. ...

... ὁ δ᾿ Ἀριστοτέλης πρὸς Ἀντίπατρον περὶ Ἀλεξάνδρου γράφων ἔφη μὴ μόνον ἐκείνῳ προσήκειν ὅτι πολλῶν κρατεῖ μέγα φρονεῖν, ἀλλ᾿ οὐδὲν ἧττον εἴ τις ὀρθῶς γιγνώσκει περὶ θεῶν. ...

... ἐγὼ μὲν οὖν Ἀλεξάνδρου φημὶ μείζονα τὸν Σωφρονίσκου κατεργάσασθαι ... καὶ τοῦτο οὐκ ἐγὼ μόνος, Ἀριστοτέλης δὲ πρότερον ἔοικεν ἐννοήσας εἰπεῖν, ὅτι μὴ μεῖον αὐτῷ προσήκει φρονεῖν ἐπὶ τῇ θεολογικῇ συγγραφῇ τοῦ καθελόντος τὴν Περσῶν δύναμιν. ...

... περὶ ἑρμηνείας, ἐπεὶ δὲ ἐπιστολικὸς χαρακτὴρ δεῖται ἰσχνότητος, καὶ περὶ αὐτοῦ λέξομεν. Ἀρτέμων μὲν οὖν ὁ τὰς Ἀριστοτέλους ἀναγράψας ἐπιστολάς φησιν, ὅτι δεῖ ἐν τῷ αὐτῷ τρόπῳ διάλογόν τε γράφειν καὶ ἐπιστολάς· εἶναι γὰρ τὴν ἐπιστολὴν οἷον τὸ ἕτερον μέρος τοῦ διαλόγου.καὶ λέγει μέν τι ἴσως, οὐ μὴν ἅπαν· δεῖ γὰρ ὑποκατεσκευάσθαι πως μᾶλλον τοῦ διαλόγου τὴν ἐπιστολήν· ὁ μὲν γὰρ μιμεῖται αὐτοσχεδιάζοντα, ἡ δὲ γράφεται καὶ δῶρον πέμπεται τρόπον τινά.τίς γοῦν οὕτως ἂν διαλεχθείη πρὸς φίλον ὥσπερ ὁ Ἀριστοτέλης πρὸς Ἀντίπατρον ὑπὲρ τοῦ φυγάδος γράφων τοῦ γέροντός φησιν· «εἰ δὲ πρὸς ἁπάσας οἴχεται φυγὰς οὕτως ὥστε μὴ κατάγειν, δῆλον ὡς τοῖσγε εἰς Ἅιδου κατελθεῖν βουλομένοις οὐδεὶς φθόνος.» ὁ γὰρ οὕτω διαλεγόμενος ἐπιδεικνυμένῳ ἔοικε μᾶλλον, οὐ λαλοῦντι. ...

... Ἀριστοτέλης ὁ Νικομάχου σοφὸς ἀνὴρ καὶ ὢν καὶ εἶναι δοκῶν, ἐπεί τις αὐτοῦ ἀφείλετο τὰς ψηφισθείσας αὐτῷ ἐν Δελφοῖς τιμάς, ἐπιστέλλων πρὸς Ἀντίπατρον περὶ τούτων φησίν· «ὑπὲρ τῶν ἐν Δελφοῖς ψηφισθέντων μοι καὶ ὧν ἀφῄρημαι νῦν οὕτως ἔχω, ὡς μήτε μοι σφόδρα μέλλειν ὑπὲρ αὐτῶν μήτε μοι μηδὲν μέλλειν.» ...

... ἐπαναστάντων δὲ αὐτῷ τῶν Ἀθηναίων, ὑπεχώρησεν εἰς Χαλκίδα τοσοῦτον ὑπειπὼν ὡς «οὐ συγχωρήσω Ἀθηναίοις δὶς ἁμαρτεῖν εἰς φιλοσοφίαν». ἐπεὶ δὲ τὰ αὐτὰ καθήκοντα οὐκ ἦν πολίτῃ καὶ ξένῳ περὶ τὴν τῶν Ἀθηναίων πόλιν, ἐπιστέλλων Ἀντιπάτρῳ γράφει «τὸ Ἀθήνησι διατρίβειν ἐργῶδες·ὄγχνη γὰρ ἐπ᾿ ὄγχνῃ γηράσκει, σῦκον δ᾿ ἐπὶ σύκῳ», τὴν διαδοχὴν τῶν συκοφαντούντων αἰνιττόμενος. ...

... μετέπειτα δὲ ἀνταρσίας γενομένης ἐν τοῖς Ἀθηναίοις ἦλθεν ὁ Ἀριστοτέλης ἐν Χαλκίδι εἰρηκὼς τοῖς Ἀθηναίοις ὅτι «οὐκ ἐάσω ὑμᾶς δὶς εἰς φιλοσοφίαν ἁμαρτεῖν». καὶ γὰρ ἤδη ἦσαν τὸν Σωκράτην φονεύσαντες οἱ Ἀθηναῖοι. ἐδήλωσε δὲ καὶ Ἀντιπάτρῳ τῷ βασιλεῖ ὅτι «τὸ Ἀθήνησι διατρίβειν ἐργῶδες». εἶπε δὲ καὶ τὸ Ὁμηρικὸν ἐκεῖνο ἔπος· «ὄχνη ἐπ᾿ ὄχνῃ γηράσκει, σῦκον δ᾿ ἐπὶ σύκῳ», ὡς ἐκ τούτων ἐλέγχων τὰς τῶν Ἀθηναίων συκοφαντίας. ...

... ὅτι γὰρ δριμύς ἐστιν ὁ Ἀριστοτέλης ἐν ταῖς ἐπιστολαῖς, δηλοῖ αὐτοῦ μία ἐπιστολή. μετὰ γὰρ θάνατον Σωκράτους ὑπεξελθὼν Ἀθηνῶν καὶ διατρίβων ἐν Χαλκίδι ἀνεκαλεῖτο ὑπὸ Ἀθηναίων ἐπανελθεῖν, καὶ μὴ πεισθεὶς ἀντέγραψεν οὕτως «οὐ μὴ ἐάσω Ἀθηναίους δὶς ἁμαρτεῖν εἰς φιλοσοφίαν, παρ᾿ οἷς ὄχνη ἐπ᾿ ὄχνῃ γηράσκει, σῦκον δ᾿ ἐπὶ σύκῳ». διὰ δὲ τοῦ σῦκον δ᾿ ἐπὶ σύκῳ ᾐνίξατο τοὺς συκοφάντας πολλοὺς ὄντας Ἀθήνησι καὶ ἀεὶ δεχομένους αὑτοὺς καὶ μηδέποτε λήγοντας. ...

... καὶ ἐξ ἰδιωτικοῦ δὲ ὀνόματος γίγνεται χάρις, ὡς ὁ Ἀριστοτέλης «ὅσῳ γάρ, φησί, μονώτης εἰμί, φιλομυθότερος γέγονα»· καὶ ἐκ πεποιημένου, ὡς ὁ αὐτὸς ἐν τῷ αὐτῷ «ὅσῳ γὰρ αὐτίτης καὶ μονώτης εἰμί, φιλομυθότερος γέγονα». τὸ μὲν γὰρ μονώτης ἰδιωτικωτέρου ἔθους ἤδη ἐστί, τὸ δὲ αὐτίτης πεποιημένον ἐκ τοῦ αὐτός. ...

... γίνεται μέντοι γε χρήσιμά ποτε τὰ ὁμοιοτέλευτα, ὡς Ἀριστοτέλης φησίν «ἐγὼ ἐκ μὲν Ἀθηνῶν εἰς Στάγειρα ἦλθον διὰ τὸν βασιλέα τὸν μέγαν, ἐκ δὲ Σταγείρων εἰς Ἀθήνας διὰ τὸν χειμῶνα τὸν μέγαν». εἰ γοῦν ἀφέλοις τὸ ἕτερον μέγαν, συναφαιρήσῃ καὶ τὴν χάριν· τῇ γὰρ μεγαληγορίᾳ συνεργεῖ τὰ τοιαῦτα κῶλα, ὁποῖα τῶν Γοργίου τὰ πολλὰ ἀντίθετα καὶ τῶν Ἰσοκράτους. ...

... πολλάκις δὲ καὶ κῶλα ὅμοια ἐποίησε χάριν, ὡς ὁ Ἀριστοτέλης «ἐκ μὲν Ἀθηνῶν φησὶν ἐγὼ εἰς Στάγειρα ἦλθον διὰ ... μέγαν». καταλήξας γὰρ ἐν ἀμφοτέροις τοῖς κώλοις εἰς τὸ αὐτὸ ὄνομα ἐποίησε τὴν χάριν. ἐὰν δ᾿ οὖν ἀποκόψῃς τοῦ ἑτέρου κώλου τὸ μέγαν, συναφαιρεῖται καὶ ἡ χάρις. ...

... εἰδέναι δὲ χρὴ ὅτι οὐχ ἑρμηνεία μόνον ἀλλὰ καὶ πράγματά τινα ἐπιστολικά ἐστιν. Ἀριστοτέλης γοῦν, ὃς μάλιστα ἐπιτετευχέναι δοκεῖ τοῦ τύπου ἐπιστολικοῦ «τοῦτο δὲ οὐ γράφω σοί φησιν· οὐ γὰρ ἦν ἐπιστολικόν».εἰ μὲν γάρ τις ἐν ἐπιστολῇ σοφίσματα γράφει καὶ φυσιολογίας, γράφει μέν, οὐ μὴν ἐπιστολὴν γράφει. φιλοφρόνησις γὰρ βούλεται εἶναι ἡ ἐπιστολὴ σύντομος καὶ περὶ ἁπλοῦ πράγματος ἔκθεσις καὶ ἐν ὀνόμασιν ἁπλοῖς. ...


Ὕμνοι

... ἔπη, ὧν ἀρχή «ἁγνὲ θεῶν πρέσβισθ᾿ ἑκατηβόλε». ἐλεγεῖα, ὧν ἀρχή «καλλιτέκνου μητρὸς θύγατερ». ...

... ὅτι δὲ καὶ Ἀριστοτέλης σέβει αὐτὸν ὡς διδάσκαλον δῆλός ἐστι γράψας ὅλον λόγον ἐγκωμιαστικόν ... οὐ μόνον δὲ ἐγκώμιον ποιήσας αὐτοῦ ἐπαινεῖ αὐτόν, ἀλλὰ καὶ ἐν τοῖς ἐλεγείοις τοῖς πρὸς Εὔδημον αὐτὸν ἐπαινῶν Πλάτωνα ἐγκωμιάζει γράφων οὕτως·

ἐλθὼν δ᾿ ἐς κλεινὸν Κεκροπίης δάπεδον
εὐσεβέως σεμνῆς φιλίης ἱδρύσατο βωμὸν
ἀνδρὸς ὃν οὐδ᾿ αἰνεῖν τοῖσι κακοῖσι θέμις·
ὃς μόνος ἢ πρῶτος θνητῶν κατέδειξεν ἐναργῶς
οἰκείῳ τε βίῳ καὶ μεθόδοισι λόγων,
ὡς ἀγαθός τε καὶ εὐδαίμων ἅμα γίνεται ἀνήρ·
οὐ νῦν δ᾿ ἔστι λαβεῖν οὐδενὶ ταῦτα ποτέ. ...

... ὁ δ᾿ οὖν Ἀριστοτέλης ... ὑπεξῆλθεν εἰς Χαλκίδα, Εὐρυμέδοντος αὐτὸν τοῦ ἱεροφάντου δίκην ἀσεβείας γραψαμένουἢ Δημοφίλου, ὥς φησι Φαβωρῖνος ἐν παντοδαπῇ ἱστορίᾳ, ἐπειδή περ τὸν ὕμνον ἐποίησεν εἰς τὸν προειρημένον Ἑρμείαν· ἀλλὰ καὶ ἐπίγραμμα ἐπὶ τοῦ ἐν Δελφοῖς ἀνδριάντος τοιοῦτον·

τόνδε ποτ᾿ οὐχ ὁσίως παραβὰς μακάρων θέμιν ἁγνὴν
ἔκτεινεν Περσῶν τοξοφόρων βασιλεύς,
οὐ φανερῶς λόγχῃ φονίοις ἐν ἀγῶσι κρατήσας,
ἀλλ᾿ ἀνδρὸς πίστει χρησάμενος δολίου. ...

... πολλὰ μὲν οὖν καὶ ἄλλα τῶν ἐπ᾿ αὐτῷ πόθων ἐπεδείξατο Ἀριστοτέλης ὡς ἐστὶν ἀκούειν γνωρίσματα· καὶ γὰρ λόγους αὐτὸν ἐξήσκησε καὶ ἀρετὴν ἐξεπαίδευσε καὶ ἐλεγείῳ τὸν θάλαμον μόνῳ τῶν γνωρίμων ἐκόσμησεν. ὁ δὲ ὕμνος ἔχει τοῦτον τὸν τρόπον ὅτι δὲ παιᾶνος οὐδεμίαν ἔμφασιν παρέχει τὸ ᾆσμα ... ἐξ αὐτῆς τῆς λέξεως φανερὸν ὑμῖν ποιήσω

Ἀρετά, πολύμοχθε γένει βροτείῳ,
θήραμα κάλλιστον βίῳ,
σᾶς πέρι, παρθένε, μορφᾶς
καὶ θανεῖν ζαλωτὸς ἐν Ἑλλάδι πότμος
καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας·
τοῖον ἐπὶ φρένα βάλλεις
καρπόν τ᾿ ἀθάνατον χρυσοῦ τε κρείσσω
καὶ γονέων μαλακαυγήτοιό θ᾿ ὕπνου·
σεῦ δ᾿ ἕνεχ᾿ οὑκ Διὸς Ἡρακλέης Λήδας τε κοῦροι
πόλλ᾿ ἀνέτλασαν ἔργοις
σὰν ἀγρεύοντες δύναμιν.
σοῖς δὲ πόθοις Ἀχιλεὺς Αἴας τ᾿ Ἀίδαο δόμους ἦλθον·
σᾶς δ᾿ ἕνεκεν φιλίου μορφᾶς καὶ Ἀταρνέος ἔντροφος ἀελίου χήρωσεν αὐγᾶς·
τοιγὰρ ἀοίδιμος ἔργοις, ἀθάνατόν τέ μιν αὐξήσουσι Μοῦσαι Μναμοσύνας θύγατρες, Διὸς ξενίου σέβας αὔξουσαι φιλίας τε γέρας βεβαίου. ...

... ἀτὰρ δὴ καὶ τόδε οὐχ ἥκιστα τῆς περὶ ἐκεῖνον σπουδῆς ὁ Σταγειρίτης ἐπεδείξατο τεκμήριον. ἔτυχε μὲν γὰρ εἰς τὴν Ἀσίαν ὑπ᾿ Ἀλεξάνδρου καλούμενος ἵνα κῆρυξ ὁμοῦ καὶ θεατὴς τῶν Περσικῶν τροπαίων γένηται. ἐπεὶ δὲ πορευόμενος κατὰ τὸν Ἀταρνέα ἐγένετο, ἰδὼν πόλιν Ἑλληνικῆς ἀρετῆς καὶ σοφίας διψῶσαν ἅπασαν οὐ παρῆλθε σιγῇ, βραχεῖ δὲ βιβλίῳ τήν τε πόλιν καὶ τὸν Ἑρμείαν ἠσπάζετο. ...