ΑΡΙΣΤΟΦΑΝΗΣ 445-386 π.Χ.
- Ἀχαρνεῖς
- Βάτραχοι
- Λυσιστράτη
- Σφῆκες
- Ἱππεῖς
- Νεφέλαι
- Εἰρήνη και σε .pdf
- Ὄρνιθες
- Θεσμοφοριάζουσαι
- Ἐκκλησιάζουσαι
- Πλοῦτος
Εἰρήνη
και σε .pdf
Τἁ πρόσωπα
- Τρυγαίος
- Οἰκέται δύο Τρυγαίου
- Οἰκέτης Α᾿
- Οἰκέτης Β᾿
- Κόραι θυγατέρες Τρυγαίου
- Ἑρμῆς
- Πόλεμος
- Κυδοιμός (ὁ ἦχος τῆς μάχης)
- Χορός Γεωργῶν
- Ἱεροκλῆς μάντις
- Δρεπανουργός
- Ὅπλων κάπηλος
- Παῖς Λαμάχου
- Παῖς Κλεωνύμου
- Εἰρήνη
- Ὀπώρα
- Θεωρία
- Κρανοποιός
- Δορυξός (κάπηλος ἀσπίδων)
{Οἰκέτης Α᾿} Αἶρ' αἶρε μᾶζαν ὡς τάχος τῷ κανθάρῳ.
{Οἰκέτης Β᾿} Ἰδού. Δὸς αὐτῷ, τῷ κάκιστ' ἀπολουμένῳ· καὶ μήποτ' αὐτῆς μᾶζαν ἡδίω φάγοι.
{Οἰκέτης Α᾿} Δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.
{Οἰκέτης Β᾿} Ἰδοὺ μάλ' αὖθις. Ποῦ γὰρ ἣν νυνδὴ 'φερες; Οὐ κατέφαγεν;
{Οἰκέτης Α᾿} Μὰ τὸν Δί', ἀλλ' ἐξαρπάσας ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν.
Ἀλλ' ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.
{Οἰκέτης Β᾿} Ἄνδρες κοπρολόγοι, προσλάβεσθε πρὸς θεῶν, εἰ μή με βούλεσθ' ἀποπνιγέντα περιιδεῖν.
{Οἰκέτης Α᾿} Ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος· τετριμμένης γάρ φησιν ἐπιθυμεῖν.
{Οἰκέτης Β᾿} Ἰδού. Ἑνὸς μέν, ὦνδρες, ἀπολελύσθαι μοι δοκῶ· οὐδεὶς γὰρ ἂν φαίη με μάττοντ' ἐσθίειν.
{Οἰκέτης Α᾿} Αἰβοῖ· φέρ' ἄλλην χἀτέραν μοι χἀτέραν, καὶ τρῖβ' [ἔθ'] ἑτέρας.
{Οἰκέτης Β᾿} Μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ· οὐ γὰρ ἔθ' οἷός τ' εἴμ' ὑπερέχειν τῆς ἀντλίας.
{Οἰκέτης Α᾿} Αὐτὴν ἄρ' οἴσω συλλαβὼν τὴν ἀντλίαν.
{Οἰκέτης Β᾿} Νὴ τὸν Δί' ἐς κόρακάς γε, καὶ σαυτόν γε πρός.
Ὑμῶν δέ γ' εἴ τις οἶδέ μοι κατειπάτω πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην.
Οὐδὲν γὰρ ἔργον ἦν ἄρ' ἀθλιώτερον ἢ κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν.
Ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, ἢ κύων φαύλως ἐρείδει τοῦθ'· ὁ δ' ὑπὸ φρονήματος βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ, ἢν μὴ παραθῶ τρίψας δι' ἡμέρας ὅλης ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην.
Ἀλλ' εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μ' ἴδῃ.
Ἔρειδε, μὴ παύσαιο μηδέποτ' ἐσθίων τέως ἕως σαυτὸν λάθῃς διαῤῥαγείς.
Οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει, ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους, καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πως ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία τὰ παχέα συμβάλλοντες εἰς τὰς ὁλκάδας.
Μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν, χὤτου ποτ' ἐστὶ δαιμόνων ἡ προσβολὴ οὐκ οἶδ'.
Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται, οὐ μὴν Χαρίτων γε.
{Οἰκέτης Α᾿} Τοῦ γάρ ἐστ';
{Οἰκέτης Β᾿} Οὐκ ἔσθ' ὅπως τοῦτ' ἔστι τὸ τέρας οὐ Διὸς Σκαταιβάτου.
{Οἰκέτης Α᾿} Οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι νεανίας δοκησίσοφος· «Τόδε πρᾶγμα τί; Ὁ κάνθαρος δὲ πρὸς τί;» Κᾆτ' αὐτῷ γ' ἀνὴρ Ἰωνικός τίς φησι παρακαθήμενος· «Δοκέω μέν, ἐς Κλέωνα τοῦτ' αἰνίσσεται, ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει.» Ἀλλ' εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.
{Οἰκέτης Β᾿} Ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα.
Ὁ δεσπότης μου μαίνεται καινὸν τρόπον, οὐχ ὅνπερ ὑμεῖς, ἀλλ' ἕτερον καινὸν πάνυ.
Δι' ἡμέρας γὰρ εἰς τὸν οὐρανὸν βλέπων ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ καί φησιν· «Ὦ Ζεῦ, τί ποτε βουλεύει ποεῖν; Κατάθου τὸ κόρημα· μὴ 'κκόρει τὴν Ἑλλάδα.» Ἔα ἔα· σιγήσαθ', ὡς φωνῆς ἀκούειν μοι δοκῶ.
{Τρυγαίος} Ὦ Ζεῦ, τί δρασείεις ποθ' ἡμῶν τὸν λεών; Λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας.
{Οἰκέτης Β᾿} Τοῦτ' ἔστι τουτὶ τὸ κακὸν αὔθ' οὑγὼ 'λεγον· τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε· ἃ δ' εἶπε πρῶτον ἡνίκ' ἤρχεθ' ἡ χολὴ πεύσεσθ'.
Ἔφασκε γὰρ πρὸς αὑτὸν ἂν ταδί· «Πῶς ἄν ποτ' ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός;» Ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος, πρὸς ταῦτ' ἀνηῤῥιχᾶτ' ἂν εἰς τὸν οὐρανόν, ἕως ξυνετρίβη τῆς κεφαλῆς καταῤῥυείς.
Ἐχθὲς δὲ μετὰ ταῦτ' ἐκφθαρεὶς οὐκ οἶδ' ὅποι εἰσήγαγ' Αἰτναῖον μέγιστον κάνθαρον, κἄπειτα τοῦτον ἱπποκομεῖν μ' ἠνάγκασεν, καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον· «Ὦ Πηγάσειον,» φησί, «γενναῖον πτερόν, ὅπως πετήσει μ' εὐθὺ τοῦ Διὸς λαβών.» Ἀλλ' ὅ τι ποεῖ τῃδὶ διακύψας ὄψομαι.
Οἴμοι τάλας· ἴτε δεῦρο δεῦρ', ὦ γείτονες· ὁ δεσπότης γάρ μου μετέωρος αἴρεται ἱππηδὸν εἰς τὸν ἀέρ' ἐπὶ τοῦ κανθάρου.
{Τρυγαίος} Ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων· μή μοι σοβαρὸς χώρει λίαν εὐθὺς ἀπ' ἀρχῆς, ῥώμῃ πίσυνος, πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃς ἄρθρων ἶνας πτερύγων ῥύμῃ.
Καὶ μὴ πνεῖ μοι κακόν, ἀντιβολῶ σ'· εἰ δὲ ποήσεις τοῦτο, κατ' οἴκους αὐτοῦ μεῖνον τοὺς ἡμετέρους.
{Οἰκέτης Β᾿} Ὦ δέσποτ' ἄναξ, ὡς παραπαίεις.
{Τρυγαίος} Σίγα σίγα.
{Οἰκέτης Β᾿} Ποῖ δῆτ' ἄλλως μετεωροκοπεῖς;
{Τρυγαίος} Ὑπὲρ Ἑλλήνων πάντων πέτομαι τόλμημα νέον παλαμησάμενος.
{Οἰκέτης Β᾿} Τί πέτει; Τί μάτην οὐχ ὑγιαίνεις;
{Τρυγαίος} Εὐφημεῖν χρὴ καὶ μὴ φλαῦρον μηδὲν γρύζειν, ἀλλ' ὀλολύζειν· τοῖς τ' ἀνθρώποισι φράσον σιγᾶν, τούς τε κοπρῶνας καὶ τὰς λαύρας καιναῖς πλίνθοισιν ἀποικοδομεῖν καὶ τοὺς πρωκτοὺς ἐπικλείειν.
{Οἰκέτης Β᾿} Οὐκ ἔσθ' ὅπως σιγήσομ', ἢν μή μοι φράσῃς ὅποι πέτεσθαι διανοεῖ.
{Τρυγαίος} Τί δ' ἄλλο γ' ἢ ὡς τὸν Δί' εἰς τὸν οὐρανόν;
{Οἰκέτης Β᾿} Τίνα νοῦν ἔχων;
{Τρυγαίος} Ἐρησόμενος ἐκεῖνον Ἑλλήνων πέρι ἁπαξαπάντων ὅ τι ποεῖν βουλεύεται.
{Οἰκέτης Β᾿} Ἐὰν δὲ μή σοι καταγορεύῃ;
{Τρυγαίος} Γράψομαι Μήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα.
{Οἰκέτης Β᾿} Μὰ τὸν Διόνυσον οὐδέποτε ζῶντος γ' ἐμοῦ
{Τρυγαίος} Οὐκ ἔστι παρὰ ταῦτ' ἄλλ'.
{Οἰκέτης Β᾿} Ἰοὺ ἰοὺ ἰού· ὦ παιδί', ὁ πατὴρ ἀπολιπὼν ἀπέρχεται ὑμᾶς ἐρήμους εἰς τὸν οὐρανὸν λάθρᾳ.
Ἀλλ' ἀντιβολεῖτε τὸν πατέρ', ὦ κακοδαίμονα.
{παῖς} Ὦ πάτερ, ὦ πάτερ, ἆρ' ἔτυμός γε δώμασιν ἡμετέροις φάτις ἥκει, ὡς σὺ μετ' ὀρνίθων προλιπὼν ἐμὲ ἐς κόρακας βαδιεῖ μεταμώνιος; Ἔστι τι τῶνδ' ἐτύμως; εἴπ', ὦ πάτερ, εἴ τι φιλεῖς με.
{Τρυγαίος} Δοξάσαι ἔστι, κόραι· τὸ δ' ἐτήτυμον, ἄχθομαι ὑμῖν, ἡνίκ' [ἂν] αἰτίζητ' ἄρτον πάππαν με καλοῦσαι, ἔνδον δ' ἀργυρίου μηδὲ ψακὰς ᾖ πάνυ πάμπαν.
Ἢν δ' ἐγὼ εὖ πράξας ἔλθω πάλιν, ἕξετ' ἐν ὥρᾳ κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐπ᾿ αὐτῇ.
{παῖς} Καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται; Ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν.
{Τρυγαίος} Πτηνὸς πορεύσει πῶλος· οὐ ναυσθλώσομαι.
{παῖς} Τίς δ' ἡπίνοιά σοὐστὶν ὥστε κάνθαρον ζεύξαντ' ἐλαύνειν εἰς θεούς, ὦ παππία;
{Τρυγαίος} Ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη μόνος πετηνῶν εἰς θεοὺς ἀφιγμένος.
{παῖς} Ἄπιστον εἶπας μῦθον, ὦ πάτερ πάτερ, ὅπως κάκοσμον ζῷον ἦλθεν εἰς θεούς.
{Τρυγαίος} Ἦλθεν κατ' ἔχθραν αἰετοῦ πάλαι ποτέ, ᾤ' ἐκκυλίνδων κἀντιτιμωρούμενος.
{παῖς} Οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν, ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος.
{Τρυγαίος} Ἀλλ', ὦ μέλ', ἄν μοι σιτίων διπλῶν ἔδει· νῦν δ' ἅττ' ἂν αὐτὸς καταφάγω τὰ σιτία, τούτοισι τοῖς αὐτοῖσι τοῦτον χορτάσω.
{παῖς} Τί δ', ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος; Πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται;
{Τρυγαίος} Ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι· τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.
{παῖς} Λιμὴν δὲ τίς σε δέξεται φορούμενον;
{Τρυγαίος} Ἐν Πειραιεῖ δήπου 'στὶ Κανθάρου λιμήν.
{παῖς} Ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταῤῥυῇς ἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ λόγον παράσχῃς καὶ τραγῳδία γένῃ.
{Τρυγαίος} Ἐμοὶ μελήσει ταῦτά γ'. Ἀλλὰ χαίρετε.
Ὑμεῖς δέ γ', ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ, μὴ βδεῖτε μηδὲ χέζεθ' ἡμερῶν τριῶν· ὡς εἰ μετέωρος οὗτος ὢν ὀσφρήσεται, κατωκάρα ῥίψας με βουκολήσεται.
Ἀλλ' ἄγε, Πήγασε, χώρει χαίρων, χρυσοχάλινον πάταγον ψαλίων διακινήσας φαιδροῖς ὠσίν.
Τί ποεῖς, τί ποεῖς; Ποῖ παρακλίνεις τοὺς μυκτῆρας πρὸς τὰς λαύρας; Ἵει σαυτὸν θαῤῥῶν ἀπὸ γῆς, κᾆτα δρομαίαν πτέρυγ' ἐκτείνων ὀρθὸς χώρει Διὸς εἰς αὐλάς, ἀπὸ μὲν κάκκης τὴν ῥῖν' ἀπέχων, ἀπό θ' ἡμερίων σίτων πάντων.
Ἄνθρωπε, τί δρᾷς, οὗτος ὁ χέζων ἐν Πειραιεῖ παρὰ ταῖς πόρναις; Ἀπολεῖς μ', ἀπολεῖς.
Οὐ κατορύξεις κἀπιφορήσεις τῆς γῆς πολλήν, κἀπιφυτεύσεις ἕρπυλλον ἄνω καὶ μύρον ἐπιχεῖς; Ὡς ἤν τι πεσὼν ἐνθένδε πάθω, τοὐμοῦ θανάτου πέντε τάλανθ' ἡ πόλις ἡ Χίων διὰ τὸν σὸν πρωκτὸν ὀφλήσει.
Οἴμ' ὡς δέδοικα, κοὐκέτι σκώπτων λέγω. Ὦ μηχανοποιέ, πρόσεχε τὸν νοῦν, ὡς ἐμὲ ἤδη στρέφει τι πνεῦμα περὶ τὸν ὀμφαλόν, κεἰ μὴ φυλάξεις, χορτάσω τὸν κάνθαρον.
Ἀτὰρ ἐγγὺς εἶναι τῶν θεῶν ἐμοὶ δοκῶ· καὶ δὴ καθορῶ τὴν οἰκίαν τὴν τοῦ Διός. Τίς ἐν Διὸς θύραισιν; Οὐκ ἀνοίξετε;
{Ἑρμῆς} Πόθεν βροτοῦ με προσέβαλ'; Ὦναξ Ἡράκλεις, τουτὶ τί ἐστι τὸ κακόν;
{Τρυγαίος} Ἱπποκάνθαρος.
{Ἑρμῆς} Ὦ μιαρὲ καὶ τόλμηρε κἀναίσχυντε σὺ καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε, πῶς δεῦρ' ἀνῆλθες, ὦ μιαρῶν μιαρώτατε; Τί σοί ποτ' ἔστ' ὄνομ'; Οὐκ ἐρεῖς;
{Τρυγαίος} Μιαρώτατος.
{Ἑρμῆς} Ποδαπὸς τὸ γένος δ' εἶ; φράζε μοι.
{Τρυγαίος} Μιαρώτατος.
{Ἑρμῆς} Πατὴρ δέ σοι τίς ἐστιν;
{Τρυγαίος} Ἐμοί; Μιαρώτατος.
{Ἑρμῆς} Οὔτοι μὰ τὴν Γῆν ἔσθ' ὅπως οὐκ ἀποθανεῖ, εἰ μὴ κατερεῖς μοι τοὔνομ' ὅ τι ποτ' ἐστί σοι.
{Τρυγαίος} Τρυγαῖος Ἀθμονεύς, ἀμπελουργὸς δεξιός, οὐ συκοφάντης οὐδ' ἐραστὴς πραγμάτων.
{Ἑρμῆς} Ἥκεις δὲ κατὰ τί;
{Τρυγαίος} Τὰ κρέα ταυτί σοι φέρων.
{Ἑρμῆς} Ὦ δειλακρίων, πῶς ἦλθες;
{Τρυγαίος} Ὦ γλίσχρων, ὁρᾷς ὡς οὐκέτ' εἶναί σοι δοκῶ μιαρώτατος; Ἴθι νυν κάλεσόν μοι τὸν Δί'.
{Ἑρμῆς} Ἰὴ ἰὴ ἰή, ὅτ' οὐδὲ μέλλεις ἐγγὺς εἶναι τῶν θεῶν· φροῦδοι γάρ· ἐχθές εἰσιν ἐξῳκισμένοι.
{Τρυγαίος} Ποῖ γῆς;
{Ἑρμῆς} Ἰδοὺ γῆς.
{Τρυγαίος} Ἀλλὰ ποῖ;
{Ἑρμῆς} Πόῤῥω πάνυ,ὑπ' αὐτὸν ἀτεχνῶς τοὐρανοῦ τὸν κύτταρον.
{Τρυγαίος} Πῶς οὖν σὺ δῆτ' ἐνταῦθα κατελείφθης μόνος;
{Ἑρμῆς} Τὰ λοιπὰ τηρῶ σκευάρια τὰ τῶν θεῶν, χυτρίδια καὶ σανίδια κἀμφορείδια.
{Τρυγαίος} Ἐξῳκίσαντο δ' οἱ θεοὶ τίνος οὕνεκα;
{Ἑρμῆς} Ἕλλησιν ὀργισθέντες. Εἶτ' ἐνταῦθα μὲν ἵν' ἦσαν αὐτοὶ τὸν Πόλεμον κατῴκισαν, ὑμᾶς παραδόντες δρᾶν ἀτεχνῶς ὅ τι βούλεται· αὐτοὶ δ' ἀνῳκίσανθ' ὅπως ἀνωτάτω, ἵνα μὴ βλέποιεν μαχομένους ὑμᾶς ἔτι μηδ' ἀντιβολούντων μηδὲν αἰσθανοίατο.
{Τρυγαίος} Τοῦ δ' εἵνεχ' ἡμᾶς ταῦτ' ἔδρασαν; εἰπέ μοι.
{Ἑρμῆς} Ὁτιὴ πολεμεῖν ᾑρεῖσθ' ἐκείνων πολλάκις σπονδὰς ποιούντων· κεἰ μὲν οἱ Λακωνικοὶ ὑπερβάλοιντο μικρόν, ἔλεγον ἂν ταδί· «Ναὶ τὼ σιώ, νῦν Ὡττικίων δωσεῖ δίκαν.» Εἰ δ' αὖ τι πράξαιτ' ἀγαθόν, Ἁττικωνικοί, κἄλθοιεν οἱ Λάκωνες εἰρήνης πέρι, ἐλέγετ' ἂν ὑμεῖς εὐθύς· «Ἐξαπατώμεθα, νὴ τὴν Ἀθηνᾶν.
Νὴ Δί', οὐχὶ πειστέον.
Ἥξουσι καὖθις, ἢν ἔχωμεν τὴν Πύλον.»
{Τρυγαίος} Ὁ γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων.
{Ἑρμῆς} Ὧν οὕνεκ' οὐκ οἶδ' εἴ ποτ' Εἰρήνην ἔτι τὸ λοιπὸν ὄψεσθ'.
{Τρυγαίος} Ἀλλὰ ποῖ γὰρ οἴχεται;
{Ἑρμῆς} Ὁ Πόλεμος αὐτὴν ἐνέβαλ' εἰς ἄντρον βαθύ.
{Τρυγαίος} Εἰς ποῖον;
{Ἑρμῆς} Εἰς τουτὶ τὸ κάτω. Κἄπειθ' ὁρᾷς ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων, ἵνα μὴ λάβητε μηδέποτ' αὐτήν.
{Τρυγαίος} Εἰπέ μοι, ἡμᾶς δὲ δὴ τί δρᾶν παρασκευάζεται;
{Ἑρμῆς} Οὐκ οἶδα πλὴν ἕν, ὅτι θυείαν ἑσπέρας ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο.
{Τρυγαίος} Τί δῆτα ταύτῃ τῇ θυείᾳ χρήσεται;
{Ἑρμῆς} Τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται. Ἀλλ' εἶμι· καὶ γὰρ ἐξιέναι, γνώμην ἐμήν, μέλλει· θορυβεῖ γοῦν ἔνδοθεν.
{Τρυγαίος} Οἴμοι δείλαιος.
Φέρ' αὐτὸν ἀποδρῶ· καὶ γὰρ ὥσπερ ᾐσθόμην καὐτὸς θυείας φθέγμα πολεμιστηρίας.
{Πόλεμος} Ἰὼ βροτοὶ βροτοὶ βροτοὶ πολυτλήμονες, ὡς αὐτίκα μάλα τὰς γνάθους ἀλγήσετε.
{Τρυγαίος} Ὦναξ Ἄπολλον, τῆς θυείας τοῦ πλάτους· ὅσον κακόν· καὶ τοῦ Πολέμου τοῦ βλέμματος.
Ἆρ' οὗτός ἐστ' ἐκεῖνος ὃν καὶ φεύγομεν, ὁ δεινός, ὁ ταλαύρινος, ὁ κατὰ τοῖν σκελοῖν;
{Πόλεμος} Ἰὼ Πρασιαὶ τρισάθλιαι καὶ πεντάκις καὶ πολλοδεκάκις, ὡς ἀπολεῖσθε τήμερον.
{Τρυγαίος} Τουτὶ μέν, ἄνδρες, οὐδὲν ἡμῖν πρᾶγμά πω· τὸ γὰρ κακὸν τοῦτ' ἐστὶ τῆς Λακωνικῆς.
{Πόλεμος} Ἰὼ Μέγαρα Μέγαρ', ὡς ἐπιτρίψεσθ' αὐτίκα ἁπαξάπαντα καταμεμυττωτευμένα.
{Τρυγαίος} Βαβαὶ βαβαιάξ, ὡς μεγάλα καὶ δριμέα τοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα.
{Πόλεμος} Ἰὼ Σικελία, καὶ σὺ δ' ὡς ἀπόλλυσαι.
{Τρυγαίος} Οἵα πόλις τάλαινα διακναισθήσεται.
{Πόλεμος} Φέρ' ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν.
{Τρυγαίος} Οὗτος, παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ. Τετρώβολον τοῦτ' ἐστί· φείδου τἀττικοῦ.
{Πόλεμος} Παῖ παῖ Κυδοιμέ.
{Κυδοιμός} Τί με καλεῖς;
{Πόλεμος} Κλαύσει μακρά. Ἕστηκας ἀργός; οὑτοσί σοι κόνδυλος.
{Τρυγαίος} Ὡς δριμύς.
{Κυδοιμός} Οἴμοι [μοι] τάλας, ὦ δέσποτα.
{Τρυγαίος} Μῶν τῶν σκορόδων ἐνέβαλεν εἰς τὸν κόνδυλον;
{Πόλεμος} Οἴσεις ἀλετρίβανον τρέχων;
{Κυδοιμός} Ἀλλ', ὦ μέλε, οὐκ ἔστιν ἡμῖν· ἐχθὲς εἰσῳκίσμεθα.
{Πόλεμος} Οὔκουν παρ' Ἀθηναίων μεταθρέξει ταχὺ [πάνυ];
{Κυδοιμός} Ἔγωγε νὴ Δί'· εἰ δὲ μή γε, κλαύσομαι.
{Τρυγαίος} Ἄγε δή, τί δρῶμεν, ὦ πόνηρ' ἀνθρώπια; Ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας· εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων, τούτῳ ταράξει τὰς πόλεις καθήμενος.
Ἀλλ' ὦ Διόνυσ', ἀπόλοιτο καὶ μὴ 'λθοι φέρων.
{Πόλεμος} Οὗτος.
{Κυδοιμός} Τί ἐστιν;
{Πόλεμος} Οὐ φέρεις;
{Κυδοιμός} Τὸ δεῖνα γάρ, ἀπόλωλ' Ἀθηναίοισιν ἁλετρίβανος, ὁ βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα.
{Τρυγαίος} Εὖ γ', ὦ πότνια δέσποιν' Ἀθηναία, ποιῶν ἀπόλωλ' ἐκεῖνος κἀν δέοντι τῇ πόλει, εἰ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι.
{Πόλεμος} Οὔκουν ἕτερον δῆτ' ἐκ Λακεδαίμονος μέτει ἁνύσας τι;
{Κυδοιμός} Ταῦτ', ὦ δέσποθ'.
{Πόλεμος} Ἧκέ νυν ταχύ.
{Τρυγαίος} Ὦνδρες, τι πεισόμεσθα; Νῦν ἀγὼν μέγας. Ἀλλ' εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλὸν ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε.
{Κυδοιμός} Οἴμοι τάλας, οἴμοι γε κἄτ' οἴμοι μάλα.
{Πόλεμος} Τί ἐστι; Μῶν οὐκ αὖ φέρεις;
{Κυδοιμός} Ἀπόλωλε γὰρ
καὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος.
{Πόλεμος} Πῶς, ὦ πανοῦργ';
{Κυδοιμός} Εἰς τἀπὶ Θρᾴκης χωρία
χρήσαντες ἑτέροις αὐτὸν εἶτ' ἀπώλεσαν.
{Τρυγαίος} Εὖ γ', εὖ γε ποιήσαντες, ὦ Διοσκόρω.
Ἴσως ἂν εὖ γένοιτο· θαῤῥεῖτ', ὦ βροτοί
{Πόλεμος} Ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν·
ἐγὼ δὲ δοίδυκ' εἰσιὼν ποήσομαι.
{Τρυγαίος} Νῦν, τοῦτ' ἐκεῖν', ἥκει τὸ Δάτιδος μέλος. ὃ δεφόμενός ποτ' ᾖδε τῆς μεσημβρίας· «Ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι.» Νῦν ἐστιν ἡμῖν, ὦνδρες Ἕλληνες, καλὸν ἀπαλλαγεῖσι πραγμάτων τε καὶ μαχῶν ἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην, πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα.
Ἀλλ', ὦ γεωργοὶ κἄμποροι καὶ τέκτονες καὶ δημιουργοὶ καὶ μέτοικοι καὶ ξένοι καὶ νησιῶται, δεῦρ' ἴτ', ὦ πάντες λεῴ, ὡς τάχιστ' ἄμας λαβόντες καὶ μοχλοὺς καὶ σχοινία· νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος.
{Χορός Γεωργῶν} Δεῦρο πᾶς χώρει προθύμως εὐθὺ τῆς σωτηρίας.
Ὦ Πανέλληνες, βοηθήσωμεν, εἴπερ πώποτε, τάξεων ἀπαλλαγέντες καὶ κακῶν φοινικίδων· ἡμέρα γὰρ ἐξέλαμψεν ἥδε μισολάμαχος.
Πρὸς τάδ' ἡμῖν, εἴ τι χρὴ δρᾶν, φράζε κἀρχιτεκτόνει· οὐ γὰρ ἔσθ' ὅπως ἀπειπεῖν ἂν δοκῶ μοι τήμερον, πρὶν μοχλοῖς καὶ μηχαναῖσιν εἰς τὸ φῶς ἀνελκύσαι τὴν θεῶν πασῶν μεγίστην καὶ φιλαμπελωτάτην.
{Τρυγαίος} Οὐ σιωπήσεσθ', ὅπως μὴ περιχαρεῖς τῷ πράγματι τὸν Πόλεμον ἐκζωπυρήσετ' ἔνδοθεν κεκραγότες;
{Χορός Γεωργῶν} Ἀλλ' ἀκούσαντες τοιούτου χαίρομεν κηρύγματος· οὐ γὰρ ἦν ἔχοντας ἥκειν σιτί' ἡμερῶν τριῶν.
{Τρυγαίος} Εὐλαβεῖσθέ νυν ἐκεῖνον τὸν κάτωθεν Κέρβερον, μὴ παφλάζων [καὶ] κεκραγὼς ὥσπερ ἡνίκ' ἐνθάδ' ἦν, ἐμποδὼν ἡμῖν γένηται τὴν θεὸν μὴ 'ξελκύσαι.
{Χορός Γεωργῶν} Οὔτι καὶ νῦν ἔστιν αὐτὴν ὅστις ἐξαιρήσεται, ἢν ἅπαξ εἰς χεῖρας ἔλθῃ τὰς ἐμάς. Ἰοῦ ἰοῦ.
{Τρυγαίος} Ἐξολεῖτέ μ', ὦνδρες, εἰ μὴ τῆς βοῆς ἀνήσετε· ἐκδραμὼν γὰρ πάντα ταυτὶ συνταράξει τοῖν ποδοῖν.
{Χορός Γεωργῶν} Ὡς κυκάτω καὶ πατείτω πάντα καὶ ταραττέτω· οὐ γὰρ ἂν χαίροντες ἡμεῖς τήμερον παυσαίμεθ' ἄν.
{Τρυγαίος} Τί τὸ κακόν; Τί πάσχετ', ὦνδρες; Μηδαμῶς, πρὸς τῶν θεῶν, πρᾶγμα κάλλιστον διαφθείρητε διὰ τὰ σχήματα.
{Χορός Γεωργῶν} Ἀλλ' ἔγωγ' οὐ σχηματίζειν βούλομ', ἀλλ' ὑφ᾿ ἡδονῆς οὐκ ἐμοῦ κινοῦντος αὐτὼ τὼ σκέλει χορεύετον.
{Τρυγαίος} Μή τι καὶ νυνί γ' ἔτ', ἀλλὰ παῦε παῦ' ὀρχούμενος.
{Χορός Γεωργῶν} Ἢν ἰδού, καὶ δὴ πέπαυμαι.
{Τρυγαίος} Φῄς γε, παύει δ' οὐδέπω.
{Χορός Γεωργῶν} Ἓν μὲν οὖν τουτί μ' ἔασον ἑλκύσαι, καὶ μηκέτι.
{Τρυγαίος} Τοῦτό νυν, καὶ μηκέτ' ἄλλο μηδὲν ὀρχήσησθέ τι.
{Χορός Γεωργῶν} Οὐκ ἂν ὀρχησαίμεθ', εἴπερ ὠφελήσαιμέν τί σε.
{Τρυγαίος} Ἀλλ', ὁρᾶτ', οὔπω πέπαυσθε.
{Χορός Γεωργῶν} Τουτογὶ νὴ τὸν Δία τὸ σκέλος ῥίψαντες ἤδη λήγομεν τὸ δεξιόν.
{Τρυγαίος} Ἐπιδίδωμι τοῦτό γ' ὑμῖν, ὥστε μὴ λυπεῖν ἔτι.
{Χορός Γεωργῶν} Ἀλλὰ καὶ τἀριστερόν τοί μ' ἔστ' ἀναγκαίως ἔχον.
Ἥδομαι γὰρ καὶ γέγηθα καὶ πέπορδα καὶ γελῶ μᾶλλον ἢ τὸ γῆρας ἐκδὺς ἐκφυγὼν τὴν ἀσπίδα.
{Τρυγαίος} Μή τι καὶ νυνί γε χαίρετ'· οὐ γὰρ ἴστε πω σαφῶς· ἀλλ' ὅταν λάβωμεν αὐτήν, τηνικαῦτα χαίρετε καὶ βοᾶτε καὶ γελᾶτ'· ἤδη γὰρ ἐξέσται τόθ' ὑμῖν πλεῖν, μένειν, κινεῖν, καθεύδειν, εἰς πανηγύρεις θεωρεῖν, ἑστιᾶσθαι, κοτταβίζειν, συβαριάζειν, ἰοῦ ἰοῦ κεκραγέναι.
{Χορός Γεωργῶν} Εἰ γὰρ ἐκγένοιτ' ἰδεῖν ταύτην με τὴν ἡμέραν [ποτέ].
Πολλὰ γὰρ ἀνεσχόμην πράγματά τε καὶ στιβάδας ἃς ἔλαχε Φορμίων· κοὐκέτ' ἄν μ' εὕροις δικαστὴν δριμὺν οὐδὲ δύσκολον –
{Τρυγαίος} οὐδὲ τοὺς τρόπους γε δήπου σκληρὸν ὥσπερ καὶ πρὸ τοῦ,
{Χορός Γεωργῶν} ἀλλ' ἁπαλὸν ἄν μ' ἴδοις καὶ πολὺ νεώτερον ἀπαλλαγέντα πραγμάτων.
Καὶ γὰρ ἱκανὸν χρόνον ἀπολλύμεθα καὶ κατατετρίμμεθα πλανώμενοι εἰς Λύκειον κἀκ Λυκείου σὺν δόρει σὺν ἀσπίδι.
Ἀλλ' ὅ τι μάλιστα χαριούμεθα ποιοῦντες, ἄγε, φράζε· σὲ γὰρ αὐτοκράτορ' εἵλετ' ἀγαθή τις ἡμῖν τύχη.
{Τρυγαίος} Φέρε δὴ κατίδω πῇ τοὺς λίθους ἀφέλξομεν.
{Ἑρμῆς} Ὦ μιαρὲ καὶ τόλμηρε, τί ποεῖν διανοεῖ;
{Τρυγαίος} Οὐδὲν πονηρόν, ἀλλ' ὅπερ καὶ Κιλλικῶν.
{Ἑρμῆς} Ἀπόλωλας, ὦ κακόδαιμον.
{Τρυγαίος} Οὐκοῦν, ἢν λάχω· Ἑρμῆς γὰρ ὢν κλήρῳ ποήσεις οἶδ' ὅτι.
{Ἑρμῆς} Ἀπόλωλας, ἐξόλωλας.
{Τρυγαίος} Εἰς τίν' ἡμέραν;
{Ἑρμῆς} Εἰς αὐτίκα μάλ'.
{Τρυγαίος} Ἀλλ' οὐδὲν ἠμπόληκά πω, οὔτ' ἄλφιτ' οὔτε τυρόν, ὡς ἀπολούμενος.
{Ἑρμῆς} Καὶ μὴν ἐπιτέτριψαί γε.
{Τρυγαίος} Κᾆτα τῷ τρόπῳ οὐκ ᾐσθόμην ἀγαθὸν τοσουτονὶ λαβών;
{Ἑρμῆς} Ἆρ' οἶσθα θάνατον ὅτι προεῖφ' ὁ Ζεὺς ὃς ἂν ταύτην ἀνορύττων εὑρεθῇ;
{Τρυγαίος} Νῦν ἆρά με ἅπασ' ἀνάγκη 'στ' ἀποθανεῖν;
{Ἑρμῆς} Εὖ ἴσθ' ὅτι.
{Τρυγαίος} Εἰς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς· δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι.
{Ἑρμῆς} Ὦ Ζεῦ κεραυνοβρόντα –
{Τρυγαίος} Μή, πρὸς τῶν θεῶν, ἡμῶν κατείπῃς, ἀντιβολῶ σε, δέσποτα.
{Ἑρμῆς} Οὐκ ἂν σιωπήσαιμι.
{Τρυγαίος} Ναί, πρὸς τῶν κρεῶν, ἁγὼ προθύμως σοι φέρων ἀφικόμην.
{Ἑρμῆς} Ἀλλ', ὦ μέλ', ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι, εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι.
{Τρυγαίος} Μή νυν λακῄσῃς, λίσσομαί σ', Ὦρμῄδιον.
Εἰπέ μοι, τί πάσχετ', ὦνδρες; Ἕστατ' ἐκπεπληγμένοι.
Ὦ πόνηροι, μὴ σιωπᾶτ'· εἰ δὲ μή, λακήσεται.
{Χορός Γεωργῶν} Μηδαμῶς, ὦ δέσποθ' Ἑρμῆ, μηδαμῶς, μηδαμῶς,
εἴ τι κεχαρισμένον χοιρίδιον οἶσθα παρ' ἐμοῦ [γε] κατεδηδοκώς, τοῦτο μὴ φαῦλον νόμιζ' ἐν τῷδε τῷ πράγματι.
{Τρυγαίος} Οὐκ ἀκούεις οἷα θωπεύουσί σ', ὦναξ δέσποτα;
{Χορός Γεωργῶν} Μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν, ὥστε τήνδε μὴ λαβεῖν· ἀλλὰ χάρισ', ὦ φιλανθρωπότατε καὶ μεγαλοδωρότατε δαιμόνων, εἴ τι Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς.
Καί σε θυσίαισιν ἱεραῖσι προσόδοις τε μεγάλαισι διὰ παντός, ὦ δέσποτ', ἀγαλοῦμεν ἡμεῖς ἀεί.
{Τρυγαίος} Ἴθ', ἀντιβολῶ σ', ἐλέησον αὐτῶν τὴν ὄπα, ἐπεί σε καὶ τιμῶσι μᾶλλον ἢ πρὸ τοῦ.
Κλέπται τε γὰρ νῦν μᾶλλόν εἰσιν ἢ πρὸ τοῦ.
Καί σοι φράσω τι πρᾶγμα δεινὸν καὶ μέγα, ὃ τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται.
{Ἑρμῆς} Ἴθι δή, κάτειπ'· ἴσως γὰρ ἂν πείσαις ἐμέ.
{Τρυγαίος} Ἡ γὰρ Σελήνη χὠ πανοῦργος Ἥλιος ὑμῖν ἐπιβουλεύοντε πολὺν ἤδη χρόνον τοῖς βαρβάροισι προδίδοτον τὴν Ἑλλάδα.
{Ἑρμῆς} Ἵνα δὴ τί τοῦτο δρᾶτον;
{Τρυγαίος} Ὁτιὴ νὴ Δία ἡμεῖς μὲν ὑμῖν θύομεν, τούτοισι δὲ οἱ βάρβαροι θύουσι, διὰ τοῦτ' εἰκότως βούλοιντ' ἂν ἡμᾶς πάντας ἐξολωλέναι, ἵνα τὰς τελετὰς λάβοιεν αὐτοὶ τῶν θεῶν.
{Ἑρμῆς} Ταῦτ' ἄρα πάλαι τῶν ἡμερῶν παρεκλέπτετον καὶ τοῦ κύκλου παρέτρωγον ὑφ᾿ ἁρματωλίας.
{Τρυγαίος} Ναὶ μὰ Δία.
Πρὸς ταῦτ', ὦ φίλ' Ἑρμῆ, ξύλλαβε ἡμῖν προθύμως, τήνδε καὶ ξυνανέλκυσον.
Καὶ σοὶ τὰ μεγάλ' ἡμεῖς Παναθήναι' ἄξομεν πάσας τε τὰς ἄλλας τελετὰς τὰς τῶν θεῶν, Μυστήρι' Ἑρμῇ, Διπολίει', Ἀδώνια· ἅλλαι τέ σοι πόλεις πεπαυμέναι κακῶν Ἀλεξικάκῳ θύσουσιν Ἑρμῇ πανταχοῦ.
Χἄτερ' ἔτι πόλλ' ἕξεις ἀγαθά.
Πρῶτον δέ σοι δῶρον δίδωμι τήνδ', ἵνα σπένδειν ἔχῃς.
{Ἑρμῆς} Οἴμ' ὡς ἐλεήμων εἴμ' ἀεὶ τῶν χρυσίδων.
{Τρυγαίος} Ὑμέτερον ἐντεῦθεν ἔργον, ὦνδρες. Ἀλλὰ ταῖς ἄμαις εἰσιόντες ὡς τάχιστα τοὺς λίθους ἀφέλκετε.
{Χορός Γεωργῶν} Ταῦτα δράσομεν· σὺ δ' ἡμῖν, ὦ θεῶν σοφώτατε, ἅττα χρὴ ποεῖν ἐφεστὼς φράζε δημιουργικῶς· τἄλλα δ' εὑρήσεις ὑπουργεῖν ὄντας ἡμᾶς οὐ κακούς.
{Τρυγαίος} Ἄγε δή, σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπως ἔργῳ 'φιαλοῦμεν εὐξάμενοι τοῖσιν θεοῖς.
{Ἑρμῆς} Σπονδὴ σπονδή· εὐφημεῖτε εὐφημεῖτε.
Σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέραν Ἕλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν, χὤστις προθύμως ξυλλάβοι τῶν σχοινίων, τοῦτον τὸν ἄνδρα μὴ λαβεῖν ποτ' ἀσπίδα.
{Τρυγαίος} Μὰ Δί', ἀλλ' ἐν εἰρήνῃ διαγαγεῖν τὸν βίον, ἔχονθ' ἑταίραν καὶ σκαλεύοντ' ἄνθρακας.
{Ἑρμῆς} Ὅστις δὲ πόλεμον μᾶλλον εἶναι βούλεται, μηδέποτε παύσασθ' αὐτόν, ὦ Διόνυσ' ἄναξ, –
{Τρυγαίος} ἐκ τῶν [γ'] ὀλεκράνων ἀκίδας ἐξαιρούμενον.
{Ἑρμῆς} Κεἴ τις ἐπιθυμῶν ταξιαρχεῖν σοὶ φθονεῖ εἰς φῶς ἀνελθεῖν, ὦ πότνι', ἐν ταῖσιν μάχαις –
{Τρυγαίος} πάσχοι γε τοιαῦθ' οἷάπερ Κλεώνυμος.
{Ἑρμῆς} Κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων, ἵν' ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶν, –
{Τρυγαίος} ληφθείς [γ'] ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας.
{Ἑρμῆς} Κεἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβοι ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος, –
{Τρυγαίος} ἐπὶ τοῦ τροχοῦ γ' ἕλκοιτο μαστιγούμενος.
{Ἑρμῆς} Ἡμῖν δ' ἀγαθὰ γένοιτ'. Ἰὴ παιών, ἰή.
{Τρυγαίος} Ἄφελε τὸ [παίειν], ἀλλ' ἰὴ μόνον λέγε.
{Ἑρμῆς} Ἰὴ ἰὴ τοίνυν, [ἰὴ μόνον] λέγω.
{Τρυγαίος} Ἑρμῇ, Χάρισιν, Ὥραισιν, Ἀφροδίτῃ, Πόθῳ.
{Ἑρμῆς} Ἄρει δὲ μή.
{Τρυγαίος} Μή.
{Ἑρμῆς} Μηδ' Ἐνυαλίῳ γε.
{Τρυγαίος} Μή.
{Ἑρμῆς} Ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλῳς.
{Χορός Γεωργῶν} Ὢ εἶα
{Ἑρμῆς} Εἶα μάλα.
{Χορός Γεωργῶν} Ὢ εἶα.
{Ἑρμῆς} Εἶα ἔτι μάλα.
{Χορός Γεωργῶν} Ὢ εἶα, ὢ εἶα.
{Τρυγαίος} Ἀλλ' οὐχ ἕλκουσ' ἅνδρες ὁμοίως. Οὐ ξυλλήψεσθ'; Οἷ' ὀγκύλλεσθ'· οἰμώξεσθ', οἱ Βοιωτοί.
{Ἑρμῆς} Εἶά νυν.
{Τρυγαίος} Εἶα ὤ.
{Χορός Γεωργῶν} [Ἀλλ'] ἄγετε ξυνανέλκετε καὶ σφώ.
{Τρυγαίος} Οὔκουν ἕλκω κἀξαρτῶμαι κἀπεμπίπτω καὶ σπουδάζω;
{Χορός Γεωργῶν} Πῶς οὖν οὐ χωρεῖ τοὔργον;
{Τρυγαίος} Ὦ Λάμαχ', ἀδικεῖς ἐμποδὼν καθήμενος. Οὐδὲν δεόμεθ', ὦνθρωπε, τῆς σῆς μορμόνος.
Οὐδ' οἵδε γ' εἷλκον οὐδὲν Ἁργεῖοι πάλαι ἀλλ' ἢ κατεγέλων τῶν ταλαιπωρουμένων, καὶ ταῦτα διχόθεν μισθοφοροῦντες ἄλφιτα.
{Ἑρμῆς} Ἀλλ' οἱ Λάκωνες, ὦγάθ', ἕλκουσ' ἀνδρικῶς.
{Τρυγαίος} Ἆρ' οἶσθ' ὅσοι γ' αὐτῶν ἔχονται τοῦ ξύλου, μόνοι προθυμοῦντ'· ἀλλ' ὁ χαλκεὺς οὐκ ἐᾷ.
{Ἑρμῆς} Οὐδ' οἱ Μεγαρῆς δρῶσ' οὐδέν· ἕλκουσιν δ' ὅμως γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια –
{Τρυγαίος} ὑπὸ τοῦ γε λιμοῦ νὴ Δί' ἐξολωλότες.
{Ἑρμῆς} Οὐδὲν ποιοῦμεν, ὦνδρες. Ἀλλ' ὁμοθυμαδὸν ἅπασιν ἡμῖν αὖθις ἀντιληπτέον.
{Χορός Γεωργῶν} Ὢ εἶα.
{Ἑρμῆς} Εἶα μάλα.
{Χορός Γεωργῶν} Ὢ εἶα.
{Ἑρμῆς} Εἶα, νὴ Δία.
{Χορός Γεωργῶν} Μικρόν γε κινοῦμεν.
{Τρυγαίος} Οὔκουν δεινὸν [κἄτοπον, ἡμῶν] τοὺς μὲν τείνειν, τοὺς δ' ἀντισπᾶν; Πληγὰς λήψεσθ', Ἁργεῖοι.
{Ἑρμῆς} Εἶά νυν.
{Τρυγαίος} Εἶα ὤ.
{Χορός Γεωργῶν} Ὡς κακόνοι τινές εἰσιν ἐν ἡμῖν.
{Τρυγαίος} Ὑμεῖς μὲν γοῦν οἱ κιττῶντες τῆς εἰρήνης σπᾶτ' ἀνδρείως.
{Χορός Γεωργῶν} Ἀλλ' εἴσ' οἳ κωλύουσιν.
{Ἑρμῆς} Ἄνδρες Μεγαρῆς, οὐκ ἐς κόρακας ἐῤῥήσετε; Μισεῖ γὰρ ὑμᾶς ἡ θεὸς μεμνημένη· πρῶτοι γὰρ αὐτὴν τοῖς σκορόδοις ἠλείψατε.
Καὶ τοῖς Ἀθηναίοισι παύσασθαι λέγω ἐντεῦθεν ἐχομένοις ὅθεν νῦν ἕλκετε· οὐδὲν γὰρ ἄλλο δρᾶτε πλὴν δικάζετε.
Ἀλλ' εἴπερ ἐπιθυμεῖτε τήνδ' ἐξελκύσαι, πρὸς τὴν θάλατταν ὀλίγον ὑποχωρήσατε.
{Χορός Γεωργῶν} Ἄγ', ὦνδρες, αὐτοὶ δὴ μόνοι λαβώμεθ' οἱ γεωργοί.
{Ἑρμῆς} Χωρεῖ γέ τοι τὸ πρᾶγμα πολλῷ μᾶλλον, ὦνδρες, ὑμῖν.
{Χορός Γεωργῶν} Χωρεῖν τὸ πρᾶγμά φησιν· ἀλλὰ πᾶς ἀνὴρ προθυμοῦ.
{Τρυγαίος} Οἵ τοι γεωργοὶ τοὔργον ἐξέλκουσι, κἄλλος οὐδείς.
{Χορός Γεωργῶν} Ἄγε νυν, ἄγε πᾶς.
{Ἑρμῆς} Καὶ μὴν ὁμοῦ 'στιν ἤδη.
{Χορός Γεωργῶν} Μή νυν ἀνῶμεν, ἀλλ' ἐπεντείνωμεν ἀνδρικώτερον.
{Ἑρμῆς} Ἤδη 'στὶ τοῦτ' ἐκεῖνο.
{Χορός Γεωργῶν} Ὢ εἶά νυν, ὢ εἶα πᾶς. Ὢ εἶα εἶα εἶά [νυν]. Ὢ εἶα εἶα εἶα πᾶς.
{Τρυγαίος} Ὦ πότνια βοτρυόδωρε, τί προσείπω σ' ἔπος; Πόθεν ἂν λάβοιμι ῥῆμα μυριάμφορον ὅτῳ προσείπω σ'; Οὐ γὰρ εἶχον οἴκοθεν.
Ὦ χαῖρ', Ὀπώρα, καὶ σὺ δ', ὦ Θεωρία· οἷον δ' ἔχεις τὸ πρόσωπον, ὦ Θεωρία· οἷον δὲ πνεῖς, ὡς ἡδὺ κατὰ τῆς καρδίας, γλυκύτατον, ὥσπερ ἀστρατείας καὶ μύρου.
{Ἑρμῆς} Μῶν οὖν ὅμοιον καὶ γυλιοῦ στρατιωτικοῦ;
{Τρυγαίος} Ἀπέπτυσ' ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος.
Τοῦ μὲν γὰρ ὄζει κρομμυοξυρεγμίας, ταύτης δ' ὀπώρας, ὑποδοχῆς, Διονυσίων, αὐλῶν, τραγῳδῶν, Σοφοκλέους μελῶν, κιχλῶν, ἐπυλλίων Εὐριπίδου –
{Ἑρμῆς} Κλαύσἄρα σὺ ταύτης καταψευδόμενος· οὐ γὰρ ἥδεται αὕτη ποητῇ ῥηματίων δικανικῶν.
{Τρυγαίος} κιττοῦ, τρυγοίπου, προβατίων βληχωμένων, κόλπου γυναικῶν διατρεχουσῶν εἰς ἀγρόν, δούλης μεθυούσης, ἀνατετραμμένου χοῶς, ἄλλων τε πολλῶν κἀγαθῶν.
{Ἑρμῆς} Ἴθι νυν, ἄθρει οἷον πρὸς ἀλλήλας λαλοῦσιν αἱ πόλεις διαλλαγεῖσαι καὶ γελῶσιν ἄσμεναι –
{Τρυγαίος} καὶ ταῦτα δαιμονίως ὑπωπιασμέναι ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι.
{Ἑρμῆς} Καὶ τῶνδε τοίνυν τῶν θεωμένων σκόπει τὰ πρόσωφ', ἵνα γνῷς τὰς τέχνας.
{Τρυγαίος} Αἰβοῖ τάλας.
{Ἑρμῆς} Ἐκεινονὶ γοῦν τὸν λοφοποιὸν οὐχ ὁρᾷς τίλλονθ' ἑαυτόν;
{Τρυγαίος} Ὁ δέ γε τὰς σμινύας ποιῶν κατέπαρδεν ἄρτι τοῦ ξιφουργοῦ 'κεινουί.
{Ἑρμῆς} Ὁ δὲ δρεπανουργὸς οὐχ ὁρᾷς ὡς ἥδεται;
{Τρυγαίος} Καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν.
{Ἑρμῆς} Ἴθι νυν, ἄνειπε τοὺς γεωργοὺς ἀπιέναι.
{Τρυγαίος} Ἀκούετε λεῴ· τοὺς γεωργοὺς ἀπιέναι τὰ γεωργικὰ σκεύη λαβόντας εἰς ἀγρὸν ὡς τάχιστ' ἄνευ δορατίου καὶ ξίφους κἀκοντίου· ὡς ἅπαντ' ἤδη 'στὶ μεστὰ τἀνθάδ' εἰρήνης σαπρᾶς.
Ἀλλὰ πᾶς χώρει πρὸς ἔργον εἰς ἀγρὸν παιωνίσας.
{Χορός Γεωργῶν} Ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα, ἄσμενός [σ'] ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους, τάς τε συκᾶς ἃς ἐγὼ 'φύτευον ὢν νεώτερος ἀσπάσασθαι θυμὸς ἡμῖν ἐστι πολλοστῷ χρόνῳ.
{Τρυγαίος} Νῦν μὲν οὖν, ὦνδρες, προσευξώμεσθα πρῶτον τῇ θεῷ, ἥπερ ἡμῶν τοὺς λόφους ἀφεῖλε καὶ τὰς Γοργόνας· εἶθ' ὅπως λιταργιοῦμεν οἴκαδ' εἰς τὰ χωρία, ἐμπολήσαντές τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
{Ἑρμῆς} Ὦ Πόσειδον, ὡς καλὸν τὸ στῖφος αὐτῶν φαίνεται καὶ πυκνὸν καὶ γοργὸν ὥσπερ μᾶζα καὶ πανδαισία.
{Τρυγαίος} Νὴ Δί', ἡ γὰρ σφῦρα λαμπρὸν ἦν ἄρ' ἐξωπλισμένη, αἵ τε θρίνακες διαστίλβουσι πρὸς τὸν ἥλιον.
Ἦ καλῶς αὐτῶν ἀπαλλάξειεν ἂν μετόρχιον.
Ὥστ' ἔγωγ' ἤδη 'πιθυμῶ καὐτὸς ἐλθεῖν εἰς ἀγρὸν καὶ τριαινοῦν τῇ δικέλλῃ διὰ χρόνου τὸ γῄδιον.
Ἀλλ' ἀναμνησθέντες, ὦνδρες, τῆς διαίτης τῆς παλαιᾶς, ἣν παρεῖχ' αὕτη ποθ' ἡμῖν, τῶν τε παλασίων ἐκείνων τῶν τε σύκων, τῶν τε μύρτων, τῆς τρυγός τε τῆς γλυκείας τῆς ἰωνιᾶς τε τῆς πρὸς τῷ φρέατι, τῶν τ' ἐλαῶν, ὧν ποθοῦμεν, ἀντὶ τούτων τήνδε νυνὶ τὴν θεὸν προσείπατε.
{Χορός Γεωργῶν} Χαῖρε, χαῖρ', ὡς ἀσμένοισιν ἦλθες, ὦ φιλτάτη· σῷ γὰρ ἐδάμην πόθῳ, δαιμόνια βουλόμενος εἰς ἀγρὸν ἀνερπύσαι.
Ἦσθα γὰρ μέγιστον ἡμῖν κέρδος, ὦ ποθουμένη, πᾶσιν ὁπόσοι γεωργικὸν βίον ἐτρίβομεν· μόνη γὰρ ἡμᾶς ὠφέλεις.
Πολλὰ γὰρ ἐπάσχομεν πρίν ποτ' ἐπὶ σοῦ γλυκέα κἀδάπανα καὶ φίλα.
Τοῖς ἀγροίκοισιν γὰρ ἦσθα χῖδρα καὶ σωτηρία.
Ὥστε σὲ τά τ' ἀμπέλια καὶ τὰ νέα συκίδια τἄλλα θ' ὁπόσ' ἐστὶ φυτὰ προσγελάσεται λαβόντ' ἄσμενα.
Ἀλλὰ ποῦ ποτ' ἦν ἀφ' ἡμῶν τὸν πολὺν τοῦτον χρόνον ἥδε, τοῦθ' ἡμᾶς δίδαξον, ὦ θεῶν εὐνούστατε.
{Ἑρμῆς} Ὦ σοφώτατοι γεωργοί, τἀμὰ δὴ ξυνίετε ῥήματ', εἰ βούλεσθ' ἀκοῦσαι τήνδ' ὅπως ἀπώλετο.
Πρῶτα μέν γ' ἄτης ὑπῆρξε Φειδίας πράξας κακῶς. εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχοι τῆς τύχης, τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐτοδὰξ τρόπον,
πρὶν παθεῖν τι δεινὸν αὐτός, ἐξέφλεξε τὴν πόλιν ᾗ 'μβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ πάντας Ἕλληνας δακρῦσαι, τούς τ' ἐκεῖ τούς τ' ἐνθάδε.
Ὡς δ' ἅπαξ τὸ πρῶτον ἄκουσ' ἐψόφησεν ἄμπελος καὶ πίθος πληγεὶς ὑπ' ὀργῆς ἀντελάκτισεν πίθῳ, οὐκέτ' ἦν οὐδεὶς ὁ παύσων, ἥδε δ' ἠφανίζετο.
{Τρυγαίος} Ταῦτα τοίνυν μὰ τὸν Ἀπόλλω 'γὼ 'πεπύσμην οὐδενός, οὐδ' ὅπως αὐτῇ προσήκοι Φειδίας ἠκηκόη.
{Χορός Γεωργῶν} Οὐδ' ἔγωγε, πλήν γε νυνί.
Ταῦτ' ἄρ' εὐπρόσωπος ἦν, οὖσα συγγενὴς ἐκείνου.
Πολλά γ' ἡμᾶς λανθάνει.
{Ἑρμῆς} Κᾆτ' ἐπειδὴ 'γνωσαν ὑμᾶς αἱ πόλεις ὧν ἤρχετε ἠγριωμένους ἐπ᾿ ἀλλήλοισι καὶ σεσηρότας, πάντ' ἐμηχανῶντ' ἐφ' ὑμῖν τοὺς φόρους φοβούμεναι, κἀνέπειθον τῶν Λακώνων τοὺς μεγίστους χρήμασιν.
Οἱ δ' ἅτ' ὄντες αἰσχροκερδεῖς καὶ διειρωνόξενοι τήνδ' ἀποῤῥίψαντες αἰσχρῶς τὸν Πόλεμον ἀνήρπασαν· κᾆτα τἀκείνων γε κέρδη τοῖς γεωργοῖς ἦν κακά· αἱ γὰρ ἐνθένδ' αὖ τριήρεις ἀντιτιμωρούμεναι οὐδὲν αἰτίων ἂν ἀνδρῶν τὰς κράδας κατήσθιον.
{Τρυγαίος} Ἐν δίκῃ μὲν οὖν, ἐπεί τοι τὴν κορώνεών γέ μου ἐξέκοψαν, ἣν ἐγὼ 'φύτευσα κἀξεθρεψάμην.
{Χορός Γεωργῶν} Νὴ Δί', ὦ μέλ', ἐν δίκῃ [γε] δῆτ', ἐπεὶ κἀμοῦ λίθον ἐμβαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν.
{Ἑρμῆς} Κἀνθάδ' ὡς ἐκ τῶν ἀγρῶν ξυνῆλθεν οὑργάτης λεώς, τὸν τρόπον πωλούμενος τὸν αὐτὸν οὐκ ἐμάνθανεν, ἀλλ' ἅτ' ὢν ἄνευ γιγάρτων καὶ φιλῶν τὰς ἰσχάδας ἔβλεπεν πρὸς τοὺς λέγοντας· οἱ δὲ γιγνώσκοντες εὖ τοὺς πένητας ἀσθενοῦντας κἀποροῦντας ἀλφίτων, τήνδε μὲν δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν, πολλάκις φανεῖσαν αὐτὴν τῆσδε τῆς χώρας πόθῳ, τῶν δὲ συμμάχων ἔσειον τοὺς παχεῖς καὶ πλουσίους, αἰτίαν ἂν προστιθέντες, ὡς [φρονοῖ τὰ Βρασίδου].
Εἶτ' ἂν ὑμεῖς τοῦτον ὥσπερ κυνίδι' ἐσπαράττετε· ἡ πόλις γὰρ ὠχριῶσα κἀν φόβῳ καθημένη, ἅττα διαβάλοι τις αὐτῇ, ταῦτ' ἂν ἥδιστ' ἤσθιεν.
Οἱ δὲ τὰς πληγὰς ὁρῶντες ἃς ἐτύπτονθ', οἱ ξένοι, χρυσίῳ τῶν ταῦτα ποιούντων ἐβύνουν τὸ στόμα, ὥστ' ἐκείνους μὲν ποῆσαι πλουσίους, ἡ δ' Ἑλλὰς αὖ ἐξερημωθεῖσ' ἂν ὑμᾶς ἔλαθε.
Ταῦτα δ' ἦν ὁ δρῶν βυρσοπώλης.
{Τρυγαίος} Παῦε παῦ', ὦ δέσποθ' Ἑρμῆ, μὴ λέγε, ἀλλ' ἔα τὸν ἄνδρ' ἐκεῖνον οὗπέρ ἐστ' εἶναι κάτω· οὐ γὰρ ἡμέτερος ἔτ' ἔστ' ἐκεῖνος ἁνήρ, ἀλλὰ σός.
Ἅττ' ἂν οὖν λέγῃς ἐκεῖνον, κεἰ πανοῦργος ἦν, ὅτ' ἔζη, καὶ λάλος καὶ συκοφάντης καὶ κύκηθρον καὶ τάρακτρον, ταῦθ' ἁπαξάπαντα νυνὶ τοὺς σεαυτοῦ λοιδορεῖς.
Ἀλλ' ὅ τι σιωπᾷς, ὦ πότνια, κάτειπέ μοι.
{Ἑρμῆς} Ἀλλ' οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους· ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει.
{Τρυγαίος} Ἡ δ' ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον.
{Ἑρμῆς} Εἴφ' ὅ τι νοεῖς αὐτοῖσι πρὸς ἔμ', ὦ φιλτάτη.
Ἴθ' ὦ γυναικῶν μισοπορπακιστάτη.
Εἶἑν· ἀκούω. Ταῦτ' ἐπικαλεῖς; Μανθάνω. Ἀκούσαθ', ὑμεῖς, ὧν ἕνεκα μομφὴν ἔχει.
Ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλῳ σπονδῶν φέρουσα τῇ πόλει κίστην πλέαν ἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίᾳ.
{Τρυγαίος} Ἡμάρτομεν ταῦτ'· ἀλλὰ συγγνώμην ἔχε· ὁ νοῦς γὰρ ἡμῶν ἦν τότ' ἐν τοῖς σκύτεσιν.
{Ἑρμῆς} Ἴθι νυν, ἄκουσον οἷον ἄρτι μ' ἤρετο· ὅστις κακόνους αὐτῇ μάλιστ' ἦν ἐνθάδε, χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας.
{Τρυγαίος} Εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος.
{Ἑρμῆς} Ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰ ὁ Κλεώνυμος;
{Τρυγαίος} Ψυχήν γ' ἄριστος, πλήν γ' ὅτι οὐκ ἦν ἄρ' οὗπέρ φησιν εἶναι τοῦ πατρός.
Εἰ γάρ ποτ' ἐξέλθοι στρατιώτης, εὐθέως ἀποβολιμαῖος τῶν ὅπλων ἐγίγνετο.
{Ἑρμῆς} Ἔτι νυν ἄκουσον οἷον ἄρτι μ' ἤρετο· ὅστις κρατεῖ νῦν τοῦ λίθου τοῦ 'ν τῇ πυκνί.
{Τρυγαίος} Ὑπέρβολος νῦν τοῦτ' ἔχει τὸ χωρίον. Αὕτη, τί ποιεῖς; Τὴν κεφαλὴν ποῖ περιάγεις;
{Ἑρμῆς} Ἀποστρέφεται τὸν δῆμον ἀχθεσθεῖσ' ὅτι οὕτω πονηρὸν προστάτην ἐπεγράψατο.
{Τρυγαίος} Ἀλλ' οὐκέτ' αὐτῷ χρησόμεθ' οὐδέν, ἀλλὰ νῦν ἀπορῶν ὁ δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν τοῦτον τέως τὸν ἄνδρα περιεζώσατο.
{Ἑρμῆς} Πῶς οὖν ξυνοίσει ταῦτ' ἐρωτᾷ τῇ πόλει.
{Τρυγαίος} Εὐβουλότεροι γενησόμεθα.
{Ἑρμῆς} Τρόπῳ τίνι;
{Τρυγαίος} Ὅτι τυγχάνει λυχνοποιὸς ὤν. Πρὸ τοῦ μὲν οὖν ἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα, νυνὶ δ' ἅπαντα πρὸς λύχνον βουλεύσομεν.
{Ἑρμῆς} Ὢ ὤ, οἷά μ' ἐκέλευσεν ἀναπυθέσθαι σου.
{Τρυγαίος} Τὸ τί;
{Ἑρμῆς} Πάμπολλα, καὶ τἀρχαῖ' ἃ κατέλιπεν τότε· πρῶτον δ' ὅ τι πράττει Σοφοκλέης ἀνήρετο.
{Τρυγαίος} Εὐδαιμονεῖ· πάσχει δὲ θαυμαστόν.
{Ἑρμῆς} Τὸ τί;
{Τρυγαίος} Ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης.
{Ἑρμῆς} Σιμωνίδης; πῶς;
{Τρυγαίος} Ὅτι γέρων ὢν καὶ σαπρὸς κέρδους ἕκατι κἂν ἐπὶ ῥιπὸς πλέοι.
{Ἑρμῆς} Τί δαὶ Κρατῖνος ὁ σοφός; Ἔστιν;
{Τρυγαίος} Ἀπέθανεν, ὅθ' οἱ Λάκωνες ἐνέβαλον.
{Ἑρμῆς} Τί παθών;
{Τρυγαίος} Ὅ τι; ὡρακιάσας· οὐ γὰρ ἐξηνέσχετο ἰδὼν πίθον καταγνύμενον οἴνου πλέων.
Χἄτερα πόσ' ἄττ' οἴει γεγενῆσθ' ἐν τῇ πόλει; Ὥστ' οὐδέποτ, ὦ δέσποιν', ἀφησόμεσθά σου.
{Ἑρμῆς} Ἴθι νυν, ἐπὶ τούτοις τὴν Ὀπώραν λάμβανε γυναῖκα σαυτῷ τήνδε· κᾆτ' ἐν τοῖς ἀγροῖς ταύτῃ ξυνοικῶν ἐκποιοῦ σαυτῷ βότρυς.
{Τρυγαίος} Ὦ φιλτάτη, δεῦρ' ἐλθὲ καὶ δός μοι κύσαι.
Ἆρ' ἂν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ, ὦ δέσποθ' Ἑρμῆ, τῆς Ὀπώρας κατελάσας;
{Ἑρμῆς} Οὔκ, εἴ γε κυκεῶν' ἐπιπίοις βληχωνίαν. Ἀλλ' ὡς τάχιστα τήνδε τὴν Θεωρίαν ἀπάγαγε τῇ βουλῇ λαβών, ἧσπέρ ποτ' ἦν.
{Τρυγαίος} Ὦ μακαρία βουλὴ σὺ τῆς Θεωρίας, ὅσον ῥοφήσεις ζωμὸν ἡμερῶν τριῶν, ὅσας δὲ κατέδει χόλικας ἑφθὰς καὶ κρέα. Ἀλλ', ὦ φίλ' Ἑρμῆ, χαῖρε πολλά.
{Ἑρμῆς} Καὶ σύ γε, ὦνθρωπε, χαίρων ἄπιθι καὶ μέμνησό μου.
{Τρυγαίος} Ὦ κάνθαρ', οἴκαδ' οἴκαδ' ἀποπετώμεθα.
{Ἑρμῆς} Οὐκ ἐνθάδ', ὦ τᾶν, ἐστι.
{Τρυγαίος} Ποῖ γὰρ οἴχεται;
{Ἑρμῆς} Ὑφ' ἅρματ' ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.
{Τρυγαίος} Πόθεν οὖν ὁ τλήμων ἐνθάδ' ἕξει σιτία;
{Ἑρμῆς} Τὴν τοῦ Γανυμήδους ἀμβροσίαν σιτήσεται.
{Τρυγαίος} Πῶς δῆτ' ἐγὼ καταβήσομαι;
{Ἑρμῆς} Θάῤῥει, καλῶς· τῃδὶ παρ' αὐτὴν τὴν θεόν.
{Τρυγαίος} Δεῦρ', ὦ κόρα, ἕπεσθον ἅμ' ἐμοὶ θᾶττον, ὡς πολλοὶ πάνυ ποθοῦντες ὑμᾶς ἀναμένουσ' ἐστυκότες.
{Χορός Γεωργῶν} Ἀλλ' ἴθι χαίρων· ἡμεῖς δὲ τέως τάδε τὰ σκεύη παραδόντες τοῖς ἀκολούθοις δῶμεν σῴζειν, ὡς εἰώθασι μάλιστα περὶ τὰς σκηνὰς πλεῖστοι κλέπται κυπτάζειν καὶ κακοποιεῖν.
Ἀλλὰ φυλάττετε ταῦτ' ἀνδρείως· ἡμεῖς δ' αὖ τοῖσι θεαταῖς ἣν ἔχομεν ὁδὸν λόγων εἴπωμεν ὅσα τε νοῦς ἔχει.
Χρῆν μὲν τύπτειν τοὺς ῥαβδούχους, εἴ τις κωμῳδοποητὴς αὑτὸν ἐπῄνει πρὸς τὸ θέατρον παραβὰς ἐν τοῖς ἀναπαίστοις.
Εἰ δ' οὖν εἰκός τινα τιμῆσαι, θύγατερ Διός, ὅστις ἄριστος κωμῳδοδιδάσκαλος ἀνθρώπων καὶ κλεινότατος γεγένηται, ἄξιος εἶναί φησ' εὐλογίας μεγάλης ὁ διδάσκαλος ἡμῶν.
Πρῶτον μὲν γὰρ τοὺς ἀντιπάλους μόνος ἀνθρώπων κατέπαυσεν εἰς τὰ ῥάκια σκώπτοντας ἀεὶ καὶ τοῖς φθειρσὶν πολεμοῦντας· τούς θ' Ἡρακλέας τοὺς μάττοντας καὶ τοὺς πεινῶντας ἐκείνους [τοὺς φεύγοντας κἀξαπατῶντας καὶ τυπτομένους ἐπίτηδες,] ἐξήλασ' ἀτιμώσας πρῶτος, καὶ τοὺς δούλους παρέλυσεν οὓς ἐξῆγον κλάοντας ἀεί, καὶ τούτους οὕνεκα τουδί, ἵν' ὁ σύνδουλος σκώψας αὐτοῦ τὰς πληγὰς εἶτ' ἀνέροιτο· «Ὦ κακόδαιμον, τί τὸ δέρμ' ἔπαθες; Μῶν ὑστριχὶς εἰσέβαλέν σοι εἰς τὰς πλευρὰς πολλῇ στρατιᾷ κἀδενδροτόμησε τὸ νῶτον;» Τοιαῦτ' ἀφελὼν κακὰ καὶ φόρτον καὶ βωμολοχεύματ' ἀγεννῆ ἐπόησε τέχνην μεγάλην ἡμῖν κἀπύργωσ' οἰκοδομήσας ἔπεσιν μεγάλοις καὶ διανοίαις καὶ σκώμμασιν οὐκ ἀγοραίοις, οὐκ ἰδιώτας ἀνθρωπίσκους κωμῳδῶν οὐδὲ γυναῖκας, ἀλλ' Ἡρακλέους ὀργήν τιν' ἔχων τοῖσι μεγίστοις ἐπεχείρει, διαβὰς βυρσῶν ὀσμὰς δεινὰς κἀπειλὰς βορβοροθύμους.
Καὶ πρῶτον μὲν μάχομαι πάντων αὐτῷ τῷ καρχαρόδοντι, οὗ δεινόταται μὲν ἀπ' ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον, ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο περὶ τὴν κεφαλήν, φωνὴν δ' εἶχεν χαράδρας ὄλεθρον τετοκυίας, φώκης δ' ὀσμήν, Λαμίας [δ'] ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.
Τοιοῦτον ἰδὼν τέρας οὐ κατέδεισ', ἀλλ' ὑπὲρ ὑμῶν πολεμίζων ἀντεῖχον ἀεὶ καὶ τῶν ἄλλων νήσων.
Ὧν εἵνεκα νυνὶ ἀποδοῦναί μοι τὴν χάριν ὑμᾶς εἰκὸς καὶ μνήμονας εἶναι.
Καὶ γὰρ πρότερον πράξας κατὰ νοῦν οὐχὶ παλαίστρας περινοστῶν παῖδας ἐπείρων, ἀλλ' ἀράμενος τὴν σκευὴν εὐθὺς ἐχώρουν, παῦρ' ἀνιάσας, πόλλ' εὐφράνας, πάντα παρασχὼν τὰ δέοντα.
Πρὸς ταῦτα χρεὼν εἶναι μετ' ἐμοῦ καὶ τοὺς ἄνδρας καὶ τοὺς παῖδας· καὶ τοῖς φαλακροῖσι παραινοῦμεν ξυσπουδάζειν περὶ τῆς νίκης.
Πᾶς γάρ τις ἐρεῖ νικῶντος ἐμοῦ κἀπὶ τραπέζῃ καὶ ξυμποσίοις· «Φέρε τῷ φαλακρῷ, δὸς τῷ φαλακρῷ τῶν τρωγαλίων, καὶ μἀφαίρει γενναιοτάτου τῶν ποιητῶν ἀνδρὸς τὸ μέτωπον ἔχοντος».
Μοῦσα, σὺ μὲν πολέμους ἀπωσαμένη μετ' ἐμοῦ τοῦ φίλου χόρευσον, κλείουσα θεῶν τε γάμους ἀνδρῶν τε δαῖτας καὶ θαλίας μακάρων· σοὶ γὰρ τάδ' ἐξ ἀρχῆς μέλει.
Ἢν δέ σε Καρκίνος ἐλθὼν ἀντιβολῇ μετὰ τῶν παίδων χορεῦσαι, μήθ' ὑπάκουε μήτ' ἔλθῃς συνέριθος αὐτοῖς, ἀλλὰ νόμιζε πάντας ὄρτυγας οἰκογενεῖς, γυλιαύχενας ὀρχηστὰς νανοφυεῖς, σφυράδων ἀποκνήσματα, μηχανοδίφας.
Καὶ γὰρ ἔφασχ' ὁ πατὴρ ὃ παρ' ἐλπίδας εἶχε τὸ δρᾶμα γαλῆν τῆς ἑσπέρας ἀπάγξαι.
Τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμων τὸν σοφὸν ποητὴν ὑμνεῖν, ὅταν ἠρινὰ μὲν φωνῇ χελιδὼν ἑζομένη κελαδῇ, χορὸν δὲ μὴ 'χῃ Μόρσιμος μηδὲ Μελάνθιος, οὗ δὴ πικροτάτην ὄπα γηρύσαντος ἤκουσ', ἡνίκα τῶν τραγῳδῶν τὸν χορὸν εἶχον ἁδελφός τε καὶ αὐτός, ἄμφω Γοργόνες ὀψοφάγοι, βατιδοσκόποι Ἅρπυιαι, γραοσόβαι μιαροί, τραγομάσχαλοι ἰχθυολῦμαι· ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺ Μοῦσα θεὰ μετ' ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν.
{Τρυγαίος} Ὡς χαλεπὸν ἐλθεῖν ἦν ἄρ' εὐθὺ τῶν θεῶν.
Ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλει.
Μικροὶ δ' ὁρᾶν ἄνωθεν ἦστ'.
Ἔμοιγέ τοι ἀπὸ τοὐρανοῦ 'φαίνεσθε κακοήθεις πάνυ, ἐντευθενὶ δὲ πολύ τι κακοηθέστεροι.
{Οἰκέται} Ὦ δέσποθ', ἥκεις;
{Τρυγαίος} Ὡς ἐγὼ 'πυθόμην τινός.
{Οἰκέται} Τί δ' ἔπαθες;
{Τρυγαίος} Ἤλγουν τὼ σκέλει μακρὰν ὁδὸν διεληλυθώς.
{Οἰκέται} Ἴθι νυν, κάτειπέ μοι –
{Τρυγαίος} Τὸ τί;
{Οἰκέται} Ἄλλον τιν' εἶδες ἄνδρα κατὰ τὸν ἀέρα πλανώμενον πλὴν σαυτόν;
{Τρυγαίος} Οὔκ, εἰ μή γέ που ψυχὰς δύ' ἢ τρεῖς διθυραμβοδιδασκάλων.
{Οἰκέται} Τί δ' ἔδρων;
{Τρυγαίος} Ξυνελέγοντ' ἀναβολὰς ποτώμεναι τὰς ἐνδιαεριαυρονηχέτους τινάς.
{Οἰκέται} Οὐκ ἦν ἄρ' οὐδ' ἃ λέγουσι, κατὰ τὸν ἀέρα ὡς ἀστέρες γιγνόμεθ', ὅταν τις ἀποθάνῃ;
{Τρυγαίος} Μάλιστα.
{Οἰκέται} Καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ Ἴων ὁ Χῖος;
{Τρυγαίος} Ὅνπερ ἐπόησεν πάλαι ἐνθάδε τὸν Ἀοῖόν ποθ'· ὡς δ' ἦλθ', εὐθέως Ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα.
{Οἰκέται} Τίνες γάρ εἰσ' οἱ διατρέχοντες ἀστέρες, οἳ καόμενοι θέουσιν;
{Τρυγαίος} Ἀπὸ δείπνου τινὲς τῶν πλουσίων οὗτοι βαδίζουσ' ἀστέρων ἰπνοὺς ἔχοντες, ἐν δὲ τοῖς ἰπνοῖσι πῦρ.
Ἀλλ' εἴσαγ' ὡς τάχιστα ταυτηνὶ λαβών, καὶ τὴν πύελον κατάκλυζε καὶ θέρμαιν' ὕδωρ, στόρνυ τ' ἐμοὶ καὶ τῇδε κουρίδιον λέχος.
Καὶ ταῦτα δράσας ἧκε δεῦρ' αὖθις πάλιν· ἐγὼ δ' ἀποδώσω τήνδε τῇ βουλῇ τέως.
{Οἰκέται} Πόθεν δ' ἔλαβες ταύτας σύ;
{Τρυγαίος} Πόθεν; ἐκ τοὐρανοῦ.
{Οἰκέται} Οὐκ ἂν ἔτι δοίην τῶν θεῶν τριώβολον, εἰ πορνοβοσκοῦσ' ὥσπερ ἡμεῖς οἱ βροτοί.
{Τρυγαίος} Οὔκ, ἀλλὰ κἀκεῖ ζῶσιν ἀπὸ τούτων τινές. Ἄγε νυν ἴωμεν.
{Οἰκέται} Εἰπέ μοι, δῶ καταφαγεῖν ταύτῃ τι;
{Τρυγαίος} Μηδέν· οὐ γὰρ ἐθελήσει φαγεῖν οὔτ' ἄρτον οὔτε μᾶζαν, εἰωθυῖ' ἀεὶ παρὰ τοῖς θεοῖσιν ἀμβροσίαν λείχειν ἄνω.
{Οἰκέται} Λείχειν ἄρ' αὐτῇ κἀνθάδε σκευαστέον.
{Χορός Γεωργῶν} Εὐδαιμονικῶς γ' ὁ πρεσβύτης, ὅσα γ' ὧδ' ἰδεῖν, τὰ νῦν τάδε πράττει.
{Τρυγαίος} Τί δῆτ', ἐπειδὰν νυμφίον μ' ὁρᾶτε λαμπρὸν ὄντα;
{Χορός Γεωργῶν} Ζηλωτὸς ἔσει, γέρον, αὖθις νέος ὢν πάλιν, μύρῳ κατάλειπτος.
{Τρυγαίος} Οἶμαι. Τί δῆθ', ὅταν ξυνὼν τῶν τιτθίων ἔχωμαι;
{Χορός Γεωργῶν} Εὐδαιμονέστερος φανεῖ τῶν Καρκίνου στροβίλων.
{Τρυγαίος} Οὔκουν δικαίως; ὅστις εἰς ὄχημα κανθάρου 'πιβὰς ἔσωσα τοὺς Ἕλληνας, ὥστ' ἐν τοῖς ἀγροῖς ἅπαντας ὄντας ἀσφαλῶς κινεῖν τε καὶ καθεύδειν.
{Οἰκέται} Ἡ παῖς λέλουται καὶ τὰ τῆς πυγῆς καλά· ὁ πλακοῦς πέπεπται, σησαμῆ ξυμπλάττεται, καὶ τἄλλ' ἁπαξάπαντα· τοῦ πέους δὲ δεῖ.
{Τρυγαίος} Ἴθι νυν ἀποδῶμεν τήνδε τὴν Θεωρίαν ἁνύσαντε τῇ βουλῇ.
{Οἰκέται} Τίς αὑτηί; Τί φῄς;
{Τρυγαίος} Αὑτὴ Θεωρία 'στίν, ἣν ἡμεῖς ποτε ἐπαίομεν Βραυρωνάδ' ὑποπεπωκότες, σάφ' ἴσθι, κἀλήφθη γε μόλις.
{Οἰκέται} Ὦ δέσποτα, ὅσην ἔχει τὴν πρωκτοπεντετηρίδα.
{Τρυγαίος} Εἶἑν· τίς ἐσθ' ὑμῶν δίκαιος, τίς ποτε; Τίς διαφυλάξει τήνδε τῇ βουλῇ λαβών; Οὗτος, τί περιγράφεις;
{Οἰκέται} Τὸ δεῖν', εἰς Ἴσθμια σκηνὴν ἐμαυτοῦ τῷ πέει καταλαμβάνω.
{Τρυγαίος} Οὔπω λέγεθ' ὑμεῖς τίς ὁ φυλάξων; Δεῦρο σύ· καταθήσομαι γὰρ αὐτὸς εἰς μέσους [σ'] ἄγων.
{Οἰκέται} Ἐκεινοσὶ νεύει.
{Τρυγαίος} Τίς;
{Οἰκέται} Ὅστις; Ἀριφράδης, ἄγειν παρ' αὐτὸν ἀντιβολῶν.
{Τρυγαίος} Ἀλλ', ὦ μέλε, τὸν ζωμὸν αὐτῆς προσπεσὼν ἐκλάψεται. Ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί.
Βουλή, πρυτάνεις, ὁρᾶτε τὴν Θεωρίαν.
Σκέψασθ' ὅσ' ὑμῖν ἀγαθὰ παραδώσω φέρων, ὥστ'· εὐθέως ἄραντας ὑμᾶς τὼ σκέλει ταύτης μετεώρω κᾆτ' ἀγαγεῖν ἀνάῤῥυσιν.
Τουτὶ δ' ὁρᾶτε τοὐπτάνιον.
{Οἰκέται} Οἴμ' ὡς καλόν. Διὰ ταῦτα καὶ κεκάπνικεν ἆρ'· ἐνταῦθα γὰρ πρὸ τοῦ πολέμου τὰ λάσανα τῇ βουλῇ ποτ' ἦν.
{Τρυγαίος} Ἔπειτ' ἀγῶνά γ' εὐθὺς ἐξέσται ποεῖν ταύτην ἔχουσιν αὔριον καλὸν πάνυ, [ἐπὶ γῆς παλαίειν, τετραποδηδὸν ἑστάναι,] πλαγίαν καταβάλλειν, εἰς γόνατα κῦβδ' ἱστάναι, καὶ παγκράτιόν γ' ὑπαλειψαμένοις νεανικῶς παίειν, ὀρύττειν, πὺξ ὁμοῦ καὶ τῷ πέει· τρίτῃ δὲ μετὰ ταῦθ' ἱπποδρομίαν ἄξετε, ἵνα δὴ κέλης κέλητα παρακελητιεῖ, ἅρματα δ' ἐπ᾿ ἀλλήλοισιν ἀνατετραμμένα φυσῶντα καὶ πνέοντα προσκινήσεται· ἕτεροι δὲ κείσονταί γ' ἀπεψωλημένοι περὶ ταῖσι καμπαῖς ἡνίοχοι πεπτωκότες.
Ἀλλ', ὦ πρυτάνεις, δέχεσθε τὴν Θεωρίαν. Θέασ' ὡς προθύμως ὁ πρύτανις παρεδέξατο.
Ἀλλ' οὐκ ἄν, εἴ τι προῖκα προσαγαγεῖν σ' ἔδει, ἀλλ' ηὗρον ἄν σ' ὑπέχοντα τὴν ἐκεχειρίαν.
{Χορός Γεωργῶν} Ἦ χρηστὸς ἀνὴρ πολίτης ἐστὶν ἅπασιν ὅστις γ' ἐστὶ τοιοῦτος.
{Τρυγαίος} Ὅταν τρυγᾶτ', εἴσεσθε πολλῷ μᾶλλον οἷός εἰμι.
{Χορός Γεωργῶν} Καὶ νῦν σύ γε δῆλος εἶ· σωτὴρ γὰρ ἅπασιν ἀνθρώποις γεγένησαι.
{Τρυγαίος} Φήσεις [γ'], ἐπειδὰν ἐκπίῃς οἴνου νέου λεπαστήν.
{Χορός Γεωργῶν} Καὶ πλήν γε τῶν θεῶν ἀεί σ' ἡγησόμεσθα πρῶτον.
{Τρυγαίος} Πολλῶν γὰρ ὑμῖν ἄξιος Τρυγαῖος Ἁθμονεὺς ἐγώ, δεινῶν ἀπαλλάξας πόνων τὸν δημότην ὅμιλον, καὶ τὸν γεωργικὸν λεὼν Ὑπέρβολόν τε παύσας.
{Οἰκέται} Ἄγε δή, τί νῷν ἐντευθενὶ ποητέον;
{Τρυγαίος} Τί δ' ἄλλο γ' ἢ ταύτην χύτραις ἱδρυτέον;
{Οἰκέται} Χύτραισιν, ὥσπερ μεμφόμενον Ἑρμῄδιον;
{Τρυγαίος} Τί δαὶ δοκεῖ; Βούλεσθε λαρινῷ βοΐ;
{Οἰκέται} Βοΐ; μηδαμῶς, ἵνα μὴ βοηθεῖν ποι δέῃ.
{Τρυγαίος} Ἀλλ' ὑὶ παχείᾳ καὶ μεγάλῃ;
{Οἰκέται} Μὴ μή.
{Τρυγαίος} Τιή;
{Οἰκέται} Ἵνα μὴ γένηται Θεογένους ὑηνία.
{Τρυγαίος} Τῷ δαὶ δοκεῖ σοι δῆτα τῶν λοιπῶν;
{Οἰκέται} Ὀί.
{Τρυγαίος} Ὀί;
{Οἰκέται} Ναὶ μὰ Δί'.
{Τρυγαίος} Ἀλλὰ τοῦτό γ' ἔστ' Ἰωνικὸν τὸ ῥῆμ'.
{Οἰκέται} Ἐπίτηδές γ', ἵν' [ὅταν] ἐν τἠκκλησίᾳ ὡς χρὴ πολεμεῖν λέγῃ τις, οἱ καθήμενοι ὑπὸ τοῦ δέους λέγωσ' Ἰωνικῶς· Ὀὶ
{Τρυγαίος} Εὖ τοι λέγεις.
{Οἰκέται} καὶ τἄλλα γ' ὦσιν ἤπιοι. Ὥστ' ἐσόμεθ' ἀλλήλοισιν ἀμνοὶ τοὺς τρόπους καὶ τοῖσι συμμάχοισι πρᾳότεροι πολύ.
{Τρυγαίος} Ἴθι νυν, ἄγ' ὡς τάχιστα τὸ πρόβατον λαβών· ἐγὼ δὲ ποριῶ βωμὸν ἐφ' ὅτου θύσομεν.
{Χορός Γεωργῶν} Ὡς πάνθ' ὅσ' ἂν θεὸς θέλῃ χἠ τύχη, κατορθοῖ.
Χωρεῖ κατὰ νοῦν, ἕτερον δ' ἑτέρῳ τούτων κατὰ καιρὸν ἀπαντᾷ.
{Τρυγαίος} Ὡς ταῦτα δῆλά γ' ἔσθ'· ὁ γὰρ βωμὸς θύρασι καὶ δή.
{Χορός Γεωργῶν} [Ἄγ'] ἐπείγετέ νυν ἐν ὅσῳ σοβαρὰ θεόθεν κατέχει πολέμου μετάτροπος αὔρα· νῦν γὰρ δαίμων φανερῶς εἰς ἀγαθὰ μεταβιβάζει.
{Τρυγαίος} Τὸ κανοῦν πάρεστ' ὀλὰς ἔχον καὶ στέμμα καὶ μάχαιραν, καὶ πῦρ γε τουτί, κοὐδὲν ἴσχει πλὴν τὸ πρόβατον ὑμᾶς.
{Χορός Γεωργῶν} Οὔκουν ἁμιλλήσεσθον; ὡς ἢν Χαῖρις ὑμᾶς ἴδῃ, πρόσεισιν αὐλήσων ἄκλητος, κᾆτα τοῦτ' εὖ οἶδ' ὅτι φυσῶντι καὶ πονουμένῳ προσδώσετε δήπου.
{Τρυγαίος} Ἄγε δή, τὸ κανοῦν λαβὼν σὺ καὶ τὴν χέρνιβα περίιθι τὸν βωμὸν ταχέως ἐπιδέξια.
{Οἰκέται} Ἰδού. Λέγοις ἂν ἄλλο· περιελήλυθα.
{Τρυγαίος} Φέρε δή, τὸ δαλίον τόδ' ἐμβάψω λαβών. Σείου σὺ ταχέως· σὺ δὲ πρότεινε τῶν ὀλῶν, καὐτός τε χερνίπτου παραδοὺς ταύτην ἐμοί, καὶ τοῖς θεαταῖς ῥῖπτε τῶν κριθῶν.
{Οἰκέται} Ἰδού.
{Τρυγαίος} Ἔδωκας ἤδη;
{Οἰκέται} Νὴ τὸν Ἑρμῆν, ὥστε γε τούτων ὅσοιπέρ εἰσι τῶν θεωμένων οὐκ ἔστιν οὐδεὶς ὅστις οὐ κριθὴν ἔχει.
{Τρυγαίος} Οὐχ αἱ γυναῖκές γ' ἔλαβον.
{Οἰκέται} Ἀλλ' εἰς ἑσπέραν δώσουσιν αὐταῖς ἅνδρες.
{Τρυγαίος} Ἀλλ' εὐχώμεθα. Τίς τῇδε; Ποῦ ποτ' εἰσὶ πολλοὶ κἀγαθοί;
{Οἰκέται} Τοισδὶ φέρε δῶ· πολλοὶ γάρ εἰσι κἀγαθοί.
{Τρυγαίος} Τούτους ἀγαθοὺς ἐνόμισας;
{Οἰκέται} Οὐ γάρ, οἵτινες ἡμῶν καταχεόντων ὕδωρ τοσουτονὶ εἰς ταὐτὸ τοῦθ' ἑστᾶσ' ἰόντες χωρίον;
{Τρυγαίος} Ἀλλ' ὡς τάχιστ' εὐχώμεθ'.
{Οἰκέται} Εὐχώμεσθα δή.
{Τρυγαίος} Ὦ σεμνοτάτη βασίλεια θεά, πότνι' Εἰρήνη, δέσποινα χορῶν, δέσποινα γάμων, δέξαι θυσίαν τὴν ἡμετέραν.
{Οἰκέται} Δέξαι δῆτ', ὦ πολυτιμήτη, νὴ Δία, καὶ μὴ ποίει γ' ἅπερ αἱ μοιχευόμεναι δρῶσι γυναῖκες. Καὶ γὰρ ἐκεῖναι παρακλίνασαι τῆς αὐλείας παρακύπτουσιν· κἄν τις προσέχῃ τὸν νοῦν αὐταῖς ἀναχωροῦσιν· κᾆτ' ἢν ἀπίῃ, παρακύπτουσιν. Τούτων σὺ πόει μηδὲν ἔθ' ἡμῖν.
{Τρυγαίος} Μὰ Δί', ἀλλ' ἀπόφηνον ὅλην σαυτὴν γενναιοπρεπῶς τοῖσιν ἐρασταῖς ἡμῖν, οἵ σου τρυχόμεθ' ἤδη τρία καὶ δέκ' ἔτη· λῦσον δὲ μάχας καὶ κορκορυγάς, ἵνα Λυσιμάχην σε καλῶμεν· παῦσον δ' ἡμῶν τὰς ὑπονοίας τὰς περικόμψους, αἷς στωμυλλόμεθ' εἰς ἀλλήλους· μεῖξον δ' ἡμᾶς τοὺς Ἕλληνας πάλιν ἐξ ἀρχῆς φιλίας χυλῷ καὶ συγγνώμῃ τινὶ πρᾳοτέρᾳ κέρασον τὸν νοῦν· καὶ τὴν ἀγορὰν ἡμῖν ἀγαθῶν ἐμπλησθῆναι, 'κ Μεγάρων σκορόδων, σικύων πρῴων, μήλων, ῥοιῶν, δούλοισι χλανισκιδίων μικρῶν· κἀκ Βοιωτῶν γε φέροντας ἰδεῖν χῆνας, νήττας, φάττας, τροχίλους· καὶ Κωπᾴδων ἐλθεῖν σπυρίδας, καὶ περὶ ταύτας ἡμᾶς ἁθρόους ὀψωνοῦντας τυρβάζεσθαι Μορύχῳ, Τελέᾳ, Γλαυκέτῃ, ἄλλοις τένθαις πολλοῖς· κᾆτα Μελάνθιον ἥκειν ὕστερον εἰς τὴν ἀγοράν, τὰς δὲ πεπρᾶσθαι, τὸν δ' ὀτοτύζειν, εἶτα μονῳδεῖν ἐκ Μηδείας· «Ὀλόμαν, ὀλόμαν ἀποχηρωθεὶς τᾶς ἐν τεύτλοισι λοχευομένας·» τοὺς δ' ἀνθρώπους ἐπιχαίρειν.
Ταῦτ', ὦ πολυτίμητ', εὐχομένοις ἡμῖν δίδου. Λαβὲ τὴν μάχαιραν· εἶθ' ὅπως μαγειρικῶς σφάξεις τὸν οἶν.
{Οἰκέται} Ἀλλ' οὐ θέμις.
{Τρυγαίος} Τιὴ τί δή;
{Οἰκέται} Οὐχ ἥδεται δήπουθεν Εἰρήνη σφαγαῖς, οὐδ' αἱματοῦται βωμός.
{Τρυγαίος} Ἀλλ' εἴσω φέρων θύσας τὰ μηρί' ἐξελὼν δεῦρ' ἔκφερε, χοὔτω τὸ πρόβατον τῷ χορηγῷ σῴζεται.
{Χορός Γεωργῶν} Σὲ δὴ θύρασιν [ἐνθαδὶ] χρὴ μένοντα τοίνυν σχίζας δευρὶ τιθέναι ταχέως τά τε πρόσφορα πάντ' ἐπὶ τούτοις.
{Τρυγαίος} Οὔκουν δοκῶ σοι μαντικῶς τὸ φρύγανον τίθεσθαι;
{Χορός Γεωργῶν} Πῶς δ' οὐχί; Τί γάρ σε πέφευγ' ὅσα χρὴ σοφὸν ἄνδρα; Τί δ' οὐ σὺ φρονεῖς ὁπόσα χρεών ἐστιν τόν [γε] σοφῇ δόκιμον φρενὶ πορίμῳ τε τόλμῃ;
{Τρυγαίος} Ἡ σχίζα γοῦν ἐνημμένη τὸν Στιλβίδην πιέζει. Καὶ τὴν τράπεζαν οἴσομαι, καὶ παιδὸς οὐ δεήσει.
{Χορός Γεωργῶν} Τίς οὖν ἂν οὐκ ἐπαινέσειεν ἄνδρα τοιοῦτον, ὅστις πόλλ' ἀνατλὰς ἔσωσε τὴν ἱερὰν πόλιν; ὥστ' οὐχὶ μὴ παύσει ποτ' ὢν ζηλωτὸς ἅπασιν.
{Τρυγαίος} Ταυτὶ δέδραται. Τίθεσο τὼ μηρὼ λαβών· ἐγὼ δ' ἐπὶ σπλάγχν' εἶμι καὶ θυλήματα.
{Οἰκέται} Ἐμοὶ μελήσει ταῦτά γ'·
{Τρυγαίος} Ἀλλ' ἥκειν ἐχρῆν.
{Οἰκέται} Ἰδού, πάρειμι. Μῶν ἐπισχεῖν σοι δοκῶ;
{Τρυγαίος} Ὄπτα καλῶς νυν αὐτά· καὶ γὰρ οὑτοσὶ προσέρχεται δάφνῃ τις ἐστεφανωμένος.
{Οἰκέται} Τίς ἄρα ποτ' ἐστίν;
{Τρυγαίος} Ὡς ἀλαζὼν φαίνεται.
{Οἰκέται} Μάντις τίς ἐστιν;
{Τρυγαίος} Οὐ μὰ Δί', ἀλλ' Ἱεροκλέης οὗτός γέ πού 'σθ' ὁ χρησμολόγος οὑξ Ὠρεοῦ.
{Οἰκέται} Τί ποτ' ἄρα λέξει;
{Τρυγαίος} Δῆλός ἐσθ' οὗτός γ' ὅτι ἐναντιώσεταί τι ταῖς διαλλαγαῖς.
{Οἰκέται} Οὔκ, ἀλλὰ κατὰ τὴν κνῖσαν εἰσελήλυθεν.
{Τρυγαίος} Μή νυν ὁρᾶν δοκῶμεν αὐτόν.
{Οἰκέται} Εὖ λέγεις.
{Ἱεροκλῆς} Τίς ἡ θυσία ποθ' αὑτηὶ καὶ τῷ θεῶν;
{Τρυγαίος} Ὄπτα σὺ σιγῇ κἄπαγ' ἀπὸ τῆς ὀσφύος.
{Ἱεροκλῆς} Ὅτῳ δὲ θύετ' οὐ φράσεθ';
{Τρυγαίος} Ἡ κέρκος ποεῖ καλῶς.
{Οἰκέται} Καλῶς δῆτ', ὦ πότνι' Εἰρήνη φίλη.
{Ἱεροκλῆς} Ἄγε νυν ἀπάρχου κᾆτα δὸς τἀπάργματα.
{Τρυγαίος} Ὀπτᾶν ἄμεινον πρῶτον.
{Ἱεροκλῆς} Ἀλλὰ ταυταγὶ ἤδη 'στὶν ὀπτά.
{Τρυγαίος} Πολλὰ πράττεις, ὅστις εἶ. Κατάτεμνε.
{Ἱεροκλῆς} Ποῦ τράπεζα;
{Τρυγαίος} Τὴν σπονδὴν φέρε.
{Ἱεροκλῆς} Ἡ γλῶττα χωρὶς τέμνεται.
{Τρυγαίος} Μεμνήμεθα. Ἀλλ' οἶσθ' ὃ δρᾶσον;
{Ἱεροκλῆς} Ἢν φράσῃς.
{Τρυγαίος} Μὴ διαλέγου νῷν μηδέν· Εἰρήνῃ γὰρ ἱερὰ θύομεν.
{Ἱεροκλῆς} Ὦ μέλεοι θνητοὶ καὶ νήπιοι –
{Τρυγαίος} Ἐς κεφαλὴν σοί.
{Ἱεροκλῆς} οἵτινες ἀφραδίῃσι θεῶν νόον οὐκ ἀίοντες συνθήκας πεπόησθ' ἄνδρες χαροποῖσι πιθήκοις –
{Τρυγαίος} Αἰβοιβοῖ.
{Ἱεροκλῆς} Τί γελᾷς;
{Τρυγαίος} Ἥσθην χαροποῖσι πιθήκοις.
{Ἱεροκλῆς} καὶ κέπφοι τρήρωνες ἀλωπεκιδεῦσι πέπεισθε, ὧν δόλιαι ψυχαί, δόλιαι φρένες.
{Τρυγαίος} Εἴθε σου εἶναι ὤφελεν, ὦλαζών, οὑτωσὶ θερμὸς ὁ πλεύμων.
{Ἱεροκλῆς} Εἰ γὰρ μὴ νύμφαι γε θεαὶ Βάκιν ἐξαπάτασκον, μηδὲ Βάκις θνητούς, μηδ' αὖ νύμφαι Βάκιν αὐτὸν –
{Τρυγαίος} Ἐξώλης ἀπόλοι', εἰ μὴ παύσαιο βακίζων.
{Ἱεροκλῆς} οὔπω θέσφατον ἦν Εἰρήνης δέσμ' ἀναλῦσαι, ἀλλὰ τόδε πρότερον –
{Τρυγαίος} Τοῖς ἁλσί γε παστέα ταυτί.
{Ἱεροκλῆς} Οὐ γάρ πω τοῦτ' ἐστὶ φίλον μακάρεσσι θεοῖσιν, φυλόπιδος λῆξαι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
{Τρυγαίος} Καὶ πῶς, ὦ κατάρατε, λύκος ποτ' ἂν οἶν ὑμεναιοῖ;
{Ἱεροκλῆς} Ἕως ἡ σφονδύλη φεύγουσα πονηρότατον βδεῖ, χἠ κώδων ἀκαλανθὶς ἐπειγομένη τυφλὰ τίκτει, τουτάκις οὔπω χρῆν τὴν εἰρήνην πεποῆσθαι.
{Τρυγαίος} Ἀλλὰ τί χρῆν ἡμᾶς; Οὐ παύσασθαι πολεμοῦντας; Ἢ διακαυνιάσαι πότεροι κλαυσούμεθα μεῖζον, ἐξὸν σπεισαμένοις κοινῇ τῆς Ἑλλάδος ἄρχειν;
{Ἱεροκλῆς} Οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν.
{Τρυγαίος} Οὔποτε δειπνήσεις ἔτι τοῦ λοιποῦ 'ν πρυτανείῳ, οὐδ' ἐπὶ τῷ πραχθέντι ποήσεις ὕστερον οὐδέν.
{Ἱεροκλῆς} Οὐδέποτ' ἂν θείης λεῖον τὸν τρηχὺν ἐχῖνον.
{Τρυγαίος} Ἆρα φενακίζων ποτ' Ἀθηναίους ἔτι παύσει;
{Ἱεροκλῆς} Ποῖον γὰρ κατὰ χρησμὸν ἐκαύσατε μῆρα θεοῖσιν;
{Τρυγαίος} Ὅνπερ κάλλιστον δήπου πεπόηκεν Ὅμηρος· «Ὣς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο Εἰρήνην εἵλοντο καὶ ἱδρύσανθ' ἱερείῳ.
Αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη καὶ σπλάγχν' ἐπάσαντο, ἔσπενδον δεπάεσσιν, ἐγὼ δ' ὁδὸν ἡγεμόνευον·» χρησμολόγῳ δ' οὐδεὶς ἐδίδου κώθωνα φαεινόν.
{Ἱεροκλῆς} Οὐ μετέχω τούτων· οὐ γὰρ ταῦτ' εἶπε Σίβυλλα.
{Τρυγαίος} Ἀλλ' ὁ σοφός τοι νὴ Δί' Ὅμηρος δεξιὸν εἶπεν· «Ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος, ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.»
{Ἱεροκλῆς} Φράζεο δή, μή πώς σε δόλῳ φρένας ἐξαπατήσας ἰκτῖνος μάρψῃ –
{Τρυγαίος} Τουτὶ μέντοι σὺ φυλάττου, ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἐστὶν ὁ χρησμός.
Ἔγχει δὴ σπονδὴν καὶ τῶν σπλάγχνων φέρε δευρί.
{Ἱεροκλῆς} Ἀλλ' εἰ ταῦτα δοκεῖ, κἀγὼ 'μαυτῷ βαλανεύσω.
{Τρυγαίος} Σπονδὴ σπονδή.
{Ἱεροκλῆς} Ἔγχει δὴ κἀμοὶ καὶ σπλάγχνων μοῖραν ὄρεξον.
{Τρυγαίος} Ἀλλ' οὔπω τοῦτ' ἐστὶ φίλον μακάρεσσι θεοῖσιν· ἀλλὰ τόδε πρότερον, σπένδειν ἡμᾶς, σὲ δ' ἀπελθεῖν. Ὦ πότνι' Εἰρήνη, παράμεινον τὸν βίον ἡμῖν.
{Ἱεροκλῆς} Πρόσφερε τὴν γλῶτταν.
{Τρυγαίος} Σὺ δὲ τὴν σαυτοῦ γ' ἀπένεγκε.
{Οἰκέται} Σπονδή.
{Τρυγαίος} Καὶ ταυτὶ μετὰ τῆς σπονδῆς λαβὲ θᾶττον.
{Ἱεροκλῆς} Οὐδεὶς προσδώσει μοι σπλάγχνων;
{Τρυγαίος} Οὐ γὰρ οἷόν τε
ἡμῖν προσδιδόναι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
{Ἱεροκλῆς} Ναὶ πρὸς τῶν γονάτων.
{Τρυγαίος} Ἄλλως, ὦ τᾶν, ἱκετεύεις·
οὐ γὰρ ποιήσεις λεῖον τὸν τρηχὺν ἐχῖνον. Ἄγε δή, θεαταί, δεῦρο συσπλαγχνεύετε μετὰ νῷν.
{Ἱεροκλῆς} Τί δὲ δὴ 'γώ;
{Τρυγαίος} Τὴν Σίβυλλαν ἔσθιε.
{Ἱεροκλῆς} Οὔτοι μὰ τὴν Γῆν ταῦτα κατέδεσθον μόνω,
ἀλλ' ἁρπάσομαι σφῷν αὐτά· κεῖται δ' ἐν μέσῳ.
{Τρυγαίος} Ὢ παῖε παῖε τὸν Βάκιν.
{Ἱεροκλῆς} Μαρτύρομαι.
{Τρυγαίος} Κἄγωγ', ὅτι τένθης εἶ σὺ κἀλαζὼν ἀνήρ.
Παῖ' αὐτὸν ἐπέχων τῷ ξύλῳ, τὸν ἀλαζόνα.
{Οἰκέται} Σὺ μὲν οὖν· ἐγὼ δὲ τουτονὶ τῶν κῳδίων,
ἁλάμβαν' αὐτὸς ἐξαπατῶν, ἐκβολβιῶ.
{Τρυγαίος} Οὐ καταβαλεῖς τὰ κῴδι', ὦ θυηπόλε;
Ἤκουσας; Ὁ κόραξ οἷος ἦλθ' ἐξ Ὠρεοῦ.
Οὐκ ἀποπετήσει θᾶττον εἰς Ἐλύμνιον;
{Χορός Γεωργῶν} Ἥδομαί γ' ἥδομαι κράνους ἀπηλλαγμένος τυροῦ τε καὶ κρομμύων.
Οὐ γὰρ φιληδῶ μάχαις, ἀλλὰ πρὸς πῦρ διέλκων μετ' ἀνδρῶν ἑταίρων φίλων, ἐκκέας, τῶν ξύλων ἅττ' ἂν ᾖ δανότατα τοῦ θέρους ἐκπεπρεμνισμένα κἀνθρακίζων τοὐρεβίνθου τήν τε φηγὸν ἐμπυρεύων, χἄμα τὴν Θρᾷτταν κυνῶν τῆς γυναικὸς λουμένης.
Οὐ γὰρ ἔσθ' ἥδιον ἢ τυχεῖν μὲν ἤδη 'σπαρμένα, τὸν θεὸν δ' ἐπιψακάζειν, καί τιν' εἰπεῖν γείτονα·
«Εἰπέ μοι, τί τηνικαῦτα δρῶμεν, ὦ Κωμαρχίδη;»
«Ἐμπιεῖν ἔμοιγ' ἀρέσκει τοῦ θεοῦ δρῶντος καλῶς.
Ἀλλὰ φαῦσον τῶν φασήλων, ὦ γύναι, τρεῖς χοίνικας, τῶν τε πυρῶν μεῖξον αὐτοῖς, τῶν τε σύκων ἔξελε, τόν τε Μανῆν ἡ Σύρα βωστρησάτω 'κ τοῦ χωρίου.
Οὐ γὰρ οἷόν τ' ἐστὶ πάντως οἰναρίζειν τήμερον οὐδὲ τυντλάζειν, ἐπειδὴ παρδακὸν τὸ χωρίον.» – «Κἀξ ἐμοῦ δ' ἐνεγκάτω τις τὴν κίχλην καὶ τὼ σπίνω· ἦν δὲ καὶ πυός τις ἔνδον καὶ λαγῷα τέτταρα, εἴ τι μὴ 'ξήνεγκεν αὐτῶν ἡ γαλῆ τῆς ἑσπέρας· ἐψόφει γοῦν ἔνδον οὐκ οἶδ' ἅττα κἀκυδοιδόπα· ὧν ἔνεγκ', ὦ παῖ, τρί' ἡμῖν, ἓν δὲ δοῦναι τῷ πατρί· μυῤῥίνας τ' αἴτησον ἐξ Αἰσχινάδου τῶν καρπίμων· χἄμα τῆς αὐτῆς ὁδοῦ Χαρινάδην τις βωσάτω, ὡς ἂν ἐμπίῃ μεθ' ἡμῶν, εὖ ποιοῦντος κὠφελοῦντος τοῦ θεοῦ τἀρώματα.» Ἡνίκ' ἂν δ' ἀχέτας ᾄδῃ τὸν ἡδὺν νόμον, διασκοπῶν ἥδομαι τὰς Λημνίας ἀμπέλους, εἰ πεπαίνουσιν ἤδη – τὸ γὰρ φῖτυ πρῷον φύσει – τόν τε φήληχ' ὁρῶν οἰδάνοντ'· εἶθ' ὁπόταν ᾖ πέπων, ἐσθίω κἀπέχω χἄμα φήμ'· «Ὧραι φίλαι·» καὶ τοῦ θύμου τρίβων κυκῶμαι· κᾆτα γίγνομαι παχὺς τηνικαῦτα τοῦ θέρους μᾶλλον ἢ θεοῖσιν ἐχθρὸν ταξίαρχον προσβλέπων τρεῖς λόφους ἔχοντα καὶ φοινικίδ' ὀξεῖαν πάνυ, ἣν ἐκεῖνός φησιν εἶναι βάμμα Σαρδιανικόν· ἢν δέ που δέῃ μάχεσθ' ἔχοντα τὴν φοινικίδα, τηνικαῦτ' αὐτὸς βέβαπται βάμμα Κυζικηνικόν· κᾆτα φεύγει πρῶτος ὥσπερ ξουθὸς ἱππαλεκτρυὼν τοὺς λόφους σείων· ἐγὼ δ' ἕστηκα λινοπτώμενος.
Ἡνίκ' ἂν δ' οἴκοι γένωνται, δρῶσιν οὐκ ἀνασχετά, τοὺς μὲν ἐγγράφοντες ἡμῶν, τοὺς δ' ἄνω τε καὶ κάτω ἐξαλείφοντες δὶς ἢ τρίς.
«Αὔριον δ' ἔσθ' ἥξοδος.» Τῷ δὲ σιτί' οὐκ ἐώνητ'· οὐ γὰρ ᾔδειν ἐξιών· εἶτα προσστὰς πρὸς τὸν ἀνδριάντα τὸν Πανδίονος εἶδεν αὑτόν, κἀπορῶν θεῖ τῷ κακῷ βλέπων ὀπόν.
Ταῦτα δ' ἡμᾶς τοὺς ἀγροίκους δρῶσι, τοὺς δ' ἐξ ἄστεως ἧττον, οἱ θεοῖσιν οὗτοι κἀνδράσιν ῥιψάσπιδες.
Ὧν ἔτ' εὐθύνας ἐμοὶ δώσουσιν, ἢν θεὸς θέλῃ.
Πολλὰ γὰρ δή μ' ἠδίκησαν, ὄντες οἴκοι μὲν λέοντες, ἐν μάχῃ δ' ἀλώπεκες.
{Τρυγαίος} Ἰοὺ ἰού. Ὅσον τὸ χρῆμ' ἐπὶ δεῖπνον ἦλθ' εἰς τοὺς γάμους. Ἔχ', ἀποκάθαιρε τὰς τραπέζας ταυτῃί· πάντως γὰρ οὐδὲν ὄφελός ἐστ' αὐτῆς ἔτι. Ἔπειτ' ἐπιφόρει τοὺς ἀμύλους καὶ τὰς κίχλας καὶ τῶν λαγῴων πολλὰ καὶ τοὺς κολλάβους.
{Δρεπανουργός} Ποῦ ποῦ Τρυγαῖός ἐστιν;
{Τρυγαίος} Ἀναβράττω κίχλας.
{Δρεπανουργός} Ὦ φίλτατ', ὦ Τρυγαῖ', ὅσ' ἡμᾶς τἀγαθὰ δέδρακας εἰρήνην ποήσας· ὡς πρὸ τοῦ οὐδεὶς ἐπρίατ' ἂν δρέπανον οὐδὲ κολλύβου, νυνὶ δὲ πέντε γ' αὐτὰ δραχμῶν ἐμπολῶ, ὁδὶ δὲ τριδράχμους τοὺς κάδους εἰς τοὺς ἀγρούς. Ἀλλ', ὦ Τρυγαῖε, τῶν δρεπάνων τε λάμβανε κάδων θ' ὅ τι βούλει προῖκα· καὶ ταυτὶ δέχου· ἀφ' ὧν γὰρ ἀπεδόμεσθα κἀκερδάναμεν τὰ δῶρα ταυτί σοι φέρομεν εἰς τοὺς γάμους.
{Τρυγαίος} Ἴθι νυν, καταθέμενοι παρ' ἐμοὶ ταῦτ' εἴσιτε ἐπὶ δεῖπνον ὡς τάχιστα· καὶ γὰρ οὑτοσὶ ὅπλων κάπηλος ἀχθόμενος προσέρχεται.
{Ὅπλων κάπηλος} Οἴμ' ὡς προθέλυμνόν μ', ὦ Τρυγαῖ', ἀπώλεσας.
{Τρυγαίος} Τί δ' ἐστίν, ὦ κακόδαιμον; Οὔ τί που λοφᾷς;
{Ὅπλων κάπηλος} Ἀπώλεσάς μου τὴν τέχνην καὶ τὸν βίον, καὶ τουτουὶ καὶ τοῦ δορυξοῦ 'κεινουί.
{Τρυγαίος} Τί δῆτα τουτοινὶ καταθῶ σοι τοῖν λόφοιν;
{Ὅπλων κάπηλος} Αὐτὸς σὺ τί δίδως;
{Τρυγαίος} Ὅ τι δίδωμ'; αἰσχύνομαι. Ὅμως δ' ὅτι τὸ σφήκωμ' ἔχει πόνον πολύν, δοίην ἂν αὐτοῖν ἰσχάδων τρεῖς χοίνικας, ἵν' ἀποκαθαίρω τὴν τράπεζαν τουτῳί.
{Ὅπλων κάπηλος} Ἔνεγκε τοίνυν εἰσιὼν τὰς ἰσχάδας· κρεῖττον γάρ, ὦ τᾶν, ἐστιν ἢ μηδὲν λαβεῖν.
{Τρυγαίος} Ἀπόφερ' ἀπόφερ' ἐς κόρακας ἀπὸ τῆς οἰκίας. Τριχοῤῥυεῖτον, οὐδέν ἐστον τὼ λόφω. Οὐκ ἂν πριαίμην οὐδ' ἂν ἰσχάδος μιᾶς.
{Ὅπλων κάπηλος} Τί δαὶ δεκάμνῳ τῷδε θώρακος κύτει ἐνημμένῳ κάλλιστα χρήσομαι τάλας;
{Τρυγαίος} Οὗτος μὲν οὐ μή σοι ποήσει ζημίαν. Ἀλλ' αἶρέ μοι τοῦτόν γε τῆς ἰσωνίας· ἐναποπατεῖν γάρ ἐστ' ἐπιτήδειος πάνυ –
{Ὅπλων κάπηλος} Παῦσαί μ' ὑβρίζων τοῖς ἐμοῖσι χρήμασιν.
{Τρυγαίος} Ὡδί, παραθέντι τρεῖς λίθους. Οὐ δεξιῶς;
{Ὅπλων κάπηλος} Ποίᾳ δ' ἀποψήσει ποτ', ὦμαθέστατε;
{Τρυγαίος} Τῃδί, διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμίας καὶ τῇδ'.
{Ὅπλων κάπηλος} Ἅμ' ἀμφοῖν δῆτ';
{Τρυγαίος} Ἔγωγε νὴ Δία, ἵνα μή γ' ἁλῶ τρύπημα κλέπτων τῆς νεώς.
{Ὅπλων κάπηλος} Ἔπειτ' ἐπὶ δεκάμνῳ χεσεῖ καθήμενος;
{Τρυγαίος} Ἔγωγε νὴ Δί', ὦπίτριπτ'. Οἴει γὰρ ἂν τὸν πρωκτὸν ἀποδόσθαι με χιλιῶν δραχμῶν;
{Ὅπλων κάπηλος} Ἴθι δή, 'ξένεγκε τἀργύριον.
{Τρυγαίος} Ἀλλ', ὦγαθέ, θλίβει τὸν ὄῤῥον. Ἀπόφερ', οὐκ ὠνήσομαι.
{Ὅπλων κάπηλος} Τί δ' ἆρα τῇ σάλπιγγι τῇδε χρήσομαι, ἣν ἐπριάμην δραχμῶν ποθ' ἑξήκοντ' ἐγώ;
{Τρυγαίος} Μόλυβδον εἰς τουτὶ τὸ κοῖλον ἐγχέας ἔπειτ' ἄνωθεν ῥάβδον ἐνθεὶς ὑπόμακρον, γενήσεταί σοι τῶν κατακτῶν κοττάβων.
{Ὅπλων κάπηλος} Οἴμοι καταγελᾷς.
{Τρυγαίος} Ἀλλ' ἕτερον παραινέσω. Τὸν μὲν μόλυβδον, ὥσπερ εἶπον, ἔγχεον, ἐντευθενὶ δὲ σπαρτίοις ἠρτημένην πλάστιγγα πρόσθες, καὐτό σοι γενήσεται τὰ σῦκ' ἐν ἀγρῷ τοῖς οἰκέταισιν ἱστάναι.
{Ὅπλων κάπηλος} Ὦ δυσκάθαρτε δαῖμον, ὥς μ' ἀπώλεσας, ὅτ' ἀντέδωκα κἀντὶ τῶνδε μνᾶν ποτέ. Καὶ νῦν τί δράσω; Τίς γὰρ αὔτ' ὠνήσεται;
{Τρυγαίος} Πώλει βαδίζων αὐτὰ τοῖς Αἰγυπτίοις· ἔστιν γὰρ ἐπιτήδεια συρμαίαν μετρεῖν.
{Ὅπλων κάπηλος} Οἴμ', ὦ κρανοποί', ὡς ἀθλίως πεπράγαμεν.
{Τρυγαίος} Οὗτος μὲν οὐ πέπονθεν οὐδέν.
{Ὅπλων κάπηλος} Ἀλλὰ τί ἔτ' ἐστὶ τοῖσι κράνεσιν ὅ τι τις χρήσεται;
{Τρυγαίος} Ἐὰν τοιαυτασὶ μάθῃ λαβὰς ποεῖν, ἄμεινον ἢ νῦν αὔτ' ἀποδώσεται πολύ.
{Ὅπλων κάπηλος} Ἀπίωμεν, ὦ δορυξέ.
{Τρυγαίος} Μηδαμῶς γ', ἐπεὶ τούτῳ γ' ἐγὼ τὰ δόρατα ταῦτ' ὠνήσομαι.
{Ὅπλων κάπηλος} Πόσον δίδως δῆτ';
{Τρυγαίος} Εἰ διαπρισθείη δίχα, λάβοιμ' ἂν αὔτ' εἰς χάρακας ἑκατὸν τῆς δραχμῆς.
{Ὅπλων κάπηλος} Ὑβριζόμεθα. Χωρῶμεν, ὦ τᾶν, ἐκποδών.
{Τρυγαίος} Νὴ τὸν Δί', ὡς τὰ παιδί' ἤδη 'ξέρχεται οὐρησόμενα τὰ τῶν ἐπικλήτων δεῦρ', ἵνα ἅττ' ᾄσεται προαναβάληταί, μοι δοκεῖ. Ἀλλ' ὅ τι περ ᾄδειν ἐπινοεῖς, ὦ παιδίον, αὐτοῦ παρ' ἐμὲ στὰν πρότερον ἀναβαλοῦ 'νθαδί.
{παῖς Α᾿} Νῦν αὖθ' ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα –
{Τρυγαίος} Παῦσαι ὁπλοτέρους ᾄδων, καὶ ταῦτ', ὦ τρισκακόδαιμον, εἰρήνης οὔσης· ἀμαθές γ' εἶ καὶ κατάρατον.
{παῖς Α᾿} Οἱ δ' ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾿ ἀλλήλοισιν ἰόντες, σύν ῥ' ἔβαλον ῥινούς τε καὶ ἀσπίδας ὀμφαλοέσσας.
{Τρυγαίος} Ἀσπίδας; οὐ παύσει μεμνημένος ἀσπίδος ἡμῖν;
{παῖς Α᾿} Ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.
{Τρυγαίος} Ἀνδρῶν οἰμωγή; κλαύσει νὴ τὸν Διόνυσον οἰμωγὰς ᾄδων, καὶ ταύτας ὀμφαλοέσσας.
{παῖς Α᾿} Ἀλλὰ τί δῆτ' ᾄδω; Σὺ γὰρ εἰπέ μοι οἷστισι χαίρεις.
{Τρυγαίος} «Ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα,» καὶ τὰ τοιαυτί· «ἄριστον προτίθεντο καὶ ἅσσ' ἥδιστα πάσασθαι.»
{παῖς Α᾿} Ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὐχένας ἵππων ἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμου ἐκόρεσθεν.
{Τρυγαίος} Εἶἑν· ἐκόρεσθεν τοῦ πολέμου κᾆτ' ἤσθιον. Ταῦτ' ᾆδε, ταῦθ', ὡς ἤσθιον κεκορημένοι.
{παῖς Α᾿} Θωρήσσοντ' ἄρ' ἔπειτα πεπαυμένοι –
{Τρυγαίος} Ἄσμενοι, οἶμαι.
{παῖς Α᾿} πύργων δ' ἐξεχέοντο, βοὴ δ' ἄσβεστος ὀρώρει.
{Τρυγαίος} Κάκιστ' ἀπόλοιο, παιδάριον, αὐταῖς μάχαις· οὐδὲν γὰρ ᾄδεις πλὴν πολέμους. Τοῦ καί ποτ' εἶ;
{παῖς Α᾿} Ἐγώ;
{Τρυγαίος} Σὺ μέντοι νὴ Δί'.
{παῖς Α᾿} Υἱὸς Λαμάχου.
{Τρυγαίος} Αἰβοῖ. Ἦ γὰρ ἐγὼ θαύμαζον ἀκούων, εἰ σὺ μὴ εἴης ἀνδρὸς βουλομάχου καὶ κλαυσιμάχου τινὸς υἱός. Ἄπεῤῥε καὶ τοῖς λογχοφόροισιν ᾆδ' ἰών. Ποῦ μοι τὸ τοῦ Κλεωνύμου 'στὶ παιδίον; Ἆισον πρὶν εἰσιέναι τι· σὺ γὰρ εὖ οἶδ' ὅτι οὐ πράγματ' ᾄσει· σώφρονος γὰρ εἶ πατρός.
{παῖς Β᾿} Ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων –
{Τρυγαίος} Εἰπέ μοι, ὦ πόσθων, εἰς τὸν σαυτοῦ πατέρ' ᾄδεις;
{παῖς Β᾿} ψυχὴν δ' ἐξεσάωσα –
{Τρυγαίος} καταισχυνάς γε τοκῆας. Ἀλλ' εἰσίωμεν· εὖ γὰρ οἶδ' ἐγὼ σαφῶς ὅτι ταῦθ' ὅσ' ᾖσας ἄρτι περὶ τῆς ἀσπίδος οὐ μὴ 'πιλάθῃ ποτ' ὢν ἐκείνου τοῦ πατρός. Ὑμῶν τὸ λοιπὸν ἔργον ἤδη 'νταῦθα τῶν μενόντων φλᾶν ταῦτα πάντα καὶ σποδεῖν, καὶ μὴ κενὰς παρέλκειν Ἀλλ' ἀνδρικῶς ἐμβάλλετε καὶ σμώχετ' ἀμφοῖν τοῖν γνάθοιν· οὐδὲν γάρ, ὦ πόνηροι, λευκῶν ὀδόντων ἔργον ἔστ', ἢν μή τι καὶ μασῶνται.
{Χορός Γεωργῶν} Ἡμῖν μελήσει ταῦτά γ'· εὖ ποεῖς δὲ καὶ σὺ φράζων. Ἀλλ', ὦ πρὸ τοῦ πεινῶντες, ἐμβάλλεσθε τῶν λαγῴων· ὡς οὐχὶ πᾶσαν ἡμέραν πλακοῦσιν ἔστιν ἐντυχεῖν πλανωμένοις ἐρήμοις. Πρὸς ταῦτα βρύκετ' ἢ τάχ' ὑμῖν φημι μεταμελήσειν.
{Τρυγαίος} Εὐφημεῖν χρὴ καὶ τὴν νύμφην ἔξω τινὰ δεῦρο κομίζειν δᾷδάς τε φέρειν, καὶ πάντα λεὼν συγχαίρειν κἀπικελεύειν. Καὶ τὰ σκεύη πάλιν εἰς τὸν ἀγρὸν νυνὶ χρὴ πάντα κομίζειν ὀρχησαμένους καὶ σπείσαντας καὶ Ὑπέρβολον ἐξελάσαντας, κἀπευξαμένους τοῖσι θεοῖσιν διδόναι πλοῦτον τοῖς Ἕλλησιν, κριθάς τε ποεῖν ἡμᾶς πολλὰς πάντας ὁμοίως οἶνόν τε πολύν, σῦκά τε τρώγειν, τάς τε γυναῖκας τίκτειν ἡμῖν, καὶ τἀγαθὰ πάνθ' ὅσ' ἀπωλέσαμεν συλλέξασθαι πάλιν ἐξ ἀρχῆς, λῆξαί τ' αἴθωνα σίδηρον. Δεῦρ', ὦ γύναι, εἰς ἀγρόν, χὤπως μετ' ἐμοῦ καλὴ καλῶς κατακείσει. Ὑμήν, Ὑμέναι' ὤ.
{Χορός Γεωργῶν} Ὦ τρισμάκαρ, ὡς δικαίως τἀγαθὰ νῦν ἔχεις. Ὑμήν, Ὑμέναι' ὤ. Ὑμήν, Ὑμέναι', ὤ.
{Τρυγαίος} Τί δράσομεν αὐτήν;
{Χορός Γεωργῶν} Τί δράσομεν αὐτήν;
{Τρυγαίος} Τρυγήσομεν αὐτήν.
{Χορός Γεωργῶν} Τρυγήσομεν αὐτήν. Ἀλλ' ἀράμενοι φέρωμεν οἱ προτεταγμένοι τὸν νυμφίον, ὦνδρες. Ὑμήν, Ὑμέναι', ὤ. Ὑμήν, Ὑμέναι' ὤ.
{Τρυγαίος} Οἰκήσετε γοῦν καλῶς οὐ πράγματ' ἔχοντες, ἀλλὰ συκολογοῦντες. Ὑμήν, Ὑμέναι', ὤ. Ὑμήν, Ὑμέναι', ὤ.
{Χορός Γεωργῶν} Τοῦ μὲν μέγα καὶ παχύ, τῆς δ' ἡδὺ τὸ σῦκον.
{Τρυγαίος} Φήσεις γ' ὅταν ἐσθίῃς οἶνόν τε πίῃς πολύν. Ὑμήν, Ὑμέναι', ὤ. Ὑμήν, Ὑμέναι', ὤ. Ὦ χαίρετε χαίρετ' ἄνδρες· κἂν ξυνέπησθέ μοι, πλακοῦντας ἔδεσθε.