Loading...
Ποῦ ἕκαστος τῶν Ἑλλήνων τέθαπται καὶ τί ἐπιγέγραπται ἐπὶ τῷ τάφῳ
- ἐπὶ Ἀγαμέμνονος κειμένου ἐν Μυκήναις.
λεύσσεις Ἀτρείδεω Ἀγαμέμνονος, ὦ ξένε, τύμβον, ὃς θάν᾿ ὑπ᾿ Αἰγίσθου κοὐλομένης ἀλόχου. - ἕτερον.
μνῆμα τόδ᾿ Ἀτρείδεω Ἀγαμέμνονος, ὅν ῥα κατέκτα δῖα Κλυταιμνήστρη Τυνδαρὶς οὐχ ὁσίως. - ἐπὶ Μενελάου.
ὄλβιος ὦ Μενέλαε, σύ τ᾿ ἀθάνατος καὶ ἀγήρως ἐν μακάρων νήσοις, γαμβρὲ Διὸς μεγάλου. - ἐπὶ Ἀχιλλέως κειμένου ἐν Τροίᾳ, τιμωμένου δὲ καὶ ἐν Λεύκῃ τῇ νήσῳ.
παῖδα θεᾶς Θέτιδος Πηληιάδην Ἀχιλῆα ἥδ᾿ ἱερὰ νῆσος ποντιὰς ἀμφὶς ἔχει. - ἕτερον.
Θεσσαλὸς οὗτος ἀνὴρ Ἀχιλεὺς ἐν τῷδε τέθαπται τύμβῳ, ἐθρήνησαν δ᾿ ἐννέα Πιερίδες. - ἐπὶ Πατρόκλου κειμένου μετ᾿ Ἀχιλλέως.
Πατρόκλου τάφος οὗτος, ὁμοῦ δ᾿ Ἀχιλῆι τέθαπται, ὃν κτάνεν ὠκὺς Ἄρης Ἕκτορος ἐν παλάμαις. - ἐπ᾿ Αἴαντος τοῦ Τελαμωνίου.
ἅδ᾿ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῷδε κάθημαι Αἴαντος τύμβῳ κειραμένα πλοκάμους, θυμὸν ἄχει μεγάλῳ βεβολημένα, ὡς παρ᾿ Ἀχαιοῖς ἁ δολόφρων Ἀπάτα κρέσσον ἐμεῦ κέκριται. - ἐπὶ Τεύκρου κειμένου ἐν Σαλαμῖνι τῆς Κύπρου.
Ἰῶν ὠκυμόρων ταμίην Τελαμώνιον ἥδε Τεῦκρον ἀποφθίμενον γῆ Σαλαμὶς κατέχει. - ἐπὶ Νέστορος κειμένου ἐν Πύλῳ.
τὸν βαθύνουν ψυχήν τε νόημά τε θεῖον ἔχοντα ἄνδρ᾿ ἀγαθὸν κατέχω Νέστορα τὸν Πύλιον. - ἕτερον.
Νέστορα τὸν Πυλίων ἡγήτορα ἥδε θανόντα γῆ κατέχει βουλῇ φέρτατον ἡμιθέων. - ἐπὶ Ἀντιλόχου κειμένου ἐν Τροίᾳ.
μνῆμ᾿ ἀρετῆς υἱοῦ τόδε Νέστορος Ἀντιλόχοιο, ὃς θάνεν ἐν Τροίῃ ῥυσάμενος πατέρα. - ἐπὶ Ὀδυσσέως κειμένου ἐν Τυῤῥηνίᾳ.
ἀνέρα τὸν πολύμητιν ἐπὶ χθονὶ τῇδε θανόντα κλεινότατον θνητῶν τύμβος ἐπεσκίασεν. - ἕτερον.
οὗτος Ὀδυσσῆος κείνου τάφος, ὃν διὰ πολλὰ Ἕλληνες πολέμῳ Τρωικῷ εὐτύχεσαν. - ἐπὶ Διομήδους κειμένου ἐν τῇ ὁμωνύμῳ νήσῳ.
αἰνητὸν πάντεσσιν ἐπιχθονίοις Διομήδην ἥδ᾿ ἱερὰ κατέχει νῆσος ὁμωνυμίη. - ἐπὶ Ἰδομενέως καὶ Μηριόνου κειμένων ἐν Κνωσσῷ.
Κνωσσίου Ἰδομενῆος ὁρᾷς τάφον, αὐτὰρ ἐγὼ τοῦ πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου. - ἐπ᾿ Αἴαντος τοῦ Οἰλέως κειμένου ἐν Μυκόνῳ τῇ νήσῳ.
ἐνθάδε τὸν Λοκρῶν ἡγήτορα γαῖα κατέσχεν Αἴαντ᾿ Οἰλιάδην ἐν πελάγει φθίμενον. - ἐπὶ Νιρέως κειμένου ἐν Τροίᾳ.
ἐνθάδε τὸν κάλλιστον ἐπιχθονίων ἔχε γαῖα Νιρέα τὸν Χαρόπου παῖδα καὶ Ἀγλαίης. - ἐπὶ Τληπολέμου κειμένου ἐν Ῥόδῳ.
ἅδ᾿ Ἡρακλείδην ῥηξήνορα θυμολέοντα Τληπόλεμον κατέχει κυματόεσσα Ῥόδος. - ἐπὶ Ἀσκαλάφου καὶ Ἰαλμένου.
Ἀσκαλάφου Τροίῃ φθιμένου καὶ Ἰαλμένου ἥδε ὀστέα πληξίππων γῆ Μινυὰς κατέχει. - ἐν Τρίκκῃ ἐπὶ κενοταφίου Ποδαλειρίου καὶ Μαχάονος.
οἵδ᾿ Ἀσκληπιάδαι Ποδαλείριος ἠδὲ Μαχάων πρόσθεν μὲν θνητοί, νῦν δὲ θεῶν μέτοχοι. - ἐπὶ Πηνέλεω κειμένου ἐν Βοιωτίᾳ.
τόνδ᾿ ἐπὶ Κηφισσῷ ποταμῷ θέσαν ὠκὺ ῥέοντι παῖδες Βοιωτῶν σώφρονα Πηνέλεων. - ἐπὶ Εὐρυπύλου κειμένου ἐν Ὀρμενίῳ.
πάτρῃ ἐν Ὀρμενίῳ Εὐαίμονος ἀγλαὸν υἱὸν Εὐρύπυλον κρύπτει δακρυόεσσα κόνις. - ἐπὶ Θόαντος.
υἱὸν ὑπερθύμου Ἀνδραίμονος ἠδὲ θυγατρὸς Γόργης τῆς Οἰνέως ἥδε κόνις κατέχει. - ἐπὶ Φιλοκτήτου.
τόξων Ἡρακλέους ταμίην Ποιάντιον υἱὸν ἥδε Φιλοκτήτην γῆ Μινυὰς κατέχει. - ἐπὶ Μέγητος ἀπολομένου ἐν θαλάσσῃ, ἔχοντος δὲ τάφον ἐν Δουλιχίῳ.
μνῆμα Μέγητι θοῷ μεγαθύμου Φυλέος υἱῷ Δουλίχιοι τεῦξαν, σῶμα δὲ πόντος ἔχει. - ἐπὶ Πρωτεσιλάου ἀδελφῷ Ποδάρκει κειμένῳ ἐν Σικυῶνι.
γῆ μὲν Ἀχαιὶς ἔθρεψε Ποδάρκην Ἄκτορος υἱόν, ὀστέα δ᾿ αὖ Σικυὼν γῆ κατέχει φθιμένου. - ἐπὶ Πολυποίτου καὶ Λεοντέως.
ἄρχοντες Λαπιθῶν Πολυποίτης ἠδὲ Λεοντεὺς ἐν γαίῃ Μήδων τέρμ᾿ ἀφίκοντο βίου. - ἐπὶ Προθόου κενοταφίῳ.
σῶμα μὲν ἐν πόντῳ Προθόου Τενθρηδόνος υἱοῦ κεῖται ἀνοίκτιστον, τοὔνομα τύμβος ἔχει. - ἐπὶ Εὐμήλου.
υἱὸς ὅδ᾿ Ἀδμήτοιο Φερητιάδης Εὔμηλος νέρθ᾿ ὑπ᾿ ἐμοὶ κεῖται, μοῖραν ἔχων θανάτου. - ἐπὶ Ἀγαπήνορος.
ἀρχὸς ὅδ᾿ ἐκ Τεγέης Ἀγαπήνωρ Ἀγκαίου υἱὸς κεῖθ᾿ ὑπ᾿ ἐμοὶ Παφίων πελτοφόρων βασιλεύς. - ἐπὶ Ἀμφιμάχου καὶ Διώρου.
ἀρχός τ᾿ Ἀμφίμαχος Κτεάτου παῖς ἠδὲ Διώρης ἐνθάδ᾿ ἐνὶ Τροίῃ μοῖραν ἔχουσι βίου. - ἐπὶ Γουνέως.
σῆμα τὸ μὲν Γουνῆος ὁρᾷς, ψυχὴ δὲ θανόντος ἀέρ᾿ ἐς ὑγρὸν ἔβη, σῶμα δὲ πόντος ἔχει. - ἐπὶ Ἐλεφήνορος κειμένου ἐν Τροίᾳ.
νήσου ἀπ᾿ Εὐβοίης Ἐλεφήνορα ἀρχὸν Ἀβάντων ἐνθάδ᾿ ἐνὶ Τροίῃ μοῖρα κατέσχε βίου. - ἐπὶ Μενεσθέως κειμένου ἐν Ἀθήναις.
ταξίλοχος λαῶν υἱὸς Πετεῶο Μενεσθεὺς ἐνθάδ᾿ ἐνὶ κλεινῇ πατρίδι μοῖραν ἔχει. - ἐπὶ Σθενέλου καὶ Εὐρυάλου κειμένων ἐν Ἄργει.
Ἀργεῖος Σθένελος Καπανήιος ὧδε τέθαπται τύμβῳ καὶ τούτου πλησίον Εὐρύαλος. - ἐπὶ Θαλπίου καὶ Πολυξένου κειμένων ἐν Ἤλιδι.
οἵδε Πολύξεινος καὶ Θάλπιος Ἤλιδι δίῃ δμηθέντες κρυεροῦ δῶμ᾿ Ἀίδαο ἔβαν. - ἐπὶ Ταλθυβίου κειμένου ἐν Μυκήναις.
Ταλθύβιον θεράποντα θεῶν κήρυκα καὶ ἀνδρῶν ὧδε Μυκηναίων δῆμος ἔθαψεν ἅπας. - ἐπὶ Αὐτομέδοντος ἐν Τροίᾳ.
Αὐτομέδοντ᾿ Ἀχιλῆι ἐὺν καὶ πιστὸν ἑταῖρον ἥδε κατεσκίασε Τρῳὰς ἄρουρα τάφῳ. - ἐπὶ Φειδίππου καὶ Ἀντίφου.
Φείδιππον Τροίην πέρσαντ᾿ ἠδ᾿ Ἄντιφον ἥρω γαῖα πατρὶς Κῴων ἥδ᾿ Ἐφύρα κατέχει. - ἐπὶ Δηιπύλου.
Δηιπύλου κόρσης εὐειδέος Ὀρμενίοιο μνῆμα τόδ᾿ εὔκλεινον· γείνατο Τληπόλεμος. - ἐπὶ Ζήθου ἐν Θήβαις.
ἑπταπυλῶν Θηβῶν βασιλεὺς ὅδε κεῖται ὑπ᾿ ὄχθῳ Ζῆθος, ὃν Ἀντιόπη γείνατο παῖδ᾿ ἀγαθόν. - ἐπὶ Πυλάδου ἐν Φωκίδι.
υἱὸς ὅδε Στροφίου Πυλάδης ἐν Φωκίδι γαίῃ κεῖται, ἐπεὶ παντὸς μοῖραν ἔπλησε βίου. - ἐπὶ Αἰήτου ἐν Κολχίδι.
Αἰήτην Κόλχοισι πολυχρύσοισιν ἄνακτα ἐνθάδε πανδαμάτωρ μοῖρα θεῶν κτέρισεν. - ἐπὶ Ἀταλάντης ἐν Ἀρκαδίᾳ.
κούρης Ἰασίοιο πολυκλείτης Ἀταλάντης σῆμα πέλας στείχων ἀτρεκές ἐστι τόδε.
Ἐπὶ δὲ τῶν Τρώων - ἐπὶ Λαομέδοντος.
ἐνθάδε Περγαμίδαν κεύθει χθὼν Λαομέδοντα ἵππων ὠκυπόδων εἵνεκ᾿ ἀποφθίμενον. - ἐπὶ Ἕκτορος κειμένου ἐν Θήβαις.
Ἕκτορι τόνδε μέγαν Βοιώτιοι ἄνδρες ἔτευξαν τύμβον ὑπὲρ γαίης, σῆμ᾿ ἐπιγιγνομένοις. - ἐπὶ Πυραίχμου ἐν Τροίᾳ.
ἐλθὼν ἐξ Ἀμυδῶνος ἀπ᾿ Ἀξίου ὧδε Πυραίχμης ὠκύμορος πάντων νόσφι φίλων ἔθανεν. - ἐπὶ Ὀρφέως κειμένου ἐν Κικονίᾳ.
Θρήικα χρυσολύραν Οἰάγρου παῖδα θανόντα Ὀρφέα ἐν χώρῳ τῷδε θέσαν Κίκονες. - ὁ Πρωτεσίλαος ἐν Χεῤῥονήσῳ ἀναιρεθεὶς
ἐτάφη φέρεται δὲ αὐτοῦ καὶ ἐπίγραμμα τόδε·
τόνδ᾿ ὄχθον μνήμην ἀρετῆς χάριν ἐξετέλεσσαν Ἑλλήνων παῖδες Πρωτεσίλᾳ φθιμένῳ. - ἀναιρεῖται ὑπ᾿ Ἀχιλλέως.φέρεται δὲ ἐπ᾿ αὐτῷ ἐπίγραμμα τόδε·
θυμὸν δὴ Κύκνου καὶ ὑπερφιάλους ἐπινοίας αἰθὴρ λαμπρὸς ἔχει, σῶμα δὲ τύμβος ὅδε. - φέρονται δὲ καὶ τούτων ἐπιγράμματα, ἐπὶ
μὲν Διώρου ...ἐπὶ δὲ Πείρωος καὶ Ἀκάμαντος ὑπ᾿
Αἴαντος ὕστερον ἀνῃρημένων τόδε·
πελτοφόρου Θρῄκης Ἀκάμας καὶ Πείροος ἥρως ἕδραν ναίοντες τήνδ᾿ ἔλαχον φθίμενοι. - ἀνῃρέθη δὲ ὑπὸ Διομήδους καὶ ἐτάφη ἐν
Τροίᾳ.ἐπιγέγραπται δὲ αὐτῷ ἐπίγραμμα τόδε·
τηλεβόλου ῥυτῆρα Λυκάονος ἀγλαὸν υἱὸν ἐκ Ζελέας κατέχει Πάνδαρον ἥδε κόνις. - Αἰνείαν Κυπρίδος τε καὶ Ἀγχίσου φίλον υἱὸν ἐνθάδε μοῖρα θεῶν ἤγαγεν εἰς Ἀίδην.
- ἀνῃρέθη δὲ ὑπὸ Μενελάου καὶ ἐτάφη ἐν Τροίᾳ.
φέρεται δὲ καὶ ἐπ᾿ αὐτῷ ἐπίγραμμα τόδε· Ἑρμῆ παῖ, στερεᾶς πέτρας τέκος, ἔννεπε πᾶσι Παφλαγόνος μοῖραν τοῦδε Πυλαιμενέος. - οὗτος ἐν Τροίᾳ μὲν ἀνῃρέθη ὑπὸ Σαρπηδόνος,
ἀπηνέχθη δὲ εἰς Ῥόδον τῇ γυναικὶ Φιλοζώῃ. φέρονται
δὲ αὐτοῦ δύο ἐπιγράμματα τὸ πρὸ τῆς ἀνακομιδῆς ἐν
Τροίᾳ καὶ τὸ ἐν Ῥόδῳ·
τόνδ᾿ Ἡρακλείδην εὐήνορα τηλόθι πάτρης Τληπόλεμον κρύπτει χῶρος ὅδ᾿ ἀνθεμόεις.
καὶ τοῦτο μὲν τὸ ἐν Τροίᾳ, τὸ δὲ τῆς ἐν Ῥόδῳ ἀνακομιδῆς τόδε ... - ἐπιγέγραπται δὲ ἐπ᾿ αὐτῷ τόδε·
πατρὶς μὲν κρύπτει με Δόλων᾿ Εὐμήδεος υἱόν· πᾶσιν ἀπαγγέλλω τοῖς παριοῦσι μαθεῖν. - ἐπίγραμμα δὲ τούτου·
ὕπνῳ καὶ καμάτῳ δεδμημένον ἐνθάδε Ῥῆσον Τρῶες δὴ θάψαν Τευκρίδος αἰγιαλῷ.
- ἀναιρεθεὶς ὑπὸ Πατρόκλου, ἀνακομισθεὶς ἐν
Λυκίᾳ τῇ πατρίδι ἐτάφη. ἐπεγράφη δὲ αὐτῷ·
Κᾶρες καὶ Λύκιοι βασιλεῖς Σαρπηδόνα δῖον Ξάνθου ἐπὶ προχοαῖς ἀενάου ἔθεσαν. - καὶ Γλαῦκος ὁμοίως ἐν Λυκίᾳ ἐτάφη. ἐπεγράφη δὲ αὐτῷ·
εὐώδης κυπάρισσος ὁμοῦ καὶ λάινος ὄχθος ἐνθάδε τὸν Λύκιον Γλαῦκον ἔχει φθίμενον. - ὁ Ἕκτωρ ἐν Ὀφρυνίῳ λόφῳ τῆς Τροίας ἐτάφη καὶ ἐπεγράφη τόδε·
Ἕκτορι τόνδε τάφον Πρίαμος μέγας ἐξετέλεσσεν ὄχθον ὑπὲρ γαίης, μνῆμ᾿ ἐπιγιγνομένοις. - οὕτως ὑπ᾿ Ἀχιλλέως ἀνῃρέθη ἡ Πεν θεσίλεια καὶ ἐγράφη αὐτῇ·
στήσω σε σπεύδοντα, δορύσσοε, Πενθεσιλείας αἰπὺν ἐσαθρῆσαι τύμβον Ἀμαζονίδος.
- οὕτως ὁ Μέμνων ἀνῃρημένος ἀποκο μισθεὶς οἴκαδε ἐτάφη παρὰ Βήλαιον ποταμὸν Συρίας. καὶ ἐπιγέγραπται αὐτῷ τόδε·
Μέμνων Τιθωνοῦ τε καὶ Ἠοῦς ἐνθάδε κεῖμαι ἐν Συρίῃ Βήλου πὰρ ποταμοῦ προχοαῖς. - ἐπ᾿ Ἀλεξάνδρῳ τὸ ἐπίγραμμα τόδε·
ἐνθάδε πῦρ Τρῳόν τε τό θ᾿ Ἑλλάδος ἄλγος ἁπάσης ὁ Πριάμοιο Πάρις ψύχομαι ἀκρολόφοις. - οἱ δὲ ἀπὸ τοῦ ἀέρος (τοὺς ἥρωας εἶπον καλεῖσθαι), ὡς δηλοῦται καὶ ἔν τινι τῶν παρὰ
Πορφυρίῳ ἐπιγραμμάτων, ἐν ᾧ κεῖται τὸ <σῶμα μὲν ἐν
πόντῳ κεῖται, <...> πνεῦμα δ᾿ ἀὴρ ὅδ᾿ ἔχει>.
- οὐ μάτην δὲ οὐδὲ τῶν ἵππων αὐτοῦ ἐμνήσθη, ἀλλ᾿ ὅτι αὐτοῖς πεποιθὼς ὁ
Ἄσιος ἐν τοῖς ἑξῆς ὡς καλοῖς ἀφρονεύσεται καὶ πεσεῖται
<ἵππων ὠκυπόδων ἐλατὴρ θρασυκάρδιος> κατὰ τὸ εἰς
αὐτὸν ἐπίγραμμα.
- διὸ καὶ ὁ ἀσφόδελος ᾠκείωται νεκροῖς διὰ τὸ πρὸς τὴν σποδὸν ὁμοιόφωνον
καὶ ἐφυτεύετο ἐν τοῖς τάφοις τὸ τοιοῦτον φυτόν, ὡς δηλοῖ
καί τι τῶν παρὰ τῷ Πορφυρίῳ ἐπιγραμμάτων λέγον ὡς ἀπό
τινος τάφου ὅτι «νώτῳ μὲν μαλάχην <τε> καὶ ἀσφόδελον
πολύριζον, κόλπῳ δὲ τὸν δεῖνα ἔχω».