Λεξικὸν κατὰ στοιχεῖον τῆς τὲ Ἰλιάδος καὶ Ὀδυσσείας
Ἀπολλώνιου Σοφιστοῦ (1ος αἰών μ.Χ.)
[Α] ψιλῶς καὶ δασέως ἐκφερόμενον δηλοῖ σχετλιασμόν, στέρησιν, πολύ, ὁμοῦ, φαῦλον, ἴσον, ὅμοιον, σύν, σχετλιασμόν, ὅταν ἀποδυσπετοῦντες λέγωμεν ἆ, στέρησιν, ὅταν λέγωμεν ἀσθενὲς τὸ ἐστερημένον τοῦ ὑπάρχοντος σθένους, πολύ, ὅταν φῶμεν ἀχανὲς πέλαγος ἀντὶ τοῦ ἐπὶ πολὺ κεχηνός, ὁμοῦ, οἷον ἀδελφὸς ὁ ὁμόδελφος καὶ ἀκολουθοῦν τὸ ὁμοκέλευθον· τὸ δὲ φαῦλον, τὸ κακοπρόσωπον καὶ κακοτράχηλον ὅταν φάσκωμεν ἀπρόσωπον καὶ ἀτράχηλον· τὸ δὲ ἴσον καὶ ὅμοιον, ὅταν οἱ ποιηταὶ τὴν ἰσολεχῆ καὶ ὁμόκοιτον ἄλοχον καὶ ἄκοιτιν καλῶσιν· τὸ δὲ σύν,ὅταν ἀντὶ τοῦ συνέτυχεν ἀβόλησεν λέγωμεν. σημαίνει δὲ καὶ ἄρθρον, καὶ τὰ αὑτοῦ. ὅταν μὲν οὖν τὸ ἄρθρον, ἄρ' οὐ τελέεσθαι ἔμελλεν,» ὅτε δὲ τὰ αὑτοῦ, «ἤτοι ὁ μὲν τὰ ἃ δῶκεν.» ἔχει δὲ καὶ ἄλλας πλείονας δυνάμεις.
[ἀάατος] ὁ ἀβλαβὴς καὶ εὐχερὴς καὶ (δι' οὗ) ἄνευ ἄτης. ἐνίοτε δὲ τὸν ἐπιβλαβῆ καὶ δυσχερῆ, ὡς ἐν τῷ «μνηστήρεσσιν ἄεθλον ἄατον· οὐ γὰρ ὀΐω.» διὰ δὲ τοῦ Χ τὴν ἀβλαβῆ· «οὗτος μὲν δὴ ἄεθλος ἄατος ἐκτετέλεσται.»
[ἄασαν] ἔβλαψαν.
[ἀασάμην] ἐβλάβην, ἄτῃ περιέπεσον.
[ἀάπτους] οἱ μὲν δασύνοντες τὴν δευτέραν ἀποδιδόασιν ἀπροςπελάστους, ὧν οὐκ ἄν τις ἅψαιτο, οἱ δὲ ψιλῶς ἀναγινώσκοντες ἀπτοήτους, ἔνιοι δὲ ἀνεκφεύκτους ἢ χαλεπάς, ἵν' ᾖ τὸ μὲν πρῶτον ἐπεκτεταμένον, τὸ δὲ δεύτερον συγκεκομμένον.
[ἀάσχετον] ἀκατάσχετον, ἀνυπομόνητον, ἢ τὸ κατ' ἀπόφασιν τοῦ σχετοῦ. εἴρηται δὲ κατ' ἐπέκτασιν· τὸ γὰρ αὐτὸ καὶ δι' αὐτοῦ «ἄσχετον οὐκ ἐπιεικτόν» καὶ «μητρός τοι μένος ἐστὶν ἀάσχετον οὐκ ἐπιεικτόν.»
[ἀαγές] ἄθραυστον, ἰσχυρόν.
[ἀάσαι] πολλαχῶς καὶ ἄγαν βλάψαι.
[ἀᾶται] ἄγαν βλάπτει.
[ἀασίφρων] βλαβεσίφρων. εἴρηται καὶ ἀεσίφρων· σημαίνει τῷ ἔχοντι κεκοιμημένας τὰς φρένας καὶ οὐ διεγηγερμένας.
[ἀάσατο] ἠγνόησεν, ἥμαρτεν, ἐφθόνησεν.
[ἀᾶσθαι] λωβᾶσθαι, κακοῦν.
[ἀασιφρονία] φρενοβλάβεια.
[ἄατον] μέγαν, ἀκόρητον, πονηρόν. οἱ δὲ ἄβλητον, οἱ δὲ ἄτονον.
[ἀδεῖν] ὀχλεῖν, ἀπορεῖν, ἀδικεῖσθαι, ἀσιτεῖν.
[ἀάλιον] ἄτακτον, ἀκρατές.
[ἀβάλε] εἴθε.
[ἀβάκησαν.] τῶν ἅπαξ εἰρημένων. σημαίνει δὲ τὸ ἠγνόησαν. οἱ δὲ τὸν ἀσύνετον καὶ ...άη ἀβάκην λέγουσιν. ὁ περιέχων τὴν λέξιν στίχος «οἱ δ' ἀβάκησαν ἅπαντες, ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα.» ὁ δὲ Ἀπίων κατὰ στέρησιν τοῦ βάζειν, τὸ δὲ λέγειν καὶ ἱστορεῖν, οἱονεὶ φάζειν, ὅπερ ἐστὶ φράζειν κατὰ παράλειψιν τοῦ (ρ).
[ἀβληχρήν] οἱ μὲν ἁπαλήν, οἱ δὲ ἀσθενῆ· «ἀβλήχρ' οὐδενόσωρα, τὰ δ' οὐ μένος ἁμὸν ἐρύξει» καὶ ἐπὶ τοῦ «θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ ἀβληχρὸς ἅμα τοῖος ἐλεύσεται» οἷον ἀσθενής, ἀμαυρός.
[ἀβλῆτα.] ἅπαξ εἴρηται ἡ λέξις· «ἀβλῆτα, πτερόεντα, μελαινάων ἕρμ' ὀδυνάων,» οὔποτε ἄλλοτε βεβλημένον, καινόν· ἢ πολυβλῆτα οἷον πολλοὺς βεβληκότα.
[ἀβρότη] ἐπὶ τοῦ «νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο Τρῶες.» καὶ οἱ μὲν ἐρήμην βροτῶν φασίν, οἱ δὲ τὴν ἀθάνατον, ἐξ οὗ ἡ θεία νοεῖται· ἐν δὲ ἄλλοις «ἀμβροσίην διὰ νύκτα.» βέλτιον δὲ τὸ πρότερον.
[ἀβροτάξωμεν] ἁμάρτωμεν ἀλλήλων· «ἀβροτάξομεν ἀλλήλοιιν ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι» ὃ ἡμεῖς λέγομεν διαμφοδήσομεν, ἀπὸ τοῦ ἀποτυχεῖν τὸν βροτὸν τοῦ βροτοῦ κατὰ τὴν συνάντησιν. ὅθεν καὶ τὸν βουλόμενον τρῶσαι καὶ μὴ ἐπιτυχῆ ἤμβροτες λέγει.
[ἄβρομοι] σὺν βρόμῳ πολλῷ· «ἄβρομοι, αὐΐαχοι, ἔλπονται δὲ νῆας Ἀχαιῶν αἱρήσειν.» καὶ τὸ αὐΐαχοι μετὰ ἰαχῆς μεγάλης, ὡς ἀχανὲς πέλαγος τὸ μεγάλως κεχηνός. ὁ δὲ Ἀπίων ἤτοι ἄφωνοι καὶ ἥσυχοι ὡς ἂν παρατάξεως οὐχὶ γιγνομένης· βρόμος δὲ κατὰ μίμησιν ἡ ποιὰ φωνή. βέλτιον δὲ τὸ πρῶτον, ὅ ἐστι πολύβρομοι καὶ πολυΐαχοι· ἀεὶ γὰρ αὐτοὺς κεκραγότας εἰσάγει, οἷον «Τρῶες μὲν κλαγγῇ τ' ἐνοπῇ τ' ἴσαν ὄρνιθες ὥς,» ἐν ταῖς εὐπραγίαις ἐπαιρομένους. τοῦ δὲ αὐΐαχοι περισσόν ἐστι τὸ (υ).
[ἀβλαβές] ἀσθενὲς καὶ φαῦλον καὶ οἱονεὶ ἀβλεπές, κατὰ συγγένειαν τοῦ (μ) πρὸς τὸ (π).
[ἀβίων.] τῶν ἅπαξ εἰρημένων· «γλακτοφάγων ἀβίων τε, δικαιοτάτων ἀνθρώπων.» ὁ μὲν Ἀρίσταρχος ὡς ἔθνους οὕτω λεγομένου ἀκούει, καθ᾿ ὧν καὶ τοὺς γλακτοφάγους τετάχθαι καὶ τοὺς δικαιοτάτους (διὸ καὶ γράφει χωρὶς τοῦ τέ συνδέσμου), ἢ ὡς δικαίως βιούντων κατὰ στέρησιν τῆς βίας, ἢ τὸν ὡρισμένον βίον οὐκ ἐχόντων. ἔνιοι δὲ γράφουσι σὺν τῷ τέ «δικαιοτάτων τ' ἀνθρώπων,» καὶ ἀποδιδόασι τοὺς ἀβίους ἤτοι τοὺς βίᾳ μὴ χρωμένους. οἱ δὲ τοὺς μακροβίους. οἱ δὲ κατὰ τῶν ὀνοματικῶς λεγομένων Ἀγαυῶν πάντα ἐπίθετα λέγεσθαι, τοὺς ἱππημολγούς, τοὺς δικαιοτάτους καὶ ἀβίους γλακτοφάγους. ὁ δὲ Ἀπίων ἤτοι πῶς καὶ ὁμοίως βιούντων, ἢ τοῖς βίοις ἐλλειπόντων. ἔνιοι δὲ κακοβίων, καὶ τοῦ (α) ταύτην τὴν δύναμιν ἔχοντος. εὔλογον δὲ δικαίους ὑπάρχειν τοὺς τοιούτους· οἷς γὰρ πολυτελείας καὶ τρυφῆς οὐ φροντίς, τούτοις οὐδὲ πλεονεξία καὶ τῶν ἀλλοτρίων ἐπιθυμία προσέσται. ἄλλοι δὲ περισπῶντες, ἀβιῶν, δέχονται τῶν βιοῖς μὴ χρωμένων· οὕτω γὰρ τὰ τόξα βιοὶ λέγονται.
[Ἀβαρβαρέη] ὁ Ἀπίων παρατίθεται Ναΐδος εἶναι Νύμφης ὄνομα· «Νηῒς Ἀβαρβαρέη τέκ' ἀμύμονι Βουκολίωνι.»
[Ἄβαντες] οἱ Εὐβοεῖς.
[Ἀβυδόθεν] ἐξ Ἀβύδου. ἔστι δὲ πόλις Τρωϊκή.
[ἀγροιῶται] ἄγροικοι· «νήπιοι ἀγροιῶται, ἐφημέριοι φρονέοντες.»
[ἀγαπήνορος,] ὅταν ἐπίθετον, ἀγαπῶντος τὴν ἠνορέην· «Μηριόνης θεράπων ἀγαπήνορος Ἰδομενῆος.» ἔστι δὲ καὶ κύριον ὄνομα· «τῶν ἦρχ' Ἀγκέοιο πάϊς κρείων Ἀγήνωρ.»
[ἀγός] ἡγεμών, ἀπὸ τοῦ ἄγειν τοὺς ὑποτεταγμένους.
[ἀγλαΐας] τὰς καλλονὰς καὶ τοὺς κόσμους· «ἀγλαΐας τῇς νῦν γε μετὰ δμωῇσι κέκασται.» καὶ ἑνικῶς «ἀγλαΐην γὰρ ἔμοιγε θεοὶ οἳ Ὄλυμπον ἔχουσιν ὤλεσαν.» ἔστι δὲ καὶ Ἀγλαΐη κύριον ὄνομα· «Νηρεὺς Ἀγλαΐης υἱὸς Χαροποῖο ἄνακτος.»
[ἀγορεύειν] κυρίως μὲν ἐν ἐκκλησίᾳ λέγειν, καταχρηστικῶς δὲ ψιλῶς τὸ λεγόμενον.
[ἀγχοῦ] ἐγγύς.
[ἀγορά] ἡ ἐκκλησία, τὸ πλῆθος καὶ ὁ τόπος καὶ τὸ συνάθροισμα.
[ἀγλαά] καλά, παρὰ τὴν αἴγλην τὰ λαμπρά, ἢ κατὰ μετάθεσιν ἀγλαά, ἐφ' οἷς ἄν τις ἀγαλθείη.
[ἄγυρις] συναγωγὴ ἢ ἄθροισις εἰς ταὐτό.
[ἀγελαίην] ἄφετον, ἀδάμαστον· «αὐτὰρ Ἀθηναίῃ γλαυκώπιδι βοῦν ἀγελαίην.»
[ἀγέλαστα] οὐ γέλωτος ἄξια ἀλλ' οἷον ἀγανακτήσεως· «δεῦθ' ἵνα ἔργ' ἀγέλαστα καὶ οὐκ ἐπιεικτὰ ἴδησθε.» ἔνιοι δὲ γέλωτος ἄξια. βέλτιον δὲ τὸ πρῶτον.
[ἀγκυλομήτεω] ἐπὶ τοῦ Κρόνου, καθ᾿ Ὅμηρον, τοῦ δυναμένου περὶ τῶν ἀγκύλων καὶ σκολιῶν εὖ βουλεύεσθαι.
[ἀγκύλον] σκολιόν.
[ἀγοστόν] ἀγκῶνα. τὸ ὑγιές, τὸ ἐντὸς τῶν χειρῶν ἢ βραχιόνων· τούτοις γὰρ τοῖς μέρεσι προσαγόμεθα πρὸς ἑαυτοὺς ὃ ἐὰν βουλώμεθα. διό φησιν «ἕλε γαῖαν ἀγοστῷ.» τοῦτο τὸ μέρος, οἱονεὶ ὁ ἀγκών, ὁ ἄγων, τοῦ (κ) πρὸς τὸ (γ) συγγένειαν ἔχοντος. ἄλλοι δέ, ἀγοστὸς ἀγκὼν παρὰ τὸ ἄγαν ὀστώδης εἶναι.
[ἀγάασθαι] ἐπὶ μὲν τοῦ θαυμάζειν «ὡς σὲ γύναι ἄγαμαι τέθηπά τε δείδιά τ' αἰνῶς,» ἐπὶ δὲ τοῦ φθονεῖν «ἐξείπω, καὶ μήτι κότῳ ἀγάσησθε ἕκαστος,» ἐπὶ δὲ τοῦ ζηλοῦν «ὣς δ' αὖ νῦν μοι ἀγάασθε θεοὶ βροτὸν ἄνδρα παρεῖναι.»
[ἄγη] θάμβος καὶ κατάπληξις· «ἄγη μ' ἔχει· οὐκ ἂν ἔμοιγε ἐλπομένῳ τὰ γένοιτ', οὐδ' εἰ θεοὶ ὣς ἐθέλοιεν.»
[ἀγαπαζόμενοι] ἀγαπῶσαι· «κύνεον ἀγαπαζόμεναι.»
[ἀγαπαζόμεθα] Ἡλιόδωρος ἄγαν προσεκείμεθα· «ἀλλ' ὅτε δὴ πάντες ἀγαπαζόμεθ' ἐξερέοντες.»
[ἀγάῤῥοος] ἄγαν ῥοώδης.
[ἀγκάζοντο] ταῖς ἀγκάλαις ᾖρον· «ἀπὸ χθονὸς ἀγκάζοντο ὕψι μάλα μεγάλως» καὶ «ἀγκὰς ἀλλήλων λαβέτην χερσὶ στιβαρῇσι» καὶ «ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν.» ὅθεν καὶ τὰς ἀγκάλας ἀγκαλίδας λέγομεν· «ἐν ἀγκαλίδεσσι τιθήνης.» καὶ τὸ φορτίον τῶν ξύλων ἀγκαλὶς λέγεται κατὰ τὴν ἡμετέραν συνήθειαν.
[ἄγχι σχὼν κεφαλήν] ἐγγὺς ἔχων τὴν κεφαλήν.
[ἀγανόφρων] οἷον προσηνής, ἄγαν αἰνόφρων τις ὤν, ἄγαν αἰνετός.
[ἀγκοῖναι] ἀγκάλαι· «ἐν ἀγκοίνῃσιν ἰαύειν.» οἱ δὲ νεώτεροι καὶ τὰς ἀγκύρας οὕτω λέγουσιν.
[ἀγχηστῖναι] συνεχεῖς καὶ σύνεγγυς ἀλλήλων, οἷον ἀλλεπάλληλαι· «αἱ μέν τ' ἀγχηστῖναι ἐπ᾿ ἀλλήλῃσι κέχυνται,» καὶ ἀρσενικῶς «οἱ δ' ἀγχηστῖνοι ἔπιπτον νεκροὶ ὁμοῦ Τρώων καὶ Ἀχαιῶν.» παρῆκται δὲ ἡ λέξις παρὰ τὸ ἄγχι καὶ ἀγχοῦ, ἅπερ συνήθως ἐπὶ τοῦ σύνεγγυς τίθησιν.
[ἄγριον αἶγα] αἴγαγρον· «εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα.»
[ἀγχίμολον] ἐπὶ μὲν τοῦ μετ' ὀλίγον «ἀγχίμολον δὲ μετ' αὐτοὺς ἐβήσετ' Ὀδυσσεύς» καὶ «ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί,» ἐπὶ δὲ τοῦ σύνεγγυς τόπου «τὸν δ' ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ.»
[ἀγχιβαθής] ἡ ἀγχοῦ τῆς γῆς βαθεῖα· «ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔπως ἔστι πόδεσσι στήμεναι.»
[ἀγάννιφος] ἄγαν χιονώδης. ὅταν δὲ Ὄλυμπος ἀγάννιφος, ἀπὸ τῶν κάτω μερῶν τροπικῶς κατὰ συνεκδοχὴν νοεῖται, ἐπεὶ τὰ ἐνουράνια μέρη τοῦ ὄρους οὐδαμῶς. διωρίζετο γοῦν περὶ αὐτῶν· «Ὄλυμπον δ' ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ ἔμμεναι· οὔτ' ἀνέμοισι τινάσσεται, οὐδέ ποτ' ὄμβρῳ δεύεται, οὔτε χιὼν ἐπιπίλναται· ἀλλὰ μάλ' αἰεὶ αἴθρη πέπταται ἀννέφελος, λευκὴ δ' ἐπιδέδρομεν αἴγλη.»
[ἀγών] ὁ τόπος εἰς ὃν συνάγονται· «καὶ οὖν οἵπερ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον» καὶ «αὐτόματοι θεῖον δύσονται ἀγῶνα.» τὸ δὲ ἄθροισμα τῶν συναγομένων «λύτο δ' ἀγών, λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι ἐσκίδναντ' ἰέναι.»
[ἀγείνεον] ἦγον, καὶ (ἀγινεῖν) ἄγειν.
[ἄγρωστις] εἶδος βοτάνης· «ποταμὸν παρὰ δινήεντα τρώγειν ἄγρωστιν μελιηδέα.» ὁ δὲ Ἀπίων ἀπὸ τοῦ ἐν ἀγροῖς γείνεσθαι. ἢ ἀγρόεσθις ἡ ἐν ἀγροῖς ἐσθιομένη· παρὰ γὰρ τῷ ποταμῷ αἱ τῆς Ναυσικάας ἡμίονοι τὴν ἄγρωστιν ἐσθίουσιν.
[ἄγραυλοι] ἐπ᾿ ἀγρῷ αὐλιζόμενοι· «ὡς δ' ὅταν ἄγραυλοι πόριες.»
[ἀγρώσσων] οἷον ἀγρεύων· «ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ.»
[ἄγριον αἰχμητήν] ἄγριον ἐν τῷ αἰχμάζειν, ὅ ἐστι μάχεσθαι. ὅταν δὲ λέγῃ ἄγριον αἶγα, τὴν αἴγαγρον σημαίνει. δηλοῖ δὲ καὶ τὸ κύριον ὄνομα, ὡς ἐπὶ τοῦ «Ἄγριος ἠδὲ Μέλας, τρίτατος ἦν ἱππότα Οἰνεύς.»
[ἄγρει.] τοῦτο παρακελευστικῶς λέγει, ἄγε· «ἄγρει νῦν μοι ἔπορσον Ἀθηναίην ἀγελίην,» καὶ ἐν Ὀδυσσείᾳ «ἄγρει δὴ πῦρ κείονται ἐνὶ μεγάροισι Μελανθεῦ.» καὶ πληθυντικῶς ἀντὶ τοῦ ἄγετε· «ἀγρεῖθ', αἱ μὲν δῶμα κορήσατε ποιπνύουσαι»
[ἀγκλίνας] ἀνακλίνας, ὡς ἐπὶ τοῦ «ἀγκλίνας δέ, πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι.» τάσσεται δὲ καὶ ἐπὶ τοῦ ἀνοίξας, ὡς ἐν τῇ μνηστηροφονίᾳ· «ὃς θαλάμοιο θύρας πυκινὰς ἀραρυίας κάλλιπον ἀγκλίνας· τῶν δὲ σκότος ἦεν ἀμείνων.»
[ἀγελείην] λείας ἄγουσαν, οἷον λάφυρα. ἔνιοι δέ, ἄγουσαν τοὺς ἐπὶ πόλεμον ὄχλους. βέλτιον δὲ τὸ πρότερον.
[ἄγαλμα] πᾶν ἐφ' ᾧ τις ἀγάλλεται, καὶ οὐχὶ τὸ ξόανον. φησὶ γοῦν ἐν μὲν Ἰλιάδι «βασιλῆϊ δὲ κεῖται ἄγαλμα, ἀμφότερον, κόσμος θ' ἵππων ἐλατῆρί τε κῦδος,» ἐν Ὀδυσσείᾳ δὲ «ἀσκήσας, ἵν' ἄγαλμα θεὰ κεχαροίατ' ἰδοῦσα.» καὶ πληθυντικῶς «πολλὰ δ' ἀγάλματ' ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε.»
[ἀγείρομεν] συναθροίσομεν· «ἐς δ' ἐρέτας ἐπιτηδὲς ἀγείρομεν.»
[ἀγαυόν] καλόν, ἐπιφανές, θαυμάσιον. ὁ δὲ Ἀπίων καλός, σεμνός, ἀπὸ τοῦ πολλαχῶς γαίειν, ὅ ἐστι γαυριᾶν. ποτὲ δὲ σημαίνει καὶ ἔθνος ὀνοματικῶς οὕτω λεγόμενον· «καὶ Ἀγαυῶν ἱππημολγῶν.» καὶ ἐπὶ τοῦ ἄγαν καλοῦ «Ἠὼς δ' ἐκ λεχέων παρ' ἀγαυοῦ Τιθωνοῖο.»
[ἀγυιαί] αἱ ὁδοί, ἀπὸ τοῦ δι' αὐτῶν ἄγειν, ὅ ἐστι πορεύεσθαι, καθό φησι «Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην» ἀντὶ τοῦ πρὸς Λαοδίκην πορευομένη.
[ἀγγελίην] ἀγγελίαν· «ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα ἦλθον δεῦρο φέρουσα παρὰ Διὸς αἰγιόχοιο» καὶ «ἦ μάλα λυγρῆς πεύσεται ἀγγελίης.» ποτὲ δὲ ἀντὶ τοῦ ἄγγελος· «ἔνθ' αὖ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί» ἀντὶ τοῦ τὸν Τυδέα ἄγγελον ἀπέστειλαν, καὶ «σεῦ ἕνεκ' ἀγγελίης.» Ζηνόδοτος δὲ τοῦτο ἀγνοήσας μεταγράφει «ἧς ἕνεκ' ἀγγελίης.»
[ἀγήνωρ] ἤτοι ἄγαν ἀνδρεῖος, τῆς ἠνορέας ἐγκειμένης, ἢ ὅταν αὐθάδης καὶ ὑβριστής· «μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα μυρία δῶρα διδούς· ὁ δ' ἀγήνωρ ἐστὶ καὶ ἄλλως.» καὶ «οὔ θήν μιν πάλιν αὖτις ἀνήσῃ θυμὸς ἀγήνωρ νεικείην βασιλῆας.» καὶ ἡ [ἀγηνορία] δὲ παραπλησίως ἤτοι ἄγαν ἀνδρία ἢ αὐθάδεια, ὡς καὶ ἐπὶ τοῦ «νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας.» ὅταν δ' ἐπὶ τοῦ λέοντος λέγῃ «ἀγηνορίη δέ μιν ἔκτα, τάρφεά τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων,» καταχρηστικῶς λέγεται.
[ἀγρονόμοι] πρὸς διάφορον τόνον καὶ σημασίαν. καὶ ἅπαξ εἴρηται ἐν Ὀδυσσείᾳ, «ἀγρονόμοι παίζουσι, γέγηθε δ' ἄρα φρένα Λητώ,» ἐπὶ τῶν Νυμφῶν. τῆς μὲν οὖν παρεσχάτης ὀξυτονουμένης ἀκούονται αἱ ἐν ἀγροῖς νέμουσαι, τῆς δὲ δευτέρας αἱ ἐν ἀγροῖς νεμόμεναι.
[ἀγρόται] θηρευταί· «οἷσί τε τέκνα ἀγρόται ἐξείλοντο.»
[ἀγανοῖς] ἄγαν αἰνετοῖς, προσηνέσιν.
[ἀγανοφροσύνη] ἡ τῶν φρενῶν προσήνεια· «σή τ' ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηῦρα.»
[ἀγέρωχοι.] ἡ μὲν καθ᾿ ἡμᾶς συνήθεια τὴν λέξιν ἐπὶ τοῦ ψόγου ταύτην τάσσει· τοὺς γὰρ αὐθάδεις καὶ ἀπαιδεύτους ἀγερώχους λέγει. ὁ δὲ Ὅμηρος τοὺς ἄγαν ἐντίμους, ἀπὸ τοῦ ἄγαν ἐπὶ τοῦ γέρως ὀχεῖσθαι· «ὣς αὖτις καθ᾿ ὅμιλον ἔδυ Τρώων ἀγερώχων.» ὁμοίως δὲ καὶ ὅταν «ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων.»
[ἀγακλυτά] ἄγαν ὀνομαστά, ὡς καὶ Ἡλιόδωρος.
[ἀγροτέρας] οὐ συγκριτικῶς εἴρηκεν, ἀλλ' ἀντὶ τοῦ ἀγρίας· «ἢ μετ' ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστήρ.»
[ἀγλαόκαρποι] καλλίκαρποι· «ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι.»
[ἀγαπήνορος] τοῦ ἀγαπῶντος τὴν ἠνορέην, ὅ ἐστι τὴν ἀνδρείαν. ἔστι καὶ ὄνομα κύριον. ἢ τοῦ ἀγαπωμένου ὑπὸ τῶν ἀνδρῶν.
[ἀγνυμενάων] συντριβομένων· «νηῶν θ' ἅμα ἀγνυμενάων.»
[ἄγρην] θήραν· «καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ.»
[ἀγνοιήσασα·] «ἄνδρ' ἀγνοιήσασα» εἰς τὸ ἀγνοούμενον ἰδοῦσα.
[ἀγαιομένου] καταπλησσομένου· «ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα.»
[ἀγκυλοχεῖλαι] ἀγκύλα χείλη ἔχοντες· «φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι.»
[ἀγνώσασκε] ἐξηγνόει· «ἄλλοτε δ' ἀγνώσασκε κακὰ χροῒ εἵματ' ἔχοντα,» ἐν τῇ Ψ τῆς Ὀδυσσείας, ἐπὶ τῆς Πηνελόπης.
[ἀγνοίησεν] ἄγνοια· «ἠέ κεν ἀγνοίησιν πολὺν χρόνον ἐνθάδ' ἐόντα.»
[ἀγέρθη] συνελέγη· «ἡ δ' ἐπεί ῥ' ἄμπνυτο, καὶ ἐς φρένα θυμὸς ἀγέρθη.»
[ἀδαήμονες] ἄπειροι· «ὦ φίλοι, οὐ μέν τι κακῶν ἀδαήμονες εἶμεν.» καὶ (ἀδαημοσύνη) ἡ ἀπειρία· «ὦ γέρον, οὐκ ἀδαημοσύνη σ' ἔχει ἀμφιπολεύειν ὄρχατον.»
[ἀδινά] τὰ τῷ ὄγκῳ μὴ μεγάλα, ὡς ὅταν λέγῃ «μυιάων ἀδινάων» καὶ «μελισσάων ἀδινάων.» καὶ ὅτε φησὶ «μῆλ' ἀδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,» τὰ λεπτὰ τῶν προβάτων, καθὸ καὶ διαστέλλει «καὶ εἰλίποδας ἕλικας βοῦς.» ἢ τῶν ἀθρόων καὶ πολλῶν, ἀπὸ τοῦ ἄδην. καί φασι τοῦτο ἁρμόζειν ἐπὶ μυιῶν καὶ μελισσῶν, καὶ πολὺ μᾶλλον ἐπὶ τῶν προβάτων· ἄδην γάρ, ὅπερ ἐστὶν ἀθρόως, καὶ ἀλλήλοις ἐπισυμπεπτωκότα νέμεται, ὥσπερ ἐκ τοῦ ἐναντίου διῃρημένην τὴν νομὴν ποιουμένων εἴωθε λέγειν «καὶ αἰπόλια πλατέ' αἰγῶν.» ἐπὶ δὲ τοῦ «τῇς ἀδινὸν γοόωσα μετηύδα Πηνελόπεια» τὸ γοερὸν καὶ οἰκτρὸν σημαίνει. καὶ ὅτε φησὶν «ἀδινοῖο γόοιο,» τοῦ ἀθρόως ἐκχεομένου. ἐπὶ δὲ τῆς Τ ῥαψῳδίας Ὀδυσσείας, «ἡ δ' ὡς Σειρήνων ἀδινάων φθόγγον ἤκουσεν,» συνεχῶς ᾀδουσῶν. ἐπὶ δὲ τοῦ «ἀδινὸν κῆρ,» ἐν τῇ Ψ ῥαψῳδίας, τὸ συνεχῶς λυπούμενον.
[ἄδος] κόρος καὶ πλησμονή· «ἄδος τέ μιν ἵκετο θυμόν.»
[ἀδηκότες] ἄδην ἔχοντες καὶ πεπληρωμένοι· «ὕπνῳ καὶ καμάτῳ ἀδηκότες» ἀηδῶς διατεθειμένοι. τὸ δὲ παραπλήσιον ἐπὶ τοῦ «δείπνου ἀδήσειεν ὑπερφιάλοισι μετελθών,» ἀντὶ τοῦ ἀηδισθείη.
[ἀδινὸν κῆρ.] τὸ περικάρδιον κῆρ οὕτως εἰρῆσθαι ἀδινὸν τῷ φύσει πυκνὸν εἶναι.
[ἁδεῖν] ἀρέσαι.
[ἀδευκεῖ] ἤτοι τῷ ἀπεοικότι, ἢ οἷον ἀδεχεῖ, ἀπροσδοκήτῳ· «ἀδευκεῖ κεῖται ὀλέθρῳ.» ἐν δὲ τῇ Δ, Ὀδυσσείας ἀδευκεῖ ἀνεικάστῳ.
[ἀδεής] οὐ δεδιώς· «εἴπερ ἀδειής τ' ἐστί, καὶ εἰ μόθου ἔστ' ἀκόρητος.» καὶ ἡ ἄδεια δὲ ἀπὸ τοῦ αὐτοῦ.
[ἀδμήτην] ἀδάμαστον· «ἣν οὔπω τις ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ.»
[ἀδέψητον] ἀμάλακτον, οἷον ἀνέργαστον· «κἂν μὲν ἀδέψητον βοέην στόρεσ', αὐτὰρ ὕπερθε πόλλ' ὀΐων τοὺς ἱέρευεσκον Ἀχαιοί.» τὸ γὰρ δεψῆσαι ἐπὶ τοῦ μαλάξαι τίθησι, καθάπερ ἐπὶ τοῦ κηροῦ «κηρὸν δεψήσας μελιηδέα.»
[ἄδδην] εἰς κόρον, ἐπὶ πλεῖον· «ἀνδρῶν εἰλομένων, εἰωθότες ἔδμεναι ἄδδην.»
[ἄελλα] ἡ τοῦ ἀνέμου συστροφή, ἀπὸ τοῦ ἄειν, ὅ ἐστι πνέειν. καὶ ὁ κονιορτὸς ἀελλώδης, ἀελλής, οἷον ἄν τις ἀπὸ τῶν ἀελλῶν γένοιτο· «ὣς ὅτι τῶν ὑπὸ ποσσὶ κονίσαλος ὤρνυτ' ἀελλής.» καὶ «ἀελλόπιος Ἶρις» ἡ ταχύπους.
[ἀέκητι] ἀκουσιότητι· «ἀέκητι θεῶν ἐτέτυκτο.»
[ἀεκαζομένους] ἑκόντας· «πόλλ' ἀεκαζομένους, τείροντο δὲ νηλέϊ χαλκῷ.» καὶ (ἀεκήλια ἔργα) ἃ οὐκ ἄν τις ἑκὼν πάθοι, χαλεπά· ἢ ὡς ἔνιοι, οὐχ ἑκήλια ἔργα, οὐχ ἡσύχια.
[ἄειν] πνεῖν, ἀπὸ τοῦ ἀεὶ ἰέναι· ἐν κινήσει γὰρ τὸ πνεῦμα. καὶ [ἀέντες] ἀντὶ τοῦ πνέοντες ἢ πνεύσαντες, οἷον «διασκίδνασιν ἀέντες.»
[ἀεικίζειν] ᾐκίζετο· «ὣς ὁ μὲν Ἕκτορα δῖον ἀείκιζεν μαινεαίνων.» καὶ (ἀεικίην) τὴν αἰκίαν· «πᾶσαν ἀεικίην ἄπεχε χρωτὶ φῶτ' ἐλεαίρων.» καὶ (ἀεικιῶ) αἰκιοῦμαι.
[ἄειδε] ᾆδε, ὕμνει, δύναμιν περιποίησαι ὥστε ᾆσαι· «μῆνιν ἄειδε θεά.» τινὲς δὲ εἰς τὸ λέγειν μετέβαλον τὴν λέξιν ἐπὶ μὲν τῶν καταλογάδην προφερομένων τῷ λέγε καταχρωμένου καὶ τῷ εἰπεῖν, τῷ δὲ ἄειδεν δὲ ὀπὶ μὲν μετ' ᾠδῆς· «ἀλλ' ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄειδε.» «ταῦτα δ' Αἴσωπος ὁ Σαρδιηνὸς εἶπεν· ὅντιν' οἱ Δελφοὶ ᾄδοντα μῦθον οὐ καλῶς ἐδέξαντο» ἀντὶ τοῦ λέγοντα· ὁ γὰρ Αἴσωπος λογοποιός.
[ἀέσαι] κοιμηθῆναι· «ἔνθα δὲ νύκτ' ἀέσαι, καὶ ὄτρυνε πόλιν εἴσω.» καὶ πληθυντικῶς, κατὰ τὸ ὁριστικόν,
[ἀέσαμεν] ἐκοιμήθημεν· «νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες.» λέγεται δὲ ἀέσαι κοιμηθῆναι κατὰ στέρησιν τοῦ ἕσαι, ὅ ἐστιν ἐξορμῆσαι, ἐπεὶ οἱ κοιμώμενοι τοῦ ὁρμητικῶς ἔχειν ἀπέχονται.
[ἀείρας] ἐπὶ μὲν τοῦ βαστάζειν «ἤ μ' ἀνάειραι ἢ ἐγὼ σέ,» καὶ κατὰ μετοχήν «ἀείρας ἐς θάλαμον κατέθηκεν·» ἐπὶ δὲ τοῦ πρόσφερε «μή μοι οἶνον ἄειρε,» καὶ ἐν τῇ Α Ὀδυσσείας (ἀείρας) προσενέγκας. εἴρηται δὲ οὕτως, ἐπεὶ ὁ προσφέρων αἴρει τὸ προσφερόμενον. καὶ αἴρειν τὸ προσφέρειν. ἀπὸ δὲ τούτου καὶ τὸν ἄρτον ὠνομάσθαι, ὥς φησιν Ἀπολλόδωρος.
[ἄελπτον] ἀνέλπιστον, καὶ (ἀελπτέα) τὸν ἀνέλπιστον.
[ἀεικίσωσιν] ἀεικίᾳ περιβάλωσιν· «ἀεικίσωσι δὲ νεκρὸν Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο.» ὁ δὲ Νέστωρ φησὶν «ἀεικίη δέ σοι αὐτῷ ἔσται, ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι,» ἀντὶ τοῦ αἰσχύνη. ὅταν δὲ «πεπηγὼς ἀγορῆθεν ἀεικέσσι πληγῇσιν» καὶ «ἀεικελίῃσι δαμάσας,» ταῖς αἰκιστικαῖς.
[ἀεικέλιον] τὸν εὐτελῆ· «δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν» καὶ «πρόσθεν γὰρ δή μοι ἀεικέλιος φαίνεται εἶναι.» τὸ δὲ [ἀεικές] καὶ [ἀεικελίην] ἐπὶ τῆς Ὀδυσσείας κακὴν ἀπέδωκεν, (καὶ ἀεικέλιον) τὸν μηκέτι τῷ πρόσθεν φαινομένῳ ἐοικότα.
[ἀείκαστος] εὐκαταφρόνητος, ἐν τῇ Τ ῥαψῳδίᾳ.
[ἀεικίας] τὰς ἁμαρτίας.
[ἀέξετο] ηὐξεῖτο· «οὐ μὲν γάρ ποτ' ἀέξετο κύματ' ἐν αὐτῷ, οὔτε μέγ' οὔτ' ὀλίγον· λευκὴ δ' ἦν ἀμφὶ γαλήνη.»
[ἄεθλος] διὰ παντὸς μὲν ἀρσενικῶς λέγει ἑνικῶς τε καὶ πληθυντικῶς τοὺς ἀέθλους τῶν πόνων καὶ τοὺς πόνους· «οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται» καὶ «ἀέθλους πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντ' Ὀδυσῆος.» οὐδετέρως δὲ ἆθλα τὰ ἔπαθλα κατὰ τὸ πλεῖστον· «παλαισμοσύνης ἀλεγεινῆς θῆκεν ἄεθλα.» ὅθεν καὶ Ἀρίσταρχος ἀναγινώσκει «μεῖζον ἄεθλον·» τὸ γὰρ ἔπαθλον θέλει δηλοῦν.
[ἀεσιφροσύνῃσιν] ἀσυνεσίαις, ἀνοίαις. φαίνεται δὲ ἐκ τοῦ ἀέσαι, ὅ ἐστι κοιμηθῆναι, καὶ τῶν φρενῶν συνθεὶς τὴν λέξιν· ὁ γὰρ κοιμώμενος ταῖς φρεσὶν ἄφρων νομίζεται.
[ἄζετο,] ἐὰν ψιλῶς, ἐξηραίνετο· καὶ γὰρ [ἄζῃ] τῇ ξηρασίᾳ δηλοῖ. καὶ κατὰ μετοχήν φησί που «ἡ μέν τ' ἀζομένη κεῖται ποταμοῖο παρ' ὄχθας» ἀντὶ τοῦ ξηραινομένη, τοῦ ψιλοῦ ἀντιστοίχου τοῦ [τ] ἐπιμαρτυροῦντος τῇ κατὰ τὸ ψιλὸν ἀναγνώσει. καὶ τὸ «καταζήνασκε δὲ δαίμων,» ἐπὶ τοῦ Ταντάλου, ἀντὶ τοῦ κατεξήραινε. καὶ [ἀζαλέην] τὴν ξηράν· καὶ «βῶν ἀζαλέην, τό μοί ἐστι ταλαύρινον πολεμίζειν.» δασυνομένης δὲ ἕτερόν τι δηλοῖ· «ἅζετο γὰρ μὴ νυκτὶ θοῇ ἀποθύμια ἔρδοι» ἀντὶ τοῦ ἐσέβετο· καὶ Ὀδυσσεὺς πρὸς Κύκλωπα «σχέτλι', ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ» ἀντὶ τοῦ ἐσέβου· καὶ «ἁζόμενοι Διὸς υἱόν» ἀντὶ τοῦ σεβόμενοι. ἐτυμολογοῦσι δὲ οἱ μὲν λέγοντες αἰδούμενοι, ἐπεὶ ὁ σεβόμενος ἀρεστὸν ἔργον ἐπιδείκνυται τοῖς οὓς σέβεται, οἱ δὲ κατὰ συγκοπὴν ἁζόμενοι ἀντὶ τοῦ ἁγιζόμενοι, ἅγιον ἡγούμενοι, ὅ ἐστι σεβαστόν.
[ἀζηχές] ἀδιηχές, ἀδιάλειπτον· «ἀζηχὲς μεμακυῖαι, ἀκούουσαι ὄπα ἀρνῶν» καὶ «ἀζηχὲς φαγέμεν καὶ πιέμεν.»
[ἄη] ἔπνει· «αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.» καὶ [ἀήμεναι]. τὸ πνεῦσαι. καὶ [ἄητον] δυϊκῶς τὸ ἔπνεον· «Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον.» καὶ [ἄημα] τὸ πνεῦμα, καὶ [ἀῆται] οἱ ἄνεμοι καὶ [ἀήμενοι, καὶ ἀήτη] ἡ πνοή· «ἀνέμοιό τε δεινὸς ἀήτη» ἀντὶ τοῦ δεινή, ὡς «κλυτὸς Ἀμφιτρίτη» ἀντὶ τοῦ κλυτή. ὅταν δὲ λέγῃ «θάρσος ἄητον ἔχουσα,» τὸ μεγαλοβλαβὲς θέλει δηλοῦν.
[ἀήσυρον] κοῦφον, τὸ οἷόν τε ὑπὸ ἀνέμου σύρεσθαι, τουτέστιν ὑπὸ τῆς ἀήτης, τῆς ἀνέμου πνοῆς.
[ἀήρ,] ὅτε μὲν ἀρσενικῶς, ὁ περικεχυμένος ἡμῖν, περὶ οὗ φησὶν «εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότ' ἐν Ἴδῃ μακροτάτη πεφυυῖα δι' ἠέρος αἰθέρ' ἵκανεν.» ὅτε δὲ θηλυκῶς, τὴν σκοτίαν σημαίνει· «ἀὴρ γὰρ παρὰ νηυσὶ βαθείη, οὐδὲ σελήνη οὐρανόθεν προύφαινε.»
[ἀθηρηλοιγόν] τὸ λεγόμενον πτύον· καὶ ἔστι κατὰ τὸ ἔτυμον ἀθερολοιγὸν τὸ τῶν ἀθέρων ὀλοθρευτικόν· λοιγὸς γὰρ ὁ ὄλεθρος, ἀθέρες δέ εἰσι τὰ ἀπόβολα τῶν σταχύων, ἀπὸ τοῦ διὰ κουφότητα ἄγαν ἔχθειν. διόπερ τὸ ἀπόβολόν τι ἡγεῖσθαι μεταφορικῶς ἀπὸ τῶν ἀθέρων [ἀθερίζειν] λέγει, οἷον «ἐπεὶ οὐδέποτ' ἔμοιγ' ἀθέριζον,» ἠτίμαζον καὶ ἀπόβολον ἡγοῦντο. καὶ ἐν Ὀδυσσείᾳ «τῶν δ' ἄλλων οὔπερ τιν' ἀναίνομαι οὐδ' ἀθερίζω.»
[ἀθεμίστων.] ἐν τῇ Ι Ὀδυσσείας ἐπὶ τῶν Κυκλώπων ἐπιθέτου λεγομένου «Κυκλώπων δ' ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων,» ὁ γοῦν Ἡλιόδωρος Ἀρισταρχείως μεταφράζων φησί, καθὸ οὐ κοινοῖς χρῶνται νόμοις. ὁ γὰρ Ἀρίσταρχος λέγει δικαίους εἶναι τοὺς Κύκλωπας ἐκτὸς τοῦ Πολυφήμου· φησὶ γοῦν περὶ αὐτῶν «θεμιστεύει δὲ ἕκαστος παίδων ἠδ' ἀλόχων, οὐδ' ἀλλήλων ἀλέγουσιν.» ὁ δὲ Κύκλωψ ἐκ τῆς ἰδίας ἀσεβείας περὶ αὐτῶν φησὶν «οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχοιο ἀλέγουσιν·» ὅπερ ψεῦδος· αὐτοὶ γάρ εἰσιν οἱ λέγοντες «εἰ μὲν δὴ μήτις σε βιάζεται οἶον ἐόντα, νοῦσον δ' οὔπως ἔστι Διὸς μεγάλου ἀλέασθαι.» καὶ ἔστιν ὅλος ὁ τόπος οὗτος τῶν προβλημάτων.
[ἀθεμιστία] ἀνομία.
[ἀθύρει] παίζει, καὶ [ἀθύρματα] παίγνια, ἐν τῇ Ο ῥαψῳδίᾳ τῆς Ἰλιάδος «ὅς τ' ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσι.» ὁ δὲ Ἀπίων ἐτυμολογῶν τὴν λέξιν φησὶν ἀπὸ τοῦ πολλάκις θύειν, κατὰ πρόσθεσιν τοῦ [ρ], ὃν τρόπον καὶ ἡ ἀϊδρίη ἀϊδία τις οὖσα.
[ἀθρῆσαι] ἀτενίσαι, ἰδεῖν· «οὐδ' αὖτ' ἀθρῆσαι δύνατ' ἀντίη οὐδὲ νοῆσαι.»
[ἀθέσφατον] πολύν, οἷον οὐδ' ἂν θεὸς φατίσειεν διὰ τὸ πλῆθος· «αἵ τ' ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον.» καὶ ἐπὶ τῶν συῶν ὁ Εὔμαιος «νῦν δ' αἱ μὲν γίνονται ἀθέσφαται» ἀντὶ τοῦ πολλαί.
[ἄθυμοι] κεκακωμένοι τὴν ψυχήν.
[αἰπύν] ὑψηλὸν κυρίως. σημαίνει δέ ποτε καὶ τὸν μέγαν, οἷον «φυγόντι αἰπὺν ὄλεθρον.»
[Αἰπύτιον] τὸν τοῦ Αἰπύτου· «Αἰπύτιον παρὰ τύμβον.» ἔστι δὲ οὗτος τῶν Ἀρκαδικῶν ἡρώων, περὶ οὗ φησὶν Ἡσίοδος «Αἴπυτος αὖτ' τέκετο Γλησήνορά τε Πειρίθοόν τε.»
[Αἰαίη] ὄνομα νήσου ἣν κατῴκει Κίρκη· «Αἰαίην δ' ἐς νῆσον ἀφικόμεθ', ἔνθα δ' ἔναιεν Κίρκη ἐϋπλόκαμος.» καὶ αὐτὴ δὲ ἡ Κίρκη ἐθνικῶς τῇ νήσῳ ὁμώνυμος· «Αἰαίη δολόεσσα λιλαιομένη πόσιν εἶναι.» αἵ. τοῦτο δασυνόμενον ἄρθρον ἐστὶ διὰ τούτων· «αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δ' ἐλέφαντι.» ἀναφορικῶς δὲ ἀντὶ τοῦ αὗται· «αἱ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον» καὶ «ὣς αἵτ' ἐξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις δειρῇσιν βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.»
[Αἰγύπτῳ.] ἐπὶ μὲν τῆς χώρας «Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,» ἐπὶ δὲ τοῦ ποταμοῦ, ὃν Νεῖλον Ἡσίοδος καὶ οἱ λοιποί, «στήσας ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.»
[αἴθωνα] ποτὲ μὲν τὸν πυρώδη καὶ ὀξύν, «ὡς δ' αἴθωνα λέοντα βοῶν ἀπὸ μεσαύλοιο,» ποτὲ δὲ τὸν λαμπρόν, «αἴθωνας δὲ λέβητας ἐείκοσι.»
[αἴθωπα οἶνον] ἤτοι τὸν φύσει θερμόν (αἴθειν γὰρ τὸ καίειν), ἢ τὸν μέλανα, ὡς Ἡλιόδωρος, ἢ τὸν λαμπρὸν κατὰ δύναμιν.
[αἰθαλόεν] ἤτοι τὸ λαμπρὸν ἢ τὸ καταιθαλωθῆναι ἄξιον· «αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα.» ἢ πρὸς τὸ «δός με βαλέειν Πριάμοιο μέλαθρον αἰθαλόεν.» ἀκουστέον δὲ ὥστε αἰθαλόεν ποιῆσαι· ἐπιφέρει γὰρ «πρῆσαι πυρὸς δηΐοιο θύρετρα.» ἤτοι μεμελανωμένον, παρὰ τὴν αἰθάλην.
[Ἄϊδι] τῷ Ἅιδῃ, ἀπ' εὐθείας τῆς Ἄϊς ὡς Πάρις, «πολλὰς δ' ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν·» ἀπὸ δὲ τῆς Ἀΐδης «ἰφθίμῳ τ' Ἀΐδῃ καὶ ἐπαινῇ. Περσεφόνεια.» ποτὲ δὲ ἀπὸ τῆς Ἀϊδωνεύς, «καί μιν ἔφην Ἀϊδωνῆϊ προϊάψειν.»
[αἰγλήεντος] λαμπροῦ· «ἀπ' αἰγλήεντος Ὀλύμπου.»
[αἵμονα] ἐπιστήμονα, ἔμπειρον· «αἵμονα θήρης.» ἔστι δὲ καὶ κύριον ὄνομα· «Αἵμονά τε κρίοντα Θόωνά τε Δηΐπυρόν τε.»
[αἶνος] ποτὲ μὲν ἔπαινος, «Ἀντίλοχ' οὐ μέν τοι μέλεος εἰρήσεται αἶνος,» ποτὲ δὲ γνώμης παραμυθία καὶ παραβεβλημένος λόγος πρός τι ὑποκείμενον, οἷον «αἶνος μέν τοι ἀμύμων ὃν κατέλεξας.» καὶ πάλιν ἐπὶ τοῦ ἐπαίνου «καὶ αὐτοὶ τόδε γ' ἴστε· τί με χρὴ μητέρος αἴνου.»
[αἰναρέτης] ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτημένος· «αἰναρέτη, τίς σευ ἄλλος ὀνόσσεται ὀψίγονός περ;» [αἰνὸν] γὰρ τὸ δεινόν, καὶ [αἰνῶς] ἀντὶ τοῦ δεινῶς· «αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε οἷσιν ἀκούων τέρπομαι.» τὸ δὲ κατ' ἐπίτασιν δεινὸν κακόν ἐστιν οἷς ἂν δεινὸν φαίνηται.
[αἰνήσωσιν] συγκαταθῶνται, «εἰ μέν κ' αἰνήσωσιν ἀκούοντες κακὰ ἔργα·» καὶ κατὰ τὸν παρῳχημένον «ὣς ἔφατ' Ἀτρείδης, ἐπὶ δ' ᾔνεον ἄλλοι Ἀχαιοί» ἀντὶ τοῦ συνεκατετίθεντο. ἀπὸ δὲ τῆς αὐτῆς ἐννοίας ἡ συγκατάθεσις τῷ ἐπαίνῳ· ὁ γὰρ ἐπαινῶν συγκατατίθεται τοῖς τοῦ ἐπαινουμένου ἔργοις.
[αἰνοπαθῆ] δεινοπαθῆ· «ἦ με μάλ' αἰνοπαθῆ μαλακὸν περὶ κῶμ' ἐκάλυψεν.»
[αἰνομόροις] κακομόροις· «ἡμῖν αἰνομόροισιν, ἵν' ἄλγεα πολλὰ πάθῃ.»
[αἰνίζομαι] ἐπαινῶ· «Ὀθρυονεῦ, πέρι δή σε βροτῶν αἰνίζομ' ἁπάντων.» ἢ θαυμάζω, θαῦμα ἡγοῦμαι. ἢ αἰνίττομαι.
[αἰγίλιπος πέτρης] τῆς οὕτως ὑψηλῆς ὥστε καὶ αἶγα μὴ ἐπιβαίνειν· ἁλτικὸν γὰρ τὸ ζῷον· «ἥτε κατ' αἰγίλιπος πέτρης.»
[αἰθούσης] τῆς παραστάδος, ἀπὸ τοῦ καταίθεσθαι ὑφ᾿ ἡλίου· «κεῖτο δ' ὑπ' αἰθούσης ὅπλον νηὸς ἀμφιελίσσης» καὶ «πλῆτο δ' ἄρ' αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν.»
[αἰδεῖσθαι] ἐντρέπεσθαι, καὶ ἰδίως ἐπὶ τοῦ προσδέχεσθαι τὸν ἱκέτην δι' ἐντροπῆς· «αἰδεῖσθαι δ' ἱερῆα καὶ ἀγλαὰ δέχεσθαι ἄποινα» καὶ «οὐδέ τι μ' αἰδέσσεται, κτανέει δέ με γυμνὸν ἐόντα.» καὶ κατ' ἄλλους τρόπους τὸ παραπλήσιον δηλοῦται. ἔστι δὲ ὅτε καὶ συνήθως ἡμῖν· «αἰδομένων δ' ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται.»
[αἰδοῖος] ποτὲ μὲν αἰδοῦς ἄξιος, «αἰδοῖος τέ μοι ἐσσὶ φίλε,» ποτὲ δὲ ἐπὶ τοῦ αἰδομένου, «κακὸς δ' αἰδοῖος ἀλήτης» καὶ «σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα.»
[αἰχμηταί] οἱ μαχηταί. καὶ [αἰχμὴ] ποτὲ μὲν ἡ μάχη, ποτὲ δὲ τῆς ἐπιδορατίδος ἡ ἀκμή, οἷον «αἰχμὴ δ' ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα» καὶ «μόλιβος ὣς ἐτράπετ' αἰχμή.»
[ἀΐξασα] ὁρμήσασα· «βῆ δὲ κατ' Οὐλύμποιο καρήνων ἀΐξασα.»
[ἀϊκάς] τὰς φορὰς καὶ τὰς ὁρμάς, ἀπὸ τοῦ ἀΐσσειν· «τόξων ἀϊκὰς ἠμφιεσμένον, οὐδέ τ' ἀκόντων.» ἀπὸ τούτου καὶ τὰ ἄλλα· «ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο» οἷον πολυορμήτου. ὁ δὲ Ἀπίων λέγει ἀπὸ τοῦ ἄκοντα τὰ βέλη ἰέναι, καθό φησι καὶ ἀκόντιον λέγεσθαι.
[αἴνυται] λαμβάνει, ἀφαιρεῖται.
[αἶσα] ἤτοι τὸ πεπρωμένον· «αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ» καὶ «αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλ' ἐπιδόντα.» διὸ καὶ ἡ μερὶς αἶσα λέγεται, «Ἴλιον ἐκπέρσαντα λαχόντα τε ληΐδος αἶσαν·» καὶ γὰρ τὸ πεπρωμένον μεμέρισται ἐκείνῳ ᾧ πέπρωται, καὶ ἡ μοῖρα ταὐτὸ δηλοῖ τῇ αἴσῃ. δηλοῖ δὲ ἡ αἶσα καὶ τὸ καθῆκον· «πάντα κατ' αἶσαν ἔειπες, ἀγακλεὲς ὦ Μενέλαε.» ἡ δὲ μοῖρα δηλοῖ καὶ τὸ παραπλήσιον, ὡς ἐν τῷ «ναὶ δὴ ταῦτα γέρον κατὰ μοῖραν ἔειπες.»
[αἰολλή] πεποικιλμένη· συμβαίνει γὰρ τὸ ἁπτόμενον διὰ τῆς εὐστροφῆς ὥσπερ ποικίλλεσθαι ἐπὶ τῆς θέσεως νημένον· «ὡς δ' ὅτε γαστέρ' ἀνὴρ πόλεος πυρὸς αἰθομένοιο ἐμπλεῖ κνίσης τε καὶ αἵματος αἰολλή, μάλα δ' ὦκα λιλαίεται ὀπτηθῆναι.» τὸ δὲ [αἰόλον] ποικίλον· «οἱ δ' ὥστε σφῆκες μέσον αἰόλοι ἠὲ μέλισσαι.» ὁ δὲ [κορυθαιόλος] ὁ εὐκίνητον ἔχων τὴν κόρυθα.
[ἄϊον] κυρίως μὲν ἤκουον, «ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός, ἄϊε Ζεύς·» σημαίνει δὲ καὶ τὸ ᾐσθόμην, «ἐπεὶ φίλον ἄϊον ἦτορ,» ὥσπερ καὶ τὸ [ἔκλυεν] κυρίως μὲν ἤκουεν, «τοῦ δ' ἔκλυεν Φοῖβος Ἀπόλλων,» τάσσεται δὲ καὶ ἐπὶ τοῦ ᾔσθετο, «χάρματα δ' εὐμενέτῃσι, μάλιστα δέ τ' ἔκλυον αὐτοί.»
[αἴσυλα] παράνομα, ἁμαρτωλά. ὁ δὲ Ἀπίων ἐτυμολογῶν τὰ σεσυλημένα τῆς αἴσης, τουτέστιν ἁμαρτωλά.
[αἰσυητῆρι] νεανίᾳ· «αἰσυητῆρι ἐοικὼς πρῶτον ὑπηνήτην, οὗπερ χαριεστάτη ἥβη.» ὁ δὲ Ἀπίων ἀποδίδωσι βασιλεῖ, καὶ ἐτυμολογῶν φησὶν αἰσυητῆρι τῷ τηροῦντι τὰ αἴσια, τουτέστι τὰ δίκαια. μᾶλλον δὲ νεανίας ἐστί· βέλτιον γὰρ ἐπεξηγεῖται γὰρ εἰπὼν «τοῦ περ χαριεστάτη ἥβη.»
[αἴσημα] τὰ προσηκόντως καὶ κατ' ἀξίαν λεγόμενα· «αἴσημα παρειπών.» εἴρηται δὲ παρὰ τὴν αἶσαν τὴν ἐπὶ τοῦ καθήκοντος τεταγμένην. ἐνίοτε δὲ αἴσιμον τὸ εἱμαρμένον.
[ἀΐσθων] αἰσθόμενος· «ὁ δ' ἀνέβραχε θυμὸν ἀΐσθων.»
[αἴθεται] καίεται· «αἰθομένοιο πυρός» τοῦ καιομένου.
[ἄϊστος] ἀφανής, ἀνιστόρητος, οἷον ἄγνωστος παρὰ τὸ μὴ γνῶναι, ἀπὸ τοῦ ἶσαι, ὅ ἐστι γνῶναι· «οἴχεται ἄϊστος καὶ ἄπυστος.»
[αἰνόθεν αἰνῶς] τῶν δεινῶν δεινότατον.
[αἴθρῳ] τὸ ἐκ τῆς αἰθρίας πνεῦμα· «αἴθρῳ τε καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον.» οἱ δὲ γράφοντες λύθρῳ κακῶς· λύθρον γάρ ἐστι τὸ μῖγμα ἱδρῶτος καὶ κόνεως καὶ αἵματος, καθό φησιν Ἕκτωρ «αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.» ὁ δέ γε Ὀδυσσεὺς οὐδὲν τοιοῦτον περὶ αὑτὸν διηγεῖται.
[αἰθρηγενέτης] αἰθρίαν γεννῶν· «καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων.»
[ἀΐδηλον] ὁτὲ μὲν τὸ ἄδηλον, οἷον ἀφανές· ὅπερ καὶ [ἀείζηλον] λέγει, «τὸν μὲν ἀείζηλον θῆκεν θεὸς ὅπερ ἔφημεν·» ποτὲ δὲ τὸν ἀδηλοποιόν, «ὡς δ' ὅτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην» καὶ «ὦ πάτερ, οὐ νεμεσίζει ὁρῶν τάδε ἔργ' ἀΐδηλα, ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν;» καὶ ὅταν λέγῃ ὁ ποταμὸς «σὺ δὲ κτείνεις ἀϊδήλως.» ἐν δὲ τῇ μνηστηροφονίᾳ, ἐπὶ τοῦ «οὗτος δ' αὖτ' ἀΐδηλος ἀνήρ, ὃν οἰόμεθ' αὐτοί, ἔρχεται ἐς θάλαμον.»
[ἀϊδρείῃ] ἀπειρίᾳ· «οὐδέ τ' ἀϊδρείῃ, ἐπεὶ οὐδέ με νήϊδά γ' οὕτως.»
[αἰζηοί] νεανίαι, ἀκμάζοντες, οἱ ἐν τῷ ἀήτῃ (τουτέστι πνεύματι) ζέοντες.
[αἵματος] ἐπὶ μὲν τοῦ γένους «ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι,» ἐπὶ δὲ τοῦ καθ᾿ ἡμᾶς νοουμένου «αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.»
[αἴσχεα] ὀνείδη· «αἴσχεα δειδιότες.» καὶ ἔστι κατὰ τὸ ἔτυμον αἶσχος ὃ οὐκ ἄν τις ἴσχειν βούληται· ἴσχειν δὲ τὸ ἔχειν.
[αἰών] ὁ βίος τοῦ ἀνθρώπου· «αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς» καὶ «ἄνερ ἀπ' αἰῶνος νέος ὤλετο» καὶ «αὐτὰρ ἐπειδὴ τόν γε λίπε ψυχή τε καὶ αἰών.»
[αἴητον] ἐπὶ τοῦ «ἦ καὶ ἀπ' ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη» ἤγουν τὸ μέγα μεθ' ὁρμῆς. ὁ Ἀπίων προθεὶς τὴν λέξιν φησὶ ποιητόν, πνευστόν, πυρῶδες. τάσσεται δ' ἐπὶ τοῦ Ἡφαίστου ἡ λέξις· τὸ γὰρ φυσώμενον μέγα γίνεται. τὸ δὲ αἰετηδόν παρὰ τὸν ἀετόν.
[αἰγυπιοί.] οἱ μὲν γυπῶν τι γένος, οἱ δὲ τοὺς ἀετούς φασι. «φῆναι.»
[αἶψα] ταχέως. παρὰ δὲ τὸ αἶψα «αἰψηρὰ δὲ γούνατ' ἐνώμα» ἀντὶ τοῦ ταχέα. καὶ αἰψηρήν. ὅταν δὲ λέγῃ «λύσαν δ' ἀγορὴν αἰψηρήν,» ὁ Ἀρίσταρχος ἀντὶ τοῦ αἰψηρῶς ἀκούει προσηκόντως, ὃν τρόπον «βάσκ' ἴθι Ἶρι ταχεῖα» ἀντὶ τοῦ ταχέως καὶ «τότ' ἐμοὶ χάνοι εὐρεῖα χθών» ἀντὶ τοῦ εὐρέως.
[αἰγανέας] τὰ ἀκόντια. οἱ μὲν ἀπὸ τοῦ αἰγείοις ἱμᾶσιν ἠγκυλῶσθαι, οἱ δὲ ἀπὸ τοῦ ἄγαν ἵεσθαι, οἱ δὲ ἀπὸ τοῦ διὰ τῶν αἰγείων ἱμάντων ἰέναι. λέγει δὲ οὕτω «καὶ αἰγανέας δολιχαύλους» «καὶ αἰγανέῃσιν ἱέντες τόξοισίν τε.»
[ἀϊκῶς] αἰκιστικῶς· «ἑλκήσουσ' ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.»
[αἱμοφόρυκτα·] «αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον.»
[αἱμασιάς.] ἡ μὲν λέξις ἐν Ὀδυσσείᾳ· ποτὲ μὲν γάρ φησιν «αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων,» ὁτὲ δὲ «αἱμασιὰς λέγοντες ἀλωῆς ἔμμεναι ἕρκος.» ἔστι δὲ τὸ ἐκ τῶν λίθων περιτείχισμα. ὁ δὲ Ἀπίων ἐτυμολογῶν φησὶν ἀβασίας, ἐφ' ἃς οὐκ ἔστιν ἐπιβῆναι.
[αἰσυμνῆται] οἱ τοῦ ἀγῶνος προεστῶτες νεανίαι, οἱονεὶ βραβευταί· «αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν.»
[αἰγίοχος] αἰγιοῦχος· αἰγὶς γὰρ ὅπλον τοῦ Διός, οὗπερ ἐστὶν ἐπίθετον. οἱ δὲ νεώτεροι κακῶς, ὡς αἰγὸς ὀχήν, τουτέστι τροφήν, εἰληφότος. ὁ δέ τοι Καλλίμαχος ὕμνον γράφων εἰς Δία «πρῶτόν» φησι «σὺ δὲ θησαπίονα μαζὸν Ἀμαλθείης.»
[αἴης] γῆς.
[αἴκεν] ἐάν· «αἴκεν πῶς μιν ἕλω, δῴη δέ μοι εὖχος Ἀπόλλων.»
[Αἰολίην] τὴν τοῦ Αἰόλου νῆσον· «Αἰολίην δ' ἐς νῆσον ἀφικόμεθ', ἔνθα δ' ἔναιεν Αἴολος Ἱπποτάδης.»
[ἄϊδρις] ἄπειρος· «ἀϊδρίῃσι νόοιο.» ἔνιοι δὲ ἀγνοίας· καὶ γὰρ ἡ ἀπειρία ἄγνοια.
[αἰτίζων] αἰτῶν· «αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας.»
[ἄϊρος] ἐπὶ κακῷ Ἶρος ὠνομασμένος· «ἦ τάχα Ἶρος ἄϊρος ἐπίσπαστον κακὸν ἕξει.»
[αἰγείην κυνέην] ἐν τῇ Ω ῥαψῳδίᾳ τῆς Ὀδυσσείας· «αἰγέην κυνέην κεφαλὴν ἔχε, πένθος ἀέξων.» σημαίνει δὲ καὶ τὴν ἐξ αἰγείου δέρματος περικεφαλαίαν.
[ἀκήρατον] ἄφθαρτον.
[ἄκρης πόλεως] μέρη μὲν εἴρηκεν, τὴν ἀκρόπολιν θέλων σημαίνειν· «ἐλθόντ' ἐξ ἄκρης πόλεως Διὶ χεῖρας ἀνασχεῖν.»
[ἀκήματα] ἰάματα· «φάρμακ' ἀκήματα ἔπασσε μελαινάων ὀδυνάων.» καὶ μεταφορικῶς «ἀκεσταί τοι φρένες ἐσθλῶν,» οἷον εὐΐατοι.
[ἀκαχίζεο] ἐν ἄχει γίνου· «τῷ μήτι θανὼν ἀκαχίζευ Ἀχιλλεῦ.» ἄχος γὰρ ἡ λύπη, διὰ τὸ ἀχανὸν γίνεσθαι δι' ἔκπληξιν τοὺς λυπουμένους. καὶ [ἀκηχέδατο] ἐλυποῦντο.
[ἄκνηστις] τὸ μέσον τῆς ῥάχεως, ἐφ' ᾧ κνήσασθαι οὐ φθάνει τὰ τετράποδα· «τὸν δ' ἐγὼ ἐκβαίνοντα κατ' ἄκνηστιν μετὰ νῶτα.» καὶ [κνῆστις] ἡ ῥάχις.
[ἀκαχμένον] ἠκονημένον.
[ἀκλήρῳ] κλῆρον μὴ ἔχοντι μηδὲ οὐσίαν· «ἀνδρὶ παρ' ἀκλήρῳ, ᾧ μὴ βίωτος πολὺς εἴη.»
[ἄκμηνος] ἐπὶ μὲν τοῦ ἀσίτου «ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι» καὶ «νήστιας ἀκμήνους,» ἐπὶ δὲ τοῦ ἀκμάζοντος «θάμνος ἔην τανίφυλλος ἐλαίης ἕρκεον ἐντός, ἄκμηνος θαλέων.»
[ἀκρόκομοι] οἱ μήτε κομῶντες μήτε ἀπεψιλωμένοι τὴν κόμην, ἢ κομῶντες κατὰ τὸ ἄκρον, οἷον τελείως· «Θρήϊκες ἀκρόκομοι.»
[ἀκωκή] τοῦ ἠκονημένου παντὸς ἀκμή.
[ἀκειόμενον] ἰώμενον καὶ ἐπισκευάζοντα. ἐπὶ μὲν τοῦ ἰώμενον
[αἰσυητῆρι] νεανίᾳ· «αἰσυητῆρι ἐοικὼς πρῶτον ὑπηνήτην, οὗπερ χαριεστάτη ἥβη.» ὁ δὲ Ἀπίων ἀποδίδωσι βασιλεῖ, καὶ ἐτυμολογῶν φησὶν αἰσυητῆρι τῷ τηροῦντι τὰ αἴσια, τουτέστι τὰ δίκαια. μᾶλλον δὲ νεανίας ἐστί· βέλτιον γὰρ ἐπεξηγεῖται γὰρ εἰπὼν «τοῦ περ χαριεστάτη ἥβη.»
[αἴσημα] τὰ προσηκόντως καὶ κατ' ἀξίαν λεγόμενα· «αἴσημα παρειπών.» εἴρηται δὲ παρὰ τὴν αἶσαν τὴν ἐπὶ τοῦ καθήκοντος τεταγμένην. ἐνίοτε δὲ αἴσιμον τὸ εἱμαρμένον.
[ἀΐσθων] αἰσθόμενος· «ὁ δ' ἀνέβραχε θυμὸν ἀΐσθων.»
[αἴθεται] καίεται· «αἰθομένοιο πυρός» τοῦ καιομένου.
[ἄϊστος] ἀφανής, ἀνιστόρητος, οἷον ἄγνωστος παρὰ τὸ μὴ γνῶναι, ἀπὸ τοῦ ἶσαι, ὅ ἐστι γνῶναι· «οἴχεται ἄϊστος καὶ ἄπυστος.»
[αἰνόθεν αἰνῶς] τῶν δεινῶν δεινότατον.
[αἴθρῳ] τὸ ἐκ τῆς αἰθρίας πνεῦμα· «αἴθρῳ τε καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον.» οἱ δὲ γράφοντες λύθρῳ κακῶς· λύθρον γάρ ἐστι τὸ μῖγμα ἱδρῶτος καὶ κόνεως καὶ αἵματος, καθό φησιν Ἕκτωρ «αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.» ὁ δέ γε Ὀδυσσεὺς οὐδὲν τοιοῦτον περὶ αὑτὸν διηγεῖται.
[αἰθρηγενέτης] αἰθρίαν γεννῶν· «καὶ Βορέης αἰθρηγενέτης μέγα κῦμα κυλίνδων.»
[ἀΐδηλον] ὁτὲ μὲν τὸ ἄδηλον, οἷον ἀφανές· ὅπερ καὶ [ἀείζηλον] λέγει, «τὸν μὲν ἀείζηλον θῆκεν θεὸς ὅπερ ἔφημεν·» ποτὲ δὲ τὸν ἀδηλοποιόν, «ὡς δ' ὅτε πῦρ ἀΐδηλον ἐπιφλέγει ἄσπετον ὕλην» καὶ «ὦ πάτερ, οὐ νεμεσίζει ὁρῶν τάδε ἔργ' ἀΐδηλα, ὁσσάτιόν τε καὶ οἷον ἀπώλεσε λαὸν Ἀχαιῶν;» καὶ ὅταν λέγῃ ὁ ποταμὸς «σὺ δὲ κτείνεις ἀϊδήλως.» ἐν δὲ τῇ μνηστηροφονίᾳ, ἐπὶ τοῦ «οὗτος δ' αὖτ' ἀΐδηλος ἀνήρ, ὃν οἰόμεθ' αὐτοί, ἔρχεται ἐς θάλαμον.»
[ἀϊδρείῃ] ἀπειρίᾳ· «οὐδέ τ' ἀϊδρείῃ, ἐπεὶ οὐδέ με νήϊδά γ' οὕτως.»
[αἰζηοί] νεανίαι, ἀκμάζοντες, οἱ ἐν τῷ ἀήτῃ (τουτέστι πνεύματι) ζέοντες.
[αἵματος] ἐπὶ μὲν τοῦ γένους «ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι,» ἐπὶ δὲ τοῦ καθ᾿ ἡμᾶς νοουμένου «αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.»
[αἴσχεα] ὀνείδη· «αἴσχεα δειδιότες.» καὶ ἔστι κατὰ τὸ ἔτυμον αἶσχος ὃ οὐκ ἄν τις ἴσχειν βούληται· ἴσχειν δὲ τὸ ἔχειν.
[αἰών] ὁ βίος τοῦ ἀνθρώπου· «αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς» καὶ «ἄνερ ἀπ' αἰῶνος νέος ὤλετο» καὶ «αὐτὰρ ἐπειδὴ τόν γε λίπε ψυχή τε καὶ αἰών.»
[αἴητον] ἐπὶ τοῦ «ἦ καὶ ἀπ' ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη» ἤγουν τὸ μέγα μεθ' ὁρμῆς. ὁ Ἀπίων προθεὶς τὴν λέξιν φησὶ ποιητόν, πνευστόν, πυρῶδες. τάσσεται δ' ἐπὶ τοῦ Ἡφαίστου ἡ λέξις· τὸ γὰρ φυσώμενον μέγα γίνεται. τὸ δὲ αἰετηδόν παρὰ τὸν ἀετόν.
[αἰγυπιοί.] οἱ μὲν γυπῶν τι γένος, οἱ δὲ τοὺς ἀετούς φασι. «φῆναι.»
[αἶψα] ταχέως. παρὰ δὲ τὸ αἶψα «αἰψηρὰ δὲ γούνατ' ἐνώμα» ἀντὶ τοῦ ταχέα. καὶ αἰψηρήν. ὅταν δὲ λέγῃ «λύσαν δ' ἀγορὴν αἰψηρήν,» ὁ Ἀρίσταρχος ἀντὶ τοῦ αἰψηρῶς ἀκούει προσηκόντως, ὃν τρόπον «βάσκ' ἴθι Ἶρι ταχεῖα» ἀντὶ τοῦ ταχέως καὶ «τότ' ἐμοὶ χάνοι εὐρεῖα χθών» ἀντὶ τοῦ εὐρέως.
[αἰγανέας] τὰ ἀκόντια. οἱ μὲν ἀπὸ τοῦ αἰγείοις ἱμᾶσιν ἠγκυλῶσθαι, οἱ δὲ ἀπὸ τοῦ ἄγαν ἵεσθαι, οἱ δὲ ἀπὸ τοῦ διὰ τῶν αἰγείων ἱμάντων ἰέναι. λέγει δὲ οὕτω «καὶ αἰγανέας δολιχαύλους» «καὶ αἰγανέῃσιν ἱέντες τόξοισίν τε.»
[ἀϊκῶς] αἰκιστικῶς· «ἑλκήσουσ' ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί.»
[αἱμοφόρυκτα·] «αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον.»
[αἱμασιάς.] ἡ μὲν λέξις ἐν Ὀδυσσείᾳ· ποτὲ μὲν γάρ φησιν «αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων,» ὁτὲ δὲ «αἱμασιὰς λέγοντες ἀλωῆς ἔμμεναι ἕρκος.» ἔστι δὲ τὸ ἐκ τῶν λίθων περιτείχισμα. ὁ δὲ Ἀπίων ἐτυμολογῶν φησὶν ἀβασίας, ἐφ' ἃς οὐκ ἔστιν ἐπιβῆναι.
[αἰσυμνῆται] οἱ τοῦ ἀγῶνος προεστῶτες νεανίαι, οἱονεὶ βραβευταί· «αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν.»
[αἰγίοχος] αἰγιοῦχος· αἰγὶς γὰρ ὅπλον τοῦ Διός, οὗπερ ἐστὶν ἐπίθετον. οἱ δὲ νεώτεροι κακῶς, ὡς αἰγὸς ὀχήν, τουτέστι τροφήν, εἰληφότος. ὁ δέ τοι Καλλίμαχος ὕμνον γράφων εἰς Δία «πρῶτόν» φησι «σὺ δὲ θησαπίονα μαζὸν Ἀμαλθείης.»
[αἴης] γῆς.
[αἴκεν] ἐάν· «αἴκεν πῶς μιν ἕλω, δῴη δέ μοι εὖχος Ἀπόλλων.»
[Αἰολίην] τὴν τοῦ Αἰόλου νῆσον· «Αἰολίην δ' ἐς νῆσον ἀφικόμεθ', ἔνθα δ' ἔναιεν Αἴολος Ἱπποτάδης.»
[ἄϊδρις] ἄπειρος· «ἀϊδρίῃσι νόοιο.» ἔνιοι δὲ ἀγνοίας· καὶ γὰρ ἡ ἀπειρία ἄγνοια.
[αἰτίζων] αἰτῶν· «αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας.»
[ἄϊρος] ἐπὶ κακῷ Ἶρος ὠνομασμένος· «ἦ τάχα Ἶρος ἄϊρος ἐπίσπαστον κακὸν ἕξει.»
[αἰγείην κυνέην] ἐν τῇ Ω ῥαψῳδίᾳ τῆς Ὀδυσσείας· «αἰγέην κυνέην κεφαλὴν ἔχε, πένθος ἀέξων.» σημαίνει δὲ καὶ τὴν ἐξ αἰγείου δέρματος περικεφαλαίαν.
[ἀκήρατον] ἄφθαρτον.
[ἄκρης πόλεως] μέρη μὲν εἴρηκεν, τὴν ἀκρόπολιν θέλων σημαίνειν· «ἐλθόντ' ἐξ ἄκρης πόλεως Διὶ χεῖρας ἀνασχεῖν.»
[ἀκήματα] ἰάματα· «φάρμακ' ἀκήματα ἔπασσε μελαινάων ὀδυνάων.» καὶ μεταφορικῶς «ἀκεσταί τοι φρένες ἐσθλῶν,» οἷον εὐΐατοι.
[ἀκαχίζεο] ἐν ἄχει γίνου· «τῷ μήτι θανὼν ἀκαχίζευ Ἀχιλλεῦ.» ἄχος γὰρ ἡ λύπη, διὰ τὸ ἀχανὸν γίνεσθαι δι' ἔκπληξιν τοὺς λυπουμένους. καὶ [ἀκηχέδατο] ἐλυποῦντο.
[ἄκνηστις] τὸ μέσον τῆς ῥάχεως, ἐφ' ᾧ κνήσασθαι οὐ φθάνει τὰ τετράποδα· «τὸν δ' ἐγὼ ἐκβαίνοντα κατ' ἄκνηστιν μετὰ νῶτα.» καὶ [κνῆστις] ἡ ῥάχις.
[ἀκαχμένον] ἠκονημένον.
[ἀκλήρῳ] κλῆρον μὴ ἔχοντι μηδὲ οὐσίαν· «ἀνδρὶ παρ' ἀκλήρῳ, ᾧ μὴ βίωτος πολὺς εἴη.»
[ἄκμηνος] ἐπὶ μὲν τοῦ ἀσίτου «ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι» καὶ «νήστιας ἀκμήνους,» ἐπὶ δὲ τοῦ ἀκμάζοντος «θάμνος ἔην τανίφυλλος ἐλαίης ἕρκεον ἐντός, ἄκμηνος θαλέων.»
[ἀκρόκομοι] οἱ μήτε κομῶντες μήτε ἀπεψιλωμένοι τὴν κόμην, ἢ κομῶντες κατὰ τὸ ἄκρον, οἷον τελείως· «Θρήϊκες ἀκρόκομοι.»
[ἀκωκή] τοῦ ἠκονημένου παντὸς ἀκμή.
[ἀκειόμενον] ἰώμενον καὶ ἐπισκευάζοντα. ἐπὶ μὲν τοῦ ἰώμενον «ἕλκος ἀκειόμενον,» ἐπὶ δὲ τοῦ ἐπισκευάζοντα «νῆας ἀκειόμενον.»
[ἀκηδέστως] οὐ κηδεμονικῶς ἀλλ' ὑβριστικῶς· «ἕλκει ἀκηδέστως.» ὅταν δὲ λέγῃ «ἀκήδεστοι καὶ ἄφαντοι,» ἤγουν ἀκήδευτοι ἀφανεῖς.
[ἀκόλους] ψωμούς· «αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας.»
[ἀκήριοι] [ἀκήριοι] οἱονεὶ ἄψυχοι· «ἥμενοι αὖθις ἕκαστοι ἀκήριοι, ἀκλεὲς αὕτως.»
[ἀκήρατα] ἄθικτα· «αὐτῶν γὰρ κτήματ' ἀκήρατα κεῖτ' ἐνὶ οἴκῳ.»
[ἀκήλητος] ἀμετάβολος· «σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.»
[ἄκυλος] ὁ τῆς πρίνου καρπός· «πὰρ ἄκυλον βαλάνου ἔβαλεν καρπόν τε κρανείης.»
[ἀκμοθέτῳ] τῷ κοιλώματι ἐφ' ᾧ τίθεται ὁ ἄκμων· «θῆκε δ' ἐπ᾿ ἀκμοθέτῳ.»
[ἀκροπόλοις] ἐρήμοις, ὧν περὶ τὰ ἄκρα πολεῖ τὰ ζῷα.
[ἄκριας] τὰς τῶν ὀρῶν ἄκρας· «δι' ἄκριας ἠνεμοέσσας.»
[ἀκερσεκόμης] ἐπίθετον Ἀπόλλωνος· «Φοῖβος ἀκερσεκόμης ἡ δ' Ἄρτεμις ἰοχέαιρα,» ἀπὸ τοῦ μὴ κείρεσθαι τὴν κόμην· ἀπενθὴς γὰρ ὁ θεός.
[ἄκοιτις] ὁμόκοιτις, γυνὴ κατὰ νόμους.
[ἄκριτον] ἀδιαχώριστον· λέγει δὲ ἐπὶ τοῦ πολυανδρείου· «τύμβον δ' ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες ἄκριτον ἐκ πεδίου.»
[ἀκμῆτες] ἀκοπίατοι· «ῥεῖα δέ κ' ἀκμῆτες ἄνδρες ἀϋτῇ ὤσαιμεν.»
[ἀκάκητα] ἀντὶ τοῦ ἀκακήτης, τῇ κλητικῇ ἀντὶ τῆς εὐθείας. λέγεται δὲ οὕτως ὁ Ἑρμῆς ὁ μηδενὸς κακοῦ περιποιητικός.
[ἀκροκελαινιόων] τὰ ἄκρα κελαινὰ ἔχων φαινόμενα διὰ τὸ πλῆθος τῶν ὑδάτων· «ἀκροκελαινιόων, ἵνα μιν παύσειεν πόνοιο.»
[ἀκηδέες] οὐ κηδόμενοι.
[ἀκίχητα] ἀκατάληπτα· «σὺ μὲν ὧδε νοέεις, ἀκίχητα διώκων.»
[ἀκάμαντα] κατ' ἀπόφασιν τοῦ καμάτου, ὥστε εἶναι ἀκοπίατον· «ἠέλιον δ' ἀκάμαντα.» ἔστι δὲ καὶ κύριον ὄνομα τῶν Ἀντήνορος υἱῶν.
[ἀκιδνοτέρη] εὐτελεστέρα· «εἶδος ἀκιδνοτέρη μέγεθός τ' εἰσάντα ἰδέσθαι.» ποτὲ δὲ ἐπὶ τοῦ ἀσθενεστέρου· «οὐδὲν ἀκιδνότερον.»
[ἀκήδεσεν] ἠμέλησεν, ἠφροντίστησεν· «τῶν δ' ἄλλων οὔτις σεῦ ἀκήδησεν.»
[ἀκοστήσας] οἱ μὲν κριθιάσας· ἀκοστὰς γὰρ τὰς κριθὰς λέγουσιν, ὅπερ ἐξ Ὁμήρου δυνήσονται. οἱ δὲ ὅτι στάσεως ἐπιζητήσας, διόπερ εἶπεν «δεσμὸν ἀποῤῥήξας·» ὃ καὶ βέλτιον.
[ἄκουρον] μὴ γεννήσαντα παῖδα ἄῤῥενα· «τὸν μὲν ἄκουρον ἐόντα βάλλ' ἀργυρότοξος Ἀπόλλων νυμφίον ἐν μεγάρῳ.»
[ἄκικυς] ἀσθενής· «νῦν δέ μ' ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς.» ἡ γὰρ ἰσχὺς λέγεται κῖκυς· «οὐδέ τι κῖκυς οἵηπερ πάρος ἔσκεν ἐπὶ γναμπτοῖσι μέλεσσιν.»
[ἀκόρητον] ἀπλήρωτον· «ἀμφὶ σὲ Πηλέως υἱὲ μάχης ἀκόρητον Ἀχαιοί.»
[ἀκέονται] οἷον ἡσυχίαν ἔχουσιν κατὰ μηδὲν ἐργαζόμενοι, οἷον σιωπῶσι· καὶ γὰρ τὸ ἔτυμον τοῦ ἀκέων ἐστὶν ἡσυχάζειν. ἐν τῇ Ξ Ὀδυσσείας.
[ἀκαλαρείτης] πράως ῥέων· ἄκαλον γὰρ τὸ ἥσυχον.
[ἀκεώμεθα] μεταφορικῶς ἀποθεραπεύσωμεν· «ἀλλ' ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.»
[ἀκέων] ἥσυχος· «βῆ δ' ἀκέων παρὰ θῖνα.» καὶ θηλυκῶς «ἀλλ' ἀκέουσα κάθησο.» καὶ ἐπιῤῥηματικῶς [ἀκήν] τὸ ἐφ' ἡσυχίας· «ἀκὴν ἐγένοντο.»
[ἀκραῆ] ἄκρως πνέοντα· «ἀκραῆ Ζέφυρον, κελάδοντ' ἐπὶ οἴνοπα πόντον.»
[ἀκροπόρους] τοὺς ὀβελίσκους διὰ τὸ περὶ τὸ ἄκρον αὐτῶν πείρεσθαι τὰ κρέα· «ὤπτων δ' ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.»
[ἀκροτάτῳ] ἄκρῳ· «τύμβῳ ἐπ᾿ ἀκροτάτῳ Αἰσυήταο γέροντος.»
[ἀκράαντα] ἀτελείωτα· «αὕτως ἀκράαντον.»
[ἀκριτόμυθε] ἄκριτα καὶ ἀδιάστατα λαλῶν· «Θερσῖτ' ἀκριτόμυθε.»
[ἀκριτόφυλλον] πολύφυλλον, οὗ τὰ φύλλα οὐκ ἔστιν ἀναγνωρίσαι.
[ἀκριτόφωνοι] βαρβαρόφωνοι· συγκεχυμένη γὰρ ἡ τῶν βαρβάρων φωνή.
[ἀκτέανοι] πτωχοί.
[ἀκύμων] ἀκίνδυνος.
[ἀλίγκιος] ὅμοιος· «ἄλλος μὲν γάρ τ' εἶδος ἀλίγκιος ἀθανάτοισιν.»
[ἀλοία] ἔτυπτε· «πολλὰ δὲ γαῖαν πολυφόρβην χερσὶν ἀλοία.» ἀφ' οὗ πατραλοῖαι καὶ μητραλοῖαι οἱ πατροτύπται καὶ μητροτύπται.
[ἄλγεα] ἀλγήματα· καταστρέφει δὲ εἰς τὰ κακά.
[ἀλέη] θερμασία· «ἀλέη τε γένηται,» οἷον ἀνέη, ἄνεσίς τε καὶ διάχυσις· κοινωνίαν γὰρ ἔχει τὸ [λ] πρὸς τὸ [ν].
[ἁλοσύδνην] τὴν ἐν ἁλὶ σευομένην, οἷον ἐνάλιον· «νεπόδες καλῆς ἁλοσύδνης.» οἱ μὲν τῆς θαλάσσης, ἔνιοι δὲ τῆς Ἀμφιτρίτης.
[ἀλητεύεσκον] ἐπλανῶντο. κατὰ μετοχήν.
[ἄλφοι] εὕροι· «ἄλφοι ὅπη πέρας ἦγεν κατ' ἀλλοθρόους ἀνθρώπους.»
[ἅλιος] ποτὲ μὲν μάταιος, ποτὲ δὲ θαλάσσιος. καὶ κύριον ὄνομα.
[ἁλιάων] ἐναλίων θεῶν, οἷον τῶν ἐν θαλάσσῃ διατριβουσῶν· «ἐκ μέν μ' ἀλλάων ἁλιάων ἀνδρὶ δάμασε Αἰακίδῃ Πηλῆϊ.»
[ἀλαός] τυφλός· «καί κ' ἀλαὸς τόδε ξεῖνε διακρίνειε τὸ σῆμα.» εἴρηται δὲ κατὰ τὸ ἀλᾶσθαι τὴν πορείαν, οὐχ ὡς ἔνιοι, παρὰ τὸ μὴ λάειν, ὅ ἐστι βλέπειν.
[ἀλαοσκοπιήν] τὴν κατασκόπευσιν· «οὐδ' ἀλαοσκοπιὴν εἶχε κρείων . ἐνοσίχθων,» οὐ τυφλὴν τὴν σκοπιὰν εἶχεν, ὡς ἂν εἴποι τις οὐδ' ὡς ἀλαὸς ἐσκόπευεν, οὐδὲ τυφλὴν εἶχε σκοπιάν.
[ἄλθετο] ὑγιάζετο· «ἄλθετο δὲ χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.»
[ἀλόχου] ὁμολέχου, γυναικὸς κατὰ νόμους· «κουριδίης ἀλόχου.»
[ἀλάλκῃ] ἀπαλεξήσῃ.
[ἀλαλκομενηΐς] ἡ τῷ ἰδίῳ μένει ἀπαλέξουσα τοὺς ἐναντίους. οἱ δὲ ἀπὸ Ἀλαλκομενηΐου τόπου τινός.
[ἅλα] ἐπὶ μὲν τοῦ καθ᾿ ἡμᾶς νοουμένου «πάσσε δ' ἁλὸς θείοιο κρατευτάων ἐπαείρας,» ἐπὶ δὲ τῆς θαλάσσης «οἴχεται εἰς ἅλα δῖαν» ἤγουν τὴν μεγάλην.
[ἄλκαρ] ἀλέξημα· «οὐκ ἔτι διογενὲς Πατρόκλεις ἄλκαρ Ἀχαιῶν ἔσσεται.» «ἕλκος ἀκειόμενον,» ἐπὶ δὲ τοῦ ἐπισκευάζοντα «νῆας ἀκειόμενον.»
[ἀκηδέστως] οὐ κηδεμονικῶς ἀλλ' ὑβριστικῶς· «ἕλκει ἀκηδέστως.» ὅταν δὲ λέγῃ «ἀκήδεστοι καὶ ἄφαντοι,» ἤγουν ἀκήδευτοι ἀφανεῖς.
[ἀκόλους] ψωμούς· «αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας.»
[ἀκήριοι] [ἀκήριοι] οἱονεὶ ἄψυχοι· «ἥμενοι αὖθις ἕκαστοι ἀκήριοι, ἀκλεὲς αὕτως.»
[ἀκήρατα] ἄθικτα· «αὐτῶν γὰρ κτήματ' ἀκήρατα κεῖτ' ἐνὶ οἴκῳ.»
[ἀκήλητος] ἀμετάβολος· «σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.»
[ἄκυλος] ὁ τῆς πρίνου καρπός· «πὰρ ἄκυλον βαλάνου ἔβαλεν καρπόν τε κρανείης.»
[ἀκμοθέτῳ] τῷ κοιλώματι ἐφ' ᾧ τίθεται ὁ ἄκμων· «θῆκε δ' ἐπ᾿ ἀκμοθέτῳ.»
[ἀκροπόλοις] ἐρήμοις, ὧν περὶ τὰ ἄκρα πολεῖ τὰ ζῷα.
[ἄκριας] τὰς τῶν ὀρῶν ἄκρας· «δι' ἄκριας ἠνεμοέσσας.»
[ἀκερσεκόμης] ἐπίθετον Ἀπόλλωνος· «Φοῖβος ἀκερσεκόμης ἡ δ' Ἄρτεμις ἰοχέαιρα,» ἀπὸ τοῦ μὴ κείρεσθαι τὴν κόμην· ἀπενθὴς γὰρ ὁ θεός.
[ἄκοιτις] ὁμόκοιτις, γυνὴ κατὰ νόμους.
[ἄκριτον] ἀδιαχώριστον· λέγει δὲ ἐπὶ τοῦ πολυανδρείου· «τύμβον δ' ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες ἄκριτον ἐκ πεδίου.»
[ἀκμῆτες] ἀκοπίατοι· «ῥεῖα δέ κ' ἀκμῆτες ἄνδρες ἀϋτῇ ὤσαιμεν.»
[ἀκάκητα] ἀντὶ τοῦ ἀκακήτης, τῇ κλητικῇ ἀντὶ τῆς εὐθείας. λέγεται δὲ οὕτως ὁ Ἑρμῆς ὁ μηδενὸς κακοῦ περιποιητικός.
[ἀκροκελαινιόων] τὰ ἄκρα κελαινὰ ἔχων φαινόμενα διὰ τὸ πλῆθος τῶν ὑδάτων· «ἀκροκελαινιόων, ἵνα μιν παύσειεν πόνοιο.»
[ἀκηδέες] οὐ κηδόμενοι.
[ἀκίχητα] ἀκατάληπτα· «σὺ μὲν ὧδε νοέεις, ἀκίχητα διώκων.»
[ἀκάμαντα] κατ' ἀπόφασιν τοῦ καμάτου, ὥστε εἶναι ἀκοπίατον· «ἠέλιον δ' ἀκάμαντα.» ἔστι δὲ καὶ κύριον ὄνομα τῶν Ἀντήνορος υἱῶν.
[ἀκιδνοτέρη] εὐτελεστέρα· «εἶδος ἀκιδνοτέρη μέγεθός τ' εἰσάντα ἰδέσθαι.» ποτὲ δὲ ἐπὶ τοῦ ἀσθενεστέρου· «οὐδὲν ἀκιδνότερον.»
[ἀκήδεσεν] ἠμέλησεν, ἠφροντίστησεν· «τῶν δ' ἄλλων οὔτις σεῦ ἀκήδησεν.»
[ἀκοστήσας] οἱ μὲν κριθιάσας· ἀκοστὰς γὰρ τὰς κριθὰς λέγουσιν, ὅπερ ἐξ Ὁμήρου δυνήσονται. οἱ δὲ ὅτι στάσεως ἐπιζητήσας, διόπερ εἶπεν «δεσμὸν ἀποῤῥήξας·» ὃ καὶ βέλτιον.
[ἄκουρον] μὴ γεννήσαντα παῖδα ἄῤῥενα· «τὸν μὲν ἄκουρον ἐόντα βάλλ' ἀργυρότοξος Ἀπόλλων νυμφίον ἐν μεγάρῳ.»
[ἄκικυς] ἀσθενής· «νῦν δέ μ' ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς.» ἡ γὰρ ἰσχὺς λέγεται κῖκυς· «οὐδέ τι κῖκυς οἵηπερ πάρος ἔσκεν ἐπὶ γναμπτοῖσι μέλεσσιν.»
[ἀκόρητον] ἀπλήρωτον· «ἀμφὶ σὲ Πηλέως υἱὲ μάχης ἀκόρητον Ἀχαιοί.»
[ἀκέονται] οἷον ἡσυχίαν ἔχουσιν κατὰ μηδὲν ἐργαζόμενοι, οἷον σιωπῶσι· καὶ γὰρ τὸ ἔτυμον τοῦ ἀκέων ἐστὶν ἡσυχάζειν. ἐν τῇ Ξ Ὀδυσσείας.
[ἀκαλαρείτης] πράως ῥέων· ἄκαλον γὰρ τὸ ἥσυχον.
[ἀκεώμεθα] μεταφορικῶς ἀποθεραπεύσωμεν· «ἀλλ' ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν.»
[ἀκέων] ἥσυχος· «βῆ δ' ἀκέων παρὰ θῖνα.» καὶ θηλυκῶς «ἀλλ' ἀκέουσα κάθησο.» καὶ ἐπιῤῥηματικῶς [ἀκήν] τὸ ἐφ' ἡσυχίας· «ἀκὴν ἐγένοντο.»
[ἀκραῆ] ἄκρως πνέοντα· «ἀκραῆ Ζέφυρον, κελάδοντ' ἐπὶ οἴνοπα πόντον.»
[ἀκροπόρους] τοὺς ὀβελίσκους διὰ τὸ περὶ τὸ ἄκρον αὐτῶν πείρεσθαι τὰ κρέα· «ὤπτων δ' ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.»
[ἀκροτάτῳ] ἄκρῳ· «τύμβῳ ἐπ᾿ ἀκροτάτῳ Αἰσυήταο γέροντος.»
[ἀκράαντα] ἀτελείωτα· «αὕτως ἀκράαντον.»
[ἀκριτόμυθε] ἄκριτα καὶ ἀδιάστατα λαλῶν· «Θερσῖτ' ἀκριτόμυθε.»
[ἀκριτόφυλλον] πολύφυλλον, οὗ τὰ φύλλα οὐκ ἔστιν ἀναγνωρίσαι.
[ἀκριτόφωνοι] βαρβαρόφωνοι· συγκεχυμένη γὰρ ἡ τῶν βαρβάρων φωνή.
[ἀκτέανοι] πτωχοί.
[ἀκύμων] ἀκίνδυνος.
[ἀλίγκιος] ὅμοιος· «ἄλλος μὲν γάρ τ' εἶδος ἀλίγκιος ἀθανάτοισιν.»
[ἀλοία] ἔτυπτε· «πολλὰ δὲ γαῖαν πολυφόρβην χερσὶν ἀλοία.» ἀφ' οὗ πατραλοῖαι καὶ μητραλοῖαι οἱ πατροτύπται καὶ μητροτύπται.
[ἄλγεα] ἀλγήματα· καταστρέφει δὲ εἰς τὰ κακά.
[ἀλέη] θερμασία· «ἀλέη τε γένηται,» οἷον ἀνέη, ἄνεσίς τε καὶ διάχυσις· κοινωνίαν γὰρ ἔχει τὸ [λ] πρὸς τὸ [ν].
[ἁλοσύδνην] τὴν ἐν ἁλὶ σευομένην, οἷον ἐνάλιον· «νεπόδες καλῆς ἁλοσύδνης.» οἱ μὲν τῆς θαλάσσης, ἔνιοι δὲ τῆς Ἀμφιτρίτης.
[ἀλητεύεσκον] ἐπλανῶντο. κατὰ μετοχήν.
[ἄλφοι] εὕροι· «ἄλφοι ὅπη πέρας ἦγεν κατ' ἀλλοθρόους ἀνθρώπους.»
[ἅλιος] ποτὲ μὲν μάταιος, ποτὲ δὲ θαλάσσιος. καὶ κύριον ὄνομα.
[ἁλιάων] ἐναλίων θεῶν, οἷον τῶν ἐν θαλάσσῃ διατριβουσῶν· «ἐκ μέν μ' ἀλλάων ἁλιάων ἀνδρὶ δάμασε Αἰακίδῃ Πηλῆϊ.»
[ἀλαός] τυφλός· «καί κ' ἀλαὸς τόδε ξεῖνε διακρίνειε τὸ σῆμα.» εἴρηται δὲ κατὰ τὸ ἀλᾶσθαι τὴν πορείαν, οὐχ ὡς ἔνιοι, παρὰ τὸ μὴ λάειν, ὅ ἐστι βλέπειν.
[ἀλαοσκοπιήν] τὴν κατασκόπευσιν· «οὐδ' ἀλαοσκοπιὴν εἶχε κρείων . ἐνοσίχθων,» οὐ τυφλὴν τὴν σκοπιὰν εἶχεν, ὡς ἂν εἴποι τις οὐδ' ὡς ἀλαὸς ἐσκόπευεν, οὐδὲ τυφλὴν εἶχε σκοπιάν.
[ἄλθετο] ὑγιάζετο· «ἄλθετο δὲ χείρ, ὀδύναι δὲ κατηπιόωντο βαρεῖαι.»
[ἀλόχου] ὁμολέχου, γυναικὸς κατὰ νόμους· «κουριδίης ἀλόχου.»
[ἀλάλκῃ] ἀπαλεξήσῃ.
[ἀλαλκομενηΐς] ἡ τῷ ἰδίῳ μένει ἀπαλέξουσα τοὺς ἐναντίους. οἱ δὲ ἀπὸ Ἀλαλκομενηΐου τόπου τινός.
[ἅλα] ἐπὶ μὲν τοῦ καθ᾿ ἡμᾶς νοουμένου «πάσσε δ' ἁλὸς θείοιο κρατευτάων ἐπαείρας,» ἐπὶ δὲ τῆς θαλάσσης «οἴχεται εἰς ἅλα δῖαν» ἤγουν τὴν μεγάλην.
[ἄλκαρ] ἀλέξημα· «οὐκ ἔτι διογενὲς Πατρόκλεις ἄλκαρ Ἀχαιῶν ἔσσεται.»
[ἀλεξάνεμον] τὴν ἀπαλέξουσαν τὸν ἄνεμον· «ἐσθῆτ' ἀλεξάνεμον μάλα πυκινήν» ἐν τῇ Ξ Ὀδυσσείας.
[ἀλλογνώτων] ξένων· «ἀλλογνώτων ἐνὶ δήμῳ.»
[ἀλλοπρόσαλλον] ἄλλοτε ἄλλῳ φίλον· «μή τί μοι ἀλλοπρόσαλλε παρεζόμενος.»
[ἀλεωρή] φυλακὴ καὶ ἀσφάλεια, οἷον ἔκφευξις.
[ἁλιαέες] οἱ διὰ τῆς θαλάσσης πνέοντες· «φαίνονθ' ἁλιέες, οἵ ῥά τε νηῶν πομπῆες γίνονται.»
[ἀλλοθρόους] βαρβάρους· «εἰς ἀλλοθρόους ἀνθρώπους, ἐς Τεμέσην μετὰ χαλκόν.»
[ἁλέντες] συστραφέντες, συγκλεισθέντες. καὶ [ἁλείς] ἀντὶ τοῦ συστραφείς.
[ἀλιτήμων] ἁμαρτωλός· «οὔτε γάρ ἐστ' ἄφρων οὔτ' ἄσκοπος οὔτ' ἀλιτήμων.»
[ἀλίτην] τὸν εἰς αὑτὸν ἀλίτοντα, τουτέστιν ἁμαρτάνοντα.
[ἄλαστον] χαλεπόν, ἀνεπίληστον.
[ἀλεγεινοί] οἱ δυσχερεῖς· «οἱ δ' ἀλεγεινοὶ ἀνδράσι γε θνητοῖσι.»
[ἀλεγύνειν] φροντίζειν· «οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι.»
[ἀλαλύκτημαι] τεθορύβημαι, πλανῶμαι, ἀπὸ τοῦ ἀλᾶσθαι τῇ διανοίᾳ· «οὐδέ μοι ἦτορ ἔμπεδον, ἀλαλύκτημαι· κραδίη δέ μοι ἔξωθεν στηθέων ἐκθρώσκει.»
[ἀλυσκάζων] ἐκκλίνων.
[ἀλαστήσας] δεινοπαθήσας, χαλεπήνας, στενάξας. ἄλαστα γὰρ τὰ χαλεπά, διὰ τὴν χαλεπότητα ἀνεπίληστα ὄντα.
[ἀλφίτου ἀκτήν] περιφραστικῶς αὐτὸ τὸ ἄλφιτον, ἀπὸ τοῦ κατάγνυσθαι τὴν κριθήν. σημαίνει δὲ τὸ βέλτιστον καὶ μᾶλλον ἀπολύσιμον τῆς κριθῆς.
[ἁλίπλοα] τὰ ἐπιπλέοντα τῇ θαλάσσῃ· «ἁλίπλοα τείχεα θείη.»
[ἄλεισον] ποτηρίου γένος τετορνευμένου, κατ' ἀπόφασιν τῆς λειότητος.
[ἁλιμυρήεντα] εἰς τὴν θάλασσαν ῥέοντα.
[ἀλαπαδνότεροι] εὐεκπορθητότεροι· ἀλαπάξαι γὰρ καὶ ἐξαλαπάξαι ἀντὶ τοῦ ἐκκενῶσαι καὶ ἐκπορθῆσαι, καὶ [ἀλαπαδνός] ὁ ἀσθενής.
[ἀλεείνων] ἐκκλίνων καὶ φυλασσόμενος· «κῆρ ἀλεείνων.»
[ἀλοιφῇ] λίπει· «ἐν δὲ συὸς σιάλοιο ῥάχιν τεθαλυῖαν ἀλοιφῇ.» καὶ ἐπὶ τοῦ ἐλαίου «ἀπονίψασθαι καὶ ἐπιχρείσασθαι ἀλοιφῇ.»
[ἀλωή] ἐπὶ μὲν τῆς ἀμπελοφύτου «πάντη οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο,» ἐπὶ δὲ τῆς ἅλω «ὡς δ' ἄνεμος ἄχνας φορέει ἱερὰς κατ' ἀλωάς.»
[ἀλύσσοντες] δυσφοροῦντες καὶ λύσιν μὴ εὑρίσκοντες καὶ ἐμμανεῖς. βέλτιον δὲ ἀποδιδόναι ἄγαν λυσσῶντες.
[ἁλιῶσαι] μάταιον ἡγήσασθαι· «οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ' ἁλιῶσαι.»
[ἀλλοειδέα] ἀλλοφανῆ· «τοὔνεκ' ἂρ ἀλλοειδέα φαινέσκετο.»
[ἀλδαίνει] αὔξει, ἀπὸ τῆς ἄλσεως, οὗ τὸν παρῳχημένον ἤλδανε.
[ἀλύων] ἀνιώμενος. εἴη δ' ἂν μᾶλλον λύσιν μὴ δυνάμενος τοῦ παρεστῶτος κακοῦ λαβεῖν. ὁτὲ δὲ τὸ ἀλύειν κατ' ἀντίφρασιν τὸ χαίρειν σημαίνει· «ἢ ἀλύεις ὅτι Ἶρον ἐνίκησας τὸν ἀλίτην.»
[ἀλύσκανε] ἐξέκλινε· «Τερπιάδης δέ τ' ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν.»
[ἁλιπόρφυρα] ἁλουργῆ· «ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι.»
[ἀλφηστῇσι] ἐντίμοις· λέγει δὲ βασιλεῦσιν. οὕτως Ἡλιόδωρος.
[ἀλφεσίβοιαι] ἀλφαίνουσαι βόας, τουτέστιν ἀναλαμβάνουσαι· οἱ γὰρ γαμοῦντες ἐδίδοσαν ταῖς γαμουμέναις βόας καὶ τὰ ὅμοια, μήπω νομίσματος εὑρημένου· «ἔνθα μὲν ἠΐθεος καὶ παρθένοι ἀλφεσίβοιαι.»
[ἀλεγύνετε] ἀλέγειν ποιεῖτε· «ἀλεγύνετε δαῖτας.»
[ἀλκί] ἀλκῇ· «ἀλκὶ πεποιθώς,» ἀπὸ ὀρθῆς τῆς ἄλξ. ὡς σὰρξ σαρκί, ἀλκί.
[ἀλίαστος] ἀνέγκλιστος· «πόλεμος δ' ἀλίαστος ὄρωρεν.»
[ἀλλοφρονέων] ἀλλοῖα διανοούμενος· «ἀλλοφρονέων, κακὰ δ' ὄσσετο θυμός.»
[ἀλῆτις·] «χερνῆτις ἀλῆτις ἥ τε σταθμὸν ἔχουσα καὶ εἰρίον ἀμφὶς ἀνέλκει.» ἀλῆτις οἷον δικαία παραλαμβάνειν τὸν σταθμὸν καὶ παραδιδόναι.
[ἀλίφατι] ἀλείμματι, ἐλαίῳ.
[ἀλλότριος] πολέμιος· «αὐτίκ' ἔπειτ' ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς.»
[ἀλήϊος] ἀκτήμων· «οὔ κεν ἀλήϊος εἴη ἀνήρ.»
[ἀλλοδαπῷ] ξένῳ.
[ἅλις] ἀθρόως, ἱκανῶς.
[Ἀλύβαντος] πόλεως ὄνομα· ἔστι δὲ Ἰταλίας. «εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα.»
[Ἀλυβή] πόλις Τρωάδος· «τηλόθεν ἐξ Ἀλυβῆς.»
[Ἀλόπη] πόλις ἐν Ἄργει τῷ Πελασγικῷ.
[ἀμείβεσθαι] ἐπὶ μὲν τοῦ λόγον ἀνταποδιδόναι «ἀμείβετο φώνησέν τε,» ἐπὶ δὲ τοῦ κατὰ μέρος «οἱ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον,» ἐπὶ δὲ τοῦ ἐναλλάσσειν «ὃς πρὸς Τυδείδην Διομήδεα τεύχε' ἄμειβεν.»
[ἄμμε] Αἰολικῶς ἀντὶ τοῦ ἡμᾶς· «Ἀτρείδη, νῦν ἄμμε παλιμπλαχθέντας ὀΐω.» τὸ δὲ σὺν τῷ [σ] [ἄμμες] ἡμεῖς· «τὸ μὲν ἄμμες ἐΐσκομεν.» τὸ δὲ [ἄμμι] ἡμῖν.
[ἁμαρτῇ] ἅμα, ὁμοῦ· «ὁ δ' ἁμαρτῇ δούρασιν ἀμφίς.»
[ἀμφικτίονες] περίοικοι.
[ἄμβροτοι] θεοὶ ἀθάνατοι.
[ἄμερσεν] ἐστέρησεν, ἄμοιρον ἐποίησεν· «ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ' ἡδεῖαν ἀοιδήν.»
[ἀμβροσίη] τὸ τῶν θεῶν βρῶμα· «τῇ δὲ παρ' ἀμβροσίην δμωαὶ καὶ νέκταρ ἔθηκαν.» ὁτὲ δὲ τὴν θείαν· «ἀμβροσίην διὰ νύκτα.» καὶ [ἀμβρόσια] οὐδετέρως.
[ἄμυδις] ἅμα, ὁμοῦ· «ἄμυδις δέ τε κῦμα κελαινὸν κορθύεται.»
[ἄμπυξ] ὁ ἀναδεσμὸς τῶν τριχῶν, ἀπὸ τοῦ εἰς τὰ ἄνω πεπυκνῶσθαι. «χρυσάμπυκας ἵππους» φησίν. ὅταν δὲ λέγῃ «ἄμπυκα κεκρύφαλόν τε,» κόσμον τινὰ ἔοικε περὶ τὴν κεφαλὴν σημαίνειν, οὐ μὲν ἀπέχοντα τῆς περὶ τὰς τρίχας συλλήψεως.
[ἀμφίθετον] οἷον καὶ ἐπὶ στόμα δυναμένην τίθεσθαι καὶ ἐπὶ τὸν πυθμένα· «ἀμφίθετον φιάλην, τὴν Νέστορι δῶκεν Ἀχιλλεύς.»
[ἀμείλικτον] πικρὰν καὶ οὐ προσηνῆ· «ἀμείλικτον δ' ὄπ' ἄκουσεν.»
[ἀμύμων] ἀμώμητος. ὅταν δὲ εἴπῃ «μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,» οὐ τοῦ καθόλου ἀμωμήτου, ἀλλὰ πρὸ τοῦ ἔργου τῆς μοιχείας. πρότερον γοῦν ἐπιφέρει «φρεσὶ γὰρ κέχρητ'ἀγαθῇσι.»
[ἀμαιμακέτην] ἀπροσμάχητον, μεγάλην· «ἱστὸν ἀμαιμάκετον» ἀντὶ τοῦ μέγαν.
[ἀμφικύπελλον] ἀμφίκυρτον, οἷον περικεκυφωμένον, ὅπερ ἴσον τῷ κεκυρτωμένον. οἱ δὲ ποτηρίου εἶδος.
[ἀμέγαρτε] ᾧ οὐκ ἄν τις μεγήρειεν, ὅ ἐστι φθονήσειεν, ζηλώσειεν. οἷον ἀμέγαρτε ἀφθόνητε. καὶ «πόνον ἀμέγαρτον ὄφελλεν,» οἷον ἔργον ἀφθόνητον, ὃ οὐκ ἄν τις ζηλώσειεν διὰ χαλεπότητα.
[ἀμάρη] ἡ ὑδρορόη· «χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξαίχματα βάλλων.» ὁ δ' Ἀπίων ὁμοῦ καὶ ὁμοίως καὶ ἅμα καὶ ὁμαλῶς ῥέουσα.
[ἄμοτον] ἀπλήρωτον· «τοῦ δ' ἄμοτον μεμάασι θεοί.»
[ἄμνιον] ἀγγεῖόν τι εἰς ὃ δέχονται τοῦ σφαττομένου ἱερείου τὸ αἷμα. ἢ οἷον ἀμένιον, τὸ κατὰ στέρησιν τοῦ μένους.
[ἁμαρτοεπής] ὁ ἁμαρτάνων ἐν τῷ λέγειν.
[ἀμαυρόν] τὸ μὴ φαινόμενον· περισσὸν δὲ ἔχει τὸ προηγούμενον (α).
[ἀμφελάχαινε] περιέσκαπτε, περιώρυσσεν· «ἤτοι ὁ μὲν κατ' ἔχων κεφαλὴν φυτὸν ἀμφελάχαινε.» καὶ τὸ λάχανον ἀπὸ τούτου· περίσκαπτε γὰρ τὴν περὶ αὐτὸ γῆν, καὶ κούφη γίνεται πρὸς αὔξησιν τοῦ φυομένου.
[ἀμφιελίσσας] ἐπιθετικῶς τὰς ἐξ ἑκατέρου μέρους ἐλαυνομένας ναῦς· ἑλιγμῷ γάρ τι παραπλήσιον ποιοῦσιν οἱ ἐλαύνοντες.
[ἀμφιέποντες] περὶ τὸ ἔργον πονούμενοι, οἷον ἐνεργοῦντες· «εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες.»
[ἀμφαφόωντα] διὰ χειρὸς ἔχοντα, ψηλαφῶντα. ἐπὶ μὲν τοῦ τὰ ὅπλα ψηλαφῶντος Ἀλεξάνδρου ἐν τῇ Ζ Ἰλιάδος χωρὶς τῆς ἀμφί προθέσεως «ἀσπίδα καὶ θώρηκα καὶ ἀγκύλα τόξ' ἀφόωντα,» σὺν δὲ τῇ προθέσει «καί κ' ἀλαός τοι ξεῖνε διακρίνειε τὸ σῆμα ἀμφαφόων.»
[ἀμφιστρεφέες] ἀλλήλαις περιπεπλεγμέναι· «κεφαλαὶ δέ οἱ ἦσαν τρεῖς ἀμφιστρεφέες.»
[ἀμιτροχίτωνας] ἀζώστους· «Σαρπηδὼν ἴδ' ἀμιτροχίτωνας ἑταίρους.»
[ἀμφιγυήεις] ἀμφότερα τὰ γυῖα χωλὰ ἔχων, ἀμφοτερόχωλος.
[ἀμφιπέληται] περιγένηται καὶ συντελεσθείη· «ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.»
[ἀμαλδῦναι] ἀφανίσαι· «τεῖχος ἀμαλδῦναι ποταμῶν μένος εἰσαγαγόντες.»
[ἄμεναι] πληρωθῆναι· «χροὸς ἄμεναι ἀνδρομέοιο.»
[ἀμφὶ πελέκκῳ.] τὸν στειλειὸν λέγει τῆς ἀξίνης πέλεκκον. ἀπὸ τοῦ πελέκεως πέλεκκον. «καλὴν ἐλαΐνῳ ἀμφὶ πελέκκῳ.»
[ἀμφιθαλής] ὁ ἐπ᾿ ἀμφοτέροις τοῖς γονεῦσι θάλλων, ἢ ἐφ' ᾧ ἀμφότεροι οἱ γονεῖς θάλλουσιν.
[ἀμφικάρη] ἀμφικέφαλα, ἀμφοτέρωθεν τὰς κεφαλὰς ἔχοντα· «πολλά σοι ἀμφικάρη σφέλλ' ἀνδρῶν ἐκ παλαμάων.» λέγει δὲ τὰ ὑποπόδια.
[ἀμφιδρυφής] περινενυγμένη· «τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος.»
[ἀμβλήδην] οἷον ἀναβολάδην, ἀπὸ προοιμίου· «ἀμβλήδην γοόωσα μετὰ δμωῇσιν ἔειπεν.»
[ἀμφιρεφέα] ἑκατέρωθεν ἐστεγασμένην πώματι καὶ πυθμένι, οἷαί εἰσιν αἱ Κρητικαὶ φαρέτραι.
[ἀμφίχυτον] περικεχωσμένον ἐξ ἀμφοτέρων τῶν μερῶν, ὥστε προβάσεις ἔχειν· «τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο.»
[ἀμφίπολος] ἡ περὶ τὴν δέσποιναν πολουμένη θεράπαινα, ὅπερ ἐστὶν ἀναστρεφομένη.
[ἀμενήνωσεν] ἀσθενῆ ἐποίησεν, κατὰ στέρησιν τοῦ μένους, ὅ ἐστι τῆς ἰσχύος· «ἀμενήνωσεν δέ οἱ αἰχμήν.» καὶ [ἀμενηνός] ὁ ἀσθενής· «ἤ κεν ζῶς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι.»
[ἄμβατος] εὐεπίβατος· «ἄμβατός ἐστι πόλις.»
[ἁμαξιτός] ἁμάξαις διαπορευτὴ ὁδός.
[ἀμφιχυθείς] περιχυθείς, περιπλακείς.
[ἀμφαδόν] φανερῶς· «κτείνας ἠὲ δόλῳ ἢ ἀμφαδόν.»
[ἄμαθος] ἡ σποδιά, ἄμμος· «τύχε γὰρ ἀμάθοιο βαθείης.»
[ἀμαθύνει] ἄμαθον ποιεῖ, τουτέστι κονιορτὸν ἀποτελεῖ, ἀπὸ τοῦ ἄμαθον εἶναι ἀνεπίγνωστον τῇ ποσότητι.
[ἀμοιβαδίς] ἐναλλάξ, ἀνὰ μέρος· «ἀμοιβαδὶς δ' ἐδίκαζον.»
[ἀμιχθαλόεσσαν] ἀπροσόρμιστον ἐκ θαλάσσης, ᾗ οὐ δυνατὸν ἐκ τῆς ἁλὸς ἐπιμίσγεσθαι· δυσόρμιστος γάρ. «ἐς Σάμον ἔς τ' Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν.» ἔνιοι δὲ τὴν ὁμιχλώδη.
[Ἀμφιγένεια] πόλις τῆς Πύλου.
[ἁμάς] Δωρικῶς ἡμετέρας· «σαωσέμεναι νῆας ἁμάς.»
[ἀμφίβασις] ἡ περὶ τοῦ νεκροῦ μάχη· περιβάντες γὰρ τὸν νεκρὸν ἀγωνίζονται περὶ τοῦ σώματος, μὴ σκυλευθῇ· «δεῖσε δ' ὅγ' ἀμφίβασιν κρατερῶν Τρώων ἀγερώχων.» καὶ μεταφορικῶς «ὃς Χρύσην ἀμφιβέβηκας,» περιβέβηκας· καταστρέφει δ' εἰς τὸ ὑπερμαχεῖς. ἀπὸ τῶν ἀλόγων ζῴων τὸ πλέον ἡ μεταφορά, καὶ μάλιστα ἀπὸ τῶν κυνῶν· «ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα ἄνδρ' ἀγνοιήσασ' ὑλάει.» καὶ περὶ Μενελάου ὑπερμαχοῦντος τοῦ σώματος Πατρόκλου «ἀμφὶ δ' ἂρ αὐτῷ βαῖν' ὅς τις περὶ πόρτακι μήτηρ.»
[ἀμοιβοί] οἱ ἐκ διαδοχῆς ἥκοντες σύμμαχοι· «οἵ ῥ' ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ ἠοῖ τῇ προτέρῃ.» ἄδηλον δὲ εἰ μετὰ τὸ τοὺς προτέρους ἀνῃρῆσθαι ἐπῆλθον ἄλλοι.
[ἀμφίδυμοι] διπλοῖ, ἐξ ἑκατέρου μέρους εἴσπλους ἔχοντες· «λιμένες δ' ἔνι ναύλοχοι καὶ ἀμφίδυμοι.»
[ἁματροχόωντα] μὴ δυνάμενον ὁμοῦ συνεκτρέχειν.
[ἁματροχίας] τὰς συνεμπτώσεις τῶν τροχῶν· «ἁματροχίας ἀλεείνων.»
[ἄμφωτον] ἐξ ἀμφοτέρων τῶν μερῶν ὦτα ἔχοντα.
[ἀμφιλύκη] σκοτία, ἡ μήπω δὲ φῶς· «ἦμος δ' οὔτ' ἄρ πω ἠώς, ἔτι δ' ἀμφιλύκη νύξ.» καὶ ἔστιν οἷον ἀμφιλύγη· λύγαιον γὰρ τὸ σκοτεινόν.
[ἀμφιβρότη] ἡ περὶ ὅλον τὸν ἄνθρωπον ἀσπίς.
[ἀμύξει] καταξύσει.
[Ἀμύκλαι] πόλις τῆς Λακωνικῆς· «οἳ δ' Ἀμύκλας εἶχον.»
[ἄμφηκες] τὸ ἐξ ἑκατέρου μέρους ἠκονημένον.
[ἀμφιγύοισιν] τοῖς ἐξ ἑκατέρου μέρους γυῶσαι δυναμένοις, οἷον βλάψαι. ἔνιοι δὲ τοῖς διὰ χειρὸς δυναμένοις· «καὶ ξίφεσιν μεγάλοις καὶ ἔγχεσιν ἀμφιγύοισι.»
[ἀμφιδεδίνηται] κύκλῳ περίκειται· «κολεὸν δὲ νεοπρίστου ἀμφιδεδίνηται.»
[ἀμόθεν] ἀπό τινος μέρους. ὅθεν καὶ τὸ [μηδαμῶς] κατὰ μηδένα τρόπον. «τὸν ἀμόθεν γε θεὰ θύγατερ Διός.»
[ἀμαλήν] ἁπαλήν, νέαν· «ἁρπάζων ἢ ἄρν' ἀμαλὴν ἢ πτῶκα λαγωόν.» [πρόμαλος] δὲ ἡ προηυξημένη.
[ἀμοιβάς] ἡ ἐκ διαδοχῆς ἐναλλασσομένη ἐσθής· «πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρακέκλετ' ἀμοιβάς.» καὶ ἀπὸ τῆς αὐτῆς ἐννοίας τὸ «εἵματ' ἐξημοιβά, λοετρὰ θερμὰ καὶ εὐναί.»
[ἀμολγῷ] ἤτοι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ ἀμέλγουσιν, ἢ ἐν ᾗ τις οὐ μολίσκει, ἵν' ᾖ ἀμολγῷ κατὰ παρένθεσιν τοῦ (γ)· «ἐν νυκτὸς ἀμολγῷ.» οἷον τὸ μεσονύκτιον.
[ἀμήχανε] ἀπροσμήχανε· «ἀμήχανε, σὸς δόλος, Ἥρη.»
[ἀμφιάλῳ] τῇ πανταχόθεν περιεχομένῃ θαλάσσῃ· ἐπίθετον δ' ἐστὶ πάσης νήσου.
[ἄμερδεν] ἠμαύρου· «ὄσσε δ' ἄμερδεν αὐγὴ χαλκείη.»
[ἀμφιπολεύεις] περιέπεις· «κεῖνός γ' ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι.»
[ἀμφαδίην] ἀναφανδόν, φανερῶς· «ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔτινα.»
[ἀμφίρηστον] τὸν ἐπ᾿ ἀμφότερα ἐξισωθῆναι δυνάμενον.
[ἀμφιρύτῃ] περιρεομένῃ· «νήσῳ ἐν ἀμφιρύτῃ χαλεποὶ δέ μιν.»
[ἀμφίς] ποτὲ μὲν ἀντὶ τῆς περί, οἷον «αἱ δ' οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη·» ὁτὲ δὲ ἀντὶ τοῦ χωρίς, ὡς τὸ «οὐ γὰρ ἔτ' ἀμφὶς ὁδοῦ δραμέτην.»
[ἀμαλλοδετῆρες] οἱ τὰς ἀμάλλας τῶν ἀσταχύων δεσμεύοντες.
[ἀμύντορας] βοηθούς· «ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας.»
[ἄμφω] ἀμφότεροι ἢ ἀμφοτέρους.
[ἀμφεκάλυψεν] περιέσχεν.
[ἀμφασίη] ἀφασία, ἀφωνία.
[ἄμμορον] ποτὲ μὲν κακόμορον, «ἄμμορος ἣ τάχα χήρη σεῦ ἔσομαι·» ποτὲ δὲ ἄμοιρος, ἀμέτοχος, «οἴη δὲ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.» λέγει δὲ καὶ ἐπὶ τῆς ἄρκτου. τοῦτο δὲ εἴρηκεν μὴ γιγνώσκων ὅτι καὶ ἄλλα οὐ δύνει· ἢ πρὸς τὰ προειρημένα τὴν σύγκρισιν ποιεῖται. ὁ δὲ Ἡλιόδωρός φησι βέλτιον λέγειν ὅτι ἠγνόει. ὁ δὲ Κράτης οὕτως ἀναγινώσκει «ἥ τ' αὐτοῦ στρέφεται καί τ' Ὠρίωνα δοκεύει,» μέχρι τούτου καταλέγων· «ἡ δ' ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο,» ἵνα τὸ συμβεβηκὸς αὐτῇ καὶ ἑτέροις τῶν ἄστρων ἀκούηται.
[ἀμφήλυθε] περιῆλθεν· «ὥστε με κουράων ἀμφήλυθε θῆλυς ἀϋτμή.»
[ἀμφὶς ἔχοιεν] χωρὶς ἔχοιεν, περιέχοιεν· «δεσμοὶ μὲν τρὶς τόσον ἀπείρονες ἀμφὶς ἔχουσιν.»
[ἀμφιφορεῦσιν] ἀμφορεῦσιν.
[ἀμησάμενος] συναγαγών, ἐν τῇ Ι Ὀδυσσείας.
[ἀμηχανίη] ἀπορία· «ἀμηχανίη δ' ἔχε θυμόν.»
[ἁμαρτήσεσθαι] διαμαρτεῖν· «ἁμαρτήσεσθαι ὀπωπῆς.»
[ἀμφιμέμυκεν] περιήχει· «δάπεδον δ' ἅπαν ἀμφιμέμυκεν.»
[ἀμφοτέρωθεν] ἐξ ἀμφοτέρων τῶν μερῶν.
[Ἀμφιτρίτη] ἡ θάλασσα· «ἀγάστονος Ἀμφιτρίτη.»
[ἀμφαγαπαζόμενος] περισσῶς ἀγαπώμενος.
[ἀμοιβήν] ἔκτισιν· «εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέ' ἀμοιβήν.»
[ἀμφοῦδας] περὶ τὸ οὖδας τὸ ἔδαφος· «ἢ πρὸς γῆν ἐλάσειε κάρη ἀμφοῦδας ἐρείσας.»
[Ἀμνισσῷ.] Ἀμνισσὸς τόπος καὶ ποταμὸς τῆς Κρήτης.
[ἀμήχανοι] μηχανὴν οὐκ ἔχοντες οὐδὲ βοήθειαν.
[ἀμενηνῶν] ἀψύχων· «δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων.»
[ἀμμορίην] τὴν κακὴν μοῖραν· «μοῖράν τ' ἀμμορίην τε.»
[ἀμφιμάσασθε] καθάρατε, περιψήσατε· «τραπέζας ἀμφιμάσασθε καθήρατε δὲ κρατῆρας.»
[ἁμαρτήσαντες] συντυχόντες, συναντήσαντες· «βουκόλος ἠδὲ συφορβὸς ἁμαρτήσαντες ἅμ' ἄμφω.»
[ἀμήσαντες] ἀποτεμόντες· «ῥῖνάς τ' ἀμήσαντες.»
[ἀμέρδῃ] στερίσκει, ἐν τῇ Φ τῆς Ὀδυσσείας.
[ἀμφέθετο] περιέθετο, πρὸς τὴν μάχην παρεσκευάσθη ὁ Τηλέμαχος· «ἦ καὶ ἐπ᾿ ὀφρύσι νεῦσεν, ὁ δ' ἀμφέθετο ξίφος ὀξύ.»
[ἀμφέξεσα] περιέξεσα· «κορμὸν δὲ ῥίζης ποταμὸν ἀμφέξεσα χαλκῷ.»
[ἄμπνυτο] ἀνέπνευσεν· «αὐτὰρ ἐπεὶ ἄμπνυτο.»
[ἀνά] κυρίως μὲν ἡ πρόθεσις ἐν τούτοις, «ἀφρῷ μορμύροντα ἰδὼν ἀνά τ' ἔδραμ' ὀπίσω·» ἀντὶ δὲ τῆς κατά «νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν,» ἀντὶ δὲ τῆς ἐπί «ὣς ὁ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ.»
[ἄνα] ἀντὶ μὲν τοῦ ἄναξ «Ζεῦ ἄνα Δωδωναῖε Πελασγικέ,» ἀντὶ δὲ τοῦ ἀνάστηθι «ἀλλ' ἄνα, μηκέτι κεῖσο, σέβας δέ σε θυμὸς ἱκέσθω.» ἡ δὲ πρόθεσις κατὰ ἀναστροφήν «γινώσκω γὰρ Ἄρηα μάχην ἄνα κοιρανέοντα.»
[ἄναξ] ὁτὲ μὲν βασιλεύς, «Ἀτρείδης τε ἄναξ ἀνδρῶν.» εἴρηται δὲ ἀπὸ τοῦ ὑπεράνω εἶναι τῶν ὑποτεταγμένων. εἴρηται δὲ καὶ ἐπὶ τοῦ οἰκοδεσπότου.
[ἀναῤῥῶγας μεγάροιο.] ἐν τῇ Χ τῆς Ὀδυσσείας λέγεται οὕτως, ῥῶγας τοῦ μεγάρου, κατὰ τὸ πληθυντικόν. οἱ δὲ τὰς ἀναβάσεις, ἀπὸ τοῦ διεστάναι. ἄλλοι δὲ τὰς θυρίδας. οἱ δὲ ἀναῤῥῶγας ἀντὶ τοῦ ἀνὰ τοὺς στενοὺς τόπους.
[ἀνθερεών] ὁ ὑπὸ τὸ γένειον τόπος, ἀφ' οὗ ἄρχεται ἀνθεῖν τὸ γένειον.
[ἀνώρουσεν] ἀνώρμησεν, ἀνεπήδησεν· «ἠέλιος δ' ἀνώρουσεν λιπὼν περικαλλέα λίμνην.» καταστρέφει δὲ εἰς τὸ ἀνέτειλεν.
[ἄντυξ] ἐπὶ μὲν τῆς ἀνωτάτω περιφερείας τοῦ ἅρματος «ἐντέταται, δοιαὶ δὲ περίδρομοι ἄντυγές εἰσιν,» ἐπὶ δὲ τῆς κάτωθεν περιφερείας τῆς ἀσπίδος «ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.» εἴρηται δὲ ἀπὸ τοῦ ἄνω τοῦ ὅλου τετύχθαι, ὅ ἐστι κατεσκευάσθαι. ὁ δὲ Ἀπίων φησίν, οὕτως ὠνομάσθη ἀπὸ τοῦ ἀπέχεσθαι τῆς ὅλης κατασκευῆς. (ἀπὸ τοῦ ἄνω τετύχθαι).
[ἀναμάξεις] ἐναποψήσῃ· «πάντως, θαρσαλέη κύον ἀδδεές, οὔτι με λήθεις ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις.»
[ἀντί.] δηλοῖ μὲν κυρίως τὴν πρόθεσιν, ὡς καὶ ἡμεῖς τίθεμεν, καὶ ὡς Ἀρίσταρχος ἀναγινώσκει τοῦτον δὲ τὸν στίχον «Τρώων ἀνθ' ἑκατόν τε διηκοσίων τε ἕκαστος.» τίθεται δὲ καὶ ἐπὶ τοῦ ἴσου, οἷον «ἀντί τοί εἰμ' ἱκέταο διοτρεφὲς αἰδοίοιο» ἀντὶ τοῦ ἴσος εἰμὶ ἱκέτῃ σοῦ, καὶ «ἀντιθέῳ Ὀδυσσῆϊ» τῷ ἰσοθέῳ. ἐπὶ δὲ τοῦ Κύκλωπος, ὅτε φησὶν «ἀντίθεον Πολύφημον,» θέλουσιν ἀκούειν ἔνιοι τὸν ἐναντιούμενον τοῖς θεοῖς· οὗτος γάρ ἐστιν ὁ λέγων «οὐ γὰρ Κύκλωπες Διὸς μεγάλου ἀλέγουσιν.» τὰς δὲ ἀντιανείρας Ἀμαζόνας ὁ μὲν Ἀρίσταρχος ἰσάνδρους, ἔνιοι δὲ τὰς ἀντιαζούσας, οἷον ἐναντιουμένας, ἀνδράσι· πολεμικαὶ γάρ.
[ἀνώγειν] κελεύειν. κυρίως δὲ ἄνακτος ἐπίταξις.
[ἀντιτορήσας] διατρήσας, διορύξας· «πυκινὸν δόμον ἀντιτορήσας.»
[ἀνεμοτρεφές.] τὰ ἐν τοῖς εὐηνέμοις τρεφόμενα δένδρεα εὔτονα καὶ χρήσιμά φασι γίγνεσθαι· ὅταν οὖν λέγῃ «ἀνεμοτρεφὲς ἔγχος,» ἐπὶ τὴν τοῦ δένδρου ἀρετὴν ἀναφέρει [εἰς] τὸ ἀφῃρημένον ἐκ τούτου δόρυ. ἔνιοι δὲ ἀντὶ τοῦ [π] παρειλῆφθαί φασι τὸ [φ], ὡς εἶναι ἀνεμοτρεπὲς τὸ διὰ κουφότητα τῷ ἀνέμῳ τρεπόμενον. βέλτιον δὲ ἀκούειν διὰ τοῦ (φ).
[ἀνεχάζετο] ἀνεχώρει· «Πάτροκλος ἀνεχάζετο πολλὸν ὀπίσω.»
[ἄντεσθαι] ποτὲ μὲν λιτανεύειν, ποτὲ δ' ἐξ ἐναντίας παραγίνεσθαι· «ἄντεσθ' ἐν πολέμῳ· ὣς ἐσσυμένως ἐμάχοντο.»
[ἀντιβολῆσαι] συναντῆσαι, συντυχεῖν. καὶ ἔστιν οἷον ἀντιμολῆσαι, ἀντιμολεῖν, ὅ ἐστι παραγίνεσθαι· «ἤ θήν σ' ἐξανύω γε καὶ ὕστερον ἀντιβολῆσαι.»
[ἀναίνομαι] ἀπαρνοῦμαι, ἀπολέγομαι· «τῶν δ' ἄλλων οὔ πέρ τιν' ἀναίνομαι.»
[ἀνώϊστον] ἀνυπονόητον· «ἀνώϊστον κακὸν ἤλυθε δῖος Ὀρέστης.» ὃ οὐκ ἄν τις οἰηθείη γενέσθαι· «τῷ δ' ἂρ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ὀρέστης.»
[ἀντικρύ] διαμπὰξ καὶ οἷον διόλου· «ἀντικρὺ δ' ἁπαλοῖο δι' αὐχένος ἤλυθ' ἀκωκή» καὶ «ἀντικρὺ κατὰ κύστιν ὑπ' ὀστέον» καὶ «ἀντικρὺ χρώα τε ῥήξω, σὺν ὀστέ' ἀράξω.» ὁτὲ δὲ ψιλῶς ἐξ ἐναντίου· «ἀλλὰ κατ' ἀντικρὺ τέγεος πέσω.»
[ἀνάρσιοι] πολέμιοι, ἀπὸ τοῦ συνηρμόσθαι τοῖς ἤθεσιν.
[ἄνεῳ] ἐκπεπληγμένοι, καὶ οἷον ἀνώϊοι, ἄφωνοι δι' ἔκπληξιν· «τίπτ' ἄνεῳ ἐγένεσθε;»
[ἀνέσαιμι] ἀναπείσαιμι, ἐποτρύναιμι, προτρεψαίμην· «εἰς εὐνὴν ἀνέσαιμι ὁμοιωθῆναι φιλότητι.» τοιοῦτόν ἐστι καὶ τὸ «οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδ' ἀνίει.» οὐκ ἀναγκαῖόν φησιν ἀπὸ τῆς ἀνίας ἀκούειν, ἀλλὰ μᾶλλον ἀπὸ τοῦ ἀνιέναι. διὸ καὶ δασυντέον, ἵν' ᾖ ἀνιεῖσα. διὸ καὶ ἐπιφέρει «ᾧ οἶκα δῶρον ποτιδέγμενος·» οἱ γὰρ λυποῦντές τινας οὐ λαμβάνουσι δῶρα. εἰ μὲν οὖν ἀπὸ τῆς ἀνίας, ἦν ἂν τὸ ῥῆμα ἀνιῴης. ἔστι γὰρ ἀπὸ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, ἀνιῶ ἀνιᾷς ἀνιᾷ ὡς τιμῶ τιμᾷς τιμᾷ καὶ ἀπατῶ ἀπατᾷς ἀπατᾷ· καθὰ οὖν τὸ εὐκτικὸν τοῦ τιμῶ τιμῴην καὶ ἔτι τοῦ ἀπατῶ ἀπατῴην ἀπατῴης ἀπατῴη, οὕτως ἀνιῴην ἀνιῴης ἀνιῴη. ἔνιοι δέ φασι, δασέως δεῖ ἀναγινώσκειν καὶ μὴ ψιλῶς. ἐκ μὲν τῆς δασυνομένης ἔσται ἐποτρύνοις καὶ ἐπιτρίβοις καὶ παρορμῴης, εἰ δὲ ψιλῶς, εἰς ἀνίαν ἄγοις. πῶς δ' ἂν ὁ εἰς ἀνίαν ἄγων τινὰ δύναιτ' ἂν παρ' ἐκείνων λαμβάνειν δῶρα; κατὰ δὲ τὴν Ἡλιοδώρου ἀπόδοσιν ἁρμόζει [ἐπανείης] κἀκεῖνο οὕτως εἰρῆσθαι, «ἀλλ' ἀνίης, ἐπεὶ αὐτὸς ἐγείναο παῖδ' ἀΐδηλον,» τῆς μεταφορᾶς οὔσης ἀπὸ τῆς ἀνιεμένης τῶν κυνῶν κατὰ τὰς θήρας ἀφέσεως. καὶ τοῦτο τῆς ἀποδόσεως διήκει καὶ ἐπὶ τοῦ Τηλεμάχου λέγεσθαι καὶ ἐπὶ τῆς Ἀθήνης.
[ἀναβέβρυχε] τῶν πεποιημένων κατὰ μίμησιν, οἷον ἀναβέβηκεν μετά τινος ἤχου· «ἀναβέβρυχεν ὕδωρ καλὸν τηλεθάον.»
[ἀναδέσμην] οἱ μὲν διάδημα, οἱ δὲ μίτραν· πλὴν κόσμου εἶδος περὶ τὴν κεφαλήν. καὶ ἔστι τῶν ἅπαξ εἰρημένων. «ἰδὲ πλεκτὴν ἀναδέσμην.»
[ἀναβήμεναι.] τὸν ἐς Τροίαν πλοῦν ἀνάβασιν λέγει, τὸν δ' ἐκεῖθεν οὐκέτι· «πρίν γε τὸν ἐς Τροίαν ἀναβήμεναι.»
[ἄντλῳ] τῇ θαλάσσῃ· «ἄντλῳ δ' ἐνδούπησε πεσὼν ὡς εἰναλίη κήξ.» ὁτὲ δὲ κυρίως τὴν ἀντλίαν· «εἰς ἄντλον κατέχυντο.»
[ἀνδρακάς] κατ' ἄνδρα, ἐπιῤῥηματικῶς τῷ τύπῳ ὡς ἐν ἑκάστῳ. τῶν ἅπαξ εἰρημένων, ἐν τῇ Ν Ὀδυσσείας. ἀνδρακάς· δύναται δὲ καὶ ἀνδράδας, οἷον ἀνδράδασις, ἡ κατ' ἄνδρα μερίς· κοινωνίαν γὰρ ἔχει τὸ [δ] πρὸς τὸ [κ], ὡς καὶ τὸ καίειν δαίειν.
[ἀνιπτόποδες] οἱ δι' ἁγνείαν μὴ προερχόμενοι· «σοὶ ναίουσ' ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι.»
[ἀνεβάλλετο] ἀνεφορμίζετο, προοιμιάζετο.
[ἀντίθεον] τὸν ἰσόθεον. ἐπὶ δὲ τοῦ Κύκλωπος τὸν ἐναντιούμενον τοῖς θεοῖς.
[ἄνευθε] χωρίς· «ἄνευθε δέ σε μετὰ νῶϊν Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.»
[ἀντιάνειραι] ἐπιθετικῶς αἱ Ἀμαζόναι αἱ ἴσανδροι· πολεμικαὶ γάρ.
[ἀνδράγρια] σκῦλα, τὰ ὅπλα τῶν πιπτόντων, τὰ ὑπ' ἀνδρῶν ἠγρευμένα, οἷον ληφθέντα· «ἀνδράγρι' Ἀχαιῶν ἤρατ', ἐπεί ῥ' ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.» τῶν ἅπαξ εἰρημένων.
[ἀνδραχθέσι] οὓς καὶ ἀνὴρ βαστάζων βαρυνθείη ἂν ὑπερμεγέθεις ὄντας λίθους· «οἱ δ' ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισι βάλλον.» ὁ Ἡλιόδωρος μέγα βάρος παρεχόμενα τοῖς ἀνδράσιν, ὁ δὲ Ἀπίων τοῖς ἀνδρὸς βάρος ἔχουσιν. ἢ οἷον ἀνδραχέσιν, κατὰ παρένθεσιν τοῦ [θ], ἵν' ᾖ τοῖς ἀνδράσιν ἄχος ποιοῦσιν.
[ἀνέῤῥιψαν] ἀνεβάλοντο· «οἱ δ' ἅμα πάντες ἀνέῤῥιψαν.»
[ἀνελοίμην] ἀναλάβοιμι καὶ θρέψαιμι· «θητευέμεν, εἴ σ' ἀνελοίμην, ἀγροῦ ἐπ᾿ ἐσχατιῆς.»
[ἀνεγνάμφθη] ἀνεκάμφθη· «ἀνεγνάμφθη δέ οἱ αἰχμή.»
[ἀναγκαῖοι πολεμισταί] κατ' ἀνάγκην πολεμικοί. λέγει δ' ἐν τῇ Ω Ὀδυσσείας «καὶ πολιοί περ ἐόντες ἀναγκαῖοι πολεμισταί.»
[ἀνεκυμβαλίαζον.] τῶν πεποιημένων. ἤχουν, ἐπὶ τῆς τῶν ἁρματείων δίφρων ἀνατροπῆς γινομένης· «δίφροι δ' ἀνεκυμβαλίαζον.»
[ἀνέγναμψαν] ἀνέλυσαν· «δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοί.»
[ἀνέξομαι] ἐν ἐμαυτοῦ ἕξω· «ξεῖνος ὅδ'· οὐ γὰρ ἀργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε χοίνικος ἅπτηται.» οὕτως φησὶν ὁ Ἡλιόδωρος. μήποτε δὲ κοινότερον εἴρηκεν ὡς ἡμεῖς, ὅτι οὐκ ἀργὸν τὸν ξένον ἀνέξομαι ἔχειν.
[ἀναΐξαντες] ἀνορμήσαντες. τίθησι δὲ τὴν λέξιν καὶ ἐπὶ τοῦ μετὰ προθυμίας ἀνισταμένου· «ὀρθὸς ἀναΐξας.»
[ἀνειρήψαντο θεοὶ Διὶ οἰνοχοεύειν·] εἴρηται δὲ ἀπὸ τῆς ἔρας ἀναλαμβάνειν.
[ἀνέβραχε] ποιῶς ἐψόφησεν· «ἄντα τιτυσκομένη, τὰ δ' ἀνέβραχε δαίδαλα πάντα.»
[ἀντιάσειεν ἐπιτύχοι·] «αἲ γὰρ δὴ τοσοῦτον ὀνήσειος ἀντιάσειεν.» ὅταν δὲ λέγῃ «βούλεται ἀντίασας ἡμῖν ἄπο λοιγὸν ἀμῦναι,» βούλεται σημαίνειν ἵλεως καὶ ἀντίος ὀφθεὶς καὶ οὐκ ἀναστραφείς. ὅταν δὲ λέγῃ «ἐμὸν λέχος ἀντιόωσαν,» παραγινομένη εἰς τὴν κοίτην, ἀπὸ τοῦ παρακολουθοῦντος.
[ἄνθεσι μήλων,] ἀπὸ μέρους, ἀκροδρύων· «καὶ αὐτοῖς ἄνθεσι μήλων.»
[ἀνακτορίῃσι] ταῖς τοῦ ἀνάκτου, οἷον τοῦ δεσπότου· «δειπνήσας ἅμ' υἵεσσιν ἀνακτορίῃσιν ἑπέσθω.» ἔνιοι δὲ ταῖς ἡγεμονίαις συνεπακολουθείτω. ὁ δὲ Ἀρίσταρχος τοῖς τῶν ἀνακτόρων υἱᾶσι· ὅπερ ἐστὶ βέλτιον.
[ἀντίθυρον] παρὰ τὴν ἀντίαν θύραν· «στῆ δὲ παρ' ἀντίθυρον κλισίης Ὀδυσσῆϊ φανεῖσα.»
[ἀναβησάμενοι] ἀναβιβάσαντες.
[ἀνενήκατο] ἀνεστέναξεν, οἷον ἀνήνεγκε τὸν στεναγμόν· «μνησάμενος δ' ἀδινῶς ἀνενήκατο φώνησέν τε.»
[ἄνεται] κατανύεται, καταναλοῦται· «τὰ δὲ πολλὰ κατάνεται.»
[ἀνεκήκιεν] ἀνεπίδα, ἀνεβάλλετο, ἀνεμόλυνεν.
[ἀνιεμένη] ἀνέλκουσα καὶ ἀναχαλῶσα τὸν κόλπον, καὶ τὸν μαστὸν προφέρουσα· «κόλπον ἀνιεμένη, ἑτέρῃφι δὲ μαζὸν ἀνέσχεν.» ὅταν δὲ λέγῃ «αἶγας ἀνιεμένους σιάλους τ' εὔοντας ἐν αὐλῇ,» ἀντὶ τοῦ ἀπὸ τῶν κατωτάτω μερῶν εἰς τὰ ἄνω ἐκδαίροντας τὰς αἶγας.
[ἀνθεμόεντα] ἀναθηματικὸν ἢ διηνθισμένον ποικίλως.
[ἀνδροκμήτῳ] ἤτοι ὑπ' ἀνδρῶν μετὰ κακοπαθείας κατεσκευαςμένῳ, ἢ ἀνδρὸς κεκμηότος, τουτέστιν τετελευτηκότος· «ἀνδροκμήτῳ ἐπὶ τύμβῳ.»
[ἀναγνοίη] ἀναγνωρίσειεν· «πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;»
[ἀνήκεστον] ἀνάκεστον, οἷον ἀνίατον, κατὰ στέρησιν τοῦ ἀκεῖσθαι. ἀνήκεστον κακόν ἐστι δεινόν. καὶ «ἴστω τοῦθ', ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.»
[ἀνέκραγον] ἀνεφώνουν· «ἀλλ' ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.»
[ἀνέφλυε] ἀνέζει. τῶν δὲ πεποιημένων. «ἀνὰ δ' ἔφλυε καλὰ ῥέεθρα.»
[ἀναβροχθέντος] ἀναποθέντος.
[ἀνάπυστα] ἔκδηλα, ἐξάκουστα. ὁ δὲ Ἡλιόδωρος ἀνάγγελτα.
[ἀνεμώλια] μάταια, ἀνεμώδη, ἀπὸ τοῦ μετὰ τῶν ἀνέμων μολίσκειν, οἷον ἀνεμοφόρητα· «ἀνεμώλια γάρ μοι ὀπήδει.»
[ἀνεμορμύρεσκεν.] τῶν πεποιημένων ἡ λέξις κατὰ μίμησιν, οἷον ἀνέζει, ἀνετάραττεν· «πᾶσαν ἀμορμύρεσκε μυκωμένη.»
[ἀνεροίβδησεν] ἀνέπιεν· «τρὶς δ' ἀναροιβδεῖ.»
[ἀναιδής] μεταφορικῶς ὁ βίαιος καὶ σκληρός· «λᾶας ἀναιδής.»
[ἀναμετρήσαιμι] διέλθοιμι· «ὄφρ' ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι θάλασσαν.»
[ἀνασχόμενος] ἀνατείνας· «κόψεν ἀνασχόμενος σχίζῃ δρυός.»
[ἀντιφερίζειν] ἐξισοῦσθαι.
[ἄναλτον] ἀπλήρωτον· «βούλεται αἰτίζων βόσκειν ἣν γαστέρ' ἄναλτον.»
[ἀναγνούσῃ] οἷον ἀναγνωρισάσῃ· «εἵματ' ἀναγνούσῃ.»
[ἀνάεδνον] ἄνευ ἔδνων τῶν διδομένων ὑπὸ τῶν μνηστήρων ταῖς μελλούσαις γαμεῖσθαι· «τάων ἥν κ' ἐθέλῃσι φίλην ἀνάεδνον ἀγέσθω.»
[ἀνήνορα] ἄνανδρον· «μή μ' ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θείης.»
[ἀναύδῳ] ἀφώνῳ· «καθέζετ' ἶσος ἀναύδῳ, θυμὸν ἔδων.»
[ἀννεῖται] ἀναφέρεται, ἀνατέλλει· «ὦ φίλοι, οὐ γάρ τ' ἴδμεν ὅπη ζόφος οὐδ' ὅπη ἠώς, οὐδ' ὅπη ἠέλιος φαεσίμβροτος εἶσ' ὑπὸ γαῖαν, οὐδ' ὅπη ἀννεῖται.»
[ἀναγκαίη] ἀνάγκη.
[ἀννέφελος·] «ἀλλὰ μάλ' αἴθρη πέπταται ἀννέφελος.»
[ἀναστήσας] κατὰ μὲν τὴν ἡμετέραν ἔννοιαν «χειρὸς ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα·» ἔστι δὲ καὶ ἀντὶ τοῦ ἀνάστατον ποιήσας, «τοὺς μὲν ἀναστήσειεν, ὃ δ' Ἀτρείδην ἐναρίζοι.»
[ἀνωϊστί] ἀνυπονοήτως, ἄνευ τοῦ οἴεσθαι. καὶ [ἀνώϊστον] ἀντὶ τοῦ ἀνυπονόητον.
[ἀναφῆναι] ἐνδεῖξαι τὸν τοιοῦτον· «μὴ μὲν πρὶν Ὀδυσσῆα μετὰ Τρώεσσ' ἀναφῆναι.»
[ἀνιηρέστερον] λυπηρέστερον· ἀπὸ γὰρ τοῦ ἀνιηρόν πίπτει τὸ συγκριτικὸν ἀνιηρέστερον.
[ἀνάψαι] προσάψαι· «ἐθέλοι δέ κε μῶμον ἀνάψαι.»
[ἀνέχῃσι.] ἡ μὲν λέξις ἐν τῇ Τ τῆς Ὀδυσσείας, «εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα,» ὁ δὲ Ἀρίσταρχος εὐδικίας ἄνω ἔχῃ. σημαίνει δὲ τὸ αὔξοι καὶ μὴ τοὐναντίον καταβάλοι.
[ἀνέχεσθαι.] ἡ μὲν λέξις ἐν τῇ Ρ τῆς Ὀδυσσείας, «ἀνθρώπους ἀνέχεσθαι ἔχοντα περ ἄλγεα θυμῷ,» δηλοῖ δὲ τὸ ἀναδέχεσθαι καὶ διαβόσκειν.
[ἀνέγνω] ἐπέγνω· «οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.»
[ἀνιόντος] ἀνερχομένου, ἀνατέλλοντος· «Ὑπερίονος δ' ἀνιόντος.»
[ἀντιβολήσειν] ἐπιτεύξειεν, ἐν τῇ Φ τῆς Ὀδυσσείας.
[ἀνδρομέοιο] ἀνθρωπίνου αἵματος.
[ἀντιόων] ὑπαντῶν· «ἀντιόων ταύρων τε.»
[ἀνόπαια.] ἔνιοι μὲν ὄνομα ὀρνέου· καὶ γὰρ ἐν ἄλλοις «φήνῃ εἰδομένη.» ἔνιοι δὲ ἀνοπαίως, ὅ ἐστιν ἀοράτως. τινὲς δὲ ἀνὰ τὴν ὀπήν; τὴν θυρίδα· «ὄρνις δ' ὣς ἀνόπαια διέπτατο.»
[ἀνίαζε] ἠνιᾶτο· «ἀλλ' ὅτε δή ῥ' ἀνίαζε γέρων.»
[ἀνάποινος] ἄλυτρος.
[ἀναμαιμάει] ἀναφέρεται, κατὰ μίμησιν ἤχου.
[ἀνδροτῆτα] ἀνδρειότητα.
[ἀναπρῆσαι] ἀναφυσῆσαι.
[ἀξύλῳ] οἱ μὲν ἀξυλίστῳ, ἐξ ἧς οὐδεὶς ἐξυλίσατο, δι' οὗ τὴν πολύξυλον πάντως ἀκούομεν· οἱ δὲ πολυξύλῳ, ἐπεὶ τὸ [α] δηλοῖ καὶ τὸ πολύ, ὡς ἀχανὲς πέλαγος· οἱ δὲ ὁμοξύλῳ, ὁμοῦ ἐχούσῃ πεφυκότα καὶ συνηθροισμένα τὰ ξύλα.
[ἄξαντε] δυϊκῶς κατάξαντες οἱ δύο ἵπποι.
[ἄξετε] ἄγετε· «ἄξετε δὲ Πριάμοιο βίην.»
[ἄξον] κάταξον· «ἄξον δὴ ἔγχος Διομήδεος.»
[ἀξέστῳ] μὴ ἐξεσμένῃ.
[ἀολλέες] ἀθρόοι.
[ἀορτήρ] ἀναφορεύς.
[ἀοσσητήρ] βοηθός.
[ἀορτήρεσσιν] ἀφ' ὧν ἤρτηται τὰ δόρατα.
[ἀοιδιάει] μετὰ τέρψεως ᾄδει.
[ἄορας] γυναῖκας· «αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας.»
[ἀολλίσασα] συναθροίσασα.
[ἀπάτερθεν] ἄπωθεν, χωρίς.
[ἀπάλαμνος] ἀμήχανος, κατὰ στέρησιν τοῦ παλαμᾶσθαι, ὅ ἐστι μηχανᾶσθαι· παλάμαι γὰρ αἱ μηχαναί, ἀπὸ τῶν παλαμῶν αἳ δηλοῦσι τὰς χεῖρας, δι' ὧν τὰ πλείονα μηχανώμεθα. σημαίνει δὲ καὶ τὸν ἄπειρον· «ὡς δ' ὅτ' ἀνὴρ ἀπάλαμνος.»
[ἀπατηλόν] παραλογιστικόν.
[ἀπάφων] ἀπατήσων, παραλογίσομαι.
[ἀπαίνυσθαι] ἀφαιρεῖσθαι.
[ἀπαλθήσεσθον] δυϊκῶς, ἤτοι ἀποθεραπεύσωσι· «ἕλκε' ἀπαλθήσεσθον.»
[ἀπαλεξήσειν] βοηθήσειν.
[ἀπαιτίζοντες,] κατὰ παρέκτασιν, ἀπαιτοῦντες.
[ἄπαστος] ἄγευστος· πάσασθαι γὰρ τὸ γεύσασθαι. οἷον ἄμαστος, ἀμάσητος· [τὸ] μάσασθαι γὰρ τὸ πάσασθαι κατὰ κοινωνίαν τοῦ [μ] πρὸς τὸ [π].
[ἀπ' ἐσχαρόφιν] χωρὶς τῆς ἐσχάρας.
[ἀπερωεύς] κωλυτής.
[ἀπειλεῖς] ποτὲ μὲν κυρίως, «καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς» ἐπὶ δὲ τοῦ αὐχεῖν «ἦ μὲν ἀπειλήσας βητάρμονας εἶναι ἀρίστους,» ἐπὶ δὲ τοῦ εὔξασθαι «αὐτίκα δ' ἠπείλησεν ἑκηβόλῳ Ἀπόλλωνι.»
[ἀπεραίη] ἠπειρωτική.
[ἀπεμυθεόμην] ἀπηγόρευον. γράφεται δὲ καὶ [ἐπεμυθεόμην,] ἵν' ᾖ ἐπετελλόμην.
[ἀπεῤῥίγασι] πεφρίκασι. μεταφορικῶς δὲ κεῖται ἡ λέξις.
[ἀπενάσσατο] ἀπῴκησεν.
[ἀπολυμαίνοντο] ἀπεκαθαίροντο, ἀφηγνίζοντο.
[ἀπερείσια] ἄπειρα τῷ πλήθει, πολλά.
[ἀπέφθιθεν] ἀπεφθάρησαν· «ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι.»
[ἀπεσκέδασεν] ἀπεσκόρπισεν.
[ἀπερύκει] ἀποκωλύει.
[ἀπεκόσμεον] ἀπετίθεντο, συνέστειλαν.
[ἀπέλεθρον] ἀμέτρητον, πολύ· πέλεθρον γὰρ εἶδος μέτρου.
[ἀπεκαίνυτο] ἐνίκα, ἀπὸ τοῦ ἄπωθεν τοῦ καίνεσθαι τοὺς νικῶντας εἶναι.
[ἀπήμων] ἀβλαβής.
[ἀπηῦρα] ἀφείλετο.
[ἀπηλεγέως] ἀπολελεγμένως, ἀποτόμως.
[ἀπήωροι] ἀπῃωρημένοι, ἐγκείμενοι· «καλοί τε μεγάλοι τε.»
[ἀπίης γαίης] τῆς μακρὰν ἀπούσης. δῆλον δὲ ἐκ τούτων· «ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζει ἐλθόντ' ἐξ ἀπίης δεκάτῳ ἐνιαυτῷ.» οἱ δὲ τῆς Πελοποννήσου, κακῶς.
[ἀπινύσσων] ἀπινυτῶν, οὐ σωφρονῶν, οὐκ ὢν ἐν αὑτῷ· «ὁ δ' ἀργαλέῳ ἔχετ' ἄσθματι κῆρ ἀπινύσσων.»
[ἀπ' ἰκριόφιν] ἀπὸ τοῦ ἰκρίου. λέγει δὲ ἴκριον καὶ τὴν τοῦ κυβερνήτου καθέδραν. ἴκρια δὲ καὶ τὰς σανίδας καὶ τὸ κέρας λέγει.
[ἁπλοΐδας] ἱμάτια μικρά.
[ἀπό.] ἐπὶ μὲν τῆς προθέσεως «οὐ γὰρ ἀπὸ δρυός ἐστι παλαιφάτου οὐδ' ἀπὸ πέτρης,» ἀντὶ δὲ τοῦ ἄπωθεν «πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.»
[ἄποινα] τὰ ἀντί τινος ἐκτίσματα οἷον ἄπωνα, ἂν ἔχων ἀπωνεῖταί τις.
[ἀπούρας] κυρίως μὲν ἀφορίσας, «ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας,» καταχρηστικῶς δὲ ἐπὶ τοῦ ψιλῶς ἀφελέσθαι, «ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας» οἷον ἀφελόμενος ἠτίμασεν.
[ἀποφθίμην] ἀπολοίμην.
[ἀποφώλια] ἀπαίδευτα· τὰ γὰρ διδασκαλεῖα φωλεοὺς λέγουσιν οἷον πωλεούς, ἀπὸ τοῦ συνήθως εἰς αὐτὰ φοιτᾶν. λέγεται δὲ καὶ ὁ σκοτεινὸς τόπος, ἀπὸ τοῦ ἀπολωλέναι τὸ φῶς· «ἢ δὴ ἀλιτρός γ' ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς.»
[ἀποστήσωνται] ἀποκομίσωνται σταθμῷ· «δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ χρεῖος.»
[ἀποδίωμαι] ἀποδιώξω.
[ἀποβλύζων] ἀναβάλλων. τῶν πεποιημένων ἡ λέξις. «οἴνου ἀποβλύζων.»
[ἀποδρύψωσιν] ἀποξύσωσιν, ἀποσύρωσιν.
[ἀποτμήξαντες] ἀποτεμόμενοι, ἀποχωρίσαντες.
[ἀποδοχμώσας] πλαγιώσας, πλάγιον παραβεβληκὼς τὸν τράχηλον.
[ἀπόερσε] ἀπέπνιξεν ἐν ὕδατι· «ἔνθα με κῦμ' ἀπόερσε.»
[ἀπόστιχε] ἄπιθι.
[ἀπομόρξατο] ἀπεψήσατο.
[ἀποῤῥῶγες] αἱ ἀνέχουσαι πέτραι· «ἀκταὶ ἀποῤῥῶγες λιμένος ποτιπεπτηυῖαι.»
[ἀπριάτην] ἄπρατον, ἄνευ τοῦ πρίασθαι. ἐπιῤῥηματικῶς ἐσχημάτισται ὡς τὸ ἄρδην καὶ σποράδην, καὶ οὐκ ὀνοματικῶς, οἷον τὴν ἀπριάτην, ἐπεὶ κἂν ἀρσενικὸν ἐλέγετο τὸν ἀπρίατον. ὁ δὲ Κράτης κακῶς γράφει «ἥρως ἀπριάτης.»
[ἀποσκύδμαινε] ὀργίζου, χολοῦ.
[ἀποκηδήσαντες] ἀπακηδιάσαντες.
[ἀπολιχμήσονται] ἀπολείξουσιν.
[ἀποσταδά] πόῤῥωθεν, ἄπωθεν, οἷον ἀποστηδᾶ, ἐξ ἀποστήματος.
[ἀπόπροθεν] μακρόθεν.
[ἀποπροέηκεν] ἐξαπέστειλεν.
[ἀπογυώσεις] ἔστι μὲν ἀποχωλώσεις, λέγεται δὲ ψιλῶς βλάψεις, ὅτε φησὶ «μή μ' ἀπογυώσῃς μένεος ἀλκῆς τε.»
[ἀποθύμια] τὰ μὴ καταθύμια ἀλλὰ προσάντη τῇ ψυχῇ.
[ἀποσκοποῦ] ἀπροσκέπτως· «ὦ φίλοι, οὐ μὰν ὔμμιν ἀποσκοποῦ.»
[ἀποπτανέουσιν] δειλιάσαντες ἀπατενίσουσιν, ἢ περιβλέψουσιν ὅπως φύγοιεν.
[ἀπόφημι] ἀπολέγω· ἢ διαῤῥήδην, μετὰ παῤῥησίας λέγω.
[ἀπότροπος] οὐκ ἐπιστρέφων εἰς τὴν πόλιν, ἀποτετραμμένος τῆς τοῦ ἄστεος ἀναστροφῆς· «αὐτὰρ ἐγὼ παρ' ὕεσσιν ἀπότροπον.»
[ἀποβρίξαντες] ἀπονυστάξαντες.
[ἀπηλοίησεν] ἀπέκοψεν.
[ἀποδρύψει] καταξύσει.
[ἀπολυμαντῆρα] τὰ δεῖπνα λυμαινόμενον.
[ἀποχάζεο] ἀποχώρει.
[ἀποδόξης] ἀπὸ δοξασμοῦ, ἀπὸ δοκήσεως.
[ἀπτοεπές] ἄπτωτε ἢ ἀπτόητε τοῖς λόγοις· ἢ καθαπτομένη διὰ τῶν λόγων, οἷον χαλεπὴ καὶ τραχεῖα.
[ἀποτμότατος] κακοδαιμονέστατος· «νῦν δ' ὃς ἀποτμότατος.»
[ἀποῤῥαίσει] ἀπολεῖ καὶ διαφθερεῖ· «κτήματ' ἀποῤῥαίσει.» ὅθεν καὶ ὁ ῥαιστήρ.
[ἀποστίλβοντες] ἀπολάμποντες.
[ἀπολείβεται] ἀποστάζεται· «καιροσέων δ' ὀθονέων ἀπολείβεται.»
[ἀπόπροθεν] χωρὶς καὶ μακράν.
[ἀποῤῥώξ] ἀπόῤῥηγμα, ἀπόσπασμα· «ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀποῤῥώξ.»
[ἀπομηνίσει] τὴν μῆνιν ἀπαγγελεῖ καὶ εἰς τὸ μέλλον διαστέλλεται.
[ἀππέμψει,] κατὰ συγκοπήν, ἀποπέμψει.
[ἀπροτίμαστος] ἄψαυστος, ἀπρόσθικτος· τὸ γὰρ μάσασθαι ἐπὶ τοῦ ἅψασθαι τάσσουσιν.
[ἀπαφίσκειν] ἀπατᾶν, παραλογίζεσθαι.
[ἀπήνη] ἅμαξα, ἀπὸ τοῦ ἀπιέναι· «κούρη δ' ἐπιβήσετ' ἀπήνης.»
[ἀπύρους τρίποδας] τοὺς ἀναθηματικοὺς καὶ ἕνεκα κόσμου κειμένους. ἐξ ἐναντίου δὲ [ἐμπυριβῆται] ἐν οἷς θερμαίνουσιν ὕδωρ. «ἕπτ' ἀπύρους τρίποδας» καὶ «φιάλην ἀπύρωτον ἔθηκε.»
[ἄπτερος] ὁ προσηνής, ἢ ταχύς· «τῇ δ' ἄπτερος ἔπλετο μῦθος.»
[ἀπείρονες] πέρας μὴ ἔχοντες.
[ἄπρηκτον] μηδὲν καταπραξαμένην, ἐπὶ τοῦ «ἄπρηκτον γενέσθαι.» ὅταν δὲ λέγῃ «Σκύλλην δ' οὐκέτ' ἐμυθεόμην, ἄπρηκτον ἀνείην,» πρὸς ἣν οὐδὲν ἔστι καταπράξασθαι.
[ἄρ] σύνδεσμος ἴσος τῷ δή, «ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι·» καὶ ἀντὶ τοῦ ἄρα, «ὣς ἄρα φωνήσας.»
[ἁρμονιάων] ἐπὶ μὲν τῶν συνθηκῶν «μάρτυροι ἔσονται καὶ ἐπίςκοποι ἁρμονιάων,» ἐπὶ δὲ τῶν ἁρμογῶν «γόμφοισιν δ' ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρηρεν.»
[Ἄρης] ἐπὶ μὲν τοῦ θεοῦ «Ἄρης τε βροτολοιγός,» ἐπὶ δὲ τοῦ σιδήρου «ἔνθα μάλιστα γίνεται Ἄρης ἀλεγεινός,» ἐπὶ δὲ τοῦ πολέμου «τοὺς μὲν ἀπώλεσ' Ἄρης,» ἐπὶ δὲ τῆς εἰς πόλεμον ὁρμῆς «δῦ δέ μιν Ἄρης δεινὸς ἐνυάλιος.»
[Ἄργος] ἐπὶ μὲν τῆς Πελοποννήσου «πολλῇσι νήσοισιν καὶ Ἄργεϊ παντὶ ἀνάσσειν,» ἐπὶ δὲ τῆς πόλεως τῆς ἐν Πελοποννήσῳ «οὐδ' Ἄργος τ' εἶχον Τίρυνθά τε τειχιόεσσαν,» ἐπὶ δὲ τῆς Θεσσαλίας «νῦν αὐτοὺς ὅσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον.» ὅταν δ' ὀνοματικῶς, τὸν Ὀδυσσέως κύνα· «ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν Ἄργος Ὀδυσσῆος.»
[ἀργόν] ἐπὶ μὲν τοῦ λευκοῦ «αἰετὸς ἀργὴν χῆνα φέρων,» ἐπὶ δὲ τοῦ ταχέος «ἅμα τῷ γε κύνες ἀργοί.»
[ἀραιαί·] «ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.» ἐπὶ δὲ τοῦ λεπτοῦ καὶ στενοῦ «ἀραιὴ δ' εἴσοδος.»
[ἄροιτο] ἀπενέγκοιτο, λάβοι· «κλέος ἐσθλὸν ἄροιτο.»
[ἀργαλέην·] «ἀργαλέην, πολέμοιο τέρας.»
[ἀρή] εὐχή. ποτὲ δὲ ἡ βλάβη· «ἀρῆς ἀλκτῆρα γενέσθαι.»
[ἀρητήρ] ὁ ἱερεύς, ἀπὸ τοῦ ὑπὲρ τῶν θυόντων τὰς εὐχὰς ποιεῖσθαι. ὅθεν νῦν [ἀρώματα] ἐπιθυμιάματα.
[ἀργεννῶν] λευκῶν, λαμπρῶν· ἀφ' οὗ καὶ ἄργυρος καὶ ἀργύφεον.
[ἀραρυίας] ἡρμοσμένας· «ἐπισφυρίοις ἀραρυίας.»
[ἀργυρόπεζα] ἀπὸ μέρους ὅλη λευκή. δηλοῖ δὲ τὸν πόδα· πέζα γὰρ ὁ πούς. οἷον λευκόπους. ὅθεν καὶ ἡ πεζὴ πορεία, καὶ πεζὸς στρατιώτης ὁ μὴ ἱππικῇ χρώμενος.
[ἀρηρώς] ἡρμοσμένος.
[ἀρήγειν] βοηθεῖν, ἀφ' οὗ καὶ [ἀρηγών] ὁ βοηθός.
[ἄρειον] κρεῖσσον, καὶ [ἀρείω] τὸν κρείσσονα.
[ἀρνειός] κριός· «ἀρνειῷ μιν ἔγωγε ἐΐσκω.» [ἄρνες] δὲ τὰ νεογνὰ τῶν προβάτων· «ἀρνῶν πρωτογόνων.»
[ἀρτεμέα] ὑγιῆ.
[ἀράβησεν] οἷον ἐψόφησεν.
[ἀργειφόντης] ἢ ὁ ἀργὸς φόνου καὶ καθαρός. ἔνιοι δὲ τὸν ἀργὸν φόνον, ἢ καταργοῦντα τοὺς φόνους· εἰρηνικὸς γὰρ ὁ θεός. ἢ διὰ τὸ Ἄργον φονεῦσαι τὸν ἀπὸ τῆς βεβοημένης Ἰοῦς φύλακα. ἔνιοι δὲ ὁ ἐν Ἄργει πρῶτον πεφηνώς.
[ἄρτια] ὑγιῆ, ἡρμοσμένα, ἀπηρτισμένα. λέγεται δὲ ταῦτα καὶ [ἄρμενα.]
[ἀρειῇ] ἀπειλῇ· «πολλὰ δὲ μειλιχίοισι κελεύων, πολλὰ δ' ἀρειῇ.»
[ἄρκιον] ἕτοιμον· «ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἢ δ' οἰωνούς.»
[ἀρθμήσαντε] φιλιάσαντες, καὶ [ἄρθμιοι] οἱ φίλοι· ἀρθμὸς γὰρ ἡ φιλία.
[ἅρσεν] ἥρμοσεν, καὶ [ἅρσαντες] ἁρμοστὸν ποιήσαντες. εἰ δὲ ψιλῶς ἀναγνῶμεν, σημαίνει τὸ ἀρεστὸν καταστήσαντες.
[ἀρτίπος] ἀρτίπους· «οὕνεκ' ὁ μὲν καλός τε καὶ ἀρτίπος.»
[ἀργιόδοντος] ἤτοι λευκώδοντος ἢ ὀξὺν ὀδόντα ἔχοντος· καὶ γὰρ τὸ ἀργὸν δηλοῖ τὸ ὀξύ, καθό φησι «θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσι» καὶ «ἀργιόδοντος ὑός.»
[ἀργεστᾶο νότοιο.] τινὲς τοῦ λεγομένου λευκονότου. ἔστι δὲ ταχέος· τέσσαρας γὰρ μόνους οἶδεν Ὅμηρος ἀνέμους.
[ἀργέτη δημῷ] τῷ λευκῷ καὶ ἀργῆτι. [ἀργῆτα] δὲ κεραυνὸν λευκὸν καὶ λαμπρόν. ἢ τὸν ταχέως διικνούμενον· τὸ γὰρ ἀργὸν σημαίνει τὸ ταχύ.
[ἀρίγνωτοι] εὔγνωστοι, μεγάλως ἐπιγινωσκόμενοι.
[ἅρπη] ὀρνέου εἶδος· «ἡ δ' ἅρπῃ εἰκυῖα.» λέγεται δὲ καὶ τὸ δρέπανον.
[ἀρδμός] ποτισμός, καὶ [ἄρσαι] καὶ ἄρδειν τὸ ποτίζειν.
[ἀρτύνετο] παρεσκευάζετο.
[ἀρτύνθη] κατηρτίσθη.
[ἀργινόεντα] λευκὸν καὶ ἀργινώδη. «καὶ ἀργινόεντα.»
[ἀρηΐφιλος] ἤτοι ὁ φιλούμενος ὑπὸ τοῦ Ἄρεως, ἢ φιλῶν τὸν Ἄρην.
[ἀρηΐφατοι] οἱ ἐν τῷ πολέμῳ πεφονευμένοι.
[ἀρισφαλέα] μεγάλως σφαλερόν.
[ἀρτιεπής] ἀπηρτισμένος τοῖς λόγοις.
[ἁρπαλέως] ἁρπαστῶς.
[ἀρετᾷ] ἐν ἀρετῇ ἐστὶν καὶ εἰς ἀρετὴν ἀπολήγει· «οὐκ ἀρετᾷ κακὰ ἔργα.» ὅταν δὲ λέγῃ «ἀρετῶσι δὲ λαοὶ ὑπ' αὐτοῦ,» ἐν ἀρετῇ ἐστίν βούλεται δηλοῦν.
[ἄρα] ἀντὶ τοῦ δὴ παρ' Ὁμήρῳ διὰ παντός, παρὰ δὲ τοῖς ἄλλοις ἐν τῷ βίῳ συλλογιστικὸς σύνδεσμος.
[ἀρημένος] βεβλαμμένος· «ὕπνῳ καὶ καμάτῳ ἀρημένος.»
[ἁρματροχιή] ἡ ἀπὸ τῶν τροχῶν ἔντμησις καὶ χάραξις τοῦ ἐδάφους· «οὐδέ τι πολλὴ γίνετ' ἐπισώτρων ἁρματροχιή.»
[ἀρνευτῆρι] κυβιστητῆρι. μεταφέρεται δὲ ἀπὸ τῶν ἀρνειῶν· οὗτοι γὰρ ἐπὶ κεφαλὴν τρέχουσιν. «ὁ δ' ἀρνευτῆρι ἐοικώς.»
[ἄραβος] ὁ διὰ τῶν ὀδόντων ψόφος ποιός.
[ἀριδίκετος] ὁ ἄγαν ἀσπαστός, παρὰ τὸ δικανᾶσθαι, ὅ ἐστι δεξιοῦσθαι.
[ἀρνύμενος] ἀντικαταλλασσόμενος· ὅθεν καὶ [μισθαρνεῖν] τὸ τὴν ὥραν μισθοῦ ἀντικαταλλάττεσθαι.
[ἀρητόν] εὐκτόν, ἢ βλαβερόν, ἢ πολυχρόνιον, ὡς Ἀπίων. βέλτιον δὲ τὸ πρῶτον· θέλει γὰρ εἰπεῖν ὅτι τοῖς δι' ὑπερβολὴν φιλοστοργίας γονεῦσιν ἀπολέσασι τοὺς γεννηθέντας ἡδὺ καὶ αἱρετὸν κλαίειν καὶ πενθεῖν. «ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκεν.»
[ἄρουρα] ἡ γῆ, ἀπὸ τοῦ ἀροῦσθαι.
[ἅρπυιαι.] ὁ Ἡλιόδωρος ἐν τῇ Σ Ὀδυσσείας, «τόφρα καὶ τὰς κούρας Ἅρπυιαι,» ἀπὸ τοῦ ἁρπάζειν. ἐμφαίνει δὲ Ὅμηρος ἱππομόρφους αὐτάς. ἐν δὲ τῇ Ἰλιάδι, ἐπὶ τοῦ «τοὺς ἔτεκεν Ζεφύρῳ ἀνέμῳ Ἅρπυια Ποδάργη,» ὁ μὲν Τιμογένης ἐν ταῖς παραφράσεσιν ἔδειξεν ὅτι κύριον ὄνομα Ἅρπυια, τὸ δὲ Ποδάργη ἐπίθετον, πλανηθείς· τοὐναντίον γὰρ φαίνεται. ἐν γὰρ ἄλλοις τὸν Ξάνθον καὶ Βάλιον προσαγορεύων ὁ Ἀχιλλεύς φησι «Ξάνθε τε καὶ σὺ Βάλιε, τηλεκλυτὰ τέκνα Ποδάργης,» ὥστε τὴν ἅρπυιαν ἐπιθετικῶς εἰρῆσθαι, οἷον τὴν ἁρπακτικὴν τοῦ δρόμου διὰ τάχους.
[ἀριζήλη] οἷον ἀρίζηλος, μεγάλως ἔκδηλος.
[ἀρηρομένη] ἠροτριαμένη.
[ἄρεκτον] ἄπρακτον.
[ἀρεσάσθω] εὐαρεστοῦντα καταστησάτω.
[ἀριφραδέα] μεγάλως φανερά.
[ἄριστον] τὸ πρωϊνὸν ἔμβρωμα, οἷον τὸ ἀκράτισμα.
[ἀρήϊα] πολεμιστήρια.
[ἄραξε] συνέτριψε, κατέβαλεν.
[ἀράρισκεν] ἥρμοζεν.
[ἄργματα] ἀπαρχάς.
[ἀρετήν] τὴν κατὰ πόλεμον ἀνδρείαν. ὁτὲ δὲ ψιλῶς χωρὶς τῆς ἀνανδρίας.
[ἀριπρεπές] μεγάλως διαπρέπων.
[ἄρηρεν] ἥρμοσεν· «γόμφοισι δ' ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρηρεν.»
[ἀραρών·] «ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι» ἀντὶ τοῦ ἁρμόσας. παραπλήσιον δὲ τὸ ῥῆμα, «ὡς δ' ὅτε τοῖχον ἀνὴρ ἀράρῃ.»
[Ἀργείη] Πελοποννησία, «Ἀργείη δ' Ἑλένη.» ὁτὲ δὲ διὰ τῆς πόλεως, «Ἥρη τ' Ἀργείη·» φησὶ γὰρ «ἤτοι ἐμοὶ τρὶς μὲν πολὺ φίλταταί εἰσι πόληες, Ἄργος τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη.»
[Ἀρεθούση] κρήνης ὄνομα ἐν Ἰθάκῃ.
[Ἀρτακίη] κρήνη ἐν τῇ Λαιστρυγονίᾳ.
[Ἀραιθυρέη] πόλις Μυκηνῶν· «Ἀραιθυρέην ἐρατεινήν.»
[Ἀρίσβη] πόλις Τρωάδος.
[Ἅρμα] πόλις Βοιωτίας· «οἳ δ' ἀμφ' Ἅρμ' ἐνέμοντο.»
[ἆσε] ἐπὶ μὲν τοῦ ἔβλαψεν «ἆσέ με δαίμονος αἶσα κακή,» ἐπὶ δὲ τοῦ πληρῶσαι «αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.» ὁ δὲ Ἀπίων ἀμφότερα ἐτυμολογῶν ἀπὸ τῆς ἄτης, οἷον ἀτῆσαι· πληρωτικὰ γὰρ τὰ κακά.
[ἀστράγαλος] ἐπὶ μὲν τοῦ συνήθως ἡμῖν τιθεμένου «νείατον ἀστράγαλον,» ἐπὶ δὲ τοῦ σφονδύλου «ἐκ δέ μοι αὐχὴν ἀστραγάλων ἐάγη,» ἐπὶ δὲ τῆς παιδιᾶς «ἀμφ' ἀστραγάλοισι χολωθείς.»
[ἀσκηθής] ὑγιής, ἀσινής.
[ἀσύφηλος] ἀμαθής, οὐδενός, ἀδόκιμος.
[ἄσπετα] ἀπαρακολούθητα· καταστρέφει δὲ εἰς τὸ πολλά.
[ἀσάμινθος] πύελος, ἀπὸ τοῦ τὴν ἄσιν μινύθειν, ὅ ἐστιν ἐλαττοῦν.
[ἀστεμφές] ἀσφαλές, ἀμετακίνητον· ὅθεν καὶ τοὺς γερογνώμονας ἀστεμφεῖς λέγομεν, οἷον ἀστρεμβεῖς, τουτέστιν ἀστρεφεῖς.
[ἄστυ] πόλις. ὁ δὲ Ἀπίων ἐτυμολογεῖ ἀπὸ τοῦ εἰς ὕψος ἀνεστάλθαι.
[ἅσσα] τινά, ποταπά· «εἰπέ μοι ὁποῖα ἅσσα περιχροῒ εἵματ' ἔστο.»
[ἄσιν] τὴν ἰλύν· «τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.»
[ἆσσον] ἐγγύς.
[ἀσημάντοισιν] ἀφυλάκτοις, ἀπὸ τῶν σφραγίδων, ἃ σήμαντρα λέγονται. [σημάντορα] δὲ λέγει τὸν ποιμένα.
[ἀσκελέως] σκληρῶς, δυσμεταστρέπτως.
[ἀσπερχές] συνεχές, δαψιλές, ἀδιάλειπτον.
[ἀστέρ' ὀπωρινῷ] τῷ κυνὶ λέγει τῷ κατὰ τὴν ὀπώραν φαινομένῳ.
[ἄσκοπος] ἀνόητος, τὸ δέον μὴ σκοπῶν.
[ἄνσχεο] ἀνάσχου.
[ἀσπουδεί] χωρὶς πάσης σπουδῆς, ἄνευ κακοπαθείας.
[ἀσταχύεσσιν] στάχυσιν.
[ἄσβεστος] μεταφορικῶς ἀκατάπαυστος, ἀκατάληκτος.
[ἀσπιστάων] μαχητῶν, ἀπὸ ἑνὸς μέρους.
[ἀσφάραγον] φάρυγγα· «ἀπ' ἀσφάραγον μελίη τάμε.»
[ἀσπαστόν] ἀγαπητόν· καὶ ἐπίῤῥημα ἀγαπητῶς.
[Ἀστερίς] νήσου ὄνομα πρὸ τῆς Ἰθάκης· «Ἀστερὶς οὐ μεγάλη.»
[ἀσφόδελον] ἀσφοδελώδη. ἔστι δὲ φυτόν.
[ἀσβέστη] δυσκατάσβεστος.
[ἀστεροπητής] ἐπίθετον μόνου Διὸς ἐπὶ τῆς ἀστραπῆς· αὕτη γὰρ ἀναστρέφειν ποιεῖ τοὺς ὦπας.
[ἀστυβοώτην] ἐπιθέτως τὸν κήρυκα, ἀπὸ τοῦ ἐν ἄστει βοᾶν. τῶν ἅπαξ εἰρημένων.
[Ἀσίνη] πόλις ἐν Ἄργει· «Ἑρμιόνην Ἀσίνην τε.»
[Ἀσκανίη] πόλις Φρυγίας.
[Ἀσωπός] ποταμὸς Βοιωτίας.
[ἄτος] ἀκόρεστος, ἢ βλαπτικὸς κατὰ πόλεμον.
[ἀταλόν] νήπιον, ἁπαλόν, κατὰ στέρησιν τοῦ τλῆναι.
[ἀτίζων] ἀτιμάζων.
[ἀτέοντα] ἀτώμενον, βλαπτόμενον· «Αἰνεία, τίς ὧδε θεῶν ἀτέοντα κελεύει.»
[ἀτραπός] ὁδὸς εὐθεῖα μὴ ἔχουσα ἐκτροπάς. ὅταν δὲ λέγῃ «τρηχεῖαν ἀτραπόν,» καταχρηστικῶς τῇ λέξει χρῆται.
[ἄτιτος] ἀτιμώρητος. ἐπὶ δὲ τοῦ «οὐ μὰν αὖτ' ἄτιτος κεῖτ' Ἄσιος» οἷον ὑπὲρ οὗ οὐδεὶς εἰσεπράξατο.
[ἄτη] ἐπὶ μὲν τῆς σωματοειδοῦς θεοῦ «Ἄτη ἣ πάντας ἀᾶται,» ἐπὶ δὲ τῆς βλάβης «Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ.»
[ἀταρτηροῖς] βλαβεροῖς.
[ἀτιτάλλει] ἀγαπᾷ, ἐπιμελείας ἀξιοῖ.
[ἀτάλαντον] ἰσόζυγον, οἷον ἰσόσταθμον· τάλαντα γὰρ τὰ σταθμία.
[ἀτειρής] ὁ στερεὸς καὶ ἄτρωτος καὶ ἀνένδοτος καὶ ἀκαταπόνητος.
[ἀτρυγέτοιο] ἐπιθετικῶς τῆς θαλάσσης. οἱ μὲν ἀτρυγέτου ἀκαταπονήτου ὑπ' ἀνέμου καὶ τῶν ἄλλων, κατὰ παρέμπτωσιν τοῦ [γ]. οἱ δὲ τῆς βαθείας ὡς τρύγα μὴ ἔχειν, μεταφορικῶς, ἐπειδὴ τέλος τοῦ οἴνου τρύξ. οἱ δὲ ὑπόστασιν μὴ ἐχούσης, ἐπεὶ πάντα ἐκβράσσεται, καὶ οὗτοι μεταφορικῶς ἀπὸ τρυγός. οἱ δὲ τρύγην μὴ ἐχούσης, τὸν καρπόν, πρὸς ἀντιδιαστολὴν τῆς γῆς.
[ἀτυζόμενοι] ταρασσόμενοι, καὶ δυϊκῶς «ἵππω γάρ οἱ ἀτυζόμενοι.»
[ἀτάσθαλος] ἁμαρτωλός, παρὰ τὴν ἄτην. καὶ [ἀτασθαλίῃσι] ταῖς ἁμαρτίαις.
[ἀτεμβόμενος] στερισκόμενος.
[ἀτρυτώνη] ἀκοπίατος, μὴ τρυομένη· παρθένος γὰρ ἡ θεός.
[ἀτρεκέως] ἀληθῶς, κατὰ στέρησιν τοῦ τρέχειν.
[ἀτάρ] δή· «ἀτὰρ τὸν δεξιὸν ἵππον κένσαι ὁμοκλήσας.»
[ἄτλητον] ἀνυπομόνητον.
[ἀτάρβητος] ἄφοβος.
[ἀτρέμας] ἠρέμα, κατ' ἀπόφασιν τοῦ τρέμειν.
[ἄττα] προσφώνησις νεωτέρου πρὸς πρεσβύτερον ἢ τροφέα.
[ἀταλάφρονα] ἁπαλόφρονα.
[ἄταλλε] ὁ μὲν Ἀπολλόδωρος ἔσαινε καὶ ἐσκίρτα. ὥσπερ δὲ ἀπὸ τοῦ παιδὸς παίζειν, οὕτως ἀπὸ τοῦ ἀταλοῦ ἀτάλλειν· ἀταλὸν δὲ τὸ ἁπαλὸν καὶ νήπιον λέγεται. οὐκ ἀπιθάνως. ὁ δὲ Κομανός φησιν· ἀτάλλειν κυρίως ἐστὶν τὸ ἐκ νηπίου τρέφειν, νῦν δ' ἐν ἴσῳ τῷ ἔχαιρεν, ἐπεὶ πᾶς ὁ ἐκτροφῆς ἀξιούμενος χαίρει καὶ παίζει. τὸ δὲ ἀτιτάλλειν καὶ ἀτάλλειν οὐ διαφέρει, κατ' ἐπέκτασιν εἰρημένον ὡς τὸ ἕρπειν ἑρπύζειν καὶ ἑρπυστάζειν.
[αὐτίκα] εὐθέως, παραχρῆμα.
[αὖτις] μετὰ ταῦτα.
[αὖθι] ἐν τούτῳ τῷ τόπῳ.
[αὖ] δή· «ἔνθ' αὖ Τυδείδῃ.»
[αὐτάρ] δέ· «αὐτὰρ ἐπεὶ κόσμηθεν.»
[αὐτοσχεδίῃ] ἀπὸ χειρός, ἐκ τοῦ σύνεγγυς.
[αὕτως] ἐπὶ μὲν τοῦ ματαίως «αὕτως γὰρ ἔπεσσ' ἐριδαίνομεν,» ἐπὶ δὲ τοῦ αὕτως «οὕτως μίν φασιν φαγέμεν καὶ πιέμεν αὕτως.»
[αὐλός] ἐπὶ μὲν τοῦ εὐθὺς ἐξακοντισμοῦ τοῦ αἵματος «αὐτίκα δ' αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν αἵματος ἀνδρομέοιο,» ἐπὶ δὲ τῶν περονῶν «αὐλοῖσι διδύμοισιν,» ἐπὶ δὲ τοῦ κοινῶς νοουμένου μουσικοῦ ὀργάνου «αὐλῶν συρίγγων τ' ἐνοπήν.»
[ἀϋτμή] πνοή.
[ἀϋτή] ἐπὶ μὲν τῆς φωνῆς «ἀϋτὴ δ' οὐρανὸν ἵκανεν,» ἐπὶ δὲ τῆς μάχης «ῥεῖα δέ κ' ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ.»
[αὐγάζομαι] ὁρῶ.
[αὐΐαχοι] μετὰ μεγάλης ἰαχῆς.
[αὐλῶπις] εἶδος περικεφαλαίας τὸν ἀπ' αὐτῆς λόφον ἀνατεταμένον ἔχουσα· «αὐλῶπις τρυφάλεια.»
[αὖον] ξηρόν.
[αὐτοκασίγνητοι] οἱ ἐξ ἀμφοτέρων τῶν γονέων ἀδελφοί. λέγονται καὶ οἱ ἐκ μητρὸς μόνης, ὡς οἱ Διόσκουροι· «Κάστορά θ' ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα, αὐτοκασιγνήτω, τώ μοι μία γείνατο μήτηρ.»
[αὐτακέλευθα] τὴν αὐτὴν ὁδόν.
[αὐτάγρετα] αὐτόληπτα.
[αὐσταλέος] αὐχμηρός.
[αὖε] ἐφώνει.
[αὐτόδιον] ἐξ αὐτῆς τῆς ὁδοῦ· «αὐτόδιον.»
[αὐλῆς] τῆς κατ' ἀγροὺς ἐπαύλεως.
[αὐλῆς ἐν χόρτῳ] ἐν τῷ περιωρισμένῳ τόπῳ τῆς αὐλῆς. καὶ γὰρ τὰ ὅμορα εἰώθασι λέγειν σύγχορτα, ὡς Εὐριπίδης «σύγχορτα ναίω πεδία ταῖς Ἐλευθέραις.»
[αὐτοχόωνον] αὐτοχώνευτον, ἢ καὶ ὡς κεχωνευμένον.
[αὐλιζομενάων] εἰς κοίτην αὐλιζομένων· «βοῶν αὐλιζομενάων.»
[αὐέρυσαν] εἰς τοὐπίσω εἵλκυσαν.
[αὐτῆμαρ] ἐν αὐτῇ τῇ ἡμέρᾳ.
[αὐτονυχί] αὐτῇ τῇ νυκτί.
[αὐτόετες] αὐτῷ τῷ ἔτει· «αὐτόετες οἰχνεῦσιν.»
[αὐδήεσσα] ὁ Ἀπίων ὀνομαστὴ καὶ ἔνδοξος, οἷον αὐδωμένη, ἐπὶ Κίρκης καὶ Καλυψοῦς. τινὲς δὲ αὐδηέσσας αὐτὰς λέγουσιν, ὅτι εἰς ὁμιλίας ἦλθον ἀνθρώπῳ τῷ Ὀδυσσεῖ.
[Αὐλίς] πόλις Βοιωτίας.
[ἀφαυρότατος] ἀσθενέστατος, ἀπὸ τοῦ παύρου καὶ τοῦ [α], ὅπερ ἐπὶ τοῦ πολλοῦ ἐστίν, καὶ οἷον ὀλίγος κατὰ δύναμιν, οὐκ ἀπιθάνως.
[ἄφαρ ταχέως, καὶ [ἀφάρτεροι] ταχεῖς· «ἄφαρ δέ σε Παλλὰς Ἀθήνη.» ἐπὶ δὲ τοῦ προχείρου καὶ παραχρῆμα «ἄφαρ δὲ χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν,» ἐπὶ δὲ τοῦ αἰφνιδίου «ὡς δ' ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους,» ἐπὶ δὲ τοῦ ῥᾳδίως «ἄφαρ δέ οἱ ἄγγελος ἦλθε Διός.» καὶ ἀντὶ τοῦ ἔπειτα «ἄφαρ δέ τε φέρτεροι.»
[ἀφραδέως] ἀνεπιστημόνως, ἀπείρως.
[ἀφύσσων] ἀπαντλῶν.
[Ἀφροδίτης.] ἐπὶ μὲν τῆς θεοῦ «ἐϋστεφάνου τ' Ἀφροδίτης,» ἐπὶ δὲ τῆς πρὸς ἄνδρας συνουσίας «καὶ ἐκλελάθοιτ' Ἀφροδίτης, τὴν ἂρ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντο δὲ λάθρῃ.»
[ἀφανδάνει] ἀπαρέσκει.
[ἄφενος] πλοῦτος, ἤτοι ἀφ' ἑνὸς ἑκάστου ἐνιαυτοῦ περιγινόμενος (ἔνος γὰρ ὁ ἐνιαυτός), ἢ ἄπενος τις ὢν ὁ κεχωρισμένος πενίας. ἀπὸ τούτου καὶ [ἀφνειὸς] ὁ πλούσιος.
[ἀφυσγετός] συρφετός. τάχα δ' ἀφυσγετὸς ἄγαν φευκτός· τὸ γὰρ [α] ἀντὶ τοῦ ἄγαν ἔχει, τὸ δὲ λοιπὸν παραγωγὸν παρὰ τὸ φεύγειν· τὸ γὰρ ἄγαν ἐκφεῦγον ὑπ' ἀνέμων ἐκβάλλεσθαι ἂν ῥηθείη· «πολλὸν δέ τ' ἀφυσγετὸν εἰς ἅλα βάλλει.»
[ἀφλοισμός] ψόφος· «ἀφλοισμὸς δὲ περὶ στόμα γίνετ' ὀδόντων.» εἴρηται δὲ κατὰ μίμησιν ψόφου.
[ἀφήμενος] ἀπωτέρω καὶ πόῤῥω καθεζόμενος.
[ἄφλαστον] τὸ ἀκροστόλιον. κέκληται δὲ κατ' ἀντίφρασιν οὕτως τὸ ἀσθενέστατον, οἷον εὔθλαστον.
[ἄφαλος] περικεφαλαία μὴ ἔχουσα φάλους· τοὺς δὲ φάλους οἱ μὲν ἀσπιδίσκια οἱ δ' ἀστερίσκια ἐκάλουν.
[ἄφθιτον] ἄφθαρτον.
[ἀφόωντα] ψηλαφῶντα.
[ἀφωπλίζοντο] ἀφῃροῦντο.
[ἄφρεον] ἤφριζον.
[ἀφραδέες] ἀδιανόητοι.
[ἀφήτορος] Ἀπόλλωνος ἐπίθετον. καὶ ἔστιν οἷον ὁμοφορήτου, ὁμοίως πᾶσι προφητεύοντος καὶ διακρίνοντος τὸν πλούσιον καὶ τὸν πένητα· ἢ τοξότου, ἀπὸ τῆς τῶν βελῶν ἀφέσεως. οἱ δὲ γλωσσογράφοι ἀφήτορα ἔδοξαν λέγεσθαι τὸν στροφέα τῆς θύρας.
[ἀχλύς] ἡ τῶν ὀφθαλμῶν σκότωσις.
[ἀχρεῖον ἰδών] ἀγεννές, εἰς οὐδεμίαν χρείαν ἐμβλέψας, ἢ σκυθρωπάσας καὶ οἷον διαστρέψας τὴν ὄψιν. καὶ ἐπὶ τῆς Πηνελόπης «ἀχρεῖον δ' ἐγέλασεν,» εἰς οὐδεμίαν ἀξίαν, ἐξ οὗ τὴν οὐκ ἀπὸ γνώμης γελῶσαν.
[Ἀχαιίδα γαῖαν] τὴν Πελοπόννησον.
[ἀχάριστα] ἀχαρίστως· «ξεῖν', ἐπεὶ οὐκ ἀχάριστα παρ' ἡμῖν ταῦτ' ἀγορεύεις.»
[ἄχθος] βάρος, ἔχθρα.
[ἄχος] λύπη ἀφωνίαν ἔχουσα.
[ἄχρις] ἕως. καὶ «ὀστέον ἄχρις ἄραξεν.»
[ἀχυρμιαί] οἱ τόποι εἰς οὓς τὰ ἄχυρα βάλλεται λικμώμενα.
[ἀχερωΐς] δένδρου τι γένος· «καὶ ἐθρίγκωσεν ἀχέρδῳ.»
[Ἀχέρων] ποταμὸς ἐν Ἅιδου μεμυθευμένος.
[ἄχνας] τὰ ἄχυρα. λέγεται δὲ καὶ τὸ ἐπιπολάζον τῇ θαλάσσῃ ἄχνη.
[ἀχρημοσύνη] πενία· «ἀχρημοσύνη γὰρ ἀνώγει.»
[ἀχθομένους] βαρυνομένους.
[ἀχαρίστερον] ἀχαριστότερον. ὁ δὲ Ἀπίων λυπηρότερον.
[Ἀχαιοί] πάντες οἱ ἐπὶ Ἴλιον στρατεύσαντες.
[ἄψ] πάλιν, ὅπερ ἀντὶ τοῦ ὀπίσω.
[ἄψορον] παλινόρμητον εἰς τοὐπίσω.
[ἁψάσθην] ἐπελάβοντο.
[ἀψοῤῥόου] ἀνάπαλιν ῥέοντος· «ἀψοῤῥόου Ὠκεανοῖο.»
[ἁψῖσι λίνου] ἅμμασιν, ἀπὸ τῆς συναφῆς.
[ἅψεσθαι] ἁφθήσεσθαι, ἐν τῇ Γ τῆς Ὀδυσσείας· «ἅψασθαι χλωρός.»
[ἄωροι] τῶν μὲν ἅπαξ εἰρημένων, ὠμοί, ἐπεὶ λέγομεν ὡρίμους καρποὺς τοὺς πεπείρους, ὠμὸν δὲ τὸν ἄγριον. τινὲς δὲ ἄωροι ἀφύλακτοι, οὓς οὐκ ἔστι φυλάξασθαι.
[ἄωρτο] παρήρτητο· «ἥ οἱ πὰρ ξίφος μέγα κουλεὸν αἰὲν ἄωρτο.»
[ἀώτου θεσπεσίοιο] ἐρίου. [οἰὸς ἀώτῳ] οἷον ἄνθος προβάτου.
[ἀωτεῖται] ἤτοι ἀπανθίζεσθαι τὸν ὕπνον (ἄωτον γὰρ πᾶν τὸ ἄνθος) ἢ παρὰ τὸ ἐᾶσαι, ὅ ἐστι κοιμίσαι. καὶ [ἀωτεῖς] κοιμᾷ. «μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον.»
[βάλλεν] ἔβαλλεν.
[βάζειν] λέγειν.
[βαμβαίνων] διὰ τρόμον οὐκ ἠρεμοῦσαν τὴν βάσιν ποιούμενος. ὁ δὲ Ἀπίων βῆμα πρὸ βήματος βαίνων καὶ πορευόμενος, ἀπὸ τοῦ γινομένου ψόφου περὶ τὸ στόμα. τῶν δ' ἅπαξ εἰρημένων.
[βάρδισται] βραδύταται.
[βάσκε] πορεύου.
[βαθυπέπλων] ὁ Ἀπίων καλῶν. τὸ αὐτὸ σημαίνει καὶ [βαθυζώνων καὶ βαθυκόλπων·] φαίνεται γὰρ ἐκ τῶν τοιούτων ἐπιθέτων ἅμα μὲν τὰ μεγέθη τῶν σωμάτων, ἅμα δὲ τὸ σεμνὸν τῆς περιστολῆς· φαίνονται γὰρ μέχρι τῶν σφυρῶν καλυπτόμεναι, ὅθεν καὶ [ἑλκεσίπεπλοι] λέγονται καὶ [βαθύζωνοι. βάλανον] τὸν τῆς δρυὸς καρπόν.
[βαθυμάλλων] βαθεῖς μαλλοὺς ἐχόντων.
[βεβάμεν] βεβηκέναι· «ἀμφ' αὐτῷ βεβάμεν.»
[βεβροτωμένα] ᾑματωμένα· βρότος γὰρ ὁ φόνος.
[βέλεμνα] βέλη.
[βέβακται] εἴρηται.
[βεβρίθασι] βεβαρημέναι εἰσίν.
[βέρεθρον] Ἀπίων ὁ πηλώδης τόπος, ἀπὸ τοῦ οἱονεὶ βέραθρον εἶναι καὶ βάθος ποιεῖν τῷ ἄρθρῳ τοῦ ποδός, ἢ τὴν γῆν θραύειν. λέγεται δὲ βέρεθρον καὶ τὸ σκότος καὶ τὸ βάθος.
[βένθεα] βάθη.
[βέλος] πᾶν τὸ βαλλόμενον, κἂν λίθος εἴη· «ὡς καὶ νῦν πόντοιο δὲ βαλὼν βέλος ἤγαγε νῆα.»
[βεβολημένος] ὥσπερ ἐκ βολῆς τὴν ψυχὴν πεπληγμένος.
[βεβλήατο] βεβλημένοι εἰσίν· «χθαμαλαὶ βεβλημέναι εὐναί.»
[βεβρυκώς] τῶν ὀνοματοπεποιημένων.
[βεβῶσα] περιβεβηκυῖα.
[βῆ] ἐπορεύθη.
[βηλός] ὁ τῆς θύρας βαθμός· «ἀπὸ βηλοῦ θεσπεσίοιο.»
[βητάρμονες] ὀρχησταί, ἀπὸ τοῦ βαίνειν ἡρμοσμένως.
[βῆσσαι] οἱ βάσιμοι τόποι τῶν ὀρῶν.
[βιός] τόξον.
[Βῆσσα] ὄνομα πόλεως τῆς Λοκρίδος.
[βιόσσαο] βιῶσαι ἐποίησας.
[βιόωνται] ἐνεργητικῷ τύπῳ ἀκολούθως ἐσχημάτικε τῷ σημαινομένῳ τοῦ ὑφ᾿ ἡμῶν λεγομένου βιάζεσθαι.
[βίοτος] ἡ ζωὴ καὶ τὰ πρὸς τὴν ζωήν.
[βιοτροπίας] τοῦ βίου τροπάς.
[βλήτροισι] τοῖς κατὰ τὰς συναρμογὰς γόμφοις. ὁ δὲ Ἀπίων «κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.»
[βλοσυροῖσι] καταπληκτικοῖς. ἀπὸ τοῦ αὐτοῦ καὶ ἡ [βλοσυρῶπις.]
[βλάβεται] βλάπτεται· «βλάβεται δὲ γούνατ' ἰόντι.»
[βλώσκειν] μολίσκειν, πορεύεσθαι.
[βλεμεαίνων] ἐπιρωννύμενος. καὶ [βλέννας] μὲν ἔνιοι καλοῦσιν χυμούς τινας, [ἀβλεννεῖς] δὲ ἀχύμους.
[βλωθρήν] μολοθρήν, τὴν εἰς τὸ ἄνω μολίσκειν θορύζουσαν, οἷον πηδῶσαν.
[βλωμός] ψωμὸς οὕτως.
[βοῶν.] τὴν μὲν μετοχήν «αὐτὰρ ὃ μακρὰ βοῶν,» ἐπὶ δὲ τοῦ ζῴου «βοῶν αὐλιζομενάων,» ἐπὶ δὲ τῶν ἀσπίδων «βοῶν τ' εὐποιητάων» καὶ «βόας αὔας.»
[βουλυτός] ἡ δειλινή, ἡ ὀψία, ὅτε οἱ βόες ἀπολύονται τῶν ἔργων.
[βοτοῖσι] βοσκήμασιν· «ὅθι τ' ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν.»
[βουπλῆγι] πελέκει· οἱ δὲ τῇ μάστιγι.
[βουθύεσκεν] ἐβουθύτει.
[βοῶπις] μεγαλόφθαλμος, ἢ μεγάλως ἐφορῶσα, ἐπεὶ καὶ τὸν Δία εὐρύοπα λέγει.
[βουγάϊε.] δὶς κέχρηται τῇ λέξει ὁ ποιητής, ἐν Ἰλιάδι ἅπαξ ἐπ᾿ Αἴαντος, ἐν δὲ Ὀδυσσείᾳ ἐπὶ τοῦ Ἴρου. βουγάϊον δὲ λέγουσι τὸν ἐργάτην βοῦν· ἀπὸ δὲ τοῦ τὴν γῆν ἐργάζεσθαι βουγαῖον· ὡς οὖν βοώδη καὶ ἀναίσθητον ὀνειδίζεσθαι τὸν Αἴαντα μὲν ὑπὸ τοῦ Ἕκτορος, τὸν δ' Ἶρον ὑφ᾿ ἑνὸς τῶν μνηστήρων. βέλτιον δὲ ἀποδιδόναι τὸν ἐφ' ἑαυτὸν μεγάλως γαυριῶντα· τὸ μὲν γὰρ [βου] ἤτοι ἐπὶ τοῦ μεγάλου, ὡς ἐπὶ τοῦ βούπαιδος καὶ βουσύκου.
[βοὸς κέρας] ἤτοι περικείμενον τῇ ὁρμιᾷ κέρας ὑπὲρ τὸ ἄγκιστρον, ἵνα μὴ ἀποτρώγῃ ὁ ἰχθύς. ἔνιοι δὲ τὴν τρίχα κέρας.
[βοηθόον] ἐν μάχῃ θοόν, ἀγαθὸν βοηθεῖν.
[βοήν] τὴν μάχην· «βοὴν ἀγαθὸς Μενέλαος.»
[βόσις] βρῶσις· «βόσιν ἰχθύσιν.»
[βόμβησε] ποιῶς ἐψόφησεν· «βόμβησεν δὲ λίθος.»
[βοτρυδόν] ἑτέρα τῆς ἑτέρας ἐχομένη, ὡς οἱ βότρυς τὰς ῥᾶγας ἔχουσι.
[βόας αὔας] τὰς ἀσπίδας λέγει τροπικῶς, ἀπὸ τοῦ ὅλου τὸ μέρος.
[βοάγρια] αἱ ἀσπίδες. ὁ δὲ Ἀπίων τὰ ἐκ βοῆς ἠγρευμένα, τουτέστι τῆς μάχης τὰ λάφυρα.
[βουλεύσαντε] βουλευσάμενοι, βουλὴν συνθέντες.
[βουληφόροι] ποτὲ μὲν βασιλεῖς, «οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,» ποτὲ δὲ ἐπιθετικῶς αἱ ἐκκλησίαι ἐν αἷς αἱ βουλαὶ ἀναφέρονται.
[βροτός] ἄνθρωπος ὑποπεπτωκὼς τῷ βρότῳ, τουτέστι τῷ φόνῳ.
[βροτόεντα] πεφονευμένα.
[βρῖθον] ἐπλήθυον.
[βριθύ] βαρύ. ἀπὸ τούτου καὶ «καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσι.»
[βροτολοιγός] ὁ Ἄρης ὁ διὰ τοῦ φονεύειν τὸν ὄλεθρον ἐπιφέρων· βρότος γὰρ ὁ φόνος. ἢ ὁ τοὺς βροτοὺς ὀλοθρεύων.
[βρίζοντα] νυστάζοντα.
[βράσσων] οἱ μὲν ἐλάσσων, οἱ δὲ ἀπὸ τοῦ βρασμοῦ ἄτακτος καὶ μὴ σταθερός.
[βριήπυος] μεγαλόφωνος.
[βρύει] βρύειν τοὺς καρποὺς ποιῶν τοὺς νεωστὶ ἀναφυομένους.
[βρεχμόν] τὸ βρέχμα· «ἐπὶ βρεχμόν τε καὶ ὤμους.»
[βρίσαντες] βαρύναντες.
[βράχε] ἰδίωμα φωνῆς.
[βυκτάων] φυσητῶν.
[βυσσοδόμευον] ἐκ βυθοῦ τῆς διανοίας κρυπτῶς συνετίθεσαν. βυσσοδομεύειν δὲ λέγουσι κατὰ τὴν αὐτὴν ἔννοιαν καὶ συντίθεται ἐπιβουλήν, ἢ καθὸ ἄν τις ἐν βυθῷ τῆς θαλάσσης οἰκοδομήσειέν τι, τουτέστιν κρυπτῶς συντιθέμενον καὶ οὐ φανερῶς.
[βυσσός] βυθός.
[βωμούς] ποτὲ μὲν συνήθως ἡμῖν, «τὴν μὲν ἔπειτ' ἐπὶ βωμῷ ἄγων,» ποτὲ δὲ τὰς βάσεις, οἷον κρηπῖδας πλατείας, ἢ βαςμούς, «ἅρματα δ' ἀμβωμοῖσι τίθει, κατὰ λῖτα πετάσας.»
[βώτορας] νομεῖς· «βώτορας ἄνδρας.»
[βωστρεῖν] φωνεῖν, ἐπικαλεῖσθαι.
[βῶν] τὴν ἀσπίδα· «οἶδ' ἐπὶ δεξιᾶ.»
[βωτιανείρῃ] ἄνδρας βοσκούσῃ ἢ τρεφούσῃ.
[γαυλοί] τὰ ποιμενικὰ ἀγγεῖα τοῦ γάλακτος.
[γάννυται] χαίρει.
[γαίων] γαυριῶν.
[γαμέσσεται] εἰς γάμον ἄξει.
[γάλως] ἀνδρὸς ἀδελφή· «εἰδομένη γαλόῳ.»
[Γάργαρον] τόπον τῆς Ἴδης.
[γαιήϊον] γῆς υἱόν· «Τιτυὸν γαιήϊον υἱόν.»
[γαμφηλῇσι] ταῖς σιαγόσιν, οἱονεὶ καμφηλαί, ἀπὸ τοῦ κατὰ τὸ σχῆμα ἐπεκάμφαι.
[γαιήοχος] ὁ τὴν γῆν συνέχων, ἢ ἐπὶ τῆς γῆς ὀχούμενος.
[γέγωνε] ἐφώνει. ἐνίοτε δὲ τάσσει τὴν λέξιν ἐπὶ τοῦ μεγάλου καὶ δυναμένου μέχρι πολλοῦ ἐξακούεσθαι· «τόσσον γὰρ ἔην βώσαντι γεγωνεῖν.»
[γεφύρωσε] διαβατὸν ἐποίησε.
[γενεή] σημαίνει πολλά· ἐπὶ μὲν γὰρ παντὸς γένους τῶν ἀνθρώπων «ὣς ἀνδρῶν γενεὴ ἡ μὲν φύει ἡ δ' ἀπολήγει,» ἐπὶ δὲ τῆς ἡλικίας ἀφ' ἧς δύναταί τις γεννᾶν «τῷ δ' ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων,» ἐπὶ δὲ τῆς εὐγενείας «ἀμφότερον, γενεῇ καὶ οὕνεκα σὴ παράκοιτις κέκλημαι,» ἐπὶ δὲ τῆς ἀπὸ προγόνων εἴς τινα ἄνδρα καταγωγῆς «ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι,» ἐπὶ δὲ τῆς γενέσεως «ὁπλότερος γενεῇ, ὁ δ' ἄρα πρότερος καὶ ἀρείων.»
[γέρων] ἐπὶ μὲν τοῦ ἐντίμου «πρῶτον μὲν ἔπειτα γέροντα καπτόμενος ἐπέεσσιν» καὶ «κίκλησκεν δὲ γέροντας·» γέρας γὰρ ἡ τιμή. ἐπὶ τοῦ καθ᾿ ἡλικίαν «ὦ γέρον, ἦ μάλα δή σε τείρουσι.»
[γενναῖον] συγγενικόν· «οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι.»
[γερήνιος] ὁ ἔντιμος.
[γερούσιον] τὸν τοῖς ἐντίμοις κατὰ τιμὴν διδόμενον οἶνον. ἀπὸ δὲ τοῦ αὐτοῦ «οὐδ' οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἔοικεν.»
[γείνεαι] γεννήσεις.
[γεραιάς] τὰς γέρας τι ἐχούσας γυναῖκας. οἱ μὲν τὰς ἱερείας προπολούσας.
[γέντο] ἔλαβεν· «γέντο δ' ἱμάσθλην.» τίθεται δὲ ἡ λέξις κατὰ συγκοπὴν ἀντὶ τοῦ ἐγένετο.
[γένυς] τὰ γένεια· «πύκασαί τε γένυς εὐανθέϊ λάχνῃ.»
[γηθοσύνη] γεγηθυῖα· «γηθοσύνη δὲ θάλασσα διίστατο.» καὶ τὸ ἀρσενικόν «γηθόσυνος δ' οὔρῳ πέτασ' ἱστία.»
[γῆρυς] φωνή.
[γλυφίδας] τὰς χηλὰς τῆς ἀκίδος αἷς τὴν νευρὰν προσάγομεν. εἴρηται δὲ γεγλύφαι, ὅ ἐστι κεκοιλάνθαι. καὶ τὸ γλύφειν ἀπ' αὐτοῦ.
[γλήνεα] κοροκόσμια· «ὃς γλήνεα πολλὰ κεχάνδει.»
[γλάγος] γάλα. ἀπὸ τούτου καὶ τὰ [ἀπὸ] τοῦ γάλακτος ἀγγεῖα· «πολυγλαγγέας κατὰ πέλλας.»
[γλαφυραί] κοῖλαι.
[γλυκύθυμος] ἤπιος.
[γλωχῖνα] τὴν γωνίαν, καὶ [τριγλώχινας ὀϊστούς] τοὺς τριγώνους τὸ σχῆμα.
[γλαυκῶπις.] ἀπὸ τοῦ τῆς ὄψεως τὴν θεὸν ὁρίζονται· καὶ γὰρ ὁ λέων «γλαυκιόων δ' ἰθὺς φέρεται,» οἷον πυρῶδες βλέπων. διὰ δὲ τῆς ὄψεως καὶ τὸ τῆς διανοίας πυρῶδες ὁρᾶται τῆς θεοῦ. ὥσπερ δὲ Ζεὺς εἴρηται παρὰ τὸ ζῆν, οὕτως καὶ ἡ Ἀθηνᾶ ἀπὸ τοῦ αἴθειν ἐκ τῆς ὄψεως.
[γνωτόν] ἀδελφόν. καὶ πληθυντικῶς «γνωτοί τε γνωταί τε.»
[γναμπτῇσι] κεκαμμέναις.
[γναμπτὰς ἕλικας] τοὺς δρακοντώδεις δακτυλίους.
[γνύξ] ἐπὶ γόνυ.
[γόνος] ποτὲ μὲν ἀπόγονος, «ὄφρα ἴδῃς οἷος ζῆν γόνος,» ὁτὲ δὲ ἐπιγονή, «πεντήκοντα δ' ἕκασται γόνος δ' οὐ γίνετ' αὐτῶν.» ἐπὶ δὲ τοῦ «οὐκέτ' ἀπολήξει τὸν ἐμὸν γόνον ἐξερέουσα» οὕτως εἴρηται ἀντὶ τοῦ τὸ ἐμὸν γένος.
[γουνῷ.] γονοὺς καλοῦσι τοὺς γονίμους τόπους.
[γοργώ] γοργότης· «τῇ δ' ἐπὶ μὲν γοργὼ βλοσυρῶπις ἐστεφάνωτο.»
[γραπτῦς] τὰς ἀμύξεις καὶ καταξύσεις· «κνημῖδας γραπτὰς δέδετο, γραπτῦς ἀλεείνων.» τοιοῦτο καὶ τὸ «ἐπέγραψε χρόα φωτός» καὶ «νῦν δέ μ' ἐπιγράψας ταρσῷ» καὶ «γράψας ἐν πίνακι πυκτῷ θυμοφθόρα πολλά,» οἷον ἐγχαράξας σημεῖα πολλά.
[γυώσω] χωλώσω.
[γύα] κυρίως πόδες καὶ χεῖρες.
[γύαλον] τὸ κύτος τοῦ θώρακος· «ῥῆξε δὲ θώρηκος γύαλον.» τιθέασι δέ τινες τὴν λέξιν καὶ ἐπὶ τῶν κοιλωμάτων, ὡς Ἡσίοδος «γυάλοις ὕπο Παρνησσοῖο.»
[γυναίων εἵνεκα δώρων] διὰ δωροδοκίαν· συνεμάχησε γὰρ Εὐρύπυλος Πριάμῳ λαβούσης ἄμπελον χρυσῆν τῆς γυναικός. οὐ λέγει δὲ Ὅμηρος. καὶ Ἐριφύλη δ' Ἀμφιάραον ἔπεισεν ὅρμον χρυσοῦν λαβοῦσα· «ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.»
[γωρυτός] ἡ τοξοθήκη, οἱονεὶ χωρυτός, παρὰ τὸ τὸ τόξον χωρεῖν· συγγενὲς γὰρ τὸ [γ] τῷ [χ]. οἷον χώρημα τοῦ τόξου. τῶν ἅπαξ εἰρημένων.
[δάψαι] ἐπὶ τῶν θηρίων. ὅμοιον τὸ [δαρδάπτειν,] ὅ ἐστι καταφαγεῖν μετὰ σπαραγμοῦ. «δάψει.» ὅταν δὲ λέγῃ «χρήματα δαρδάπτουσι,» μεταφορικῶς ἀντὶ τοῦ κατεσθίουσι.
[δαιδαλόεν] τῇ κατασκευῇ ποικίλον.
[δαῖεν] ἔκαιεν. σημαίνει καὶ τὸ ἐμέριζεν, ἀφ' οὗ καὶ [δαιτρὸς] ὁ μάγειρος καὶ [δαὶς] ἡ εὐωχία, ἐπεὶ μεριστὰ ἦν τὸ παλαιὸν τὰ βρώματα, καὶ [δασμὸς] ὁ διαμερισμός.
[δαφοινός] ὁ μεγάλως φοινὸς καὶ ἐρυθρός. ἔνιοι δὲ δαφοινὸν τὸν μεγάλως φόνιον.
[δάμαρ] ἀνδρὸς γυνή, ἀπὸ τοῦ δεδαμάσθαι τῷ ἀνδρί.
[δαίμονες] οἱ θεοὶ οἱονεὶ δαήμονες ὄντες· οἱ γὰρ θεοὶ πάντα ἴσασιν. ἢ ὅτι πάντα μερίζουσιν, ἀπὸ τοῦ δάσασθαι.
[δάσκιον] μεγάλως συσκιάζουσαν διὰ τὸ δάσος.
[δαήρ] ἀνδρὸς ἀδελφός.
[δαΐφρων] πολεμικός, ἀπὸ τοῦ δαΐζειν, ἀφ' οὗ καὶ δαῖς ἡ μάχη· «ἐν δαῒ λυγρῇ.»
[δασπλῆτις] δυσπροσπέλαστος, δυσχερὴς τοῖς προσπελάζουσι.
[δαῶμεν] μάθωμεν.
[δάσονται] φάγονται.
[δάμνα] ἐδάμαζεν.
[δάσονται] μερίζουσιν.
[δαρδάπτουσι] κατεσθίουσι. καὶ φαίνεται τὸ μετὰ διασπασμοῦ ἐσθίειν. τῶν ὀνοματοπεποιημένων ἡ λέξις.
[δαί] σύνδεσμος ἴσος τῷ δέ· «τίς δαῖς, τίς δαὶ ὅμιλος;» «πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί;»
[δαΐζων] διαιρῶν, διακόπτων.
[δειλός] ἐπὶ μὲν τοῦ δειλαίου «ὤ μοι ἐγὼ δειλός,» ἐπὶ δὲ τοῦ καθ᾿ ἡμᾶς νοουμένου «ἔνθ' ὅ γε δειλὸς ἀνὴρ ὥς τ' ἄλκιμος ἐξεφαάνθη.»
[δειρή] ὁ τράχηλος. κέκληται δὲ ἀπὸ τῶν τετραπόδων, διὰ τὸ ἀπὸ τούτων τῶν μερῶν ἄρχεσθαι δείρεσθαι.
[δεδμήατο] δεδμημένοι ἦσαν, ἀντὶ τοῦ ὑποτεταγμένοι. ἔστι δὲ καὶ ἀντὶ τοῦ κατεσκεύαστο.
[δεδέξομαι] ἐνεδρεύσω.
[δέπας] ποτήριον.
[δερκομένοιο] ὁρῶντος, ἀτενίζοντος.
[δειδήμονες] εὐλαβεῖς, παρὰ τὸ δέος.
[δείδεκτο] ἐπὶ μὲν τοῦ τὰ ποτήρια τῇ δεξιᾷ ἐκτείνειν «δέδεκτο δέπας Ἀχιλλεύς,» οἷον τῇ δεξιᾷ προέπιεν· ὅταν δὲ διὰ λόγων δεξιῶνται, «δειδέχαται μύθοισιν.» ὅθεν καὶ [ἀριδίκετος] οἷον ἀσπαστός.
[δειελίησας] τῆς δείλης ἐμβρωματισθείς.
[δεδεγμένα] προσδεχόμενα.
[δέρτρον] οἱ μὲν τὸν ἐπίπλουν, οἱ δὲ τὸ δέρμα παρὰ τὴν δοράν, ἄλλοι δὲ τὸ στόμα τοῦ γυπός· «δέρτρον ἔσω δύνοντες.»
[δενδίλλων] περιβλεπόμενος.
[δέκτῃ] ἐπαίτῃ, παρὰ τὸ δέχεσθαι.
[δεδοκημένος] ἐκδεχόμενος, ἐπιτηρῶν.
[δεδμήατο] δεδαμασμένοι ἦσαν ἢ κατεσκευασμένοι.
[δεδήει] ἔφαινεν, ἐκαίετο.
[δεικνύμενος] δεξιούμενος.
[δεικανάασθαι] διαλόγου ἀξιοῦσθαι.
[δεινός] ἀξιωματικός, ἐντροπηματικός· «αἰδοῖος δέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε.»
[δειδήμονες] ἐλεήμονες, δειλοί.
[δεδαϊγμένοι] τεθνηκότες ἐν πολέμῳ.
[δέμας πυρὸς αἰθομένοιο] ἐλέλειπτο ὡς τρόπος πυρὸς καιομένου, διὰ τὴν ἀγωνίαν.
[δέμνια] τὰ στρώματα, ἀπὸ τοῦ τὸ δέμας ἐν αὐτοῖς μένειν.
[δεξιάδην] δεξιὸν ὄντα, ἢ Δεξιοῦ υἱόν.
[δέοιμι] δεσμεύοιμι.
[δεσμοί.] οὕτως λέγονται καὶ οἱ ἧλοι· «κόπτε δὲ δεσμούς.»
[δεῦτε] ἄγετε δή.
[δεῦρο] εἰς τοῦτον τὸν τόπον.
[δεύεσθαι] βόσκεσθαι. καὶ τὸ ἐπιδέεσθαί. τινος· «θυμοῦ δευομένους.» καὶ τὸ λείπεσθαι καὶ τὸ ἐλαττοῦσθαι· «ἐπεὶ οὔποθι ἔλπομαι οὕτω δεύεσθαι πολέμοιο.»
[δεψῆσαι] μαλάξαι.
[δήεις] εὑρήσεις.
[δήϊοι] οἱ πολέμιοι.
[δηϊότητος] τῆς πολεμικῆς διαθέσεως.
[δηλήσασθαι] διαφθεῖραι, διακόψαι.
[δημός] ἐπίπλους ἱερείου.
[δῆμον] τὸν δημοτικὸν ἄνδρα, «δῆμον ἐόντα παρὲξ ἀγορευέμεν,» καὶ τὸ σύστημα τῆς πόλεως, «δήμῳ ἔνι Τρώων.»
[δημοβόρος] ὁ τὰ τοῦ δήμου κοινὰ κατεσθίων.
[δήνεα] βουλεύματα.
[δησάντων] δησάτωσαν· «δησάντων ἐν νηῒ θοῇ.»
[δηλήμονες] βλαπτικοί.
[διαγνάψας] διακοιλάνας.
[διακέρσαι] διακόψαι.
[διάκτορε] διάγων τὰς ἀγγελίας. λέγει δὲ τὸν Ἑρμῆν.
[διαπλήσσοντες] διασχίζοντες. ἐὰν δὲ σὺν τῷ [ι] γράφηται, ἔσται διαβαίνοντες.
[διαίνειν] βρέχειν.
[διατρύγιος] ἔγκαρπος, διὰ τὸ τρύγην ἔχειν· τρύγη δὲ ὁ πύρινος καρπός.
[διαπρύσιον] διάτονον.
[διακριδόν] ἐξ ἐπικρίσεως, διακεκριμένον.
[δι' ἄκριας] κατὰ τὰς ἀκρωρείας· «δι' ἄκριας ἠνεμοέσσας.»
[διδυμάονε] δίδυμοι ἀδελφοὶ οἱ κεχωρισμένοι τοῖς σώμασιν. οἱ δὲ συμφυεῖς δίδυμοι λέγονται.
[διέπουσι] διαπονοῦσιν, ἐνεργοῦσιν.
[διέσχε] διῆλθε.
[διέχευαν] διεμέρισαν.
[διερῷ] διύγρῳ.
[δίενται] διώκουσι.
[διιπετέος] ἀπὸ Διὸς πεπληρωμένου.
[διεπέφραδεν] ἐνετείλατο.
[δίεται] διώξει.
[διήφυσεν] ἐξήντλησεν, διέκοψεν.
[δικλεῖδες] δίθυροι.
[δινεῖν] συστρέφειν.
[δινωτήν] στρογγύλην.
[δινωτοῖσι λεχέεσσι] στρογγύλοις, ἀπὸ τῆς τῶν κλινοπόδων περιφερείας.
[δίον] ἐδιώχθην· «τρὶς περὶ ἄστυ μέγα Πριάμοιο δίον.»
[δῖος] ἀπὸ Διὸς τὸ γένος ἔχων, ἢ ἀγαθός, ἢ γενναῖος, ἀπὸ τῆς τοῦ Διὸς ὑπεροχῆς.
[διοτρεφέων] τῶν ἐκ Διὸς τεθραμμένων.
[διπλῆν ἐκταδίην] διπλῆν καὶ μεγάλην.
[δίπτυχα ποιήσαντες] δύο περιβολὰς ἔχοντες.
[δίσκουρα] δίσκου ὅρια, ὅσον ἄν τις βάλοι δίσκον.
[διφᾶν] ψηλαφᾶν.
[δίφρον] ὁμοίως ἡμῖν λέγει ὁ ποιητής. τὸν δὲ θρόνον οὐδέποτε εἶπε δίφρον. λέγει δὲ καὶ τὸν ἁρμάτινον δίφρον.
[δίχα] διχῶς, εἰς δύο.
[δίψιον] βλαβερόν.
[δμῶες] δοῦλοι, ἀπὸ τοῦ δεδμῆσθαι καὶ ὑποτετάχθαι.
[δνοφερόν] μέλαν, ἐξ οὗ σημαίνει τὸ πολύ· «δνοφερὸν χέει ὕδωρ.»
[δνοπαλίξεις] ἐκτινάξεις· «τὰ σὰ ῥάκεα δνοπαλίξεις.» δὶς δὲ τῇ λέξει κέχρηται, ἅπαξ ἐν Ὀδυσσείᾳ καὶ ἅπαξ ἐν Ἰλιάδι, «ἀνὴρ δ' ἄνδρ' ἐδνοπάλιξεν.»
[δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων] ἔξοδοι ἐκ μεταφορᾶς. σημαίνει δὲ ἐλεφαντίνην μὲν τὴν ἡμέραν, κερατίνην δὲ τὴν νύκτα. διὰ τοῦτο δὲ ποιοῦνται τὴν πορείαν οἱ ὄνειροι. τινὲς δὲ ἐπὶ τῶν ὀδόντων καὶ τῶν ὀφθαλμῶν ἤκουσαν. βέλτιον δὲ τὸ πρῶτον.
[δόνακας] καλάμους.
[δουρικτητήν] τὴν τῷ δόρατι κεκτημένην.
[δοροῖσι] θυλάκοις· «ἄλφιτα χεῦον ἐϋῤῥαφέεσσι δοροῖσι.»
[δολιχήρετμοι] μακρόκωποι.
[δολιχαύλους] μακρὸν τὸν αὐλὸν ἐχούσας.
[δουρηνεκές] ὅσον δόρυ διατεῖναι.
[δουρικλυτός] ἀπὸ μέρους, κατὰ τὰς μάχας κλυτός.
[δολιχόν] μακρόν.
[δολιχόσκιον] ἤτοι μακρὰν σκιὰν ἔχον, ἐξ οὗ τὸ μέγα δηλοῦται.
[δόχμια] πλάγια· «πολλὰ δ' ἄναντα κάταντά τε δόχμιά τ' ἦλθον.»
[δόρπον] τὸν καθ᾿ ἡμᾶς δεῖπνον. καὶ ἔστιν δαύορπον, μεθ' ὃ ἐπὶ τὸ δαύειν ἕρπομεν, ὅ ἐστι κοιμᾶσθαι.
[δόρυ.] τὸ μὲν σύνηθες «πῆλ' αὕτως ἐν χειρὶ κόλον δόρυ,» ἐπὶ δὲ τοῦ ξύλου «ἀμφ' ἑνὶ δούρατι βαῖνεν,» ἀφ' οὗ καὶ [δούριος ἵππος] ὁ ξύλινος. καὶ ἔτι [δορύξεστιν] λέγομεν ἐν τῷ βίῳ τὸ πᾶν ξύλον κατεργαζόμενον.
[δουπῆσαι] ψοφῆσαι, ἐκ δὲ τοῦ παρακολουθοῦντος ἀποθανεῖν πεσόντα ἐν πολέμῳ. ὅθεν καὶ τὸ «δεδουπότος Οἰδιπόδαο» ἀκούει ὁ Ἀρίσταρχος ἐν πολέμῳ ἀνῃρημένου.
[δοκεύει] ἐπιτηρεῖ.
[δόξης] δοκήσεως· «οὐδ' ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσομαι οὐδ' ἀπὸ δόξης.»
[δραίνεις] ἰσχύεις. καὶ «τὸν δ' ὀλιγοδρανέων» ἀντὶ τοῦ ὀλίγον ἰσχύων.
[δρυμά] οἱ δρυμώδεις τόποι.
[δρηστῆρες] οἱ ὑπουργοῦντες καὶ διακονοῦντες θεράποντες, ἀπὸ τοῦ δρᾶν.
[δρηστοσύνην] διακονίαν.
[δρυόχους.] τῶν σιδηρῶν πελέκεων αἱ ὀπαί, εἰς ἃς τὰ ξύλα ἐνιᾶσι, παρὰ τὸ τὰ ξύλα δρῦς λεγόμενα συνέχειν.
[δυσπέμφελος] ὁ δυσάρεστος.
[δυσωρήσωσι] δυσφυλακτήσωσι καὶ κακὴν νύκτα διαγάγωσιν.
[δυσαριστοτόκεια] ἡ ἐπὶ κακῷ ἄριστον τεκοῦσα. οἱ δὲ μεταφράζουσι δύστηνος ἄριστον τεκοῦσα.
[δυωδεκάβοιον] δυόδεκα βοῶν ἄξιον.
[δυσαέος] δυσπνόου· «βορέαο δυσαέος.»
[δύσπαρι] δυσώνυμε, κακῶς παρωνομασμένε.
[δύη] κακοπάθεια· «ἦ γάρ με δύη ἔχει πολλή.» ὁ δὲ Ἀπίων κάκωσις, ἀπὸ τοῦ εἰσδύνειν τὰ κακά.
[δυσηλεγέος.] ἐν τῇ Χ τῆς Ὀδυσσείας ὁ Ἀρίσταρχος «ὅταν μὲν λέγῃ τὸν θάνατον τοιοῦτον, σημαίνει μακροκοίμητον, ὅταν δὲ ἄλλως, καταστρέφει εἰς ταὐτὸν τῷ κακοκοίμητον.» ἢ δυσαλγέος, κακὰ ἄλγη ἐπιφέροντος.
[δυσμενέων] τῶν ἐχθρῶν.
[δυσηχέος] ἤτοι τοῦ κακὸν ἦχον ἐπιφέροντος θανάτου διὰ τὰς γινομένας οἰμωγὰς δυσθρήνους, ἢ τοῦ δυσαχέος, κακὰ ἄχη περιποιοῦντος.
[δυσθαλπέος] κακοῦ εἰς τὸ θάλπειν· «ἢ καὶ χειμῶνος δυσθαλπέος.»
[δῶρον] ὁ παλαιστής· «τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει.»
[Δωδωναῖε.] ἐπιθετικῶς ὁ Ζεύς, ἀπὸ Δωδώνης τῆς ἐν Θαλαςσίᾳ, ἐν ᾗ ἱερὸν αὐτοῦ.
[δῶ] κατὰ συγκοπὴν δῶμα.
[δῶσι] ὅταν ἐν κοινῇ, ἀντὶ τοῦ δῷ· «αἴ κέ ποθι Ζεὺς δῶσι.»
[δώματα] αἱ οἰκίαι, ἀπὸ τοῦ δεδομῆσθαι.
[ἕ] ἐγκλινόμενον μὲν αὐτὸν ἢ αὐτὴν ἢ αὐτὸ σημαίνει, «οἵ ἑ μέγαν περ ἐόντα», «περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψεν·» ὀρθοτονούμενον δὲ δηλοῖ ἑαυτὸν ἢ ἑαυτήν, οἷον «κάλεόν τέ μιν εἰς ἓ ἕκαστος.»
[ἐά] ἀγαθά· «δωτῆρες ἐάων.» σημαίνει δὲ καὶ τὰ αὐτοῦ· «υἱᾶσι καὶ γαμβροῖσιν ἐὰ πρὸς δώματα καλά.» παρεμπέπτωκε δὲ τὸ [α] διὰ τὸ μέτρον, ἀντὶ τοῦ ἐῶν, ὥσπερ κυανέων κυανεάων.
[ἐὰ δώματα] ἀρέσκοντα.
[ἑάλη] συνεστράφη.
[ἐανός] ἔνδυμα γυναικεῖον, παρὰ τὸ ἕννυσθαι. σημαίνει δέ ποτε καὶ τὸν εὐδιάχυτον, ὅταν λέγῃ «ἐανοῦ κασσιτέροιο,» ἀπὸ τοῦ κατὰ τὴν χωνείαν ἀνίεσθαι. ὅταν δὲ λέγῃ «ἐανῷ λιτὶ κάλυψεν,» ἐπιβολαίῳ λιτῷ σημαίνει. ποτὲ τῷ λεπτῷ ὑφάσματι.
[ἐάφθη] ἐπηκολούθησεν. ἔνιοι δὲ κατηνέχθη.
[ἐβεβρύχει] ἐπήχει.
[ἐβιόσσαο] τὸ ζῆν περιεποίησας.
[ἔβλυε.] τῶν πεποιημένων ἡ λέξις.
[ἔβρισαν] ἐβάρυναν, παντὶ τῷ βάρει ἐφώρμησαν.
[ἐγγείνωνται] ἐγγεννήσωσιν· «εὐλὰς ἐγγείνωνται, ἀεικίσωσι δὲ νεκρόν.»
[ἐγκοσμεῖτε] ἐν τάξει θέτε.
[ἐγχεσίμωροι] οἱ περὶ τὰ ἔγχη μεμορημένοι, ὅπερ ἐστὶ πεπονημένοι. ἔνιοι δὲ περὶ τὰ ἔγχη τὸν μόρον ἔχοντες, ἢ ἐπιφέροντες τὸν μόρον.
[ἔγχος] δόρυ, ἀπὸ τοῦ ἐν χειρὶ εἶναι. λέγει δὲ καὶ θηλυκῶς [ἐγχείη. ἐγχριμφθήτω] ἐμπελασθήτω· «ἵππος ἀριστερὸς ἐγχριμφθήτω.»
[ἐγκέκληται] ἐνήρεισται, ἔγκειται.
[ἔδραθεν] ὕπνωσεν.
[ἐδεύησεν] ἐνδεὴς ἐγένετο.
[ἐδηλήσαντο] ἐκακοπάθησαν, ἔβλαψαν.
[ἐδητύος] βρώσεως.
[ἔδησεν] ἐνδεὴς ἐγένετο· «ἐμεῖο δ' ἔδησεν ἀρῆς.»
[ἐδίνευον] περιεδίνουν καὶ περιωρχοῦντο· «ἐδίνευον κατὰ μέσους.»
[ἔδνα] τὰ ὑπὸ τῶν μνηστήρων ταῖς μεμνηστευμέναις διδόμενα δῶρα.
[ἕδος] ἕδρα· «θεῶν ἕδος ἀσφαλές.» ποτὲ δὲ ἐπίῤῥημα ἀντὶ τοῦ ἑδραστέον· «οὐχ ἕδος· εἶμι γὰρ αὖθις ἐπ᾿ Ὠκεανοῖο ῥεέθρων.»
[ἔδυντο] ἔδυσαν.
[ἐδωδή] βρῶσις.
[ἐδανῷ] ἡδεῖ· «ἀμβροσίῳ ἐδανῷ, τό ῥά οἱ θυόμενον ἦεν.»
[ἑέ,] κατ' ἐπέκτασιν τοῦ ἕ, ἀντὶ τοῦ αὑτόν, «ἑὲ δ' ἔξοχα πάντων ἀθανάτων κεχολῶσθαι,» καὶ ἀντὶ τοῦ αὐτόν, «καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει.»
[ἐείσατο] ὡμοιώθη. τοῦτο ἐπὶ τοῦ ὡμοιώθη «εἴσατο δὲ φθογγὴν υἱέϊ Πριάμοιο Πολίτῃ,» ἐπὶ δὲ τοῦ φανῆναι «ἀλλ' ὅ τι οἱ εἴσατο γελοίιον Ἀργείοισιν ἔμμεναι,» ἐπὶ δὲ τοῦ διελθεῖν «εἴσατο γὰρ νηῶν ἐπ᾿ ἀριστερά.» ἐπὶ δὲ μέλλοντος ἀντὶ τοῦ γνώσομαι, «εἴσομ' αἴ κέ μ' ὁ Τυδείδης κρατερὸς Διομήδης.»
[ἐέλδωρ] ἐπιθύμημα.
[ἐελμένοι] συγκεκλεισμένοι· «ἐελμένοι ἰσχανόωντο.»
[ἐέργων] ἀφορίζων, χωρίζων.
[ἐέρσας] δρόσους.
[ἐερσήεις] δροσώδης καὶ ἁπαλός· «οἷον ἐερσήεις κεῖται» καὶ «λωτὸν ἑρσήεντα ἠδὲ κρόκον ἠδ' ὑάκινθον.»
[ἐῆος] ἀγαθοῦ, προσηνοῦς. ἐπὶ μὲν τοῦ ἀγαθοῦ, ἐπεὶ παρὰ τὰ ἐὰ τὰ ἀγαθά· τὸ δὲ προσηνοῦς, «εἰ δύνασαί γε, περίσχεο παιδὸς ἐῆος.»
[ἐθάμιζεν] ἐπύκναζεν· «ἐπεὶ οὔτι κακιζόμενος ἐθάμιζεν.»
[ἔθεεν] ἔτρεχεν.
[ἐθελοντῆρας] ἑκουσίους.
[ἔθειραι] αἱ ἐξ ἔθους ἐπιμελείας ἀξιούμεναι τρίχες. καὶ τὸ [ἐθείρῃ] τὸ ἐξ ἔθους κοσμῇ καὶ θεραπεύῃ· «χαίρει δέ μιν ὅστις ἐθείρῃ.»
[ἕθεν·] «οὓς ἕθεν εἵνεκ' ἔπασχον ὑπ' Ἄρηος παλαμάων» ἀντὶ τοῦ οὓς αὐτῆς, καὶ «θύνοντ' ἀμπεδίον, πρὸ ἕθεν κλονέοντα φάλαγγας» ἀντὶ τοῦ τὰς πρὸ αὑτοῦ κλονέοντα τάξεις.
[ἔθηκεν] προκατέθηκεν, ἤτοι ἐποίησεν· «ἣ μυρί' Ἀχαιοῖς ἄλγε' ἔθηκεν.» ἀφ' οὗ καὶ [θετοὶ] υἱοί, οὕς τις ἐποιήσατο.
[ἔθοντες] εἰθισμένως ἐπιφοιτῶντες. τὸ αὐτὸ καὶ «ἔθων Οἰνῆος ἀλωήν,» ἐξ ἔθους παραγινόμενος. «οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες.»
[εἰαμενή] ὃ τοῦ ποταμοῦ ἀποβαίνοντος ἀποφύεται. ἢ ἕλος παραποτάμιον ἄνυδρον. αἱ ποταμῶν ἀναβολαὶ φυτὰ ἔχουσαι.
[εἴβει] καταῤῥεῖ· «θαλερὸν κατὰ δάκρυον εἴβει.»
[εἰδαλίμας] «ἃς ἤθελεν αὐτὸς ἑλέσθαι,» ἐν Ω Ὀδυσσείας.
[εἴδατα] βρώματα.
[εἴδεται] φαίνεται.
[εἴδετε] ἀντὶ τοῦ εἰδῆτε· «ὄφρα καὶ ὔμμ' εἴδετε.» καὶ [εἴδομεν. εἰκοσινήριτ' ἄποινα·] «οὐδ' εἴ μοι δεκάκις τε καὶ εἰκοσινήριτ' ἄποινα.»
[ἐΐκτην] ὡμοιοῦντο, δυϊκῶς· «πυρὶ λαμπετόωντι ἐΐκτην.»
[ἔϊκτο] ὡμοιοῦτο.
[εἰκυῖα] ἐοικυῖα· «εἰκυῖα θεῇσι.»
[εἰλαπίνη] εὐωχία.
[εἶλαρ] ἕρκος καὶ φυλακή, ἀπὸ τοῦ εἰλεῖ.
[εἴλει] συνήλαυνεν· «ἐπεὶ κακὸν ἢ ὅτε Κύκλωψ εἴλει ἐν σπῆϊ γλαφυρῷ.»
[εἰλίποδας] διὰ τὸ ἑλιγμὸν ἀποτελεῖν ἐν τῇ πορείᾳ τοὺς πόδας.
[εἰλεῦντα] συγκλείοντα· «θῆρας ὁμοῦ εἰλεῦντα.»
[εἴλυμα] ἐνείλυμα.
[εἰλυφόων] συνειλῶν τὸ πῦρ, μετὰ συστροφῆς ἀποφέρεσθαι ποιῶν.
[εἶμι] πορεύομαι.
[εἰνάνυχες] ἐπ᾿ ἐννέα νύκτας.
[εἰνοσίφυλλον] κινησίφυλλον. κατ' ἐπέκτασιν δὲ εἴρηται ἀντὶ τοῦ ἐνοσίφυλλον· ἔνοσις γὰρ ἡ κίνησις καὶ ἐνοσίχθων ὁ κινητὴς τῆς γῆς. ὄρος δὲ εἰνοσίφυλλον τὸ σύνδενδρον θέλει σημαίνειν.
[εἴομεν] πορευθῶμεν.
[εἴρερον] δουλείαν· «εἴρερον εἰσανάγουσιν.» τῶν δ' ἅπαξ εἰρημένων λέξεων.
[εἴρετο] ἐπηρώτα· «εἴρετο δ' αὐτίκ' ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος.» σημαίνει δὲ καὶ τὸ λέγειν· «εἴρετο δεύτερον αὖτις» καὶ «εἴροντο δὲ κήδε' ἑκάστη.» σημαίνει καὶ τὸ ἠρώτων, οἷον «εἴρομαι παῖδας.»
[εἰρύαται] φυλάσσουσι· «πρὸς Διὸς εἰρύαται.»
[εἴρυσθαι.] νῦν ἰδίως τὸ εἴρυσθαι ἐπὶ τοῦ εἰδέναι παρείληπται· ἔστι γὰρ ἀντὶ τοῦ φυλάσσειν καὶ σώζειν· «μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων δήνεα εἴρυσθαι, μάλα περ πολύϊδριν ἐοῦσαν.»
[εἴρω] λέγω· «νημερτέα εἴρω.»
[εἰς] ἀντὶ μὲν τῆς πρός προθέσεως «εἰς Ἀγαμέμνονα δῖον ἄγον,» ἀντὶ δὲ τῆς ἐπί «εἰς ἐλάτην ἀναβὰς περιμήκετον.» συνήθως δὲ ἡμῖν «εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.»
[ἐΐσας] τὰς νῆας τὰς ἐξ ἑκατέρου μέρους ἴσως πλεούσας. ὅταν δὲ «φρένας ἔνδον ἐΐσας,» εὐκράτους, ἀγαθάς.
[εἷσεν] ἐπὶ μὲν τοῦ ἵδρυσεν «εἷσεν δ' ἐσχερίην ἑκὰς ἄλλων ἀλφιστάων,» ἐπὶ δὲ τοῦ ἐκάθισεν «εἷσεν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα.»
[ἐΐσης] πρὸς ἴσον ἑκάστῳ διδομένης.
[εἶσθα] πορεύσῃ· «εἴτε καὶ ὕστερον εἶσθα θοάς.»
[εἶναι] ὁ Ἡσίοδος ἀντὶ τοῦ ἰέναι· «καὶ τῷ προσιόντι προσεῖναι.»
[εἰσίθμη] εἴσοδος· «λεπτὴ δ' εἰσίθμη, νῆες δ' ὁδὸν ἀμφιέλισσαι.»
[ἐΐσκοντες] ὁμοιοῦντες. καὶ «ἴσκεν ἕκαστος ἀνήρ.»
[εἰσοιχνεῦσιν·] «οὐδέ μιν εἰσοιχνεῦσιν οἵ τε καθ᾿ ὕλην.»
[εἴσω] ἔσω. τοπικῶς μὲν καὶ ἡμῖν συνήθως «εἴσω δ' ἀσπίδ' ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,» ἀντὶ δὲ τῆς εἴς προθέσεως «καὶ δ' αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω.»
[ἑκάεργος] ὁ μακρόθεν εἴργων τοῖς βέλεσιν.
[εἰσωποί] εἴσω τῆς ἐπιφανείας· «εἰσωποὶ δ' ἐγένοντο νηῶν.»
[ἐκαίνυτο] ἐνίκα· «οἶος δέ με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ.»
[ἔκαμον] προέκαμον.
[ἐκάμοντο] κατειργάσαντο· «καὶ νῆσον εὐϊκτημένην ἐκάμοντο.»
[ἑκάτερθεν] ἑκατέρωθεν.
[ἑκατηβόλου] ἕκαθεν προϊεμένου καὶ βάλλοντος.
[ἑκατόγχειρον] ὁ Ἀρίσταρχος κατὰ τὸ μυθικὸν ἑκατὸν χεῖρας ἔχοντα, οὐ διὰ τὸ πλῆθος τῶν χειρῶν ἀλλὰ διὰ τὸ μέγεθος, οἷον ἑκατόμπηχυν· χεῖρες γὰρ καὶ οἱ πήχεις συνωνύμως λέγονται. ἐπὶ δὲ τοῦ «ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσας» ἐν ἴσῳ τῷ τὰς χεῖρας περιέβαλεν.
[ἐκέκαστο] ἐκεκόσμητο.
[ἐκεχάνδει] ἐχώρει.
[ἔκλεο] κλέος εἶχες.
[ἔκμολεν] ἐξέδραμεν, ἐξεπήδησεν.
[ἐκολώα] ἐθορύβει, μεταφορικῶς ἀπὸ τῶν κολοιῶν.
[ἔκπαγλον] θαυμάσιον καὶ ἔξοχον.
[ἐκπεπαταγμένος] ἐκπεπληγμένος.
[ἐκταδίην] ἐκτεταμένην, μεγάλην· «διπλῆν ἐκταδίην.»
[ἑκυρός] ἀνδρὸς πατήρ, καὶ [ἑκυρά] ἡ μήτηρ τοῦ ἀνδρός.
[ἔκυρσεν] ἐπέτυχεν.
[ἔκυσεν] κατεφίλησεν τῷ στόματι· ἀφ' οὗ καὶ ἡμεῖς τὸ προσκυνῆσαι λέγομεν.
[ἐλάτῃσιν] ἐλατίναις κώπαις. λέγεται δὲ ἐλάτη καὶ αὐτὸ τὸ δένδρον.
[ἐλαύνωσι] θερίζωσιν. ἡ γὰρ ἐκ χειρὸς τύψις ἔλασις μεταφορικῶς· ἐλάσαι γὰρ τὸ ἐκ χειρὸς τύψαι.
[ἐλαφηβόλος] κυνηγός.
[ἐλεαίρει] ἐλεεῖ.
[ἐλέγξεις] ἐλέγχῳ περιβάλῃς, ὀνείδει περιβάλῃς.
[ἐλεγχείη] ἡ αἰσχύνη καὶ ὄνειδος.
[ἐλέλιξε] συνέστρεψεν, συνέσεισεν.
[ἐλελιχθέντες] συστραφέντες, μεταβαλόμενοι.
[ἔλεξα] ἐκοίμισα· «ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο.»
[ἐλεοῖς] τοῖς μαγειρικοῖς τραπεζίοις· «αὐτὰρ ἐπεί ῥ' ὤπτησέν τε καὶ εἰν ἐλεοῖσιν ἔχευεν.»
[ἑλέτην] εἷλον, ἔλαβον, δυϊκῶς.
[ἐλεφαίρονται] βλάπτουσι καὶ ἐξαπατῶσι. καὶ [ἐλεφηράμενος] ἀντὶ τοῦ βλάψας.
[ἐλέφαντα] τὸ ἐλεφάντινον.
[ἔλεψεν] ἐλέπισεν, περιεῖλεν.
[ἐλιάσθη] ἐκλίθη, καὶ τὸ [ἐλιάζετο] ἐξέκλινεν, καὶ τὸ [λιασθείς] ἐκκλίνας.
[ἕλικας,] οὐκ ἐπὶ τοῦ ἕλικας βοῦς ἀλλ' ἐπὶ τοῦ Ἡφαίστου, «πόρπας τε γναμπτάς θ' ἕλικάς τε καὶ ὅρμους,» κόσμου τι γένος. οἱ μὲν δακτυλίους ποιούς, οὓς δρακοντώδεις καλοῦσιν, οἱ δὲ ἐνώτια, ἃ καλοῦσιν ἑλικτήρια, οἱ δὲ τὰ περὶ τοὺς καρποὺς ψέλια. ἐπὶ δὲ τοῦ ἕλικας βοῦς ἤτοι τὰ κέρατα ἑλικοειδῆ ἐχούσας, ἢ ὡς ἔνιοι, ἀπὸ τοῦ κατὰ τοὺς πόδας ἑλιγμοῦ.
[Ἑλικώνιον] τὸν Ποσειδῶνα, ἀπὸ Ἑλικῶνος τοῦ ἐν Βοιωτίᾳ, ἱερὸν τοῦ θεοῦ. οἱ δέ φασιν ἀπὸ Ἑλίκης, περὶ ἧς φησὶν «οἱ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ' ἀνάγουσιν.»
[ἑλίκωπες] οἱ ἑλικοὶ κατὰ τὴν πρόσοψιν.
[ἐλίσσετο] ἐπὶ μὲν τοῦ ἐλιτάνευεν καὶ παρεκάλει «ἐλίσσετο πάντας Ἀχαιούς,» ἐπὶ δὲ τοῦ μετεβάλλετο «ὣς ὅγ' ἔνθα καὶ ἔνθα ἐλίσσετο μερμηρίζων.»
[ἑλκυστάζων] ἕλκων, σπαράσσων.
[ἑλλεδανοί] οἱ δεσμοὶ οἷς συνειλούμενα δεῖται τὰ δράγματα· «ἄλλα δ' ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.»
[ἐλλόν] τὸν ἔγγονον τοῦ ἐλάφου· «κύων ἔχον ποικίλον ἐλλόν.»
[ἔλπεται] ἐλπιδοποιεῖ.
[ἐλπωρή] ἐλπίς.
[ἔλσαι] συγκατακλεῖσαι· ἢ ἀντὶ τοῦ συστρέψας καὶ ἐνειλήσας.
[ἐλύσθη] παρεχύθη καὶ ἔπεσεν.
[ἐλύμην] ἐλυτρώθην.
[ἔλων] ἤλαυνον.
[ἑλώρια] ἑλκύσματα.
[ἐμπάζεται] ἐπιστροφὴν ποιεῖται καὶ σέβεται.
[ἐμάτησεν] ἐματαιοποίησεν.
[ἐμβαδόν] ἐμβάντες πεζῇ.
[ἐμβήη] ἐμβῇ· «ἐμβήη· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων.»
[ἐμεῦ ἐμέο ἐμεῖο] ἀσύναρθροι ἀντωνυμίαι, ἰσοδυναμοῦσαι ἀλλήλαις.
[ἐμέλλετε] ἐοίκατε· «ὣς ἂρ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης.»
[ἐμίστυλλεν] εἰς ὀλίγα διῄρει, οἷον εἰς μείονα.
[ἐμμαπέως] ἐσπουδακότως.
[ἔμμορε] ἔμοιρε, κατὰ μοῖραν εἴληφεν.
[ἐμνήμυκε] συνθέτως λέγεται μετὰ τῆς ὑπό, «πάντα δ' ὑπεμνήμυκεν,» μεταφράζεται δὲ εἰς τὸ κατανένυκται.
[ἔμπαιος] ἔμπειρος· «κακῶν ἔμπαιος ἀλήτης.»
[ἔμπεδον] ποτὲ μὲν τὸ ἰσχυρόν, «ἔμπεδον αἰὲν ἔχον σάκος αἰόλον,» ποτὲ δὲ ἐν τῷ πέδῳ, οἷον τῷ ἐδάφει, «τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν.»
[ἔμπης] ποτὲ μὲν ὅμως, «σὺ δὲ χαῖρε καὶ ἔμπης,» ποτὲ δὲ ἀντὶ τοῦ ὁμοίως ἢ ἐπ᾿ ἴσης, «τοῦ καὶ κινημένοιο Διὸς ποτὶ χαλκοβατὲς δῶ ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετ' ἀϋτμή» καὶ «ἔμπης μοι τοῖχοι καλαί τε μεσόδμαι.»
[ἐμπλήγδην] ἐμπληκτικῶς, οὐ μετὰ κρίσεως. ἐν δὲ τῷ Υ τῆς Ὀδυσσείας ὑπομνήματι ὁ Ἀρίσταρχος εὐμεταβόλως.
[ἔμπλην] ἐμπελάδην, σύνεγγυς, ἢ ὡς ἔνιοι, χωρίς. καὶ Ἀρχίλοχος ἐπὶ τοῦ χωρίς, «ἔμπλην ἐμοί τε καὶ φίλου.» τῶν ἅπαξ εἰρημένων.
[ἔμπορος] ὁ μὴ ἐπ᾿ ἰδίας νεὼς πλέων ἀλλὰ μισθοῦ· «ἔμπορος· οὐ γὰρ νηὸς ἐπίβολος οὐδ' ἐρετάων.»
[ἔμφυλον] ἐμφύλιον, οἷον ἐκ τῆς αὐτῆς φυλῆς.
[ἔναξε] ἔσαξε καὶ συνεπλήρωσε.
[ἔναρα] σκῦλα.
[ἐναρίζει] κυρίως μὲν σκυλεύει· ἔναρα γὰρ τὰ σκῦλα· «οὐδέ μιν ἐξενάριξεν·» καταχρηστικῶς δὲ ἀνεῖλεν· «τὸν δ' ἐπεὶ ἐξενάριξεν.»
[ἐντεσιεργούς] νῦν λέγει ἔντεσιν ἐργαζομένους καὶ μὴ ψιλῶς νωτοφόρους, ἐπεὶ οἱ τὴν ἅμαξαν ἕλκοντες ἡμίονοι ἔχουσι πείρινθον ἐπὶ τῆς ἁμάξης, ἐν ᾧ φέρουσι τινά.
[ἐννέωροι] ἐνναετεῖς. ὅταν δὲ λέγῃ ἐν τῇ Τ τῆς Ὀδυσσείας «ἔνθα τε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής,» δι' ἐννέα ἐτῶν λέγων τῷ Διὶ προσομιλεῖν ἢ ἐννέα ἔτι βασιλεύων. λέγεται γὰρ ὁ Μίνως δι' ἐννέα ἐτῶν συμμίσγων τῷ Διὶ καὶ ὀαρίζειν, ὅ ἐστι προσομιλεῖν, εἴτε μυθικῶς τοῦ οὐδὲ διδομένου, εἴτε καὶ τῷ ὄντι, καθώς τινες παραδεδώκασι τὸν Μίνωα προςποιούμενον πρὸς τοὺς ἀρχομένους ὅτι παρὰ τοῦ Διὸς φέροι τὰ προστάγματα καὶ τοὺς λόγους αὐτοῖς, ὡς μᾶλλον πείθονται. ὀαριστὴς δὲ ὁμιλητής.
[ἐνοπή] φωνή.
[ἔνοσις] σεισμός, κίνησις.
[ἐνδίεσαν ταχέας κύνας ὀτρύναντες.] δύναται εἶναι κυρίως τὸ δίεσαν, ἀνῆκαν τῶν κρατήρων. τοὺς δὲ κύνας πρὸς τὸν διωγμόν.
[ἔναυλοι] οἱ ἀπὸ τῶν χειμάῤῥων ποταμοὶ καταράσσοντες, ἀπὸ τοῦ ἐν τοῖς αὐλῶσι γίνεσθαι τὰς καταφοράς· αὐλῶνες δὲ οἱ ἐπιμήκεις καὶ κοῖλοι τόποι. τουτέστιν οἱ εἰς μακρὸν καὶ στενὸν διήκοντες ποταμοί.
[ἔνδειος] μεσημβρινός.
[ἐνδείνων] τῶν ἐντοσθειδίων, οἷον τοῦ ἐντὸς χρωτός. τῶν ἅπαξ εἰρημένων.
[ἐνεῖκαι] κατὰ μὲν τὸν προσφερόμενον ἴσον τῷ ἐνέγκαι· ὅταν δὲ λέγῃ «καί τις θεὸς αὐτὸν ἀνεῖκαι,» τοιοῦτόν τι λέγει, ἄρας ἐκ τόπου ἐνταῦθα θείη.
[ἔνεροι] νεκροί.
[ἐνισκίμφθη] ἐνεπέλασεν καταπαγὲν τὸ δόρυ.
[ἐνέστακται] ἔνεστι κατά τι μέρος· «τοῦ σοῦ πατρὸς ἐνέστακται μένος ἠΰ.»
[ἐνετῇσι] πόρπαις, ἀπὸ τοῦ ἐνίεσθαι· «χρυσείῃς δ' ἐνετῇσι.»
[ἐνεύναιον] ἐγκοίτιον, καὶ [ἐνευναίων] τῶν ἐγκοιμησομένων.
[ἐνηέος] προσηνοῦς, προσφιλοῦς.
[ἔνθα] ἐπὶ μὲν τοῦ τότε χρονικῶς «ἔνθ' αὖ Τυδείδῃ,» «ἔνθ' ἄλλοι μὲν πάντες·» ἐπὶ δὲ τοῦ τοπικοῦ, εἰς τοῦτον τὸν τόπον «ἔνθα κατεπλέομεν καί τις θεὸς ἡγεμόνευεν,» ἐπὶ δὲ τοῦ ἐν τούτῳ ἢ ἐν ἐκείνῳ τῷ τόπῳ «ἔνθα μὲν Αἴας κεῖται ἀρήϊος, ἔνθα δ' Ἀχιλλεύς, ἔνθα δὲ Πάτροκλος.»
[ἐνίησι] ἐπιπέμπει. ὅταν δὲ λέγῃ [ἐνήομεν,] ἀντὶ τοῦ καθελκύσομεν.
[ἐνικλᾶν] ἐγκόπτειν καὶ ἐμποδίζειν.
[ἔνισπεν] εἶπεν.
[ἐννεσίῃσι] ἐννοήσεσι, βουλήσεσιν.
[ἔντεα] τὰ ὅπλα, κυρίως τὰ ἐντὸς περιέχοντα τὸν ἄνδρα, οἷον ἀσπὶς καὶ θώραξ καὶ κνημῖδες. λέγει δὲ ἀπὸ τῆς αὐτῆς ἐννοίας καὶ τὰ ἀγγεῖα ἔντεα, ἀπὸ τοῦ ἐντὸς αὑτῶν τινὰ περιέχειν, οἷον «ἀμφίπολοι δ' ἀπεκόσμεον ἔντεα δαιτός.»
[ἐντρέπεται] ἐπιστροφὴν ποιεῖται, ὅ ἐστι μετατροπὴν λαμβάνει.
[ἐντροπαλιζομένη] ἐπιστρεφομένη.
[ἐντύνεαι] παρασκευάζῃ.
[ἐντυπὰς ἐν χλαίνῃ.] τῶν ἅπαξ εἰρημένων, ἐν τῇ Ω τῆς Ἰλιάδος. οὐχ ἁπλῶς, οὐδὲ περικεκαλυμμένως, ἀλλ' ὡς τετυπῶσθαι τὸ πρόσωπον καὶ τὸ ὅλον σῶμα.
[ἐνώμα] διέφερεν, καὶ [νωμῆσαι] διενεγκεῖν. [νώμησαν] δὲ ἀντὶ τοῦ διένειμαν.
[ἐνωπῇ] προσόψει· «ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ.»
[ἐξ] κυρίως ἡ πρόθεσις «ἐξ ἀκαλαῤῥείταο βαθυῤῥόου Ὠκεανοῖο·» ἀντὶ τῆς ἀπό «ἐξ ἵππων ἆλτο χαμᾶζε,» ἀντὶ δὲ τῆς ὑπέρ «Ἥρη, τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν ἐξ ἄλλων;» ἀντὶ τοῦ ὑπὲρ τοὺς ἄλλους.
[ἐξαίτους] ἐξαιρέτους.
[ἐξαλός] ἐκ τῆς ἁλός.
[ἐξανύω] ἐξανύσω.
[ἐξέμεν] ἄξειν· «μηδ' ἐξέμεν Ἀχαιούς.»
[ἐξαπάφοιτο] ἐξαπατήσει.
[ἐξέφθιτο] κυρίως ἐξέφθαρτο, μεταφορικῶς δὲ κατεδεδαπάνητο.
[ἐξερεείνων] ἐξερευνῶν, διερχόμενος· «πόρους ἁλὸς ἐξερεείνων.»
[ἐξεσίην] κατὰ πρεσβείαν. παρὰ τὸ ἵημι ἥσω ἑσία καὶ ἐξεσία.
[ἐξερίπῃ] ἐκπέσῃ ἐκ τῆς ἔρας· «ἐξερίπῃ δρῦς πρόῤῥιζος.»
[ἐξέσσυτο] ἐξώρμησεν.
[ἐξήλατος] ἐξ ἐλασμάτων συγκειμένη, ἓξ πτύχας ἔχουσα.
[ἐξηρώησαν] ἐξώρμησαν.
[ἐξονομακλήδην] ἐπ᾿ ὀνόματος.
[ἔξυσ' ἀσκήσασα] λεπτῶς κατειργάσατο.
[ἐξώφελλεν] ἐπὶ πολὺ ηὔξησεν.
[ἔοι] ἀντὶ τοῦ εἴη· «πῶς καίοι εἴ τις θεῶν νῶϊ αἰειγενετάων.»
[ἔοργεν] εἴργασται.
[ἐοῖο] τοῦ ἑαυτοῦ· «πατρὸς ἐοῖο φίλοιο.»
[ἑοῖ] αὐτῷ· «ὡς ἴδε λαῶν ἔθνος ἐπισπώμενον ἑοῖ αὐτῷ.»
[ἑοῖς] τοῖς ἑαυτοῦ ἢ τοῖς αὐτοῦ.
[ἐπαιγίζοντα] Ἀρίσταρχος τὸν σφοδρότερον πνέοντα ἄνεμον. διὰ τούτου φανερὸν ὅτι καὶ Ὅμηρος οὕτως οἶδεν αἰγίδα λεγομένην τὴν τοιαύτην πνοήν, ἣν ἡμεῖς καταιγίδα.
[ἐπακτῆρες] θηρευταὶ οἱ τοὺς κύνας ἐπάγοντες ταῖς τῶν θηρίων κοίταις.
[ἐπαλαστήσασα] ἐπιχαλεπήνασα, ἐπιδεινοπαθήσασα.
[ἐπαλλάξαντες] ἐπιπλέξαντες, ἐξαμματίσαντες.
[ἐπιάλμενος] ἐφαλλόμενος.
[ἐπάλυνεν] ἐλεύκανεν, ἀνέδευσεν, ἐπέβρεξεν. ἢ ἀπὸ τῆς πάλης, ὡς εἴρηται, λέγει τὸ ἐλεύκανεν. ἐπεπάσθη ταῖς ἀρούραις ἡ χιών, τῇ γῇ.
[ἐπάρουρος] ἐπίγειος.
[ἐπαρτέας] ἀπηρτισμένους, ἑτοίμους.
[ἔπασσεν] ἐνεποίκιλλεν. σημαίνει καὶ τὸ «πᾶσσε δ' ἁλὸς θείοιο.»
[ἐπασσύτεροι] ἄλλοι ἐπ᾿ ἄλλοις· «θνήσκων ἐπασσύτεροι.»
[ἐπαύλους] τὰς ἐπαύλεις καὶ μάνδρας.
[ἐπαυρεῖν] ἀπόνασθαι, ἀπολαύειν. καὶ ἐπὶ τοῦ ἐπιτυχεῖν «λίθου δ' ἀλέασθαι ἐπαυρεῖν.»
[ἐπείγετον,] δυϊκῶς, ἐπείγουσι καὶ κατασπουδάζουσι, διώκουσιν.
[ἐπελώβευον] ἐπελώβων, διέπαιζον· «οἱ δ' ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσι.» [κερτόμευον] δὲ ἠρέθιζον εἰρωνευόμενοι.
[ἐπεμαίετο] ἐφήπτετο καὶ ἐπεθύμει.
[ἐπέμυξαν] ἐπεμύχθησαν, οἷον ἀγανακτοῦντες καὶ μὴ δυνάμενοι ἢ ποιῆσαι ἢ εἰπεῖν ὧν πάσχουσιν.
[ἐπενήνεον] ἐπεσώρευον· «νεκροὺς δ' ἐπενήνεον ἀχνύμενοι κῆρ.»
[ἐπενήνοθεν] ἐπῆν, ἐπέκειτο.
[ἐπεπωλεῖτο] ἐπεπορεύετο.
[ἐπέρασας] ἀπέδου· «καί μ' ἐπέρασας ἄνευθεν ἄγων πατρός τε φίλων τε.»
[ἐπεῤῥώοντο.] ὅταν τις τῇ ῥώμῃ ἐμπίπτῃ καὶ ἀλῇ. ἐν τῇ Υ τῆς Ὀδυσσείας.
[ἐπεῤῥώσαντο] ἐσείσθησαν.
[ἐπεσβόλος] τοῖς ἔπεσι βάλλων, λοίδορος.
[ἐπελήκεον] ἐπεκρότουν· «κοῦροι δ' ἐπελήκεον ἄλλοι.»
[ἐπεσσεύοντο] ἐφώρμουν· «νῆας ἐπεσσεύοντο.»
[ἐπεστέψαντο] οἷον ἐπλήρωσαν.
[ἐπετράπετο] ἐπεστράφη· «σοὶ δ' ἐμὰ κήδεα θυμὸς ἐπετράπετο.»
[ἐπέχραον.]
[ἐπηετανός] παρατεταμένη, συνεχής· «ἐπεὶ οὐ κατὰ νῆα ἦεν ἐπηετανός.»
[ἐπηγκενίδεσσι] τῆς σχεδίας τὰ διηνεκῆ ξύλα.
[ἐπημοιβοί] ἕτερος ἑτέρῳ ἐναλλάσσων.
[ἐπί τ' ἠμύει] ἐπικατακλίνει· τὸ γὰρ ἑξῆς ἐπιμύει τε.
[ἐπήρατος] ἐπέραστος, ἢ ἔρωτα ἔχων.
[ἐπηρεφές] ἐπεστεγασμένον. καὶ [ἐπηρεφεῖς. ἐπήρκεσεν] ἐβοήθησεν.
[ἐπῆρσεν] ἐφήρμοσεν.
[ἐπήσκηται] ἐπικεκαλλώπισται.
[ἐπήτῃ] λογίῳ, παρὰ τὰ ἔπη· «ἐπήτῃ δ' ἀνδρὶ ἔοικας.» ἐν δὲ τῷ Φ τῆς Ὀδυσσείας «οὐ γάρ τευ ἐπητύος ἀντεβόλησας.» Ἀρίσταρχος δὲ ἐπητέως διὰ δὲ τοῦ [ε], καὶ λόγος ὑπόκειται τοιοῦτος· ἐπητέως οἷον εὐγνώμονος. τίθησι δὲ καὶ τὴν λέξιν ἐπίπαν ἐπὶ τοῦ συνετοῦ· «τοὔνεκ' ἐπητὴς ἐσσὶ καὶ ἀγχίνοος καὶ ἐχέφρων.» καὶ οὐκ ἐπητύος.
[ἐπήτριμα] ἄλλ' ἐπ᾿ ἀλλήλοις· «ἐπήτριμα πίπτον ἔραζε.»
[ἐπί] κυρίως μὲν «αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,» ἀντὶ δὲ τῆς παρά «ἡ μὲν ἐπ᾿ ἐσχάρῃ ἧστο,» ἀντὶ δὲ τῆς πρός «τὴν μὲν ἔπειτ' ἐπὶ βωμὸν ἄγων,» ἀντὶ δὲ τῆς ἔν «οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.»
[ἐπί] κατὰ ἀναστροφὴν κυρίως μὲν «ᾧ ἔπι πόλλ' ἐμόγησα,» ἀντὶ δὲ τοῦ ἔπεστιν «ἐπεὶ οὔ τοι ἔπι δέος,» «οὐ γὰρ ἔπ' ἀνὴρ οἷος Ὀδυςσεὺς ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.»
[ἐπίβαθρον] μισθὸν τῆς ἐπιβάσεως τῆς εἰς τὴν ναῦν, ἤγουν τὸ ναῦλον.
[ἐπιβαλλόμενος] ἐπιβολὴν κατὰ πρόθεσιν ἔχων.
[ἐπιβλής] μοχλὸς ἐπιβεβλημένος· «μοῦνος δ' ἔχε θύρας ἐπιβλὴς εἰλάτινος, τὸν τρὶς μὲν ἐπερήσεσκον Ἀχαιοί, τρὶς δ' ἀναοίγεσκον.»
[ἐπιβώτορι μήλων] ἤτοι βοσκήτορι, οἷον ἐφιππαστῆρι. οἱ τῶν βασιλέων υἱοὶ πρῶτον ἐπὶ κριῶν εἰώθασιν ἐπιβαίνειν, ὡς καὶ Ἡρόδοτός φησιν. «ἐπιβότωρι μήλων παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασιν.»
[ἐπιγνάμψασα] ἐπικατακλάσασα, συμπείσασα.
[ἐπιγουνίδα] τὸ σεσαρκωμένον μέρος τοῦ μηροῦ πρὸ τοῦ γόνατος, ἀπὸ τοῦ ἐπιγεγονέναι ἐκ τῶν ὤμων σάρκωσιν.
[ἐπιγράμβην] ὅσον ἐπικαταξύσαι· «πῆχυν ἐπιγράμβδην βάλε χειρός.» καὶ τὸ [ἐπέγραψεν] ἐπεκατέξυσεν.
[ἐπιδημεύεις] ἐν τῷ δήμῳ ἀνεστράφης.
[ἐπιδίφρια] ἐπὶ τῷ ἅρματι.
[ἐπιδραμέτην] ἐπεδίωκον φεύγοντα.
[ἐπιδώμεθα] ἐπιδῶμεν.
[ἐπιδωσόμεθα] ἐπιδόσει τιμήσωμεν.
[ἐπιβωσόμεθα] ἀντὶ τοῦ ἐπιβοησόμεθα.
[ἐπιεικέα] ἐγχωροῦντα, πρέποντα.
[ἐπιεικές] ἐπεοικός, προσῆκον, ἐγχωροῦν.
[ἐπιειμένε] ἐπημφιεσμένε. ἐπὶ δὲ τῆς Ι Ὀδυσσείας «μεγάλην ἐπιειμένος ἀλκήν» Ἡλιόδωρος ἀποδίδωσι πεποιημένον.
[ἐπιείσομαι] ἐπελεύσομαι.
[ἐπιζάφελος] ὁ λίαν ηὐξημένος· ἔγκειται γὰρ τὸ ὀφέλλειν· «ὅτε κέν τιν' ἐπιζάφελος χόλος ἥκοι.»
[ἐπίηλεν·] «αὐτὸς γὰρ ἐπίηλεν.» Ἀρίσταρχος ἐπεισέπεμψεν.
[ἐπίηρα] τὴν μετ' ἐπικουρίας χάριν· «μητρὶ φίλην ἐπίηρα φέρων.» ἐν δὲ τῷ «οὐδέ τι μοι ποδάνιπτρα ποδῶν ἐπίηρ' ἀνὰ θυμῷ» τὰ ἐπικουρητικὰ τῆς ψυχῆς. οὕτως Ἀρίσταρχος.
[ἐπιθήσομεν] ἐπιβαλοῦμεν.
[ἐπιθρέξαντος] ἐπιδραμόντος. εἴληπται δὲ ἀπὸ τοῦ ἔθρεξεν, τουτέστιν παρεληλυθότος χρόνου τοῦ τρέχει ἐνεστῶτος, ὡς ἔθρεψεν τρέφει.
[ἐπιθύουσιν] ἐπ᾿ εὐθείας ὁρμῶσι.
[ἐπικάρα] ἐπὶ κεφαλήν. διὰ τούτου σημαίνει τὸ καταφερὲς τοῦ ῥεύματος, ὥστε δοκεῖν ἐπὶ κεφαλὴν φέρεσθαι· «ἐξ ὀρέων ἐπὶ κάρ' μηνύθει δέ τοι ἔργ' ἀνδρῶν.»
[ἐπικάρσια] πλάγια, οὐ κατ' εὐθύ.
[ἐπικέλσαντας] ἐπὶ τὸ ξηρὸν ἀγαγόντας, ὁρμήσαντας.
[ἐπικεύσω] ἐπικρύψω καὶ ὑποστελοῦμαι.
[ἐπίκλοπος] ἐπιθυμητής, ἢ κλέπτων καὶ ἐξαπατῶν τοῖς λόγοις.
[ἐπιλίγδην] ὅσον ἐπιψαῦσαι· «ἄκρον ἐπιλίγδην.»
[ἐπιλλίζουσι.] ἐπιλλίζειν ἐστὶν τὸ τοὺς ὀφθαλμοὺς ἐπικατακλᾶν· «οὐχ ὁρᾷς ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες;»
[ἐπιμασσάμενος] ἐφαψάμενος.
[ἐπίμαστον τὸν] ἐπιζητοῦντα καὶ ἐπιμαστεύοντα τροφήν. σημαίνει καὶ τὸν ἐπίπληκτον.
[ἐπιμίξ] ἐπιμεμιγμένως.
[ἐπίνυσσεν] ἐσωφρόνησεν.
[ἐπίουρος.] εἰ μὲν ἡ πρώτη ὀξυτονοῖτο, δύο μέρη λόγου εἰσίν, ἔπεστιν οὖρος, ὅ ἐστι φύλαξ, ὡς μεταφορικῶς ὁ ξύλινος ἐπίουρος.
[ἐπιῤῥήσεσκον] ἐπεσπῶντο, ἐπέβαλλον.
[ἐπισκύνιον] τὸ ὑπὲρ τὰς ὀφρῦς μέρος.
[ἐπισμυγερῶς] ἐπιπόνως· «ἐπισμυγερῶς ναυτίλλεαι.»
[ἐπίσπαστον] αὐθαίρετον· «ἦ τάχα Ἶρος ἄειρος ἐπίσπαστον κακὸν ἄξει.»
[ἐπισπέσθαι] ἐπακολουθῆσαι, ἐπιδιῶξαι.
[ἐπισεύας] ἐφορμήσας.
[ἐπισσώτρων] τὴν τοῦ ἅρματος τροχῶν κύκλων σιδηρῶν, οἷον τῶν ἐπὶ τὴν γῆν σοουμένων.
[ἐπισταδόν] ἐφεστῶτες.
[ἐπιστάμενος] ἐπὶ στίχου ἐν τῇ Ξ Ὀδυσσείας. Ἀρίσταρχος τοῦ ἐπιστήμονος.
[ἐπίστηται] δύναται.
[ἐπιστάτῃ.] τῶν ἅπαξ εἰρημένων. λέγει δὲ τῷ ἐφισταμένῳ καὶ ἐπαιτοῦντι.
[ἐπιστεφέας] πλήρεις· «κρητῆρας ἐπιστεφέας οἴνοιο.»
[ἐπιστροφάδην] μετ' ἐπιστροφῆς τοῦ σώματος.
[ἐπίστροφος] ἐπιστρεπτικός, οἷον ἐπιμελής. ἔστι δὲ καὶ κύριον ὄνομα.
[ἐπισφυρίοις.] τὰ ἐπιτιθέμενα μετὰ τὰς κνημῖδας τοῖς σφυροῖς ἐπισφύρια καλεῖται· «ἐπισφυρίοις ἀραρυίας.»
[ἐπισχερώ] ἐφεξῆς.
[ἐπισχεσίην] πρόφασιν· «οὐδέ τιν' ἄλλην μύθου ποιήσασθαι ἐπισχεσίην.»
[ἐπιτάῤῥοθοι] οἱ τοῖς κυσὶν ἐπιῤῥοθοῦντες. τάσσεται δὲ καὶ ἐπὶ τῶν ἐπικούρων.
[ἐπιτεῖλαι] ἐπιτάξαι, ἐντείλασθαι.
[ἐπιτειλαμένῳ] ἐπιτάξαντι.
[ἐπιτετράφαται] ἐπιτετραμμένοι εἰσίν. Ἰακὸν δὲ τὸ σχῆμα.
[ἐπιτηδές] ἐπιτηδεῖς, ἐπιτηδείους.
[ἐπίτονος] ὁ ἱμὰς ὁ δεσμεύων τὸ πρὸς τὸ ἱστίον κέρας, οἷον ἡ κεραία, ἥτις δεσμεύεται περὶ τὸν ἱστόν.
[ἐπιτρέψαι] ἐπιτροπὴν δοῦναι.
[ἐπίφρονα] φρόνιμον.
[ἐπιψαύσῃ] ἐπιθιγγάνῃ.
[ἐπιωγαί] οἱ ἀλίμενοι τόποι, ὑπαγωγὰς δὲ ἔχοντες καὶ σκέπην ὑπὸ ἀνέμων.
[ἔπλετο] ἐγένετο.
[ἐπλίσσοντο] διέβαινον, ἀπὸ τῆς πλιχάδος· «εὖ δ' ἐπλίσσοντο πόδεσσι.» τῶν δ' ἅπαξ εἰρημένων.
[ἐπορεξάμενος] ἐφορμήσας, ἐπεκτείνας.
[ἔπορον] ἔδωκαν.
[ἕπουσαν] ἀπὸ τοῦ ἕπειν, ὅ ἐστι παραγίνεσθαι· «μετὰ Τυδέος υἱὸν ἕπουσαν,» οἷον πονουμένην.
[ἑπταβόειον] ἑπτάβυρσον.
[ἑπταπόδην] τηλικαύτην τῷ μεγέθει, οἷον ἑπτὰ ποδῶν βάραθρον.
[ἕπταχα] εἰς ἑπτὰ μέρη.
[ἐπτύσσοντο] ἐκραδαίνοντο· «ἔγχεα δ' ἐπτύσσοντο.»
[ἐπώχατο] τοῖς ὀχεῦσι λεγομένοις, ὅπερ ἐστὶ μοχλοῖς, ἐπικεκλιμένοι ἦσαν, ἐπωχλισμέναι, ὅ ἐστιν ἠσφαλισμέναι πᾶσαι. τὸ γὰρ πᾶσαι ἀντὶ τοῦ ὅλαι· «πᾶσαι γὰρ ἐπώχατο.»
[ἐπαλλάξαντες] ἅμμα ποιήσαντες καὶ ἀντεπιβαλόντες· «πεῖραρ ἐπαλλάξαντες.»
[ἔραζε] χαμαί, εἰς τὴν γῆν.
[ἐραννῆς] ἐπεράστου, καλῆς.
[ἐρατίζων] ἐπιθυμῶν.
[ἔργον.] ὅταν ψιλῶς Ὅμηρος ἔργον λέγῃ, μηδενὸς ἑτέρου συμφραζομένου μηδ' ἐκ τῶν παρακειμένων δηλουμένου, τὴν γεωργίαν δηλοῖ.
[ἔρδειν] ἐπὶ μὲν τοῦ θύειν «ἔρδων δ' Ἀπόλλωνι,» ἐπὶ δὲ τοῦ πράσσειν «ἔρδ' αὐτὰρ οὗτοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.»
[ἐρέθοντες] ἐρεθίζοντες.
[ἐρεμνή] σκοτεινή, οἷον ἐρεβεννή, παρὰ τὸ ἔρεβος, ὅ ἐστι σκότος.
[ἐρεπτόμενοι] ἀπὸ τῆς ἔρας ἐσθίοντες, ὅ ἐστι κυρίως· «λωτὸν ἐρεπτόμενοι.»
[ἐρετμόν] κώπην.
[ἔρεσσον] ἐκωπηλάτουν, ἀντὶ τοῦ ἤλαυνον.
[ἐρεῦσαι] ἐρυθρὰν ποιῆσαι.
[ἔρεψα] ἐστέγασα· ἀφ' οὗ καὶ [ὀροφὴ] ἡ στέγη. κακῶς δ' ἀπέδωκάν τινες τὸ ἐστεφάνωσα.
[ἐρέων] σημαίνων· «φόως ἐρέων ἐπὶ γαῖαν.» σημαίνει δέ ποτε τὸ ἐρευνήσων, ζητήσων.
[ἐρηρέδαται] ἐρηρισμένοι εἰσίν. Ἰακὸν δὲ τὸ σχῆμα τοῦ ῥήματος.
[ἐρητύειν] κωλύειν. τὸ δ' αὐτὸ καὶ ἐπὶ τοῦ ἐρητύσασκε.
[ἐρήτυθεν] διακατέσχον.
[ἐρχθέντα] ἐν ὕδατι πνιγέντα.
[ἐριαύχενας] μεγαλαύχενας. ἐπίθετον δέ ἐστι τοῦ ἵππου.
[ἐριγδούπου] μεγαλοδούπου. καταστρέφει δὲ εἰς ἴσον τῷ ἠχηέςσης. «καὶ αἰθούσης ἐριδούπου.»
[ἔριζεν] ἐξισοῦτο.
[ἐριθηλέας] μεγάλως θάλλοντας.
[ἐρικόμενος] διαῤῥηγνύμενος, διασχιζόμενος, ἀφ' οὗ καὶ ἐριγμὸς ὁ περιγεγραμμένος ὑπὸ τῆς συνηθείας ἐρεγμός, ὁ λεγόμενος διεσχισμένος κύαμος.
[ἐρικυδέα] μεγαλόδοξα.
[ἐριούνιος] ἐπίθετον Ἑρμοῦ, ὁ μεγάλως ὀνίσκων, τουτέστιν ὠφελῶν. οἱ δὲ νεώτεροι τοῦ χθονίου, παρὰ τὴν ἔραν.
[ἔρις] ἐπὶ μὲν τῆς φιλονεικίας «λῆγ' ἔριδος κρατερῆς,» ἐπὶ δὲ τῆς θεοῦ «Ζεὺς δ' Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.»
[ἐρισθενέος] μεγαλοσθενοῦς.
[ἐριτίμοιο] μεγαλοτίμου· «ἐριτίμοιο χρυσοῖο.»
[ἑρκίου] τοῦ κατὰ τὴν οἰκίαν ἐντὸς ὄντος ἕρκους. Διὸς δ' ἐστὶν ἐπίθετον· «ἐρικείου προβωμὸν ἐρισθενέως Κρονίωνος.»
[ἕρκος] ἐπὶ μὲν τῆς ἀσφαλείας «ἕρκος ἔμεν πολέμοιο·» ὁτὲ δ' ἐπὶ τοῦ τείχους, «αἱμασιὰς λέξαντες ἀλωῆς ἔμμεναι ἕρκος·» ὁτὲ δ' ἐπὶ τοῦ λίνου, «ἕρκει ἐνιπλήξωσιν ὅ θ' ἑστήκει ἐνὶ θάμνῳ·» ὁτὲ δὲ ἐπὶ τοῦ φράγματος τῶν ὀδόντων, «Ἀτρείδη, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.»
[ἕρματα] τὰ ἐρείσματα· «ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ' ἕρματα μακρὰ τάνυσσαν.» ἐπὶ δὲ τῶν ἐνωτίων «ἐν δ' ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι» καὶ ἐν Ὀδυσσείᾳ «ἕρματα δ' Ἐρυδάμαντι δύο θεράποντες ἔνεικαν.» ἐπὶ δὲ τοῦ «μελενάων ἕρμ' ὀδυνάων» ὁ μὲν Ἀρίσταρχος ἀθετεῖ τὸν στίχον (γελοῖον γάρ φησιν ἔρεισμα τῶν ὀδυνῶν λέγεσθαι· ἔπαινον γὰρ οὐκ ἔχει τοῦ δυναμένου ὀδυνῆσαι), ὁ δὲ Σιδώνιος βοηθῶν τῷ λεγομένῳ ἀκούει τὸ ἐρεῖδον πρὸς τὰς ὀδύνας.
[ἑρμῖν'] ἀπὸ τοῦ ἐρείδεσθαι· «ἑρμῖν' ἀσκήσας, τέτρηνε δὲ πάντα τερέτρῳ.» σημαίνει δὲ καὶ πόδα κλίνης. ὁ δὲ Ἀρίσταρχός φησιν «ἑρμῖνας ἐκάλουν τοὺς πόδας τῶν κλινῶν, οὗτοι δὲ ἦσαν σφηνοειδεῖς τῇ κατασκευῇ.» τῶν ἅπαξ εἰρημένων.
[ἔρνεϊ] δένδρῳ θάλλοντι· «ὁ δ' ἀνέδραμεν ἔρνεϊ ἶσος.»
[ἔρεξεν] ψιλῶς τὸ ἔρξαν.
[ἑρπύζων] ἀντὶ τοῦ ἕρπων, πορευόμενος. κατ' ἐπέκτασιν δὲ λέγεται καὶ [ἑρπυστάζων. ἔῤῥε] φθείρου.
[ἐῤῥίγῃσι] πεφρίκῃ, φρίξῃ, φοβῆται.
[ἔῤῥων] μετὰ φθορᾶς πορευόμενος· «τὰ κάλλιπον ἐνθάδε ἔῤῥων.»
[ἕρσα] δρόσος. λέγεται δὲ ἕρσα καὶ τὰ ἁπαλὰ τῶν προβάτων.
[ἐρυμνήν] ὑψηλήν.
[ἐρύουσι] ἀντὶ τοῦ ἐρύσωσιν. σημαίνει δὲ τὸ ἕλκουσι, δι' οὗ δηλοῦται τὸ κατέδονται· τοιοῦτοι γὰρ οἱ γῦπες· ἀντιβαίνοντες τοῖς ποσὶ τοῖς στόμασιν ἐσθίουσιν.
[ἐρύσομεν] ἑλκύσομεν.
[ἐρωδιός] εἶδος ὀρνέου. τῶν ἅπαξ εἰρημένων.
[ἐσεμάσσατο] οἷον καθήψατο τῆς ψυχῆς.
[ἐσήκασθεν] κατὰ σηκοὺς ἠλάσθησαν, ἐπὶ τῶν προβάτων.
[ἔσθος] ἔσθημα, ἱμάτιον.
[ἔσκε] ἦν.
[ἕσπερος] ὁτὲ μὲν ὁ αὐτὸς ἀστήρ, ὁ Ἕσπερος, «ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ·» ὁτὲ δὲ ἡ ἑσπέρα, ἀρσενικῶς, «μέλας ἐπὶ ἕσπερος ἦλθε.»
[ἔσσο] γίνου· «ἄλκιμος ἔσσο.»
[ἔστε] γένεσθε· «ἀνέρες ἔστε φίλοι.» ἐὰν δὲ ἐστέ ὁριστικῶς, ὑπάρχετε· «ἐστὲ δὲ πάντες μάρτυροι.»
[ἔστορι] τὸν πρὸ τοῦ κρίκου τοῦ ῥυμοῦ τόπον.
[ἐστόρεσεν] ἔστρωσεν.
[ἐστυφέλιξεν] ἐκίνησεν, ἔσεισεν, ἐδίνησεν, ἐστρόμβησεν.
[ἐσφήκοντο] ἐδέδεντο.
[ἐσχάρα] βωμὸς ἰσόπεδος οὐδ' ἐκ λίθων ὑψωμένος. ὅταν δὲ λέγῃ «τὴν μὲν ἔπειτ' ἔστησεν ἐπ᾿ ἐσχάρῃ,» τὴν ἑστίαν λέγει, οὐ τὸν οἶκον ὅλον.
[ἔσχεν] ἐπέσχε. σημαίνει δέ ποτε καὶ ἔσχισεν. ἀντὶ τοῦ προσέσχεν.
[ἔσχοντο] κατεσχέθησαν.
[ἔται] πολῖται, ἑταῖροι, συνήθεις.
[ἑταῖροι] φίλοι.
[ἐτάλασσεν] ἐτόλμησεν, ὑπέμεινεν.
[ἑταιρίσσαι] ἑταίρῳ γενέσθαι καὶ συνεργῷ· «ἀνδρὶ ἑταιρίσσαι.»
[ἐτεκμήραντο] ἐπὶ τέκμαρ ἤγαγον, ὅ ἐστιν ἐπὶ πέρας.
[Ἐτεοκρῆτες] οἱ αὐτόχθονες καὶ γνησιώτατοι Κρῆτες.
[ἑτεραλκέα] τὴν τοῖς ἑτέροις τῶν ἀνθισταμένων ἀλκὴν περιποιοῦσαν.
[ἑτερήμεροι] παρ' ἡμέραν· «ἄλλοτε μὲν ζώουσ' ἑτερήμεροι, ἄλλοτε δ' αὖτε τεθνᾶσι.»
[ἐτέταλτο] ἐπετέλλετο, ἐπετέτακτο· «τῷ δ' ἐπὶ πάντ' ἐτέταλτο.»
[ἔτετμεν] κατέλαβεν· «χαλεπὸν δ' ἐπὶ γῆρας ἔτετμεν.»
[ἔτορε] διέτρωσεν.
[ἐτύγχανεν] ἐπετύγχανεν.
[εὖ.] σημαίνει τὸ [ἑαυτὸ] ἑαυτοῦ ἢ αὐτῆς· «εἴ πως εὖ πεφείδοιτο» καὶ «εὖ κράτος ἐστὶ μέγιστον.» σημαίνει δὲ καὶ τὸ καλῶς· «ἢ εὖ ἠὲ κακῶς.»
[εὔαδεν] ἤρεσεν.
[εὐδίελον] ἤτοι εὖ πρὸς τὴν δείλην κειμένην τὴν Ἰθάκην· ἐπιφέρει γὰρ πρὸς δύσιν· ἢ ἀντὶ τοῦ εὐδέελον εὔδηλον, εὐπεριόριστον· νῆσος γάρ ἐστιν.
[εὐηγενέων] κατὰ παρέμπτωσιν τοῦ [η].
[εὐηγεσίης] εὐαρχίας, ἀπὸ τοῦ ἡγεῖσθαι.
[εὐήνορα] τὸν ἄνδρα εὖ διατιθέντα καὶ δύναμιν περιποιοῦντα· «φέρον δ' εὐήνορα οἶνον.» ὅταν δ' εὐήνορα χαλκὸν εἴπῃ, σημαίνει τὸν εὖ διακείμενον πρὸς τὴν ἠνορέην σίδηρον ἤτοι πρὸς τὴν ἀνδρίαν.
[εὐλάς] σκώληκας· «εὐλὰς ἐγγείνωνται.»
[εὔληρα.] τῶν ἅπαξ εἰρημένων. σημαίνει δὲ τὰς ἡνίας, οἱονεὶ εἴληρα, ἀπὸ τοῦ περιειλῆσθαι τοὺς ἱμάντας χερσὶ τῶν ἡνιόχων.
[εὐνάς] ἐπὶ μὲν τῶν ἀγκυρῶν «εὐνὰς δ' ἔβαλον,» ἐπὶ δὲ τῶν κοιτῶν «πλησίον ἀλλήλων εὐνάσσουσι.» λέγει δὲ καὶ κατ' ἐπέκτασιν ἀγκύρας εὐναίας. εἴρηνται δ' εὐναὶ αἱ ἄγκυραι κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν κοιτῶν· τὸ γὰρ σκάφος ἑστὸς καὶ ἠρεμοῦν ὥσπερ ἐπευνάζεται ταῖς ἀγκύραις.
[εὐνήσαιμι] κοιμήσαιμι· «οὐδὲ κατευνήσαιμ', ὅτε μὴ αὐτός γε Κρονίων.»
[εὖνις] ἐπιδεής, ἐστερημένος· «αἲ γὰρ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω.» σημαίνει καὶ τὴν γαμετὴν γυναῖκα, παρὰ τὴν εὐνήν.
[εὐπηγέες] εὖ τεθραμμένοι.
[εὔπρηστον] εὐφύσητον, ἀπὸ τοῦ πρῆσαι.
[εὐράξ] πλαγίως.
[Εὖρος] ὃν ἡμεῖς Ἀπηλιώτην καλοῦμεν. σημαίνει δὲ [καὶ] ἡ φωνὴ καὶ οὐδετέρως τὸ πλάτος· «εὖρος.»
[εὔρυναν] εὔχωρον ἐποίησαν· «καλὸν δ' εὔρυναν ἀγῶνα.»
[εὐρύοπα,] ἐπίθετον Διός, ἤτοι τὸν μεγάλως ἐφορῶντα, ἢ τὸν μεγάλους ἤχους καὶ ψόφους ἀποτελοῦντα, ἢ τὸν μεγαλόφθαλμον. ἐπίθετον Διός.
[εὐρυπόροιο] τῆς εὐρεῖς πόρους ἐχούσης.
[εὐρώεντα] εὐρέα, ἀνατεταμένα.
[ἐΰς] ἀγαθός· «ἐῢς πάϊς Ἀγχίσαο.»
[ἐΰσκαρθμοι] εὐκίνητοι. ἐπὶ δὲ τοῦ «πολυσκάρθμοιο Μυῤῥίνης» τῆς πολυσκαρίστου ἢ πολυκινήτου. καταστρέφει δὲ εἰς τὸ πολεμικῆς.
[ἐΰσκοπον,] ἐπίθετον Ἑρμοῦ, τὸν εὖ πάντα σκοπούμενον.
[εὐσταθέος] εὖ καὶ καλῶς βεβηκότος.
[εὖτε] ἡνίκα.
[εὔφρων] εὖ τὰς φρένας διακείμενος ἐν χαρᾷ.
[εὐχωλήν] ἐπὶ μὲν τῆς καθ᾿ ἡμᾶς εὐχῆς «οὔτ' ἂρ ὅγ' εὐχωλῆς,» ἐπὶ δὲ τῆς καυχήσεως «ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.»
[ἐφέπεσκον] ἐπεπορεύοντο.
[ἐφέποντες] ἐπερχόμενοι.
[ἐφετμή] ἐντολή.
[ἐφεψιόωνται] ἐμπαίζουσιν.
[ἐφημοσύνης] ἐντολῆς.
[ἐφήσω] ἐπισκήψω, ἐντελοῦμαι.
[ἐφιέμενος] ἐντελλόμενος.
[ἔφλυε.] τῶν πεποιημένων ἡ λέξις· «ἀνὰ δ' ἔφλυε καλὰ ῥέεθρα.»
[ἐφόλκαιον] ἐφόλκιον, ἀπὸ τοῦ δι' αὐτοῦ ἐφέλκεσθαι τὴν ναῦν. σημαίνει δὲ καράβια μικρά. οἱ δὲ τὸ πηδάλιον. καὶ μᾶλλον τοῦτ' ἂν εἴη· οὐ γὰρ ἐφολκίῳ ἐχρῶντο τότε.
[ἐφράσθην] ἐνόησας.
[ἔφυδρος] ὕδωρ ἐπάγων.
[Ἐφύρους·] «τὼ μὲν ἂρ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσεσθον.» Ἔφυροι δὲ Φλεγυῖαι βάρβαρα ἔθνη. οἱ δὲ Ἐφύρους εἶναι τοὺς νῦν Ἀκαρνᾶνας λεγομένους, Φλεγυίας δὲ τοὺς πάλαι Γυρτώνην οἰκοῦντας.
[ἐχάνδανεν] ἐχώρει.
[ἔχεαι] συνέχῃ.
[ἐχεπευκές] ἔχον πικρίαν· [πευκεθανὸν] γὰρ τὸ ἔχον πικρίαν, ἀπὸ τῆς πεύκης.
[ἔχῃ] κατέχει.
[ἔχματα] κωλύματα, ἀπὸ τοῦ ἐπέχειν· «χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων.»
[ἐχόμην] ἐξειχόμην, κατεῖχον· «τῷ προσφὺς εἰχόμην.»
[ἐχώμεθα] ἀπεχώμεθα.
[ἕψεαι] ἀκολουθήσεις.
[ἑψιαάσθων] παιζέτωσαν.
[ἔω] ὦ, ὑπάρχω.
[ἑῶμεν] κορεσθῶμεν· «ἐπεί κ' ἐῶμεν πολέμοιο.»
[ζαής] μεγαλόπνους· «ὡς δ' ἄνεμος ζαὴς νέφεα σκιόεντα.»
[ζάκοτος] μεγαλόκοτος, μεγάλως ἐγκοτητικός.
[ζατρεφέων] μεγάλως τεθραμμένων.
[ζαφλεγέες] μεγάλως φλέγοντες.
[ζαφελῶς] ὁ μὲν Ἀπίων μεγαλοκότως. ἐπιφέρει δὲ τὸ μενεαίνειν, δι' οὗ σημαίνει τὸ ἐγκοτεῖν. ὅθεν κρεῖττον νοεῖν ἐκ τοῦ [ζα] καὶ τὸ ὀφέλλειν ἐπὶ τοῦ αὔξειν τίθεται. μεγάλως οὖν καὶ ηὐξημένως μενεαίνει καὶ χολοῦται.
[ζαχρειῶν] τῶν μεγάλως ἐπιζαρούντων, οἷον ἐμπνεόντων ἀθρόως.
[ζείδωρος] ἡ τὸ ζῆν δωρουμένη γῆ· ταύτης γὰρ ἐπίθετον· «κῦσε δὲ ζείδωρον ἄρουραν.»
[ζοφερή] σκοτεινή.
[ζόφον ἠερόεντα] τὸν ἐν Ἅιδου τόπον, οἷον ὁμιχλώδη. λέγει δὲ ζόφον καὶ τὴν δύσιν· «εἴτ' ἐπ᾿ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα.»
[ζυγόδεσμον] ὁ ἱμὰς τοῦ ζυγοῦ.
[ζωάγρια] τὰ τῆς ζωῆς ἀγρεύματα.
[ζώγρει] ζῶντα λάμβανε, καὶ πληθυντικῶς «ζωγρεῖτε,» καὶ ὁριστικῶς «ζώγρει ἐπιπνείουσα.»
[ζωή] ἡ [τὸ] πρὸς τὸ ζῆν χορηγία.
[ζώνη] ὁ περὶ τὴν γαστέρα τόπος, ὃν οἷόν τε ζώννυσθαι. λέγεται δὲ ζώνη καὶ ᾗ ζωννύμεθα· «ζώσατο δὲ ζώνην» καὶ «ζώνην θώρηκος ἔνερθε.»
[ζώννυσθαι] ἀπὸ μέρους καθοπλίζεσθαι.
[ζωρότερον] ἀκρατότερον.
[ζωστήρ] ὁ ἐπάνω τοῦ θώρακος ᾧ χρῶνται· «λῦσε δὲ ζωστῆρα παναίολον ἡ δ' ὑπένερθε ζῶμά τε καὶ μίτρην.» [ζῶμα] δὲ καὶ αὐτὸς ὁ θώραξ κατὰ Ἀρίσταρχον· ἀντιγράφων γοῦν φησὶ «διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο καὶ διὰ θώρηκος πολυδαιδάλου.» λέγεται δὲ ζῶμα καὶ τὸ περίζωμα· «ζῶμα δέ οἱ πρῶτον παρακάββαλεν.»
[ζῶστρα] Ἀπίων τὰ ἐνδύματα τῶν ἀνδρῶν· «ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.» ὁ δὲ Ζηνόδωρος βέλτιον τὰ ζώματα, τὰς ζώνας.
[η] ψιλούμενον καὶ περισπώμενον δηλοῖ σύνδεσμον παραπληρωματικὸν ἴσον τῷ δή, «ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι» καὶ «ἦ δὴ λοίγια ἔργα.» δηλοῖ καὶ ἀπορηματικὸν σύνδεσμον· «ἦ οὐχ Ἑλένης ἕνεκ' ἠϋκόμοιο; ἦ μοῦνοι φιλέουσ' ἀλόχους;» δηλοῖ δὲ καὶ ῥῆμα τὸ ἔφη· «ἦ καὶ κυανέῃσιν ἐπ᾿ ὀφρύσι νεῦσε Κρονίων.» ψιλούμενον δὲ καὶ βαρυνόμενον δηλοῖ σύνδεσμον διαζευκτικόν, «ἢ εὖ ἠὲ κακῶς·» ἔστι δὲ ὅτε καὶ ἀντὶ τοῦ εἴ τοῦ συναπτικοῦ τίθεται, «οὐδ' ἀφαμαρτοεπής, εἰ καὶ γένει ὕστερος ἦεν·» ποτὲ δὲ παρέλκει, «ἀλλὰ τίη με ταῦτα διεξερέεσθαι ἕκαστα;» δασυνόμενον δὲ καὶ ὀξυτονούμενον ἄρθρον προτακτικὸν δηλοῖ, «ἣ δ' ἑτέρη θέρεϊ προῤῥέει εἰκυῖα χαλάζῃ·» δηλοῖ δὲ καὶ ἄρθρον ὑποτακτικόν, «ἣ μυρί' Ἀχαιοῖς.» δασυνόμενον καὶ περισπώμενον ἄρθρον ὑποτακτικὸν δηλοῖ, «ᾗ ἔπι πόλλ' ἐμόγησα» καὶ «ᾗ ἔπι πόλλ' ἔπαθον Δαναοί·» καὶ ἀντωνυμίαν δὲ σύναρθρον ἐπὶ τρίτου προσώπου, «ᾗ πως ἱμείρετο παραδραθέειν φιλότητι.»
[ἥβης.] σημαίνει μὲν καὶ τὸ ἀκμῆς, σημαίνει δὲ καὶ τὴν θεάν· «πότνια Ἥβη.»
[ἠγάθεον] ἄγαν θεῖον· «σεῦε κατ' ἠγάθεον Νυσήϊον.»
[ἡγηλάζει] ἄγει· «πάγχυ κακὸς κακὸν ἡγηλάζει.»
[ἠγίνεον] ἦγον· «ἠγίνεον κατὰ ἄστυ.»
[ἠγνοίησεν] ἠπείθησεν.
[ἠδέ.] σύνδεσμος ἴσος τῷ καί· «ἠμὲν ἐνὶ πτολέμῳ.»
[ἤδη.] τοῦτο ἀόριστον καὶ χρονικὸν δηλοῖ· ἐπὶ μὲν γὰρ παρῳχημένου «ἤδη γάρ ποτ' ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν,» ἐπὶ δὲ ἐνεστῶτος «ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστίν,» ἐπὶ δὲ μέλλοντος «ἤδη λοίγια ἔργα.»
[ἦδος] ὠφέλημα· «οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος.»
[ἠέ.] βαρυτονουμένης τῆς προτέρας σύνδεσμος διαζευκτικὸς γίνεται, «ἠὲ διατμῆξαι κόλον δόρυ νηλέϊ χαλκῷ ἠὲ κατὰ πετράων βαλέειν·» περισπωμένης δὲ τῆς προτέρας ἀπορηματικὸς σύνδεσμος γίνεται, οἷον «ἠὲ περὶ πτόλιος μαχεύμενοι.»
[ἠερέθονται] διασείονται.
[ἠερίη] ὀρθρία, πρωϊνή. [ἠέριαι] πρωϊναί, ὀρθριναί.
[ἠεροειδέα] μέλανα, ἠεροειδῆ.
[ἠεροφοῖτις ἐρινύς. ἠεροφώνων] τὸν ἀέρα πληρούντων φωνῆς.
[ἤθεα] τοὺς συνήθεις τόπους.
[ἠθεῖε] προσφώνησις φιλοφρονητικὴ νεωτέρου πρὸς πρεσβύτερον ἀδελφόν.
[ἤϊα] ὁτὲ μὲν τὰ τῶν ἀλόγων ζῴων καθ᾿ ὁδὸν βρώματα, «θώων πορδαλίων τε λύκων τ' ἤϊα πέλονται·» ὁτὲ δὲ τὰ ἄχυρα, «ὡς δ' ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξει·» ὁτὲ δὲ τὰ τῶν ἀνθρώπων ἐφόδια, «ἐν δὲ καὶ ἤϊα κωρύκῳ» καὶ «δεῦτε φίλοι, ἤϊα φερώμεσθα.»
[ἦκα] πραέως, ἡσύχως· «ἦκα πρὸς ἀλλήλους.»
[ἤκαχεν] ἐλύπησεν.
[ἥκιστος] ἐλάσσων· «ἥκιστος δ' ἦν αὐτὸς ἐλαυνέμεν.»
[ἠλακάτη.] ὁ μὲν ποιητὴς ἀπὸ τῆς τοῦ γυναικείου ἔργου νοουμένου τίθησι τὴν ἠλακάτην· ἐργαλεῖον γάρ τί ἐστι τῶν ἐριουργῶν γυναικῶν· «ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.» καὶ οὐδετέρως «ἠλάκατα στρωφῶσ' ἁλιπόρφυρα» καὶ «τῇ δὲ παρ' ἠλάκατα στρωφαλίζεται.»
[ἤλασαν] ἔσκαψαν. ἐπὶ δὲ τοῦ «τάφρον ἤλασαν» ἀντὶ τοῦ ὤρυξαν. ἐπὶ γὰρ τοῦ ἐλάσαι, ὅ ἐστιν ἐκ χειρὸς πατάξαι· καὶ ὁ σκάπτων δὲ ἐκ χειρὸς παῖσαι.
[ἠλάσκουσαι] περὶ τὸν αὐτὸν ἡγούμενοι τόπον. ἀπὸ τούτου καὶ τὸ [ἠλασκάζει.]
[ἠλάστεον] ὠργίζοντο· «ἠλάστεον δὲ θεοί.»
[ἠλεέ] μάταιε· «μαινόμενε, φρένας ἠλεέ.»
[ἠλέκτωρ] ἐπιθετικῶς ὁ ἥλιος, ἤτοι ὁ λαμπρός, παρὰ τὴν τοῦ ἠλέκτρου οὐσίαν, περὶ οὗ φησὶν «ἠλέκτωρ ὑπολάμπεθ'·» ἢ οἷον ἀλέκτορος, ὁ λέκτρων ἀμέτοχος, ἢ ὅτι ἡμᾶς ἐκ τῶν λέκτρων ἀνίστησιν.
[ἠλεύμενος] περὶ τὸν αὐτὸν τόπον ἐκκλίνων.
[ἠλίβατος] ὑψηλή, ἐφ' ᾗ ὁ ἥλιος πρῶτον βάλλει.
[ἤλιθα] ἀθρόως καὶ χύδην· «ἤλιθα πολλή.»
[ἠλιτόμηνον] [οἱ] τὸν ἀλιτόντα τῶν ἠθῶν ἐν τῇ κυήσει μηνῶν, ὅ ἐστιν ἐνημαρτηκότα.
[ἤλυξεν] ἐξέκλινεν, ἐξέφυγεν.
[ἠμαθόεντος] ἤτοι τοῦ ἄμαθον πολλὴν ἔχοντος, ἐξ οὗ ὁ πεδεινὸς δηλοῦται τόπος· ἢ παρ' ὃν ῥεῖ ὁ Μαθόεις ποταμός.
[ἦμαρ] ἡμέρα.
[ἠμάτιαι] δι' ὅλης τῆς ἡμέρας.
[ἡμερίς] ἄμπελος· «ἡμερὶς ἡβώωσα.» ὁ δὲ Ἀπίων ἀπὸ τοῦ ἡμεροῦν ἡμᾶς.
[ἡμιπέλεκκα] τὰ μὴ ἀμφίστομα· πελέκεις γὰρ ἐκεῖνοι λέγονται οἱ ἀμφίστομοι· «Τεῦκρος δ' ἡμιπέλεκκα φέρεν κοίλας ἐπὶ νῆας.»
[ἡμιτελής] ἤτοι καθ᾿ ὃν δόμον οὐδέπω πάντα τὰ νομιζόμενα καὶ συγκυροῦντα τῷ γάμῳ συνετελέσθη, ἢ καθ᾿ ὃν οὐκ ἔφθη πατὴρ κληθῆναι· τέλειος γὰρ οἶκος ὁ γένεσιν τέκνων ὑποδεξάμενος. «καὶ δόμος ἡμιτελής· τὸν δ' ἔκτανε Δάρδανος ἀνήρ.» περὶ τοῦ Πρωτεσιλάου λέγει, δόμος ἡμιτελής.
[ἥμονες] ἀκοντισταί, καὶ [ἥματα] τὰ ἀκοντίσματα· «ἠδ' ὅσον δυνάμει τε καὶ ἥμασι ἔπλευ ἄριστος,» τουτέστι τοῖς ἀκοντίσμασιν.
[ἤμυσε] ἐκλίθη, ἐξ οὗ τὸ πεσεῖν δηλοῖ. ἐπὶ δὲ μόνου τοῦ κλιθῆναι «ἐπί τ' ἠμύει ἀσταχύεσσιν.» ἥν. ἐὰν δασέως καὶ ὀξέως, ἤτοι ἄρθρον ὑποτακτικὸν ἢ σύναρθρον ἀντωνυμίαν τρίτου προσώπου, «γνῷ δὲ καὶ Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων ἣν ἄτην.» ψιλούμενον δὲ καὶ περισπώμενον τὸ ὑπῆρχεν δηλοῖ.
[ἤνοπα] τὸν δυσαντοφθάλμητον διὰ λαμπρότητα, οἷον ἄνοπα, ὡς τὸν χαλκὸν ἤνοπα λέγειν εἴωθεν.
[ἤπειρος] ποτὲ μὲν εἰς ἄπειρον διήκουσα γῆ καὶ μὴ νῆσος, οἷον «ἐριβώλακος ἠπείροιο,» καταχρηστικῶς δὲ πᾶσα γῆ.
[ἠπεροπεύει] ἐξαπατᾷ τὰς φρένας.
[ἠπιόδωρος] ἤπια καὶ προσηνῆ δωρουμένη κατὰ τὴν παιδοτροφίαν.
[ἡπύει] φωνεῖ· ἀφ' οὗ καὶ [ἡπύτα κῆρυξ] ἀντὶ τοῦ φωνητής, [καὶ βριήπυος] ὁ φωνητικὸς καὶ μεγαλόφωνος.
[ἤραρον] ἥρμοσαν.
[ἦρι] πρωΐας· «ἀλλὰ μάλλ' ἦρι νέονται.»
[ἠριγένεια] ἤτοι ἡ τὸ ἦρι γεννῶσα ἢ ἐν τῷ ἦρι γεννωμένη.
[ἤρικε] διεσχίσθη, διεῤῥάγη.
[ἠρίον] τάφος· «φάσσοντο Πατρόκλῳ μέγα ἠρίον.»
[ἠρτύνετο] κατηρτύνετο, ἡτοιμάζετο.
[ἡρώων.] πάντες οἱ κατ' ἐκεῖνον τὸν καιρὸν ἥρωες ἐκαλοῦντο.
[ἠρώησαν] ἀνεχώρησαν· «αἳ δ' ἠρώησαν ὀπίσσω.»
[ἧς.] τοῦτο ἄρθρον ὑποτακτικὸν καὶ σύναρθρον ἀντωνυμίαν. τὸ μὲν οὖν ἄρθρον «ἧς τε πλείστη μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,» τὴν δὲ ἀντωνυμίαν «ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων.»
[ἤσατο] ἤσθη.
[ἤστην] ἀντὶ τοῦ ἐκαθέζοντο, ἢ ἀντὶ τοῦ ἦσαν.
[ἤτοι.] καθ᾿ Ὅμηρον μὲν ἰσοδυναμεῖ τῷ μέν συνδέσμῳ, «ἤτοι ὅγ' ὣς εἰπών,» παρὰ δὲ ἡμῖν καὶ ἄλλοις ποιηταῖς διαζευκτικὸς σύνδεσμος, «ἤτοι στρατεύσεις ἢ μένων ἔσῃ κακός.»
[ἠΰκομος] εὔκομος· ἀπὸ δὲ ἑνὸς μέρους τὸ ὅλον.
[ἠΰς] καλὸς κἀγαθός. ἐσχημάτισται ἀπὸ τοῦ ἐΰς.
[ἠΰτε] ὡς· «ἠΰτε πῦρ ἀΐδηλον.»
[Ἥφαιστος] οἱονεὶ ἄφαιστος ὤν, κατὰ στέρησιν τῆς ἁφῆς. σημαίνει δὲ τὸν θεόν. ἐπὶ δὲ τοῦ πυρός «σπλάγχνα δ' ἂρ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο·» ὁ δὲ τρόπος μετωνυμία.
[ἤφυσε] διέκοψεν.
[ἠχή] θηλυκῶς ὁ ἦχος.
[ἧχι] ὅπου.
[ἤχλυσε] ἐσκότισεν.
[ἥψατο.] πολλάκις Ὅμηρος χρῆται τῷ ἅψασθαι ἀντὶ τοῦ ἐπιλαβέσθαι, «εἱανοῦ ἁπτομένην» καὶ «ἅψατο δ' ἡμιόνου ταλαεργοῦ,» καὶ δυϊκῶς [ἁψάσθην. ἠώς.] ἐπὶ μὲν τῆς θεοῦ «ἠὼς δ' ἐκ λεχέων,» ἐπὶ δὲ τῆς ὅλης ἡμέρας «ἥδε δέ μοι νῦν ἠὼς ἑνδεκάτη ὅτ' ἐς Ἴλιον εἰλήλουθα.» ἐπὶ δὲ τῆς πρωΐας ἕως ὥρας ἕκτης «ἔσσετε ἢ ἠὼς ἢ δείλης ἢ μέσον ἦμαρ,» «ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς» καὶ «ἠῶθεν δ' Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας.»
[θάασσεν] ἐκάθητο.
[θαιρός] ὁ διήκων ἀπὸ τοῦ ἄνω μέρους ἕως κάτω στροφεύς.
[θαλάμη] κατάδυσις· «ὡς δ' ὅτε πουλύποδος θαλάμης ἐξελκόμενος.»
[θαλαμηπόλος] ἡ περὶ τὸν θάλαμον πολουμένη ἤτοι ἀναστρεφομένη.
[θαλερόν] θάλλον, οἷον ἀκμάζον. καὶ οἱ ἀκμάζοντες νεανίαι [θαλεροί.]
[θαλέων] τῶν πρὸς τὸ θάλλειν ἐπιτηδείων.
[θαλείῃ] εὐθηνίᾳ. μεταφέρεται δὲ ἀπὸ τῶν καρπῶν.
[θάλος] πᾶν τὸ χλωρόν· «σηκοφόρον τ' ἔμμεναι θάλλον τ' ἐρίφοισι φορῆναι.»
[θαλπωρή] χαρά. ὁ δὲ Ἀπίων ἡδονή. ἐπὶ δὲ τῆς χαρᾶς ὑγιῶς· ἡ γὰρ διάχυσις τῆς ψυχῆς ἀφωμοίωται τοῖς θαλπομένοις, καὶ ὥσπερ τὸ ἰαίνεσθαί ἐστι διαχεῖσθαι καὶ θερμαίνεσθαι, καὶ τὸ κατὰ ψυχὴν δὲ χαίρειν καὶ διαμάχεσθαι ἰαίνεσθαι λέγεται, δι' ὧν φησὶν «ἰδοῦσά γε θυμὸν ἰάνθη.»
[θαλύσια] ἡ ἀπὸ τῆς τῶν καρπῶν συγκομιδῆς θυσία καὶ ἀπαρχὴ τῶν καρπίμων· «ὅ οἱ οὔτι θαλύσια γουνῷ ἀλωῆς γὰρ Οἰνεὺς ἔρεξεν.»
[θάμνοι] οἱ ὑλώδεις τόποι· «οἱ δέ τε θάμνοι πρόῤῥιζοι πίπτουσι.»
[θαμέες] πυκνοί, καὶ θηλυκῶς [θαμειαὶ] πυκναί. καὶ ἐπιῤῥηματικῶς τὸ [θαμὰ] ἀντὶ τοῦ ταχέως, «θάμ' ἐβάδιζε.» καὶ τὸ «πάρος γε μὲν οὔτι θαμίζεις» πυκνῶς παραγίνῃ. καὶ τὸ [θαμνὸν] πυκνόν.
[θαυμανέοντες.] καὶ «ἐθαύμαζε πυρὰ πολλά,» «καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε» ἀντὶ τοῦ θεώμενος. τὸ δὲ καθ᾿ ἡμᾶς θαυμάζειν [θεεῖσθαι, καὶ θεητὸς] ὁ θαυμαστός.
[θεείου] τοῦ κεραυνίου πυρὸς λέγει· θεοῦ δὲ τοῦτο, ὥστε κατὰ παρεκδοχὴν εἰρῆσθαι· «ἐν δὲ θείου πλῆτο, πέσον δ' ἐκ νηὸς ἑταῖροι.» προσυπακουστέον δὲ ὑπὸ τοῦ πυρός.
[θεειώσω] καθάρω· «οἶσε δέ μοι πῦρ ὄφρα θεειώσω μέγαρον.»
[θειλόπεδον] ὁ τόπος ἐφ' οὗ ξηραίνεται ἡ σταφυλὴ καὶ οἱ καρποί.
[θεῖνα] τὸν αἰγιαλόν, ἀπὸ τοῦ θείνεσθαι τοῖς κύμασιν, ὅ ἐστι τύπτεσθαι. κατὰ δὴ τοῦτον τὸν λόγον γράφοι τις ἂν καὶ τὴν ῥῖνα διὰ τοῦ [ε] καὶ [ι]· εἴρηται γὰρ ἀπὸ τοῦ δι' αὐτῆς ῥεῖν τὴν φυσικὴν ἀπὸ τῆς κεφαλῆς τῶν ὑγρῶν ἐπίῤῥυσιν· ἀλλ' οὐ γράφεται τῷ ὀνοματικὸν εἶναι. τὸ δὲ «πολὺς δ' ἀμφ' ὀστεόφιν κεῖτο θὶς ἀνδρῶν» σημαίνει τὴν σορὸν τῶν ὀστέων.
[θέλγειν] ὁ μὲν Ἀπίων ἀνιᾶν, ἀμαυροῦν. οὐκ ἔοικε δὲ τοῦτο ἡ λέξις ὑπογράφειν, ἀλλὰ γενικῶς τὸ μεταβολήν τινα ψυχῆς ποιεῖσθαι. καὶ ἔστι τὸ ἔτυμον τοῦ θέλγειν εἰς τὸ θέλειν ἄγειν.
[θέλειν] τὸ δύνασθαι· «οὐδ' ἔθελε προρέειν» ἀντὶ τοῦ οὐκ ἐδύνατο.
[θέμις] ἐπὶ μὲν τῆς σωματοειδοῦς «Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορήνδε καλέσσαι,» ἐπὶ δὲ τοῦ ἁρμόζοντος καὶ καθήκοντος «ἡ θέμις ἐστὶν ἄναξ ἀγορή,» ἐπὶ δὲ τῶν νόμων «λιπαρὰς τελέουσι θέμιστας.»
[θεοπρόπιον] μάντευμα τὸ ἐκ θεοῦ προλεγόμενον.
[θεουδής] θεοαδής, θεοῖς ἀρεσκόμενος.
[θεόφιν.] τὸ σχῆμα τῆς αὐτῆς λέξεως δηλοῖ ποτὲ μὲν γενικὴ ποτὲ δὲ δοτική, ὡς ἐπὶ τοῦ «θεόφιν μήστωρ ἀτάλαντος·» θέλει γὰρ τοῖς θεοῖς ἴσος. καὶ ἐπὶ τοῦ «Ἕκτωρ ἶφι βίηφι πιθήσας,» οἷον τῇ ἑαυτοῦ βίᾳ πεισθείς. ὅτε δέ φησι «τιτυσκόμενος κεφαλῆφιν,» γενική· θέλει γὰρ εἰπεῖν καταστοχαζόμενος τῆς κεφαλῆς. καὶ ὅταν λέγῃ «δακρυόφιν πίμπλαντο,» ἀντὶ τοῦ δακρύων, «κὰδ δ' ἐκ πασσαλόφιν» ἀντὶ τοῦ πασσάλου. πάλιν δὲ δοτική, ἡνίκα φησὶ «πρὸς κοτυληδονόφιν,» ἀντὶ τοῦ πρὸς ταῖς κοτυληδόσι. καί τινες σημαίνει τὰς ἐπούσας κοιλότητας τοῖς πολύποσι.
[θεράποντες] οὐχ οἱ δοῦλοι, ἀλλὰ πάντας τοὺς θεραπευτικῶς ἔχοντας οὕτως καλεῖ, καὶ τὸν ἐν τῇ δευτέρᾳ τάξει φίλον, ὡς Πάτροκλος Ἀχιλλέως.
[θέρεσθαι] θερμαίνεσθαι, καὶ τὸ [θερέω] θερμαίνω. ἀφ' οὗ καὶ θέρος, καθ᾿ ὃ θερμαινόμεθα. καὶ τὸ «θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψεν,» ἀντὶ τοῦ θερμανθησόμενος.
[θέσθαι] ἐν τῇ Ν ῥαψῳδίᾳ τῆς Ὀδυσσείας· καὶ γὰρ ὁ θησαυρὸς θεσμὸς λέγεται, καθάπερ καὶ Ἀνακρέων λέγει «ἀπὸ δ' ἐξείλετο θεσμὸν μέγαν.»
[θέσπιν] θεῖον· «θέσπιν ἀοιδόν.»
[θεσπιδαές] θείως δαιόμενον, ὅπερ ἐστὶ καιόμενον.
[θεσπέσιον.] ὁ μὲν Ἀπίων ὡς συνθέτου τῆς λέξεως οὔσης ἀποδίδωσι θεσπέσιον τὸ ἐκ θεοῦ ἑπόμενον ἢ ἐκ θεοῦ λεγόμενον· δύναται δὲ καὶ παραγώγως θεῖον εἶναι.
[θέσφατον] θεόφατα, ἐκ μαντείας λεγόμενα.
[θεύσεσθαι] δραμεῖσθαι· «περὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι.»
[θηεῖτο] ἐθαύμασεν.
[θηλυτεράων.] τὸ μὲν σχῆμα συγκριτικόν, ὅτε φησὶ γυναικῶν θηλυτεράων, ἀντὶ τοῦ ἐϋτρόφων. ἢ πρὸς τοὺς ἄνδρας τῆς συγκρίσεως οὔσης, κατὰ τὸ συγκριτικόν.
[θημῶνα] τὸν σωρὸν τῶν ἀχύρων.
[θήν] ποῦ· «ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος.»
[θήρ] κατ' ἐξοχὴν ὁ λέων, ἀπὸ τοῦ θοῶς ὀρούειν, ὡς Ἀπίων.
[θήσατο] ἐθήλασεν.
[θῆτες.] οἱ δουλεύοντες οὕτως λέγονται.
[θοῇσι] ταχείαις. καὶ τὸ [θόωσα] ἀντὶ τοῦ ὤξυνα τὸν μοχλὸν μεταληπτικῶς· «ἐγὼ δ' ἐθόωσα παραστὰς ἄκρον.» τὸ δὲ [νυκτὶ θοῇ] ἀντὶ τοῦ ταχείᾳ· ἡ μὲν γὰρ ἡμέρα πολύμοχθος οὖσα διὰ τὰ ἔργα μακρὰ φαίνεται, ἡ δὲ νὺξ διὰ τὴν ἀνάπαυσιν ταχεῖα.
[θούριδος ἀλκῆς] τῆς πηδητικῆς, παρὰ τὸ θορεῖν, ὅ ἐστι πηδᾶν.
[θρέξαι] δραμεῖν.
[θρασυμέμνονα] θρασὺν κατὰ τὸ μένος· «θρασυμέμνονα θυμολέοντα.» ἢ τὸν περὶ τῶν θείων ἔργων μεμνημένον.
[θρέψας] πήξας. σημαίνει δὲ καὶ τὸ σύνηθες.
[θρῆνυς] ὑποπόδιον, ἀπὸ τοῦ ἀφάλλεσθαι ὑπ' αὐτοῦ. λέγεται δὲ καὶ ἡ μέση τῆς νεὼς καθέδρα, ἡ ἐν τῷ πλοίῳ ἀπὸ τοῦ τοίχου ἐπὶ τοῖχον διάβασις· «θρῆνυν ὑφ᾿ ἑπταπόδην, λίπε δ' ἴκρια νηὸς ἐΐσης.»
[θριγκός] ἡ στεφάνη καὶ περιχαράκωμα.
[θρόνα] ἄνθη· «ἐν δὲ θρόνα ποίκιλλε.»
[θρυλίχθη] ὁ μὲν Ἀπίων συνεθραύσθη· «θρυλίχθη δὲ πρόσωπον.» ἔνιοι δὲ παρεσύρθη, τινὲς δὲ ἐδρύφθη.
[θρωσμός] βουνοειδὴς τόπος, ἀφ' οὗ ἀποβαίνοντα θορεῖν.
[θυέεσσι] θυσίαις.
[θύελλαι] αἱ καταιγίδες, ἀπὸ τοῦ θύειν κατὰ συνείλησιν τῆς γινομένης πνοῆς, ὅπερ ἐστὶν ὁρμητικῶς ἔχειν.
[θυέων] θυσιῶν.
[θυμαρέα] θυμάρεστον, καὶ [θυμῆρες] τὸ ἀρέσκον τῇ ψυχῇ.
[θυμηγερέων] ἀνακτώμενος τὴν ψυχήν.
[θυμοβόροιο] τῆς τὴν ψυχὴν διεσθιούσης μεταφορικῶς ἔριδος.
[θυμοραϊστής] διαφθαρτικὸς τῆς ψυχῆς· ῥαῖσαι γὰρ τὸ διαφθεῖραι.
[θυοσκόος] εἶδος μάντεως, ὁ διὰ τῶν θυμάτων ἢ θυμιαμάτων κόων, ὅ ἐστι συνιεὶς τὰ μέλλοντα.
[θύρηθ' ἔα] ἔξω ἤμην· «θυρηθ' ἔα ἀμφὶς ἐκείνων» ἐν τῇ Ξ τῆς Ὀδυσσείας.
[θυρεόν.] οὕτως λέγει τὸν τοῦ Κύκλωπος λίθον τὸν ἐπικείμενον τῇ εἰσόδῳ τοῦ ἄντρου.
[θύσανοι] κροσσοί.
[θύσθλα] τοὺς θύρσους ἢ κλάδους οὓς αἱ Βάκχαι κρατοῦσιν. ἔνιοι δὲ τὰ ἐπὶ τὴν θυσίαν ἐκφερόμενα. οἱ δὲ τὰ φύλλα τῆς ἀμπέλου.
[θυώδεα] εὐώδη· ἀπὸ τῶν θυμιαμάτων πεποίηται. καὶ «βωμός τε θυήεις» ὁ τεθυμιαμένος.
[θῶες] ζῷον ἄγριον.
[θωήν] ζημίαν. ὅθεν καὶ [ἀθῶος] ὁ ἀζήμιος.
[θῶκος] καθέδρα καὶ συνέδριον, «οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον,» διὰ τὸ οἱονεὶ θέσκος εἶναι· συνέχει γὰρ ἡμᾶς ἐκ τοῦ θεῖον.
[θώρηκος γύαλον.] καθόλου γύαλα παρὰ τοῖς ποιηταῖς ὀνομάζεται τὰ κοιλώματα καὶ τὰ ὀγκώδη τῶν τόπων· «ῥῆξαι δὲ θώρηκος γύαλον,» ὡς ἄν τις εἴποι ῥῆξε δὲ τοῦ θώρακος τὸ κύτος. παρὰ τοῦτο καὶ Ὅμηρος τὰ εἰς τὴν χεῖρα τιθέμενα [ἐγγυαλίξαι] λέγει.
[θωρῆξαι,] ἀφ' ἑνὸς μέρους τοῦ σώματος, καθοπλίζεσθαι.
[ἴα] μία· «ἐν δὲ ἴα ψυχή.» κατὰ γενικὴν «τῆς μὲν ἰῆς στιχὸς ἦρχε,» δοτικὴν «ἐν δὲ ἰῇ τιμῇ ἡ μὲν κακὸς ἡ δὲ καὶ ἐσθλός,» αἰτιατικὴ «τὴν μὲν ἴαν Νύμφῃσι.»
[ἰαίνετο] διεχεῖτο· «αἶψα δ' ἰαίνετο κηρός.» καὶ [ἰάνθη] ἴσον τῷ ἐχάρη. τάχα δὲ καὶ τὰ ἄνθη ἴα, ἐπεὶ καὶ τὴν ψυχὴν ἰαίνει καὶ διαχεῖ τέρποντα τὴν ὄψιν. ἐπὶ δὲ τοῦ ἐθερμαίνετο «ὑπὸ τρίποδι μεγάλῳ, ἰαίνετο δ' ὕδωρ.»
[ἰαύων] κοιμώμενος.
[ἰάψῃ] διαφθείρῃ, καὶ [προΐαψε] προδιέφθειρεν· ἐξ οὗ τὴν μετὰ ὀδύνης ἀπώλειαν σημαίνει καὶ ἐμφαίνει.
[ἴαλλον] ἐξέτεινον.
[Ἰάονες] οἱ Ἀθηναῖοι· «καὶ Ἰάονες ἑλκεχίτωνες.»
[ἰδέ] σύνδεσμος ἴσος τῷ καί· «ἰδὲ κλέος ἐσθλόν.»
[ἴδιον] ἵδρωσεν· «ἴδιον ὡς ἐνόησα, δεδάκρυντο δέ μοι ὄσσε.» τῶν ἅπαξ εἰρημένων παρ' Ὁμήρῳ. ἐν δὲ τῇ ἀρχαίᾳ κωμῳδίᾳ πλειστάκις τὸ ἴδιον ἔστιν εὑρεῖν ἐπὶ τοῦ ἱδροῦν.
[ἰδνώθη] εἰς τοὐπίσω ἐκάμφθη, οἱονεὶ τὸ ἰνίον ἐδονώθη.
[ἱδρῶ,] κατ' ἀποκοπήν, ἱδρῶτα.
[ἰδυίῃσι πραπίδεσσι] εἰδυίαις, εἰδητικαῖς, οἷον εἰδήμοσι καὶ ἐπιστήμοσιν.
[ἵει] ἀφίει. τοῦτο δὲ οἷον ἀπέπεμπεν.
[ἴει] ψιλῶς προενεκτέον· θέλει γὰρ λέγειν πορεύοιτο.
[ἱερεύς] ἐπὶ μὲν τοῦ προεστῶτος τῆς θεραπείας τῆς τοῦ θεοῦ «Χρύσης ἱερεύς,» ἐπὶ δὲ τοῦ διὰ τῶν θυσιῶν μαντευομένου «ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱέρεια.»
[ἱερὸν ἰχθύν] ἤτοι τὸν μέγαν ἢ τὸν ἄνετον καὶ διαφέροντα τῶν ἄλλων.
[ἵεν.] ἐὰν μὲν δασέως ἀναγνῶμεν, ἐπὶ τῶν ποταμῶν ἀκουσόμεθα, ἀντὶ τοῦ ἵεσαν οἱ ποταμοί, τῆς ἱείς μετοχῆς. ψιλῶς ἴεν, ἑνικῶς.
[ἵηος] ὁ Ἀπόλλων, ἀπὸ τῆς τοξείας. ἔνιοι δὲ ψιλῶς ἀπὸ τῆς ἰάσεως· «ἴηε Φοῖβε.»
[ἴθματα] βήματα.
[ἰθύν] τῆς διανοίας τὴν ὁρμήν, τουτέστι τὴν διάθεσιν· «σύ τ' ἐγὼ γυναικῶν γνώομεν ἰθύν.» θέλει γὰρ εἰπεῖν τὴν διάθεσιν.
[ἰθύντατα] ὀρθότατα.
[ἰθυπτίωνα] τὴν εἰς εὐθὺ πετομένην· «δεύτερος αὖτ' Ἀχιλλεὺς μελίην ἰθυπτίωνα.»
[ἶθαρ] εὐθέως. τινὲς δὲ διὰ τῆς [ει] διφθόγγου γράφουσιν· «εἶθαρ δὲ προσηύδα.»
[ἰθὺς νηῶν] ἐπ᾿ εὐθεῖαν, ὡς ἐπὶ τὰς ναῦς· «ἥ ῥ' ἰθὺς νηῶν κονίην φέρεν.» τὸ δὲ παραπλήσιον καὶ ἐπὶ τοῦ «οἱ δ' ἰθὺς πόλιος,» κατ' εὐθὺ τῆς πόλεως. ὅταν δὲ εὐθὺ χωρὶς τοῦ [σ] λέγῃ ὁ ποιητής, ἀντὶ τοῦ εὐθέως. καὶ ἐπὶ τοῦ «ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα» ἐπ᾿ εὐθὺ προϊεμένων τὰ δόρατα. τὸ δὲ «Ἀντίνοος ἰθὺς γελάσας» ἐπὶ τοῦ ἐξ ἐναντίας.
[ἵκωμαι] ἐπὶ μὲν τοῦ παραγένωμαι «ὁ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι,» ἐπὶ δὲ τοῦ ἱκετεύω «μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὁ δέ μ' οὐκ ἐλεήσει.»
[ἱκάνειν] ἱκνεῖσθαι, παραγενέσθαι. καὶ [ἵκανε] παρεγένετο.
[ἰλαδόν] ἐν ἀθροίσει, κατὰ ἴλας.
[ἰλάσσι] ταῖς ἐξ ἱμάντων σειραῖς. εἴρηται δὲ παρὰ τὴν εἴλησιν τῶν σχοινίων ἢ ἱμάντων.
[ἰλύσω] ἰλύϊ περικαλύψω.
[ἱμάσθλην] μάστιγα, ἀπὸ τοῦ ἱμάσσειν, ὅ ἐστι μάστιγι τύπτειν.
[ἱμάς] ἐπὶ μὲν τοῦ συνήθως ἡμῖν νοουμένου «οἱ δέ τ' ἔνερθεν ὑποσσείουσιν ἱμᾶσιν,» ἐπὶ δὲ τοῦ κανόνος τοῦ συνέχοντος τὴν θύραν «εἰς θάλαμον δ' εἰσῆλθε παρὰ κλH+ῖδος ἱμάντα,» ἐπὶ δὲ τῶν τομέων τῶν μυρμήκων «δῶκεν ἱμάντας ἐϋτμήτους βοός.»
[ἵνα] ἐπὶ μὲν τοῦ τοπικοῦ «ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέεσθαι·» ἐπὶ δὲ τοῦ αἰτιώδους συνδέσμου κατ' ἴσον τῷ ὅπως «ἢ ἵνα ὕβριν εἰδῇ Ἀγαμέμνονος;»
[ἰνδάλλετο] ὡμοιοῦτο.
[ἰνίον] τὸ ὄπισθεν τοῦ τραχήλου νεῦρον.
[ἶνες] τὰ διατεταμένα νεῦρα τοῦ σώματος.
[ἰξάλου] οἱ μὲν τοῦ τελείου καὶ ἑκτικοῦ ἐν τῷ ἅλλεσθαι· τοιοῦτον γὰρ τὸ ζῷον· οἱ δὲ ἐκτομίου, ὡς οἱ νεώτεροι ποιηταὶ ἴξαλον τὸν εὐνοῦχον λέγουσιν. ὁ δὲ Ὅμηρος ἐπὶ τῶν αἰγάγρων.
[ἰοδνεφές] ἤτοι μέλαν ἢ ἄνθει ὅμοιον.
[ἰοειδέος] μέλανος.
[ἰοί] τὰ βέλη, ἀπὸ τοῦ ἰέναι.
[ἰόεντα σίδηρον] τὸν εἰς ἰῶν χρείαν, ὅ ἐστι τῶν βελῶν.
[ἰόμωροι] ὁ μὲν Ἀρίσταρχος οἱ τοὺς ἰοὺς ὀξεῖς ἔχοντες, καὶ τὸ [ὑλακόμωροι] παραπλησίως καὶ τὸ [ἐγχεσίμωροι·] βέλτιον δὲ ἀκούειν οἱ περὶ τοὺς ἰοὺς μεμορημένοι καὶ οἱ περὶ τὸ ὑλακτεῖν πεπονημένοι καὶ οἱ περὶ τὰ ἔγχη. ἐπὶ δὲ τοῦ ἰόμωροι Διονύσιος ὁ Θρᾲξ οἷον ἰόντες ἐπὶ τὸν μόρον, οἷον εὔψυχοι, ἀπὸ τοῦ προφανῶς ἐπὶ τὴν ἀπώλειαν ἰέναι.
[ἰονθάδος] ὁ μὲν Ἀπίων τῆς δασείας, οἷον τῆς ἰόνθους ἐχούσης, ἢ τῆς ἰούσης θοῶς· τινὲς δὲ ἀκμαίας. τῶν ἅπαξ εἰρημένων. διὰ δὲ τοῦ Ἀριστάρχου ὑπομνήματος ἰονθάδος ἔνιοι ἀποδιδόασι τελείου. εἴη δ' ἂν λεγόμενον ἀπὸ τῶν ἰόνθων· τὰς γὰρ τῶν τριχῶν ῥίζας ἰόνθους λέγει Σοφοκλῆς ἐν Χρύσῃ· «ἐγὼ μίαν μὲν ἐξιονθίζω τρίχας.»
[ἰότητι] βουλήσει.
[ἰοχέαιρα] ἰοῖς χαίρουσα καὶ φέρουσα.
[ἶπες] θηρίον τι λυμαντικὸν τῶν τόξων. τῶν ἅπαξ εἰρημένων.
[ἱππόται.] οἱ μὲν νεώτεροι ἱππότην τὸν φυγάδα [ἱππότην] λέγουσιν· «ἱππότα Φοῖνιξ,» ὅτι φυγὰς ἀπὸ τῆς πατρίδος πρὸς Πηλέα ἦλθεν. ὁ δὲ Ὅμηρος οὐκ ἔοικεν ἐπὶ τούτου τάσσειν. ἐστιν οὖν ὁ ἱππότης ἱππικὸς κατὰ πόλεμον, ὡς Νέστωρ καὶ Οἰνεύς.
[ἱππηλάτα] ἀντὶ τῆς ὀρθῆς τῆς ἱππηλάτης, οἷον ἵππους ἐλαύνων.
[ἱππιοχάρμην] ἤτοι χαίροντα ἵπποις ἢ ἐφ' ἵππων μαχόμενον.
[ἱπποδάσεια] ἵππιον λόφον ἔχουσα.
[ἱππόβοτον] ἢ ἵππους βόσκειν δυνάμενον, ἢ ὡς ἔνιοι μεγαλόβοτον· τὸ γὰρ ἵππο ἐπὶ τοῦ μεγάλου, ὡς ἱπποπάρῃον τὸν μεγαλοπάρῃον.
[ἱπποκορυσταί] ἵππους ὁπλίζοντες, ἢ ἐφ' ἵππων καθωπλισμένοι. ἔνιοι δὲ μεγάλας κόρυθας ἔχοντες. οἱ δὲ τοὺς ἐξ ἱππείων τριχῶν. βέλτιον δὲ τὸ πρῶτον.
[ἱπποκόμων τρυφαλειῶν] τῶν ἐξ ἱππείων τριχῶν κομῶντας τοὺς λόφους ἐχουσῶν.
[ἱππημολγῶν] τῶν τοὺς ἵππους ἀμελγόντων πρὸς τὸ τροφῇ ταύτῃ χρήσασθαι· διὸ ἐπιφέρει γαλακτοφάγων.
[ἱπποσυνάων] τῶν ἱππασιῶν· «λελασμένος ἱπποσυνάων.»
[ἰράων] τῶν ἐκκλησιαστηρίων, ἀπὸ τοῦ εἴρειν, ὅ ἐστι λέγειν, ὡς ἀπὸ τοῦ ἀγορεύειν ἀγορὴ δὲ ἡ ἐκκλησία.
[ἴρερον] δουλείαν. γράφεται δὲ καὶ διὰ τοῦ [ε] καὶ διὰ τοῦ [ι]. μαρτυρεῖ δὲ ὁ μέλλων χρόνος· ὡς γὰρ ἀπὸ τοῦ κείρω κερῶ καὶ ἀπὸ τοῦ φθείρω φθερῶ, οὕτως καὶ ἀπὸ τοῦ εἴρω ἐρῶ· «τὰ δέ τοι νημερτέα εἴρω.» τὰ δὲ ὀνόματα διὰ τοῦ [ι] γράφεται, ἥ τε Ἶρις καὶ ὁ Ἶρος· «οὕνεκ' ἀπαγγέλεσκε κιὼν ὅτε πού τις ἀνώγοι.»
[ἴρεσσιν ἐοικότες οὐ] τῷ χρώματι ἀλλὰ τῷ σχήματι· οἱ γὰρ ὄφεις, ἐφ' ὧν τέτακται, ὅλοι συνεστραμμένοι πλὴν τῶν τραχήλων. ἴριδας δὲ εἶπε τὰς ἐν τῷ οὐρανῷ φαινομένας ζωνοειδεῖς.
[ἴς] ἰσχύς.
[ἴσσασι] γινώσκουσιν.
[ἴσθμιος] κόσμος περιτραχήλιος. τῶν ἅπαξ εἰρημένων.
[ἴσκεν] εἴκαζεν, ὡμοίου.
[ἰσοφαρίζειν] ἐξ ἴσου φέρεσθαι.
[ἰσοφόροι] κατ' ἴσον ἕλκοντες, οὐχ ἑτεροζυγοῦντες.
[ἴστωρ] μάρτυς· «ἐπιίστωρ πίαρ ἑλέσθαι.»
[ἱστοπέδη] ξύλον ὀρθὸν ἀπὸ τῆς τρόπεως, ᾧ προσδέδεται ὁ ἱστός.
[ἱστοδόκη] τὸ διὰ μέσης τῆς νεὼς φράγμα, εἰς ὃ κατακλινόμενος τίθεται ὁ ἱστός.
[ἱστός] τὸ ὑφαντικόν· «ἱστὸν ἐποιχομένη.» σημαίνει καὶ τῆς νεώς.
[ἴσχεο] ἀπέχου.
[ἰσχανάασθαι] ἀπέχεσθαι.
[ἰσχανόωντο] κατείχοντο, ἐκωλύοντο.
[ἴσαν] ἐπὶ μὲν τοῦ ἐπορεύοντο «οἱ δ' ἂρ ἴσαν σιγῇ,» ἐπὶ δὲ τοῦ ἐγίνωσκον «ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν αἵ μ' ἐσάωσαν.»
[ἴτυς] ἡ ἐσχάτη περιφέρεια τῆς ἀσπίδος καὶ ἡ τοῦ τροχοῦ ἁψίς. ἔστι δὲ καὶ παντὸς τοῦ περιφεροῦς τὸ τελευταῖον μέρος. ὅταν οὖν λέγῃ «ὄφρ' ἴτυν κάμψῃ,» τοῦτο σημαίνει.
[ἴτην,] δυϊκῶς, ἐπορεύοντο· «ἐς δ' ἄρα καὶ τὼ ἴτην θείου Ὀδυσσεῖος.»
[ἰύζουσι] ποιῶς φωνοῦσιν.
[ἰυγμῷ] ἰαχῇ, φωνῇ· «μολπῇ τ' ἰυγμῷ τε.»
[ἰφθίμους] ἰσχυροψύχους.
[ἴφια μῆλα] μεγάλα καὶ εὔτονα. μῆλα ἀπὸ τοῦ ἰέναι σφοδρῶς ἐν τῷ σκιρτᾶν ἴφια καλεῖσθαι μηνύουσιν οἱ ἔριφοι, καὶ ἡ αἲξ ἀπὸ τούτου ὠνομασμένη.
[ἰφθίμη] ἀγαθή. ἔστι δὲ καὶ ὄνομα κύριον Ἰφθίμη, ἡ τῆς Πηνελόπης ἀδελφή· «Ἰφθίμη κούρη μεγαλήτορος Ἰκαρίοιο.» ἀναγνωστέον οὖν οὕτως, «οὕνεκ' ἅμ' αὐτὴ θρέψεν ἅμα Κτημένη τανυπέπλῳ θυγατρί,» εἶτ' ἀπ' ἄλλης ἀρχῆς «Ἰφθίμη τὴν ὁπλοτάτην τέκε παίδων.»
[ἴψαι] φθεῖραι. τὸ αὐτὸ [ἰάψαι.]
[ἰωγή] ὁ αἰγιαλὸς καὶ ἡ ὑποκάτω γῆ. ὁ δὲ Ἀρίσταρχος ὑπὸ σκέπῃ.
[ἰωή] ἐπὶ μὲν τῆς φωνῆς καὶ βοῆς «τὸν δ' αἶψα περὶ φρένας ἤλυθ' ἰωή,» ἐπὶ δὲ τῆς πνοῆς «ὑπὸ Ζεφύροιο ἰωῆς.»
[ἰωκή] ἡ δίωξις, ἀπὸ τῆς εὐθείας τῆς ἰώξ.
[ἰών] πορευόμενος, ἢ συντελικῶς ἐλθών, ἐπεὶ πᾶσα μετοχὴ ὀξύτονος εἰς [ων] λήγουσα ἐστὶ συντελική· «ἀλλ' ὅτε καὶ κεῖνος ἰὼν διοίνοπα πόντον.»
[ἰῷ] ἑνί· «οἱ μὲν πάντες ἰῷ κίον ἤματι κείνῳ.»
[καγχαλόωσα] χαίρουσα, διὰ τὸ ἐν χαλάσματι εἶναι τὴν ψυχήν, τουτέστιν ἐν ἀνέσει.
[καδδέθορε] κατέθορεν δέ, ὅπερ ἴσον ἐστὶ τῷ κατεπήδησεν.
[καδδραθέτην] καταδραθέτην, ἐκαθέσθησαν. οἱ δὲ Ἀττικοὶ καταδαρθεῖν ἐπὶ τοῦ κοιμᾶσθαι.
[Κάειρα] Καρική· «Μῃονὶς ἠὲ Κάειρα.»
[καίνυσθαι] νικᾶν· «οἶος δέ με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ.»
[καιροσέων] εὖ κεκερωμένων· κέρατα γὰρ ἔτι καὶ νῦν λέγεται τὰ διαχωρητικὰ τῶν στημόνων πλέγματα.
[καὶ ἄλλο καὶ] ἄλλοτε.
[κακός] δειλός· «τοῦ μὲν γὰρ κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ» καὶ «κακοὺς δ' ἐς μέσον ἔλασσε.»
[κακκεῖαι] ἐπὶ μὲν τοῦ κατακαῦσαι «ἀλλά μοι κακκεῖαι σὺν τεύχεσιν.» σημαίνει καὶ τὸ κατακοιμηθῆναι.
[κάκ' ὀσσόμενος] κακῶς ὑποβλεψάμενος.
[κακά] ἐπὶ τοῦ ὀνοματικοῦ «αἰεί τοι τὰ κάκ' ἐστὶ φίλα φρεσίν,» ἀντὶ δὲ τοῦ κακῶς «οὐδέν σε ῥέξω κακόν.»
[καλά] ἐπὶ μὲν τοῦ καλῶς «Τηλέμαχ' οὐ μὲν καλὰ δόμων ἄπο τῆλ' ἀλάλησαι·» ὀνοματικὸν δὲ «τεύχεα καλὰ φέρουσα.»
[καλλίσφυρος.] ἀπὸ ἑνὸς μέρους τὴν ὅλην καλὴν βούλεται δηλοῦν.
[καλαύροπα] ξύλον ὅπερ οἱ βουκόλοι ἔχουσιν.
[κάλυκας] κόσμου γένος· «κάλυκάς τε καὶ ὅρμους.»
[κάλλει] ἐπὶ μὲν τοῦ μύρου τῆς Ἀφροδίτης «κάλλει μέν οἱ πρῶτα πρόσωπα τὰ καλὰ κάθηραν,» ἐπὶ δὲ τοῦ παρ' ἡμῖν κάλλους «κάλλεϊ καὶ χάριτι στίλβων.»
[καλήτορα] ἐπίθετον κήρυκος τοῦ Ἰδαίου, ἀπὸ τοῦ καλεῖν πεμπόμενον.
[καμμονίην] τὴν ἐκ καταμονῆς νίκην. δὶς δὲ κέχρηται τῇ λέξει.
[καλάμην] ἐπὶ τῆς τοῦ Ξ ῥαψῳδίας τῆς Ὀδυσσείας «ἀλλ' ἔμπης καλάμην γέ σ' ὀΐομαι εἰσορόωντα γινώσκειν.» ὁ δὲ Ἀρίσταρχός φησι «μεταφορικῶς τὴν καλάμην εἴρηκεν. καὶ γὰρ ἐπὶ τοῦ ἀμητοῦ τὸ πλῆθος ἰδόντα τῆς καλάμης καὶ τὴν εὐγένειαν ἔστιν ἐπιγνῶναι ὅσος καὶ οἷος ἦν ὁ καρπός· καὶ νῦν οὕτως λέγει, ἀλλ' ὅμως καὶ τὸ λείψανόν σε ὁρῶντα τοῦ σώματος ὀΐομαι ἐπιγινώσκειν οἷος ἤμην ἀκμάζων ἐγὼ καὶ εὐσθενῶν.»
[καμινοίη] καμινεύτριαν· «γρηῒ καμμινοίη ἶσος.» ἐπιφέρει δὲ εἶναί τινες κεκμηκυῖα τὰς ἶνας.
[κάμμορε] κακόμορε.
[κάπετος] τάφρος. καὶ ἔστιν οἱονεὶ σκάπετος, παρὰ τὸ ἐσκάφθαι.
[κάρκαιρε] ἰδίωμα ἤχου· «κάρκαιρε δὲ γαῖα.»
[καρχαρόδοντες] τραχυόδοντες.
[κάρτος] κράτος καὶ ἰσχύς.
[καρτερός] ἰσχυρός.
[κάρψω] ξηρανῶ· «κάρψομεν χρόα καλόν.»
[καρχαλέοι] κατάξηροι· «δίψῃ καρχαλέοι.»
[κάρη.] ὅπερ οἱ Ἀττικοὶ κάρα λέγουσιν τὴν κεφαλὴν διὰ τοῦ [α], τοῦτο Ἰακῶς Ὅμηρος κάρη λέγει. ἰδιάζον δέ ἐστι τὸ κάρα· μόνον γὰρ οὐδέτερον εἰς τὸ [α] ἐκτεταμένον λήγει, καὶ τὴν γενικὴν ἔχει μόνον τὴν αὐτὴν τῇ εὐθείᾳ, τοῦ κάρα, τὴν δὲ δοτικὴν ὁμόφωνον, τῷ κάρᾳ, τῇ γραφῇ διαφέρουσαν τῆς τοῦ [ι] προσθέσεως. καὶ πληθυντικῶς τὰ κάρα, ὅπερ Ὅμηρος διὰ τοῦ [ν] λέγων δῆλον ἡμῖν ποιεῖ· «νεκύων ἀμενηνὰ κάρηνα.» ἀπὸ ἑνικῆς σχηματίζει τῆς κάρηνον. καὶ μεταφορικῶς τὰ ἀνώτατα τῶν ὀρῶν σημαίνει, τὴν γενικὴν οὕτως ἐκφέρων «βῆ δὲ κατ' Οὐλύμποιο καρήνων.»
[καῤῥέζουσα] καταψῶσα, κατὰ συγκοπὴν ἀντὶ τοῦ καταρέζουσα· ἀφ' οὗ καὶ τὸ ῥῆμα τὸ [κατέρεξε.] τὴν μὲν γὰρ μετοχὴν οὕτως ἐκφέρει, «τῶν τινὰ καῤῥέζουσα Ἀχαιιάδων ἐϋπέπλων.»
[καῤῥόον.] παραπλησία συγκοπή, ἀντὶ τοῦ καταῤῥόον.
[κασίγνητος] ἀδελφός. λέγει δὲ κασιγνήτους ποτὲ τοὺς συγγενεῖς, ὥσπερ καὶ τοὺς ἀνεψιούς. φησὶ γὰρ «Ἕκτωρ δὲ κασιγνήτοισι κέλευεν·» ὁ γὰρ Ἱκετάων ἀδελφὸς Πριάμου· πάντως οὖν ὁ Μελάνιππος ἀνεψιὸς Ἕκτορος, καὶ ὅμως ἐν τοῖς λεγομένοις κασιγνήτοις ἠρίθμηται.
[καστορνῦσα] κατὰ συγκοπὴν ἀντὶ τοῦ καταστορνῦσα.
[κάσχεθε] κατέσχε, συγκοπὴ ἀπὸ τοῦ κατέσχεθε.
[κατέστυγε] κατεστύγησε, κατεστύγνασεν.
[κατακλῶθες] αἱ ἐπικλώσεις τῶν Μοιρῶν.
[καταβρόξεις.] πεποίηται ἡ λέξις. θέλει δὲ εἰπεῖν καταπίοι· «ὃς τὸ καταβρόξειεν ἐπήν.»
[κατάνεται] κατανύεται, καταναλοῦται.
[καταπέψῃ] ἐν ἑαυτῷ παρακατάσχῃ. εἴρηται δὲ μεταφορικῶς ἀπὸ τῶν ἐν ἡμῖν καταπεσσομένων σιτίων· ὃν γὰρ τρόπον ἐν ἡμῖν ταῦτα παρακατέχεται, οὕτως καὶ ὁ χόλος παρακατασχεθεὶς κότος γίνεται.
[κατείβετο] διεφθείρετο. κυρίως δὲ τὸ κατεῤῥεῖτο. ὅταν δὲ λέγῃ «κατείβετο δὲ γλυκὺς αἰὼν νόστον ὀδυρομένῳ,» κατ' ἴσον τῷ ἐφθείρετο.
[κατά.] τὸ μὲν σύνηθες «ἀλλὰ κατὰ σταθμούς,» ἀντὶ δὲ τῆς ἔξ «εἰ δέ τις ἀθανάτων γε κατ' οὐρανοῦ εἰλήλουθας,» ἀντὶ δὲ τῆς ἐπί «χθιζὸς ἔβη κατὰ δαῖτα,» ἀντὶ δὲ τῆς εἴς «νὺξ δέ μιν κατὰ χεῖρα μέσην,» ἀντὶ δὲ τῆς ἀπό «τὸν δὲ καταθνήσκων.»
[κατηρεφέας] καταστέγους.
[κατηφείη] αἰσχύνη καὶ στυγνότης καὶ ὄνειδος. καὶ ἔστι κατὰ τὸ ἔτυμον κατωπίη, ἀπὸ τοῦ κάτω τοὺς ὦπας ἔχειν τοὺς ἐπί τισιν αἰσχροῖς κατηφεῖς γινομένους.
[καταῖτυξ] εἶδος περικεφαλαίας, ἀπὸ τοῦ κάτω τετύχθαι καὶ μὴ ἔχειν λόφον· φησὶ γὰρ «ταυρείην ἄφαλόν τε καὶ ἄλοφον, ἥτε καταῖτυξ κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν.»
[κατωμαδόν] κατὰ τῶν ὤμων.
[κατηφόνες] κατηφείας ἄξια πράττοντες, παρὰ τὸ φῶ, οὗ παραγωγὸν φάω.
[κατὰ δ' οὖν ἕτερόν γε πέδησεν] οἷον, εἰ καὶ μὴ πολλούς, ἕνα γε ἔβλαψεν· περὶ γὰρ τῆς Ἄτης ὁ λόγος.
[καταζήνασκε] κατεξήραινε.
[κατάντηστιν] καταντίον.
[κατάγει] ἐπὶ τὸν ναύσταθμον ἀπάγει.
[καταείμενον] περικείμενον καὶ περιχεόμενον· «καταείμενον ὀξέϊ χαλκῷ.»
[καταθύμιος] κατὰ ψυχήν, οἷον ἐνθύμιος.
[κατακαίριον] εἰς καίριον τόπον.
[κατοίσεται] κατάξειεν.
[καταείνυον] κατεκάλυπτον· «θριξὶ δὲ πάντα νέκυν καταείνυον.»
[κατεμήσατο] κατηντλήσατο.
[κατ' ἀμαξιτόν] κατὰ τὴν ἡμαξευμένην ὁδόν.
[καυστειρῆς] θερμῆς καὶ πυρώδους μάχης.
[καυλός] τὸ ἄκρον τοῦ δόρατος.
[κατάστησον] ἐπὶ τοῦ «νῆα κατάστησον, ἵνα νωϊτέρην ὠπ' ἀκούσῃς» ἀντὶ τοῦ στῆσον.
[καρὸς αἴσῃ] καρὸς μοίρᾳ, οἷον θανάτου μοίρᾳ.
[κατὰ στεφάνης.] ὁ μὲν ποιητὴς καὶ εἶδος περικεφαλαίας στεφάνην λέγει, «αὐχέν' ὑπὸ στεφάνης ἐϋχάλκου» καὶ «οὐδὲ στεφάνη δόρυ σχέθε χαλκοβάρεια·» ὁ δὲ Ἀρίσταρχος ἀπ' ἄκρου τοῦ ὄρους, «ὅντε κατὰ στεφάνης ποταμός.» λέγει δὲ στεφάνας τὰ τῶν οἰκίων ἄκρα. ἔστι δὲ καὶ στεφάνη κόσμος κεφαλῆς.
[κεάσαι] σχίσαι· «διὰ δὲ ξύλα κεάσαι.» σημαίνει καὶ τὸ καῦσαι.
[κεδνή] σώφρων, φροντιστική.
[κειμήλια] ἀπόθετα χρήματα.
[κεκαδών] χωρίσας καὶ στερήσας. ἔστι δὲ καὶ ἀπὸ τοῦ κεδάσαι καὶ κεδασθῆναι.
[κεκορυθμένος] καθωπλισμένος, ἀπὸ μέρους τοῦ παντὸς ὁπλιςμοῦ τῆς κόρυθος.
[κεκριμένον] διακεχωρισμένον.
[κελσάσῃσι] ὁρμηθείσαις· «κελσάσῃσι δὲ νηυσὶ καθείλκομεν ἱστία πάντα.»
[κελαινόν] μέλαν· τὸ γὰρ μὴ λεγόμενον πᾶν λευκὸν μέλαν ἐνομίζετο. τὸ [δὲ κελαινεφὲς] παραγώγως ἴσον τούτου.
[κελαρύζει] ἰδίωμα ψόφου.
[κελαδεινή] ἐπίθετον Ἀρτέμιδος. σημαίνει δὲ τὴν κυνηγόν· μετὰ γὰρ κελάδου, ὅπερ ἐστὶ κραυγῆς, κυνηγεῖ. «κελαδεινὴ Ἄρτεμις ἀγροτέρη.»
[κεμάς.] τῶν ἅπαξ εἰρημένων. οἱ μὲν ἐλάφου γένος, οἱ δὲ δορκάδος.
[κεντρηνεκέας] τοὺς διηνεκῶς κεντριζομένους.
[κερδαλέον] πανοῦργον, περιποιοῦντα καὶ ὠφέλειαν. ὅταν δὲ λέγῃ «ἔνθα δὲ Σίσυφος ὃς κέρδιστος γένετ' ἀνδρῶν,» ὁ συνετώτατος καὶ πανουργότατος.
[κεράμῳ] οὐχ ὡς κατὰ Κυπρίους, τῷ δεσμωτηρίῳ· καὶ γὰρ ἐν ἄλλοις «πολλῶν δ' ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.»
[κεράϊζε] διέφθειρε, κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν τοῖς κέρασι ζῴων ἀμυνομένων τοὺς ἐπιόντας· «ἐν ποταμῷ.» τίθεται καὶ ἐπὶ τοῦ ἐκπορθουμένου, οἷον «θαλάμους κεραϊζομένους.»
[κερτομίοις] τοῖς παραλογιστικοῖς, οἱονεὶ κερατομίοις, τοῖς τὴν ψυχὴν τέμνουσιν.
[κέρ' ἀγλαέ.] οἱ μὲν γλωσσογράφοι ταῖς θριξὶν ἀγαλλόμενε· κέρα γὰρ τὴν τρίχα λέγεσθαι. ὁ δὲ Ἀρίσταρχος κυρίως ἀκούει τὸ τοῦ βοὸς κέρας, οἷον τὸ κεράτινον συρίγγιον· τὸ γὰρ παλαιόν, πρὸς τὸ μὴ ἀποτρῶξαι τὸν ἰχθύν, τῷ ἀγκίστρῳ περιτίθεσθαι τοῦτο, τὸν δὲ Ὅμηρον μηδέποτε εἰρηκέναι κέρας τὴν τρίχα. ὅθεν ἐπὶ τοῦ κέρ' ἀγλαέ, τόξῳ ἀγαλλόμενε.
[κεστός.] οὐκ ὀνοματικῶς ὁ τῆς Ἀφροδίτης ἱμὰς κεστὸς λέγεται, ὡς ὑπέλαβον ἔνιοι, ἀλλ' ἐξ ἐπιθέτου, διακεκεντημένος καὶ περιπεποικιλμένος.
[κευθμῶνες] αἱ καταδύσεις, παρὰ τὸ κεύθειν, ὅ ἐστι κρύπτειν. ὅταν οὖν λέγῃ «πάντοθεν ἐκ κευθμῶν,» κατὰ συγκοπὴν ἀπὸ τῶν κευθμώνων λέγει.
[κερδαλεόφρων] ἐκ παντὸς κερδαίνειν φρονῶν, διὸ καὶ φιλοκτεανώτατον εἶπεν. ὁ δὲ Ἀρίσταρχος φρόνημα κερδοῦς ἔχων ἤγουν ἀλώπεκος.
[κέσκετο] ἔκειτο.
[κήδεα] ἀνιάματα, λῦπαι.
[κήδετο] ἠνιᾶτο. δηλοῖ δὲ καὶ τὸ ἐφρόντιζεν. καὶ [κήδων] δὲ ἀντὶ τοῦ ἀνιῶν· «σέ τε κήδων σά τε τέκνα» καὶ «καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κέ με κήδει.»
[κηδείους] τοὺς πρὸς γένους· «κηδείους οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον.» μήποτ' οὖν κηδείους τοὺς φροντίδος πολλῆς ἀξίους ἐμοί.
[κήδεος] ὁ κηδεύσιμος καὶ ὑπὸ κηδεμονίαν πεπτωκώς· «κήδεός ἐστι νέκυς.»
[κηληθμῷ] τῇ τέρψει, καὶ [κηλεῖν] τὸ τέρπειν.
[κῆλα] ποτὲ μὲν τὰ ξύλινα βέλη, «τάχ' ἐπῴχετο κῆλα θεοῖο·» ἐπὶ δὲ τοῦ Διός, «πιφαυσκόμενος τὰ ἃ κῆλα,» οἱ μὲν τὰ σημεῖα, τὰς βροντὰς καὶ τὰς ἀστραπάς, ὁ δὲ Ἀρίσταρχός φησι καὶ ταῦτα βέλη εἶναι ποιὰ τοῦ Διός. λέγεται δ' οὕτως καὶ τὰ ξύλα· ὅθεν καὶ [καλόπους, καὶ κηλώνιον] ὁ ξύλινος ἀντλητήρ.
[κηλείῳ] καυστικῷ. τὸ αὐτὸ σημαίνει καὶ χωρὶς τοῦ [ι], [κηλέῳ.]
[κήξ] ὁ μὲν Ἀπίων φησὶν ὁ λάρος· λέγεται δὲ κάηξ. ἄδηλον δὲ εἰ καὶ Ὅμηρος ταῦτα σημαίνει· οἶδε γὰρ καὶ τὸν λάρον ἐν οἷς φησὶ «λάρῳ ὄρνιθι ἐοικώς.» μήποτ' οὖν ἄλλο τι θαλάσσιον ὄρνεον· «ἄντλῳ δ' ἐνδούπησεν πεσοῦσ' ὡς ἐναλίη κήξ.»
[κῆρ.] εἰ μὲν περιεσπασμένως, ἡ ψυχή, κέαρ κῆρ· εἰ δὲ ὀξυτόνως καὶ θηλυκῶς, ἡ θανατηφόρος μοῖρα.
[κήρυκες] οἱ ὑπηρετικὰς ἐπιτελοῦντες χρείας.
[κηρεσσιφορήτους] τοὺς ὑπὸ τῆς εἱμαρμένης ἐνηνεγμένους.
[κητώεσσαν] τὴν Λακεδαίμονα. οὕτως ἐξ ἐπιθέτου λέγεται· «Λακεδαίμονα κητώεσσαν.» τὸ μὲν ὑγιὲς μέγα κύτος ἔχουσαν, ὡς καὶ ἐπὶ τῆς νηός· τινὲς δὲ ὅτι εἰς ἣν κήτη ἐκβράσσεται. τινὲς δὲ καλαμινθώδη· καιέτας γὰρ φυτὸν ἡ καλάμινθος ὑπ' ἐνίων καλεῖται.
[κηώδει] εὐώδει, ἀπὸ τοῦ καίεσθαι τὰ θυμιάματα. καὶ ὅταν ἡμεῖς λέγωμεν ἐκ τοῦ ἐναντίου τὸ δυσῶδες.
[Κήτειοι] γένος Μυσῶν. τῶν ἅπαξ εἰρημένων.
[κίστη] ἀγγεῖον ἐν ᾧ βρώματα κεῖται, παρ' ὃ καὶ εἴρηται κίστη· «μήτηρ δ' ἐν κίστῃ ἐτίθει μενοεικέ' ἐδωδήν.» τῶν δ' ἅπαξ εἰρημένων.
[κῖκυς] ἰσχύς, παρὰ τὴν κίνησιν.
[κινυρή] οἰκτρά· «πρωτοτόκος κινυρή.»
[κίρκος] ἱέραξ· «κίρκος Ἀπόλλωνος ταχὺς ἄγγελος.»
[κισσύβιον] ἐκ κισσίνου ξύλου ποτήριον.
[κιχείω] καταλάβω, καὶ [κιχείς] καταλαβών.
[κίχλαι.] τῶν ἅπαξ εἰρημένων. ἔστι δὲ εἶδος ὀρνέου.
[κλέψαι] ἔστι καὶ ἐπὶ τοῦ κυρίως νοουμένου, ἔστι καὶ ἐπὶ τοῦ παραλογίζεσθαι· «κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι.»
[κλήρους] ἐπὶ μὲν τῶν βαλλομένων εἰς τὴν λοχήν «κλήρους δ' ἐν κυνέῃ χαλκήρεϊ βάλλων,» ἐπὶ δὲ τῶν κτημάτων «ἄλοχός τε σόη καὶ παῖδες ὀπίσω, καὶ οἶκος καὶ κλῆρος ἀκήρατος.»
[κλέος] φήμη· «ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν.» σημαίνει καὶ τὴν καθ᾿ ἡμᾶς δόξαν.
[κλειτάς] κλεϊστάς, ἐνδόξους· καὶ [ἀγακλειτάς] ἄγαν κλεϊστάς.
[κλήδην] τὸ καλέσαι· «κλήδην εἰς ἀγορήν.»
[κλητούς] τοὺς ἐξ ὀνόματος καλουμένους.
[κλH+ῖδας] τὰ ξύλα ἐφ' οἷς οἱ ἐλαύνοντες κάθηνται· «τύπτονται κληΐδεσσιν ἐφήμενοι.» ἔστι δὲ ὅτε ἡ κλείς· «μία δὲ κληῒς ἐπαρήρει» καὶ «παρὰ κλH+ῖδος ἱμάντα.» καὶ κλH+ῖδες αἱ θύραι, παρὰ τὸ ἐπικλίνεσθαι, καθό φησιν «ἐϋκληῒς ἀραρυῖαι» ταῖς κλεισὶν ἡρμοσμέναι. ἔνιοι δὲ κλH+ῖδα τὸν μοχλόν.
[κλήθρη] δένδρου γένος· «κλήθρη τ' αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.»
[κλισμός] θρόνος ἀνάκλιτον ἔχων.
[κλισίην] τὴν σκηνήν. λέγεται δὲ καὶ ἡ καθέδρα· «τῇ παρὰ μὲν κλισίη πυρὶ κάτθεσαν.» λέγεται δὲ οὕτως καὶ ἡ ἔπαυλις, ἀπὸ τοῦ κλίνεσθαι τὰ θρέμματα.
[κλίσιον.] τῶν ἅπαξ εἰρημένων, ἐν τῇ Ω τῆς Ὀδυσσείας, «περὶ δὲ κλίσιον θέε πάντη, ἐν τῷ σίτεσκον,» ἀντὶ τοῦ ἐν τῷ οἴκῳ. ὁ μὲν Ἡλιόδωρος τὰς κύκλῳ καὶ ἔξω καταλύσεις εἴρηκεν, ὁ δὲ Ἀρίσταρχος κυκλόθεν τοῦ οἴκου οἷον ἐκ στιβάδων ᾠκοδομημένον, πρὸς οὗ καὶ οἱ θρόνοι ἔκειντο, ὥστε οὖν καὶ ἐπ᾿ αὐτῶν καθιζομένους δειπνεῖν καὶ ἐγκοιμᾶσθαι. ὁ δὲ Ἀπίων φησὶν οὕτως· κλίσιον ἡ βάσις ἐφ' ἧς κεῖται ὁ θρόνος· «περὶ δὲ κλίσιον θέε πάντη,» ὅ ἐστι δι' ὅλου τοῦ οἴκου.
[κλιτύς] ὁ μὲν Ἀπίων τὸ καταφερὲς τῶν ὑδάτων· κρεῖσσον δὲ νοεῖν τὰ ἀποκλίματα τῶν ὀρῶν.
[κλόνος] ἡ ταραχή, καὶ [κλονέοντο] ἀντὶ τοῦ ἐταράσσοντο.
[κλύειν] ἀκούειν κυρίως. τίθεται δὲ ἐπὶ τοῦ ἐπῄσθοντο ἐν τῇ Ζ τῆς Ὀδυσσείας, «μάλιστα δέ γ' ἔκλυον αὐτοί.» καὶ «οἱ δὲ πληγῆς ἀΐοντες.»
[κλυτόπωλος.] ὁ μὲν Ἀπίων ἵππους ἀγαθούς, ὁ δὲ Ἀρίσταρχος ἐπὶ τοῦ «ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ» ἀκούει κλυτὴν ἐπιπόλησιν, διὰ τὸ τοὺς τελευτῶντας ἐξακούεσθαι διά τε τοὺς θρήνους καὶ τὰς οἰμωγὰς τὰς ἐπ᾿ αὐτοῖς.
[κλοτοπεύειν] στρατεύεσθαι· «οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδ' ἐόντας.»
[κλωματόεσσαν] ὁ μὲν Ἀπίων τραχεῖαν καὶ ὀρεινήν.
[κνῆστις] σκεῦος ᾧ ἐπιξύουσι τὸν τυρόν· «κνήστι χαλκείῃ, ἐπὶ δ' αἴγειον κνῆ τυρόν.» τῶν δ' ἅπαξ εἰρημένων. ἔστι δὲ ἀντὶ τοῦ ἔκνα, ἔξυεν. [ἄκνηστις] δέ ἐστι τὸ μέσον τοῦ νώτου, ἐφ' οὗ ἐξικνεῖται τὰ ζῷα κνήσασθαι.
[κνώσσειν] καθεύδειν.
[κνῆμαι] ἐπὶ μὲν τοῦ ἡμετέρου «ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί·» ἐπὶ δὲ τῶν διερειδόντων τὴν χοινικίδα τοῦ τροχοῦ ξύλων, καθό φησι «χάλκεα ὀκτάκνημα σιδηρέῳ ἄξονι ἀμφίς.»
[κνημούς] μεταφορικῶς ἀπὸ τῶν ἡμετέρων μελῶν.
[κνυζηθμῷ] ἰδίωμα ἤχου.
[κνώδαλον] ὁ Ἀπίων θηρίον θαλάσσιον, ἀπὸ τοῦ ἐν ἁλὶ κινεῖσθαι· καταχρηστικῶς δὲ λέγουσι καὶ τὰ ἄλλα θηρία κνώδαλα. ὁ μὲν Ὅμηρος ἃ μὲν νοεῖ θαλάσσια θηρία, οἱ Αἰολεῖς λέγουσι κνώδαλα. Ὅμηρος δὲ ἅπαξ πᾶν θηρίον. ἔνιοι δὲ θῆρας μὲν καὶ θηρία λέγοντες λέοντας καὶ παρδάλεις καὶ λύκους καὶ πάντα τὰ παραπλήσια τούτοις, ἑρπετὰ δὲ πάλιν κοινῶς τὰ γένη τῶν ὄφεων, κνώδαλα δὲ τὰ θαλάσσια κήτη, φαλαίνας καὶ ὅσα τοιαῦτα, καθάπερ καὶ Ἀλκμὰν διαστέλλει λέγων οὕτως· «εὕδουσιν δ' ὀρέων κορυφαί τε καὶ φάραγγες πρώονές τε καὶ χαράδραι, φῦλά τε ἑρπετά θ' ὅσα τρέφει μέλαινα γαῖα, θῆρές τ' ὀρεσκῷοι καὶ γένος μελισσῶν καὶ κνώδαλα ἐν βένθεσι πορφυρῆς ἁλός. εὕδουσιν δ' οἰωνῶν φῦλα τανυπτερύγων.»
[κνίσης.] σημαίνει τρία. ἐπὶ μὲν τοῦ ἀναφερομένου ἀτμοῦ ἀπὸ τῶν θυσιῶν «κνίση δ' οὐρανὸν ἧκεν,» ἐπὶ δὲ τοῦ λίπους «κνίσης τε καὶ αἵματος ἐμπλήσαντες,» ἐπὶ δὲ τοῦ ἐπίπλου «κατά τε κνίσῃ ἐκάλυψαν.»
[κοῖτος] ὁ ὕπνος ὁ ἐν τῇ κοίτῃ· «κοίτου τ' ἐμνήσαντο.»
[κοιμηθέντι] οὐ πάντως ὑπνώσαντι, ἀλλὰ κατακλιθέντι πρὸς τὸ ὑπνῶσαι.
[κολωός] θόρυβος. ἡ μεταφορὰ ἀπὸ τῶν κολοιῶν· θορυβητικὸν γὰρ τὸ ζῷον.
[κολωνός] πᾶν ἀνάστημα τῆς γῆς· «ἔστι δέ τις πόλιος προπάροιθεν αἰπεῖα κολώνη.» ὁ δὲ Ἀπίων παρεὶς τὸ σημαινόμενον, προθεὶς δὲ τὸ Κολώνη, πόλις Τρωϊκή.
[κόλλοπι.] τῶν ἅπαξ εἰρημένων· «περὶ κόλλοπι χορδὴν ἅψας.» λέγει δὲ τῷ κολλάβῳ, ἀπὸ τῆς κόλλης· δερματίνοις γὰρ ἐχρῶντο τοῖς κολλάβοις.
[κόλπον ἀνιεμένη] τὸ κατὰ τὸ στῆθος μέρος ἀνέλκουσα.
[κομέειν] ἐπιμελείας ἀξιοῦν. ὅθεν [ἱπποκόμος·] καὶ τὸ ἐν νόσῳ τινὸς ἐπιμέλειαν ποιεῖσθαι [νοσοκομεῖν] λέγεται.
[κόνις] ἡ πεδιὰς λέγεται καὶ ἡ ἐκ τέφρας σποδός. καὶ τοῦ μὲν προτέρου «οὐδ' εἴ μοι τόσσα δοίη ὅσσα ψάμαθός τε κόνις τε», τὸ δ' ὕστερον «ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν.» οἱονεὶ κίνις, ἀπὸ τῆς κινήσεως. λέγει δὲ τὴν αὐτὴν [κονίην·] «ὑπὸ δὲ στέρνοισι κονίη ἵστατ' ἀειρομένη.» ὁ δὲ Ἀπίων μάχην εἶναι ἔφη.
[κόπρος] ἡ τῶν κήπων, ὡς καὶ ἡμεῖς. λέγει δὲ οὕτως καὶ τὴν κόνιν. τὸ μὲν πρότερον «τέμενος μέγα κοπρίσαντες,» τὸ δὲ δεύτερον «κυλινδόμενος κατὰ κόπρον.» λέγει δὲ καὶ τὴν στάσιν τῶν βοῶν· «μυκηθμὸν δ' ἀποκόπρου ἐπεσσεύοντο νομὸν δέ.»
[κορώνη] ἐπὶ μὲν τοῦ ζῴου «οἱ δὲ κορωνῇσιν ἴκελοι·» εἶναι δέ φησιν ὁ Ἀπίων τὴν αὐτὴν τῷ λάρῳ καὶ τῇ αἰθυίῃ. ἐπὶ δὲ τοῦ κρίκου τῆς θύρας «ἀργύρεον δ' ὑπερθύριον χρυσέη τε κορώνη.» ἐπὶ δὲ τῆς τοῦ τόξου ἐκκοπῆς «πᾶν δ' εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.»
[κορωνίδες] αἱ καμπυλόπρυμνοι· λέγει γὰρ οὕτως τὰς ναῦς. ὁ δὲ Ἀπίων ἐτυμολογῶν τὰς κορωνίδας φησὶ καρανίδας, ἀπὸ τοῦ κάρα αὐταῖς ἐπικεῖσθαι, τουτέστι τὸ τέλος· παρ' ὃ καὶ ἐν τοῖς βιβλίοις ἐπὶ τέλους κορωνὶς γέγραπται.
[κορυθαίολος] ὁ τὴν κόρυθα εὐκίνητον ἔχων· αἰόλλειν γὰρ τὸ κινεῖν.
[κορύνη] ἑτερόῤῥοπον ξύλον. ὁ δὲ Ἀπίων κολλοβόρου τι γένος.
[κορύσσετο.] ἀφ' ἑνὸς μέρους, τῆς κόρυθος, τὸ καθοπλίζεσθαι.
[κορθύεται] διεγείρεται καὶ εἰς ὕψος αἴρεται.
[κόρσην] κεφαλήν.
[κόρακος πέτρη,] ὀνομαστικῶς, τόπος ἐν Ἰθάκῃ.
[κορήσατε] καλλύνατε.
[κοσμῆσαι] διατάξαι. ὅθεν καὶ ὁ κόσμος, ἀπὸ τῆς τάξεως ἧς ἔχει, ὠνόμασται, οἵ τε διατάσσοντες βασιλεῖς [κοσμήτορες. κουρίζων] νέος ὑπάρχων.
[κότος] χόλος.
[κοτύλη] πᾶν τὸ κοῖλον. ὁ δὲ Ἀπίων τὸ κοῖλον τῆς χειρός.
[κουρίξ.] τῶν ἅπαξ εἰρημένων, ἐν τῇ μνηστηροφονίᾳ. σημαίνει δὲ τὸ τῆς κόρης λαβέσθαι. ἔνιοι δὲ κουρικῶς, οἷον νεανικῶς.
[κοῦρος] νεανίας. λέγεται δὲ καὶ ὁ νήπιος παῖς, ὅταν λέγῃ «κούρων παιζόντων.»
[κουρῆτες.] προπερισπωμένως μὲν σημαίνει τοὺς τὴν Πλευρῶνα κατοικοῦντας, «Κουρῆτές τ' ἐμάχοντο,» προπαροξυνόμενον δὲ νεανίας, «ἅμα δ' ἄλλοι ἔσαν κούρητες Ἀχαιῶν.»
[κόσμος] ἐπὶ τοῦ κυρίου καὶ συνήθους ἡμῖν «κόσμῳ πείσματ' ἔλυσαν ἀποτριτοῖο λίθοιο,» ἐπὶ δὲ τοῦ διατάξαι «τοὺς δ' αὖτ' ἐκόσμεον βασιλῆες οὐτάμενοί περ.»
[κολλητὰς σανίδας] τὰ θυρώματα.
[κοτυλήρυτον αἷμα] πολύ, ὥστε κοτύλῃ ἀρύσασθαι.
[κοτυληδονόφιν] ταῖς κοτυληδόσιν, αἵπερ εἰσὶν αἱ τῷ πολύποδι ἕπουσαι.
[κρατευτάων.] τῶν ἅπαξ εἰρημένων. ὁ Ἀρίσταρχος τῶν βάσεων ἐφ' ὧν οἱ ὀβελίσκοι τίθενται, ἀπὸ τοῦ διακρατεῖσθαι τοὺς ὀβελίςκους ἐπὶ τούτων κειμένους· «πᾶσσε δ' ἁλὸς θείοιο κρατευτάων.»
[κραναή] τραχεῖα.
[κραταίπεδον] τὸ στερεὸν ἔδαφος καὶ λιθόστρωτον. ἅπαξ εἴρηται.
[κρατύς] κραταιός. λέγει δὲ ἐπὶ τοῦ Ἑρμοῦ.
[κράναι] ἐπιτελέσαι, οἷον κάρα, κεφαλήν, ἐπιθεῖναι.
[κραταιγύαλοι.] ὁ Ἀρίσταρχος θώρηκος γύαλον οὐ τὸ κοίλωμα τοῦ θώρακος ἀλλὰ τὸ ὅλον κύτος, περιφραστικῶς ἀντὶ τοῦ ὅλον τὸν θώρακα. ὅταν οὖν λέγῃ κραταιγυάλους, τοὺς τὸ ὅλον κύτος ἰσχυροὺς θέλει δηλοῦν.
[κρεῖον] βασιλεῦ. σημαίνει δὲ καὶ τὸ κρεοδόχον ἀγγεῖον· «αὐτὰρ ὅγε μέγα κρεῖον κάμβαλεν ἐν πυρὸς αὐγῇ.»
[κρίνοντες] διαχωρίζοντες· «κρῖν' ἄνδρας κατὰ φῦλα.» ἀπὸ τούτου καὶ ὁ κριτής ὁ τὰ πράγματα διαχωρίζων, ἀπὸ τῶν δικαίων τὰ ἄδικα.
[κρηδέμνῳ] τῷ τῆς κεφαλῆς ἐπιβολαίῳ. ὅταν δὲ λέγῃ «ὄφρα Τροίης ἱερὰ κρήδεμνα λύωμεν,» μεταφορικῶς λέγει, οἷον τῶν τειχῶν τὰ ὑπεράνω· καταστρέφει δὲ εἰς αὐτὰ τὰ τείχη.
[Κρήτῃ ἐπίουρον.] οἱ μὲν κατ' ἀναστροφὴν ἀναγινώσκουσιν, καὶ περισπῶσι τὴν οὖρον, ἵν' ᾖ ἐπὶ τῇ Κρήτῃ φύλακα· οἱ δὲ περισσήν φασιν εἶναι τὴν ἐπί, ὡς καὶ «βοῶν ἐπιβουκόλος ἀνήρ.» ἡμεῖς δὲ συνθέτως ἐπίουρος, οἷον ἐπιφύλαξ, ὃν τρόπον καὶ ὁ τεκτονικὸς λέγεται [δὲ] ἐπίουρος ὁ ἐπιφυλάσσων καὶ συνέχων τὰ συναρμοζόμενα ξύλα.
[κροαίνων] ἔνιοι μὲν ἐπιθυμῶν, οἱ δὲ ὅτι ἐπικροτῶν τοῖς ποσίν.
[κρόσσας] ἔνιοι μὲν τὰς κλίμακας, ἔνιοι δὲ τὰς κεφαλίδας, ἔνιοι δὲ τῶν πύργων τὰς στεφάνας, ὃ καὶ μᾶλλον ἄν τις εἴποι. τινὲς δὲ τὰς κεφαλίδας τοῦ τείχους, ἃς ἔνιοι προμαχῶνας λέγουσιν. ἄλλοι δὲ τὰ ἀποκρηπιδώματα· καὶ γὰρ κροσσοὺς λέγομεν τὰ κάτω τῶν ἱματίων.
[κροκόπεπλος] ἤτοι κροκοειδὴς διὰ τὴν χρόαν τῆς ἀνατολῆς τοῦ ἡλίου, ἢ ὅτι ἡ θεὸς τοιαύτῃ κέχρηται ἐσθῆτι.
[κρυόεσσα] φρικτή· κρύος γὰρ τὸ ῥῖγος.
[κρῖ] ὁ μὲν Ἀρίσταρχος τὸ αὐτὸ τῷ κριθὴν σημαίνειν, εἰρῆσθαι δὲ οὐ κατ' ἀποκοπήν, ὡς ἐνόμισαν, ἀλλὰ μετεσχηματίσθαι τὸ θηλυκὸν εἰς οὐδέτερον τὸ κρῖ. ὁ δὲ Ἀπίων γένος τι, οὐ πάντως κριθή.
[κτέρεα] ἐντάφια.
[κτιδέη.] τινὲς πλανηθέντες ἔδοξαν εἶναι ὡς ἴκτιδος δέρματος· ὁ δὲ ποιητὴς διδάσκει ὅτι ἐστὶ κτιδέη. κτὶς γάρ ἐστι τὸ ζῷον ὅμοιον γαλῇ μικρῷ, μεγέθει διαφέρουσα τῆς γαλῆς· τὸ δὲ τούτου δέρμα εὔθετόν φασιν εἶναι εἰς περικεφαλαίας.
[κτίλος] ὁ ἡγούμενος τῆς ποίμνης κριός· καὶ ἔστι κατὰ τὸ ἔτυμον ἄκτιλος, ὁ ἐπαγόμενος τὰ λοιπὰ τῶν ἐπακολουθούντων προβάτων.
[Κύδωνες] ἔθνος Κρητικόν.
[κύδεϊ γαίων] τῷ καθ᾿ αὑτὸν ἀξιώματι γαυριῶν.
[κυδοιμός] θόρυβος, τάραχος.
[κύκλα] τροχοί.
[κύδηνε] κατὰ ψυχὴν ἐμετεώρισεν.
[κυκλήσομεν] ἐπ᾿ ἀμαξῶν ἄξομεν.
[κυκεῶ] κατ' ἀποκοπὴν κυκεῶνα. κυκεὼν δέ ἐστι τὸ ἐξ οἴνου καὶ μέλιτος καὶ ἀλφίτου καὶ ὕδατος ἀναμεμιγμένον πόμα.
[κύμβαχος] ἐπὶ μὲν τοῦ ἄκρου τῆς περικεφαλαίας «κύμβαχον ἀκρότατον νύξ' ἔγχεϊ ὀξυόεντι,» ἐπὶ δὲ τοῦ ἐπὶ κεφαλὴν πτώματος «κύμβαχος ἐν κονίῃσιν ἐπὶ βρεχμόν τε καὶ ὤμους.»
[κύμινδις] ὀρνέου γένος· «χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.»
[Κυλλήνιος.] τῶν ἅπαξ εἰρημένων. ἔστι δὲ ἐπίθετον Ἑρμοῦ, ἀπὸ ὄρους Ἀρκαδίας.
[κυνάμυια] ἡ ἀναιδὴς καὶ θρασεῖα· καὶ κύνα ἀναιδῆ ἐξ αὐτοῦ.
[κύντερον] κυνότερον, ἀναιδέστερον. ὁ δὲ Ἀπίων ἀγριώτερον.
[κυνοραϊστέων] ἐπὶ τοῦ Ὀδυσσέως κυνός, ὃς ἐκαλεῖτο Ἄργος. τούτους δ' οἱ μὲν τοὺς κρότωνας, ἀπὸ τοῦ τοὺς κύνας ῥαίειν, ὅ ἐστι φθείρειν, οἱ δὲ τὰς λεγομένας κυνόμυας. τῶν ἅπαξ εἰρημένων.
[κυνέη] κυρίως ἡ περικεφαλαία ἡ ἐκ κυνείων δερμάτων, καταχρηστικῶς δὲ ἡ ἐξ ἄλλων. ὅταν οὖν λέγῃ «κρατὶ δ' ἐπὶ κτιδέην κυνέην,» ἰδίως μὲν κτιδέαν εἴρηκε, κυνέαν δὲ καταχρηστικώτερον. ὁ δὲ Ἀπίων περικεφαλαίας γένος. ἔστι δὲ αὕτη τοῖς κατὰ μέτωπον καὶ μικρὸν ταῖς ὄψεσιν ἐπισκοτοῦσα. ἐν δὲ τῷ εἰπεῖν «κυνέης διὰ χαλκοπαρῄου» ἀπὸ μέρους τὴν ὅλην χαλκῆν.
[κύπελλον] ποτὲ μὲν ἀμφικύπελλον τὸ ἐξ ἀμφοτέρων μερῶν περικεκυφωμένον ποτήριον.
[κύρμα] ἔντευγμα, συγκύρημα, οἷον «ἕλωρ καὶ κύρμα γένωμαι.»
[κύσε] τῷ στόματι κατεφίλησε.
[κυφός] ἐπίκυφος, κεκυρτωμένος διὰ γῆρας.
[κύων] ἐπὶ μὲν τοῦ ὑλακτικοῦ ζῴου «ὡς δὲ κύων ἀμελῇσι περισκυλάκεσσιν,» ἐπὶ δὲ τῶν ἀναιδῶν «κύνας κηρεσσιφορήτους,» ἐπὶ δὲ τῶν τορνευτῶν «χρύσεοι δ' ἑκάτερθεν καὶ ἀργύρεοι κύνες ἦσαν,» ἐπὶ δὲ τοῦ ἄστρου «ὅντε κύν' Ὠρίωνος ἐπίκλησιν καλέουσιν,» ἐπὶ δὲ τοῦ θαλασσίου «δελφῖνάς τε κύνας καὶ εἴ ποθι μεῖζον ἕλῃσι κῆτος.»
[Κύπρις] ἐπίθετον Ἀφροδίτης, οὐ μόνον ἐκ τῆς νήσου Κύπρου, ἀλλὰ καὶ ἀπὸ τοῦ τὸ κύειν πορίσκειν, ὅ ἐστιν ἐκ τῆς συνουσίας.
[κῶας] κώδιον· «κώεσσι μαλακοῖσιν.»
[κώδειαν] ἰδίως ἡ τῆς μήκωνος κεφαλή. ὅταν δὲ λέγῃ «ὁ δὲ φὴ κώδειαν ἀνασχών,» παρέλειπεν τὸ ὥς, ἵν' ᾖ τὴν τοῦ ἀνθρώπου κεφαλὴν ὡς τὴν τῆς μήκωνος ἀνέσχεν. τῶν ἅπαξ εἰρημένων.
[κωκυτός] ὁ θρῆνος· «κωκυτοῦ δ' ἤκουσεν.» ἐπὶ δὲ τοῦ καθ᾿ Ἅιδην ποταμοῦ «Κωκυτός θ' ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀποῤῥώξ.»
[κώληπα.] τῶν ἅπαξ εἰρημένων. λέγει δὲ τὴν ἰγνύην.
[κῶμα] κώμημα, ὕπνος.
[κωρύκῳ] θυλάκῳ.
[κωφόν.] ὅτε μὲν ἐπὶ τοῦ κύματος, «μέγα κύματι κωφῷ,» μηδέπω ἐκκαχλάζοντι κύματι, ἀρχομένῳ δὲ μεγεθοῦσθαι. λέγει δὲ καὶ «κωφὸν βέλος ἀνδρός.»
[λαβρεύεται] ὁ μὲν Ἀπίων προγλωσσεύει· ἔστι γὰρ κυρίως λάβρον μέγα κατὰ τὴν βοράν· τὸ γὰρ [λα] μέγα δηλοῖ. μεταφορικῶς οὖν κεῖται ἐπὶ τοῦ μεγάλα βουλομένου διὰ τὸν λόγον ἐμφαίνειν. πρὸ καιροῦ πολυλογεῖς καὶ λάλος γίνῃ, καὶ οἷον ἀθρόως λέγεις, ἀμέτρως, καὶ μεγαληγορεῖς.
[λαθεῖν] ἑκόντα παραπέμψασθαι. ὅθεν κἀκεῖνο οὕτως εἴρηται, «ἢ λάθετ' ἢ οὐκ ἐνόησεν·» ἤτοι ἑκὼν θῦσαι παρεπέμψατο τῇ Ἀρτέμιδι, ἢ ὅλως ἐπὶ νοῦν οὐκ ἦλθεν.
[λαιψηρά] ταχέως κινούμενα, ἀντὶ τοῦ λαιψηρῶς, ὡς ταχεῖα ἀντὶ τοῦ ταχέως, καὶ «τότε μοι χάνοι εὐρεῖα χθών.»
[λαισήϊα] θυρεοῦ γένος, ἢ βέλη. [πτερόεντα] δὲ εἴρηται, ὅτι κατὰ τὸ σχῆμα πτεροῖς ὅμοια εἶναι κοῦφα.
[λαῖτμα] ὁ μὲν Ἀπίων τὸ ὅρμημα τῆς θαλάσσης, κατὰ μίμησιν τοῦ ψόφου· ἔνιοι δὲ παρὰ τὸ [λα], ὅ ἐστιν ἐπὶ τοῦ μεγάλου.
[λάϊγγες] χάλικες, παρὰ τὸ λᾶας, ὃ σημαίνει τὸν λίθον.
[λάκε] ἐψόφησεν, ἤχησεν. ἰδίωμα δὲ φωνῆς, ἤχου.
[λαῖφος] τὸ ἱστίον, ἐπεὶ ἐξ ἱματίων γίνεται, οἱονεὶ μεγαλόϋφον.
[λαμπτῆρες] ἐσχάραι.
[λὰξ ποδὶ κινήσας] τῷ πλατεῖ [τῷ] μέρει τοῦ ποδὸς νύξας καὶ διακινήσας, οὐχὶ λακτίσας ὑβριστικῶς.
[λαοί] ὄχλοι, ἀπὸ τοῦ λάλους εἶναι, ἢ ὡς ὁ μῦθος, ἀπὸ τοῦ Δευκαλίωνος κατακλυσμοῦ.
[λαοσσόος] ἡ τοὺς λαοὺς σοοῦσα, ὅ ἐστι σοβοῦσα καὶ ἐπὶ πόλεμον ὁρμῶσα. ὁ δὲ Ἀπίων ἡ τοὺς λαοὺς σώζουσα.
[λαρόν] προσηνές, ἡδύ. εἴρηται δὲ παρὰ τὸ ἡδέως καὶ ἀπολαυστικῶς ἔχειν πρὸς πάντας.
[λάρναξ] κιβωτός.
[λαυκανίη] ὁ λαιμός, ὁ φάρυγξ.
[λαφύσσει.] τῶν πεποιημένων ἡ λέξις. οἷον μετὰ σκυλμοῦ ἐσθίει.
[λαχαίνειν] σκάπτειν· «ἤτοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινεν.» ὅθεν καὶ [λάχανον] τὸ ἐκ τοῦ περισκάπτεσθαι καὶ κουφίζεσθαι τὴν γῆν φυτευόμενον καὶ αὐξανόμενον. καὶ [λάχεια] νῆσος ἡ εὔσκαφος.
[λαχμῷ στεινόμενος] τῷ δασεῖ τῶν μαλλῶν στενοχωρούμενος.
[λάων.] λέγεται ἐπὶ τῆς ἐντετορνευμένης πόρπης τοῦ Ὀδυσσέως, σημαίνει δὲ τὸ βλέπων. ὁ δὲ Ἀρίσταρχος ἀπολαυστικῶς ἔχων. βέλτιον δὲ τὸ πρῶτον.
[λάψοντες.] τῶν ἅπαξ εἰρημένων. ἔστι δὲ μίμημα τῶν λύκων καὶ τῶν κυνῶν, τοῦ γινομένου ἤχου ἐν τῷ πίνειν.
[λαθικηδέα] λανθάνειν ποιοῦντα τὰς ἀνίας. σημαίνει δὲ τὸν μαζόν.
[λελιημένοι] παρωρμημένοι, ἔμπυροι· ὅθεν καὶ [αἷμα λιαρόν] τὸ θερμόν.
[λευγαλέως] ὀλεθρίως.
[λειριόεντα] ἁπαλόν· λείριον γὰρ τὸ ἄνθος παρὰ τὴν λειότητα. οἱ δὲ τὴν προσηνῆ, Ἀπίων δὲ τὴν ἡδεῖαν. τὸ δὲ [λῖρος,] ὃ δηλοῖ τὸν ἀναιδῆ, διὰ τοῦ [ι]· καὶ Καλλίμαχος «λῖρος ἐγώ.» παρὰ τὸ λίαν.
[λεγοίμεθα] διαλεγοίμεθα. τὸ «λέξητε ἐν μέσσῃσιν» ἀντὶ τοῦ κατακοιμηθήσεσθε. καὶ «λέξον νῦν με τάχιστα» ἀντὶ τοῦ κοίμησόν με. καὶ τὸ «ἠῶθεν δή τοι λεύκ' ὀστέα λέγωμεν» ἀντὶ τοῦ συλλέξωμεν. τὸ δὲ «αἱμασιάς τε λέγων» ἀντὶ τοῦ οἰκοδομῶν. σημαίνει δὲ καὶ τὸ εἰπεῖν.
[λέβης] ἐπὶ μὲν τοῦ παρ' ἡμῖν λεγομένου χερνίβου «χέρνιβα δ' ἀμφίπολος,» ἐπὶ δὲ τῆς λεκάνης «γρηῦς δὲ λέβητ' ἕλε παμφανόωντα,» ἐπὶ δὲ τοῦ ἡμῖν συνήθους «ὡς δὲ λέβης ἔνδον ζεῖ,» ἐπὶ δὲ τῶν ἀναθηματικῶν «αἴθωνας δὲ λέβητας ἐείκοσι.»
[λευκάσπιδα.] τῶν ἅπαξ εἰρημένων, κυρίως· «Δηΐφοβον δ' ἐκάλει λευκάσπιδα.»
[λείβειν] ἐπὶ μὲν τοῦ ῥεῖν «ὠδύρετο δάκρυα λείβων,» ἐπὶ δὲ τοῦ σπένδειν «λεῖβε, νέοι δὲ παρ' αὐτῶν ἔχον.»
[λέκτρον] κοίτην.
[λεχεποίην] εὐαυξῆ πόαν ἔχοντα, ὥστε λέξασθαι, ὅ ἐστι κλίνεσθαι.
[Λέκτον] τόπος τῆς Ἴδης.
[λελακυῖα] φωνοῦσα. κατὰ μίμησιν τοῦ ἤχου πεποίηται ἡ λέξις. θέλει δ' εἰπεῖν λεληκυῖα, ὡς μεμακυῖαι ἀντὶ τοῦ μεμηκυῖαι.
[Λέλεγες] ἔθνος βαρβαρικόν.
[λέπαδνα] ἱμάντες στηθιαῖοι, πλατεῖς, οἱ περὶ τοὺς τραχήλους ἐπιτιθέμενοι καὶ πρὸς τὸν ζυγὸν ἀναδεσμούμενοι, ἃ νῦν λέγεται λέπαμνα διὰ τοῦ [μ], καὶ παρ' ἄλλοις τῶν ποιητῶν.
[λευρῷ] πλατεῖ καὶ ὁμαλῷ· «λευρῷ ἔνι χώρῳ.»
[λέσχην] ὁμιλίαν.
[λεπτὴ δέ τε μῆτις] ἀσθενὴς ἡ βουλὴ καὶ ἡ ἐπίνοια, μεταφορικῶς.
[ληΐδας] τὰς ἀπὸ λείας εἰλημμένας καὶ αἰχμαλώτους.
[ληΐδα] τὴν λείαν, τὴν πραῖδα.
[λήϊον] τὸ σιτοφόρον χωρίον. ὁ δὲ Ἀπίων ἐτυμολογῶν φησὶ «λεαίνει γὰρ τῇ τροφῇ· ἀγριοῦνται γὰρ οἱ λιμώττοντες.» βέλτιον δὲ διὰ τὴν ἐπιφαινομένην κατ' ἴσον λειότητα τῶν σταχύων.
[ληϊβοτείρης] τῆς τὸ λήϊον, ὅ ἐστι σιτοφόρον χωρίον πεδινόν, νεμομένης.
[λίγδην] ὅσον ἐπιψαῦσαι ἐκ τῆς ἐπιφανείας καὶ οὐ κατὰ βάθους.
[λίγδην] ὅσον ἐπιψαῦσαι ἐκ τῆς ἐπιφανείας καὶ οὐ κατὰ βάθους. λοξῶς.
[λιλαίεσθαι] προθυμεῖσθαι.
[λίμνη] ἐπὶ μὲν τῆς θαλάσσης «βαθείῃ δ' ἔμπεσε λίμνῃ,» ἐπὶ δὲ τοῦ Ὠκεανοῦ «λιπὼν περικαλλέα λίμνην.» σημαίνει καὶ τὴν συνήθως ἡμῖν νοουμένην.
[λίς] λέων· «ὥστε λὶς ἠϋγένειος,» καὶ κατὰ τὴν αἰτιατικήν «ἐπί τε λὶν ἤγαγε δαίμων.» σημαίνει καὶ τὴν λείαν πέτραν· «πέτρη γὰρ λίς ἐστι πέριξ.»
[λιστροῖσι] ξυστῆρσι, καὶ [λιστεύοντα] ἀντὶ τοῦ περιξύοντα.
[λιτί] λιτῷ περιβολαίῳ.
[λίθακι ποτὶ πέτρῃ,] ἀπὸ τοῦ συμβεβηκότος, τραχείᾳ.
[λοβοῖσι] τοῖς ἄκροις τῶν ὠτίων.
[λοῖσθος] ἔσχατος· «λοῖσθος ἀνὴρ ὤριστος.»
[λόφος.] ἐπὶ μὲν τοῦ τραχήλου «κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς,» ἐπὶ δὲ τῆς περικεφαλαίας «ἄκρον ὑπὲρ λόφον αὐτόν.» καὶ θηλυκῶς [λοφιήν] τὸν αὐχένα.
[λοφάδια] κατὰ τοῦ αὐχένος.
[λόχος] ἐνέδρα, ἀπὸ τοῦ λέχους· οἱ γὰρ ἐνεδρεύοντες κατακλίνουσιν ἑαυτούς.
[λόχμη] σύμφυτος τόπος· «ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς.»
[λυκάβας] ὁ ἐνιαυτός, οἱονεὶ λυγάβας, ἀπὸ τοῦ λυγαίως βαίνειν, ὅ ἐστι σκοτεινῶς καὶ λεληθότως.
[λύματα] ποτὲ μὲν τὰ ῥυπάσματα τοῦ σώματος, ποτὲ δὲ τὰ περικαθάρματα.
[λυσιμελής] ἐπιθετικῶς ὁ ὕπνος.
[λύχνος.] τῶν ἅπαξ εἰρημένων. «χρύσεον λύχνον ἔχουσα.»
[λώπη] τὸ ἱμάτιον. θηλυκῶς δὲ εἶπεν ἀντὶ τοῦ λῶπος. ὅθεν καὶ [λωποδύτης] ὁ κλέπτης λέγεται.
[λωτόν.] οὕτως λέγεται πᾶν ἄνθος, καὶ ὁ ἰδίως λεγόμενος, καὶ ὁ καρπὸς τῶν Λωτοφάγων.
[λωτεῦντα] ἔνιοι μὲν ἓν ἀνθ' ἑνὸς ἀπέδοσαν ἀνθοῦντα· δεῖ δὲ νοεῖν ὡς ἔστι λωτόεντα, λωτὸν ἔχοντα, ὡσεὶ ἔλεγον πυροῦντα, πυρὸν ἔχοντα.
[λωφήσειε] παύσαιτο καὶ λήξειεν.
[μά.] τοῦτο Ὅμηρος ὡς συλλαβῆς ἔχον τάξιν ζεύγνυσιν αὐτῷ τῆς συγκαταθέσεως ἐπιῤῥήματι, ὁπότε τις κατόμνυσιν, οἷον «ναὶ μὰ τόδε σκῆπτρον,» ποτὲ δὲ τῷ οὕτω· κοινὸν γάρ ἐστι κατομόσεως, ὅ ἐστι συγκαταθέσεως, καὶ ἀπομόσεως, ὅ ἐστιν ἀποφάσεως, μόριον τὸ μά, οἷον ναὶ μὰ τό, οὐ μὰ τό.
[μαίεσθαι] ζητεῖν.
[μαιμώωσιν] ἐνθουσιῶσιν.
[μακών] ὁ μὲν Ἀπίων βοήσας, ἔστι δὲ ἰδίωμα βοῆς.
[μάκελλαν] δίκελλαν, κακῶς· ἔστι γὰρ τὸ πλατὺ σκαφεῖον.
[μακεδνῆς] μηκεδανῆς, μακρᾶς.
[μαργαίνειν] ἐνθουσιᾶν καὶ οἱονεὶ μαίνεσθαι.
[μαρμαρυγάς] τὰς συνεχεῖς τῶν ποδῶν κινήσεις.
[μάσταξ] τὸ στόμα· «μάστακ' ἐπεί κε λάβῃσι.» τὸ δὲ πλῆρες μάστακι.
[μάστιν] μάστιγα, Αἰολικῶς.
[μάσσασθαι] μασᾶσθαι, ἐφάψασθαι. καὶ τὸ καθᾶραι σημαίνει.
[μᾶσσον] τὸ πλεῖον ἤτοι μεῖζον, οἷον μὴ ἆσσον, μὴ ἐγγύς, οὗ οὐκ ἄν τις διὰ τὸ μέγεθος ἐγγὺς ἂν ἔλθῃ.
[ματίῃ] ματαιότητι· «ἡμετέρῃ ματίῃ.»
[μαχλοσύνη] ἀκολασία, καταφέρεια.
[μεγαλίζομαι] μεγαλύνομαι, μεγαλαυχῶ.
[μέγα] ἐπὶ μὲν τοῦ ὀνοματικοῦ «μέγα μὲν κλέος,» ἐπὶ δὲ τοῦ μεγάλως «Ζεύς με μέγα Κρονίδης.»
[μέθυ] οἶνος.
[μεθύουσαν ἀλοιφῇ,] μεταφορικῶς, διάβροχον τῷ λίπει.
[μεθήμων] μεθετικός, ἀμελής.
[μειλίχιον] προσηνὲς ἢ προσηνῆ· εἴρηται δὲ ἡ λέξις κατὰ μεταφορὰν τὴν ἀπὸ τοῦ μέλιτος.
[μελιηδέος] μελιτώδους, προσηνοῦς.
[μείλια] μειλίγματα, χαρίσματα, οἷς ἀπομειλίσσονται. λέγει δὲ οὕτως καὶ τὴν προῖκα, «ἐγὼ δ' ἐπὶ μείλια δώσω·» τὸ γὰρ ἐπί πρὸς τὸ δώσω. ἔνιοι δὲ ἐπιμείλια συνθήκας ἤκουσαν.
[μελάνυδρος] ἤτοι κυρίως ἢ πολύυδρος. χρὴ δὲ νοεῖν τὴν κατὰ βάθος ἔχουσαν ὕδωρ, ἐπεὶ πᾶν τὸ κατὰ βάθος μέλαν φαίνεται.
[μελίφρων] προσηνής, διὰ τὸ γλυκαίνειν τὰς φρένας.
[μελόντων] μελέτωσαν ἢ μελέτω.
[μέλπηθρα] τὰ σπαράγματα τῶν κυνῶν καὶ ἑλκύσματα· μολπὴ γὰρ ἡ παιγνία, οἱ δὲ κύνες οἷον ἐμπαίζοντες ἐσθίουσιν.
[μέλλετε] ἐοίκατε. καὶ καθόλου τὸ μέλλειν ἐπὶ τοῦ ἐοικέναι τὸν ποιητὴν τιθέναι.
[μελαθρόφιν] τῶν μελάθρων, ὅ ἐστι τῶν δοκῶν.
[μελίγηρυς] προσηνής, μελίφωνος ἐν τῷ λέγειν.
[μέλδειν] τήκειν· «κνίσῃ μελδόμενος,» ὅ ἐστι τήκων.
[μελεδήματα] μεριμνήματα, ἀπὸ τοῦ τὸν μεριμνῶντα οἷον τὰ μέλεα ἔδειν, ὅ ἐστιν ἐσθίειν.
[μέλπεσθαι] ἤτοι παίζειν ἢ ὑμνεῖν. καὶ ἡ μολπὴ ἑκάτερον σημαίνει· ἐπὶ μὲν τοῦ ὕμνου «πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο,» ἐπὶ δὲ τῆς παιδιᾶς «Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.» ἀπὸ ταύτης τῆς ἐννοίας καὶ ὁ Ἕκτωρ «οἶδα ἐνὶ σταδίῳ δηΐῳ μέλπεσθαι Ἄρηϊ,» οἷον τὴν ἐμπειρίαν τῆς συστάδην μάχης περιπεποίημαι εὐχερῶς, ὡσπερεὶ παιδιᾷ χρώμενος.
[μεμορυγμένα] μεμορυχημένα, μεμολυσμένα· «μεμορυγμένα καπνῷ.»
[μενοεικέα] προσηνῆ καὶ ἀρέσκοντα τῷ μένει τῆς ψυχῆς. καὶ θηλυκῶς «μενοεικέα δαῖτα.»
[μενεαίνειν] ἐπὶ μὲν τοῦ χολοῦσθαι «οὐδέ τί σε χρὴ ἀσκελέως αἰεὶ μενεαινέμεν,» ἐπὶ δὲ τοῦ προθυμεῖσθαι «μενέαινε δὲ κῦδος ἀρέσθαι,» ἐπὶ δὲ τοῦ λειποψυχεῖν «κτεινόμενος μενέαινεν.»
[μένος.] ἐπὶ μὲν τοῦ θυμοῦ «μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι πίπλαντο,» ἐπὶ δὲ τῆς ἰσχύος «δῶκε μένος καὶ θάρσος,» ἐπὶ δὲ τῆς ψυχῆς «μένος Ἄρηος» περιφραστικῶς ὁ πόλεμος.
[μενοινόω] προθυμοῦμαι. τὸ δὲ «ἔνθ' εἴη ἔνθα, μενοινήσειέ τε πολλά» ἀντὶ τοῦ μεριμνήσῃ.
[μέρμιθι] σπάρτῳ· «νηῒ δ' ἐνὶ πρύμνῃ κατέδη μέρμιθι φαεινῇ.» τῶν ἅπαξ εἰρημένων.
[μερμήριζε] ἀντὶ τοῦ ἐμερίμνα, ἀπὸ τοῦ ἐπὶ τάδε καὶ τάδε διαμερίζεσθαι τὴν ψυχὴν τοῦ μεριμνῶντος. ὅθεν καὶ μέρμηρας τὰς μερίμνας ἔνιοι [δὲ] τῶν νεωτέρων ποιητῶν εἶπον.
[μερόπων] τῶν ἀνθρώπων τῶν μεμερισμένην τὴν ὄπα ἐχόντων, ἔναρθρον, παρὰ τὰ ἄλλα ζῷα.
[μέσαυλος] ἡ ἐπ᾿ ἀγρῶν οἴκησις. κυρίως δὲ ἡ μέση θύρα τῆς αὐλῆς.
[μεσόδμη] ὁ μὲν Ἀπίων τὸ ξύλον τὸ ἀπὸ τῆς τρόπεως τοῦ ἱστοῦ, ᾧ δέδεται ὁ ἱστός, οἱονεὶ ἡ ἐν τῷ μέσῳ τῆς νεὼς δεδομημένη.
[μεσοπαλές] ὅ τι ἐκ τοῦ μέσου πάλλεται, ὅ ἐστι κραδαίνεται.
[μετά] ἀντὶ τῆς ἔν «ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι» καὶ «μετὰ δέ σφισι πότνια Ἥρη,» ἀντὶ δὲ τῆς ἐπί «μετ' ἀμύμονας Αἰθίοπας,» συνήθως δὲ ἡμῖν «τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα,» ἀντὶ τῆς ἔξ «ἡμῖν αὖ μετόπισθεν νεὼς κυανοπρώροιο,» ἀντὶ δὲ τῆς ὑπό «χαῖται δ' ἐῤῥώοντο μετὰ πνοιῆς ἀνέμοιο,» ἀντὶ δὲ τῆς εἴς «μετὰ ἔθνος ἑταίρων.» .
[μεταδήμιον] ἔνδημον· «μή τι κακὸν μεταδήμιον εἴη.»
[μετανάστης] μέτοικος, φυγάς.
[μεταμώνια] μάταια, ἀπὸ τοῦ μετὰ τῶν ἀνέμων ἰέναι, οἷον ἀνεμοφόρητα· οὕτως Ἀπίων. οἱ δὲ τὰ μεταμελείας ἄξια.
[μεταχρόνιον] μετέωρον.
[μέτασσαι] αἱ μετὰ τοὺς προγόνους γιγνόμεναι μέσαι· «χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι, χωρὶς δ' αὖθ' ἕρσαι.»
[μετετροπαλίζεο] μετεστρέφου.
[μετεκίαθον] μετ' αὐτοὺς ἦλθον.
[μετασπόμενος] ἐπακολουθήσας.
[μετώπιον] τὸ μέσον τῶν ὀφρύων, ἀπὸ τοῦ μεταξὺ τῶν ὠπῶν εἶναι.
[μετάλλα] ἐπιζήτει, ἐπεὶ μετὰ ζητήσεως αἱ ὗλαι εὑρίσκονται.
[μήδεα] βουλεύματα. σημαίνει δὲ καὶ τὰ αἰδοῖα· «μήδεά τ' ἐξερύσας.»
[μήκιστα] μέγιστα.
[μηκάδες αἶγες] ἀπὸ τοῦ ἰδιώματος τῆς φωνῆς.
[μῆλα] κοινῶς μὲν τὰ τετράποδα, ὅθεν καὶ πᾶν δέρμα μηλωτὴ λέγεται, κατ' ἐπικράτειαν δὲ πρόβατα καὶ αἶγες. καὶ ὁ καρπὸς τῆς μηλέας καὶ πάντων δὲ τῶν δένδρων ὁ καρπὸς λέγεται μῆλα· «αὐτῇσι ῥίζῃσι καὶ αὐτοῖς ἄνθεσι μήλων.»
[μήλοπα καρπόν] τὸν πυρὸν τὸν μηλοειδῆ τῷ χρώματι· τοιοῦτος γὰρ ὁ πυρός. «μύλης ἐπὶ μήλοπα καρπόν.»
[μήνη] σελήνη.
[μῆνις.] ὁ μὲν Ἀπίων μάνις· οἱ γὰρ ὀργιζόμενοί πως μαίνονται· Ἀρίσταρχος δὲ κότος πολυχρόνιος, ἀπὸ τοῦ ἐγκεῖσθαι. λέγεται καὶ ἀρσενικῶς [μηνιθμός] καὶ οὐδετέρως [μήνιμα. μηρία] οὐχ ὡς ἡμεῖς, ἀλλὰ τὰ ἐκ τῶν μηρῶν ἐξαιρούμενα καὶ ἱεροθυτούμενα. ὁ δὲ Ἡσίοδος τὰ περὶ τὴν μερίδα τῶν ὀστέων μυθικῶς διαπλάσσει.
[μήστωρα φόβοιο] ἐργάτην φυγῆς· μήσασθαι γὰρ τὸ ἐργάσασθαι. ἔμπειρον οὖν θέλει σημαίνειν τοῦ εἰς φυγὴν τρέπειν τοὺς ἐναντίους.
[μιλτοπάρῃοι] μιλτόπρωροι. τοῦτο δὲ ἐπὶ μόνων τῶν Ὀδυσσέως νεῶν.
[μίνυνθα] ἐπ᾿ ὀλίγον χρόνον.
[μίν] ἐπὶ μὲν τοῦ αὐτόν «οὐδέ μιν ἐξενάριξεν,» ἐπὶ δὲ τοῦ αὐτήν «καί μιν ἔτισ' ὡς οὔτις ἐπιχθονίων τίεται ἄλλη,» ἐπὶ δὲ τοῦ αὐτό «νῦν αὖτέ μιν υἷες Ἀχαιῶν ἐν παλάμῃς φορέουσι.»
[μινύριζε] θρήνει ὀλίγῃ φωνῇ καὶ οἰκτρᾷ χρώμενος.
[μισγάγκεια] τόπος κοῖλος, εἰς ὃν καταφερόμενα μίσγεται ἀπὸ πλειόνων ὀρῶν ὕδατα. τῶν ἅπαξ εἰρημένων.
[μίστυλλον] ἕκαστον τῶν τοῦ ἱερείου μερῶν εἰς μικρὰ διέκοπτον. τὸ δὲ εἰς μεγάλα μέρη διελεῖν [διέχευαν] λέγει.
[μίτρη] λεπὶς χαλκῆ ἣ ζώννυται. ἔστι δ' ἐντὸς τοῦ θώρακος.
[μνημοσύνη] μνήμη. καὶ οὐδετέρως «μνῆμ' Ἑλένης πολυηράτου εἰς γάμου ὥρην» ἀντὶ τοῦ μνημόσυνον. τῶν ἅπαξ εἰρημένων.
[μοῖραι] ἐπὶ μὲν τῶν μερίδων «οἳ δὴ μοίρας ἔνεμον,» ἐπὶ δὲ τῆς εἱμαρμένης «μοῖραν δ' οὔτινά φημι πεφευγμένον ἔμμεναι ἀνδρῶν,» ἐπὶ δὲ τοῦ καθήκοντος καὶ ἁρμόζοντος «ταῦτά γε πάντα, γέρων, κατὰ μοῖραν ἔειπες.»
[μογοστόκος] ἡ μογοῦσα καὶ πονοῦσα περὶ τοὺς τόκους.
[μόθος] ὁ Ἀπίων πόνος, μάχη, φρύαγμα.
[μοιχάγρια] τὰ τῆς μοιχείας ἀγρεύματα· ὁ γὰρ ληφθεὶς ἐπὶ μοιχείᾳ ἐζημιοῦτο.
[μολυβδαίνῃ] μολύβδῃ· «ἡ δὲ μολυβδαίνῃ ἰκέλη.» τῶν ἅπαξ εἰρημένων.
[μολίονε] μαχηταί, ἀπὸ τῆς κατὰ μάχην γενομένης μολήσεως ἢ ἀπὸ τοῦ συνεχῶς μολίσκειν εἰς μάχην· ἀπὸ γὰρ μητρὸς οὐδένα σημαίνει Ὅμηρος. Ἡσίοδος δὲ ὡς Μολίνης υἱοὺς γεγονότας παραδίδωσι.
[μολοβρόν] τὸν μολίσκοντα ἐπὶ τὴν βοράν, οἱονεὶ γαστρίμαργον, ἢ ἐπαίτην, ἢ ἀλήτην, ἢ καὶ πτωχόν, ἢ τὸν μόλις προβαίνοντα, ἢ ἁρπακτικόν.
[μορφνόν] μορόφονον, τὸν διὰ τοῦ φόνου τὸν μόρον ἐπιφέροντα. τινὲς δὲ εἶδος ἀετοῦ, ἄλλοι ἅρπαγα.
[μορόεντα] οἷον ἀθάνατα, μόρου μὴ μετέχοντα.
[μορμύρων] φοβερῶν, ἀπὸ τοῦ μορμύττεσθαι.
[μόσχοισι] ἁπαλαῖς καὶ νέαις. καὶ αὐτὸς δὲ ὁ ἁπαλὸς μόσχος ἐστί.
[μουνάξ] καταμόνας.
[μυδαλέον] δίυργον.
[μυελός] τροφή, καὶ [ὀστέα μυελόεντα] τροφὴν ἔχοντα. ὠνόμασται δὲ ἀπὸ τοῦ ὡς μυχῷ ἐμπεριέχεσθαι τοῖς ὀστέοις.
[μῦθος] λόγος. ὁ δὲ Ἀνακρέων [μυθιήτας] τοὺς στασιώτας εἶπεν.
[μυών] ὁ μῦς τῆς χειρός· «ἔνθα πάχιστος μυιῶν ἀνθρώπων πέλεται.»
[μύκον] ποιῶς ἐψόφησαν.
[μυλάκεσσι] μυλοειδέσι λίθοις.
[μύλη] μύλος· «αἱ μὲν ἀλετρεύους[αι]ν μύλης ἔπι μήλοπα καρπόν.» τὸ δὲ [ἀλετρεύουσι] τρίβουσι, λεαίνουσιν.
[μυληφάτου] ἀληλεσμένου. τὸ γὰρ ἀληλεσμένον ὑπὸ τῆς μύλης ἠφάνισται· ὅθεν καὶ τὰ φάρμακα ὀδυνήφατα, ὅτι τὰς ὀδύνας ἀναιρεῖ καὶ ἀφανίζει.
[μυρία] πολλά. καὶ τὸ ἑνικὸν [μύριον.]
[μύνῃσι] προφάσεσι. τῶν ἅπαξ εἰρημένων· «ἀλλ' ἄγε, μὴ μύνῃσι παρέλκετε.» ἐτυμολογοῦσιν δὲ ἀπὸ τοῦ μύσαντας τὰ ὄμματα σκέπτεσθαι ὅ τι προφασίσονται. οἱ δὲ παρὰ τὸ μένειν· καὶ γὰρ οἱ προφασιζόμενοι τούτου χάριν προφασίζονται, ἵν' ἐπιμείνωσι.
[μύρεσθαι] κλαίειν.
[μυχοῦ] τοῦ ἐσωτάτου.
[μῶλος] ὁ ἐγχρονισμὸς τῆς μάχης, ἢ οἷον μώλυσις, ἢ παρὰ τὸ μολίσκειν εἰς τὴν μάχην· μῶλον γὰρ Ἄρηος συνήθως λέγει.
[μώνυχας] μονώνυχας, ἐπεὶ ἡ ὁπλὴ τοῦ ἵππου ὥσπερ ὄνυξ ἐστίν· οἱ γὰρ βόες χηλὰς ἔχουσιν.
[μῶλυ] φυτὸν ἀλεξιφάρμακον. οἱ μὲν γὰρ γλωσσογράφοι τὸ ἄκεςμα καὶ οἷον τὸ ἕλκυσμα τῶν φαρμάκων· Κλεάνθης δὲ ὁ φιλόσοφος ἀλληγορικῶς φησὶ δηλοῦσθαι τὸν λόγον, δι' οὗ μωλύονται αἱ ὁρμαὶ καὶ τὰ πάθη.
[μωμήσονται] οἱονεὶ καταπαίξονται· μῶμος γὰρ ὁ μετὰ ψόγου καταπαιγμός. «πᾶσαι μωμήσονται, ἔχω δ' ἄχε' ἄκριτα θυμῷ.»
[ναῖον] ᾤκουν. τὸ δ' αὐτὸ καὶ τὸ [ναίουσι καὶ ναιετάουσιν.] φησὶ δὲ ἄμετρον· «ναῖον δ' ὄρῳ ἄγγεα πάντα» ἀντὶ τοῦ νεανικῶς.
[νάκην] τὴν τοῦ αἰγὸς δοράν· «ἂν δὲ νάκην ἕλετ' αἰγός.»
[νάπαι] οἱ ὀρεινοὶ τόποι.
[νάσθη] ᾠκίσθη.
[ναύλοχον] εὔδιον, ἐν ᾧ αἱ ναῦς λοχῶσι.
[ναῦφι] τῶν νεῶν· «οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθ' αὐτὰ κέλευθα.»
[νεβροί] τὰ νεογνὰ τῶν ἐλάφων. καὶ ἔστι κατὰ τὸ ἔτυμον νεοβόροι, νεωστὶ πρὸς τὴν βορὰν ἐληλυθότες· «νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνούς.»
[νέεσθαι] πορεύεσθαι.
[νέων] νηχόμενος.
[νεῶν ὕπερ] ἄνω τῶν νεῶν· «νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον ἤλασαν.»
[νεῖκος] ποτὲ μὲν ἡ διὰ τῶν λόγων διαφορά, ποτὲ δὲ τὴν ἔριν σημαίνει.
[νεαίρῃ] ὁ μὲν Ἀπίων ἀποδίδωσι κατωτάτῃ. προσεχέστερον δὲ τὸ ἐσχάτῃ, κατὰ τὸ ἔσχατον μέρος, ὅτε φησὶ «νειαίρῃ δ' ἐγγαστρί.» καὶ τὸ [νεάτη] ἐσχάτη. ἐπὶ μέντοι τοῦ «νειόθεν ἐκ κραδίης» κάτωθεν εἴ τις μεταφράζοι, οὐκ ἀτόπως μεταλήψεται, ὡς καὶ Ἀπίων· στενάξαι γάρ φησιν οὐκ ἄνωθεν ἀλλ' ἐκ τῶν ἐσχάτων μερῶν, καθὸ καὶ ἡ καρδία. καὶ ὅταν λέγῃ «νείατον ἐς κενεῶνα,» τὸ ἔσχατον μέρος τοῦ κενεῶνος σημαίνει.
[νέκυες] νεκροί, νηκίκυες, οἱονεὶ ἐστερημένοι τῆς κίκυος, ὅ ἐστι τῆς ἰσχύος, ἢ νηκεροί, ἐστερημένοι τοῦ κέαρος, τουτέστι τῆς ψυχῆς.
[νειός] ἡ ἠροτριαμένη γῆ· νέα γὰρ φαίνεται. καὶ εἴρηται κατ' ἐπέκτασιν.
[νειῷ ἐνὶ τριπόλῳ] κατ' ἐπέκτασιν· νεὸς γὰρ λέγεται.
[νέκταρ] τὸ τῶν θεῶν πόμα, οἷον νεόκταρ τι ὂν, τὸ ἐν νεότητι συνέχον αὐτοὺς ἀεί. οἱ δὲ νῆκτάρ τι ὄν, τὸ ἐστερημένον τοῦ κτανθῆναι.
[νέμος] ὁ σύνδενδρος τόπος καὶ νομὴν ἔχων· «ἐν νέμεϊ σκιερῷ» σκιὰν μεγάλην ἔχοντι.
[νέον] ἐπὶ μὲν τοῦ κυρίως λεγομένου «ἤτοι μέν σε νεόν περ ἐόντα,» ἐπὶ δὲ τοῦ νεωστί «αἰεὶ νεῶν ἐρχομενάων.» ὅθεν τὸ «γῆρας ἀποξύσας θήσειν νέον ἡβώοντα» μεταφράζει Ἀρίσταρχος νεωστὶ ἀκμάζοντα.
[νεογιλλῆς] νεογνῆς· «φωνὴ μὲν ὡσεὶ σκύλακος νεογιλλῆς.»
[νεοίη] νεότης.
[νέποδες] Ἀπίων ἄποδες ἢ νηξίποδες ἢ ἀπόγονοι. τὸ μὲν οὖν ἄποδες ψεῦδος· ἔχουσι γὰρ πόδας αἱ φῶκαι· τὸ δὲ ἀπόγονοι παράκουσμα τῶν νεωτέρων ποιητῶν.
[νευστάζων] ἐπινεύων.
[νέφεα] ἤτοι τὰ συνωνύμως λεγόμενα ταῖς νεφέλαις.
[νεῶν δ' ἀλάπαζε φάλαγγας.] ὁ μὲν Ἀρίσταρχος φαίνεται περισπῶν, ἵν' ᾖ τὰς πρὸ τῶν νεῶν τάξεις· ἔνιοι δὲ βαρυτονοῦσι, «νέων δ' ἀλάπαζε,» τὰς τῶν νέων ἀνδρῶν τάξεις.
[νεοτευχέες] νεωστὶ κατεσκευασμένοι. ὁ δὲ λόγος ἐπὶ τῶν δίφρων.
[νεοαρδέα] νεωστὶ πεποτισμένην. ἔνιοι δὲ νεοαλδέα διὰ τοῦ [λ], νεοαύξητον· ἀλδαίνειν γὰρ τὸ αὐξάνειν σημαίνει.
[νεόστροφον] νεωστὶ ἐστραμμένην, οἷον καινήν.
[νηγάτεον] ὁ Ἀπίων νεωστὶ κατεσκευασμένον ἢ εὖ νενησμένον. βέλτιον δὲ παρὰ τὸ νεωστὶ γεγενῆσθαι, ὡς σύνθετον.
[νήγρετος] ἀνέγερτος, βαθύς· «ἢ ἥδιστος θανάτῳ ἔγγιστα.»
[νήδυμος] βαθύς, ἢ ἡδύς, ἢ ἀδιέκδυτος, ὃν οὐκ ἔστι διεκδῦναι. ἔνιοι δὲ τὸν βαθὺν ἀπὸ τῆς νηδύος.
[νηδύοισι] τοῖς ἐντέροις.
[νήσας] σωρεύσας, ἀφ' οὗ καὶ αἱ νῆες. ὅταν δὲ λέγῃ τὸν χρυσὸν νητόν, οἷον τὸν σεσωρευμένον.
[νῆϊς] τῆς προτέρας περισπωμένης σημαίνει τὸν ἄπειρον, κατὰ στέρησιν τοῦ ἴσαι, ὅ ἐστι γνῶναι. ἐὰν δὲ ἡ προτέρα τοῦ νηῒς βαρυτονηθῇ, σημαίνει εἶδος Νυμφῶν τῶν Ναΐδων λεγομένων παρὰ τὰ νάματα, ὅ ἐστι ῥεύματα.
[νήϊον] ναυπηγήσιμον ξύλον.
[νηκερδές] ἀκερδές.
[νηλεῖς] οἷον νηλεεῖς. ἀναμάρτητοι, παρὰ τὸ μὴ ἀλγεῖν. τὸ [νή] στερητικόν. τῶν ἅπαξ εἰρημένων. ὁ δὲ Ἀρίσταρχος ἁμαρτωλοί.
[νήποινοι] ἀνέκτιστοι, ἀνεκδίκητοι, περὶ ὧν ποινὴ οὐκ ἔστιν.
[νηπύτιοι] ὁ μὲν Ἀπίων ἄφωνοι, ὡς ἐκ τοῦ νή καὶ τοῦ ἠπύειν, ὅ ἐστι φωνεῖν. οὐκ ἔστι δέ, ἀλλ' ἐπέκτασίς ἐστι τοῦ νήπιοι.
[νηπιαχεύων.] καὶ τοῦτο παραγωγόν, οἷον νηπιευόμενος· «νηπιαχεύων.»
[νηπενθές] ἀπενθές.
[νιφάδεσσι] ὁ μὲν Ἀπίων ψεκάδας, ἔστι δὲ κατὰ τὸ ὑγιὲς αἱ τῆς χιόνος κατ' ὀλίγον ἀπόῤῥοιαι· οἶδε γὰρ τὰς ψεκάδας δηλῶσαι, [ψιάδας] λέγων· «αἱματοέσσας δὲ ψιάδας.» νιφετὸς δέ ἐστιν ὁ χιονισμός. διὰ τοῦτο καὶ Ὄλυμπον, ὄρος ὄντα, ἀγάννιφον λέγει, τὸ ἄγαν χιονιζόμενον.
[νόστος] ἡ εἰς οἶκον ἀνακομιδή.
[νόστιμον] σωτήριον.
[νύξεν] ἐκ χειρὸς ἔπληξεν.
[νῦν] δή· «μὴ νῦν μοι νεμεσήσετ' Ὀλύμπια δώματ' ἔχοντες.»
[νυός] ἡ γεγαμημένη τοῖς τοῦ γαμήσαντος οἰκείοις, ὡς ἡ Ἑλένη ἡ πρότερον μὲν τῷ τοῦ Ἀτρέως οἴκῳ, ὕστερον δὲ τῷ τοῦ Πριάμου.
[νύσσα] ὁ καμπτήρ. καὶ εἴρηται παρὰ τὸ ἐλθόντας ἐπ᾿ αὐτὸν μηκέτι κατ' εὐθὺ πορευέσθαι.
[νύξ] ἐπὶ μὲν τῆς σωματοειδοῦς θεᾶς «εἰ μὴ Νὺξ δμήτηρα θεῶν,» ἐπὶ δὲ τοῦ συνήθως «καὶ νὺξ φθῖτ' ἄμβροτος,» ἐπὶ δὲ τῆς σκοτίας «ἀλλ' ἐπὶ νὺξ ὀλοὴ τέταται,» ἐπὶ δὲ τοῦ θανάτου «τὸν δὲ κατ' ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν.»
[νωθής] ὁ νωθρός, κατὰ στέρησιν τοῦ τρέχειν.
[νῶϊ] ἡμεῖς οἱ δύο.
[νῶ] ἐπὶ μὲν τοῦ ἡμᾶς μόνον Ὅμηρος· «πρίν γ' ἐπὶ νῶ τῷδ' ἀνδρὶ σὺν ἵπποισι καὶ ὄχεσφι.» ἐν δὲ Ὀδυσσείᾳ
[νῶϊν] ἡμῶν τῶν δύο. καὶ ἐπὶ τοῦ ἡμῖν «νῶϊν δυοῖσι δύο φάςγανα καὶ δύο δοῦρε.»
[νωλεμέως] συνεχῶς.
[νωμῆσαι] διανεῖμαι καὶ διενέγκαι.
[νωνύμνους] ἀνωνύμους.
[νώροπα] τὸν λαμπρόν, οἷον ἄωπον, ἀμαυρωτικὸν τῶν ὠπῶν διὰ λαμπρότητα.
[ξεστήν] τὸ αὐτὸ τῷ εὔξεστον θέλει λέγειν, εὖ ἐξεσμένην· «νίψασθαι.» συνθέτως δὲ «ἐϋξέστῃς ἐλάτῃσι.»
[ξεινοδόκος] ξενοδόχος, ὁ τοὺς ξένους ὑποδεχόμενος. ὁ δὲ Πίνδαρος «ξεινοδόκησέν τε δαίμων» ἀντὶ τοῦ ἐμαρτύρησε. καὶ ἐν τῇ Ὀδυσσείᾳ «ξεινοδόκος μὲν ἐγώ» ἔδοξέ τισι λέγειν. φησὶ γοῦν Σιμωνίδης «ξεινοδόκων δ' ἄριστος ὁ χρυσὸς ἐν αἰθέρι λαμπρός» ἀντὶ τοῦ μαρτύρων.
[ξύνετο] συνῆκεν.
[ξύνεσις] συνάφεσις, ἢ εἰς τὸ αὐτὸ συμβολή.
[ξυνέηκεν] συνέβαλεν.
[ξύμβλητο] συνήντησεν. ὅ. προτακτικὸν ἄρθρον ἑνικοῦ ἀρσενικοῦ καὶ ὑποτακτικὸν οὐδετέρου. ἀντὶ δὲ τοῦ οὗτος ἀναφορικόν «ὃ γὰρ βασιλῆϊ χολωθείς·» ἀντὶ δὲ τοῦ τό «Πάτροκλον κλαίομεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων·» ἀντὶ δὲ τοῦ διό «τοῖο γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις·» ἀντὶ δὲ τοῦ ὅτι «λεύσεται γὰρ τόγε πάντες, ὅ μοι γέρας ἔρχεται ἄλλῃ.»
[ὅς] ἀντὶ τοῦ οὗτος, ἀναφορικόν· «ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν.» ἀναλογεῖ δὲ καὶ πρώτῳ καὶ δευτέρῳ τῷ ἐμός καὶ σός· τὸ γὰρ τρίτον ὅς. ἐστὶ τοῦ καὶ ἡμῖν συνήθους ὑποτακτικοῦ.
[οὗ] ἄρθρον, καὶ τρίτον πρόσωπον συνάρθρου, ἀναλογούσης τῆς ἐμοῦ καὶ σοῦ· τὸ γὰρ τρίτον οὗ· «ἡ δ' ὅτε δὴ οὗ πατρός.»
[ὅν.] χωρὶς τοῦ προτακτικοῦ καὶ ὑποτακτικοῦ ἄρθρου τίθεται καὶ ἀντὶ τοῦ ἀναφορικοῦ τοῦ οὗτοι, «ὣς οἱ μὲν παρὰ νηυσίν·» καὶ σύναρθρον ἀντωνυμίαν, «οὓς ἑτάρους στέλλοντα.»
[ὀαρίζειν] ἄνδρα γυναικὶ ὁμιλεῖν· ὅθεν καὶ γυναῖκες ὄαροι, οἷον ὄαρες, παρὰ τὸ συνηρμόσθαι.
[ὀαριστύς] πάρφασις, οἷον ὁμιλία παραλογιστική. σημαίνει δὲ τὴν μάχην.
[ὀβριμοπάτρη] ἡ ἰσχυρὸν πατέρα ἔχουσα.
[ὀβριμοεργός] ὄβριμα ἔργα ποιῶν.
[ὄγκιον] ἀγγεῖον ἐν ᾧ οἱ πελέκεις κεῖνται, ἀπὸ τοῦ ἐγκεῖσθαι, ἢ παρὰ τὸ ὀγκώδη εἶναι.
[ὄγκους] τοὺς πώγωνας τῶν βελῶν τῶν τοξικῶν.
[ὄγμους] τοὺς τῶν θεριζόντων στίχους καὶ τοὺς αὔλακας.
[ὄγχναι] ἄπιοι· «ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι.»
[ὀδάξ] τοῖς ὀδοῦσι. τοῦτο δὲ οἷον ἐμβεβρυχότος τῇ γῇ.
[ὁδαίων] ἐπιμηνιῶν τῶν εἰς ἐκδημίαν, παρ' ὅσον εἰς τὰς ὁδοὺς ἐκφέρεται.
[ὀδυνήφατα] τὰς ὀδύνας ἀναιροῦντα.
[ὄδωδεν] εὐῶδες προσβάλλει, ὅ ἐστι πνεῖ καὶ ὄζει.
[ὄζος] κλάδος. ὅταν δὲ λέγῃ «ποδάρκης ὄζος Ἄρηος,» μεταφορικῶς λέγει τὸν πολεμικὸν κλάδον τοῦ Ἄρεως, οἷον ἀπόσπασμα, καθάπερ τῶν δένδρων τοὺς κλάδους.
[ὀζιζαλέως.]
[ὀθόναι] τὰ περιβόλαια, παρὰ τὸ ἕσασθαι, ἐσθόναι τινὲς οὖσαι. ὁ δὲ Ἀπίων ὀθόνην τὴν ζώνην ἀποδέδωκεν.
[οἰήϊα] τοὺς οἴακας, τὰ πηδάλια. «εὖ οἰήκεσσιν ἀρηρῶς» ἀντὶ τοῦ τοῖς λώροις, ταῖς ἡνίαις τῶν ἵππων.
[ὄϊες] τὰ πρόβατα, ἀπὸ τοῦ οἰστικὰ εἶναι τοῦ ἐρίου.
[οἰέτεας] ἰσοετεῖς, ὁμήλικας.
[ὀϊζυρός] ἐπίπονος, καὶ [ὀϊζύς] ἡ κακοπάθεια.
[οἶος] μόνος, καὶ [οἰόθεν οἶος] ἐκ μόνου μόνος, ὅπερ ἴσον τῷ μόνος πρὸς μόνον.
[οἴκοι] ἐν οἴκῳ. τούτῳ δὲ ἰσοδυναμεῖ τὸ οἴκοθι.
[οἴκαδε] εἰς τὸν οἶκον.
[οἰκῆας] πάντας τοὺς κατὰ τὴν οἰκίαν. λέγει δὲ οὕτως καὶ τοὺς κατὰ τὸν οἶκον δούλους.
[οἰμωγή] ὀδυρμός.
[οἴμης] ᾠδῆς· ὅθεν κυρίως προοίμιον τὸ πρὸ τῆς οἴμης.
[οἶμος] ὁδός· ὅθεν καὶ τοὺς κύκλῳ τῆς ἀσπίδος, παρὰ τὸ ὡς ὁδῷ στείχειν τινὶ καὶ διαφέρειν ἀλλήλων, οἴμους εἶπεν· «δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο.»
[οἴνοπα] μέλανα, οἰνώδη κατὰ τὴν χρόαν.
[οἰὸς ἀώτῳ] τῷ τοῦ προβάτου ἄνθει, τουτέστιν ἐξ ἐρίου περιβολαίῳ.
[οἰσυΐνοισι] τοῖς ἐκ τῆς οἰσύας πλεκομένοις. ὁ δὲ Ἀπίων γένος σχοινίου ἢ λύγου.
[ὀϊόμενος] ἀντὶ τοῦ ὑπονοῶν, νομίζων.
[ὀϊστοί] τὰ βέλη.
[οἴχεσθαι] πορεύεσθαι.
[οἰδάνει] οἰδάνειν ποιεῖ· «οἰδάνει ἐν στήθεσφι νόον.»
[οἰοπόλῳ] Ἀπολλόδωρος ἐν ᾧ ὄϊες πολοῦνται.
[οἰώθη] ἐμονώθη.
[οἴμησεν] ὥρμησεν, καὶ [οἰμήματα] ὁρμήματα, καὶ «οἶμα λέοντος ἔχων.»
[οἰωνοί] πάντα τὰ ὄρνεα· κατ' ἐξοχὴν δὲ εἴωθεν διὰ τοῦ γενικοῦ τὸ εἰδικὸν δηλοῦν, τοὺς σαρκοφαγοῦντας, οἷον γῦπας. πάντα μέντοι τὰ πτηνὰ οἰωνοί, δι' ὧν οἴονται καὶ νοοῦσι τὰ μέλλοντα. ὅθεν καὶ μάντεως εἶδός ἐστιν «οἰωνοπόλων ὄχ' ἄριστος,» ὁ περὶ τοὺς οἰωνοὺς πολούμενος καὶ ἀναστρεφόμενος.
[ὀκριόωντο] μεταφορικῶς ἐμαρτύροντο, ἐτραχύνοντο κατὰ τὴν ψυχήν· «οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο.» κυρίως δὲ λίθον ὀκριόωντα λέγει τὸν τραχύν, οἷον ἀκριόεντα· ὁ γὰρ τραχὺς ἄκρα πέφυκεν ἔχειν πολλά.
[ὄλβιος] εὐδαίμων καὶ μακάριος, οἷον ὁλόβιος, ὁ διὰ τοῦ ὅλου βίου μακαριστός.
[ὀλιγοδρανέων] ὁ ὀλίγον ἰσχύων· τὸ γὰρ δραίνειν ἰσχύειν.
[ὀλιγηπελέων] οὐδὲν δυνάμενος.
[ὀλίζονες] ἐλάσσονες, ἥσσονες.
[ὀλοφώϊα] βουλεύματα ὀλέθρια, οἷον ὀλεθριοποιά.
[Ὄλυμπος] τινὲς ὄρος Μακεδονίας.
[ὀλοφυδνόν] ὀλοφυρτικόν.
[ὀλοοίτροχος] ὁ Κομανὸς ἰδίως ἀποδίδωσιν ὅλος τρέχων, ἐπεὶ στρογγύλος καὶ παντὶ μέρει ἐφαπτόμενος τῆς γῆς· ὁ μὲν γὰρ τετράγωνος ἑνὶ μέρει ἐφάπτεται. ἢ ὁλοοίτροχος ὅλος τροχώδης καὶ περιφερής. βέλτιον δέ, ὥς τινες, τὸν ὀλοὸν γινόμενον ἐν τῷ τρέχειν, οἷον ὀλοθρευτικὸν καθ᾿ οὗ ἂν ἐπενεχθῇ.
[ὀλοόφρονος] ὀλέθρια φρονοῦντος. δύναται δὲ καὶ ὀλοόφρων λέγεσθαι ὁ ὑγιεῖς τὰς φρένας ἔχων.
[ὅμαδος] θόρυβος, παρὰ τὸ ὁμοῦ αὐδᾶν.
[ὁμαρτεῖν] συντυχεῖν.
[ὅμιλος] μάχη, ἀπὸ τοῦ ὁμοῦ εἰλεῖσθαι κατ' αὐτήν. καὶ [ὁμιλαδόν] τὸ ἐν συστροφῇ μάχεσθαι.
[ὁμήν] ὁμοίαν· «ὁμὴν ἀνεδέγμεθ' ὀϊζύν.»
[ὁμηγυρίσασθαι] ὁμοῦ συναγαγεῖν.
[ὁμίχλη] ἀχλὺς καὶ σκοτία. λέγεται δὲ ἡ τῶν ὀμμάτων ἀχλύς.
[ὁμόσε] εἰς ταὐτόν. καὶ τὸ [ὁμόθεν] ἐκ τόπου· «ἐξομόθεν πεφυῶτες.»
[ὁμοκλή] ἀπειλή, καὶ [ὁμοκλητῆρος.] σημαίνει δὲ καὶ τὸ ὁμοῦ ἐγκελεύσασθαι.
[ὁμοιίου πτολέμοιο] οἱ μὲν γλωσσογράφοι τοῦ κακοῦ· ἀπίθανον δὲ τοῦτο. Ὅμηρος γὰρ πᾶσι τὸ ὁμοίως συμβαῖνον ὁμοίιον λέγει, ὡς καὶ τὸ γῆρας καὶ τὸν θάνατον· οὕτως οὖν καὶ τὸν πόλεμον. ὅτε μὲν γὰρ τὸ γῆρας, «ἀλλά σε γῆρας τείρει ὁμοίιον·» ἐπὶ δὲ τοῦ θανάτου, ἐπεὶ κατὰ πλεῖον περὶ πάντας ἐστίν.
[ὀμόρξατο] ἀπεψήσατο.
[ὁμοστιχάει] ὁμοστιχεῖ.
[ὁμοιωθήμεναι] ὁμοιωθῆναι, ἐξισωθῆναι.
[ὅμως δ' οὐ λήθετο χάρμης.] εἰώθαμεν ἀποφαίνεσθαι λέγοντες «κακοπάθειαν μὲν ἔχει ἡ καρτερία, ὅμως οὐκ ἀποσχετέον.» ταύτην φημὶ τὴν δύναμιν μὴ γινώσκειν τὸν ποιητήν, ἀλλὰ διὰ τοῦ ἔμπης αὐτὴν ἐκφέρει. ὥστε εἰ μὲν ὁμῶς περισπωμένως, ἔστιν ὁμοίως. τὸ δὲ βαρυτόνως ἔμπης, ὅμως, ἵν' ᾖ τοιοῦτος ὁ λόγος· Σαρπηδὼν δ' ἠχθέσθη μὲν τοῦ Γλαύκου ἀπιόντος, ὅμως οὐκ ἀπέστη τῆς κατὰ τὴν μάχην ἀρετῆς.
[ὄναρ] ὄνειρος· «καὶ γάρ τ' ὄναρ ἐκ Διός ἐστιν.» ἀπὸ τοῦ ὀνίσκειν, ὅ ἐστιν ὠφελεῖν. ἀρσενικῶς δὲ ὄνειρος ἢ παρὰ τοῦτο ἢ παρὰ τὸ τὸ ὂν εἴρειν, τουτέστι τὸ ὑπάρχον λέγειν.
[ὀνειροπόλος] ὁ περὶ τοὺς ἰδίους ὀνείρους πολούμενος.
[ὀνειρίῃσι πύλῃσι] ὁ μὲν Ἀπίων τοῦ ὕπνου; διὰ γὰρ τούτου ἐκπέμπονται. ἡμῖν δὲ φαίνεται κυρίως κατὰ τὸ μυθικόν.
[ὀνείατα] οἱ μὲν γλωσσογράφοι ψιλῶς ἀποδεδώκασι βρώματα, οὐκ ἔστι δέ, ἀλλ' ἐτύμως πάντα τὰ ὄνησιν παρέχοντα.
[ὄνειαρ] ὠφέλημα.
[ὄνθος·] «ὄνθον ἀποπτύων» καὶ «ἐν δ' ὄνθου βοέου κόπρον.»
[ὀνόσαιτο] ἐκφαυλίσειεν, μέμψαιτο. καὶ [ὀνοσάμενος] ἐκφαυλίσας.
[ὀνομάκλυτος Ἄλτης] τῷ ὀνόματι ἔνδοξος.
[ὀξυόεντι] ὁ μὲν Ἀπίων ὀξεῖ ἔγχεϊ. ὀξυόεντι δὲ ὀξυΐνῳ.
[ὄπατρος] τοῦ αὐτοῦ πατρός τινι γεγονώς, οἷον ἐν τῷ Μ τῆς Ἰλιάδος «καί οἱ Τεῦκρος κασίγνητος καὶ ὄπατρος.»
[ὀπαζόμενος] ἐπὶ μὲν τοῦ κατεπειγόμενος «χειμάῤῥους κατ' ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ·» οὐχ ὡς Δημήτριος ὁ Πύκτης, πληρούμενος. ἐπὶ δὲ τοῦ προχειρισάμενος «αὐτὰρ ἐγὼ κήρυκά τ' ὀπασσάμενος.» ἐπὶ δὲ τοῦ κατεπείγεσθαι πάλιν «χαλεπὸν δέ σε γῆρας ὀπάζει.» ἐπὶ δὲ τοῦ περιεποίησαν [ὤπασαν. ὀπάων] ἀκολουθῶν. εἴρηται δὲ παρὰ τὸ ἕπεσθαι. ἔστι δὲ καὶ κύριον ὄνομα· «ἅμ' Ὀπάωνα καὶ Μελάνιππον.»
[ὀπιπεύεις] περιβλέπεις· «ὀπιπεύεις δὲ γυναῖκας.» καὶ [παρθενοπίπας] ὁ παρθένους περιβλεπόμενος.
[ὀπηδεῖ] ἀκολουθεῖ.
[ὄπιδα] ἐπιστροφὴν καὶ ἐντροπήν· «οὐκ ὄπιδα φρονέοντος.»
[ὁπλότερος] ὁ κατὰ τὴν σύγκρισιν νεώτερος. .
[ὅπλα] τὰ πολεμικὰ λέγει, καὶ τὰ τῆς νεὼς σχοινία, καὶ τὰ χαλκευτικὰ ἐργαλεῖα.
[ὀπός] τὸ τῶν δένδρων δάκρυον· ὅθεν καὶ σμύρνα καὶ λίβανος οὕτως λέγεται. ἀπὸ δὲ τούτου καὶ ἡ ὀπώρα λέγεται, ὅτι ὀπὸς αὐτὴν ὠρεῖ, τουτέστι φυλάσσει. οὐκ ἀπιθάνως μὲν οὖν· τὸ γὰρ καθολικὸν τοιοῦτόν ἐστιν· ἐπὸς γάρ ἐστιν ἀπὸ τοῦ ἐπεῖναι κατὰ τὴν ἀποτομήν. εἰδικῶς μέντοι Ὅμηρος οἶδεν ὀπόν τινα λεγόμενον, ὡς ὅταν λέγῃ «ὡς δ' ὅτ' ὀπὸς γάλα λευκόν.»
[ὀπύειν] ὁ μὲν Ἀπίων ὁμιλεῖν, οὐκ ἔστι δέ, ἀλλὰ τὸ κατὰ νόμους γυναῖκα συνοικεῖν ἀνδρί· καὶ γὰρ δάμαρ ἡ γυνὴ παρὰ τὸ δεδαμάσθαι ὑπὸ ἀνδρός.
[ὀπωπή] ἐντροπή, ἢ πρόσοψιν.
[ὀρσοθύρη] Ἀπίων θύρα ὑψηλή, δι' ἧς ἔστι καταβαίνοντα ὀροῦσαι, ὅ ἐστι πηδῆσαι, ἢ ἀνιόντα πηδῆσαι, διὰ τὸ μὴ ἔχειν βαθμούς. καὶ ὁ Μελάνθιος διὰ τῆς ὀρσοθύρης ἀνέβη, ὁ δὲ Εὔμαιος καὶ Φιλοίτιος κατὰ τὴν ἔξω περίοδον.
[ὀρεσκῴοισι.] οἱ μὲν Κένταυροι ἐπιθετικῶς εἰσὶν εἰρημένοι, ὁ δὲ Ἀπίων διχῶς φησίν, ὀρεσιοίκων ἢ ὀρεσικοίτων. οἱ γὰρ οἶκοι οὐκ ἔγκεινται. παρὰ δὲ τὸ κεῖαι, ὅ ἐστι κοιμηθῆναι, δύναται εἶναι Ἰακῶς· καὶ γὰρ διὰ τῆς [ει] εἴρηκεν ὀρεσκείοις. καὶ γὰρ αὐτὸ τὸ κῴδιον οἱονεὶ κοίτιον, ὥστε καὶ κῶας διὰ τοῦτο. εὐλόγως οὖν καὶ τὸ ὀρεσκῴοισι ὀρεσκοίτοις ἂν εἴη.
[ὀρέξατο] ὥρμησεν. οἱ δὲ διέβη εἰς τὸ καταστρέφειν· ὀρέγειν γὰρ εἰς τὸ ἐκτείνειν, ὁ δὲ διαβαίνων ἐκτείνει τὰ σκέλη.
[ὄρινε] γενικῶς τὴν ψυχὴν ἐκίνησε διὰ τὸν λόγον, οὐκ ἐρωτικῶς νῦν, ἀλλ' ὀργίλως.
[ὀρέχθεον.] τῶν πεποιημένων ἡ λέξις. «πολλοὶ μὲν βόες ὀρέχθεον.» τινὲς οὖν εἶπον ἀπὸ τοῦ ὀρούειν συνεσχηματίσθαι, ὅ φασιν εἶναι τὸ μετὰ θορύβου τὴν σφαγὴν ὑπομένειν.
[ὀρεκτῇσι μελίῃσι.] αἷς ὀρέγδην χρῶνται, ὅτι ἐν τῷ συνίστασθαι ἐκτείνοντες τὰ δόρατα, ἐκ χειρὸς πλήσσοντες, ὅπερ ἔπαινον τῶν μαχομένων συνίστησιν.
[ὀρίνετον,] δυϊκῶς, ὥρμων, ἐκίνουν.
[ὀρθοκραιράων] ὀρθοκεράτων. λέγει δὲ ἐπὶ τῶν νεῶν, ποτὲ δ' ἐπὶ τῶν βοῶν. ἔνιοι δὲ ὀρθοκεφάλων, δι' οὗ τὸ ὀρθόπρυμνον σημαίνει. ἐσχημάτισται δὲ ἀπὸ τοῦ κάρα. τούτοις δ' ἀντίκειται βοῶν ὀρθοκεράτων.
[ὀρούειν] ὁρμᾶν.
[ὀρθωθείς] διαναστάς, οἷον διαναστήσας ἑαυτόν.
[ὀρόν] ὁ μὲν Ἀπίων, ἓν ἀνθ' ἑνός, γάλα. οὐκ ἔστι δέ, ἀλλ' ἡ ὑδατώδης ὑπόστασις τοῦ γάλακτος ὀρὸς λέγεται· «καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.» εἴρηται δὲ ἀπὸ τοῦ ἐξορούειν τοῦ γάλακτος, διὰ τὸ τὴν ὑγρότητα χωρισμὸν ἀπὸ τοῦ γάλακτος λαμβάνειν.
[ὅρπηκας] κλάδους, παρὰ τὸ ὀρούειν.
[ὄρφνη] σκοτία. ἔνθεν εἰρῆσθαί φασι καὶ τὸν ὀρφανὸν μεταφορικῶς, τὸν ἐν σκότει ὥσπερ ὄντα, τῶν γονέων ἐστερημένον.
[ὄρθια·] «ἤϋσε θεὰ μέγα τε δεινόν τε, ὄρθια.» ὁ μὲν Ἀρίσταρχος ἀνατεταμένως, ὁ δὲ Ἀρχιγένης μᾶλλον ὀρθά.
[ὄρχος] ἡ ἐπίστιχος φυτεία ἢ ἡ κηπεία· ὅντινα ἐτυμολογοῦσι παρὰ τὸ ὀρωρύχθαι τὴν γῆν. ὁ βόθρος, οἱονεὶ ὄρυχός τις ὤν, εἰς ὃν καταβάλλεται τὸ φυτόν. ὄρχατος δὲ οἱονεὶ ἔρχατος, διὰ τὸ ἔρχεσθαι δι' αὐτοῦ τὸν κῆπον.
[ὄρχαμος] ἡγεμών, παρὰ τὸ ἐπέρχεσθαι τὰς τάξεις τῶν ὑποτεταγμένων, οἱονεὶ ἔρχαμος.
[ὀρωρέχατο] ὡρμημένοι ἦσαν.
[ὄσσε] ὀφθαλμοί.
[ὄσσα] κληδών, φήμη ἐκ θεοῦ· ὅθεν καὶ οἱ Ἀττικοὶ [ὀττεύεσθαι] λέγουσι τὸ κληδονίζειν. ὀττευομένη, ἥτις ἐστὶν κληδονιζομένη.
[ὀσσόμενος] ἤτοι τοῖς ὀφθαλμοῖς ὑποβλέπων, ἢ κατὰ ψυχὴν προσδεχόμενος.
[ὀτρηροί] ἐνεργεῖς καὶ ἐπεστραμμένοι. καὶ τὸ [ὀτραλέως] ταχέως· καὶ παραλλήλως «αἶψα καὶ ὀτραλέως.» καὶ τὸ [ὀτρύνειν] ἀπὸ τῆς αὐτῆς ἐννοίας, ἢ ἀπὸ τοῦ παρορμᾶν. καὶ [ὀτρυντύς] ἡ ἐπικέλευσις.
[ὄτριχας] ὁμοιότριχας.
[οὐδενόσωρα] οὐδεμιᾶς φροντίδος ἄξια.
[οὐδός] ἐπὶ μὲν τοῦ βαθμοῦ τῆς θύρας «οὐδοῦ ἐπαύλεως» καὶ «ὑπέρβη λάϊνον οὐδόν,» ἀπὸ τοῦ δι' αὐτὸν ὁδεύειν· ἐπὶ δὲ τῆς κοινῶς νοουμένης ὁδοῦ «ἐπειὴ φάσ' ἀρισφαλέ' ἔμμεναι ὁδόν.»
[οὖλον] ἐπὶ μὲν τοῦ μαλακοῦ «οὔλων τε ταπήτων.» σημαίνει δὲ τὸ ὅλον ἡ λέξις· «ἄρτον οὖλον ἑλών.» ἐπὶ δὲ τοῦ ὀλεθρίου «οὖλος Ἄρης,» ἐπὶ δὲ τοῦ συνεστραμμένου «οὔλας ἧκε κόμας» καὶ «χλαῖναν πορφυρέην» μεταληφθήσεται εἰς τὴν ὅλην, ὅ ἐστιν ὁλοπόρφυρον.
[οὖδας] ἔδαφος.
[οὔθατα] ὁ μὲν Ἀπίων μαστοί. ὅταν δὲ λέγῃ «οὖθαρ ἀρούρης,» μεταφορικῶς λέγει τὸ κάρπιμον τῆς γῆς. ἔνιοι δὲ τὰ μέσα τῶν ἔντοσθεν, ἅπερ περιεκτικά ἐστι τῶν μαστῶν· «οὔθατα γὰρ σφαραγεῦντο.»
[οὖλε] ὑγίαινε. ὅθεν καὶ οὐλὴ τὸ ὑγιασμένον τραῦμα.
[οὐλομένην] δεινήν, ὀλεθρίαν. ἐν δὲ τῇ Σ Ὀδυσσείας «οὐλομένης ἐμέθεν» οἷον ἐμοῦ τῆς ἀπολομένης. καὶ «οὐλομένων νεκύων» τὸ αὐτό ἐστιν.
[οὐλοχύτας] ὁ μὲν Ἀπίων τὰ μαζοβόλια· ἐν τούτοις γὰρ ἀνακέχυνται αἱ οὐλαί. φαίνεται δὲ νοῶν τὰ ἀγγεῖα ἐν οἷς αἱ κριθαὶ κέχυνται. ἴσως δὲ ταῦτα σημαίνει. ὅταν δὲ λέγῃ «καὶ οὐλοχύτας ἀνέλοντο,» σαφὲς ὡς αὐτὰς τὰς κριθὰς σημαίνει, οἷον τὰς ὅλας χεομένας ἐπὶ τῶν σπονδῶν.
[οὐλαμός] τάξις· «ἀνὰ οὐλαμὸν ἀνδρῶν.» καὶ ἔστιν κατὰ τὸ ἔτυμον ἰλαμὸς ἡ εἵλησις καὶ ἐπὶ τὸ αὐτὸ συνάθροισις τῶν ἀνδρῶν. καὶ οὔλας τρίχας ἡμεῖς λέγομεν τὰς φύσει εἱλουμένας καὶ συστρεφομένας.
[οὔνεσθε] ὄνησίν τινα ἔχετε. εὑρίσκομεν δὲ διαφόρως λεγομένην τὴν λέξιν· «ἢ ὀνόσασθαι ὅτι μοι Κρονίδης.» ἐπιφέρεται δὲ οὕτως καὶ ἐνταῦθα, οἷον ἐμέμψασθε. καταστρέφει δὲ εἰς ἴσον τῷ ἐξεφαυλίσατε καὶ οὐδενὸς ἄξιον ἡγήσασθε.
[οὕνεκα] ἤτοι ἀντὶ τοῦ ὅτι.
[οὐρανός] ὁ κατηστερισμένος πᾶς τόπος.
[οὐρανιώνων] τῶν ὑπὸ τὴν Οὐρανοῦ ἀρχὴν τεταγμένων.
[οὔλιος ἀστήρ] ὀλέθριος καὶ χαλεπός. λέγει δὲ τὸν κύνα.
[οὐρῆας] ἡμιόνους. ἤτοι ὀριβατοῦσι, διὰ τὸ ὀρούειν πρὸς τοὺς ἀνάντεις τόπους.
[οὐρίαχοι] ὁ οὔραχος τοῦ δόρατος.
[οὖρος] ὁ φύλαξ, καθὸ συνήθως· «οὖρος Ἀχαιῶν.» σημαίνει καὶ τὸν ὅρον [καὶ] τῆς γῆς· «οἱ δ' ὥστ' ἀμφούροισι δύ' ἀνέρε δηριάασθον» καὶ «τὸν δ' ἄνδρες πρότερον θέσαν ἔμμεναι οὖρον ἀρούρης.» λέγεται δὲ καὶ οὐδετέρως. λέγει καὶ οὐροὺς τοὺς τόπους ἐν οἷς ἐνεώλκηνται αἱ νῆες, παρὰ τὸ ἑλκομένας τὰς ναῦς ὀρούειν εἰς τὴν θάλασσαν.
[ὄφελες] ὤφειλες. καὶ [ὄφελον] ἐπ᾿ εὐχῆς τάσσεται.
[ὀφέλλειν] αὔξειν.
[ὀχέειν.] «νηπιάας ὀχέειν» τὰ νέων φρονεῖν, ἢ ὀχεῖσθαι ὑπὸ νεότητος.
[ὄφρα] ἀντὶ τοῦ ἵνα ἢ ὅπως «ὄφρα ἴδῃ Μενέλαον,» ἐπὶ δὲ τοῦ ἕως «ὄφρα μὲν ἠὼς ἦν.»
[ὄχα] ἐξόχως.
[ὀχεύς] ὁ μὲν ἱμὰς τῆς περικεφαλαίας ἀπὸ τοῦ συνέχειν· ἀπὸ δὲ τῆς αὐτῆς ἐννοίας καὶ [ὀχῆες] οἱ μοχλοί, ἀπὸ τοῦ συνέχειν τὰς θύρας. λέγει δὲ καὶ ὀχῆες τὴν τοῦ θώρακος ζώνην συγκατέχοντας· «ὅθι ζωστῆρος ὀχῆες.»
[ὀχθήσας] οἷον μετεωρίσας τὴν ψυχήν· «τὸν δὲ μέγ' ὀχθήσας.» ἀπὸ δὲ τῶν ὀχθῶν, αἵ εἰσιν ἀναστήματα τῶν ποταμῶν. τάςσουσι δὲ καὶ ἐπὶ τοῦ στενάζειν, ἀπὸ δὲ τῆς αὐτῆς ἀρχῆς· καὶ γὰρ ὁ στενάζων τετάρακται τὴν ψυχὴν καὶ ὁ μετεωριζόμενος.
[ὄχθαι] τὰ χείλη τοῦ ποταμοῦ καὶ τὸ ἀνάστημα τῆς γῆς. εἴρηται δὲ παρὰ τὸ ἐξέχειν.
[ὄχοι.] εἰ μὲν βαρυτονοῖμεν, ἔσται μεταφορικῶς τὸ λεγόμενον, λιμένες νηῶν ὀχήματα, δι' ὧν ὀχεῖται αἱ ναῦς. εἰ δ' ὀξυτονοῖντο ὀχοί, ἔσονται οἱ συνεκτικοὶ τῶν νεῶν, οἱ συνέχοντες. καὶ πιθανῶς ἑκάτερον ἔχει τῆς ἐκδοχῆς.
[ὀψέ] μετὰ πολὺν χρόνον.
[ὄψιμον ὀψιτέλεστον] ὀψὲ ἀρξάμενον τελειοῦσθαι καὶ [ὀψιτέλεστον] ὀψὲ τελεσθησόμενον.
[ὀψείοντες] ὀπτικῶς ἔχοντες. ὁ δὲ τύπος τῆς λέξεως Ἀττικός· κλαυσείοντες γὰρ λέγουσιν ἀντὶ τοῦ κλαυστικῶς ἔχοντες. καὶ Καλλίμαχος «οἵ κεν βρωσείοντες ἐμὸν παριῶσιν ἄροτρον» ἀντὶ τοῦ βρωτικῶς ἔχοντες.
[ὄψον] ὁ μὲν Ἀπίων κακῶς τὸ κρέας· ἀντιμαρτυρεῖ γὰρ ὁ ποιητής, «καὶ τὸ κρόμυον ποτῷ ὄψον.» ἔστιν οὖν πᾶν προσόψημα ὄψον· λέγει γάρ που «ὄψα τε οἷα ἔδουσι διοτρεφέες βασιλῆες.»
[πάγοι] αἱ ἐξοχαὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν· «σπιλάδες τε πάγοι τε.»
[πάγχυ] παντελῶς.
[παιδνός] παῖς νεογνός.
[παιήονα] ποτὲ μὲν τὸν λεγόμενον παιᾶνα, ὕμνον εἰς Ἀπόλλωνα ἐπὶ παραιτήσει λοιμῶν ἢ στάσεων· ποτὲ δὲ κυρίως θεόν τινα, ὃν συνίστησιν ἰατρὸν τῶν θεῶν, «τῷ δ' ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων.»
[Παιόνες] ἔθνος βαρβαρικόν.
[παιπαλόεντος] τραχέος καὶ σκολιώδους. θηλυκῶς «Σάμοιό τε παιπαλοέσσης.»
[παιφάσσειν] πυκνῶς ἀπὸ ἄλλου πρὸς ἄλλον ὁρμᾶν μαχόμενον, ἀπὸ τοῦ πάντῃ φαίνεσθαι. βέλτιον δὲ λέγειν πεποιῆσθαι τὴν λέξιν κατὰ μίμησιν, καὶ σημαίνειν τὸ πανταχῇ φαίνεσθαι καὶ ἐνθουσιαστικῶς κινεῖσθαι. ἔνιοι δὲ παρετυμολογοῦσι παιφάσσουσα πάντῃ τὰ φάη περιάγουσα, ὅ ἐστι τοὺς ὀφθαλμούς.
[πάλος] κλῆρος, ἀπὸ τοῦ πάλλεσθαι πρὸς τὴν ἄρσιν τοῦ λαγχάνοντος, ἢ ἀπὸ τοῦ πάλλεσθαι τὴν καρδίαν τῶν κληρουμένων. ὅθεν ἁμαρτάνουσιν οἱ γράφοντες πεπαλᾶσθαι· τοῦτο γάρ ἐστι τὸ μεμολύσθαι, καθά φησιν «αἵματι καὶ λύθρῳ πεπαλαγμένον.» ὥσπερ τοῦ ᾑμαγμένον μετοχικοῦ τὸ ἀπαρέμφατον ᾑμάχθαι διὰ τοῦ [χ] καὶ [θ], οὕτως πεπαλάχθαι ἀπὸ τοῦ πεπαλαγμένον εἶναι, ὡς καὶ ἀπὸ τοῦ ἠλλαγμένος τὸ ἠλλάχθαι.
[πάλιν] εἰς τοὐπίσω· «αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινώ.» καὶ παραλλήλως ἄψ· ὡς γὰρ τὸ ἂψ ὀπίσω, οὕτως καὶ τὸ πάλιν. καὶ [παλιμπλαγχθέντας] εἰς τοὐπίσω πλανηθέντας.
[Παλλάς] ἐπίθετον ἴδιον Ἀθηνᾶς, ὡς μὲν Ἀπίων, ἀπὸ τοῦ παίειν τοὺς λαούς, ἢ ἀπὸ τοῦ πάλλειν τὸ δόρυ, ἢ ἀπὸ τοῦ πάλλειν κατὰ τὴν ἡλικίαν· παρθένος γάρ ἐστιν, ὅθεν καὶ ὁ πάλλαξ ὠνόμασται. ἔνιοι δὲ ὅτι Πάλλαντα ἀνεῖλεν ἕνα τῶν Γιγάντων· τοῦτο δὲ οὐκ ἄν τις ἐξ Ὁμήρου παραστήσειε.
[παλιμπετές] εἰς τοὐπίσω πεπτωκότες.
[παλάξαι] μαλάξαι Ἀπίων καὶ συνθραῦσαι. ἔστι δὲ μᾶλλον βρέξαι, ἀφ' οὗ καὶ πηλὸς ἡ βεβρεγμένη γῆ.
[παλαιφάτου] ὁ Ἀπίων πάλαι ἐσθιομένης [ἐστί]· ἐπὶ γὰρ τῆς δρυός φησιν «οὐ γὰρ ἀπὸ δρυός ἐστι παλαιφάτου.»
[παλινάγρετον] παλίλληπτον, οἷον μεταμέλητον· «οὐ γὰρ ἐμὸν παλινάγρετον.»
[παλίωξις] ἡ ἐξ ὑποστροφῆς πάλιν δίωξις, ὅταν οἱ πρότερον φεύγοντες διώκωσιν.
[παλάμαι] αἱ χεῖρες, ὅτι ἐν αὐταῖς παλαμώμεθα. λέγονται δὲ καὶ αἱ τέχναι παλάμαι, ἐπεὶ τὸ πλέον διὰ τῶν χειρῶν ἐνεργεῖται. καὶ [παλαμήσασθαι] τὸ τεχνάσασθαι.
[παλύνειν] ἤτοι τρέφειν ἢ λευκαίνειν, ἀπὸ τῆς τοῦ ἀλεύρου πάλης.
[παλιρόθιον] ἐκ τοῦ ὄπισθεν ὡρμηκός.
[πανημέριοι] δι' ὅλης ἡμέρας.
[παναώριον] πάντων ἀωρότατον· «ἀλλ' ἕνα παῖδ' ἔτεκεν παναώριον.»
[πάντοσε] εἰς πάντα τὸν τόπον· «πάντοσε χεῖρ' ὀρέγων ὡσεὶ πτωχός,» εἰς πάντας. ἐπὶ δὲ τῆς ἀσπίδος «παντοσεΐσην,» κατὰ πάντα, ἀπὸ παντὸς μέρους ἴσην.
[παλιντρωπᾶσθαι] εἰς τοὐπίσω στρέφεσθαι ἢ τρέπεσθαι.
[παναφήλικα] πάντων τῶν [ἀφηλίκων] ὁμηλίκων ἀπεληλασμένον.
[πανόψιον,] ὅ ἐστιν λάμπων, ἀπὸ τῆς ἐπιδορατίδος, ὡς ἐπίθετον, ἢ ἐν τῇ πάντων ὄψει ὁρῶν.
[πανομφαίῳ] ἐπίθετον τοῦ Διός, εἰς ὃν πᾶσα ὀμφὴ ἀναφέρεται.
[πανδήμιος] ὁ καθ᾿ ὅλον τὸν δῆμον ἀναστρεφόμενος.
[παπταίνων] πάντῃ πᾶσι περιβλέπων.
[παππάζουσι.] ὠνοματοπεποίηται παρὰ τὸ τὰ παιδία τοῖς πατράσι λέγειν προσφωνοῦντα πάππα· «πάππα φίλ', οὐκ ἂν δή μοι ἐφοπλίσειας ἀπήνην.»
[παράφημι] παραμυθοῦμαι. τοῦτο δέ ἐστι καὶ τὸ «παρειπών, ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.»
[πάντως θαρσαλέη] κατὰ πάντα θρασεῖα.
[παρενήνεον] παρετίθεσαν ἀθρόως, οἷον παρεσώρευον.
[παρακλιδόν] παρακεκλιμένος, παρατετραμμένος τῆς ἀληθείας.
[πάροιθεν] ἔμπροσθεν, καὶ ἐπὶ τόπου καὶ ἐπὶ χρόνου, ἐπὶ τόπου μὲν «πάροιθεν δὲ δαίδαλον ἦεν» καὶ «πάροιθ' αὐτοῖο καθέζετο,» ἐπὶ δὲ χρόνου «τὸν δ' Ὀδυσεὺς προπάροιθεν ἰδών.»
[παρθέμενοι] παραθέμενοι, παραβαλόντες.
[πάρος] ἔμπροσθεν, ἐπὶ χρόνου.
[παροίτεροι] μᾶλλον ἔμπροσθεν προάγοντες· «παροίτεροι ἔμμεναι ἵπποι.»
[παραβλήδην] οἷον ἀπατήδην, ὅ ἐστιν ἐξαπατητικῶς, παραλογιστικῶς· παραβάλλειν γὰρ τὸ ἀπατᾶν ἔλεγον. τῶν ἅπαξ εἰρημένων.
[παρμέμβλωκεν] παραμεμόληκεν, συμπάρεστιν.
[παρθένιος] ὁ ἐξ ἀνεκδότου λαθραίως γενόμενος, ἀπὸ τοῦ δοκεῖν ἔτι παρθένον εἶναι τὴν γεγεννηκυῖαν αὐτόν.
[παρήορος] ποτὲ μὲν προσδεδεμένος τῇ συνωρίδι ἵππος τρίτος, ἀπὸ τοῦ παραιωρεῖσθαι· καὶ [παρηορίας] τοὺς δεσμούς· «παρήορον οὔτασεν ἵππον.» ποτὲ δὲ παρήορον τὸν παραιωρούμενον κατὰ τὰς φρένας, οἷον ἄφρονα· «ἐπεὶ οὔτι παρήορος οὐδ' ἀεσίφρων.» ἔστιν δὲ ὅτε καὶ πεπτωκὼς καὶ τῷ μεγέθει τοῦ σώματος παραιωρούμενος· «πολλὸς γάρ τις ἔκειτο παρήορος.»
[παραπλῆγας πέτρας] τὰς παραλίας πλησσομένας ἀπὸ τῆς ἁλός.
[παραβλῶπες] παραβλέπουσαι.
[παρθενοπῖπα] παρθένους ὀπιπεύων, ὅ ἐστι περισκοπῶν.
[παρέξ] παρεκτός.
[παρήπαφεν] ἐξηπάτησεν.
[πάρα] πάρεστιν ἢ πληθυντικῶς πάρεισιν.
[παρηέρθη] παρηνέχθη.
[παραρητοῖσι] παραμυθητικοῖς.
[πάρφασις] παραμυθία.
[παρελεύσεται] παραδράμει, παραλογιεῖται. μετενήνεκται δὲ ἀπὸ τῶν τροχαζόντων· ὁ γὰρ παρελθὼν τὸν τροχάζοντα νικᾷ.
[παρπεπιθόντες] παραπείσαντες.
[παχνοῦται] πήσσεται.
[πάσσονα] παχύτερον ἢ πλατύτερον.
[πασσυδίῃ] μετὰ πάσης σπουδῆς. συθῆναι γὰρ τὸ ὁρμηθῆναι, ὅθεν καὶ ὁ σῦς, παρὰ τὸ σεύεσθαι· ὁρμητικὸν γὰρ τὸ ζῷον.
[πᾶσσε] ἐπὶ μὲν τοῦ καὶ ἡμῖν νοουμένου «πᾶσσε δ' ἁλὸς θείοιο,» ἐπὶ δὲ τοῦ ἐποίκιλλεν «πολλοὺς δ' ἐνέπασσεν ἀέθλους.» ἀφ' οὗ καὶ [παστὸν] λέγομεν γαμικὸν ποικίλον ὕφασμα κυρίως.
[πᾶσαι] ἐπὶ μὲν τοῦ ἡμῖν συνήθους «ἐείκοσι πᾶσαι ἐφύσων·» καὶ ἐπὶ τοῦ ὅλαι.
[πάτασσεν] ὑπ' ἀγωνίας ἐπλήσσετο.
[πάτον] τὴν πεπατημένην ὁδὸν καὶ λεωφόρον.
[παύρους] ὀλίγους.
[παφλάζοντα] τῶν πεποιημένων κατὰ μίμησιν.
[πέδιλα] τὰ ὑποδήματα, οἱονεὶ τὰ τοῖς ποσὶν εἰλούμενα.
[πέζῃ] τῷ ἄκρῳ τοῦ ῥυμοῦ.
[περί] ἐπὶ μὲν τοῦ ἡμῖν συνήθους «αἳ περιναιετάουσιν,» ἐπὶ δὲ τοῦ ὑπέρ «περὶ μὲν βουλῇ Δαναῶν,» καὶ ἐπὶ τοῦ περισσῶς «περὶ γάρ μ' ἐφίλει.»
[πείρατα] ἐπὶ μὲν τῶν δεσμῶν, καὶ ἐπὶ τοῦ πέρατα. σημαίνει καὶ τὰ τεχνικὰ ἐργαλεῖα.
[πεῖραρ] τὸ μὲν πέρας τοῦ σχοινίου «πεῖραρ ἐπαλλάξαντες,» ἐπὶ δὲ τοῦ πέρατος «πεῖραρ ὀϊζύος.»
[πείρινθα,] ἃ λέγομεν πειρίνθια, τὰ ἐπὶ τῆς ἁμάξης, εἰς ἃ ἐντίθεται τὰ πρὸς τὴν χρείαν, ἕνεκα τοῦ πλείω χωρεῖν.
[πειρήσοντα] διάπειραν ληψόμενον.
[πείσεα] οἱ πότιμοι τόποι καὶ πόαν ἀνιέντες.
[πείρων] διαπερονῶν καὶ οἷον διαπερῶν.
[πέλλας] ἀγγεῖα γάλακτος.
[Πελασγοί] οἱ Θεσσαλοί.
[πέλεθρον] πλέθρον. ἔστι δὲ μέτρον γῆς, ἕκτον σταδίου.
[πελώριος] μέγας, ἀπὸ τοῦ προσπελάζειν τῷ Ὠρίωνι.
[πεμπάσσεται] κυρίως ἡ κατὰ πεντάδα ἀρίθμησις· πέμπε γὰρ οἱ Αἰολεῖς τὰ πέντε λέγουσιν.
[πεμπώβολα] πέντε ὀβελίσκοι τριαινοειδεῖς ἐκ μιᾶς ἀρχῆς.
[πεξαμένη] ὁ Ἀπίων κτενισαμένη, καὶ ὁ Ἀπολλόδωρος. ἐπιφέρει δὲ καὶ τὸ τὰ ἔρια ξαίνειν πείκειν, καὶ τὸ κείρειν, ταὐτὸ πέξαι, καὶ ὁ πόκος. δηλοῖ δὲ καὶ τῷ καταξάνασα.
[πέπον] λαμβάνεται καὶ ἐπὶ ἐπαίνου καὶ ἐπὶ τοῦ ἐκλύτου. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν πεπαινομένων καρπῶν, οἳ μετρίως μὲν πεπανθέντες εὔχρηστοι καὶ ἀπόδεκτοι, ὑπερπεπανθέντες δὲ ἔκλυτοι καὶ σεσηπότες.
[πέπλος] ἔνδυμα γυναικεῖον, περόναις διακατεχόμενον. καὶ ἔστι κατὰ τὸ ἔτυμον, ἐν συγκοπῇ, περίπελος, ὁ περὶ ὅλην τὴν φοροῦσαν πελόμενος, τουτέστι γινόμενος.
[πέρασας] εἰς τὸ πέρας τῆς γῆς διεπέρασας, ἐπώλησας.
[περιῤῥηδής] περιῤῥησσόμενος, περικεκλασμένος. βέλτιον δὲ μεταφορικῶς περιῤῥεόμενος· βάλλεται γὰρ καὶ τὸ ποτήριον κρατῶν, ὡς ἅμα τῇ πόσει περιῤῥεῖσθαι πεσόντα. ὁ δὲ Ἀρίσταρχος στροβηθεὶς περιφερὴς ἔπεσε τῇ τραπέζῃ, ὡς περικλασθῆναι περὶ αὐτήν· «περιῤῥηδὴς δὲ τραπέζῃ κάππεσεν.»
[περκνόν] μελανόν. καὶ περκάζειν ἔτι λέγομεν τὴν σταφυλὴν τὴν ἤδη μελαινομένην.
[περιτρέφεται] περιπήσσεται· ὅθεν καὶ τροφαλὶς τὸ πεπηγμένον γάλα.
[Πέργαμον.] οὕτως ἐλέγετο ἡ ἀκρόπολις τῆς Ἰλίου.
[περιώσιον] περιωσίως.
[περιδώσομαι] συνθήσομαι.
[περιτροπέων] περιτρεπόμενος.
[περιδέξιος] οἱ μὲν περισσῶς δεξιὸς περὶ τὴν τοῦ δόρατος βολήν, οἱ δὲ καὶ ἀμφοτέρων τῶν χειρῶν ὡς τῇ δεξιᾷ βάλλων.
[περιβῆναι] πεπτωκότος ὑπερασπίσαι.
[περιωπή] τόπος ὑψηλός, ἀφ' οὗ ἔστι περισκέψασθαι.
[περιάγνυται] περικατακλᾶται καὶ οἷον περιέρχεται.
[περίδρομος] πάντῃ περιέρχεσθαι δυνάμενος.
[περισχόμεθα] οἱονεὶ περισσῶς ἔσχομεν, ἀντελαβόμεθα καὶ περιεφεισάμεθα.
[περικλυτός] περισσῶς διαπεφημισμένος.
[περισκέπτῳ] πάντοθεν ὁρωμένῳ· «περισκέπτῳ ἐνὶ χώρῳ.»
[περίμετρον·] «λεκτὸν καὶ περίμετρον.»
[περιπευκές] περισσῶς πικρόν.
[περίκηλα] περισσῶς ξηρά, οἷον εἰς τὸ κεάσαι εὔθετα.
[πέτηλα] φύλλα, καὶ [ὑψιπέτηλα] τὴν εἰς ὕψος φύλλα ἔχουσαν.
[πευκαλίμῃσι] ταῖς πικραῖς καὶ συνεταῖς φρεσί, καὶ [πευκεδανὸν] τὸ πικρόν, ἀπὸ τῆς πεύκης, καὶ πευκεδανὸν πόλεμον τὸν πικρὸν μεταφορικῶς, ἐπεὶ πολλῶν αἴτιος κακῶν.
[πεφευγμένος] πεφευγώς.
[πεφάσθαι] πεφονεῦσθαι, παρὰ τὸ φάσαι· ὅθεν καὶ τὸ φάσγανον.
[πελέκκῳ] οἷον στελεῷ· «ἀμφὶ πελέκκῳ.»
[πεντηκοντόγυον] πεντήκοντα γύας ἔχον· γύης δὲ μέτρον γῆς.
[περιμήκετον] περισσῶς μακρὰν καὶ ὑψηλήν.
[πεφράδοι] διασημάνειεν. ὁ δὲ Ἀπίων ἀνείποι, τοῦ Ἀριστάρχου σεσημειωμένου ὅτι τὸ φράσαι οὐδέποτε ἐπὶ τοῦ εἰπεῖν τάσσεται.
[πῆ] ἐς τίνα τόπον· «πῆ ἔβη Ἀνδρομάχη;» καὶ «πῆ δὴ τόνδε μολοβρὸν ἄγεις;» ὁ δὲ Δημήτριος ὁ Ἰξίων, τοῦ ποῖ τῶν Ἀττικῶν ὄντος ἰδίου, τὸ δὲ πῆ Ἰακὸν καὶ Ὁμήρῳ σύνηθες. τοῦτο δὲ βαρυτονηθὲν ἀόριστον γίνεται, οἷον «νῦν δ' ἂρ οὔτ' ἄρ πη θέσθαι ἐπίσταμαι» ἀντὶ τοῦ εἰς οὐδένα τόπον ἐπίσταμαι.
[πηγυλίς] παγετός.
[πηγεσιμάλλῳ] εὐπαγεῖς μαλλούς, τουτέστι εὐτραφεῖς.
[πηδῷ] τῷ πλάτει τῆς κώπης, ὡς μὲν Ἀπίων, ἀπὸ τοῦ παίειν, ὡς δ' ἔνιοι, ἀπὸ τοῦ ξύλου τοῦ πηδίνου λεγομένου, ὡς δὲ πιθανώτερον, ἀπὸ τοῦ κατὰ τὴν πῆξιν ὥσπερ πηδᾶν τὴν κώπην.
[πήληξ] περικεφαλαία, ἀπὸ τοῦ πάλλεσθαι, ὅ ἐστι κινεῖσθαι.
[Πηληϊάδα] τὸ δόρυ ἰδίως τὸ τοῦ Ἀχιλλέως, ὅπερ αὐτὸς ὁ ποιητὴς ἠτυμολόγηκε λέγων «Πηληϊάδα μελίην,» ὥστε παρὰ τὸ ὄρος τὸ Πήλιον εἰρῆσθαι. ἔστι δὲ τῆς Θετταλίας.
[πηός] ὁ κατ' ἐπιγαμίαν οἰκεῖος.
[πῖαρ] τὸ λιπαρὸν καὶ πιότατον.
[πιδηέσσης] καθύγρου, πιδακώδους. συνήθως δὲ τὴν Ἴδην λέγει. καὶ [πολυπιδάκου] πολλὰς ὕδατος ἀναβολὰς ἐχούσης.
[πιείρη] λιπαρά. ὅταν δὲ λέγῃ τὴν πίειραν, μεταφορικῶς τὴν εὐδαίμονα λέγει, καὶ πίονα δῆμον τὸν λιπαρὸν καὶ εὐδαίμονα. ὁ δὲ Ἀπίων ἀναγράφων, καὶ τὸ πεῖαρ ἠγνόησεν, ὅ ἐστι πέρας, διὰ τοῦ [ε] καὶ [ι] θέλει γράφεσθαι, ὅ ἐστι «μέγα πεῖαρ ὀϊζύος ἡμῖν ἱκάνει.»
[πίσυρας] τέσσαρας.
[πίσυνοι] πεποιθότες.
[πιθήσας] πιστεύσας.
[πίνακας] τὰ θραύματα τῆς νεώς.
[πινυτήν] φρόνησιν.
[πιτνάς] ἐκτείνων· «εἰς ἐμὲ χεῖρας πιτνάς.»
[πιφαυσκόμενος] διασημαίνων· «πιφαυσκόμενος τὰ ἃ κῆλα.»
[πίονα ἔργα] τὰ γεωργικὰ λέγει κατ' ἐξοχήν. πίονα δὲ τὰ ἡμᾶς πιαίνοντα, πιαντικά.
[πιφαύσκων] ἐμφανίζων καὶ λέγων.
[πλάζεται] πλανᾶται. ὅταν δὲ «κῦμα δέ μιν προσπλάζον,» λέγει ἀντὶ τοῦ προσπελάζον, οἷον προσεγγίζον.
[πλατὺν Ἑλλήσποντον.] οὐ καθολικῶς λέγει πλατύν, ἀλλὰ τὸ κατὰ τὴν Τροίαν μέρος τοῦ Ἑλλησπόντου, ἀπὸ τοῦ μέρους τὸ ὅλον τροπικῶς λέγων· κατὰ γὰρ Σηστὸν καὶ Ἄβυδον πλατύς ἐστιν Ἑλλήσποντος.
[πλεῖαι] πλήρεις.
[πλήμνη] ἡ χοινικὶς τοῦ τροχοῦ, ἀπὸ τοῦ πληροῦσθαι ὑπὸ τοῦ ἄξονος.
[πλῆξαι] τὸ ἐκ χειρὸς πατάξαι.
[πλημυρίς] τὸ ὅρμημα τῆς θαλάσσης.
[πλήσσοντο] διέβαινον· «εὖ δ' ἐπλήσσοντο πόδεσσιν.» τῶν ἅπαξ εἰρημένων.
[πλωτῇ] λέγει μὲν ἐπὶ τῆς Αἰόλου νήσου, ὁ μέντοι Κράτης ἀκούει πλεομένῃ, ὁ δὲ Ἀρίσταρχος κινουμένῃ καὶ πλεούσῃ.
[πλῶεν] ἔπλεον.
[πλείου] πλήρους. καὶ «πλεῖος δόμος.»
[πλῆντο] προσεπέλασαν. σημαίνει καὶ τὸ ἐπληροῦντο.
[ποδάρκης] ὁ τοῖς ποσὶν ἐπαρκούμενος, ἑαυτῷ τε καὶ τοῖς συμμάχοις ἐπαρκῶν, τουτέστι βοηθῶν. σημαίνει δὲ καὶ κύριον ὄνομα τοῦ Πρωτεσιλάου ἀδελφοῦ· «ἀλλὰ σφέας Ποδάρκης ὄζος Ἄρηος.»
[ποδήνεμος] ταχεῖα, διὰ τοὺς πόδας τρόπον ἀνέμων ἔχουσα.
[ποδηνεκέα] βαθεῖαν, ὥστε ἀπὸ τοῦ αὐχένος μέχρι τῶν ποδῶν διικνεῖσθαι.
[ποινή] ἀντέκτισις· κυρίως δὲ τὴν ὑπὲρ φόνου.
[ποιήεντα] πόαν ἔχοντα, σιτοφόρον.
[πολύκλητοι] οἱ ἀπὸ πολλῶν τόπων κεκλημένοι βοηθεῖν.
[πολυπάμονος] πολλὰ πεπαμένου, τουτέστι κεκτημένου.
[πολιόν τε σίδηρον] τὸν λευκὸν καὶ λαμπρὸν μεταφορικῶς, καθάπερ πολιὴν τὴν θάλασσαν τὴν λευκὴν ἀπὸ τῆς τῶν κυμάτων φαντασίας. ὁ δὲ Ἀπίων φησίν· ὅταν κλασθῇ ὁ σίδηρος, λευκὸς φαίνεται· ἢ τίμιον· ἢ ὅτι διὰ πολλοῦ φαίνεται καὶ λευκός. ἡ δευτέρα καὶ ἀσαφὴς καὶ μακρόθεν· θέλει γὰρ τίμιον, καθὸ καὶ οἱ γέροντες πολιοὶ ὄντες τίμιοι εἰσίν. τοῦτο δέ ἐστιν ἀπίθανον καὶ μακρόθεν· διὰ τοῦτο γὰρ οὐδέποτε εἶπε τὸν χρυσὸν πολιόν. καὶ τὸ τρίτον δὲ τῆς ἐτυμολογίας ἀβέβαιον.
[πολυκλH+ῖσι] ταῖς πολυκαθέδροις ναυσί· κλH+ῖδες γὰρ αἱ τούτων καθέδραι.
[πολύκεστος] πολυκέντητος, ἐξ οὗ τὸν ποικίλον θέλει δηλοῦν.
[ποιμήν] κυρίως μὲν ὁ τῶν προβάτων. μεταφορικῶς δὲ ἀπὸ τῶν προβάτων ἔστιν ὁ ἡγεμών, καὶ τὸν βασιλέα λέγει.
[πολυμήτης] πολύβουλος, πολλὰ βουλεύσασθαι δυνάμενος.
[πολύκμητον] τὸν σίδηρον ἐπιθετικῶς, τὸν μετὰ πολλοῦ καμάτου γεγενημένον, ἢ τὸν πολὺν κάματον παρέχοντα.
[πόνος] τὸ ἐνέργημα.
[πολύαινε] Ἀρίσταρχος πολλοῦ ἐπαίνου ἄξιε. οἱ δὲ πολύμυθε.
[πολύαρνι] τῷ πολλοὺς ἄρνας κεκτημένῳ. θέλει δὲ διὰ τοῦ εἰδικοῦ τὸ γενικὸν σημαίνειν, πολλῶν θρεμμάτων δέσποτα.
[ποντοπόροισι,] ἐπιθετικῶς, ταῖς ναυσὶ ταῖς τὸ πέλαγος διαπεραιουμέναις.
[πόποι] ἐπιφώνημα σχετλιαστικόν. τινὲς δὲ ἔδοξαν σημαίνειν ὦ θεοί· ὁ γοῦν Εὐφορίων φησὶν «ἐν δὲ πόποις ἔσσαντο.» τινὲς δὲ τούτῳ βοηθοῦντες φασὶ συναλοιφὴν εἶναι, ἐν δὲ ἐπόποις, ἀντὶ τοῦ ἐπόπταις.
[πολλά] ἐπὶ μὲν τοῦ πολλαχῶς «πολλὰ δ' ὅγ' ἐν πόντῳ πάθεν ἄλγεα,» ἐπὶ δὲ τοῦ ἡμῖν συνήθους «πολλὰ δέ οἱ πρόβατ' ἔσκε.»
[πόρεν] περιεποίησεν, οὐχὶ δὲ παρέσχεν· «πόρεν δ' ὅγε σήματα λυγρά.»
[πόρκης] ὁ δάκτυλος τῆς ἐπιδορατίδος. καὶ ἔστιν ἐτύμως περιοχής, ἀπὸ τοῦ περιέχειν τὴν ἐπιδορατίδα.
[πόρτις] ἣν δάμαλιν καλοῦμεν. λέγει δὲ αὐτὴν καὶ πόρτακα· «ἀμφὶ δ' ἂρ αὐτῷ βαῖν' ὅστις περὶ πόρτακι μήτηρ.» λέγονται δὲ καὶ πόριες.
[πορφύρῃ] πορφυρίζηται, ταράσσηται· «ὡς δ' ὅτε πορφύρῃ πέλαγος.» ἐστιν οὖν πεποιημένη ἡ λέξις, ὡς τὸ μορμύρων.
[πόρδαλις.] τοῦ ποιητοῦ λέγοντος ποτὲ μὲν διὰ τοῦ [ο] στοιχείου, «πόρδαλις ἠδὲ μέγας σῦς,» ποτὲ δὲ διὰ τοῦ [α], «παρδαλέην ὤμοισιν ἔχων.» Ἀπίων δέ φησι διαφέρειν· πόρδαλιν μὲν γὰρ τὸ ἀρσενικόν, πάρδαλιν δὲ τὴν θήλειαν, καὶ τὸν μὲν ἀπὸ τοῦ προάλλεσθαι, τὴν δὲ ἀπὸ τοῦ παράλλεσθαι. ῥητέον δὲ ὅτι κοινῶς φαίνεται λέγων, «θώων πορδαλίων λύκων τ' ἤϊα πέλονται,» ὥστε ἐπὶ τοῦ ζῴου διὰ τοῦ [ο], ἐπὶ δὲ τῆς δορᾶς διὰ τοῦ [α].
[πορφύρεος θάνατος] μέλας καὶ βαθύς.
[πόσιος] ποτὲ μὲν τῆς πόσεως, ποτὲ δὲ τοῦ κατὰ νόμον ἀνδρός.
[πότνια] σεβαστὴ καὶ ἔνδοξος. ὁ δὲ Ἀπίων δέσποινα, τιμία.
[πότμος] θάνατος.
[πραπίδες] φρένες. καὶ τὸν τόπον δὲ ἔοικεν ὁμωνύμως σημαίνειν· διό φησιν «ἧπαρ ὑπὸ πραπίδων.»
[πραμνείῳ] ἤτοι τῷ ἐκ τῆς πραμνείας ἀμπέλου οὕτω λεγομένῳ. οἱ δὲ τῷ παλαιῷ καὶ παραμεμενηκότι, οἱονεὶ παραμενείῳ τινὶ ὄντι. ὁ δὲ Ἀπίων πραμνείῳ οἷον πραϋντικῷ καὶ πραΰνοντι τὸ μένος τῶν πινόντων, διὰ τὸ εὔποτον αὐτὸν εἶναι.
[πρεσβυτάτην] ἐντιμοτάτην. ὅταν δὲ λέγῃ «πρεσβύτερος δὲ σύ ἐσσι,» καθ᾿ ἡλικίαν ἡμεῖς λέγει.
[πρηνής] ὁ ἐπὶ πρόσωπον πεπτωκώς, ἀπὸ τοῦ προνενευκέναι.
[προθελύμνους] ἄλλας ἐπ᾿ ἄλλαις· «πολλὰς δ' ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας.» καὶ ἐπὶ τοῦ «προθέλυμνα χαμαὶ βάλε δένδρεα» ἄλλα ἐπ᾿ ἄλλοις ἐστὶν πεπτωκότα, ἀπὸ τοῦ προτεθεῖσθαι ἐπ᾿ ἀλλήλοις. τὸ δ' αὐτὸ καὶ ἐπὶ τῶν τριχῶν. καὶ ὅταν λέγῃ «σάκος θέτο τετραθέλυμνον» ἀντὶ τοῦ τετράπτυχον, ἀπὸ τῆς αὐτῆς ἐννοίας, τὸ ἐπὶ τέσσαρσι πτυχαῖς τεθειμένον καὶ κατεσκευασμένον.
[προδοκῇσι] προενέδραις· «δεδεγμένος ἐν προδοκῇσι.»
[πρῆσαι] ἐμπρῆσαι. σημαίνει καὶ τὸ φυσῆσαι· «ἔπρησεν δ' ἄνεμος μέσον ἱστίον» καὶ «δάκρυ ἀναπρήσας.» ὅθεν καὶ ἡμεῖς τοὺς πεφυσημένους πεπρησμένους λέγομεν.
[προβοῶντε] ὁ μὲν Ἀπίων προβαίνοντες ἢ φωνοῦντες· καὶ γὰρ «ἤϊε μακρὰ βιβάς,» οἷον προεγκελευόμενος μετὰ βοῆς.
[προβλῆτας.] ἐπὶ τοῦ «στήλας τε προβλῆτας ἐμόχλευον» ἐὰν μὲν τὰς στήλας, οἱ μὲν τὰς ἔξω προβεβλημένας, ὡς τὰς Αἰγυπτιακὰς οἰκοδομάς, ἕνεκεν ἀσφαλείας, οἱ δὲ τὰς πρώτας βεβλημένας, ὅπερ καὶ μᾶλλον· ἐπεξηγεῖται γὰρ αὐτὸς εἰπὼν «ἃς ἂρ Ἀχαιοὶ πρώτας ἐν γαίῃ θέσαν.» ὅταν δὲ λέγῃ «προβλῆτι σκοπέλῳ,» ἑτέρως ἀκουστέον, τῷ προβεβλημένῳ φυσικῶς εἰς θάλασσαν.
[πρωτοπαγής.] ἐπὶ μὲν τῶν ἁρμάτων δίφρων τὸ ἐπίθετον, σημαίνει δὲ τοὺς πρώτως νῦν πεπηγμένους· «καλοὶ πρωτοπαγεῖς.» πρωτοπαγέα δὲ πρώτως παγεῖσαν, ὅ ἐστιν ἐξόχως, ἢ πρῶτον πεπηγυῖαν, ὅ ἐστι καινήν· ἔστι γὰρ τὸ μὲν τάξεως, τὸ δὲ ποιότητος.
[πρόγονοι] πρωτόγονοι ἄρνες. αἱ δὲ μετὰ ταῦτα γεννώμεναι μέτασσαι λέγονται, ἕρσαι δὲ αἱ ἁπαλαὶ καὶ αἱ ἐν τῷ ἔαρι γεγενημέναι· «χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι, χωρὶς δ' αὖθ' ἕρσαι.»
[προΐηλε] ἐπὶ μὲν τοῦ προσέφερεν καὶ προεξέτεινεν «ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν,» ἐπὶ δὲ τοῦ ἐξέπεμψεν «Ζεὺς δ' ἔριδα προΐαλλε.»
[πρόχνυ] ἐπὶ μὲν τοῦ ἐπὶ γόνατα, προγόνυ, «πρόχνυ καθεζομένη,» ἐπὶ δὲ τοῦ παντελῶς «πρόχνυ ἐπὶ πολλῶν ἀνδρῶν.»
[πρόκας] οἱ μὲν ἐλάφους, οἱ δὲ ἕτερόν τι ζῴου εἶδος ὅμοιον λαγωῷ, ὃ καλεῖται δορκάς. Ἀπίων δὲ ἀπὸ τοῦ μεγάλα κέρατα ἔχειν ἐτυμολογεῖ, οἷον προκέρας, πρὸ τοῦ τῆς ἡλικίας κέρας φύειν.
[πρόμος] ὁ βασιλεύς, ὅ ἐστι πρόμαχος.
[προμνηστῖναι] ἀναδεχόμεναι ἀλλήλας, οἷον κατὰ μίαν, καὶ οἷον προμενεστῖναι οὖσαι, ἀπὸ τοῦ ἀναμένειν ἀλλήλας.
[προβόλῳ] προβεβλημένῃ πέτρᾳ εἰς θάλασσαν ἢ τόπῳ ἐξέχοντι.
[προκρόσσας] ἄλλας ἐπ᾿ ἄλλας· «τῷ ῥα προκρόσσας ἔρυον.»
[προδόμῳ] τῇ πρὸ τοῦ οἴκου παραστάδι.
[προτέρω] εἰς τοὔμπροσθεν.
[προΐκτης] προσαίτης, ἀπὸ τοῦ προῖκα βούλεσθαι λαμβάνειν, τουτέστι δωρεάν, ἢ ἀπὸ τοῦ προϊκνεῖσθαι καὶ δέεσθαι, οἷον προαπαντᾶν.
[προΐαψεν] προδιέφθειρεν. ἐμφαίνει δὲ τὴν μετ' ὀδύνης αὐτῶν ἀπώλειαν.
[προχόῳ] τῇ ἐπιχύσει.
[πρότμησις] ὁ παρὰ τὸν ὀμφαλὸν τόπος ἢ ὑπὲρ τὸν ὀμφαλόν, κατὰ λαγόνα. μετενήνεκται δὲ ἀπὸ τῶν τετραπόδων, ἅπερ ἀνατέμνεται ἀπ' ἐκείνου τοῦ μέρους. ἢ κατὰ τὸν μηρόν· προεκτέμνουσι γὰρ αὐτὰ τῶν ζῴων, οἷον «μηρούς τ' ἐξέταμον.» οἱ δὲ τὴν ὀσφὺν ἀποδιδόασιν, οἱ δὲ αὐτὸν τὸν ὀμφαλὸν διὰ τὸ ἐκτέμνεσθαι τῶν βρεφῶν. τῶν δ' ἅπαξ εἰρημένων.
[πρόκλυτα] τὰ ἔμπροσθεν ἀκουσθέντα· «πρόκλυτ' ἀκούοντες.»
[προβλώσκειν] οἷον προμολίσκειν.
[προφόως] πρὸ τοῦ καθήκοντος χρόνου εἰς φῶς αὐτὸν προήγαγεν· «ἐκ δ' ἄγαγε προφόωσδε καὶ εἰλιτόμηνόν περ ἐόντα.»
[προικός] τῆς δωρεὰν δόσεως.
[προαλεῖ] τῷ καταφερεῖ καὶ προαλίζοντι τὸ ὕδωρ.
[πρόβατα] πάντα τὰ τετράποδα, τὸ πρὸ τῆς βάσεως ἑτέραν ἔχειν βάσιν.
[προτραπέσθαι προτιβάλλεαι] ὁ μὲν Ἀπίων προκωλύεις· οἱ γὰρ πυκτεύοντες τῇ προβολῇ κωλύουσι. μήποτε δὲ ὡς οἱ Ἀττικοὶ προβάλλεσθαι τόνδε ἀντὶ τοῦ μισεῖν καὶ ἐφ' ἑαυτῶν ῥιπτεῖν.
[πρότυψαν] προενέσεισαν· «Τρῶες δὲ πρότυψαν.» ὅταν δὲ ἐν τῇ Ω τῆς Ὀδυσσείας ὁ Ἡλιόδωρος λέγῃ ἐπὶ τοῦ Λαέρτου «μένος προύτυψεν,» προσέπεσεν, προσέσεισεν.
[πρυμνόν] τὸ ἔσχατον, καὶ [πρυμνὴν] τὴν ἐσχάτην. καὶ ὁ λίθος «πρυμνὸς παχύς.» καὶ ἡ τῆς νεὼς πρύμνα τὸ ἔσχατον μέρος.
[πρυμνωρείῃ] τοῖς ἐσχάτοις μέρεσι τοῦ ὄρους.
[πρόμολε] πρόελθε· «Ἥφαιστε πρόμολ' ὧδε.»
[προβαλοίμην] ὑπερβαλοίμην.
[πρυλέες] πεζοί, οἷον πρυλέες, οἱ πορείᾳ χρώμενοι.
[πρωθήβην] ἄρτι ἡβῶσαν, ἀκμάζουσαν.
[πρώτῃσι θύρῃσι] ἐπ᾿ ἄκραις ταῖς θύραις, οἷον ἐπὶ τοῦ ὁδοῦ.
[πρώτῳ ῥυμῷ] τῷ ἄκρῳ. δηλοῖ δὲ καὶ τὸ σύνηθες ἡμῖν· «πρώτῳ τοι μετ' ἐμεῦ.»
[πρών] ὄρους ἐξοχή, ἀπὸ τοῦ προῶσθαι· «ὥστε πρὼν ἰσχάνει ὕδωρ.»
[πτερόεντα] εὐάρμοστα· οὐδὲν γὰρ πτερῶν εὐαρμοστότερον· ἐὰν γοῦν μικρὸν παρατραπῇ, ἄχρηστον. βέλτιον δέ, τρόπον πτερῶν, τουτέστι ταχέα. ὅταν δὲ λέγῃ λαισήϊα πτερόεντα, ἤτοι τὰ τῷ σχήματι παραμήκη, ὡς πτερά, ἢ κοῦφα.
[πτόρθος] κλάδος, βλαστός.
[πτυόφιν] πτύου. ἔστι δὲ γεωργικὸν ἐργαλεῖον.
[πτύχες] αἱ τῶν ὀρῶν κατακλίσεις, καὶ [πολυπτύχου Ὀλύμποιο] τοῦ πολλὰ ἀποκλίματα ἔχοντος. λέγονται δὲ καὶ τῆς ἀσπίδος πτύχες τὰ διάφορα ἐπ᾿ ἀλλήλοις ἐλάσματα.
[πτωχός] ὁ ἐπαίτης, παρὰ τὸ πτώσσειν, ὅ ἐστι ταπεινοῦσθαι. σημαίνει καὶ τὸ ἐπαιτεῖν· «ἀλλὰ πτώσσων κατὰ δῆμον.» ἀπὸ τῆς αὐτῆς δὲ ἐννοίας ἐπιθετικῶς ὁ λαγωὸς πτώξ· δειλὸν γὰρ τὸ γένος, καὶ διὰ τοῦτο ταπεινούμενον.
[πυγούσιον] πηχυαῖον· «βόθρον ὀρύξας ὅσον τε πυγούσιον.» πυγὸν γάρ ἐστιν εἶδος μέτρου ἀπὸ τοῦ ἀγκῶνος ἕως ἔξω τῆς χειρός.
[Πυγμαῖοι] ἔθνος πρὸ τῆς Αἰγύπτου, τὸ μέγεθος μικρόν, οἷον πηχυαῖον. ἔνιοι δὲ κακῶς ἀποδεδώκασι γεωργοὺς ἐπὶ τῇ πυγμῇ. προΐενται δὲ τὰ σπέρματα, ἅπερ αἱ γέρανοι κατεσθίουσιν ἐκ Θρᾴκης παραγινόμεναι. οὐκ ἔοικε δὲ ὁ ποιητὴς τοῦτο δηλοῦν· τὸ γὰρ «φόνον κῆρα φέρουσαι» διαμάχην αὐτῶν πρὸς τὰς γεράνους καὶ τὴν ἀναίρεσιν δηλοῖ.
[πύσει] σήψει, καὶ τὸ [πυθομένων] σηπομένων. καὶ τὸ πύον δὲ λέγομεν, αἷμά ἐστι κατὰ μεταβολὴν εἰς σῆψιν ἐπιδεδεγμένον.
[πυκιμήδεος] συνετῆς κατὰ τὰ μήδεα, ὅ ἐστι βουλεύματα.
[πύκα ποιητοῖο] ἐπιμελῶς κατεσκευασμένου.
[πυκινὸν λέχος] τὸ ἐπιμελῶς ἠσκημένον. ὁ δὲ Ἀπίων διὰ τὸ ἐκ πολλῶν ἱματίων τὰ στρώματα συντίθεσθαι.
[πυλάρταο καρτεροῖο.] μίαν διάνοιαν αἱρετέον διὰ τῶν δύο λέξεων· βούλεται γὰρ λέγειν τοῦ τὰς πύλας ἐπαρτῶντος ἰσχυρῶς, οἷον ἐφαρμόζοντος. ἐπὶ δὲ τοῦ Ἅιδου τὸ τοιοῦτόν φησιν, ἐπεὶ τῶν ἀποθανόντων οὐχ οἷόν τέ ἐστιν ἐκ τῶν ὑπογείων τόπων καθυποστρέψαι. ὁ δὲ Ἀπίων πυλάρταο τοῦ ταῖς πύλαις προσηρτημένου, ἢ πύλας ἀπαρτίζοντος, ἢ πυλωροῦ ἰσχυροῦ.
[Πυριφλεγέθων] ποταμὸς ἐν Ἅιδῃ.
[πυρὸς αὐγή] ὁ καταφωτιζόμενος ὑπὸ τοῦ πυρὸς τόπος.
[πύργος] ὁτὲ μὲν κυρίως, «πύργῳ ἐφειστήκει,» ὁτὲ δὲ τεῖχος, «οἳ δ' ὡς οὖν εἶδον Ἑλένην ἐπὶ πύργον ἰοῦσαν» καὶ «ὑπερβήσομαι ἣν πέρι πύργος ὑψηλός·» ὅθεν καὶ τὴν ἀτείχιστον ἀπύργωτον λέγει. ὁτὲ δὲ τὴν τάξιν, «νῦν δὲ φίλως χ' ὁρόω καὶ εἰ δέκα πύργοι Ἀχαιῶν,» καὶ ἐπιῤῥηματικῶς «οἱ δέ τε πυργηδόν.» ὁτὲ δὲ δὴ μέρος τι τείχους, «τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν.» ὁτὲ δὲ κατὰ μεταφορὰν ἀσφάλειαν καὶ φυλακήν, «τοῖος γάρ σφιν πύργος ἀπώλετο.»
[πύρνον] τὴν σιτοδοσίαν, τροφήν, παρὰ τὸν πυρόν. ὁ δὲ Ἀπίων τὰ μὲν πύρνα σιτία, τὸν δὲ πύρνον ψωμόν.
[πυρπολέοντας] οἷον πῦρ ποιοῦντας, πυρπολουμένους.
[πωλεῖται] συνεχῶς ἐπὶ τὸν αὐτὸν τόπον πορεύεται.
[ῥαδινόν] λεπτόν, οἱονεὶ ῥαδονόν, παρὰ τὸ ῥᾳδίως δονεῖσθαι.
[ῥαθάμιγγες] σταγόνες.
[ῥαιστῆρα] σφῦραν· «ῥαιστῆρα κρατερήν.»
[ῥάπτειν] μεταφορικῶς μηχανᾶσθαι καὶ κατασκευάζειν.
[ῥάσσατε] ῥάνατε.
[ῥέξας] ἐπὶ μὲν τοῦ θύσας «ῥέξας ἱερά,» ἐπὶ δὲ τοῦ πρᾶξαι «ῥεχθὲν δέ τε.»
[ῥέθη] τὰ μέλη τοῦ σώματος· «ψυχὴ δ' ἐκ ῥεθέων.»
[ῥεῖθρον] τὸ ῥεῦμα, ὃ διῃρημένως ῥέεθρον λέγεται. λέγεται δὲ οὕτως καὶ ὁ ἐν Ἰθάκῃ λιμήν. ἐπίθετον δὲ αὐτοῦ ἐστί, διότι φέρεται ῥεῖθρον εἰς αὐτὸν ἐκ τοῦ ἄλσους.
[ῥεῖα ζώοντες] ἀμόχθως καὶ ῥᾳδίως καὶ ἀπόνως.
[ῥήγεα·] «ῥήγεα σιγαλόεντα» περιστρώματα.
[ῥηγμίν] ὁ αἰγιαλός, ἀπὸ τοῦ περιῤῥήγνυσθαι αὐτῷ τὸ κῦμα.
[ῥηξήνορα] πολεμιστήν, ἀπὸ τοῦ διαῤῥήσσειν τὰς φάλαγγας, τουτέστι τὰς τάξεις τῶν ἀνδρῶν. καὶ αὐτὸ τὸ ἔργον [ῥηξηνορίη·] «ἔργον δέ μοι οὐ φίλον ἔσκεν, οὐ ῥηξηνορίη.» ἔστι δὲ καὶ κύριον ὄνομα· «Ναυσίθοος τέκε Ῥηξήνορά τ' Ἀλκίνοόν τε.»
[ῥήσσοντες] τύπτοντες.
[ῥήτρη ὁ] μὲν Ἀπίων ὁμιλία, ῥῆσις, ἀπὸ τοῦ ῥήσκειν, ὅ ἐστι λέγειν, ὅθεν καὶ ῥήτωρ ὠνόμασται. βέλτιον δὲ τὴν ἐπὶ ῥητοῖς τισὶ συνθήκην ποιεῖν.
[ῥίγησεν] ἔφριξεν, καὶ [ῥίγιον] τὸ φρικτὸν καὶ χαλεπόν, καὶ [ῥιγέστατα] τὰ φρικτὰ καὶ χαλεπά, καὶ «ῥιγεδανῆς Ἑλένης» τῆς φρικώδους.
[ῥίμφα] ταχέως.
[ῥινός] ἐπὶ μὲν τοῦ δέρματος τοῦ μυκτῆρος «ῥινὸς ὑπὲρ πυμάτης,» ἐπὶ δὲ τῆς ἀσπίδος «ῥινούς τε βοῶν.»
[ῥινοτόρος] ὁ τοὺς ῥινοὺς διατιτρώσκων, τουτέστι τὰς ἀσπίδας· ἢ ὁ τὸν χρῶτα διατέμνων.
[ῥῖον] ἀκρωτήριον ὄρους· «οὐ γὰρ ἐῴκει ἀνδρὶ σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι.»
[ῥίπεσσι] πλέγμασι.
[ῥοδοδάκτυλος] ἡ ῥοδόχρους, ἀπὸ μέρους καλή. εἴρηται δὲ διὰ τὰς κατὰ τὴν ἀνατολὴν φαινομένας ἀκτῖνας ἡλίου.
[ῥοδόεντι] ῥοδίνῳ· «ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ.»
[ῥοίζησεν] ποιὸν ἦχον ἀπετέλεσεν.
[ῥοχθεῖ] ποιὸν ἦχον ἀποτελεῖ· «ῥόχθει δὲ μέγα κῦμα.»
[ῥυδόν] ῥευστικῶς, ἐν πλήθει, μεταφορικῶς.
[ῥυμός] τοῦ ἅρματος τὸ μέρος.
[ῥύσια] τὰ ἐνεχυράσματα.
[ῥυστάζοντας] ἕλκοντας. ἀπὸ τοῦ αὐτοῦ δὲ καὶ τοὺς ἑλκυστοὺς λίθους καὶ μὴ διὰ χειρῶν βασταχθῆναι δυναμένους ῥυτοὺς λέγει· «ῥυτοῖσι λάεσσι.» ἀπὸ τῆς αὐτῆς ἐννοίας καὶ τοὺς τοξότας καὶ ἕλκειν ἐπισταμένους τὸ τόξον· «οἷόν τε ῥυτῆρα βιοῦ τ' ἔμμεναι καὶ ὀϊστῶν.» σημαίνει δὲ παρὰ τὸ ῥύεσθαι, ὅ ἐστι φυλάσσειν, τὸν φύλακα· «αὐτοῦ.»
[ῥυτῆρες] οἱ τῶν ἡνίων ἱμάντες.
[ῥῶγας] τὰς θυρίδας· «ἀνὰ ῥῶγας μεγάροιο.»
[ῥῶπας] εἶδος φυτοῦ· «ῥῶπάς τε λύγους τε.» καὶ «διαῤῥωπήϊα πυκνά» τοὺς τόπους ἐν οἷς ῥῶπες φύονται.
[ῥωχμός] ῥῆξις, ῥαγάς, οἷον ῥωχμός, ἐκκοπὴ ὕδατος· «ῥωγμὸς ἔην γῆς.»
[ῥώοντο] ὁρμὴν ἐλάμβανον· «χαῖται δὲ ῥώοντο,» «ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί,» ῥῶσιν ἐλάμβανον.
[ῥωγαλέα] διεῤῥωγότα, καὶ [ῥωγαλέον] τὸν διεῤῥηγμένον θώρακα· διὰ γὰρ τοῦ παρακολουθοῦντος εὔχεται Ἀγαμέμνων Ἕκτορα ἀνελεῖν.
[Σαγγάριος] ποταμὸς ἐν Φρυγίᾳ.
[Σάμος] πόλις ἐν Κρήτῃ.
[σάκος] ἀσπίς· ἀφ' οὗ καὶ οἱ νεώτεροι σακτὴν τὴν ὅλην πανοπλίαν λέγουσιν, ὡς Σοφοκλῆς. καὶ «σακεσπάλος ἱππότα Τυδεύς» ὁ πολεμικός, ὁ κατὰ τῶν ἐναντίων τὰ σάκη πάλλων. καὶ τὸ «σάκε' ὤμοισι κλίναντες» τὸ λεγόμενον κεραμιδῶσαι.
[Σάμοιό τε παιπαλοέσσης Θρηϊκίης.] τινὲς ἔδοξαν τὴν νῦν λεγομένην Σαμοθρᾴκην· Θρηϊκίην δὲ νῦν εἰρῆσθαι πρὸς διαστολὴν τῆς ὁμωνυμίας, ἐπεὶ οἶδε καὶ ἐν Ἰωνίᾳ τῆς Καρίας Σάμον Ὅμηρος.
[σάλπιγξ] συνήθως· «ὡς δ' ὅτ' ἀριζήλη φωνή, ὅτε τ' ἴαχε σάλπιγξ.»
[σαρδάνιον.] σαρδόνιος λέγεται γέλως ὁ καθ᾿ ὑπόκρισιν γενόμενος, ἀπὸ τοῦ σεσηρέναι τοῖς ὀδοῦσι.
[σακεσπάλος] Ἀπολλόδωρος ἤτοι τὰ τῶν πολεμίων σάκη διασείων.
[σαυρωτῆρος] τῆς ἐπιδορατίδος.
[σαώτερος] σωτήριος. εἴρηται δὲ ἀπὸ τοῦ ἀπολελυμένου Αἰολικοῦ τοῦ σάος τὸ σαώτερος συγκριτικόν.
[Σαρπήδοντος.] ταύτῃ τῇ κλίσει τοῦ ὀνόματος ἅλις κέχρηται ὁ ποιητής· «Σαρπήδοντος ἑταῖρον Ὀϊκλῆα μεγάθυμον» καὶ «τεύχεα Σαρπήδοντος.» Αἰολικὸν δὲ τὸ σχῆμα, ἀπὸ βαρυτόνου τῆς Σαρπήδων. καὶ τὴν δοτικὴν «Σαρπήδοντι δ' ἄχος γένετο» διὰ τὸ μέτρον δῆλον ὡς ὅτι λέγει. «Σαρπήδων Λυκίων βουληφόρε» φαίνεται ἀπὸ τῆς ὀξυτόνου λέγων· ἐχρῆν γὰρ τὴν αὐτὴν εἶναι τῇ εὐθείᾳ, ὡς ὁ Μυρμηδὼν καὶ ὁ Μακεδών. οὐδέ ἐστιν Αἰολικόν· προεφερόμεθα γὰρ Σαρπήδων καὶ τὴν δοτικήν· ἀλλὰ βαρυτονουμένης εὐθείας. οὐκ Αἰολικὸν δέ, ἀλλ' ὥσπερ τῆς Εὐρήμων Εὐρῆμον, οὕτω Σαρπήδων Σαρπῆδον.
[σάω·] «ἀλλὰ σάω μὲν ταῦτα καὶ σάω δ' ἐμέ» ἀντὶ τοῦ σῶζε.
[σέβας] θαῦμα, κατάπληξις· «σέβας μ' ἔχει εἰσορόωντα.» ἀπὸ τούτου σέβεσθαι τὸ ἐντρέπεσθαί τινα διὰ τὸ θαυμάζειν· «σεβάςσατο γὰρ τόγε θυμῷ,» ὅ ἐστι σεβαστὸν ἡγήσατο.
[σέθεν] σοῦ. τοῦτον δὲ ἴσον δύναται καὶ τὸ σεῦ καὶ τὸ σέο καὶ τὸ σεῖο. τὸ δὲ καθ᾿ Ὅμηρον σύναρθρον ἴσον τῷ τοῦ σοῦ [σοῖο·] «μνήσαιο πατρὸς θεοῖς ἐπιείκελ' Ἀχιλλεῦ.»
[σέλας πυρός] ἡ λαμπρότης τοῦ πυρός. ἀπὸ τούτου καὶ σελήνη.
[Σελλήεις] ποταμὸς ἐν τῇ Θεσπρωτίᾳ, ὅθεν τὸ ἔθνος Σελλοί.
[σεύας] παρορμήσας. ὅταν δὲ φῇ «καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα,» ἀντὶ τοῦ ἀπεσόβησαν. καὶ τὸ «εἴπερ ἂν αὐτὸν σεύωνται» σοβῶσι μεθ' ὁρμῆς. οὕτως καὶ Ἡλιόδωρος.
[σῆμα] ἐπὶ μὲν τοῦ σημείου «καί κ' ἀλαός τοι ξεῖνε διακρίνειε τὸ σῆμα» καὶ πάλιν «σῆμα δέ τοι ἐρέω·» ἐστι δὲ καὶ ἐπὶ τοῦ τάφου.
[σηκοί] αἱ ἐπαύλεις, ἀπὸ τοῦ εἰσαχθέντα σῶα εἶναι. ἀπὸ δὲ τῆς αὐτῆς ἐννοίας τὸ «καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτ' ἄρνες,» συνεκλείσθησαν προβάτων τρόπον ὡς εἰς σηκούς. καὶ ὁ [σηκοκόρος] ὁ ἐπιμέλειαν τῶν σηκῶν ποιούμενος, τοῦ κορεῖν ἐγκειμένου, ὅπερ ἐπὶ τοῦ καλλύνειν καὶ κοσμεῖσθαι τάσσεται· ἀφ' οὗ καὶ νεωκόρος.
[σημάντορες] οἱ βασιλεῖς, ἀπὸ τοῦ σημαίνειν, ὅπερ ἐστὶν ἐπιτάσσειν. ἀπὸ δὲ τῆς αὐτῆς ἐννοίας καὶ τὸν ποιμένα σημάντορα λέγομεν, «σημάντορος οὐ παρεόντος,» καὶ [ἀσημάντοισιν] τοῖς ἀφυλάκτοις.
[σιάλοιο] λιπαροῦ καὶ εὐτραφοῦς. ὁ δὲ Ἀπίων ἐτυμολογῶν τὴν λέξιν φησὶ σιάλους τοὺς μεγάλους σῦς, ἀπὸ τοῦ περὶ τοὺς ὀδόντας σιάλου.
[σιγαλόεντα] σεσιγαλωμένα, πεποικιλμένα. καὶ σιγάλωμα καλοῦσιν οἱ σκυτεῖς ἐν ᾧ τὰ ποικίλα τῶν δερμάτων μελακύνουσι.
[σίζε] μίμημα ἤχου· «ὣς τοῦ σίζ' ὀφθαλμός.»
[Σικανίη] τὸ πρότερον ἡ Σικελία.
[Σίντιες] φημὶ Ὅμηρος φαίνεται λέγων ἄνδρας τινὰς ἐθνικῶς τὴν Λῆμνον οἰκοῦντας· «ἔνθα με Σίντιες ἄνδρες.» ἐν δὲ Ὀδυσσείᾳ «οἴχεται ἐς Λῆμνον κατὰ Σίντιας ἀγριοφώνους.» οὕτως δὲ καὶ Ἀρίσταρχος ἐδέξατο. ὁ δὲ Ἀπίων ἐπιφέρει· Σίντιες οἱ σινωταί, κακοῦργοι· ὅθεν καὶ ὁ λέων σίντης λέγεται. τινὲς δὲ τοὺς ἐν τῇ Λήμνῳ κατοικοῦντας Σίντιας ἀπέδωκαν. φαίη δ' ἄν τις τὸ μὲν λέων σίντης ἐπιθετικῶς παρὰ τὸ σίνεσθαι, καὶ σίνται πληθυντικῶς, παρὰ τὸ βλάπτειν· οἱ δὲ Σίντιες ψιλῶς λέγονται ἐθνικῶς, οὐχὶ πάντως ἀπὸ τῆς αὐτῆς ἐννοίας, ἀλλ' ὡς πολλὰ τῶν βαρβάρων ἐθνῶν, ἃ οὐ πάντως ἐτυμολογοῦμεν, ὡς οὐδὲ τοῦτο.
[σίτου] τροφῆς· «σίτου καὶ οἴνου καὶ κορημένοι.» ὅθεν σιτία.
[σινέσκοντο] ἐκάκουν· «οἵ σφεας σινέσκοντο.»
[σιφλώσειαν] ἐκφαυλίσειεν ἢ ἀφανίσαι.
[Σκάνδεια] πόλις ἢ χωρίον τι τῆς Κύπρου.
[σκαιῇ] τῇ ἀριστερᾷ, παρὰ τὸ ἐσκάσθαι· ἡ γοῦν δεξιὰ παρὰ τὴν δέξιν ὠνόμασται. ἢ ὅτι ἀσθενεστέρα ἐστὶ τῆς δεξιᾶς, τὸ δὲ ἀσθενὲς σκάζει· ὅθεν καὶ ὁ τῇ βάσει λειπόμενος σκάζειν λέγεται. ὕστερον δ' ἐκλήθη κατ' εὐφημισμὸν ἀριστερὰ καὶ εὐώνυμος.
[Σκαιῇσι πύλῃσι.] οὕτω λέγονται αἱ τῆς Ἰλίου πύλαι ἤτοι κατὰ τὴν εἴσοδον ἐξ ἀριστερῶν οὖσαι, ἢ ὅτι σκαιαὶ κατ' αὐτὰς ἐγένοντο μάχαι.
[σκέπτετο] ἐφυλάττετο καὶ ἀπεκρούετο.
[σκῆπτρον] λέγεται μὲν πᾶσα ῥάβδος, ἀπὸ τοῦ ἐπ᾿ αὐτῆς σκηρίπτεσθαι, ὅ ἐστιν [ἐπερεῖσθαι ἤγουν] ἐπερείδεσθαι· ἤδη δὲ καὶ τὸ βασιλικὸν σύμβολον, ποιά τις οὖσα ῥάβδος, σκῆπτρον λέγεται, οἱ δὲ βασιλεῖς σκηπτοῦχοι. ἀπὸ δὲ τῆς αὐτῆς ἐννοίας καὶ «σκηπανίῳ γαιήοχος ὦρσεν Ἀχαιούς,» καὶ [σκηπτόμενος] ἀντὶ τοῦ ἐπερειδόμενος. λέγει δὲ καὶ ἀπὸ τοῦ συμβόλου αὐτὴν τὴν βασιλείαν σκῆπτρον· «σκῆπτρον ἠδὲ θέμιστας.»
[σκέδασον] χώρισον.
[σκίμψαι] ἐμπαγῆναι, ἐμπελασθῆναι.
[σκίδναται] σκεδάννυται, ὅ ἐστι σκορπίζεται· ὁ δὲ Ἡλιόδωρος χωρίζεσθαι. καὶ «σκέδασον ἀποκήδεα θυμοῦ.»
[σκιόεντα] σύσκια διὰ τὸ τῶν δένδρων πλῆθος. ὅταν δὲ λέγῃ καὶ τὰ μέγαρα σκιόεντα, ἤτοι σύσκια ἢ μεγάλα, ἐπεὶ τὰ τοιαῦτα μεγάλην σκιὰν ἐπέχει· «ἀνὰ μέγαρα σκιόεντα.»
[σκεψάμενος] ἀποβλέψας.
[σκέπας] σκέπη.
[σκεπόωσι] σκέπην παρέχουσι.
[σκοτομήνιος] ἀπεσκοτωκυῖα τὴν σελήνην, ἢ ἀσέληνος.
[σκύτος] πᾶν δέρμα· ὅθεν καὶ [σκυτεύς.]
[σκοπός] ἐπὶ μὲν τοῦ κατασκόπου «σοὶ δ' ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι,» ἐπὶ δὲ τῆς ἁπλῶς παρατηρούσης «δμῳάων σκοπός ἐστι κατὰ μέγαρα.»
[σκότος ὄσσε κάλυψεν] θάνατος κατέσχεν.
[σκόπελος] ἀκρωτήριον ἀφ' ἧς ἔστι περισκέψασθαι, σκοπῆσαι.
[σκύζεσθαι] χολοῦσθαι ἢ σκυθρωπάζειν.
[σκῶλος] σκόλοψ· «ὥστε σκῶλον πυρίκαυστον.» ὁ δὲ Ἀπίων ῥάβδος πεπυρακτωμένη. ἔστι δὲ καὶ πόλις ἐν Βοιωτίᾳ· «Σχοῖνόν τε Σκῶλόν τε.» ὁ δὲ Ἀρίσταρχος ἀκάνθης τι γένος· ταύτας δ' εἰώθασι πυρπολεῖν.
[σμάραγος] ψόφος ἢ κίνησις· «σμαραγεῖ δέ τε πόντος.»
[σμερδνόν] δεινόν, καταπληκτικόν.
[Σμινθεῦ] ἐπίθετον Ἀπόλλωνος, κατὰ τὸν Ἀρίσταρχον ἀπὸ πόλεως Τρωϊκῆς Σμίνθης καλουμένης. ὁ δὲ Ἀπίων ἀπὸ τῶν μυῶν, οἳ σμίνθιοι καλοῦνται· καὶ ἐν Ῥόδῳ σμίνθια ἑορτή, ὅτι τῶν μυῶν ποτὲ λυμαινομένων τὸν καρπὸν τῶν ἀμπελώνων Ἀπόλλων καὶ Διόνυσος διέφθειραν τοὺς μύας. ἀλλ' Ἀρίσταρχος ἀπρεπὲς ἡγεῖται ἀπὸ χαμαιπετοῦς ζῴου τὸν θεὸν ἐπιθέτῳ κεκοσμῆσθαι ὑπὸ τοῦ ποιητοῦ.
[σμύχοιτο] ἀφανίζοιτο.
[σμυγερῶς] ἐπιπόνως.
[σμώδιξ] μώλωψ. καὶ φασὶν ἐτυμολογοῦντες ἔνιοι σμώδιξ εἶναι διὰ τὸ τοὺς μώλωπας παρ' ὅλον τὸ σῶμα διαδήλους εἶναι· «πυκναὶ δὲ σμώδιγγες.» ὁ δὲ Ἀπίων οὕτως μεταφράζει· σμώδιξ τὸ ἀπὸ τῆς πληγῆς οἴδημα.
[σορός] συνήθως· «ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορὸς ἀμφικαλύπτοι.»
[Σόλυμοι] ἔθνος βαρβαρικόν. ἔστι δὲ καὶ κατὰ Πισιδίαν ὄρη Σόλυμα καλούμενα.
[σόλος] Ἀπίων δίσκος σιδηροῦς, ὁτὲ δὲ δίσκος λίθινος. ἐπὶ μὲν τοῦ ἐπὶ Πατρόκλῳ ἀγῶνος «σόλον αὐτοχόωνον,» παρὰ δὲ τοῖς Φαίαξι «βόμβησε δὲ λίθος.»
[σόον] ἐμφανῆ καὶ σῶον καὶ ὁλόκληρον.
[Σούνιον] ἀκρωτήριον τῆς Ἀττικῆς.
[σοῖο] τοῦ σοῦ· «μνήσαιο πατρὸς σοῖο.»
[σόοι] σωτήριοι.
[σοφία] πᾶσα τέχνη.
[σπερχόμενος] ἐπειγόμενος.
[σπέος] σπήλαιον.
[σπεῖο] πορεύου, ἐπακολούθησον. καὶ τὸ [σπέσθαι] παρακολουθῆσαι, καὶ «σπεῖό μοι ὁμοίως.» ἐπὶ δὲ τοῦ «τούτου γ' ἑσπομένοιο» δασύνουσιν, ἵν' ᾖ ἑπομένου κατὰ παρέμπτωσιν τοῦ [σ].
[σπιδέος] μεγάλου· «καὶ τὰ μὲν ἠλασάμεθα διὰ σπιδέος.»
[σπεῖρον] καὶ τὸ καλὸν ἱμάτιον καὶ τὸ ῥακῶδες. τέταχε δὲ καὶ ἐπὶ τοῦ ἐκ τῶν ἱματίων πεποιημένου ἀρμένου· «τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον.»
[σπιλάδες] ὁ μὲν Ἀπίων αἱ ἐν ὕδατι κοῖλαι πέτραι, ὁ δὲ Ἡλιόδωρος αἱ παραθαλάσσιοι πέτραι καὶ πεπιλημέναι ὑπὸ τῶν κυμάτων.
[σπουδῇ] μόλις καὶ δυσέργως· «σπουδῇ δ' ἕζετο λαός.» ὅθεν καὶ τὸ [ἀσπουδεί,] οἷον ἄνευ κακοπαθείας. τάσσει δέ ποτε καὶ ἐπὶ τῆς καθ᾿ ἡμᾶς ἐννοίας, καθ᾿ ἣν λέγομεν ἐσπουδασμένως τόδε ποιεῖν.
[σταυροί] καταπῆγες καὶ σκόλοπες καὶ πάντα τὰ διανιστάμενα ξύλα· ἀφ' ἧς ἐννοίας καὶ οἱ καθ᾿ ἡμᾶς ὀνομάζονται. ὁ δὲ Ἡλιόδωρος σταυροὺς ἀπὸ τοῦ ἑστάναι, οἱ λεγόμενοι σκοπίοι.
[στέρνον] στῆθος.
[στεροπηγερέταο] ἐπὶ στεροπὴ καὶ ἀστραπὴ διαφόρως λέγεται ἡ ἀστραπή. σημαίνει δὲ καὶ τὰς ἀστραπὰς ἐγείροντα.
[στεῦτο] κατὰ διάνοιαν ἵστατο καὶ οἷον ὡρίζετο.
[στεῖρα] τὸ ἐξέχον τῆς πρώρας ξύλον, διὰ τὸ στερεὸν εἶναι καὶ ἄῤῥηκτον. οὕτω δὲ λέγει καὶ τὴν ἄτοκον· «βοῦν ἥτις ἀρίστη.»
[στεφάνη] ἐπὶ μὲν τῆς κυκλοτεροῦς καταφορᾶς «ὅντε κατὰ στεφάνης ποταμός,» ἐπὶ δὲ εἴδους περικεφαλαίας «αὐτὰρ ἐπεὶ στεφάνην κεφαλῆφιν ἀείρας.» καὶ κόσμου γυναικείου γένος· «ἐϋστέφανός τε Μυκήνη.» ἐπὶ δὲ τοῦ «ὅντε κατὰ στεφάνης ποταμός» Ἀρίσταρχος μὲν ἀπ' ἄκρου τοῦ ὄρους, ὁ δὲ Κομανὸς ἀποδέδωκεν ἀπὸ τοῦ ὑψηλοτάτου μέρους.
[στεῖβον] ἐπάτουν, ἀφ' οὗ καὶ [στιβεύς·] «στεῖβον δ' ἐν βόθροισι.»
[στέφανος.] ἐπὶ τούτου τοῦ στίχου «πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε» Κομανός φησι τὴν περὶ αὐτὸν τοῦ πολέμου καὶ τῶν ὅπλων στάσιν, ἀπὸ μεταφορᾶς τῆς στεφάνης, ἥ ἐστιν ἐπιπόλαιον γυναικείας κεφαλῆς. ὁτὲ δὲ καὶ περικεφαλαίας εἶδος.
[στείχειν] πορεύεσθαι.
[στειλειή] τοῦ πελέκεος ἡ ὀπή, εἰς ἣν ἐντίθεται τὸ ξύλον.
[στείνοντο] ἐστενοχωροῦντο. ἐπὶ δὲ τοῦ «περιστένε δὲ γαστήρ» ὁ Ἀρίσταρχος τὸ αὐτὸ ἀκούει, περιστενοχωρεῖται.
[στήλας] τοὺς λίθους τοῦ τείχους τοὺς προεστῶτας κάτωθεν. λέγει δὲ καὶ ἣν ἡμεῖς ἐπὶ τοῖς κατοιχομένοις φαμέν, ἀπὸ τοῦ ἑστάσθαι· «στήλῃ κεκλημένος.»
[στίχες] τάξεις, καὶ [ἐστιχόωντο] ἐτάσσοντο, καὶ «τῆς μὲν ἰῆς στιχός» ἀντὶ τοῦ τάξεως.
[στορέσαι·] «ἡ μὲν δέμνι' ἄνωγεν ὑποστορέσαι.» λέγεται δὲ καὶ μεταφορικῶς τὸ κατασταλῆναι τὸ πέλαγος ὑπὸ εὐδίας.
[στόμα λαύρης] τὴν φέρουσαν θύραν εἰς τὴν ἔξοδον· «καὶ ἀργαλέον στόμα λαύρης,» τὸ τῆς θύρας χάσμα.
[στομάχοιο θέμεθλα] τὴν φάρυγγα, στόμα τῆς κοιλίας.
[στροφάλιγγι] τῇ ὑποστροφῇ.
[στρόμβος] ῥόμβος. εἴρηται δὲ ἀπὸ τοῦ περιστρέφεσθαι.
[στρεφεδίνηθεν δέ οἱ ὄσσε] δινηθέντα δὲ ἐστράφη αὐτοῦ τὰ ὄμματα.
[στρατός] τὸ πλῆθος τῶν πολεμούντων, στρατόπεδον δὲ ὁ τόπος. βούλονται δὲ ἔνιοι τὸν ποιητὴν καὶ ἐπὶ τοῦ στρατοπέδου τὸν στρατὸν τιθέναι, ὅτε φησὶ «πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι.»
[στεῖνος] στένωμα, στενοχωρία· «στεῖνος γὰρ ὅθι τρώσεσθαι ὀΐω.»
[στρεπτοῖο χιτῶνος] τοῦ ὑποδετοῦ. εἴρηται δὲ οὕτως διὰ τὸ ὑφαντοὺς ὄντας οἵους τε εἶναι στρέφεσθαι. ὁ δὲ Ἀρίσταρχος τοῦ λεπιδωτοῦ, διὰ τὸ τὴν πλοκὴν τῶν κρίκων ἀνεστραμμένην εἶναι.
[στυφελίξαι] διασεῖσαι.
[Στυγός] ὁ τῶν θεῶν ὅρκος.
[στυγέῃ] ἐπὶ μὲν τοῦ φοβεῖσθαι «στυγέῃ δὲ καὶ ἄλλος,» ἐπὶ δὲ τοῦ μισεῖσθαι «νῦν δ' ἐμὲ μὲν στυγέει·» ἀφ' οὗ καὶ τὴν [στυγερὴν] μισητήν. καὶ ἐπὶ τοῦ στυγνάσαι· «Ἀντίλοχος δὲ κατέστυγε μῦθον.»
[στιβαραῖς] ἰσχυραῖς.
[στειλιόν] στελεόν.
[στῆ δ' ἀντασχομένη] Ἡλιόδωρος τὰς χεῖρας ὑπὸ τὸ πρόσωπον ἀνατείνασα.
[στίλβων] Ἡλιόδωρος εἰς τὸ περιλάμπων. ἔστι δὲ καὶ ἡμῖν συνήθης ἡ λέξις.
[στύξαιμι] Ἡλιόδωρος εἰς κατάπληξιν ἄγοιμι.
[στρεύεσθαι] καταπονεῖσθαι. ὁ δὲ Ἡλιόδωρος εἰς τὸ στρατεύεσθαι μετείληφε τὴν λέξιν· «ἢ δηθὰ στρεύεσθαι ἐν αἰνῇ δηϊοτῆτι.»
[στροφαλίζεται] στρέφεται.
[στρόφος ἦεν ἀορτήρ] ὁ συνεστραμμένος ἀναφορεύς, ἐξ οὗ ἤρτηται ἡ πήρα.
[συβόσια] τὰ συφόρβια· «τόσσα συῶν συβόσια.»
[συμμάρψας] συλλαβών· «συμμάρψας δόνακας.»
[συμβλήμενος] συναντήσας.
[στέφει] κοσμεῖ· «ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει.»
[στεινωπόν] τὸν ὑπὸ τὴν Σκύλλαν καὶ τὴν Χάρυβδιν περιεχόμενον τόπον στενὸν ὄντα. ἀλλὰ καὶ ἐν ἄλλοις· «στεινωπὸς γὰρ ὁδός.»
[στελέω] στελῶ.
[συνθεσίαι] συνθῆκαι καὶ ὁμολογίαι.
[συμπλατάγησεν] συνεκρότησεν.
[συμφερτή.] ἐπὶ τοῦ στίχου τούτου «συμφερτὴ δ' ἀρετὴ πέλει ἀνδρῶν» ὁ Κομανὸς γενόμενος φησὶν «ἤτοι ἡ εἰς ταὐτὸ συνέλευσις· συμφέρεσθαι γὰρ τὸ εἰς ταὐτὸ συνέρχεσθαι λέγεται, καὶ συμφορὰ ἡ εἰς ταὐτὸ συνέλευσις τῶν κακῶν· συμφερτὴ δ' οὖν ἀνδρῶν καὶ μάλα λυγρῶν ἀρετὴ πέλει.» ἡμεῖς δὲ συμπεριφορητή, ἀπὸ τῆς συμπεριφορᾶς καὶ ὁμοψυχίας, ὡς καὶ παρ' Εὐριπίδῃ «αὐτὴ πάντα συμφέρουσα,» οἷον συμπεριφερομένη. καὶ ἐνταῦθα οὖν ἔσται ἡ πρὸς ἀλλήλους συμπεριφορὰ καὶ ὁμοφροσύνη καὶ λυγρῶν ἀρετή ἐστιν, ἐν ἴσῳ τῷ καὶ φαῦλοι ὁμοφρονοῦντες ἰσχυρῶς ἀγωνίζονται. καὶ γὰρ ὁ Ἀρίσταρχος τὴν ὅλην διάνοιαν ἐξηγούμενος φησὶν «σφόδρα καὶ κακῶν ἀνθρώπων εἰς ταὐτὸν συνελθόντων γίνεταί τις ἀρετή.» ὁ δὲ Ἀπίων, σύμφορος ἡ ἐκ πολλῶν συνισταμένη.
[σύνθεο] ἐπὶ τοῦ ἀντὶ τοῦ συνθηκοποίησον. καὶ «σύνθετο θυμῷ» συνῆκεν, ἑαυτῷ διελογίσατο.
[συνθεύσεται] συνδραμεῖται.
[συνέριθος] συνεργός.
[συνέῤῥηκται] συνέφθαρται, ἀπὸ τοῦ ἔῤῥειν· οὕτως Ἀπίων. βέλτιον δὲ μεταφορικῶς τὸ ἔῤῥηκται εἰρῆσθαι, ἐπεὶ πᾶν τὸ ῥησσόμενον βλάπτεται πάντως.
[συγχεῦαι] συγχέαι, μεταφορικῶς.
[σύγ κεν ἄραξεν] συνήραξεν ἄν· «σύγ κεν ἄραξ' ἡμέων κεφαλάς.»
[συνέεργον] συνεῖργον, συνεδεσμεύοντο.
[Συρίη] ἡ λεγομένη νῦν Σύρος· «νῆσος τῆς Συρίη κικλήσκεται.»
[σύριγγος] τοῦ κολεοῦ· «ἐκ δ' ἄρα σύριγγος πατρῷον ἔγχος ἔρυςσεν.» ὁτὲ δὲ τὸ ὄργανον· «αὐλῶν συρίγγων.»
[συνώμεθα·] «ἀλλ' ἕπευ, ὄφρ' ἐπὶ νηυσὶ συνώμεθα.» Ἀρίσταρχος τὸ συνώμεθα συμβόλαια ποιησώμεθα καὶ συναλλάγματα· ταῦτα γὰρ Ὅμηρος συνημοσύνας καλεῖ· «Ἕκτωρ, μή μοι ἄλαστε συνημοσύνας τ' ἀγόρευε.» συμβόλαια μὲν ἀπὸ τοῦ συμβάλλειν, συνημοσύνας δὲ ἀπὸ τοῦ συνιέναι.
[σφώ] ὑμεῖς οἱ δύο· «Αἴαντε, σφὼ μέν κε σαώσεται.»
[σφῶϊ] ὑμεῖς οἱ δύο ἢ ὑμᾶς τοὺς δύο. τὸ μὲν οὖν πρότερον «σφῶϊ μέν τ' ἐπέοικεν μετὰ πρώτοισι,» τὸ δὲ δεύτερον «οὐδ' ἐγὼ αὐτὴ δηρὸν ἀπὸ σφῶϊν ἔσσομαι.»
[σφῶϊν] αὐτοῖν ἢ αὐτοῖς· «καί σφωϊν δὸς ἄγειν.»
[σφείων] αὐτῶν· «ὦσαν ἀπὸ σφείων.»
[σφίσι] κατὰ μὲν τὸν ὀρθὸν τόνον ἐπὶ τοῦ ἑαυτοῖς, «τὸν δὲ δυωδεκάβοιον ἐνσφίσιν τίον Ἀχαιοί,» κατὰ δὲ ἔγκλισιν ἐπὶ τοῦ αὐτοῖς, «ἐπί σφιν ἕρμα πόληος.»
[σφέας,] κατὰ ἔγκλισιν, ἀντὶ τοῦ αὐτούς.
[σφῶε] αὐτούς, δυϊκῶς.
[σφάς] τὰς αὐτῶν· «σφὰς γὰρ παρθέμενοι.»
[σφούς] τοὺς ἑαυτῶν.
[σφετέρῃσι] ταῖς ἑαυτῶν.
[σφέλας] ὑποπόδιον.
[σφαραγεῦντο] ὁ μὲν Ἀπίων ἐψόφουν, ὁ δὲ Ἡλιόδωρος βέλτιον κατεπονοῦντο. καὶ τὸ «οὐδ' ἂρ ἀποσφάραγον μελίη τάμε χαλκοβάρεια» ἐν συναλοιφῇ εἴρηται ἀσφάραγον, οὐ σφάραγον. καὶ ἔστιν ἀσφάραγος φάρυγξ, δι' οὗ τὸ φωνητικὸν ἀνέρχεται. ἐπιφέρει οὖν «ὄφρα τί μιν προτιείποι ἀμειβόμενος.»
[σφεδανόν] ὁ μὲν Ἀπίων σκληρόν, ἔστι δὲ μᾶλλον ἐπιτεταμένον.
[σχέτλιος] ὁ μὲν Ἀπίων τάλας, ἀγνώμων, χαλεπός, ἀπὸ τοῦ σχέδην τλῆναι, ἢ ἀπὸ τοῦ ἐπισχετικὸς ἐν τῷ δηλοῦσθαι ὑπάρχειν. ῥητέον δὲ ὅτι ἐπὶ μὲν τοῦ «σχέτλιος εἶς Ὀδυσσεῦ» δυνατὸν ἀκούειν οὕτως, ὑπομονητικὸν καὶ σχετλιασμοῦ ἄξια πράττοντα· ἐπὶ δὲ τοῦ Διὸς οὐ δυνατὸν οὕτως ἀκούειν, ἀλλὰ τὸν σχετλιασμοῦ ἄξια πράττοντα.
[Σχερίη] ἡ τῶν Φαιάκων χώρα οὕτως λεγομένη.
[σχήσεις] προσέξεις.
[σχεθέτω] ἐπισχεθήτω.
[σχήσεσθε] ἐπισχήσεσθε.
[σχήσουσιν] ἐφέξουσιν.
[σχοίατο] ἐπίσχοιεν, παύσαιντο.
[σχόμενος περὶ δουρί] κατασχεθεὶς ἐπὶ τῷ δόρατι, ἀντὶ τοῦ ὑπὲρ τοῦ δόρατος.
[σῶκος] ἐπίθετον Ἑρμοῦ. καὶ ὁ μὲν Ἀπίων ἀποδίδωσι σῶκος σωσίοικος, ἔνιοι δὲ σόωκος ὁ ὠκέως σοούμενος. βέλτιον δὲ τὸ πρότερον· ὅθεν ἐριούνιος ὁ μεγάλως ὀνίσκων, τουτέστιν ὠφελῶν, οὐχ ὡς οἱ νεώτεροι χθόνιος, παρὰ τὴν ἔραν. λέγεται καὶ δι' ἄλλων κρατὺς ἀργειφόντης διὰ τὴν ἰσχὺν τὴν ἐν τῷ ἀπαγγέλλειν. σῶκον οὖν συνωνύμως τῷ κρατύς. καὶ Σοφοκλῆς εἰσάγει τὴν Ἠλέκτραν λέγουσαν «μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ λύπης ἀντίῤῥοθον ἄχθος» ἀντὶ τοῦ οὐκέτι ἰσχύω.
[σῶμα] ὁ Ἀρίσταρχος παρατετήρηκεν τὸ συνήθως Ὁμήρῳ, καὶ σεσημείωται διπλῇ ὅτι σῶμα Ὅμηρος οὐδέποτε ἐπὶ τοῦ ζῶντος εἴρηκεν· «σῶμα δ' ἐμὸν οἴκαδε δόμεναι» καὶ πάλιν «μεγάλῳ ἐπισώματι κύρσας.» «δέμας δ' εἴηκτο γυναικὶ καλῇ τε μεγάλῃ τε.»
[τά] ταῦτα, ἀναφορικῶς.
[ταλάφρονα.] τὸ μὲν σύνεγγυς, τλητικὸν κατὰ φρένας.
[ταλαύρινον] τολμηρόν. παρῆκται δὲ ἡ λέξις παρὰ τὸ τλῆναι, καὶ οὐκ ἔγκειται ὁ ῥινός, ὡς οὐδὲ ἐν τῷ κελαινεφές τὸ νέφος.
[τάλαροι] κάλαθοι. καὶ ἐπὶ διαφόρων σκευῶν, ἐπὶ μὲν τοῦ τῶν ἐρίων «τάλαρον δ' ὑπόκυκλον ὄπασσεν ἀργύρεον,» ἐπὶ δὲ τῶν τυροποιικῶν «πλεκτοῖσι ταλάροισιν ἀμησάμενος κατέθηκεν,» ἐπὶ δὲ τῶν τρυγητικῶν «πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.»
[ταλαπείριος] ἤτοι τλητικὸς κατὰ τὴν πεῖραν, ἢ τηλόθεν διαπεπειραμένος.
[ταλάσσαι] ὑπομεῖναι.
[τάλαντα] ἐπὶ μὲν τῶν ζυγῶν «ἀλλ' ἔχεν ὥστε τάλαντα γυνὴ χερνήτης,» ἐπὶ δὲ τῶν ἱσταμένων «χρυσοῦ δὲ στήσας Ὀδυσσεὺς δέκα πάντα τάλαντα.»
[τανύφυλλος] τεταμένα φύλλα ἔχουσα, οἷον μακρόφυλλος.
[τανύπεπλος] τεταμένον ἄχρι πολλοῦ πέπλον ἔχουσα, ἐξ οὗ τὸ μέγεθος τῆς φορούσης σημαίνειν βούλεται.
[τανύηκες] ὅτε μὲν τὸ ξίφος «τανύηκες ἄορ παχέος παρὰ μηροῦ,» συνθέτως λέγει τὸ τεταμένην ἔχον τὴν ἀκήν, τουτέστι τὴν ἀκμήν· ὅταν δὲ «τανυήκεας ὄζους,» παρηγμένως ἀντὶ τοῦ ταναούς, ὥσπερ ἐπὶ μὲν τοῦ «κύδιστε μέγιστε κελαινεφές» σύνθετον ἀποδεδώκαμεν τὸ ὄνομα, ἐπὶ δὲ τοῦ «κελαινεφὲς αἷμα» παραγωγόν.
[τανυγλώχινας] τεταμένας τὰς γλωχῖνας ἔχοντας, τουτέστι τὰς γωνίας.
[τανύγλωσσοι.] ἐπὶ μὲν τῶν κορωνῶν φησὶ «τανύγλωσσοί τε κορῶναι.» κατὰ μέντοι τὸ προφαινόμενον, τεταμένας εἰς μέγεθος ἔχουσαι τὰς γλώσσας. ὁ δὲ Ἀπίων τεταμένην ἔχουσαι τὴν φωνήν. ὁ δὲ Ἡλιόδωρος τὸ πρότερον.
[τανύπτερος] τεταμένα πτερὰ ἔχων.
[τανυσσάμενος] ἐκταθείς. δηλοῖ δὲ καὶ τὸ ἐντείνας.
[ταρπήμεναι] τερφθῆναι.
[ταρσοί] τὰ ἀγγεῖα τῶν τυρῶν. λέγεται δὲ καὶ τὸ ἄκρον τοῦ ποδός.
[ταρφέα] πυκνά.
[ταρχῦσαι] θάψαι, ἐνταφιάσαι.
[τάφος] ἐπὶ μὲν τῆς κατακλήξεως «τάφος ἕλε πάντας,» ἐπὶ δὲ τοῦ περιδείπνου «ἤτοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν» καὶ «ὣς οἵ γ' ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.» σημαίνει καὶ νήσου ὄνομα· «ἐκ Τάφου ἐστὶν Μέντις Ἀγχιάλοιο δαΐφρονος.»
[ταφών] ἐκπλαγείς· «ταφὼν δ' ἀνόρουσεν Ἀχιλλεύς.» τοῦτο δὲ ἐτυμολογῶν ὁ Ἀπίων φησὶ ταφὼν θαμβήσας, κατὰ κοινωνίαν τοῦ [θ] πρὸς τὸ [τ].
[τάχα] ταχέως. οὐδέποτε δὲ ὡς ἐπὶ τῆς ἡμετέρας ἐννοίας, ἀλλ' ὡς τὸ σαφῶς καὶ τὸ ταχέως. καὶ σχεδὸν δι' ὅλης τῆς ποιήσεως οὕτως.
[ταμεσίχροας] τεμνούσας τὸν χρῶτα. λέγοι δ' ἂν ἀπὸ μέρους τὴν σάρκα.
[τάων] τούτων. τάσσεται δὲ ἐπὶ τοῦ θηλυκοῦ.
[ταχεῖα] ἀντὶ τοῦ ταχέως, ὡς ἐπὶ τοῦ «βάσκ' ἴθι Ἶρι ταχεῖα,» ὥσπερ καὶ «λῦσεν δ' ἀγορὴν αἰψηρήν» ἀντὶ τοῦ αἰψηρῶς, καὶ «τότε μοι χάνοι εὐρεῖα χθών» ἀντὶ τοῦ εὐρέως, οἷον εὐρύ μοι γένοιτο τὸ χάσμα.
[τανύποδα] ὁ μὲν Ἀπίων ταναόποδα, ὁ δὲ Ἡλιόδωρος προσεχέστερον τανύποδα, τεταμένα τῇ πορείᾳ χρώμενα τῶν ποδῶν.
[τάμνεν] ἐπὶ μὲν τοῦ διατέμνειν «τάμνε νέους ὄρπηκας,» ἐπὶ δὲ τοῦ ἐλαύνειν «τάμνοντ' ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα μήλων» καὶ πάλιν «βοῦς περιταμνόμενον ἠδ' οἰῶν πώεα καλά,» ἐπὶ δὲ τοῦ θῦσαι «ἦ καὶ ἀπὸ στομάχους ἀρνῶν τάμνε,» ἐπὶ δὲ τοῦ τοὺς ὅρκους δι' ἐντόμων «ὄφρ' ὅρκια τάμνοι αὐτός.»
[τάς] χωρὶς τοῦ ἄρθρου καὶ ἀναφορικῶς τίθησιν ἀντὶ τοῦ ταύτας. τὰς μὲν ἄρθρα.
[τάρπησαν.] Ἡλιόδωρος ἐν τῇ Γ ῥαψῳδίᾳ Ὀδυσσείας, τὴν τέρψιν ἀπηνέγκαντο.
[ταλαεργοί] ὑπομένοντες τὰ ἔργα.
[τανύοντο] ἐξετείνοντο διὰ τὴν προθυμίαν τοῦ τρέχειν.
[τάνυσσα] ἐνέτεινα.
[τέγεοι] ὑπερῷοι· «δώδεκ' ἔσαν τέγεοι θάλαμοι.»
[τεήν] τὴν σήν. καὶ ἐπὶ γενικῆς καὶ ἐπὶ δοτικῆς.
[τεθυωμένοι] τεθυμιαμένοι, εὐώδεις.
[τέθηπα] καταπέπληγμαι. καὶ μετοχικῶς «ὑμεῖς ἔστητε τεθηπότες.»
[τείρεα] τὰ ἄστρα.
[τέκμωρ] τέλος.
[τέκτων] πᾶς τεχνίτης, παρὰ τὸ τεύχειν.
[τέλσον] πέρας.
[τεληέσσας] ἤτοι τὰς τελείας καὶ ἐπιτελεστικὰς τῶν γενομένων εὐχῶν θυσίας, ἢ τὰς ἐκ τελείων.
[τελαμών] ὁ ἀναφορεὺς τῆς ἀσπίδος καὶ τοῦ ξίφους.
[τέλος] τὸ τάγμα· «φυλάκων τέλος ἷξον ἰόντες,» καὶ πληθυντικῶς «καὶ κατεκοιμήθημεν ἐν τελέεσσι.»
[τέμενος] πᾶς ἀποτετμημένος εἰς τιμὴν τόπος.
[τένοντε] διατεταμένα νεῦρα.
[τέο] τίνος· «τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων.»
[τερψιβρότου] τέρποντος τοὺς βροτούς.
[τερμιόεντα] τὸν ποδήρη καὶ τερματίζοντα ὅλον τὸν χιτῶνα.
[τερπικέραυνος] ἤτοι ὁ τερπόμενος ἐπὶ τῷ κεραυνῷ, ἢ ὁ τερπόμενος.
[τέρεν] ἁπαλόν.
[τέρετρα] τρύπανα.
[τετύκοντο] ἡτοιμάζοντο.
[τετραθέλυμνον] τετράπτυχον, ἐκ τεσσάρων πτυχῶν τεθειμένων.
[τεταγών] ἐκτείνας.
[τέτυκται] κατεσκεύασται.
[τέττα] ἑταίρου πρὸς ἑταῖρον γενικὴ προσφώνησις.
[τετιημένος] τετιμωρημένος.
[τεύχεα] ὅπλα, οὐ μόνον τὰ πολεμικὰ ἀλλὰ καὶ τῆς νεώς.
[τέων] τίνων.
[τετεύξεται] κατασκευασθήσεται.
[Τένεδος] νῆσος σύμμαχος Τρώων.
[τετάνυστο] ἐξετέτατο.
[τετραμμέναι] ἀπεστραμμέναι, ἐν τῇ Ι Ὀδυσσείας.
[τετελεσμένον] τὸ οἷόντε πρᾶγμα τελεσθῆναι.
[τετράγυος] τεσσάρων γυῶν. γύης δὲ μέτρον γῆς.
[τεκμαίρομαι] ἀποτελέσω.
[τέρματα] σημεῖα, ἐν τῇ Θ Ὀδυσσείας.
[τετράκυκλοι] τετράτροχοι.
[τετιημένον] τετιμημένον.
[τέρψομαι] τερφθῶ.
[τελέθοντες] γινόμενοι, ἐν τῇ Ρ Ὀδυσσείας.
[τέως] τὸ τηνικαῦτα· «ὄφρα τέως αὐτὸς μενέω.»
[τέγεος] τῆς στέγους.
[τετευχῆσθαι] καθωπλίσθαι.
[τετράοροι] τέθριπποι.
[Τερπιάδης,] πατρωνυμικῶς, Τερπίου υἱός.
[τῆ] λάβε· «τῆ νῦν τοῦτον ἱμάντα.» τινὲς δὲ καὶ σὺν τῷ [ι] γράφουσιν, οὐχ ὑγιῶς. ἡνίκα μήτε ἄρθρον θηλυκὸν δηλοῖ τὸ τῇ, μήτε ἀντωνυμίαν ἀναφορικὴν δηλοῦσαν τὸ ταύτῃ, οἷον «τῇ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροισιν λίποντο,» ῥῆμα δὲ προστακτικὸν τὸ λάβε, πιθανὸν εἶναι χωρὶς τοῦ [ι] γράφειν.
[τῆς] ἐπὶ μὲν τοῦ ἄρθρου «τῆς μὲν ἰῆς στιχὸς ἦρχεν,» ἐπὶ δὲ τῆς ἀντωνυμίας, ταύτης, «ὣς τῆς τήκετο καλὰ παρήϊα.»
[τήν] ἐπὶ μὲν τοῦ ἄρθρου «τὴν δὲ γυναῖκα εὗρον,» ἀντὶ δὲ τοῦ ταύτην «ὣς τὴν ἀμπέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα.»
[τήθεα.] τῶν ἅπαξ εἰρημένων. ὄστρεια, παρὰ τὸ τητᾶν, ὅ ἐστι ζητεῖν.
[τηλεδαπός] πόῤῥωθεν καὶ ἄλλου δαπέδου καὶ ἄλλου ἐδάφους.
[τηλεκλητοί] τηλόθεν ἐπικεκλημένοι εἰς συμμαχίαν.
[τηλύγετος] κυρίως μὲν ὁ τηλοῦ τῆς ἡλικίας γεγονὼς τοῖς γονεῦσι, μεθ' ὃν οὐκ ἄν τις γένοιτο· «ἄμφω τηλυγέτω.» ἐπεὶ οἱ τοιοῦτοι ἀγαπητοὶ γίνονται, καὶ ὁ ἐν νεότητι γενόμενος μονογενὴς τηλύγετος, καὶ τηλυγέτη. ἐπὶ δὲ τοῦ «ἀλλ' οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς,» οὐκ ἔφυγεν ὡς τηλύγετος παῖς· οἱ γὰρ τοιοῦτοι ἀσθενεῖς γίνονται ὡς ἐπὶ τὸ πλεῖστον. ἔνιοι δέ, ἀλλὰ τὸν Ἰδομενέα οὐκ ἔλαβε φόβος καίπερ τηλύγετον αὐτὸν ὄντα, τουτέστιν ἤδη τηλοῦ τῆς ἡλικίας γεγονότα. συνεστράτευται γὰρ μεσαιπόλιος· «ἔνθα καὶ μεσαιπόλιός περ ἐών.» οὐχ ὡς τηλύγετον οὖν αὐτὸν ἔλαβε φυγή. ἀμφότερα δὲ λόγον ἔχουσι.
[τῆμος] τηνικαῦτα.
[τηλίκου] τηλικούτου.
[τηϋσίην] ματαίαν.
[Τηΰγετον] ὄρος Λακεδαίμονος.
[τηλεφανής] τηλόθεν φαινόμενος.
[Τηλεφίδην] τὸν Τηλέφου υἱόν· «ἀλλ' οἷον τὸν Τηλεφίδην κατενήρατο.»
[τηθαιβώσσουσιν] τῶν ἅπαξ εἰρημένων, ἐπὶ τῶν μελισσῶν, οἷον ἀποτίθενται τὴν βόσιν, τουτέστι τὴν τροφὴν ἀποθησαυρίζουσι.
[τιμήν] ἐπὶ μὲν τῆς δόσεως καὶ τῆς συνήθους ἡμῖν «τιμῆς ἧς τέ μ' ἔοικε τετιμῆσθαι μετ' Ἀχαιούς,» ἐπὶ δὲ τῆς τιμωρίας «τιμὴν ἀρνύμενοι,» ἐπὶ δὲ τοῦ προστίμου «τιμὴν δ' Ἀργείοισιν ἀποτινέμεν,» ἐπὶ δὲ τῆς ὠνῆς «τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον.» μήποτε δὲ καὶ τοῦτο ἐπὶ προστίμου λέγεται. ὁ δὲ Ἡλιόδωρος καὶ τὴν βασιλείαν οὕτως φησὶν εἰρῆσθαι· «ἢ ἔτ' ἔχει τιμὴν πολέεσσι μετὰ Μυρμιδόνεσσι.»
[τίννυνται] τιμωροῦνται.
[τίσιν] ἀντέκτισιν.
[τιτύσκετο] ἐπὶ μὲν τοῦ ἡτοιμάζετο «ὑπ' ὄχεσφι τιτύσκετο,» ἐπὶ δὲ τοῦ στοχασμῷ χρῆσθαι «Μηριόνης δ' ἐν τοῖσι τιτύσκετο δουρὶ φαεινῷ» καὶ «ἰοῖσίν τε τιτυσκόμενοι.» καὶ ἐπὶ τοῦ ψυχικῶς κατεστοχάζετο, «τιτύσκετο δὲ φρεσὶν ᾗσιν ἤ τευ ἀκοντίσαι ἠὲ σχεδὸν ὁρμηθῆναι.»
[τιταινομένω] ἐκτετακότες.
[τιμήεντος] ἐντίμου.
[τίμιος] ἔντιμος.
[τλῆναι] ὑπομεῖναι, τολμῆσαι.
[τμήδην] ἀποκεχωρισμένως. ἔστι δὲ ἐγγύτερον, ὅσον τ' ἐπιτεμεῖν.
[τμάγεν] διεχωρίσθησαν.
[Τμῶλος] ὄρος Λυδίας.
[τόν] ἐπὶ μὲν τοῦ ἄρθρου «τὸν δ' ἕτερον ξίφεϊ μεγάλῳ πλῆξεν,» ἐπὶ δὲ τοῦ τοῦτον, ἀναφορικῶς, «ἀλλὰ καὶ τὸν Ἥρη θῆλυς ἐοῦσα·» καὶ ἀντὶ τοῦ ὑποτακτικοῦ «τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι.»
[τοῦ] ἄρθρον, καὶ ἐπὶ τοῦ τούτου. καὶ κατ' ἐπέκτασιν λέγεται.
[τούς] ἐπὶ τοῦ ἄρθρου «τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων,» ἀντὶ δὲ τοῦ οὕς ὑποτακτικοῦ «τούς μοι Λαοθόη τέκε κρείουσα γυναικῶν.»
[τό] ἐπὶ μὲν τοῦ ἄρθρου «τὸ μὲν ἥμισυ οἰνοπέδιον,» ἐπὶ δὲ τοῦ τοῦτο «τὸ μὲν ἔκταμεν ὄφρα φοροίη·» ἀντὶ δὲ τοῦ διό «τὸ καὶ οὔτι πολὺν χρόνον ἔμπεδον.»
[τοκῆας] γονεῖς.
[τολύπευσεν] κατειργάσατο· ὅθεν καὶ ἡ τῶν ἐρίων τολύπη λέγεται. ὁ δὲ Ἡλιόδωρος διείλησεν.
[τοξότα λωβητήρ] ἓν διὰ τῶν δύο, διὰ τῶν τόξων βλάπτων.
[τορνώσαντο] ἐπέγραψαν· «τόρνωσαν δὲ σῆμα.»
[τόσσος] τοσοῦτος, τηλικοῦτος. λέγεται δὲ καὶ ἐπὶ θαυμασμοῦ· «τόςσος ἔην.»
[τόφρα] ἕως τούτου τοῦ χρόνου. καὶ ἔστιν ἀνταποδοτικὸν τοῦ ὄφρα.
[τραφερήν] ξηράν· τὸ γὰρ θρέψαι πῆξαι. τὴν γῆν οὕτως κατὰ διαστολὴν τῆς θαλάσσης οὔσης· «Ζεῦ πάτερ, εἴ με θέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρήν.»
[τραπείομεν] τερφθῶμεν. εἴρηται δὲ κατὰ μετάθεσιν ἀντὶ τοῦ ταρπείομεν.
[τράπεον] ἐπάτουν, παρὰ τὸ τροπὴν λαμβάνειν τὸν βότρυν πατηθέντα· οἶνος γὰρ λοιπὸν γίνεται. ἀπὸ τούτου ἔτι καὶ νῦν ὁ πρὸ τοῦ πατηθῆναι τῶν βοτρύων ἀποῤῥέων πρότροπος καλεῖται, οἷον πρότραπος.
[τρέφεται] πήγνυται.
[τρητοῖσιν] Ἀπίων κυρίως· ἱμᾶσιν γὰρ ἐνετείνοντο αἱ κλῖναι. ὁ δὲ Ἡλιόδωρος εἰς ταὐτὸ τείνειν τοῖς εὖ τετρημένοις.
[τρήρωνος] ἐπὶ τῶν περιστερῶν, ἀπὸ τοῦ τρεῖν, ὅ ἐστι φοβεῖσθαι· δειλὸν γὰρ τὸ γένος. ὅθεν καὶ «πολυτρήρωνά τε Θίσβην» πολλὰς περιστερὰς ἔχουσαν.
[τριτογένεια] ἐπίθετον Ἀθηνᾶς, ἀπὸ τοῦ τρεῖν ἐγγεννᾶν τοῖς πολεμίοις. οἱ δὲ ὅτι ἐπὶ τῆς Τρίτωνος λίμνης ἐγεννήθη. οἱ δὲ ὅτι ἐπὶ τοῦ Τρίτωνος ποταμοῦ.
[τρίγληνα] ὁ μὲν Ἡλιόδωρος τρίκορα εἶπε· γλήνη γὰρ ἡ κόρη τοῦ ὀφθαλμοῦ. οὕτως δὲ εἴρηται ἐπὶ τῶν ἐνωτίων τῶν ἐν τῇ Ὀδυςσείᾳ διδομένων τῇ Πηνελόπῃ. ὁ δὲ Ἀπίων βέλτιον πολύγληνα· γλήνη γὰρ ἡ κόρη, ὥστε εἶναι πολυθέατα, πολλῆς θέας ἄξια. τούτοις ἄν τις προσθείη ὅτι καὶ γλήνια λέγεται τὰ θέας ἄξια, ὅτε φησὶ «κέδρινον ὑψίροφον, ὃς γλήνεα πολλὰ κεχάνδει.»
[τρίποδας] ὁ μὲν Ἀπίων λέβητας ἀναθηματικούς, οὐχ ὑγιῶς δέ· δισσὸν γὰρ εἶδος τῶν τριπόδων, ἕτερον μὲν τῶν ἀναθηματικῶν, οὓς Δελφικοὺς λέγομεν διὰ τὸ πολλοὺς ἐν Δελφοῖς ἀνακεῖσθαι, ἕτερον δὲ τῶν καλουμένων ἐμπυριβητῶν, ἐν οἷς θερμαίνεται τὰ λουτρά.
[τρίλλιστος] πολυλιτάνευτος· τὰ γὰρ τρία ἀρχὴν πλήθους σημαίνει, ὅθεν καὶ «τρισμάκαρες Δαναοί.» καὶ τρίδουλον ἐν τῇ συνηθείᾳ λέγομεν τὸν πολλοῖς δουλεύσαντα.
[τρίπολος] ἡ κυρίως τρὶς πεπολημένη γῆ, τουτέστι μεταβεβλημένη.
[τριχάϊκες.] ἡ μὲν λέξις τῶν ἅπαξ εἰρημένων, «Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί,» δηλοῖ δὲ τοὺς μετὰ τῶν ἱππείων τριχῶν ἀΐσσοντας, καθὸ καὶ κορυθάϊκι πολεμιστῇ. ἔνιοι δὲ τοὺς τριχόθεν ἀΐξαντας καὶ ὁρμήσαντας ἐκ τῆς λεγομένης τριπόλεως Δωρίδος. βέλτιον δὲ τὸ πρῶτον καὶ Ὁμηρικώτερον.
[τριχθά] τριχῶς· «τριχθάδε πάντα δέδασται.»
[τρίπλακα] τρίπτυχον, ἐξ οὗ τὴν μεγάλην βούλεται δηλοῦν.
[Τροίης] ποτὲ μὲν τῆς χώρας, ποτὲ δὲ τῆς Ἰλίου. λέγει δὲ καὶ Τρωϊκήν τινα πόλιν· «αἴ κέ ποθι Ζεὺς δῶσι πόλιν Τρωΐην εὐτείχεον ἐξαλαπάξαι.»
[τροφόεντα] εὐτραφῆ καὶ μεγάλως αὐξανόμενα.
[τρόφι] τὸ εὐαυξές· «πολλὸν δὲ τρόφι κυλίνδεται.» προενεκτέον δὲ ὡς τρόφι ὡς ὄπι θηλυκῶς. ἐπὶ αὐξήσει ἀκούουσιν, ἀπὸ εὐθείας τῆς τρόψ· τὸ γὰρ [ψ] μεταπίπτει κατὰ τὰς πτώσεις ἤτοι εἰς [β] ἢ [π] ἢ [φ].
[τρύξοντα] καταπονήσοντα. καὶ ἐν τῷ βίῳ τρύχειν ἑαυτὸν λέγεται, οἷον καταπονεῖν.
[τρύφος] κλάσμα· «τὸ δὲ τρύφος ἔμπεσε πόντῳ.»
[τρύζηται.] πεποίηται ἡ λέξις κατὰ μίμησιν. ψιθυρίζεται. καὶ τὸ ὄρνεον δὲ ἡ τρυγὼν κατὰ μίμησιν τοῦ ἤχου.
[τροχός] ἐπὶ μὲν τοῦ ἅρματος «αὐτὸς δ' ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη,» ἐπὶ δὲ τοῦ κεραμικοῦ «ῥεῖα μάλ' ὥστε τροχὸν ἄρμενον ἐν παλάμῃσιν ἑζόμενος κεραμεὺς πειρήσεται.»
[τρωπῶντο] ἐτρέποντο, μετεβάλλοντο. καὶ [τρωπάσκετο] ἀντὶ τοῦ ἐτρέπετο καὶ μετεβάλλετο.
[Τρώϊοι] ἀπὸ Τρωὸς τοῦ ἥρωος· «οἷοι Τρώϊοι ἵπποι.» οὗτοι γάρ εἰσιν οἱ Αἰνείου ἀφαιρεθέντες ὑπὸ Διομήδους· «ἧς Τρωΐ περ εὐρύωπα Ζεὺς δῶχ' υἱὸς ποινὴν Γανυμήδεος.»
[τρωπῶσα] τρέπουσα, μεταβάλλουσα τὴν φωνήν.
[τρώει] τιτρώσκει.
[τρώκτης] ἀποτρώγων, κερδαίνειν βουλόμενος.
[τρίζουσαι.] τῶν πεποιημένων ἡ λέξις.
[τυκτόν] κατεσκευασμένον· «τυκτὸν κακόν, ἀλλοπρόσαλλον,» οἷον μέγα κακόν. ὅταν δὲ λέγῃ ἐπὶ τῆς κρήνης «τυκτὴν καλλίῤῥοον,» θέλει λέγειν χειροποίητον, οὐ φυσικὴν κρήνην.
[τύνη] Δωρικῶς ἀντὶ τοῦ σύ.
[τυπείς] πληγεὶς ἐκ χειρός.
[τυτθόν] μικρόν.
[τύψας] ἐκ χειρὸς πατάξας.
[τῷ] διό. καὶ ἀντὶ τοῦ οὗτοι οἱ δύο ἢ τούτους τοὺς δύο, καὶ ἐπὶ μὲν τῆς δοτικῆς «ὡς τό γ' ἀντιβίοισι μαχεσσαμένω,» ἐπὶ δὲ τῆς αἰτιατικῆς «οὐδ' ἄρα τώ γε ἰδὼν γήθησεν.» καὶ ἐπὶ τοῦ τούτῳ «τῷ καὶ τεθνεῶτι νόον πόρε Περσεφόνεια.»
[τῷ κε] ἐπὶ τοῦ «τῷ κε τάχ' ἠμύσειε πόλις Πριάμοιο» βούλονται ἀκούειν οὕτως. καὶ Ἀπίων παραγγέλλει. καὶ ἐπὶ τοῦ «τῷ κε λάχον κτερέων καί μευ κλέος ἦγον Ἀχαιοί» ἀντὶ τοῦ οὕτως ἄν.
[ταῦροι] οἱ παρ' Ἐφεσίοις οἰνοχοοῦντες ἠΐθεοι ἐν τῇ Ποσειδῶνος ἑορτῇ.
[ταύριον αἷμα] θανάσιμον, ἀπὸ Μίδα καὶ Ἰάσονος· περὶ γὰρ Θεμιστοκλέους οὐ πᾶσι συμφωνεῖται.
[ταύρου] τοῦ Ποσειδῶνος. ἔλεγον καὶ τὸν Διόνυσον, ὅτι κέρατα ἔχει διότι ὠμηστής, ἢ ὅτι τοῖς διθυράμβοις ἆθλον ἦν ἡ βοῦς, ὅθεν καὶ ὁ Κρατῖνος ταυροφάγος.
[ὑββάλλειν] ἐν τῇ Τ τῆς ῥαψῳδίας «ἑσταότος γὰρ καλὸν ἀκούειν, οὐδὲ ἔοικεν ὑββάλλειν· χαλεπὸν γὰρ ἐπιστάμενόν περ ἐόντα.» εἰρηκότος γὰρ τοῦ ποιητοῦ περὶ τοῦ Ἀγαμέμνονος «αὐτόθεν ἐξ ἕδρης, οὐδ' ἐν μέσοισιν ἀναστάς,» ὁ μὲν Ἀρχίας ἀκούει κυρίως καθήμενον καὶ μὴ ἀνιστάμενον μηδὲ προσεληλυθότα, οἱ δὲ περὶ τὸν Σιδώνιον ἑστῶτα μὲν λέγουσι τὸν Ἀγαμέμνονα παρὰ τῇ καθέδρᾳ, οὐδ' ἐν μέσοις ἑστῶτα. καὶ κατὰ μὲν Ἀρχίαν ἡ διάνοια ταύτῃ· ἑστῶτος μὲν καλόν ἐστιν ἀκούειν, οὐδὲ ἔοικεν ὑββάλλειν ἑτέρῳ· χαλεπὸν γὰρ τοῦτο καὶ τῷ ἐπιστήμονι λόγων· «ἀνδρῶν δ' ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσειεν» τοῦ ἑτέρου ὑββαλλομένου; ὥστε τὸ ὑββάλλειν ἀντὶ τοῦ ὑποβάλλειν. οἱ δὲ περὶ τὸν Σιδώνιον ἐκ τοῦ ὑββάλλειν τὸ ὑποκρούειν ἀκούουσιν. ἡ δὲ διάνοια οὕτως· ἑστῶτος μὲν καλὸν ἀκούειν, οὐδὲ ἐοικός ἐστιν ὑποκρούειν τὸν λέγοντα. χαλεπὸν γάρ ἐστι καὶ τῷ ἐπιστήμονι λόγων ὑποκρουομένῳ διὰ τὸν θόρυβον λέγειν. ἀνδρῶν γὰρ ἐν ὁμάδῳ πολλῷ πῶς ἄν τις ἀκούσειεν ἢ εἴποι, ὑποκρουόμενος ὑπὸ τῶν θορυβούντων; καί φησιν ὁ Σιδώνιος ὅτι τῷ ὑββάλλειν ὅμοιόν ἐστι τοῦτο, «τὸν δ' ἂρ ὑποβλήδην ἠμείβετο.»
[ὑγρὰ κέλευθα] τὴν θάλασσαν.
[ὑγρὸν ἔλαιον] ὁ Ἡλιόδωρος ἤτοι διὰ τὸ εἰς ἄνεσιν ἄγειν καὶ ἀνιέναι τὸ σῶμα, ἢ διὰ τὸ πλείονα χρόνον ὑγρὸν διαμένειν ἐκχεόμενον.
[ὑδατοτρεφέων] ὕδατι τρεφομένων.
[ὑδρηλοί] μαλακοί, κάθυγροι.
[ὑδρηναμένη] λουσαμένη.
[Ὕδη] πόλις ἐν Λυδίᾳ· «Ὕδης ἐν πίονι δήμῳ.» διὰ δὲ τοῦ [λ] ἐπὶ τοῦ σκυτοτόμου, «ὄχ' ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,» ἔστι Βοιωτιακή. καὶ προσῆκον Ἕλληνα τὸν Τύχιον Ἕλληνι τῷ Αἴαντι κατεσκευακέναι τὴν ἀσπίδα.
[υἷες Ἀχαιῶν] περιφραστικῶς οἱ Ἀχαιοί, καὶ ἐν τῷ ἔθει φιλοσόφων παῖδες ἀντὶ τοῦ φιλόσοφοι, καὶ Ὅμηρος παῖδες Τρώων ἀντὶ τοῦ οἱ Τρῶες.
[ὑλακόμωροι] οἱ περὶ τὸ ὑλακτεῖν μεμορημένοι, ἐν ἴσῳ τῷ πεπονημένοι.
[ὑλήεσσα] κατάδενδρος.
[Ὑλακίδης] Ὑλάκου υἱός.
[Ὕλλος] ποταμὸς ἐν Λυδίᾳ.
[ὕπαρ] τὸ μεθ' ἡμέραν· «οὐκ ὄναρ ἀλλ' ὕπαρ ἐσθλόν.»
[ὑπαιδείδεσκεν] ὑπεβλέπετο. τὴν δὲ ὑπό πρόθεσιν διὰ τὸ μέτρον ὑπαί.
[ὕπαιθα] ἔμπροσθεν.
[ὑπάρχη] προκατάρχη.
[ὕπατον μήστωρα] τὸν ἐν τῷ μήσασθαι ὕπατον, οἷον πρῶτον.
[ὑπάτη] ὁ μὲν Ἀπίων «ἐν δὲ πυρὶ ὑπάτη» ἀποδίδωσι πλουσίᾳ. ἄμεινον δὲ ἀνωτάτῃ, οἷον πρώτῃ· ὑποτίθεται γὰρ τοὺς ἄλλους τοὺς συγκαιομένους τῷ Πατρόκλῳ περὶ τὰ ἔσχατα μέρη τῆς πυρᾶς καιομένους.
[ὑπ' ἀσπίδα προποδίζων] ὑπὸ τὴν ἀσπίδα τιθεὶς τοὺς πόδας καὶ οὕτως προβαίνων· ποδήρεις γὰρ ἦσαν αἱ ἀσπίδες.
[ὑπερμενέϊ] ὑπερέχοντι κατὰ τὸ μένος, τουτέστι τὴν ἰσχύν.
[ὑπερκύδαντας] ὑπερκύδεις γενομένους, ἐνδόξους.
[ὑπέφηνε ἐν] τῇ Ρ τῆς Ὀδυσσείας «ὣς ἂρ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζῃ,» οἷον ἔξω τοῦ θρόνου εἵλκυσε τὸ ὑποπόδιον καὶ φανερὸν αὐτὸ ἐποίησεν.
[ὑπερικταίνοντο.] τῶν ἅπαξ εἰρημένων, ἐν τῇ Ψ τῆς Ὀδυςσείας «πόδες δ' ὑπερικταίνοντο.» ὁ γὰρ Ἀρίσταρχός φησιν ἄγαν ἐπάλλοντο, προθυμουμένης αὐτῆς βαδίζειν μὲν ταχέως, μὴ δυναμένης δέ, ἀλλὰ κατὰ βραχὺ διὰ τὸ γήρως. φαίνεται τοίνυν τὸ πλῆρες κατὰ Ἀρίσταρχον ἐρικταίνοντο, καὶ δῆλα τὰ τῆς ἀναγνώσεως. ἔνιοι δὲ ἐτυμώτερον ὑπερεσχίζοντο κατὰ τὴν πορείαν· οἱ γὰρ σπουδαστικῶς ἔχοντες κατὰ διάβασιν ὁρῶνται ὡς περεὶ σχισμόν τινα ποιούμενοι τῶν ποδῶν ἕνα παρ' ἕνα, ἐρίξαι δὲ κυρίως τὸ διασχίσαι, «ἤρικε δ' ἱπποδάσεια κόρυς·» καὶ ἡμεῖς ἔτι ἐρεγμὸν λέγομεν τὸν ἐσχισμένον κύαμον. ὁ δὲ Ἡλιόδωρος ὑποκατεκλῶντο οὐκ εὐτονοῦντες. ἄλλοι δὲ ὑπερικνοῦντο διὰ τὴν προθυμίαν.
[ὑπέρβιον] ὑπεράγοντα κατὰ τὴν βίαν. ἐνίοτε καὶ ἐπιῤῥηματικῶς ἀντὶ τοῦ ὑπερβίως τὸν οἶνον ἐξαντλοῦντες, οἷον πάνυ βιαίως.
[ὑπερβασίῃσι] παραβάσει τῶν ὅρκων καὶ τοῦ δικαίου, οἷον ἁμαρτίᾳ.
[ὑπερτερίη] τὸ πῆγμα τῆς ἁμάξης.
[ὑπέρτερα] τὰ ὑπεράνω τῶν ἐντὸς κρέα. οἱ δὲ ὑπερτέρως ὠπτημένα.
[ὑπέρεπτε] ὑποκατήσθιεν, ἀπὸ τοῦ ἐρέπτειν, τῆς ἔρας τι ὑφαιρεῖν. φησὶ γὰρ ἐν τῇ παρὰ ποταμὸν μάχῃ «κονίην δ' ὑπέρεπτε ποδοῖιν,» ἵνα μᾶλλον βαπτίζηται ὁ Ἀχιλλεύς, περὶ οὗ ὁ λόγος.
[ὑπερίων] ὁ ἥλιος, ἀπὸ τοῦ ὑπερεῖναι ἡμῶν.
[ὑπερφίαλοι] ὑπερήφανοι. λέγονται δὲ οὕτως καὶ οἱ κατ' ἀρετὴν διαφέροντες, οἷον ὅταν τις τῶν μνηστήρων λέγῃ «ὑπερφιάλοισι μεθ' ἡμῖν·» οὐ γὰρ ἂν ἑαυτοὺς κακῶς ἔλεγον. καὶ τοὺς Κύκλωπας χωρὶς τοῦ Πολυφήμου δικαίους συνέστησεν, καὶ ἐπὶ τοῦ «Κυκλώπων δ' ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων» τοὺς μὴ τοῖς κοινοῖς νόμοις χρωμένους.
[ὑπερήνωρ] ὑπεράγων κατὰ τὴν ὡραιότητα, ἥτις ἐστὶν ἀνδρεία. σημαίνει καὶ τὸν ὑπερήφανον. ἔστι καὶ κύριον ὄνομα.
[ὑπεμνήμυκεν] ἐν τῇ Χ ῥαψῳδίᾳ τῆς Ἰλιάδος, ἐν ἀθετουμένοις στίχοις, «πάντα δ' ὑπεμνήμυκεν.» ὁ Ἀρίσταρχος ἀποδίδωσιν ὑποκατανένυκται, ὅθεν Ἀπίων φησὶν ὑπομέμυκε καὶ κλαίει. ἐπιφέρει γὰρ «δεδάκρυντο δὲ παρειαί.» ἐκ δευτέρου δὲ ἀποδιδούς, ἵνα ᾖ ἀνάμνησιν εἴληφεν. βέλτιον δὲ τὸ πρῶτον.
[ὑπερώησαν] ὑπεχώρησαν.
[ὑπέχευε] ὑπέβαλεν.
[ὑπερδέα] ὑπερδεόντως ἐνδεῆ, οἷον ἐλάσσονα κατὰ δύναμιν.
[ὑπεράει] ὑπεράγοντι κατὰ τὴν πνοήν.
[ὑπεροπλίσαιτο.] ἡ λέξις ἐν τῇ Ρ τῆς Ὀδυσσείας· «οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσαιτο.» ὁ Ἀρίσταρχος ἀποδίδωσι νικήσειεν· καὶ γὰρ οἱ νεώτεροι λέγονται ὁπλότεροι ἀπὸ τοῦ νικητικοὶ εἶναι ἐν τοῖς ὅπλοις. βέλτιον δὲ ἡμῖν φαίνεται, ἐπεὶ θαυμάζων ὑπόκειται ὁ Ὀδυσσεὺς τὰ ἑαυτοῦ οἰκήματα λέγων «ἐξ ἑτέρων ἕτερ' ἐστίν, ἐπίκειται δὲ ἡ αὐλὴ τοίχῳ καὶ θριγκοῖσι, θύραι δ' εὐερκέες εἰσὶ δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσαιτο» (εἰς γὰρ τὸ ἑνικὸν μετείληφε, τὸ δῶμα), οὕτως ἐξησκημένον ὑπερηφανήσειεν· ὑπέροπλοι γὰρ οἱ ὑπερήφανοι λέγονται, ἀπὸ τοῦ ὑπὲρ δύναμιν τὴν ἰδίαν ὅπλοις μείζοσι χρῆσθαι.
[ὑπηνήτῃ] ἐν τῇ Ω τῆς Ἰλιάδος. ὁ Ἡλιόδωρος ἀποδίδωσιν ἀρτίως τὴν ἥβην ἔχοντι. ὑπήνη δέ ἐστιν ὁ ὑπὸ τὴν ῥῖνα τόπος· καὶ οἱ μὲν τὸν μύστακα ἀποδιδόασιν, οἱ δὲ τὸ γένειον. ἀκούειν δὲ ἄμεινον τῷ ἀρτίως γενειῶντι· διόπερ ἐπήνεγκε «τοῦπερ χαριεστάτη ἥβη.»
[ὑποσταχύοιτο.] τῶν ἅπαξ εἰρημένων. ὁ μὲν οὖν Ἀπίων ἀποδίδωσιν ὑπαύξοιτο, ὁ δὲ Ἡλιόδωρος ὑπογεννῷτο· «ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων.» ὑγιῶς μὲν οὖν ἑκάτερος. εἴρηται γὰρ ἀπὸ τῶν σταχύων μεταφορικῶς. ὥσπερ οὖν ἐξ ἑνὸς σπέρματος εἷς πυθμὴν γίνεται, ἀφ' οὗ πολλοὶ στάχυες, οὕτως ἀπὸ μιᾶς βοὸς πολλοὶ γίνονται. διόπερ ὁ μὲν εἰς τὸ ὑπαύξοιτο μετέφρασεν, ὁ δὲ ὑπογεννῷτο.
[ὑποθημοσύνησι] ὑποθήκαις, συμβουλίαις.
[ὑπότροπον] ὑποστρέφοντα καὶ ἀφιγμένον· «ὑπότροπος ἵξομαι αὖθις.»
[ὑποκρίναιτο] ἀποκρίναιτο· «ὧδέ χ' ὑποκρίναιτο θεοπρόπος» καὶ πάλιν «σοὶ δ' ὧδε μνηστῆρες ὑποκρίνονται.» πρωταγωνιστοῦντος γὰρ τοῦ χοροῦ τὸ παλαιὸν οὗτοι ὥσπερ ἀποκριταὶ ἦσαν, ἀποκρινόμενοι πρὸς τὸν χορόν.
[ὑπόκυκλον] ὑπότροχον.
[ὑπόβρυχα] ὑποβρύχιον.
[ὑποφθάς] ὑποφθάσας. καὶ «ὑποφθαμένη φάτο μῦθον.»
[ὑποδεξίη] ὑποδοχή.
[ὑπόδρα] ὑποβλεπτικῶς, ὅπερ οἱ νεώτεροι ὑπόδραξ.
[ὑπόψιον] ὕποπτον καὶ ὑποβλεπόμενον.
[ὑπονηΐῳ] ὁ μὲν Ἀπίων ὡς ἐν τῇ Ἰθάκῃ λιμένος οὕτως καλουμένου. ὁ δὲ Ἡλιόδωρος ὡς δύο μέρη λόγου ὄντα μετείληφεν, ἵν' ᾖ ὑπὸ τῷ νηΐῳ· φησὶ γὰρ «νήϊος τόπος ἔχων ξύλα ἢ δένδρα, ἐξ ὧν δεσμοῦσι τὰς ναῦς καθορμίζοντες.»
[ὑπόῤῥηνον] ὕπαρνον, οἷον ἄρνα ἔχουσα ἐν τῇ γαστρί.
[ὑπωρείας] τοὺς πρὸς τοῖς κάτω μέρεσι τοῦ ὄρους· «αἵ ῥά θ' ὑπωρείας ᾤκεον πολυπιδάκου Ἴδης.»
[ὑπὲρ μόρον] ὁ μὲν Ἀρίσταρχος τὴν δευτέραν ὀξυτονῶν ὑπερμόρως ἀκούει, «ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρείδαο·» ὁ δὲ Ἡλιόδωρος ὡς δύο μέρη λόγου ὄντα προφέρεται, καὶ φησὶν ὑπὲρ τὸ καθῆκον.
[ὕπατε κρειόντων] ἡγούμενε θεῶν.
[ὑπίσχεται] ἀναδέχεται καὶ ὑπισχνεῖται.
[ὑποστάς] ἀναδεξάμενος. ὅταν δὲ λέγῃ «καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι,» ἴσον τῷ ὑπειξάτω.
[ὑποδμώς·] «Ποσειδῶν ὑποδμώς.» ὁ μὲν Ἡλιόδωρος δμὼς ὑποτεταγμένος, ἔνιοι δὲ ὡς περισσὸν οὔσης ἀκούουσι τῆς προθέσεως.
[ὑπιωγή] ὑπαγωγή· «εὗδον Βορέω ὑπιωγῇ.»
[ὑποπερκάζουσι] μεταβάλλουσιν ἀπὸ τοῦ ὄμφακος.
[ὑπεκπροθέων] ὑπεκτρέχων.
[ὑπὲρ τοκήων] κατὰ τῶν γονέων· «λίσσομ' ὑπὲρ τοκήων.»
[ὑποσσείουσιν] ὑφέλκουσιν.
[ὑποκυσσαμένη] ἔγκυος γενομένη.
[ὑπαλευόμενος] φυλασσόμενος.
[ὑποδέγμενος] ἀναδεχόμενος· «βίας ὑποδέγμενος ἀνδρῶν.»
[ὑπό] κυρίως μὲν «δύο δ' ὑπὸ πυθμένες ἦσαν» καὶ πάλιν «ὣς ὑπὸ Τυδείδῃ πυκιναὶ κλονέοντο φάλαγγες.» ἀντὶ τῆς μετά.
[ὕπνος] ἐπὶ μὲν τοῦ εἰδωλοποιουμένου θεοῦ «ὕπνε ἄναξ,» ἐπὶ δὲ τοῦ πάθους «ὕπνῳ καὶ φιλότητι,» ἐπὶ δὲ τοῦ θανάτου «ὣς ὁ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον.»
[ὕπνου δῶρον] περιφραστικῶς ὁ ὕπνος.
[ὑπέρπτατο] μεταφορικῶς ἀντὶ τοῦ ὑπερέπεσεν.
[ὑψαγόρη] μεγαλήγορε.
[ὑψίζυγος] ὁ τὴν ἀνωτάτω ἕδραν ἔχων.
[φαεσίμβροτος] ἡ τὸ φῶς τοῖς βροτοῖς παρεχομένη.
[φαίδιμος] λαμπρός, ἢ ὁ ἐπίσημος.
[φαληριόωντα] λευκανθίζοντα.
[φαλός] τὸ λάμπρυσμα τῆς περικεφαλαίας, ὅθεν καὶ τρίφαλος ἡ τρεῖς φαλοὺς ἔχουσα, τετραφάληρος δὲ ἡ τέσσαρας. εἴρηται δὲ παρὰ τὸ φάος. ὁ δὲ Ἀπίων «φαλὸς ὁ λαμπρὸς καὶ λευκὸς τῆς περικεφαλαίας ἧλος.»
[φᾶρος] ἱμάτιον, ἀπὸ τοῦ φορεῖσθαι. καὶ ἐπὶ ἀνδρῶν καὶ γυναικῶν.
[φαρμάσσων] στομῶν, οἷον φαρμακεύων.
[φάσγανον] ξίφος, παρὰ τὸ φάσαι, ὅ ἐστιν ἀνελεῖν.
[φαεινή] λαμπρά. ἐν δὲ τῇ Θ τῆς Ἰλιάδος «φαεινὴν ἀμφὶ σελήνην» ἐζήτησαν πῶς τότε ἡ σελήνη δύναται φάναι, ὅτε τὰ ἄστρα λαμπρὰ φαίνεται. ὅθεν ὁ Ἀρίσταρχος τοῦτο λύων φησὶ φαεινὴν οὐ τὴν τότε λαμπρὰν ἀλλὰ τὴν φύσει λαμπράν, ὥσπερ καὶ ἐπὶ τῆς ἐσθῆτος τῆς Ναυσικάας «φέρεν δ' ἐσθῆτα φαεινήν,» ἣν διὰ τὸ ἐῤῥυπῶσθαι εἰς τοὺς πλυνοὺς παρακομίζει. ἀλλὰ δῆλον, φησίν, ὅτι ἐνταῦθα ἀκουστέον τὴν φύσει λαμπράν.
[φάτις] δόξα· «φάτις ἀνθρώπους ἀναβαίνει.»
[φαέθων] λάμπων. ἔστι δὲ καὶ ἵππου ὄνομα.
[φαείνω] φανῶ. «δύσομαι.»
[φάε] ἐπέτελλε· «φάε δὲ χρυσόθρονος Ἠώς.»
[Φειά] πόλις· «Φειᾶς πὰρ τείχεσσιν, Ἰαρδάνου ἀμφὶ ῥέεθρα.»
[φέριστε] βέλτιστε, ὑπερφέρων πάντας.
[φέρβειν] τρέφειν. ὅθεν καὶ τὴν γῆν [πολυφόρβην·] «πολυφόρβου πείρατα γαίης.» ἀπὸ δὲ τῆς αὐτῆς ἐννοίας καὶ ὁ [συφορβός.] ἔτι δὲ καὶ νῦν φορβειά τις λέγεται τῶν ὄνων καὶ τῶν ἵππων, ἐν ᾗ ἀποτίθεται ἡ τροφὴ αὐτῶν.
[Φεραί] πόλις Θεσσαλίας· «οἱ δὲ Φερὰς ἐνέμοντο.»
[φέρτερος] κρείσσων, παρὰ τὸ ὑπερφέρειν.
[φέροντο] ἐν τῇ Κ Ὀδυσσείας ἀντὶ τοῦ προσεφέροντο· «ἰχθῦς ἀσπαίροντας ἀτερπέα δαῖτα φέροντες.»
[Φείδων] ὄνομα κύριον.
[φέρτρῳ] φορείῳ· «κείμενον ἐν φέρτρῳ.»
[φηγός] ἡ δρῦς, καὶ [φήγινος] ὁ δρύϊνος· «φήγινος ἄξων.» ὁ δὲ Ἀπίων ἐτυμολογῶν παρὰ τὸ φαγεῖν φαίνεται, ἐπεὶ πρὸ τῆς εὑρέσεως τῶν Δημητριακῶν καρπῶν ἐβαλανοφάγουν. ὅθεν καὶ παροιμία «πάλιν δ' ἐπὶ φηγὸν ἀνέδραμον» ἀντὶ τοῦ εἰς τὴν ἀπὸ τῆς φηγοῦ τροφήν.
[φήνη] εἶδος ὀρνέου. καὶ «φήνοι Αἰγυπτιακοὶ γαμψώνυχες.» Ἀπολλώνιος δὲ ὁ τοῦ Χάριδος ἀετοῦ γένος φησί, καὶ Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων.
[φῆρες] οἱ Κένταυροι, Αἰολικῶς, ἀπὸ τοῦ θηριώδη τὴν φύσιν ἔχειν ἐν ὄρει ὄντες· οἱ δὲ Αἰολεῖς τὰ θηρία φηρία λέγουσιν. ἡ δὲ διατριβὴ αὐτῶν παραδέδοται ἐν Θετταλίᾳ, Θεσσαλοὶ δὲ οἱ Αἰολεῖς εἰσί· «φηρσὶν ὀρεσκόοισι» καὶ «ἤματι τῷ ὅτε φηρὰς ἐτίσατο.» Ἀπίων δὲ ἐτυμολογῶν ἀπὸ τοῦ ὑφορᾶσθαι ἐν τοῖς ὄρεσιν, ἢ ἀπὸ τοῦ φάσμα ἔχειν θηρίων. βέλτιον δὲ τὸ τῶν Αἰολέων· καὶ γὰρ Ὅμηρος μόνους τοὺς φῆρας εἴρηκεν, οὐδέποτε δὲ τὸν λέοντα φῆρα.
[φῆσθα] λέγεις· «εὖ δὴ ταῦτά γε φῆσθα, γέρον φίλε.» ἄνευ δὲ τοῦ [ι] γραπτέον, ἐπεὶ καὶ οἱ Αἰολεῖς φέσθα λέγουσιν ἀντὶ τοῦ ἔλεγες. «φῆσθα.» καὶ τὸ «ἔφησθα κελαινεφές.»
[φθάνει] καταφθάνει.
[φθὰν δὲ μεθ' ἵππους] ἔφθασαν δὲ πολὺ τοὺς ἵππους.
[φθειρῶν.] φθεῖροι λέγονται ὑπό τινων αἱ πίτυες· Φθειρῶν γὰρ ὄρος τῆς Καρίας περὶ Μίλητον, διὰ τὸ πολλὰς ἔχειν πίτυς· οἱ γὰρ τόποι τῶν πιτύων φθίραι προσαγορεύονται. οἱ δὲ ὅτι τὰ τῶν πιτύων μικρὰ στροβίλια οὕτως λέγονται, ἃ καὶ πιτυοκάμπους φασίν. ἢ ἀπὸ Φθίρωνος τοῦ Ἐνδυμίωνος. ἢ ὅτι τὰ ἐξανθήματα τῶν πιτύων ὄμβριά εἰσιν φθιρσίν.
[φθιρσίμβροτον] τὴν ἐπὶ φθορᾷ βροτῶν.
[φθινύθουσιν] εἰς φθορὰν ἄγουσι.
[φιλέειν] ἐπὶ μὲν τοῦ ξενίζειν «μῆνα δὲ πάντα φίλει με,» ἐπὶ δὲ τοῦ ἀγαπᾶν «ἢ μοῦνοι φιλέουσ' ἀλόχους.»
[φιλότης] ἐπὶ μὲν φιλίας «ἢ φιλότητα μετ' ἀμφοτέροισι τίθησιν,» ἐπὶ δὲ τῆς συνουσίας «ἀλλ' ἄγε δὴ φιλότητι τραπείομεν.»
[φιλοκτεανώτατε] φιλοχρηματώτατε· κτέανα δὲ τὰ χρήματα. τῶν ἅπαξ εἰρημένων.
[φιάλη] κατασκεύασμά τι· «ἀμφίθετον φιάλην.» ἔστι δὲ ἀμφίθετος ἡ κατὰ πυθμένα καὶ κατὰ στόμα δυναμένη τίθεσθαι.
[φιλομειδής] ἐπίθετον Ἀφροδίτης, ἡ φιλοῦσα τὰ μειδιάματα, ἐξ οὗ τὴν ἱλαρὰν σημαίνει. ὁ δὲ Ἀπίων φιλόγελως.
[φίν.] εἰώθασιν ἀντὶ τοῦ σφίν ἀντωνυμικῶς χρῆσθαι τῇ φίν, ἀντὶ τοῦ αὐτοῖς ἢ αὐταῖς. οὐχ εὑρίσκεται δὲ παρ' Ὁμήρῳ, ὡς Ἀπίων τέταχεν.
[φιτρῶν] κορμῶν. καὶ ἔστι παρὰ τὸ φύεσθαι.
[φιληρέτμοισι] ἀπὸ μέρους φιλοναύταις.
[φίλος] ἀντὶ τῆς κλητικῆς εἴωθε λέγειν· «δὸς φίλος.»
[Φιλομηλείδης.] τοῦ σχήματος ὄντος πατρωνυμικοῦ, ἐν τῇ Δ Ὀδυσσείας «Φιλομηλείδῃ ἐπάλαισεν ἀναστάς,» ἐδέξαντό τινες τὸν Πάτροκλον ὡς Φιλομήλας μητρός, τοῦ ποιητοῦ πρῶτον μὲν οὐδέποτε τῷ σχήματι χρησαμένου· οὐ γὰρ Λητοίδην εἶπε τὸν Ἀπόλλωνα, οὐδὲ Θετίδην τὸν Ἀχιλλέα· ἔπειτα δέ, εἴπερ ἐσημαίνετο Πάτροκλος καταπαλαισθεὶς ὑπὸ Ὀδυσσέως, οὐκ ἂν εἶπεν «κεχάροντο δὲ πάντες Ἀχαιοί·» τὸν γὰρ Πάτροκλον ὑπὸ πάντων φιλούμενον συνίστησι δι' ὧν φησὶ «πᾶσι γὰρ ἐπίστατο μείλιχος εἶναι.» ὅθεν τινὲς μὲν ἕτερόν τινα Φιλομήλου υἱὸν ἔφασαν, οἱ δὲ κύριον ὄνομα, ὅπερ καὶ μᾶλλον ἀκουστέον· πολλάκις γὰρ τῷ πατρωνυμικῷ τύπῳ κύριά τινα λέγεται, Εὐριπίδης, Ἀσκληπιάδης, Ἡρακλείδης.
[φιλίων] ἀντὶ τοῦ φίλτερος· «οὐδέ τις ἄλλος ξείνων τηλεδαπῶν φιλίων ἐμῶν ἵκετο δῶμα.» ἐσχηματισμένον τῷ τρόπῳ τοῦ κάλλιον.
[φιλεόντων] φιλείτωσαν, ὡς ἔστων ἔστωσαν.
[φλέγμα] τὴν φλόγα. ὁ δὲ Ἀπίων τὸν φλοῖσμον ταραχὴν λέγει. βέλτιον δὲ τὸ πρῶτον· κατὰ σύνθεσιν γὰρ πολυφλοίσβοιο, κατ' ἰδίαν δὲ οὔ.
[φλίψεται] ἀποθλιβήσεται.
[φόβος.] Ἀρίσταρχος σεσημείωται ὅτι συνήθως φόβος ἐπὶ τῆς φυγῆς, φύζα δὲ ἐπὶ τῆς μετὰ δειλίας φυγῆς.
[Φοῖβος] ἐπίθετον Ἀπόλλωνος. ὁ μὲν Αἰσχύλος ἀπὸ Φοίβης τῆς μητρὸς Λητοῦς· Ὅμηρος δὲ οὐδέποτε ἀπὸ μητέρων κοσμεῖ τινάς, μήθ' ὅτι δὲ μάμμης. Φοῖβον οὖν ἐκδεκτέον ἀπὸ τοῦ φοιβᾶσθαι, ὅ ἐστι μαντεύεσθαι. ἢ καὶ βέλτιον, ὁ καθαρὸς καὶ ἀμίαντος· φοῖβον δὲ κατὰ γλῶτταν τὸ καθαρόν, ὡς καὶ Ἡλιόδωρος «φοῖβον ὕδωρ ἐπάγων κέρας Ὠκεανοῖο ῥοῇσι.»
[φοινόν] ἤτοι τὸ ἐρυθρὸν ἢ τὸ φόνιον καὶ δεινόν.
[φολκός.] τῶν ἅπαξ εἰρημένων. ἔστι δὲ οἷον φαολκός, ὁ τὰ φάη εἱλκυσμένος, οἷον στραβός.
[φοξός. καὶ] τοῦτο τῶν ἅπαξ εἰρημένων. σημαίνει δὲ τὸν ὀξυκέφαλον. εἴρηται δὲ ἀπὸ τῶν κεραμικῶν ἀγγείων τῶν ἐν τῇ καμίνῳ ἀπὸ τοῦ φωτὸς ἀπωξυμμένων, καθά φησι καὶ Σιμωνίδης «αὐτὴ δὲ φοξὴ χειρὸς Ἀργείη κύλιξ.»
[φόρμιγξ] ἡ κιθάρα, παρὰ τὸ φέρεσθαι.
[φορύξας] συμφύρας· «φορύξας αἵματι πολλῷ.»
[φόως ἐρέουσα] τὴν ἐπιτολὴν τοῦ ἡλίου προσημαίνουσα.
[φοῖνιξ.] τῶν πολλὰ δηλουσῶν ἡ λέξις. τὸ μὲν γὰρ δένδρον «φοίνικος ἔην ἔρνος.» δηλοῖ καὶ τὸ κύριον ὄνομα, τὸν τοῦ Ἀχιλλέως τροφέα· «Φοῖνιξ ἄττα γεραιέ.» σημαίνει καὶ τὸν πυῤῥὸν τῷ χρώματι, «τὸ μὲν ἄλλο δέμας φοῖνιξ ἦν, ἐν δὲ μετώπῳ λευκὸν σῆμ' ἐτέτυκτο·» καὶ τὸ φοινικὸν ἄνθος, «ὡς δ' ὅτε τίς τ' ἐλέφαντα γυνὴ φοίνικι μιήνει·» καὶ τὸ ἐθνικόν, «δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς.»
[φορτίδος] φορτηγοῦ νεώς· «φορτίδος εὐρείης.»
[φορέῃσι] διαφέρει· «φορέῃσιν ἀκάνθας.»
[φόρτου] τῶν φορτίων· «φόρτου τε μνήμων.»
[Φόρκυνος] ὄνομα κύριον· «Φόρκυνος δέ τις ἔστι λιμήν.»
[φοινικόεσσαν] πυῤῥὰν τῷ χρώματι.
[φορήμεναι] ἐπὶ μὲν τοῦ φορεῖν «Ἥφαιστος Διὶ δῶκε φορήμεναι,» ἐπὶ δὲ τοῦ προσφέρειν «ἄλλον δ' ἐρίφοισι φορῆναι.»
[φραδέος] συνετοῦ, δυναμένου ἐπιφράσασθαι, ὅ ἐστιν ἐπινοῆσαι· «φραδέος νόου ἔργα τέτυκται.» ἀπὸ τοῦ αὐτοῦ καὶ τὸ φράσαι, ὅπερ ἀγνοήσας Ζηνόδοτος μεταγράφει «σὺ δὲ φράσαι εἴ με σαώσεις,» οὐδέποτε τοῦ ποιητοῦ ἐπὶ τοῦ εἰπεῖν τάσσοντος τὴν λέξιν. διόπερ Ἀρίσταρχος ἐν τῇ Ρ τῆς Ἰλιάδος ἠθέτηκεν.
[φράδμων] ὁ ἔμπειρος καὶ ἐπιγνῶναι δυνάμενος.
[πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος. φρήτρη] κυρίως μὲν ἡ πατριὰ καὶ συγγένεια, Ὅμηρος δὲ καταχρηστικῶς τοῖς κατὰ πόλιν μαχομένοις. σημαίνει δὲ διὰ τῶν φυλῶν τοὺς κατὰ ἔθνη.
[φρῖκα] τὴν ἐπιφάνειαν τοῦ κύματος· «μέλαιναν φρῖχ' ὑπαλύξας.»
[φῦκος] φυκίον, συρφετός· «πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευαν.»
[φρόντιν] τὴν καταφρόνησιν.
[φυλάσσειν] ἐπὶ μὲν τοῦ καθ᾿ ἡμᾶς συνήθους «δῶμα φυλασσέμεναι,» ἐπὶ δὲ τοῦ ἐπιτηρεῖν «ὀνείδεά τε προφέροις νόστον τε φυλάσσεις.» «καὶ τὸ φυλάσσειν πάννυχον ἐγρήσσοντα.»
[φύλοπις] ἡ μάχη, ἀπὸ τοῦ κατὰ φυλὰς εἰς πρόσοψιν ἀλλήλων ἰέναι.
[φυλίης.] ὁ μὲν Ἡλιόδωρος γένος ἐλαίας, ὁ δὲ Ἀπίων ψιλῶς γένος δένδρου. λέγεται γὰρ ὅτι ἡ ἀνήμερος ἐλαία λεγομένη φυλία λέγεται.
[φύξιν] φυγήν.
[φυσιόωντας] ἀσθμαίνοντας, ἐν τῇ Δ Ἰλιάδος. τῶν πεποιημένων ἡ λέξις.
[φυσίζωος] ἡ τὰ πρὸς τὸ ζῆν φύουσα.
[φυταλίη] κῆπος.
[φῦλον] ἀντὶ τοῦ γένος· «ὡς ὄφελ' Ἑλένης ἀπὸ φύλων ὀλέσθαι.»
[φωριαμοῖς] κιβωτοῖς. ὁ μὲν Ἀπίων ἐτυμολογῶν ἀπὸ τοῦ εἶναι ἐν αὐτοῖς τὰ φορήματα. ἔνιοι δὲ τὰς πρὸς τὴν ἀπὸ τῶν φωρῶν, τουτέστι κλεπτῶν, φυλακὴν κατεσκευασμένας.
[φῶτες] οἱ ἄνθρωποι, ἀπὸ τοῦ φωτίζειν τὰ νοούμενα πάντα διὰ τοῦ λόγου. τὸ δὲ ἑνικὸν λέγεται ὀξυτόνως· «ἀλλότριος φώς.» τὸ δὲ φῶς περισπωμένως οὐ μόνον τὸ πῦρ ἀλλὰ μεταφορικῶς τὴν χαρὰν σημαίνει· «φόως δ' ἑτάροισιν ἔθηκεν,» κατ' ἐπέκτασιν.
[χάσασθαι] χωρῆσαι. ἀφ' οὗ καὶ [κάδος] ἐλέγετο τὸ κεράμιον· «οἴνου δ' ἐξέπιον κάδον,» ὥς φησιν Ἀνακρέων. ἔτι δὲ καὶ νῦν λέγομεν ἡμικάδιον τὸ ἥμισυ τοῦ κεραμίου. καὶ ὁ καθιέμενος δὲ εἰς τὰ φρέατα κάδος κατ' ἀντιστοιχίαν ἐστὶ χάδος, ἐπεὶ ἀγγεῖον ὕδατος ἔσκε. τὸ δὲ ἀναχωρῆσαι κατὰ μετοχήν· «ἀλλ' ἀναχασσάμενος λίθον εἵλετο.» καὶ μεταφορικῶς «Ἥρη δ' οὐκ ἔχαδε στῆθος χόλον,» καὶ πάλιν «ὅσσον κεφαλὴ χάδε φωτός,» ὅσον ἡ κεφαλὴ ἴσχυσε χωρῆσαι μέγεθος φωνῆς.
[χαῖται] αἱ κεχυμέναι κόμαι.
[χαλκίς] ὁτὲ μὲν ὄνομα πόλεως, «Χαλκίδα δ' Ἐρέτριάν τε,» ὁτὲ δὲ ὀρνέου, «χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.»
[χαλκοβατές] μεταφορικῶς τὸ ἰσχυρὸν καὶ βεβηκός.
[χάλκεα] συνήθως τὰ ὅπλα, καὶ τὰ ἐκ σιδήρου, ἀπὸ τῆς παλαιᾶς χρήσεως· κατὰ γὰρ τὸν Ἡσίοδον «χαλκῷ δ' εἰργάζοντο, μέλας δ' οὐκ ἔσκε σίδηρος» διόπερ «χάλκεον ἔγχος» καίπερ σιδηρᾶν ἔχον τὴν αἰχμήν, καὶ χαλκεὺς καὶ ἔτι νῦν ὁ σίδηρον κατεργαζόμενος. Ὅμηρος δὲ καὶ τὸν χρυσοχόον λέγων οὕτως· «ἦλθε δὲ χαλκεὺς ὅπλ' ἐν χερσὶν ἔχων.»
[χαλκήρεας] χαλκῷ ἡρμοσμένους.
[χαλίφρων] κεχαλασμένος κατὰ τὰς φρένας, ἀσύνετος, ἐναντίος τῷ «πυκνὰ φρεσὶ μήδε' ἔχοντι.» ἔνιοι δὲ ἀκρατόφρονα· χάλις γὰρ ὁ οἶνος ὁ ἀναχαλῶν τὰς φρένας.
[χατέουσα] ἐνδεομένη. ὅθεν καὶ [χήρα] γυνὴ δεομένη βοηθείας διὰ τὸ τοῦ ἀνδρὸς ἐστερῆσθαι, καὶ [χήτει] τῇ ἐνδείᾳ· «χήτει τοιοῦδ' ἀνδρός.»
[χαλκοκορυσταί] χαλκῷ καθωπλισμένοι, ἀπὸ ἑνὸς μέρους.
[χαλεπόν] δύσεργον, ἀδύνατον· «μῶλυ δέ μιν καλέουσι θεοί, χαλεπὸν δέ τ' ὀρύσσειν.»
[χαμάζε] χαμαί. ἔστι δὲ τῶν εἰς τόπον.
[χαράδραι] αἱ ἐγχαράξεις τοῦ ἐδάφους ὑπὸ τῶν καταφερομένων ὀρεινῶν ὑδάτων.
[χαυλιόδοντα] τὸν ἐπικεχαλασμένους ἔχοντα τοὺς ὀδόντας. ὁ δὲ Ἀπίων γελοίως καυλιόδοντα, ἐκκεκαυληκότας ἔχοντα τοὺς ὀδόντας· ὅθεν καὶ αὐλός.
[χαμαιευνάδες] ἐπιθετικῶς αἱ σύες, ἀπὸ τοῦ παρακολουθοῦντος, αἱ χαμαὶ εὐναζόμεναι· πολλὰ γὰρ τῶν ἄλλων τετραπόδων τὸ πλεῖον ἵσταται. ὁ δὲ Ἀπίων, ὅτι βόθρους ὀρύσσουσιν, τοῦτο δὲ ποιοῦσι μέν, οὐ μὴν ἐκ τῆς λέξεως ἐμφαίνεται.
[χάρμη] ἡ μάχη.
[χαλεπήνῃ] ἐς χαλεπότητα ἀγάγῃ.
[χαλκεῶνα] τὸ χαλκεῖον.
[χανδόν] πολύ, παρὰ τὸ κεχηνότα πίνειν ἀθρόως.
[χειῇ] τῇ καταδύσει· «ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος.» τὸ γὰρ ζῷον ὁμοίως ὕδατι χεῖται. ὅθεν πᾶσαν χώρησιν χειὴν ἔλεγον.
[χερῆϊ] χείρονι καὶ ἥττονι.
[χέρνιβα] αὐτὸ τὸ ἐπικείμενον ταῖς χερσὶν ὕδωρ. ἅπαξ δέ ποτε εἶπεν ὁμοίως τὸν ὑποδεκτικὸν τῶν χερνίπτων χέρνιβον.
[χείσεται] χωρήσει.
[χέρσον] πᾶσαν γῆν, οὐχ ὁμοίως ἡμῖν τὴν ἀκατέργαστον.
[χέραδος] σωρὸς λίθων μετ' ἰλύος.
[χερνῆτις] ἡ ἀπὸ τῶν χειρῶν ζῶσα.
[χεῦαι] τὸ τὴν γῆν ἐπιχέαι τοῖς τεθνεῶσι· «σῆμα τέ μοι χεῦσαι.» ἀπὸ τούτου χυτὴ οὐ κοινῶς ἡ γῆ, ἀλλ' ἡ ἐπιχεομένη τοῖς νεκροῖς.
[χηλός] ἡ κιβωτός, ἀπὸ τῆς διαστάσεως τῆς κατὰ τὴν ἄνοιξιν γινομένης.
[χηραμός] ἡ κατάδυσις. καὶ ἔστιν οἷον χωραμός, εἰς ἣν χωρητικῶς πέλει. χηραμὸν δὲ κυρίως τὴν τῶν ὄφεων κατάδυσιν, ὅτι μόνον χωρεῖ τὸν ὄφιν.
[χηρωσταί] οἱ μακρόθεν προσήκοντες κατὰ γένος, καὶ χῆρα ὄντα τῶν σύνεγγυς τὰ χρήματα κληρονομοῦντες.
[χήτει] ἐνδείᾳ· «χήτει τοιοῦδ' ἀνδρός.»
[χηρεύει] ἐνδεὴς ἀνδρῶν ἐστίν· «ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.»
[χθαμαλή.] παρέμπτωσις τοῦ [θ]· ἔστι γὰρ χαμαλή, παρὰ τὸ πρὸς τὰ χαμαὶ εἶναι κυρίως.
[χλόη] ἡ πάντων τῶν χλωρῶν φύσις.
[χθαμαλώτερος] ταπεινότερος.
[χθών] ἡ γῆ, ἀπὸ τῆς χύσεως.
[χιτών] ἐπὶ μὲν τοῦ συνήθους ἡμῖν «μαλακὸν δ' ἔνδυνε χιτῶνα,» ἐπὶ δὲ τοῦ θώρακος «Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι.»
[χλαῖνα] ἱμάτιον. κυρίως δὲ τὸ χειμερινόν, παρὰ τὸ χλιαίνειν.
[χλούνην] χλοεύνην. τοὺς ἐν τῇ χλόῃ εὐναζομένους.
[χλωρὸν δέος] χλωροποιόν· τοιοῦτος γὰρ ὁ φόβος. ὅταν δὲ λέγῃ «χλωρὸν ἐλάϊνον,» θέλει λέγειν οὐ πολυχρόνως ἐκτετμημένον. ὅταν δὲ λέγῃ «πὰρ δὲ μέλι χλωρόν,» ἤτοι νέον ἢ ἀπὸ τοῦ χρώματος, καθὸ μελάχρουν τινὰ λέγομεν, τὸν ἡσυχῇ. ἢ τὸ ἀπὸ τῶν χλωρῶν συναγόμενον ὑπὸ τῶν μελισσῶν.
[χλωρηῒς ἀηδών] ἀπὸ τοῦ χρώματος, ἢ διὰ τὸ ἐν χλωροῖς δένδροις διάγειν.
[χοάνοισι] ταῖς χώναις, οἷον τοῖς χωνεύμασιν, εἰς ἃ ἔγκειται τὰ χωνευόμενα.
[χόλος] ἤτοι πολυχρόνιον πάθος καὶ τὸ αὐτὸ τῇ μήνιδι, ἢ τὸ ὀλιγοχρόνιον· «νῦν δ' ἤδη μὲν ἐγὼ παύω χόλον.»
[χολωθείς] εἰς χόλον ἀχθείς.
[χοίνικος·] «ὅς κεν ἐμῆς χοίνικος ἅπτηται.» ὁ δὲ Ἡλιόδωρος θέλει δηλοῦν ἀπὸ μέρους τροφῆς, οὐκ ἀπιθάνως.
[χραισμεῖν] βοηθεῖν, ἀπὸ τοῦ χρείαν τινὰ ἔχοντά τινος βοηθείας.
[χραύσει] καταξύσει τὸν χρῶτα.
[χρεῖος] ὀφείλημα.
[χριμφθῆναι] ἐμπελάσαι.
[χρόμαδος] ποιὸς ψόφος· «δεινὸς δὲ χρόμαδος γενύων γένετο.»
[χρυσηλακάτου] καλλιτόξου.
[χρυσαόρου] τοῦ χρυσοῦν ἄορ ἔχοντος· «Φοίβου Ἀπόλλωνος χρυσαόρου.»
[χρυσῆς Ἀφροδίτης] καλῆς, ἀπὸ τῆς παρ' ἡμῖν θαυμαζομένης ὕλης.
[χρυσόῤῥαπις] ὁ Ἑρμῆς, ἀπὸ τῆς ῥάβδου, οἷον καλομήχανος· λέγεται γὰρ ῥάπτειν μεταφορικῶς τὸ ἐπὶ συντιθέναι τῶν βουλευομένων.
[χρυσήνιος] χρυσᾶς ἡνίας ἔχων.
[χρυσάμπυκας] ὁ μὲν Ἀπίων χρυσοχαλίνους· βέλτιον δὲ χρυσέους δεσμοὺς ἔχοντας, παρὰ τὴν ἄμπυκα, ἥτις ἐστὶ τῶν τριχῶν εἰς τὸ ἄνω σύλληψις.
[χρήματα] οὐχ ὡς νῦν, τὸ ἀργύριον καὶ τὰ διάφορα νῦν λεγόμενα, ἀλλ' οἷς ἄν τις χρήσαιτο.
[χρειοῖ] χρείᾳ καὶ ἐνδείᾳ.
[χρείων] χρησμολογῶν.
[χρησόμενος] χρησμῳδηθησόμενος.
[χρηΐζοντα] χρείαν ἔχοντα, ἐνδεόμενον.
[χρόνιον] μετὰ πολὺν χρόνον.
[χυτλώσαιτο] ἀλείψαιτο μετὰ τὸ λούσασθαι.
[χωόμενος] χολούμενος, ἀνιώμενος καὶ συγχεόμενος κατὰ ψυχήν. ἐπὶ μὲν τοῦ πρώτου «βῆ δὲ κατ' Οὐλύμποιο καρήνων χωόμενος,» ἐπὶ δὲ τοῦ ἀνιώμενος καὶ συγχεόμενος «χώσατο δ' Ἕκτωρ.»
[ψάμαθος] ἡ παραθαλάσσιος ἄμμος.
[ψεδνή] ἀραιά, μαδαρά, οἷον ἀπεψιλωμένη.
[ψιάδας] ψεκάδας.
[ψολόεντα κεραυνόν] ἤτοι τὸν τεφρώδη (ψόλος γὰρ ἡ αἰθάλη), ἢ ὡς ἔνιοι, συνθέτως πεσολόεντα, τὸν διὰ τοῦ πεσεῖν ὀλοὸν γινόμενον, τουτέστιν ὀλοθρευτικόν, τούτοις οἷς ἂν ἐμπέσῃ. ἢ τὸν κατὰ ψαῦσιν ὀλλύντα. ἢ τὸν μελαίνοντα.
[ψυχρὸν ἕλε χαλκὸν ὀδοῦσι] τὸν ἀποψύχοντα τὰ σώματα διὰ τῆς ἀναιρέσεως.
[ψύχειν] τὸ ἐν ἀνέμῳ ῥιπίζειν.
[ψύξασα] ἐπὶ τοῦ βεβλημένου δόρατος ὑφ᾿ Ἕκτορος, «ἦκα μάλα ψύξασα,» οἷον τῷ ἀνέμῳ παρενέγκασα.
[ω] ψιλούμενον καὶ περισπώμενον ἤτοι ἄρθρον κλητικόν, «ὦ φίλοι ἥρωες Δαναοί,» ἢ ἐπίῤῥημα σχετλιασμοῦ δηλωτικόν, «ὦ πόποι.» δασυνόμενον δὲ καὶ ὀξυνόμενον ἤτοι ἄρθρον δυϊκὸν ὑποτακτικόν, ὀρθῆς καὶ αἰτιατικῆς δηλωτικόν, ὀρθῆς μὲν «ὥ τ' ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ νίκης,» αἰτιατικῆς δὲ «ὅν ποτ' Ἀχιλλεὺς Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι.» σημαίνει καὶ ἀντωνυμίαν σύναρθρον τρίτου προσώπου, ὀρθῆς καὶ δυϊκῆς καὶ δηλωτικὴν αἰτιατικῆς· «ᾤμωξέν τ' ἂρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρώ.» ταῦτα μὲν χωρὶς τοῦ [ι] γραφόμενον. καὶ περισπώμενον ἄρθρον ὑποτακτικὸν ἐπὶ δοτικῆς πτώσεως, «ᾧ κεν ἐπικλώθῃσι θανόντι γινομένῳ τε.» ἢ ἀντωνυμίαν σύναρθρον τὸ ἐπὶ τοῦ τρίτου προσώπου, ἀντὶ τοῦ τῷ αὐτοῦ ἢ τῷ ἑαυτοῦ· καὶ ἐπὶ μὲν τοῦ πρώτου «αἱ μὲν ἔτι ζῶον γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ,» ἐπὶ δὲ τοῦ δευτέρου «ᾧ αὐτοῦ τε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπέλθῃ.»
[ὥς] ἀντὶ τοῦ νύ. ἀντὶ τοῦ οὕτως «ὣς εἰπὼν πυλέων ἐξέσσυτο·» ἐπὶ δὲ τῆς παραβολῆς «ὡς δὲ λέων ἐν βουσὶ θορών·» ἀντὶ τοῦ ἵνα ἢ ὅπως «ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάψῃ·» ἀντὶ δὲ τοῦ ὅτε «Ἕκτωρ δ' ὡς Σκαιάς τε πύλας καὶ πύργον ἵκανεν·» ἀντὶ δὲ τοῦ ὅτι «ἢ οὐχ ἅλις ὡς καὶ τεύχε' ἔχει καὶ ἀγάλλεται αὕτως;» ἀντὶ δὲ τῆς πρός «ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ἐς τὸν ὁμοῖον.» δασυνόμενον δὲ καὶ περισπώμενον τὸ ὧς τὸ ὁμοίως δηλοῖ· «ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν» καὶ «ἀλλ' οὐδ' ὧς ἑτάρους ἐρύσσατο ἱέμενός περ.»
[Ὠγυγίην] ὄνομα τῆς Καλυψοῦς νήσου· «νῆσον ἐς Ὠγυγίην ὠτρυνέμεν.»
[ὧδε] κατὰ Ἀρίσταρχον οὐδέποτε συνήθως ἡμῖν κεῖται, ἀλλ' ἀντὶ τοῦ οὕτως τάσσεται· «ὧδε δέ τις εἴπεσκεν ἰδών.» ἐπὶ δὲ τοῦ «Ἥφαιστε πρόμολ' ὧδε» οὕτως ἀκούει, πρόελθε οὕτως ὡς ἔχεις, ἐκ προχείρου, μηδὲν ἀναβαλλόμενος.
[ὤδεε] ὦζεν. ἔνιοι ᾠδήκει. «ὤδεε δὲ χρόα πάντα.»
[ὠΐσθη] ὑπέλαβεν.
[ὦκα] ταχέως. ἀπὸ δὲ τούτου καὶ «πόδας ὠκὺς Ἀχίλλεύς» ὁ ταχύς, καὶ «ὠκύαλος νηῦς» ἡ ταχεῖα, καὶ «ὠκέα Ἶρις,» καὶ «ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε.»
[ὠλέναι] πήχεις· ἀφ' οὗ καὶ «λευκώλενος Ἥρη» ἡ λευκόπηχυς.
[ὦλκα] αὔλακα· «ἱεμένω κατὰ ὦλκα, τέμνει δέ τε τέλσον ἀρούρης» καὶ πάλιν «τῷ κέ μ' ἴδοις εἰ ὦλκα διηνεκέως προταμοίμην.»
[ὠμησταί] ὁ μὲν Ἀπίων προκέκρικε τὸ συνθέτως ἀκούειν, μεταπέπλακε δὲ οὕτως, ὠμοέσται, ὠμοφάγοι. δύναται δὲ καὶ παραγωγὸν εἶναι καὶ ὀξυτονεῖσθαι, παρὰ τὴν ὠμότητα· καὶ γὰρ ὁ χηρωστὴς παρὰ τὴν χηρείαν.
[ὡμήρησε.] ἔστι μὲν τῶν ἅπαξ εἰρημένων, δηλοῖ δὲ τὸ συνήντησε, καὶ εἴρηται παρὰ τὸ ὁμοῦ ἀλλήλοις γίνεσθαι τοὺς συναντῶντας.
[ὠμογέρων] ὁ μέσος τὴν ἡλικίαν.
[ὠμοθετεῖν] τὸ ἀφ' ἑκάστου μέλους τοῦ ἐσφαγμένου ἱερείου ἀφελεῖν ἔτι ὠμοῦ ὄντος, καὶ ἐπιτιθέναι ἐπὶ τὴν θυσίαν.
[ὦνον] τὴν καταβαλλομένην τιμὴν ἀντί τινος. ἔνθεν [καὶ ὠνητὴ καὶ] ἀγοραστή.
[ὤνησεν] ὠφέλησεν.
[ὠπάζετο] κατόπιν ἐδίωκεν. δηλοῖ δὲ καὶ τὸ περιεποίησεν, ὅτε συντελικῶς καὶ πληθυντικῶς λέγει «τῷ δὲ θεοὶ κάλλος τε καὶ ἠνορέην ἐρατεινὴν ὤπασαν.»
[ὠπίζετο] ἐπιστροφὴν ἐποιεῖτο.
[ὦπος.] Ἀπολλώνιος ὁ τοῦ Χάριδος γενόμενος ἐπὶ τοῦ «Εὐρύκλει' Ὦπος θυγάτηρ» φησὶν «ὡς ἐπὶ τοῦ Γλαῦκος καὶ Πύῤῥος βαρυτονοῦμεν διὰ τὴν ὁμωνυμίαν, οὕτως καὶ ἐπὶ τοῦ Ὦπος. τυχὸν δὲ καὶ συναλοιφή ἐστιν, ὦπος, ἄγαν δεικτικοῦ.»
[ὡπλίσσατο] παρεσκευάσατο.
[ὠρεῖν] φυλάσσειν, ὅθεν καὶ [θυρωρός καὶ πυλωρός.]
[ὤρεσσι] γυναιξί, παρὰ τὸ συνεζεῦχθαι τοῖς ἀνδράσιν. ὅθεν [καὶ συνωρίς.]
[ὠτειλήν] τὴν ἐκ χειρὸς τρῶσιν καὶ τὴν ὁπωσοῦν περιπτώσεως οὐλήν· «ὠτειλὴν Ὀδυσσῆος ἀμύμονος.» ὅθεν Ἀρίσταρχος τὸν στίχον ἐκεῖνον ἀθετεῖ ἐπὶ τοῦ βληθέντος Μενελάου, «αὐτίκα δ' ἔῤῥεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς.» οὐ γὰρ ἐκ χειρὸς ὁ Μενέλαος τέτρωται, ἀλλὰ βέβληται ὑπὸ Πανδάρου· παρὰ γὰρ τὸ οὐτάσαι ὠτειλή.
[ὦχρος] ὠχρίασις· «ὦχρός τέ μιν εἷλε παρειάς.» καὶ [ὠχρήσαντα] ὠχριάσαντα· «οὔτ' ὠχρήσαντα χρόα κάλλιμον.»